ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΟΜΙΛΙΑ ΞΗʹ. Ἄλλην παραβολὴν ἀκούσατε. Ἄνθρωπός τις ἦν οἰκοδεσπότης,

Τετάρτη 19 Οκτωβρίου 2016

ΟΜΙΛΙΑ ΞΗʹ. Ἄλλην παραβολὴν ἀκούσατε. Ἄνθρωπός τις ἦν οἰκοδεσπότης,




Ιωάννης Χρυσόστομος Είς τόν Ματθαίον Ομιλίαι
Τόμος 58

ΟΜΙΛΙΑ ΞΗʹ. Ἄλλην παραβολὴν ἀκούσατε. Ἄνθρωπός τις ἦν οἰκοδεσπότης, ὅστις ἐφύτευσεν ἀμπελῶνα, καὶ φραγμὸν αὐτῷ περιέθηκε, καὶ ὤρυξε ληνὸν, καὶ ᾠκοδόμησε πύργον· καὶ ἐξέδοτο αὐτὸν γεωρ γοῖς, καὶ ἀπεδήμησεν. Ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλε τοὺς δούλους αὐτοῦ, λαβεῖν τοὺς καρπούς. Καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους, οὓς μὲν ἔδειραν, οὓς δὲ ἀπέκτει ναν, οὓς δὲ ἐλιθοβόλησαν. Πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων, καὶ ἐποίη σαν αὐτοῖς ὡσαύτως. Ὕστερον ἀπέστειλε πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ, λέγων· Ἴσως ἐν τραπήσονται τὸν υἱόν μου. Οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν, εἶπον ἐν ἑαυτοῖς· Οὗτός ἐστιν ὁ κλη ρονόμος· δεῦτε, ἀποκτείνωμεν αὐτὸν, καὶ κατά σχωμεν τὴν κληρονομίαν αὐτοῦ. Καὶ ἐκβαλόντες ἔξω τοῦ ἀμπελῶνος, ἀπέκτειναν. Ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις; Λέγουσιν αὐτῷ· Κακοὺς κα κῶς ἀπολέσει αὐτοὺς, καὶ τὸν ἀμπελῶνα ἐκδώ σεται γεωργοῖς ἑτέροις, οἵτινες ἀποδώσουσι τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Οὐδέποτε ἀνέγνωτε ἐν ταῖς Γραφαῖς· Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας;



αʹ. Πολλὰ ἀπὸ τῆς παραβολῆς ταύτης αἰνίττεται· τοῦ Θεοῦ τὴν πρόνοιαν, τὴν εἰς   αὐτοὺς   ἄνωθεν   γεγενημένην·   τὸ   ἐξ   ἀρχῆς   αὐτῶν   φονικόν·   τὸ   μηδὲν παραλειφθῆναι τῶν ἡκόντων εἰς ἐπιμέλειαν· τὸ καὶ προφητῶν σφαγέντων μὴ ἀποστραφῆναι αὐτοὺς, ἀλλὰ καὶ τὸν Υἱὸν πέμψαι· τὸ καὶ τῆς Καινῆς καὶ τῆς Παλαιᾶς ἕνα καὶ τὸν αὐτὸν εἶναι Θεόν· τὸ μεγάλα αὐτοῦ τὸν θάνατον κατορθώσειν· τὸ τὴν ἐσχάτην δίκην τοῦ σταυροῦ καὶ τοῦ τολμήματος αὐτοὺς ὑπομένειν· τῶν ἐθνῶν τὴν κλῆσιν, τῶν Ἰουδαίων τὴν ἔκπτωσιν. ∆ιὰ τοῦτο αὐτὴν μετὰ τὴν ἔμπροσθεν τίθησιν, ἵνα  δείξῃ κἀντεῦθεν  τὸ ἔγκλημα  μεῖζον καὶ σφόδρα ἀσύγγνωστον.  Πῶς καὶ τίνι τρόπῳ; Ὅτι τοσαύτης τυχόντες  ἐπιμελείας,  πορνῶν  καὶ τελωνῶν  ἡττήθησαν, καὶ παρὰ τοσοῦτον. Θέα δὲ καὶ αὐτοῦ τὴν πρόνοιαν τὴν πολλὴν, καὶ τὴν τούτων ἀργίαν τὴν ἄφατον. Καὶ γὰρ ἃ τῶν γεωργῶν ἦν, αὐτὸς ἐποίησε· τὸ φραγμὸν περιθεῖναι, τὸ φυ  τεῦσαι τὸν ἀμπελῶνα,  τὰ ἄλλα πάντα· καὶ μικρὸν αὐτοῖς κατέλιπε, τὸ ἐπιμελεῖσθαι τῶν ὄντων, καὶ διαφυλάξαι τὰ δοθέντα. Οὐδὲν γὰρ ἦν ἐλλειφθὲν, ἀλλὰ πάντα ἀπηρτισμένα· καὶ οὐδὲ οὕτως ἐκέρδαναν, καὶ ταῦτα τοσούτων ἀπολαύσαντες παρ' αὐτοῦ. Ὅτε γὰρ ἐξ Αἰγύπτου ἐξῆλθον, καὶ νόμον ἔδωκε, καὶ πόλιν ἀνέστησε, καὶ ναὸν ᾠκοδόμησε, καὶ θυσιαστήριον κατεσκεύασε. Καὶ ἀπεδήμησε· τουτέστιν, ἐμακροθύμησεν, οὐκ ἀεὶ τοῖς ἁμαρτήμασι παραπόδας ἐπάγων τὰς τιμωρίας· τὴν γὰρ ἀποδημίαν  τὴν  πολλὴν  αὐτοῦ  μακροθυμίαν  φησί.  Καὶ ἀπέστειλε  τοὺς  δούλους αὐτοῦ, τουτέστι, τοὺς προφήτας, τὸν καρπὸν λαβεῖν, τουτέστι, τὴν ὑπακοὴν, τὴν διὰ τῶν ἔργων ἐπίδειξιν. Οἱ δὲ κἀνταῦθα τὴν κακίαν ἐπεδείξαντο, οὐ τῷ μὴ δοῦναι τὸν καρπὸν   τοσαύτης  ἀπολαύσαντας   ἐπιμελείας,   ὅπερ  ἀργίας   ἦν,   ἀλλὰ   καὶ   τῷ δυσχερᾶναι πρὸς τοὺς ἐλθόντας. Τοὺς γὰρ οὐκ ἔχοντας δοῦναι καὶ ὀφείλοντας, οὐκ ἀγανακτεῖν   ἐχρῆν,   οὐδὲ   δυσχεραίνειν,   ἀλλὰ   παρακαλεῖν.   Οἱ  δὲ   οὐ   μόνον ἠγανάκτησαν, ἀλλὰ καὶ αἱμάτων τὰς χεῖρας ἐνέπλησαν· καὶ δίκην ὀφείλοντες, αὐτοὶ δίκην  ἀπῄτουν.  ∆ιὰ τοῦτο  καὶ  δευτέρους  ἔπεμψε  καὶ  τρίτους,  ἵνα  δειχθῇ  καὶ  ἡ τούτων  κακία, καὶ ἡ τοῦ πέμψαντος  φιλανθρωπία.  Καὶ διατί μὴ τὸν υἱὸν εὐθέως ἀπέστειλεν; Ἵνα ἐκ τῶν εἰς ἐκείνους γενομένων καταγνόντες ἑαυτῶν, καὶ τὸν θυμὸν ἀφέντες, ἐκεῖνον ἐντραπῶσιν ἐλθόντα. Εἰσὶ δὲ καὶ ἕτεροι λόγοι· ἀλλὰ τέως ἐπὶ τὰ ἑξῆς ἴωμεν.  Τί δέ ἐστι τὸ, Ἴσως ἐντραπήσονται;  Οὐχὶ ἀγνοοῦντος,  ἄπαγε· ἀλλὰ θέλοντος δεῖξαι τὸ ἁμάρτημα μέγα, καὶ ἀπολογίας πάσης ἐστερημένον. Ἐπεὶ αὐτὸς εἰδὼς, ὅτι ἀναιρήσουσιν, ἔπεμψε. Λέγει δὲ, Ἐντραπήσονται, τὸ γενέσθαι ὀφεῖλον ἀπαγγέλλων· ὅτι ἔδει αὐτοὺς ἐντραπῆναι. Ἐπεὶ καὶ ἀλλαχοῦ φησιν, Ἐὰν ἄρα ἀκούσωσιν· οὐδὲ ἐκεῖ ἀγνοῶν·  ἀλλ' ἵνα μὴ λέγωσί  τινες  τῶν  ἀγνωμόνων,  ὅτι ἡ πρόῤῥησις αὐτοῦ γέγονεν  ἀναγκαστικὴ τῆς παρακοῆς, διὰ τοῦτο οὕτω σχηματίζει τὰς λέξεις, Ἐὰν ἄρα, λέγων,  καὶ, Ἴσως. Εἰ γὰρ καὶ περὶ τοὺς δούλους ἀγνώμονες ἐγένοντο, τὸ τοῦ υἱοῦ ἀξίωμα αἰδεσθῆναι ἐχρῆν. Τί οὖν οὗτοι; ∆έον προσδραμεῖν, δέον  αἰτῆσαι συγγνώμην ἐπὶ τοῖς πεπλημμελημένοις, καὶ ἐπαγωνίζονται  τοῖς προτέροις, ἐπαποδύονται τοῖς μιάσμασιν, ἀεὶ τὰ πρότερα τοῖς δευτέροις ἀποκρύπτοντες·  ὃ καὶ  αὐτὸς  δηλῶν  ἔλεγε·  Πληρώσατε τὸ  μέτρον  τῶν  πατέρων ὑμῶν. Ἄνωθεν γὰρ αὐτοῖς ταῦτα ἐνεκάλουν οἱ προφῆται λέγοντες· Αἱ χεῖρες ὑμῶν αἵματος  πλήρεις·  καὶ,  Αἵματα ἐφ'  αἵμασι μίσγουσι· καὶ,  Οἰκοδομοῦντες  Σιὼν  ἐν αἵμασιν. Ἀλλ' οὐκ ἐσωφρονίζοντο· καίτοι ταύτην λαβόντες πρώτην τὴν ἐντολὴν, τὸ, Οὐ φονεύσεις,  καὶ  μυρίων  ἑτέρων  κελευσθέντες  ἀπέχεσθαι  διὰ  τοῦτο,  καὶ  διὰ πολλῶν  καὶ παντοδαπῶν  εἰς τὴν φυλακὴν  τῆς ἐντολῆς  ταύτης ἐναγόμενοι.  Ἀλλ' ὅμως  τὴν  πονηρὰν  ἐκείνην  οὐκ ἀπέθεντο  συνήθειαν·  ἀλλὰ  τί  λέγουσιν  ἰδόντες αὐτόν;  ∆εῦτε,  ἀποκτείνωμεν   αὐτόν.  Τίνος  ἕνεκεν,  καὶ  διατί;  τί  ποτε  ἔχοντες ἐγκαλεῖν, ἢ μικρὸν, ἢ μέγα; Ὅτι ἐτίμησεν ὑμᾶς, καὶ Θεὸς ὢν, ἄνθρωπος ἐγένετο δι' ὑμᾶς, καὶ τὰ μυρία ἐκεῖνα εἰργάσατο θαύματα; ἀλλ' ὅτι τὰ ἁμαρτήματα συνεχώρει; ἀλλ' ὅτι ἐπὶ βασιλείαν ἐκάλει; Ὅρα δὲ μετὰ τῆς ἀσεβείας καὶ τὴν ἄνοιαν  πολλὴν οὖσαν, καὶ τὴν αἰτίαν  τῆς σφαγῆς πολλῆς  γέμουσαν παραπληξίας. Ἀποκτείνωμεν γὰρ αὐτὸν, φησὶ, καὶ ἡμῶν ἔσται ἡ κληρονομία. Καὶ ποῦ ἀποκτεῖναι βουλεύονται; Ἔξω  τοῦ  ἀμπελῶνος.   βʹ. Εἶδες  πῶς  προφητεύει  καὶ  τὸν  τόπον,  ἔνθα  ἔμελλε σφάττεσθαι;  Καὶ ἐκβαλόντες  ἀπέκτειναν.  Καὶ ὁ  μὲν  Λουκᾶς φησιν,  ὅτι  αὐτὸς ἀπεφήνατο  ὃ παθεῖν ἔδει τούτους, κἀκεῖνοι εἶπον, Μὴ γένοιτο· καὶ τὴν μαρτυρίαν ἐπήγαγεν. Ἐμβλέψας γὰρ αὐτοῖς εἶπε· Τί οὖν ἐστι τὸ γεγραμμένον, Λίθον ὃν ἀπεδοκίμασαν  οἱ οἰκοδομοῦντες,  οὗτος  ἐγενήθη  εἰς  κεφαλὴν  γωνίας·  καὶ πᾶς ὁ πεσὼν ἐπ' αὐτὸν συνθλασθήσεται; Ὁ δὲ Ματθαῖος, ὅτι αὐτοὶ τὴν ψῆφον ἐξήνεγκαν. Ἀλλ' οὐκ ἔστι τοῦτο ἐναντιολογίας. Καὶ γὰρ ἀμφότερα γέγονε· καὶ τὴν ψῆφον αὐτοὶ ἐξήνεγκαν  καθ' ἑαυτῶν, καὶ πάλιν  αἰσθόμενοι τῶν εἰρημένων  εἶπον, Μὴ γένοιτο· καὶ τὸν προφήτην αὐτοῖς ἐπετείχισε, πείθων αὐτοὺς, ὅτι πάντως ἔσται τοῦτο. Ἀλλ' ὅμως  οὐδὲ οὕτω  τὰ ἔθνη  σαφῶς  ἀπεκάλυψεν,  ὥστε μηδεμίαν  αὐτοῖς  παρασχεῖν λαβὴν,  ἀλλ' ᾐνίξατο  εἰπὼν,  ∆ώσει τὸν  ἀμπελῶνα  ἄλλοις.  ∆ιὰ τοῦτο  δὴ καὶ διὰ παραβολῆς  εἴρηκεν,  ἵνα  αὐτοὶ  τὴν  ψῆφον  ἐξενέγκωσιν·  ὅπερ καὶ ἐπὶ  τοῦ ∆αυῒδ γέγονεν,  ὅτε ἔκρινε τὴν παραβολὴν τοῦ Νάθαν. Σὺ δέ μοι σκόπει κἀντεῦθεν  πῶς δικαία ἡ ψῆφος, ὅταν αὐτοὶ οἱ μέλλοντες κολάζεσθαι ἑαυτοὺς καταδικάζωσιν. Εἶτα ἵνα μάθωσιν, ὅτι οὐ μόνον ἡ τοῦ δικαίου φύσις ταῦτα ἀπῄτει, ἀλλὰ καὶ ἄνωθεν ἡ τοῦ Πνεύματος χάρις προὔλεγε  ταῦτα, καὶ ὁ Θεὸς οὕτως  ἐψηφίζετο,  καὶ προφητείαν ἐπήγαγε, καὶ ἐντρεπτικῶς  αὐτοῖς ἐπιτιμᾷ λέγων· Οὐδέποτε ἀνέγνωτε, ὅτι Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν  γωνίας; παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν· διὰ πάντων δεικνὺς, ὅτι οἱ μὲν ἐκβάλλεσθαι ἔμελλον ἀπιστοῦντες, τὰ δὲ ἔθνη εἰσάγεσθαι. Τοῦτο καὶ διὰ τῆς Χαναναίας,  τοῦτο  καὶ  διὰ  τοῦ  ὄνου,  καὶ  διὰ  τοῦ  ἑκατοντάρχου,  καὶ  δι'  ἄλλων πολλῶν παραβολῶν ᾐνίξατο· τοῦτο καὶ νῦν. ∆ιὸ καὶ ἐπήγαγε· Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν· προδηλῶν, ὅτι τὰ ἔθνη πιστεύοντα, καὶ Ἰουδαίων  ὅσοι ἂν καὶ αὐτοὶ πιστεύσωσιν, ἔσονται ἓν, καίτοι τοσούτου τοῦ μέσου ὄντος  ἔμπροσθεν.  Εἶτα, ἵνα   μάθωσιν  ὅτι  οὐδὲν  τῷ  Θεῷ  ἐναντίον   τῶν γινομένων ἦν, ἀλλὰ καὶ σφόδρα εὐαπόδεκτον τὸ συμβαῖνον, καὶ παράδοξον, καὶ τῶν ὁρώντων ἕκαστον ἐκπλῆττον· (καὶ γὰρ ἦν θαῦμα σφόδρα ἄφατον·) ἐπήγαγε λέγων· Παρὰ  Κυρίου   ἐγένετο   αὕτη.   Λίθον  δὲ   ἑαυτὸν   καλεῖ,   καὶ   οἰκοδόμους   τοὺς διδασκάλους τῶν Ἰουδαίων· ὃ καὶ Ἰεζεκιήλ φησιν· Οἱ οἰκοδομοῦντες τὸν τοῖχον, καὶ ἀλείφοντες  ἀναρτύτως. Πῶς δὲ ἀπεδοκίμασαν; Λέγοντες, Οὗτος οὐκ ἔστιν ἀπὸ τοῦ Θεοῦ· Οὗτος πλανᾷ  τὸν ὄχλον· καὶ πάλιν,  Σαμαρείτης εἶ σὺ, καὶ δαιμόνιον  ἔχεις. Εἶτα, ἵνα  γνῶσιν  ὅτι οὐ μέχρι τοῦ ἐκβληθῆναι  αὐτοὺς ἡ ζημία, ἐπήγαγε  καὶ τὰς κολάσεις, λέγων· Πᾶς ὁ πίπτων ἐπὶ τὸν λίθον τοῦτον, συνθλασθήσεται· ἐφ' ὃν δ' ἂν πέσῃ,  λικμήσει  αὐτόν.  ∆ύο  φησὶν  ἀπωλείας  ἐνταῦθα·  μίαν  μὲν,  τὴν  ἀπὸ  τοῦ προσκόψαι καὶ σκανδαλισθῆναι· τοῦτο γάρ ἐστιν, Ὁ πίπτων  ἐπὶ τὸν λίθον τοῦτον· ἑτέραν δὲ, τὴν ἀπὸ τῆς ἁλώσεως αὐτῶν, καὶ τῆς συμφορᾶς καὶ πανωλεθρίας, ἣν καὶ σαφῶς προεδήλωσεν εἰπὼν, Λικμήσει αὐτόν. ∆ιὰ τούτων καὶ τὴν ἀνάστασιν ᾐνίξατο τὴν ἑαυτοῦ. Ὁ μὲν οὖν προφήτης  Ἡσαΐας τὸν ἀμπελῶνα  αἰτιᾶσθαί φησιν αὐτόν· ἐνταῦθα δὲ καὶ τοὺς ἄρχοντας τοῦ λαοῦ διαβάλλει. Καὶ ἐκεῖ μέν φησι· Τί ἔδει με ποιῆσαι τῷ ἀμπελῶνί μου, καὶ οὐκ ἐποίησα; καὶ ἀλλαχοῦ πάλιν· Τί εὗρον οἱ πατέρες ὑμῶν ἐν ἐμοὶ πλημμέλημα; καὶ πάλιν, Λαός μου, τί ἐποίησά σοι; ἢ τί ἐλύπησά σε; δεικνὺς αὐτῶν τὴν ἀχάριστον γνώμην, καὶ ὅτι πάντων ἀπολαύοντες, τοῖς ἐναντίοις ἠμείβοντο·  ἐνταῦθα  δὲ  μετὰ  πλείονος  τίθησιν  αὐτὸ  ὑπερβολῆς.  Οὐ γὰρ  αὐτὸς ἀποφαίνεται  λέγων·  Τί ἔδει  με ποιῆσαι, καὶ οὐκ ἐποίησα; ἀλλ' αὐτοὺς  ἐκείνους εἰσάγει ψηφιζομένους,  ὅτι οὐδὲν ἐνέλιπε, καὶ καταδικάζοντας  ἑαυτούς. Ὅταν γὰρ εἴπωσιν, ὅτι Κακοὺς κακῶς ἀπολέσει αὐτοὺς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἑτέροις γεωργοῖς, οὐδὲν ἕτερον ἢ τοῦτο λέγουσι, μετὰ πολλῆς τῆς περιουσίας τὴν ψῆφον ἐκφέροντες. Τοῦτο καὶ Στέφανος αὐτοῖς ὀνειδίζει, ὃ καὶ μάλιστα αὐτοὺς ἔδακνεν, ὅτι πολλῆς ἀπολαύσαντες ἀεὶ προνοίας, τοῖς ἐναντίοις  ἠμείβοντο τὸν εὐεργέτην· ὅπερ καὶ αὐτὸ μέγιστον  ἦν  σημεῖον τοῦ μὴ τὸν  κολάζοντα,  ἀλλὰ  τοὺς κολαζομένους αἰτίους εἶναι τῆς τιμωρίας τῆς ἐπαγομένης αὐτοῖς. Τοῦτο δὴ καὶ ἐνταῦθα δείκνυται διὰ τῆς παραβολῆς, διὰ τῆς προφητείας.  Οὐδὲ γὰρ ἠρκέσθη τῇ παραβολῇ μόνον, ἀλλὰ καὶ προφητείαν διπλῆν ἐπήγαγε, τὴν μὲν τοῦ ∆αυῒδ, τὴν δὲ παρ' ἑαυτοῦ. Τί οὖν ἐχρῆν ταῦτα ἀκούσαντας ποιεῖν; οὐχὶ προσκυνῆσαι; οὐχὶ θαυμάσαι τὴν κηδεμονίαν, τὴν ἔμπροσθεν, τὴν μετὰ ταῦτα; Εἰ δὲ μηδενὶ τούτων  ἐγένοντο  βελτίους, τῷ γοῦν φόβῳ τῆς κολάσεως οὐκ ἔδει γενέσθαι σωφρονεστέρους; Ἀλλ' οὐκ ἐγένοντο· ἀλλὰ τί μετὰ ταῦτα; Ἀκούσαντες, φησὶν, ἔγνωσαν ὅτι περὶ αὐτῶν λέγει. Καὶ ζητοῦντες αὐτὸν κρατῆσαι, ἐφοβήθησαν διὰ τοὺς ὄχλους, ὅτι ὡς προφήτην αὐτὸν εἶχον. Ἠσθάνοντο γὰρ  λοιπὸν,  ὅτι  αὐτοὺς  ᾐνίττετο.  Ποτὲ μὲν  οὖν  κατεχόμενος,  διὰ  μέσου αὐτῶν ἀναχωρεῖ,  καὶ οὐχ ὁρᾶται· ποτὲ δὲ φαινόμενος  ὠδίνουσαν  αὐτῶν  τὴν  ἐπιθυμίαν ἐπέχει. Ὃ καὶ θαυμάζοντες ἔλεγον· Οὐχ οὗτός ἐστιν Ἰησοῦς; ἴδε παῤῥησίᾳ λαλεῖ, καὶ οὐδὲν  αὐτῷ  λέγουσιν.  Ἐνταῦθα  δὲ,  ἐπειδὴ  τῷ  φόβῳ  τοῦ  πλήθους  κατείχοντο, ἀρκεῖται   τούτῳ,   καὶ  οὐ  παραδοξοποιεῖ,  ὥσπερ  ἔμπροσθεν,  διὰ  μέσου   ἀναχωρῶν  καὶ  μὴ  φαινόμενος.  Οὐ γὰρ  ἐβούλετο  πάντα   ὑπὲρ  ἄνθρωπον ποιεῖν, ὥστε πιστευθῆναι τὴν οἰκονομίαν. Οἱ δὲ οὐδὲ ἀπὸ τοῦ πλήθους ἐσωφρονίζοντο, οὐδὲ ἀπὸ τῶν εἰρημένων· οὐ τὴν τῶν προφητῶν μαρτυρίαν, οὐ τὴν ἑαυτῶν  ᾐδοῦντο  ψῆφον,  οὐ τὴν  τῶν  πολλῶν  γνώμην·  οὕτω  καθάπαξ αὐτοὺς  ἡ φιλαρχία καὶ ὁ τῆς κενοδοξίας ἐπήρωσεν ἔρως, καὶ τὸ τὰ πρόσκαιρα ζητεῖν. γʹ. Οὐδὲν γὰρ οὕτως  ἐπὶ  κεφαλὴν  ὠθεῖ,  καὶ  κατὰ  κρημνῶν  φέρει· οὐδὲν  οὕτω  ποιεῖ  τῶν μελλόντων  ἐκπίπτειν, ὡς τὸ προσηλῶσθαι τοῖς ἐπικήροις τούτοις· οὐδὲν οὕτω ποιεῖ καὶ τούτων κἀκείνων ἀπολαύειν, ὡς τὸ πάντων ἐκεῖνα προτιμᾷν. Ζητεῖτε γὰρ, φησὶν ὁ Χριστὸς, τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Καίτοι εἰ μηδὲ τοῦτο  προσέκειτο, οὐδὲ οὕτως  αὐτῶν  ἐφίεσθαι  ἔδει. Νῦν δὲ ἐν  τῷ  λαβεῖν ἐκεῖνα, καὶ ταῦτα ἔστι προσλαβεῖν· καὶ οὐδὲ οὕτως  ἔνιοι  πείθονται·  ἀλλὰ  λίθοις ἀναισθήτοις ἐοίκασι, καὶ σκιὰς διώκουσιν ἡδονῆς. Τί γὰρ ἡδὺ τῶν  ἐν τῷ παρόντι βίῳ;  τί  δὲ  τερπνόν;  Μετὰ γὰρ  παῤῥησίας ὑμῖν  πλείονος  διαλεχθῆναι  βούλομαι σήμερον· ἀλλὰ ἀνάσχεσθε, ἵνα μάθητε ὅτι ὁ δοκῶν οὗτος φορτικὸς εἶναι βίος καὶ ἐπαχθὴς, ὁ τῶν μοναχῶν λέγω καὶ τῶν ἐσταυρωμένων, πολὺ τούτου τοῦ δοκοῦντος εἶναι  προσηνοῦς καὶ ἁπαλωτέρου  γλυκύτερός  ἐστι καὶ ποθεινότερος.  Καὶ τούτου μάρτυρες ὑμεῖς, οἱ θάνατον πολλάκις αἰτήσαντες ἐν ταῖς καταλαβούσαις ὑμᾶς περιστάσεσι καὶ  ἀθυμίαις,  καὶ  ἐκείνους  μακαρίσαντες  τοὺς  ἐν  ὄρεσι,  τοὺς  ἐν σπηλαίοις, τοὺς μὴ γεγαμηκότας, τὸν ἀπράγμονα βίον ζῶντας, οἵ τε ἐν ταῖς τέχναις, οἵ τε ἐν ταῖς στρατείαις, οἵ τε ἁπλῶς ζῶντες καὶ εἰκῆ, καὶ ἐν τῇ σκηνῇ διημερεύοντες καὶ  ταῖς  ὀρχήστραις. Καὶ γὰρ ἐκεῖθεν,  εἰ  καὶ  μυρίαι  ἡδοναὶ  βρύειν  δοκοῦσι καὶ εὐφροσύνης πηγαὶ,  ἀλλὰ  μυρία τίκτεται  πικρότερα βέλη. Ἂν  γὰρ ἁλῷ  τις  ἔρωτι κόρης τινὸς τῶν ὀρχουμένων ἐκεῖ, ὑπὲρ μυρίας στρατείας, ὑπὲρ μυρίας ἀποδημίας χαλεπωτέραν  ὑποστήσεται βάσανον,  πάσης πόλεως  πολιορκουμένης  ἀθλιώτερον διακείμενος. Πλὴν ἀλλ' ἵνα μὴ ἐκεῖνα ἐξετάσωμεν τέως, τῷ συνειδότι ταῦτα ἀφέντες τῶν  ἑαλωκότων,  φέρε  περὶ  τοῦ  τῶν  πολλῶν  διαλεχθῶμεν  βίου· καὶ  τοσοῦτον εὑρήσομεν τὸ μέσον ἑκατέρας τῆς ζωῆς ταύτης, ὅσον λιμένος καὶ πελάγους συνεχῶς ἀνέμοις  διακοπτομένου  τὸ διάφορον. Σκόπει δὲ ἀπὸ τῶν  καταγωγίων  εὐθέως  τὰ προοίμια  τῆς  εὐημερίας.  Ἀγορὰς  γὰρ  καὶ  πόλεις  καὶ  τοὺς  ἐν  μέσῳ  φυγόντες θορύβους, τὸν ἐν ὄρεσι βίον εἵλοντο, τὸν οὐδὲν ἔχοντα κοινὸν πρὸς τὰ παρόντα, τὸν οὐδὲν ἀνθρώπινον ὑπομένοντα, οὐ λύπην βιωτικὴν, οὐκ ὀδύνην, οὐ φροντίδα τοσαύτην, οὐ κινδύνους, οὐκ ἐπιβουλὰς, οὐ βασκανίαν, οὐ ζηλοτυπίαν, οὐκ ἔρωτας ἀτόπους, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν. Ἐντεῦθεν ἤδη τὰ τῆς βασιλείας μελετῶσι, νάπαις  ὁμιλοῦντες  καὶ ὄρεσι καὶ πηγαῖς,  καὶ ἡσυχίᾳ καὶ ἠρεμίᾳ πολλῇ,  καὶ πρὸ τούτων  ἁπάντων  τῷ Θεῷ. Καὶ παντὸς μὲν θορύβου τὸ δωμάτιον  αὐτοῖς καθαρὸν, παντὸς  δὲ πάθους  ἡ ψυχὴ  καὶ  νοσήματος  ἐλευθέρα,  λεπτὴ  καὶ  κούφη,  καὶ  τοῦ λεπτοτάτου ἀέρος σφόδρα καθαρωτέρα. Ἔργον δὲ αὐτοῖς, ὅπερ ἦν καὶ τῷ Ἀδὰμ παρὰ τὴν ἀρχὴν καὶ πρὸ τῆς ἁμαρτίας, ὅτε τὴν δόξαν ἠμφιεσμένος ἦν, καὶ τῷ Θεῷ μετὰ παῤῥησίας ὡμίλει, καὶ τὸ χωρίον ἐκεῖνο τὸ πολλῆς γέμον μακαριότητος ᾤκει. Τί γὰρ οὗτοι χεῖρον  ἐκείνου διάκεινται, ὅτε πρὸ τῆς παρακοῆς ἐτέθη ἐργάζεσθαι τὸν παράδεισον; Οὐδεμία φροντὶς ἦν αὐτῷ βιωτική; ἀλλ' οὐδὲ τούτοις. Θεῷ διελέγετο μετὰ καθαροῦ συνειδότος; τοῦτο καὶ οὗτοι· μᾶλλον  δὲ καὶ πολλῷ  μείζονα ἔχουσι παῤῥησίαν ἐκείνου, ὅσῳ καὶ μείζονος ἀπολελαύκασι χάριτος διὰ τῆς τοῦ Πνεύματος χορηγίας. Ἐχρῆν μὲν οὖν ὑμᾶς ὄψει ταῦτα παραλαμβάνειν· ἐπειδὴ δὲ οὐ βούλεσθε, ἀλλ' ἐν θορύβοις καὶ ἀγοραῖς διατρίβετε, κἂν λόγῳ γοῦν διδάξωμεν ὑμᾶς, ἓν μέρος ἀπολαβόντες  αὐτῶν  τῆς διαγωγῆς·  πάντα  γὰρ οὐ δυνατὸν  ἐπελθεῖν  τὸν  ἐκείνων βίον. Οὗτοι οἱ φωστῆρες τῆς οἰκουμένης, ἐπειδὰν ἥλιος ἀνίσχῃ, μᾶλλον δὲ πολλῷ πρὸ τῆς ἀκτῖνος, ἀπὸ τῆς εὐνῆς ἀναστάντες, ὑγιεῖς καὶ ἐγρηγορότες καὶ νήφοντες· (οὔτε γὰρ λύπη τις καὶ φροντὶς, οὔτε καρηβαρία καὶ πόνος καὶ πραγμάτων  ὄχλος, οὐκ ἄλλο  τι τῶν  τοιούτων  οὐδὲν αὐτοῖς  ἐνοχλεῖ,  ἀλλ' ὡς ἄγγελοι  διάγουσιν  ἐν οὐρανῷ) ἀναστάντες τοίνυν εὐθέως ἀπὸ τῆς εὐνῆς φαιδροὶ καὶ γεγηθότες; καὶ χορὸν ἕνα  στησάμενοι,  ἐν  φαιδρῷ  τῷ  συνειδότι  συμφώνως  ἅπαντες  ὥσπερ  ἐξ  ἑνὸς στόματος, ὕμνους εἰς τὸν τῶν ὅλων ᾄδουσι Θεὸν, γεραίροντές τε αὐτὸν, καὶ χάριν εἰδότες ὑπὲρ ἁπάντων αὐτῷ, τῶν τε ἰδίων, τῶν τε κοινῶν εὐεργετημάτων. Ὥστε, εἰ δοκεῖ, τὸν Ἀδὰμ ἀφέντες, ἐρωτήσομεν τί τῶν ἀγγέλων οὗτος διέστηκεν ὁ χορὸς τῶν ἐπὶ  γῆς  ᾀδόντων  καὶ  λεγόντων·  ∆όξα ἐν  ὑψίστοις  Θεῷ, καὶ  ἐπὶ  γῆς  εἰρήνη.  ἐν ἀνθρώποις εὐδοκία. Καὶ ἡ στολὴ δὲ αὐτοῖς τῆς ἀνδρίας ἀξία. Οὐ γὰρ δὴ κατὰ τοὺς ἑλκεχίτωνας   καὶ  ἐκνενευρισμένους  καὶ  διακλωμένους  εἰσὶν  ἐστολισμένοι·  ἀλλὰ κατὰ τοὺς μακαρίους ἐκείνους ἀγγέλους, τὸν Ἠλίαν, τὸν Ἐλισσαῖον, τὸν Ἰωάννην, κατὰ τοὺς ἀποστόλους· τῶν ἱματίων κατεσκευασμένων αὐτοῖς, τοῖς μὲν ἀπὸ τριχῶν αἰγῶν,  τοῖς δὲ ἀπὸ τριχῶν  καμήλων·  εἰσὶ δὲ οἷς Καὶ δέρματα ἤρκεσε μόνον, καὶ ταῦτα πάλαι πεπονηκότα. Εἶτα ἐπειδὰν τὰς ᾠδὰς ἐκείνας εἴπωσι, τὰ γόνατα κάμψαντες, τὸν ὑμνηθέντα Θεὸν παρακαλοῦσιν ὑπὲρ πραγμάτων, ὧν ἔνιοι οὐδὲ εἰς ἔννοιαν ταχέως ἔρχονται. Αἰτοῦσι γὰρ τῶν μὲν παρόντων οὐδέν· οὐδεὶς γὰρ αὐτοῖς τούτων λόγος· τὸ δὲ μετὰ παῤῥησίας στῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ φοβεροῦ, ὅταν ἔλθῃ κρῖναι ζῶντας καὶ νεκροὺς ὁ μονογενὴς  Υἱὸς τοῦ Θεοῦ· καὶ τὸ μηδένα ἀκοῦσαι τῆς φοβερᾶς ἐκείνης φωνῆς  τῆς λεγούσης, Οὐκ οἶδα ὑμᾶς· καὶ ὥστε μετὰ καθαροῦ  συνειδότος  καὶ  πολλῶν   τῶν   κατορθωμάτων   τὸν   ἐπίμοχθον   τοῦτον διανύσαι βίον, καὶ τὸ χαλεπὸν  πλεῦσαι πέλαγος ἐξ οὐρίας. Ἡγεῖται δὲ αὐτοῖς τῆς εὐχῆς, ὁ πατὴρ καὶ ὁ προεστηκώς. Εἶτα ἀναστάντες καὶ τελέσαντες τὰς ἁγίας ἐκείνας καὶ συνεχεῖς  εὐχὰς, ἀνισχούσης τῆς  ἀκτῖνος,  εἰς ἔργον  ἄπεισιν  ἕκαστος, πολλὴν πρόσοδον ἐντεῦθεν τοῖς δεομένοις συνάγοντες. δʹ. Ποῦ νῦν εἰσιν οἱ τοῖς διαβολικοῖς ἑαυτοὺς  ἐκδιδόντες   χοροῖς  καὶ  τοῖς  ᾄσμασι  τοῖς  πορνικοῖς,   καὶ  ἐν  θεάτροις καθήμενοι; Αἰσχύνομαι μὲν γὰρ μεμνημένος ἐκείνων· πλὴν διὰ τὴν ἀσθένειαν ὑμῶν ἀνάγκη καὶ τοῦτο ποιῆσαι. Καὶ γὰρ ὁ Παῦλός φησιν· Ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ, οὕτω νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν. Καὶ ἡμεῖς τοίνυν, φέρε παρεξετάσωμεν τὸν χορὸν τὸν ἐκ τῶν πορνευομένων  γυναικῶν  καὶ τῶν ἡταιρηκότων  νέων συνεστῶτα ἐν τῇ  σκηνῇ. καὶ  τοῦτον  αὐτὸν  τὸν  τῶν  μακαρίων  τούτων,  εἰς  ἡδονῆς  λόγον  δι'  ἣν μάλιστα πολλοὶ τῶν ῥᾳθύμων νέων ἁλίσκονται ταῖς ἐκείνων παγίσι. Τοσοῦτον γὰρ τὸ μέσον εὑρήσομεν, ὅσον εἰ ἀγγέλων  τις ἤκουσεν ᾀδόντων ἄνω τὴν παναρμόνιον μελῳδίαν ἐκείνην, καὶ κυνῶν καὶ χοίρων ἐπὶ τῆς κοπρίας κατωρυομένων καὶ γρυζόντων.  ∆ιὰ τούτων  μὲν  γὰρ  τῶν  στομάτων  ὁ  Χριστὸς, δι'  ἐκείνων  δὲ  τῆς γλώττης  ὁ διάβολος φθέγγεται.  Ἀλλὰ σύριγγες συνηχοῦσιν ἐκείνοις ἀσήμῳ φωνῇ καὶ   ἀτερπεῖ   τῇ   ὄψει,   τῶν   γνάθων    αὐτοῖς   φυσωμένων,   καὶ   τῶν   νεύρων διασπωμένων; Ἀλλ' ἐνταῦθα ἡ τοῦ Πνεύματος ἐνηχεῖ χάρις, ἀντὶ αὐλοῦ καὶ κιθάρας καὶ σύριγγος τοῖς τῶν ἁγίων  στόμασι κεχρημένη. Μᾶλλον δὲ ὅσα ἂν εἴπωμεν, οὐ δυνατὸν παραστῆσαι τὴν ἡδονὴν διὰ τοὺς τῷ πηλῷ καὶ τῇ πλινθείᾳ προσηλωμένους.∆ιὰ τοῦτο καὶ ἐβουλόμην τινὰ τῶν περὶ ταῦτα μαινομένων  λαβεῖν, καὶ ἀπαγαγεῖν ἐκεῖ, καὶ δεῖξαι τῶν ἁγίων τὸν χορὸν τούτων, καὶ οὐκ ἂν ἐδέησέ μοι λόγου λοιπόν. Πλὴν κἂν πρὸς πηλίνους διαλεγώμεθα, πειρασόμεθα καὶ τῷ λόγῳ κἂν μετὰ μικρὸν αὐτοὺς  ἀνασπάσαι τῆς  ἰλύος  καὶ  τῶν  τελμάτων.  Ἐκεῖθεν  μὲν  γὰρ  εὐθέως  πῦρ δέχεται ἔρωτος ἀτόπου ὁ ἀκροατής· ὡς γὰρ οὐκ ἀρκούσης τῆς ὄψεως τῆς πόρνης φλέξαι τὴν διάνοιαν, καὶ τὴν ἀπὸ τῆς φωνῆς  προστιθέασι λύμην· ἐνταῦθα δὲ, κἂν ἔχῃ τι τοιοῦτον ἡ ψυχὴ, ἀποτίθεται εὐθέως. Οὐχ ἡ φωνὴ δὲ μόνον, οὐδὲ ἡ ὄψις, ἀλλὰ καὶ  τὰ  ἱμάτια  μᾶλλον  τούτων   θορυβεῖ  τοὺς  ὁρῶντας.  Κἂν  πένης  ᾖ  τις  τῶν παχυτέρων  καὶ ἠμελημένων,  ἀπὸ τῆς θεωρίας μυρία ἀποδυσπετήσει πολλάκις, καὶ πρὸς  ἑαυτὸν  ἐρεῖ,  ὅτι  Ἡ  μὲν  πόρνη  καὶ  ὁ  ἡταιρηκὼς,  μαγείρων   τέκνα  καὶ σκυτοτόμων, πολλάκις  δὲ καὶ οἰκετῶν, ἐν τοσαύτῃ ζῶσι τρυφῇ· ἐγὼ δὲ ἐλεύθερος καὶ  ἐς  ἐλευθέρων,  δικαίους  πόνους  αἱρούμενος,  οὐδὲ  ὄναρ  ταῦτα  φαντασθῆναι δύναμαι· καὶ οὕτως ἐμπρησθεὶς ὑπὸ τῆς ἀθυμίας ἄπεισιν. Ἐπὶ δὲ τῶν μοναχῶν οὐδὲν τοιοῦτον, ἀλλὰ καὶ τοὐναντίον  ἅπαν. Ὅταν γὰρ ἴδῃ πλουσίων παῖδας καὶ προγόνων περιφανῶν   ἐκγόνους  τοιαῦτα  ἠμφιεσμένους  ἱμάτια,  οἷα  οὐδὲ  οἱ  ἔσχατοι  τῶν πενήτων. καὶ ἐπὶ τούτῳ χαίροντας, ἐννοήσατε πόσην τῆς πενίας παραμυθίαν δεξάμενος  ἄπεισι. Κἂν πλούσιος  ᾖ, σωφρονισθεὶς  ἀναχωρεῖ,  βελτίων  γενόμενος. Πάλιν ἐν μὲν τῷ θεάτρῳ ὅταν ἴδωσι χρυσία περικειμένην τὴν πόρνην, ὁ μὲν πένης οἰμώξεται καὶ θρηνήσει, τὴν ἑαυτοῦ γυναῖκα οὐδὲν τοιοῦτον ἔχουσαν βλέπων· οἱ δὲ πλουτοῦντες  ὑπερόψονται καὶ διαπτύσουσιν ἀπὸ τῆς θέας ταύτης τὰς συνοικούσας αὐτοῖς.  Ὅταν  γὰρ  καὶ  σχῆμα,  καὶ  βλέμμα,  καὶ  φωνὴν,   καὶ  βάδισιν,  πάντα διακεκλασμένα   ἐκείνη   παρέχῃ   τοῖς   ὁρῶσιν,   ἐμπρησθέντες   ἀναχωροῦσι,   καὶ αἰχμάλωτοι λοιπὸν εἰς τὰς οἰκίας εἰσέρχονται τὰς ἑαυτῶν. Ἐντεῦθεν αἱ ὕβρεις καὶ αἱ ἀτιμίαι,  ἐντεῦθεν  αἱ ἀπέχθειαι,  οἱ πόλεμοι, οἱ θάνατοι  οἱ καθημερινοί·  ἐντεῦθεν ἀβίωτος  τοῖς ἁλοῦσιν ὁ βίος, καὶ ἡ συνοικοῦσα λοιπὸν  ἀηδὴς, καὶ τὰ παιδία οὐχ ὁμοίως ποθεινὰ, καὶ πάντα ἄνω καὶ κάτω τὰ τῆς οἰκίας, καὶ ὑπ' αὐτῆς λοιπὸν τῆς ἀκτῖνος ἐνοχλεῖσθαι δοκεῖ. Ἀλλ' οὐκ ἀπὸ τῶν χορῶν τούτων ἀηδία τις τοιαύτη· ἀλλ' ἥμερον καὶ πρᾶον δέξεται ἡ γυνὴ τὸν ἄνδρα, πάσης ἡδονῆς ἀτόπου ἀπηλλαγμένον, καὶ εὐκολώτερον αὐτῷ χρήσεται, ἢ πρὸ τούτου. Τοιαῦτα ὁ μὲν χορὸς ἐκεῖνος τίκτει κακὰ, οὗτος δὲ ἀγαθά· ὁ μὲν ἀπὸ προβάτων  λύκους ποιῶν,  οὗτος δὲ ἀπὸ λύκων ἀρνειοὺς ἐργαζόμενος. Ἀλλ' οὔπω περὶ τῆς ἡδονῆς οὐδὲν οὐδέπω τάχα εἰρήκαμεν. Καὶ τί γένοιτ' ἂν ἥδιον τοῦ μὴ θορυβεῖσθαι μηδὲ ὀδυνᾶσθαι τὴν διάνοιαν, μηδὲ ἀθυμεῖν καὶ στένειν; Πλὴν ἀλλὰ καὶ περαιτέρω τὸν λόγον προαγάγωμεν, καὶ ἑκατέρας τῆς ᾠδῆς καὶ τῆς θέας τὴν ἀπόλαυσιν ἐξετάσωμεν· καὶ ὀψόμεθα τὴν μὲν μέχρις ἑσπέρας μένουσαν, ἕως ἂν ἐν τῷ θεάτρῳ καθέζηται ὁ θεατὴς, μετὰ δὲ ταῦτα κέντρου παντὸς χαλεπώτερον ἀνιῶσαν αὐτόν· ἐνταῦθα δὲ διηνεκῶς ἐνακμάζουσαν ταῖς ψυχαῖς τῶν ἑωρακότων. Καὶ γὰρ καὶ τῶν ἀνδρῶν τὸν τύπον, καὶ τοῦ τόπου τὸ τερπνὸν,  καὶ  τῆς  διαγωγῆς  τὸ  γλυκὺ,  καὶ  τῆς  πολιτείας  τὸ  καθαρὸν,  καὶ  τῆς καλλίστης ᾠδῆς καὶ πνευματικῆς τὴν χάριν, ἔχουσιν ἑαυτοῖς διαπαντὸς ἐνιζάνοντα. Οἱ γοῦν τούτων ἀπολαύοντες διηνεκῶς τῶν λιμένων,  ὥσπερ τινὰ χειμῶνα  λοιπὸν φεύγουσι τῶν πολλῶν  τοὺς θορύβους. Οὐκ ᾄδοντες δὲ μόνον καὶ εὐχόμενοι, ἀλλὰ καὶ ταῖς βίβλοις προσηλωμένοι, τερπνόν τι θέαμα τοῖς ὁρῶσίν εἰσιν. Ἐπειδὰν γὰρ τὸν  χορὸν  διαλύσωσιν,  ὁ μὲν  τὸν  Ἡσαΐαν λαβὼν  ἐκείνῳ  διαλέγεται,  ὁ δὲ τοῖς ἀποστόλοις ὁμιλεῖ, ἕτερος τὰ παρ' ἑτέρων  πονηθέντα  ἔπεισι, καὶ φιλοσοφεῖ  περὶ Θεοῦ, περὶ  τοῦδε  τοῦ  παντὸς,  περὶ  τῶν  ὁρωμένων,   περὶ  τῶν  ἀοράτων,  περὶ αἰσθητῶν, περὶ νοητῶν, περὶ τῆς εὐτελείας τούτου τοῦ βίου, περὶ τῆς τοῦ μέλλοντος μεγαλειότητος.  εʹ. Καὶ τρέφονται  τροφὴν  ἀρίστην, οὐ σάρκας ἀλόγων  ἑψημένας παρατιθέμενοι, ἀλλὰ λόγια Θεοῦ ὑπὲρ μέλι καὶ κηρίον, μέλι θαυμάσιον, καὶ πολλῷ κρεῖττον ἢ κατὰ τὴν ἔρημον ὁ Ἰωάννης  τὸ παλαιὸν ἐσιτεῖτο. Τὸ γὰρ μέλι τοῦτο οὐ μέλιτταί   τινες   ἄγριαι   τοῖς   ἄνθεσιν   ἐφιζάνουσαι   συλλέγουσιν,   οὐδὲ   δρόσον πεπαίνουσαι τοῖς σίμβλοις ἐνιᾶσιν· ἀλλ'  ἡ τοῦ Πνεύματος κατασκευάζουσα χάρις, ἀντὶ κηρίων καὶ σίμβλων καὶ συρίγγων ταῖς τῶν ἁγίων ἐναποτίθεται  ψυχαῖς, ὥστε εἶναι τῷ βουλομένῳ μετὰ ἀδείας ἐσθίειν διηνεκῶς. Ταύτας δὴ οὖν τὰς μελίττας καὶ αὐτοὶ μιμούμενοι, περιΐπτανται  τοῖς κηρίοις τῶν ἁγίων βιβλίων, πολλὴν ἐντεῦθεν δρεπόμενοι τὴν  ἡδονήν.  Καὶ εἰ βούλει  μαθεῖν  τὴν  τράπεζαν  τὴν  ἐκείνων,  ἐγγὺς γενοῦ, καὶ ὄψει τοιαῦτα ἐρευγομένους αὐτοὺς, προσηνῆ πάντα καὶ ἡδέα, καὶ εὐωδίας γέμοντα πνευματικῆς. Οὐδὲν αἰσχρὸν ἐκεῖνα τὰ στόματα ἐξενεγκεῖν  δύναται ῥῆμα, οὐδὲν εὐτράπελον, οὐδὲν τραχὺ, ἀλλὰ πάντα τῶν οὐρανῶν ἄξια. Οὐκ ἄν τις ἁμάρτοι, τὰ  μὲν  στόματα τῶν  πολλῶν  τῶν  ἐν  ἀγοραῖς  συρομένων  καὶ  πρὸς τὰ  βιωτικὰ λυσσώντων,  βορβόρου τινὸς  ὀχετοῖς  παραβάλλων,  τὰ  δὲ  τούτων,  πηγαῖς  μέλι ῥεούσαις καὶ νάματα προχεούσαις καθαρά. Εἰ δέ τις ἐδυσχέρανεν, ὅτι τὰ τῶν πολλῶν βορβόρου τινὸς προσεῖπον ὀχετοὺς, ἴστω ὅτι σφόδρα φειδόμενος εἶπον. Ἡ γὰρ Γραφὴ οὐδὲ τούτῳ κέχρηται τῷ μέτρῳ, ἀλλ' ἑτέρῳ πολλῷ σφοδροτέρῳ παραδείγματι. Ἰὸς γὰρ, φησὶν, ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν, καὶ τάφος ἀνεῳγμένος  ὁ λάρυγξ αὐτῶν. Ἀλλ'  οὐ  τὰ  ἐκείνων  τοιαῦτα,  ἀλλ'  εὐωδίας  γέμει  πολλῆς.  Καὶ τὰ  μὲν  ἐνταῦθα τοιαῦτα· τὰ δὲ ἐκεῖ ποῖος ἡμῖν παραστήσει λόγος; ποία ἐννοήσει διάνοια; τὴν λῆξιν τὴν ἀγγελικὴν,  τὴν μακαριότητα τὴν ἄφραστον, τὰ ἀπόῤῥητα ἀγαθά; Τάχα πολλοὶ διεθερμάνθητε νῦν, καὶ εἰς ἐπιθυμίαν ἐνεπέσετε τῆς καλῆς ταύτης πολιτείας· ἀλλὰ τί τὸ κέρδος, ὅταν ἐνταῦθα ὄντες μόνον τοῦτο ἔχητε τὸ πῦρ, ἐξελθόντες  δὲ σβέσητε τὴν φλόγα, καὶ καταμαρανθῇ οὗτος ὁ πόθος; Πῶς οὖν, ἵνα μὴ τοῦτο γένηται; Ὡς ἔστι σοι θερμὸς οὗτος  ὁ ἔρως, ἄπελθε  πρὸς αὐτοὺς  ἐκείνους  τοὺς ἀγγέλους, ἀνάκαυσον αὐτὸν πλέον. Οὐ γὰρ οὕτως ὁ παρ' ἡμῶν λόγος δυνήσεταί σε ἀνάψαι, ὡς ἡ τῶν πραγμάτων θέα. Μὴ εἴπῃς, ∆ιαλεχθῶ τῇ γυναικὶ, καὶ διαλύσω τὰ πράγματα πρῶτον. Ἀρχὴ ῥᾳθυμίας αὕτη ἡ ἀναβολή. Ἄκουσον ὅτι συντάξασθαι τοῖς ἐν τῇ οἰκίᾳ ἠθέλησέ τις, καὶ οὐκ εἴασεν ὁ προφήτης. Καὶ τί λέγω συντάξασθαι; Θάψαι πατέρα ἠθέλησεν ὁ μαθητὴς, καὶ οὐδὲ τοῦτο συνεχώρησεν ὁ Χριστός. Καίτοι τί σοι πρᾶγμα ἀναγκαῖον  οὕτως  εἶναι  δοκεῖ, ὡς  κηδεία  πατρός; ἀλλ' οὐδὲ  τοῦτο  ἐπέτρεψε. Τί δήποτε; Ὅτι σφοδρὸς ἐφέστηκεν ὁ διάβολος, παρείσδυσίν τινα βουλόμενος λαβεῖν· κἂν ὀλίγης ἀσχολίας ἐπιλάβηται  καὶ ἀναβολῆς, μεγάλην  ἐργάζεται ῥᾳθυμίαν. ∆ιὰ τοῦτο παραινεῖ τις, Μὴ ἀναβάλλου ἡμέραν ἐξ ἡμέρας. Οὕτω γὰρ δυνήσῃ τὰ πλείονα κατορθοῦν, οὕτω καὶ τὰ κατὰ τὴν οἰκίαν σοι καλῶς διακείσεται· Ζητεῖτε γὰρ, φησὶ, τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Εἰ γὰρ ἡμεῖς τοὺς τὰ ἑαυτῶν  ὑπερορῶντας, καὶ τῶν  ἡμετέρων  τὴν ἐπιμέλειαν  προτιθέντας,  ἐν πολλῇ καθιστῶμεν ἀμεριμνίᾳ· πολλῷ μᾶλλον ὁ Θεὸς, ὁ καὶ χωρὶς τούτων κηδόμενος καὶ προνοῶν. Μὴ τοίνυν φροντίσῃς τῶν σῶν, ἀλλὰ ἄφες αὐτὰ τῷ Θεῷ. Ἂν γὰρ σὺ φροντίσῃς, ὡς ἄνθρωπος φροντίζεις· ἂν δὲ ὁ Θεὸς προνοήσῃ, ὡς Θεὸς προνοεῖ. Μὴ φροντίσῃς αὐτῶν ἀφεὶς τὰ μείζω, ἐπεὶ αὐτὸς οὐ σφόδρα αὐτῶν προνοήσει. Ἵν' οὖν σφόδρα αὐτῶν  προνοῇ,  αὐτῷ  μόνῳ  πάντα  ἐπίτρεψον.  Ἂν  γὰρ  καὶ  αὐτὸς  αὐτὰ μεταχειρίσῃ, ἀφεὶς τὰ πνευματικὰ οὐ πολλὴν αὐτῶν αὐτὸς ποιήσεται πρόνοιαν· Ἵν' οὖν  καὶ  σοὶ  ταῦτα  εὖ  διακέηται,  καὶ  φροντίδος  ἀπαλλαγῇς  ἁπάσης, ἔχου  τῶν πνευματικῶν,  ὑπερόρα  τῶν  βιωτικῶν·  οὕτω  γὰρ  καὶ  τὴν  γῆν  ἕξεις  μετὰ  τῶν οὐρανῶν, καὶ τῶν μελλόντων  ἀγαθῶν ἐπιτεύξῃ, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.  Ἀμήν.

25. ΟΜΙΛΙΑ ΞΘʹ. Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπε πάλιν ἐν παραβο λαῖς· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησε γάμους τῷ υἱῷ αὐτοῦ. Καὶ ἀπέστειλε τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλη μένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤθελον ἐλθεῖν. Πάλιν ἀπέστειλεν ἄλλους δούλους, λέγων· Εἴπατε τοῖς κεκλημένοις, Τὸ ἄριστόν μου ἡτοίμασα, οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους. Οἱ δὲ ἀμελήσαντες ἀπῆλθον, ὁ μὲν εἰς τὸν ἴδιον ἀγρὸν, ὁ δὲ ἐπὶ τὴν ἐμπορίαν αὐτοῦ. Οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν, καὶ τὰ ἑξῆς.

 αʹ. Εἶδες καὶ ἐν τῇ προτέρᾳ καὶ ἐν ταύτῃ τῇ παραβολῇ τοῦ υἱοῦ καὶ τῶν δούλων  τὸ μέσον; εἶδες πολλὴν  μὲν ἑκατέρων τῶν  παραβολῶν τὴν συγγένειαν, πολλὴν δὲ καὶ τὴν διαφοράν; καὶ γὰρ αὕτη δείκνυσι καὶ τοῦ Θεοῦ τὴν μακροθυμίαν καὶ τὴν πρόνοιαν τὴν πολλὴν, καὶ τὴν Ἰουδαϊκὴν ἀγνωμοσύνην. Ἀλλ' ἔχει  τι  καὶ  πλέον  ἐκείνης  αὕτη.  Προαναφωνεῖ  μὲν  γὰρ  καὶ  τὴν  ἔκπτωσιν  τῶν Ἰουδαίων,  καὶ τὴν κλῆσιν τῶν  ἐθνῶν· δείκνυσι δὲ μετὰ τούτου καὶ τοῦ βίου τὴν ἀκρίβειαν, καὶ ὅση τοῖς ἀμελοῦσιν ἡ δίκη κεῖται. Καὶ καλῶς αὕτη μετ' ἐκείνην ἐστίν. Ἐπειδὴ  γὰρ  εἶπε·  ∆οθήσεται ἔθνει  ποιοῦντι  τοὺς  καρποὺς  αὐτῆς,  δηλοῖ  λοιπὸν ἐνταῦθα καὶ ποίῳ ἔθνει· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἄφατον εἰς τοὺς Ἰουδαίους πάλιν τὴν πρόνοιαν ἐπιδείκνυται.  Ἐκεῖ μὲν γὰρ πρὸ τοῦ σταυροῦ φαίνεται  καλῶν· ἐνταῦθα  δὲ  καὶ  μετὰ  τὸ  σφαγῆναι  ἐπίκειται  ἐπισπώμενος  αὐτούς.  Καὶ ὅτε  τὴν χαλεπωτάτην  αὐτοὺς ἔδει δοῦναι δίκην, τότε καὶ εἰς γάμους αὐτοὺς ἕλκει, καὶ τῇ τιμῇ τῇ ἀνωτάτῳ τιμᾷ. Καὶ ὅρα πῶς καὶ ἐκεῖ οὐ πρότερα τὰ ἔθνη, ἀλλ' Ἰουδαίους, καὶ ἐνταῦθα  πάλιν.  Ἀλλ' ὥσπερ ἐκεῖ,  ὅτε  οὐκ  ἠθέλησαν  αὐτὸν  δέξασθαι, ἀλλὰ  καὶ ἐλθόντα ἔσφαξαν, τότε ἔδωκε τὸν ἀμπελῶνα· οὕτω καὶ ἐνταῦθα, ὅτε μὴ ἠθέλησαν παραγενέσθαι  ἐν  τῷ  γάμῳ,  τότε  ἑτέρους  ἐκάλεσε. Τί τοίνυν  γένοιτ'  ἂν  αὐτῶν ἀγνωμονέστερον,  ὅταν ἐπὶ γάμους καλούμενοι  ἀποπηδῶσι; Τίς γὰρ οὐκ ἂν ἕλοιτο ἐπὶ γάμους ἐλθεῖν, καὶ γάμους βασιλέως, καὶ  βασιλέως υἱῷ ποιοῦντος γάμους; Καὶ τίνος ἕνεκεν γάμος εἴρηται; φησίν. Ἵνα μάθῃς τοῦ Θεοῦ τὴν κηδεμονίαν, τὸν πόθον τὸν περὶ ἡμᾶς, τῶν πραγμάτων τὴν φαιδρότητα, ὡς οὐδὲν λυπηρὸν ἐκεῖ, οὐδὲ σκυθρωπὸν, ἀλλὰ πάντα χαρᾶς γέμει πνευματικῆς.  ∆ιὰ τοῦτο καὶ νυμφίον  αὐτὸν Ἰωάννης καλεῖ· διὰ τοῦτο καὶ ὁ Παῦλος λέγει· Ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρί· καὶ πάλιν,  Τὸ μυστήριον  τοῦτο  μέγα  ἐστὶν,  ἐγὼ  δὲ  λέγω  εἰς  Χριστὸν καὶ  εἰς  τὴν Ἐκκλησίαν. Τί οὖν οὐκ αὐτῷ ἁρμόζεσθαι λέγεται ἡ νύμφη, ἀλλὰ τῷ Υἱῷ; Ὅτι ἡ τῷ Υἱῷ ἁρμοζομένη τῷ Πατρὶ ἁρμόζεται. Καὶ γὰρ ἀδιάφορον τῇ Γραφῇ τοῦτο ἢ τοῦτο λέγεσθαι, διὰ τὸ ἀπαράλλακτον τῆς οὐσίας. Ἀπὸ τούτου καὶ τὴν ἀνάστασιν ἀνεκήρυξεν. Ἐπειδὴ γὰρ ἐν τοῖς ἔμπροσθεν τὸν θάνατον εἶπε, δείκνυσιν ὅτι καὶ μετὰ τὸν  θάνατον  τότε  οἱ  γάμοι,  τότε  ὁ  νυμφίος.  Ἀλλ'  οὐδὲ  οὕτως  οὗτοι  γίνονται βελτίους, οὐδὲ ἡμερώτεροι· οὗ τί γένοιτ' ἂν χεῖρον· Καὶ γὰρ αὕτη τρίτη κατηγορία. Πρώτη μὲν, ὅτι προφήτας  ἀπέκτειναν·  ἔπειτα, ὅτι τὸν  Υἱόν· μετὰ ταῦτα, ὅτι καὶ ἀνελόντες, καὶ εἰς τοὺς γάμους τοῦ ἀναιρεθέντος καλούμενοι παρ' αὐτοῦ τοῦ ἀναιρεθέντος οὐ παραγίνονται, ἀλλ' αἰτίας πλάττουσι, ζεύγη βοῶν, καὶ ἀγροὺς, καὶ γυναῖκας. Καίτοι δοκοῦσιν εὔλογοι αἱ προφάσεις εἶναι· ἀλλ' ἐντεῦθεν μανθάνομεν, κἂν ἀναγκαῖα ᾖ τὰ κατέχοντα, πάντων  προτιμότερα ποιεῖσθαι τὰ πνευματικά. Καὶ καλεῖ οὐχὶ προσφάτως, ἀλλὰ πρὸ πολλοῦ τοῦ χρόνου. Εἴπατε γὰρ, φησὶ, τοῖς κεκλημένοις καὶ πάλιν, Καλέσατε τοὺς κεκλημένους· ὅπερ μείζονα τὴν κατηγορίαν ἐποίει. Καὶ πότε ἐκλήθησαν; ∆ιὰ τῶν προφητῶν ἁπάντων, διὰ Ἰωάννου πάλιν· αὐτῷ γὰρ παρέπεμπεν  ἅπαντας,  λέγων·  Ἐκεῖνον  δεῖ αὐξάνειν,  ἐμὲ δὲ ἐλαττοῦσθαι· δι' αὐτοῦ πάλιν τοῦ Υἱοῦ· ∆εῦτε γὰρ πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· καὶ πάλιν. Εἴ τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω. Οὐ διὰ ῥημάτων δὲ μόνον, ἀλλὰ καὶ διὰ πραγμάτων αὐτοὺς ἐκάλει, καὶ μετὰ τὴν ἀνάληψιν διὰ Πέτρου καὶ τῶν κατ' αὐτόν. Ὁ γὰρ ἐνεργήσας, φησὶ, Πέτρῳ εἰς ἀποστολὴν τῆς περιτομῆς, ἐνήργησε καὶ ἐμοὶ εἰς τὰ ἔθνη. Ἐπειδὴ γὰρ τὸν υἱὸν ἰδόντες ὠργίσθησαν καὶ ἀνεῖλον, διὰ τῶν δούλων καλεῖ πάλιν. Καὶ ἐπὶ τί καλεῖ; Ἐπὶ μόχθους καὶ πόνους καὶ ἱδρῶτας; Οὐχὶ, ἀλλ' ἐπὶ τρυφήν·  Οἱ ταῦροι γάρ μου, φησὶ, καὶ τὰ σιτιστὰ τεθυμένα. Ὅρα πόση ἡ πανδαισία· πόση ἡ φιλοτιμία. Καὶ οὐδὲ τοῦτο αὐτοὺς ἐνέτρεψεν,  ἀλλ' ὅσῳ μειζόνως  ἐμακροθύμησε, τοσούτῳ μειζόνως  ἐσκληρύνοντο. Οὐδὲ γὰρ ἀσχολούμενοι, ἀλλ' ἀμελήσαντες οὐκ ἦλθον. Πῶς οὖν οἱ μὲν γάμους, οἱ δὲ ζεύγη βοῶν προβάλλονται; ταῦτα γοῦν ἀσχολίας. Οὐδαμῶς· τῶν γὰρ πνευματικῶν καλούντων, οὐκ ἔστιν ἀσχολία οὐδεμία ἀναγκαία. Ἐμοὶ δὲ δοκοῦσι καὶ ταύταις ταῖς προφάσεσι κεχρῆσθαι, τῆς ἀμελείας παρακαλύμματα ταῦτα προβαλλόμενοι. Καὶ οὐ τοῦτο μόνον τὸ δεινὸν, ὅτι οὐκ ἦλθον, ἀλλὰ καὶ τὸ πολλῷ χαλεπώτερον καὶ μανικώτερον, τὸ καὶ συγκόψαι τοὺς ἐλθόντας, καὶ ὑβρίσαι, καὶ ἀνελεῖν· τοῦτο τοῦ προτέρου χεῖρον. Ἐκεῖνοι μὲν γὰρ ἦλθον ἀπαιτοῦντες  πρόσοδον καὶ καρποὺς, καὶ ἐσφάγησαν· οὗτοι δὲ εἰς γάμους καλοῦντες  τοῦ παρ' αὐτῶν  σφαγέντος, καὶ οὗτοι πάλιν  φονεύονται.  Τί ταύτης τῆς μανίας ἴσον; Τοῦτο καὶ Παῦλος ἐγκαλῶν  αὐτοῖς ἔλεγε· Τῶν  καὶ τὸν  Κύριον ἀποκτεινάντων καὶ τοὺς ἰδίους  προφήτας,  καὶ ἡμᾶς ἐκδιωξάντων.   Εἶτα  ἵνα   μὴ   λέγωσιν,   ὅτι   Ἀντίθεός   ἐστι,  καὶ   διὰ   τοῦτο   οὐ παραγινόμεθα, ἄκουσον τί λέγουσιν οἱ καλοῦντες· ὅτι Ὁ Πατήρ ἐστιν ὁ ποιῶν τοὺς γάμους, καὶ αὐτὸς ὁ καλῶν. Τί οὖν μετὰ ταῦτα; Ἐπειδὴ οὐκ ἠθέλησαν ἐλθεῖν, ἀλλὰ καὶ ἀνεῖλον  τοὺς ἐπ' αὐτοὺς ἐλθόντας,  κατακαίει  τὰς πόλεις, καὶ τὰ στρατόπεδα πέμψας, ἀνεῖλεν αὐτούς. Ταῦτα δὲ λέγει, προδηλῶν τὰ ἐπὶ Οὐεσπασιανοῦ καὶ Τίτου γενόμενα, καὶ ὅτι καὶ τὸν Πατέρα παρώξυναν  αὐτῷ μὴ πιστεύσαντες· αὐτὸς γοῦν ἐστιν ὁ ἐπεξελθών. ∆ιά τοι τοῦτο οὐκ εὐθέως ἀναιρεθέντος τοῦ Χριστοῦ γέγονεν ἡ ἅλωσις, ἀλλὰ μετὰ τεσσαράκοντα ἔτη, ἵνα δείξῃ αὐτοῦ τὴν μακροθυμίαν· ὅτε ἀπέκτειναν  τὸν  Στέφανον,  ὅτε ἀνεῖλον  Ἰάκωβον,  ὅτε ὕβρισαν τοὺς ἀποστόλους. Εἶδες πραγμάτων ἀλήθειαν καὶ τάχος; Ἔτι γὰρ Ἰωάννου ζῶντος, καὶ ἑτέρων πολλῶν τῶν τῷ Χριστῷ συγγενομένων, ταῦτα ἐξέβαινε. καὶ μάρτυρες ἦσαν τῶν γινομένων οἱ  ταῦτα  ἀκούσαντες.  Ὅρα τοίνυν  κηδεμονίαν  ἄφατον.  Ἐφύτευσεν  ἀμπελῶνα, πάντα   ἐποίησε  καὶ  ἀπήρτισε·  τῶν   οἰκετῶν   ἀναιρεθέντων,   ἑτέρους  ἀπέστειλε δούλους· ἐκείνων  σφαγέντων,  τὸν  Υἱὸν ἔπεμψε· καὶ τούτου ἀναιρεθέντος,  καλεῖ αὐτοὺς εἰς τοὺς γάμους· οὐκ ἠθέλησαν ἐλθεῖν. Εἶτα πέμπει ἑτέρους δούλους· οἱ δὲ καὶ τούτους ἀνεῖλον. Τότε λοιπὸν αὐτοὺς ἀναιρεῖ, ἅτε ἀνίατα νοσοῦντας. Ὅτι γὰρ ἀνίατα ἐνόσουν, οὐ τὰ γεγενημένα ἔδειξε μόνον, ἀλλ' ὅτι καὶ πορνῶν καὶ τελωνῶν πιστευσάντων, αὐτοὶ ταῦτα ἐποίησαν. Ὥστε οὐκ ἀφ' ὧν ἐτόλμησαν μόνον, ἀλλὰ καὶ ἀφ'  ὧν  ἕτεροι  κατώρθωσαν·  κατακρίνονται  οὗτοι.  Εἰ δὲ  λέγοι  τις,  ὅτι  οὐ  τότε ἐκλήθησαν  οἱ ἐξ ἐθνῶν,  ὅτε ἐμαστίχθησαν καὶ μυρία ἔπαθον  οἱ ἀπόστολοι, ἀλλ' εὐθέως  μετὰ  τὴν  ἀνάστασιν· (τότε  γάρ φησιν  αὐτοῖς,  Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη·) εἴποιμεν ἂν, ὅτι καὶ πρὸ τοῦ σταυροῦ καὶ μετὰ τὸν σταυρὸν αὐτοῖς διελέγοντο  πρώτοις.  Καὶ γὰρ  πρὸ τοῦ  σταυροῦ φησιν  αὐτοῖς· Πορεύεσθε ἐπὶ  τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· καὶ μετὰ τὸν σταυρὸν οὐκ ἐκώλυσεν, ἀλλὰ καὶ ἐκέλευσεν αὐτοῖς διαλέγεσθαι. Εἰ γὰρ καὶ εἶπε, Μαθητεύσατε πάντα  τὰ ἔθνη· ἀλλὰ μέλλων εἰς τὸν οὐρανὸν ἀναβαίνειν, ἐδήλωσεν ὅτι ἐκείνοις διαλέξονται πρώτοις. Λήψεσθε γὰρ δύναμιν, φησὶν, ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ' ὑμᾶς, καὶ ἔσεσθέ μοι μάρτυρες ἔν τε Ἱερουσαλὴμ, καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ, καὶ ἕως ἐσχάτου τῆς γῆς· καὶ ὁ Παῦλος πάλιν· Ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν τῆς περιτομῆς, ἐνήργησε καὶ ἐμοὶ εἰς τὰ ἔθνη. ∆ιὰ τοῦτο καὶ οἱ ἀπόστολοι πρὸς τοὺς Ἰουδαίους πρῶτον ἐχώρησαν, καὶ πολὺν ἐν Ἱερουσαλὴμ διατρίψαντες χρόνον εἶτα ὑπ' αὐτῶν ἐλαθέντες, οὕτω διεσπάρησαν εἰς τὰ ἔθνη. βʹ. Σὺ δὲ ὅρα κἀντεῦθεν τὴν φιλοτιμίαν. Ὅσους ἐὰν εὕρητε, φησὶ, καλέσατε εἰς τοὺς γάμους. Πρὸ τούτου μὲν γὰρ, ὅπερ ἔφην, καὶ Ἰουδαίοις καὶ Ἕλλησι διελέγοντο, ἐπὶ πλεῖον ἐν τῇ Ἰουδαίᾳ διατρίβοντες· ἐπειδὴ δὲ ἐπέμενον ἐπιβουλεύοντες αὐτοῖς, ἄκουσον Παύλου τὴν παραβολὴν ἑρμηνεύοντος ταύτην, καὶ λέγοντος οὕτως Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ. Ἐπειδὴ δὲ ἀναξίους ἑαυτοὺς ἐκρίνατε, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. ∆ιὰ τοῦτό φησι καὶ αὐτός· Ὁ μὲν γάμος ἕτοιμός ἐστιν, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι. Ἤδει μὲν οὖν καὶ πρὸ τούτου τοῦτο· ἀλλ'  ἵνα μηδεμίαν  αὐτοῖς καταλίπῃ  ἀναισχύντου τινὸς  ἀντιλογίας   πρόφασιν,  καίπερ  εἰδὼς,  πρὸς  αὐτοὺς  πρώτους  καὶ  ἦλθε  καὶ ἔπεμψεν,  ἐκείνους  τε  ἐπιστομίζων,  καὶ  ἡμᾶς  παιδεύων  τὰ  παρ' ἑαυτῶν  ἅπαντα πληροῦν, κἂν μηδεὶς μηδὲν κερδαίνειν μέλλῃ. Ἐπεὶ οὖν οὐκ ἦσαν ἄξιοι, Πορεύεσθε, φησὶν, εἰς τὰς τριόδους, καὶ ὅσους ἐὰν εὕρητε, καλέσατε· καὶ τοὺς τυχόντας καὶ τοὺς ἀπεῤῥιμμένους. Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω ἔλεγεν, ὅτι Πόρναι καὶ τελῶναι κληρονομήσουσι  τὸν  οὐρανόν·  καὶ,  Οἱ πρῶτοι  ἔσχατοι  ἔσονται,  καὶ  οἱ  ἔσχατοι πρῶτοι· δείκνυσιν ὅτι δικαίως ταῦτα γίνεται· ὃ μάλιστα πάντων ἔδακνεν Ἰουδαίους, καὶ τῆς κατασκαφῆς χαλεπώτερον  μᾶλλον  ἔκνιζε, τὸ εἰς τὰ ἐκείνων,  καὶ πολλῷ μείζω τῶν ἐκείνων, τοὺς ἐξ ἐθνῶν ὁρᾷν εἰσαγομένους. Εἶτα ἵνα μηδὲ οὗτοι τῇ πίστει θαῤῥήσωσι μόνῃ, καὶ περὶ τῆς  κρίσεως αὐτοῖς  διαλέγεται  τῆς  ἐπὶ  ταῖς  πονηραῖς πράξεσι, τοῖς  μὲν  οὐδέπω  πεπιστευκόσι  περὶ  τοῦ  προσελθεῖν  τῇ  πίστει,  τοῖς  δὲ πεπιστευκόσι περὶ τῆς κατὰ τὸν βίον ἐπιμελείας. Ἔνδυμα γὰρ βίος ἐστὶ καὶ πρᾶξις. Καὶ μὴν χάριτος ἦν ἡ κλῆσις· τίνος οὖν ἕνεκεν ἀκριβολογεῖται; Ὅτι τὸ μὲν κληθῆναι καὶ  καθαρθῆναι,  χάριτος  ἦν·  τὸ  δὲ  κληθέντα  καὶ  καθαρὰ  ἐνδυσάμενον  μεῖναι τοιαῦτα διατηροῦντα, τῆς τῶν κληθέντων  σπουδῆς. Τὸ κληθῆναι οὐκ ἀπὸ τῆς ἀξίας γέγονεν, ἀλλ' ἀπὸ τῆς χάριτος. Ἔδει τοίνυν ἀμείψασθαι τὴν χάριν καὶ μὴ τοσαύτην ἐπιδείξασθαι πονηρίαν μετὰ τὴν τιμήν. Ἀλλ' οὐκ ἀπήλαυσα, φησὶν, ὅσον Ἰουδαῖοι. Καὶ μὴν  πολλῷ  μειζόνων  ἀπήλαυσας  ἀγαθῶν.  Ἃ  γὰρ  διὰ  παντὸς  τοῦ  χρόνου παρεσκευάζετο ἐκείνοις, ταῦτα ἀθρόον ἔλαβες σὺ, οὐκ ὢν  ἄξιος. ∆ιὸ καὶ Παῦλος λέγει· Τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεόν. Ἃ γὰρ ἐκείνοις ὠφείλετο,  ταῦτα ἔλαβες ∆ιὸ καὶ πολλὴ κεῖται ἡ δίκη τοῖς ἐῤῥᾳθυμηκόσι. Καθάπερ γὰρ ἐκεῖνοι τῷ μὴ ἐλθεῖν ὕβρισαν, οὕτω καὶ σὺ τῷ οὕτω κατακλιθῆναι μετὰ βίου διεφθαρμένου. Τὸ γὰρ ῥυπαροῖς ἱματίοις  εἰσελθεῖν τοῦτό ἐστι· βίον ἀκάθαρτον  ἔχοντα  ἀπελθεῖν ἐντεῦθεν·   διὸ  καὶ  ἐφιμοῦτο.   Ὁρᾷς  πῶς,   καίτοι   οὕτω   τοῦ  πράγματος   ὄντος καταδήλου, οὐ πρότερον κολάζει, ἕως ἂν αὐτὸς ὁ ἡμαρτηκὼς τὴν ψῆφον ἐξενέγκῃ; Τῷ γὰρ μηδὲν ἔχειν ἀντειπεῖν  κατέκρινεν  ἑαυτὸν, καὶ οὕτω πρὸς τὰς ἀποῤῥήτους αἴρεται κολάσεις. Μὴ γὰρ δὴ σκότος ἀκούσας, τούτῳ νομίσῃς αὐτὸν τιμωρεῖσθαι, τῷ εἰς ἀφεγγὲς πέμπεσθαι χωρίον μόνον, ἀλλ' ὅπου καὶ ὁ κλαυθμὸς, καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Τοῦτο δὲ λέγει, τὰς ἀκαρτερήτους ἐνδεικνύμενος  ὀδύνας. Ἀκούσατε ὅσοι μυστηρίων  ἀπολαύσαντες,  καὶ  τοῖς  γάμοις  παραγενόμενοι,  ῥυπαραῖς τὴν  ψυχὴν περιβάλλετε πράξεσιν. Ἀκούσατε πόθεν ἐκλήθητε. Ἀπὸ τῆς τριόδου. Τί ὄντες; Χωλοὶ καὶ  ἀνάπηροι  κατὰ  ψυχὴν,   ὃ  πολλῷ   χαλεπώτερον   τῆς  τοῦ  σώματος  λώβης. Αἰδέσθητε τὴν  φιλανθρωπίαν τοῦ  καλέσαντος, καὶ  μηδεὶς  μενέτω  ῥυπαρὰ ἔχων ἱμάτια, ἀλλ' ἕκαστος ἡμῶν περιεργαζέσθω τὴν στολὴν τῆς ψυχῆς. Ἀκούσατε, γυναῖκες· ἀκούσατε, ἄνδρες. Οὐ τούτων  ἡμῖν δεῖ τῶν  ἱματίων  τῶν  χρυσοπάστων [τῶν τὰ ἔξωθεν ἡμῖν καλλωπιζόντων,]  ἀλλ' ἐκείνων τῶν [τὰ] ἔνδον. Ἕως ἂν ταῦτα ἔχωμεν, ἐκεῖνα περιθέσθαι δύσκολον. Οὐκ ἔστιν ὁμοῦ καὶ ψυχὴν  καὶ σῶμα καλλωπίζειν. Οὐκ ἔστιν ὁμοῦ καὶ μαμωνᾷ δουλεύειν, καὶ Χριστῷ ὑπακούειν ὡς χρή. Ἀποθώμεθα τοίνυν  ταύτην  τὴν τυραννίδα  τὴν χαλεπήν.  Οὐδὲ γὰρ εἴ τις τὸν μὲν οἶκον  ἐκόσμει, παραπετάσματα χρυσᾶ κρεμάσας, σὲ δὲ ἐν  ῥακίοις γυμνὸν  ἐποίει καθῆσθαι, πράως ἂν ἤνεγκας. Ἀλλ' ἰδοὺ νῦν τοῦτο σὺ σαυτὸν ἐργάζῃ, τὴν μὲν οἰκίαν τῆς ψυχῆς σου, τὸ σῶμα λέγω, μυρίοις παραπετάσμασι καλλωπίζων,  ἐκείνην δὲ ἐν ῥακίοις ἀφεὶς καθῆσθαι. Οὐκ οἶσθα, ὅτι τὸν βασιλέα τῆς πόλεως μᾶλλον κοσμεῖσθαι δεῖ; ∆ιά τοι τοῦτο  τῇ μὲν  πόλει  παραπετάσματα ἐκ λίνου  κατεσκεύασται, τῷ  δὲ βασιλεῖ  ἁλουργὶς  καὶ  διάδημα.  Οὕτω  καὶ  σὺ, τὸ  μὲν  σῶμα  πολλῷ  φαυλοτέρᾳ περίβαλε στολῇ, τὸν δὲ νοῦν  ἁλουργίδα ἔνδυσον, καὶ στέφανον  ἐπίθες αὐτῷ, καὶ κάθισον ἐπὶ ὀχήματος ὑψηλοῦ καὶ περιφανοῦς. Νῦν γὰρ τοὐναντίον  ποιεῖς, τὴν μὲν πόλιν καλλωπίζων  ποικίλως, τὸν δὲ βασιλέα νοῦν ἀφεὶς σύρεσθαι δεδεμένον ὀπίσω τῶν ἀλόγων παθῶν. Οὐκ ἐννοεῖς, ὅτι εἰς γάμον ἐκλήθης, καὶ Θεοῦ γάμον; οὐ λογίζῃ πῶς  εἰς  ταύτας  τὰς  παστάδας  τὴν  κληθεῖσαν  ψυχὴν  εἰσιέναι  χρὴ,  κροσσωτοῖς χρυσοῖς περιβεβλημένην, πεποικιλμένην;  γʹ. Βούλει σοι δείξω τοὺς οὕτως ἐστολισμένους; τοὺς ἔνδυμα ἔχοντας γάμου; Ἀναμνήσθητι τῶν ἁγίων ἐκείνων, ὑπὲρ ὧν  πρώην  ὑμῖν  διελέχθην,  τῶν  τὰ  τρίχινα  ἐχόντων  ἱμάτια,  τῶν  τὰς  ἐρήμους οἰκούντων.  Οὗτοι μάλιστά εἰσιν οἱ τὰ ἐνδύματα τῶν  γάμων  ἐκείνων  ἔχοντες· καὶ δῆλον  ἐντεῦθεν·  Ὅσας ἂν  αὐτοῖς  δῷς  πορφυρίδας, οὐκ ἂν  ἕλοιντο  λαβεῖν·  ἀλλ' ὥσπερ βασιλεὺς, εἰ τοῦ πτωχοῦ τὰ ῥάκιά τις λαβὼν, κελεύει ταῦτα αὐτὸν ἐνδυθῆναι, βδελύξαιτο ἂν τὴν στολήν· οὕτω καὶ ἐκεῖνοι τὴν ἁλουργίδα τὴν ἐκείνου. Οὐδαμόθεν δὲ ἑτέρωθεν τοῦτο πάσχουσιν, ἀλλ' ἢ διὰ τὸ εἰδέναι τὸ κάλλος τῆς ἑαυτῶν στολῆς.
∆ιὰ τοῦτο καὶ τὴν ἁλουργὸν ἐκείνην χλανίδα διαπτύουσιν ὡς ἀράχνην. Ταῦτα γὰρ αὐτοὺς ὁ σάκκος ἐδίδαξε· καὶ γάρ εἰσιν αὐτοῦ τοῦ βασιλεύοντος ὑψηλότεροι πολλῷ καὶ λαμπρότεροι. Κἂν δυνηθῇς τὰς πύλας ἀναπτύξαι τοῦ νοῦ, καὶ τὴν ψυχὴν αὐτῶν  κατιδεῖν,  καὶ τὸν  ἔνδον  ἅπαντα  κόσμον, κἂν εἰς τὴν  γῆν  καταπέσοις, οὐ φέρων τῆς εὐμορφίας τὴν λαμπηδόνα, καὶ τὴν αἴγλην τῶν ἱματίων ἐκείνων, καὶ τὴν ἀστραπὴν τοῦ συνειδότος αὐτῶν. Ἔχομεν γὰρ εἰπεῖν καὶ παλαιοὺς ἄνδρας μεγάλους καὶ θαυμαστούς· ἀλλ' ἐπειδὴ  τοὺς παχυτέρους  τὰ ὁρώμενα ὑποδείγματα  μᾶλλον ἐνάγει, διὰ τοῦτο ὑμᾶς καὶ ἐπὶ τὰς σκηνὰς πέμπω τῶν ἁγίων  ἐκείνων.  Οὐδὲν γὰρ ἔχουσι λυπηρὸν, ἀλλ' ἅτε ἐν οὐρανοῖς πηξάμενοι τὰς καλύβας, οὕτω πόῤῥω τῶν ἐν τῷ παρόντι βίῳ μοχθηρῶν ἐσκήνωνται, στρατοπεδευόμενοι κατὰ τοῦ διαβόλου, καὶ ὥσπερ  χορεύοντες,  οὕτω  πολεμοῦσιν  αὐτῷ.  ∆ιά  τοι  τοῦτο  καλύβας  πηξάμενοι, πόλεις  καὶ  ἀγορὰς  καὶ  οἰκίας  ἔφυγον.  Τὸν  γὰρ  πολεμοῦντα  οὐκ  ἔνι  ἐν  οἰκίᾳ καθῆσθαι, ἀλλὰ σχεδιάσαντα τὴν οἴκησιν, ὡς μέλλοντα εὐθέως ἀπανίστασθαι, οὕτω κατοικεῖν.  Τοιοῦτοι ἐκεῖνοι  πάντες,  ἀπεναντίας  ἡμῖν.  Ἡμεῖς μὲν  γὰρ οὐχ  ὡς  ἐν στρατοπέδῳ, ἀλλ' ὡς ἐν πόλει εἰρηνικῇ ζῶμεν. Τίς γὰρ ἐπὶ στρατοπέδου ποτὲ θεμελίους καταβάλλεται, καὶ οἰκίαν οἰκοδομεῖται, ἢν μικρὸν ὕστερον ἀπολιμπάνειν μέλλει; Οὐκ ἔστιν οὐδείς· ἀλλὰ κἂν ἐπιχειρήσῃ τις, ὡς προδότης ἀναιρεῖται. Τίς ἐπὶ στρατοπέδου πλέθρα γῆς ὠνεῖται, καὶ πραγματείας συντίθησιν; Οὐκ ἔστιν οὐδείς· καὶ μάλα εἰκότως. Πολεμῆσαι γὰρ, φησὶ, παραγέγονας, οὐ καπηλεῦσαι. Τί τοίνυν φιλοπονεῖς  περὶ τὸν τόπον, ὃν μικρὸν ὕστερον ἀφήσεις; Ὅταν ἀπέλθωμεν  εἰς τὴν πατρίδα, ταῦτα ποίει. Ταῦτα καὶ σοὶ λέγω νῦν ἐγώ. Ὅταν ἀναχωρήσωμεν  εἰς τὴν πόλιν τὴν ἄνω, ταῦτα ποίει· μᾶλλον δὲ οὐδέν σοι δεῖ πόνων ἐκεῖ· λοιπὸν ὁ βασιλεύς σοι πάντα  ἐργάσεται. Ἐνταῦθα  δὲ  ἀρκεῖ  τάφρον  περιελάσαι  μόνον,  καὶ  χάρακα πήξασθαι· οἰκοδομῆς δὲ οὐδεμία χρεία. Ἄκουσον οἷος τῶν  ἁμαξοβίων  Σκυθῶν ὁ βίος, οἵαν τοὺς νομάδας φασὶν ἔχειν  διαγωγήν.  Οὕτω τοὺς Χριστιανοὺς ζῇν ἔδει· περιϊέναι τὴν οἰκουμένην, πολεμοῦντας τῷ διαβόλῳ, αἰχμαλώτους  ῥυομένους τοὺς ὑπ' ἐκείνου κατεχομένους, καὶ πάντων ἀπηλλάχθαι τῶν βιωτικῶν. Τί κατασκευάζεις οἰκίαν. ἄνθρωπε, ἵνα μᾶλλον  σαυτὸν δήσῃς; Τί κατορύττεις θησαυρὸν, καὶ καλεῖς κατὰ σαυτοῦ τὸν πολέμιον; τί περιβάλλεις τείχη, καὶ σαυτῷ κατασκευάζεις φυλακήν; Εἰ δὲ δύσκολα ταῦτα εἶναί σοι δοκεῖ, ἀπέλθωμεν  πρὸς τὰς ἐκείνων σκηνὰς, ἵνα διὰ τῶν ἔργων μάθωμεν τὴν εὐκολίαν. Καλύβας γὰρ ἐκεῖνοι πηξάμενοι, κἂν ἀποστῆναι δέῃ τούτων,  οὕτως  ἀφίστανται,  ὥσπερ οἱ στρατιῶται  ἐν  εἰρήνῃ  τὸ στρατόπεδον ἀφέντες.  Καὶ γὰρ οὕτως ἐσκήνωνται, μᾶλλον  δὲ καὶ πολλῷ  ἥδιον. Καὶ γὰρ ἥδιον ἰδεῖν  ἐρημίαν  σκηνὰς ἔχουσαν  μοναχῶν  συνεχεῖς,  ἢ στρατιώτας  ἐν  στρατοπέδῳ παραπετάσματα τείνοντας,  καὶ δόρατα πηγνυμένους,  καὶ τῆς τῶν δοράτων αἰχμῆς φάρη κροκωτὰ ἐξαρτῶντας, καὶ πλῆθος ἀνθρώπων  χαλκᾶς ἐχόντων  κεφαλὰς, καὶ πολὺ  τῶν  ἀσπίδων  ἀστράπτοντας  τοὺς  ὀμφαλοὺς,  καὶ  σιδήρῳ τεθωρακισμένους ὅλους διόλου, καὶ βασίλεια ἐσχεδιασμένα, καὶ πεδίον ἡπλωμένον  πολὺ, καὶ ἀριστοποιουμένους καὶ αὐλοῦντας. Οὐδὲ γὰρ οὕτω τερπνὸν τὸ θέατρον τοῦτο, οἷον ὃ ἐγὼ λέγω  νῦν. Ἂν γὰρ ἀπέλθωμεν  εἰς τὴν ἔρημον, καὶ ἴδωμεν  τῶν  τοῦ Χριστοῦ στρατιωτῶν τὰς σκηνὰς, οὐ παραπετάσματα τεινόμενα ὀψόμεθα, οὐδὲ αἰχμὰς δοράτων, οὐδὲ πέπλους χρυσοῦς θόλον βασιλικὴν ποιοῦντας, ἀλλ' οἷον ἂν εἴ τις ἐν γῇ  πολλῷ  ταύτης  μακροτέρᾳ καὶ ἀπείρῳ  πολλοὺς  ἔτεινεν  οὐρανοὺς  καινὸν  καὶ φρικῶδες ἂν ἔδειξε τὸ θέατρον, οὕτω καὶ ἐκεῖ θεάσασθαι ἔνι. Οὐδὲν γὰρ αὐτῶν τὰ καταγώγια  χεῖρον  τῶν  οὐρανῶν  διάκεινται·  καὶ  γὰρ  ἄγγελοι  κατάγονται  πρὸς αὐτοὺς,  καὶ  ὁ  τῶν  ἀγγέλων  ∆εσπότης. Εἰ γὰρ  πρὸς  τὸν  Ἀβραὰμ ἦλθον,  ἄνδρα γυναῖκα ἔχοντα καὶ παιδία τρέφοντα, ἐπειδὴ φιλόξενον εἶδον· ὅταν πολλῷ πλείονα εὕρωσιν ἀρετὴν, καὶ ἄνθρωπον σώματος ἀπαλλαγέντα,  καὶ ἐν σαρκὶ σαρκὸς ὑπερορῶντα,  πολλῷ   μᾶλλον   ἐνταῦθα   διατρίβουσι,  καὶ  χορεύουσι  τὴν  αὐτοῖς πρέπουσαν χορείαν. Καὶ γὰρ τράπεζα παρ' ἐκείνοις πάσης πλεονεξίας  καθαρὰ, καὶ φιλοσοφίας μεστή. Οὐχ αἱμάτων χείμαῤῥοι παρ' αὐτοῖς, οὐδὲ κρεῶν κατακοπαὶ, οὐδὲ καρηβαρίαι, οὐδὲ καρυκεῖαι, οὐδὲ κνῖσαι παρ' αὐτοῖς ἀηδεῖς, οὐδὲ καπνὸς ἀτερπὴς,οὐδὲ δρόμοι καὶ θόρυβοι καὶ ταραχαὶ καὶ κραυγαὶ ἐπαχθεῖς· ἀλλ' ἄρτος καὶ ὕδωρ· τὸ μὲν  ἐκ πηγῆς  καθαρᾶς, τὸ δὲ ἀπὸ πόνων  δικαίων.  Εἰ δέ που καὶ φιλοτιμότερον ἑστιάσασθαι βουληθεῖεν,  ἀκρόδρυα ἡ  φιλοτιμία  γίνεται·  καὶ  μείζων  ἐνταῦθα  ἡ ἡδονὴ, ἢ ἐν ταῖς βασιλικαῖς τραπέζαις. Οὐδεὶς ἐνταῦθα φόβος καὶ τρόμος, οὐκ ἄρχων ἐνεκάλεσεν,  οὐ  γυνὴ  παρώξυνεν,  οὐ  παιδίον  εἰς  ἀθυμίαν  ἐνέβαλεν,  οὐ  γέλως ἄτακτος ἐξέλυσεν, οὐ κολάκων  πλῆθος ἐφύσησεν· ἀλλ' ἀγγέλων  ἐστὶν ἡ τράπεζα,πάσης τοιαύτης ταραχῆς ἀπηλλαγμένη.  Καὶ στιβὰς αὐτοῖς χόρτος ἁπλῶς ὑπόκειται, καθάπερ ἐν ἐρήμῳ ἀριστοποιῶν ὁ Χριστὸς ἐποίησε. Πολλοὶ δὲ οὐδὲ ὑπωρόφιοι τοῦτο ποιοῦσιν, ἀλλ' ἀντὶ στέγης τὸν οὐρανὸν ἔχουσι, καὶ τὴν σελήνην ἀντὶ φωτὸς λύχνου οὐ δεομένου ἐλαίου, οὐδὲ τοῦ διακονησομένου· ἐκείνοις μόνοις ἀξίως ἄνωθεν αὕτη φαίνει. δʹ. Ταύτην καὶ ἄγγελοι ἐκ τοῦ οὐρανοῦ τὴν τράπεζαν θεωροῦντες, τέρπονται καὶ ἥδονται. Εἰ γὰρ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι χαίρουσιν, ἐπὶ δικαίοις τοσούτοις μιμουμένοις αὐτοὺς τί οὐκ ἐργάσονται; Οὐκ ἔστιν ἐκεῖ δεσπότης καὶ δοῦλος· πάντες δοῦλοι,  πάντες  ἐλεύθεροι.  Καὶ μὴ νομίσῃς  αἴνιγμα  εἶναι  τὸ  εἰρημένον·  καὶ  γὰρ δοῦλοι ἀλλήλων, καὶ δεσπόται ἀλλήλων εἰσίν. Οὐκ ἔστιν ἑσπέρας καταλαβούσης ἐν κατηφείᾳ γενέσθαι, ὅπερ πολλοὶ τῶν ἀνθρώπων πάσχουσι, τὰς ἐκ τῶν μεθημερινῶν κακῶν ἀναλογιζόμενοι φροντίδας. Οὐκ ἔστι μετὰ τὸ δεῖπνον μεριμνῆσαι λῃστὰς, καὶ ἀποκλεῖσαι θύρας, καὶ ἐπιθεῖναι  μοχλοὺς, οὐδὲ τἄλλα δεῖσαι, ἃ πολλοὶ δεδοίκασι, τοὺς λύχνους μετὰ ἀκριβείας κοιμίζοντες, μή που σπινθὴρ ἐμπρήσῃ τὴν οἰκίαν. Καὶ ἡ διάλεξις δὲ αὐτοῖς τῆς αὐτῆς γέμει γαλήνης. Οὐ γὰρ ταῦτα, ἅπερ ἡμεῖς διαλεγόμεθα, φθέγγονται,  τὰ μηδὲν πρὸς ἡμᾶς· Ὁ δεῖνα γέγονεν  ἄρχων, ὁ δεῖνα ἐπαύσατο τῆς ἀρχῆς, ὁ δεῖνα ἐτελεύτησε, καὶ τὸν κλῆρον διεδέξατο ἕτερος, καὶ ὅσα τοιαῦτα· ἀλλ' ἀεὶ περὶ τῶν μελλόντων  φθέγγονται  καὶ φιλοσοφοῦσι· καὶ ὥσπερ ἑτέραν οἰκοῦντες οἰκουμένην, ὥσπερ εἰς αὐτὸν μεταστάντες τὸν οὐρανὸν, ὥσπερ ἐκεῖ ζῶντες οὕτω τὰ ἐκεῖ πάντα  διαλέγονται,  περὶ τῶν  κόλπων  τοῦ Ἀβραὰμ, περὶ τῶν  στεφάνων  τῶν ἁγίων, περὶ τῆς μετὰ Χριστοῦ χορείας· καὶ τῶν  παρόντων  αὐτοῖς οὐδὲ μνήμη τις, οὐδὲ λόγος· ἀλλ' ὥσπερ ἡμεῖς οὐκ ἂν ἀξιώσαιμέν τι εἰπεῖν περὶ ὧν οἱ μύρμηκες κατὰ τὰς ὀπὰς καὶ τοὺς χηραμοὺς πράττουσιν, οὕτως οὐδὲ ἐκεῖνοι, τί ποιοῦμεν  ἡμεῖς, ἀλλὰ περὶ τοῦ βασιλέως τοῦ ἄνω, περὶ τοῦ πολέμου τοῦ ἐν χερσὶ, περὶ τῶν τοῦ διαβόλου  μηχανημάτων,  περὶ  τῶν  κατορθωμάτων  ὧν  οἱ  ἅγιοι  κατώρθωσαν.  Τί τοίνυν πρὸς ἐκείνους ἡμεῖς παραβαλλόμενοι μυρμήκων διενηνόχαμεν; Καθάπερ γὰρ ἐκεῖνοι τῶν σωματικῶν ἐπιμελοῦνται, οὕτω καὶ ἡμεῖς· καὶ εἴθε τούτων μόνων ἡμεῖς· νῦν δὲ καὶ πολλῷ χειρόνων. Οὐ γὰρ τῶν ἀναγκαίων  ἐπιμελούμεθα μόνον, καθάπερ ἐκεῖνοι,   ἀλλὰ   καὶ   τῶν   περιττῶν.   Οἱ  μὲν   γὰρ   πόρον   παντὸς   ἐγκλήματος ἀπηλλαγμένον  μετέρχονται·  ἡμεῖς  δὲ πᾶσαν πλεονεξίαν· καὶ οὐδὲ τὰ μυρμήκων μιμούμεθα, ἀλλὰ τὰ τῶν λύκων, τὰ τῶν παρδάλεων· μᾶλλον δὲ καὶ ἐκείνων χείρους. Ἐκείνοις  μὲν  γὰρ ἡ φύσις  οὕτως  ἔδωκε  τρέφεσθαι· ἡμᾶς δὲ λόγῳ  καὶ ἰσονομίᾳ τετίμηκεν  ὁ Θεὸς, καὶ τῶν θηρίων γεγόναμεν  χείρους. Καὶ ἡμεῖς μὲν τῶν ἀλόγων χείρους, ἐκεῖνοι δὲ τῶν ἀγγέλων ἴσοι, ξένοι καὶ παρεπίδημοι τῶν ἐνταῦθα ὄντες· καὶ πάντα αὐτοῖς ἐνήλλακται πρὸς ἡμᾶς, καὶ ἐνδύματα, καὶ τροφὴ, καὶ οἰκία, καὶ ὑποδήματα, καὶ λαλιά. Καὶ εἴ τις ἐκείνων ἤκουσε διαλεγομένων  καὶ ἡμῶν, τότε ἂν ἔγνω καλῶς πῶς οἱ μὲν οὐρανοπολῖται, ἡμεῖς δὲ οὐδὲ τῆς γῆς ἄξιοι. ∆ιὰ δὴ τοῦτο, ἐπειδάν τις ἀξίωμα περιβεβλημένος ἀπέλθῃ πρὸς αὐτοὺς, τότε μάλιστα ἐλέγχεται ὁ τῦφος  ἅπας. Ὁ γὰρ γηπόνος  ἐκεῖνος,  καὶ ὁ πάντων  ἄπειρος τῶν  βιωτικῶν,  τοῦ στρατηγοῦ καὶ μέγα ἐπὶ τῇ ἀρχῇ φρονοῦντος  πλησίον  κάθηται  ἐπὶ στιβάδος, ἐπὶ προσκεφαλαίου  ῥυπῶντος.  Οὐ γάρ εἰσιν οἱ αἴροντες  αὐτὸν,  καὶ φυσῶντες·  ἀλλὰ ταὐτὸν γίνεται, οἷον ἂν εἴ τις παρὰ χρυσοχόον ἔλθοι καὶ ῥοδωνιάν· καὶ γὰρ καὶ ἀπὸ τοῦ χρυσίου καὶ ἀπὸ τῶν ῥόδων δέχεταί τινα λαμπηδόνα· οὕτω κἀκεῖνοι, ἀπὸ τῆς αὐγῆς  τῆς  τούτων  κερδαίνοντες  μικρὸν,  τῆς  ἀπονοίας  τῆς  ἔμπροσθεν ἀπαλλάττονται.  Καὶ ὥσπερ εἴ τις εἰς ὑψηλὸν  ἔλθοι τόπον, κἂν σφόδρα βραχὺς ἦ, ὑψηλὸς  φαίνεται·  οὕτω  καὶ οὗτοι, πρὸς τὰς  ὑψηλὰς  αὐτῶν  ἐρχόμενοι  διανοίας, τοιοῦτοι φαίνονται,  ἕως ἂν ἐκεῖ μένωσι, κατελθόντες  δὲ ταπεινοῦνται  πάλιν, ἀπὸ τοῦ ὕψους ἐκείνου καταβαίνοντες.  Οὐδὲν παρ'  ἐκείνοις βασιλεὺς, οὐδὲν ὕπαρχος· ἀλλ' ὥσπερ ἡμεῖς τῶν παιδίων ταῦτα παιζόντων γελῶμεν οὕτω κἀκεῖνοι τὴν φλεγμονὴν  τῶν ἔξω σοβούντων διαπτύουσι. Καὶ δῆλον ἐντεῦθεν· εἰ γάρ τις αὐτοῖς δοίη μετὰ ἀσφαλείας βασιλείαν, οὐκ ἄν ποτε ἕλοιντο· ἕλοιντο δ' ἂν, εἰ μὴ μεῖζον αὐτῆς ἐφρόνουν, εἰ μὴ πρόσκαιρον τὸ πρᾶγμα εἶναι ἐνόμιζον. Τί οὖν; οὐκ αὐτομολήσομεν πρὸς τοσαύτην μακαριότητα; οὐχ ἥξομεν πρὸς τοὺς ἀγγέλους τούτους; οὐ ληψόμεθα καθαρὰ ἱμάτια, καὶ ἐμπομπεύσομεν τοῖς γάμοις τούτοις, ἀλλὰ μενοῦμεν προσαιτοῦντες, τῶν ἐν ταῖς τριόδοις πτωχῶν  οὐδὲν ἄμεινον διακείμενοι, μᾶλλον δὲ πολλῷ χεῖρον καὶ ἀθλιώτερον; Καὶ γὰρ ἐκείνων πολλῷ χείρους οἱ κακῶς πλουτοῦντες,  καὶ βέλτιον ἐπαιτεῖν  ἢ ἁρπάζειν· τὸ μὲν γὰρ ἔχει συγγνώμην,  τὸ δὲ κόλασιν φέρει· καὶ ὁ μὲν οὐδὲν προσκρούει Θεῷ, οὗτος δὲ καὶ ἀνθρώποις καὶ Θεῷ· καὶ τοὺς μὲν πόνους  ὑφίσταται  τῆς ἁρπαγῆς, τὴν  δὲ ἀπόλαυσιν  ἕτεροι πολλάκις ἐκαρπώσαντο ἅπασαν. Ταῦτ' οὖν εἰδότες, καὶ ἀποθέμενοι  τὴν πλεονεξίαν  πᾶσαν, πλεονεκτήσωμεν  τὰ ἄνω, μετὰ πολλῆς σπουδῆς τὴν βασιλείαν ἁρπάζοντες. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι ῥᾳθυμοῦντά τινα εἰς αὐτὴν εἰσελθεῖν. Γένοιτο δὲ πάντας σπουδαίους καὶ ἐγρηγορότας γεγονότας  ταύτης ἐπιτυχεῖν,  χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη Eισαγωγή  και δημοσίευση Κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/







Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |