ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΟΜΙΛΙΑ Ξʹ. Ἐὰν ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου, ὕπαγε, ἔλεγξον αὐτὸν

Τετάρτη 19 Οκτωβρίου 2016

ΟΜΙΛΙΑ Ξʹ. Ἐὰν ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου, ὕπαγε, ἔλεγξον αὐτὸν




Ιωάννης Χρυσόστομος Είς τόν Ματθαίον Ομιλίαι
Τόμος 58


16. ΟΜΙΛΙΑ Ξʹ. Ἐὰν ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου, ὕπαγε, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. Ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου.

αʹ. Ἐπειδὴ γὰρ σφοδρὸν κατέτεινε  λόγον  κατὰ τῶν  σκανδαλιζόντων,  καὶ πανταχόθεν  αὐτοὺς ἐφόβησεν, ἵνα μὴ ταύτῃ γένωνται  πάλιν  ὕπτιοι  οἱ σκανδαλιζόμενοι, μηδὲ τὸ πᾶν νομίζοντες ἐφ' ἑτέρους ἐῤῥῖφθαι, εἰς ἑτέραν κακίαν ἐξέλθωσι, θρυπτόμενοι καὶ πάντα θεραπεύεσθαι θέλοντες, καὶ εἰς ἀπόνοιαν ἐξοκείλωσιν, ὅρα πῶς καὶ αὐτοὺς συστέλλει πάλιν, καὶ κελεύει τὸν ἔλεγχον μεταξὺ τῶν δύο γίνεσθαι μόνων· ἵνα μὴ τῇ τῶν πλειόνων  μαρτυρίᾳ βαρυτέραν ἐργάσηται τὴν κατηγορίαν, καὶ ἰταμώτερος ἐκεῖνος γενόμενος δυσδιόρθωτος μείνῃ ∆ιό φησι· Μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. Κἂν ἀκούσῃ, ἐκέρδανας τὸν ἀδελφόν σου. Τί ἐστιν, Ἐὰν ἀκούσῃ; Ἐὰν καταγνῷ ἑαυτοῦ, ἐὰν πεισθῇ ὅτι ἥμαρτεν Ἐκέρδανας τὸν ἀδελφόν σου. Οὐκ εἶπεν, Ἔχεις ἱκανὴν τιμωρίαν, ἀλλ', Ἐκέρδανας τὸν ἀδελφόν σου, δεικνὺς ὅτι κοινὴ ζημία ἀπὸ τῆς ἔχθρας.


 Οὐ γὰρ εἶπεν, Ἐκέρδανεν ἐκεῖνος ἑαυτὸν μόνον, ἀλλὰ καὶ Σὺ αὐτὸν ἐκέρδανας· δι' ὧν ἔδειξεν ὅτι καὶ αὐτὸς κἀκεῖνος ἐζημιοῦντο πρὸ τούτου, ὁ μὲν τὸν ἀδελφὸν, ὁ δὲ τὴν οἰκείαν σωτηρίαν. Τοῦτο καὶ ἡνίκα ἐπὶ τοῦ ὅρους ἐκάθητο, παρῄνει· ποτὲ μὲν τὸν λελυπηκότα πρὸς τὸν λυπηθέντα  ἄγων καὶ λέγων· Ἐὰν τῷ θυσιαστηρίῳ παρεστὼς, ἐκεῖ μνησθῇς, ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ὕπαγε, διαλλάγηθι  τῷ ἀδελφῷ  σου· ποτὲ δὲ τὸν  ἠδικημένον  κελεύων ἀφεῖναι τῷ πλησίον. Ἄφες γὰρ ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, καθὼς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις  ἡμῶν, λέγειν ἐδίδαξεν. Ἐνταῦθα δὲ καὶ ἕτερον ἐπινοεῖ τρόπον. Οὐ γὰρ τὸν λελυπηκότα, ἀλλὰ τὸν λυπηθέντα ἄγει πρὸς τοῦτον. Ἐπειδὴ γὰρ ἐκεῖνος ὁ ἠδικηκὼς  οὐκ  εὐκόλως  ἂν  ἔλθοι  πρὸς  ἀπολογίαν  αἰσχυνόμενος  καὶ  ἐρυθριῶν, τοῦτον   πρὸς  ἐκεῖνον   ἕλκει·   καὶ   οὐχ   ἁπλῶς,   ἀλλ'  ὥστε  καὶ   διορθῶσαι  τὸ γεγενημένον. Καὶ οὐ λέγει, Κατηγόρησον, οὐδὲ, Ἐπιτίμησον, οὐδὲ, ∆ίκας ἀπαίτησον καὶ εὐθύνας, ἀλλὰ, Ἔλεγξον, φησίν. Αὐτὸς μὲν γὰρ καθάπερ τινὶ κάρῳ τῷ θυμῷ καὶ τῇ αἰσχύνῃ κατέχεται μεθύων· δεῖ δὲ σὲ τὸν ὑγιαίνοντα  πρὸς ἐκεῖνον τὸν νοσοῦντα ἀπελθεῖν,   καὶ  ἀδημοσίευτον   ποιῆσαι  τὸ  δικαστήριον,  καὶ  εὐπαράδεκτον   τὴν ἰατρείαν. Τὸ γὰρ εἰπεῖν. Ἔλεγξον, οὐχ ἕτερόν τί ἐστιν ἢ, Ἀνάμνησον τοῦ ἁμαρτήματος, εἰπὲ πρὸς αὐτὸν ἅπερ ἔπαθες παρ' αὐτοῦ· ὅπερ καὶ αὐτὸ, ἐὰν ὡς  χρὴ   γίνηται,   μέρος   ἐστὶν   ἀπολογουμένου,   καὶ   σφόδρα   ἐφελκομένου    πρὸς καταλλαγήν. Τί οὖν, ἐὰν ἀπειθῇ καὶ σκληρῶς διακέηται; Παράλαβε μετὰ σεαυτοῦ ἔτι ἕνα  ἢ δύο, ἵνα  ἐπὶ  στόματος δύο μαρτύρων  σταθήσεται πᾶν  ῥῆμα. Ὅσῳ γὰρ ἂν ἀναιδέστερος ᾖ καὶ ἰταμώτερος, τοσούτῳ, μᾶλλον ἡμᾶς ἐπὶ τὴν ἰατρείαν σπεύδειν χρὴ, οὐκ ἐπὶ τὴν ὀργὴν καὶ τὴν ἀγανάκτησιν.  Καὶ γὰρ ἰατρὸς, ὅταν ἴδῃ τὸ πάθος δυσένδοτον, οὐκ ἀφίσταται, οὐδὲ δυσχεραίνει, ἀλλὰ τότε μᾶλλον παρασκευάζεται· ὃ καὶ ἐνταῦθα  ποιεῖν  κελεύει.  Ἐπειδὴ γὰρ ἀσθενέστερος μόνος  ὢν  ἐφάνης,  γενοῦ δυνατώτερος τῇ προσθήκῃ. Καὶ γὰρ ἱκανοὶ οἱ δύο τὸν ἡμαρτηκότα ἐλέγξαι. Ὁρᾷς ὡς οὐ  τὸ  τοῦ  λελυπημένου   ζητεῖ  μόνον,  ἀλλὰ  καὶ  τὸ  τοῦ  λελυπηκότος;  Ὁ  γὰρ ἠδικημένος οὗτός ἐστιν, ὁ ἁλοὺς ὑπὸ τοῦ πάθους· αὐτὸς ὁ νοσῶν καὶ ἀσθενῶν καὶ κάμνων. ∆ιὰ τοῦτο πολλάκις ἐκεῖνον πρὸς τοῦτον ἄγει, νῦν μὲν μόνον, νῦν δὲ μεθ' ἑτέρων· εἰ δὲ ἐπιμένοι, καὶ μετὰ τῆς Ἐκκλησίας. Εἰπὲ γὰρ, φησὶ, τῇ Ἐκκλησίᾳ. Εἰ δὲ τὸ τούτου μόνον ἐζήτει, οὐκ ἂν ἐκέλευσεν ἑβδομηκοντάκις ἑπτὰ μετανοοῦντι συγχωρεῖν·  οὐκ  ἂν  τοσαυτάκις  καὶ  τοσούτους  ἐπέστησεν  αὐτῷ  διορθωτὰς  τοῦ πάθους· ἀλλ' ἐκ πρώτης αὐτὸν ἀδιόρθωτον  μείναντα  συντυχίας εἴασεν ἄν· νῦν δὲ καὶ ἅπαξ καὶ δὶς καὶ τρὶς αὐτὸν θεραπεῦσαι κελεύει, καὶ νῦν μὲν μόνον, νῦν δὲ μετὰ δύο, νῦν δὲ μετὰ πλειόνων. ∆ιὰ δὴ τοῦτο ἐπὶ μὲν τῶν ἔξωθεν οὐδὲν τοιοῦτον λέγει, ἀλλ',  Ἐάν τίς  σε ῥαπίσῃ, φησὶν, εἰς τὴν  δεξιὰν  σιαγόνα, στρέψον αὐτῷ  καὶ τὴν ἄλλην· ἐνταῦθα  δὲ οὐχ οὕτως. Ὅπερ γὰρ ὁ Παῦλός φησι λέγων·  Τί μοι καὶ τοὺς ἔξωθεν  κρίνειν;  τοὺς δὲ ἀδελφοὺς  καὶ ἐλέγχειν  καὶ ἀποστρέφεσθαι κελεύει,  καὶ ἀποτέμνειν μὴ πειθομένους, ἵνα ἐντραπῶσι· τοῦτο καὶ ἐνταῦθα αὐτὸς ποιεῖ, περὶ τῶν ἀδελφῶν  ταῦτα νομοθετῶν·  καὶ τρεῖς ἐφίστησιν αὐτῷ διδασκάλους καὶ δικαστὰς, διδάσκοντας  τὰ κατὰ τὸν  καιρὸν  τῆς  μέθης  γινόμενα.  Εἰ γὰρ καὶ αὐτός  ἐστιν ὁ φθεγξάμενος  καὶ ποιήσας πάντα  ἐκεῖνα  τὰ ἄτοπα, ἀλλ' ὅμως ἑτέρων  δεῖται  τῶν διδαξόντων,  καθάπερ οὖν καὶ ὁ μεθύων. Καὶ γὰρ πάσης μέθης θυμὸς καὶ ἁμαρτία ἐκστατικώτερον, καὶ ἐν μείζονι τὴν ψυχὴν  καθίστησι παραφροσύνῃ. Τίς γοῦν τοῦ ∆αυῒδ  συνετώτερος  ἦν;  Ἀλλ'  ὅμως  ἁμαρτὼν  οὐκ  ᾔσθετο,  τῆς  ἐπιθυμίας  τοὺς λογισμοὺς  ἅπαντας  κατεχούσης,  καὶ  ὥσπερ τινὸς  καπνοῦ  πληρούσης αὐτοῦ  τὴνψυχήν.  ∆ιὰ τοῦτο  ἐδεήθη  λύχνου  παρὰ  τοῦ  προφήτου,  καὶ  ῥημάτων ἀναμιμνησκόντων  αὐτὸν ὧν ἔπραξε. ∆ιὰ τοῦτο καὶ ἐνταῦθα ἄγει τούτους πρὸς τὸν ἡμαρτηκότα,  διαλεξομένους  αὐτῷ  περὶ  ὧν  ἔπραξε.  βʹ. ∆ιατί  δὲ  τούτῳ  κελεύειἐλέγξαι, καὶ οὐχ ἑτέρῳ, Ὅτι τοῦτον ἐπιεικέστερον ἂν ἤνεγκε, τὸν ἠδικημένον, τὸν λελυπημένον,   τὸν   ἐπηρεασμένον.  Οὐ  γὰρ  ὁμοίως   τις   παρ'  ἑτέρου  περὶ  τοῦ ὑβρισθέντος  ἐλεγχόμενος  φέρει,  καὶ  παρ'  αὐτοῦ  τοῦ  ὑβρισμένου, μάλιστα  ὅταν μόνος ᾖ διελέγχων αὐτόν. Ὅταν γὰρ ὁ δίκην αὐτὸν ἀπαιτεῖν ὀφείλων, οὗτος καὶ τῆς σωτηρίας φαίνηται  ἐπιμελούμενος  τῆς αὐτοῦ, μάλιστα πάντων  αὐτὸν  δυσωπῆσαι δυνήσεται. Ὁρᾷς πῶς οὐ δίκης ἕνεκεν τοῦτο γίνεται, ἀλλὰ διορθώσεως; ∆ιὰ δὴ τοῦτο οὐκ εὐθέως τοὺς δύο κελεύει λαβεῖν, ἀλλ' ὅταν αὐτὸς ἀτονήσῃ· καὶ οὐδὲ τότε ἐπαφίησιν αὐτῷ πλῆθος, ἀλλὰ μέχρι δύο ποιεῖται τὴν προσθήκην, ἢ καὶ ἑνός· ὅτανδὲ καὶ τούτων καταφρονήσῃ, τότε αὐτὸν ἐπὶ τὴν Ἐκκλησίαν ἐξάγει. Οὕτω πολλὴν ποιεῖται σπουδὴν μὴ ἐκπομπεύεσθαι τὰ τῶν πλησίον ἁμαρτήματα. Καίτοιγε ἠδύνατο ἐξ ἀρχῆς τοῦτο κελεῦσαι· ἀλλ' ἵνα μὴ τοῦτο γίνηται, οὐκ ἐκέλευσεν, ἀλλὰ μετὰ μίαν
καὶ δευτέραν παραίνεσιν τοῦτο νομοθετεῖ. Τί δέ ἐστιν, Ἐπὶ στόματος δύο καὶ τριῶν μαρτύρων  σταθήσεται πᾶν  ῥῆμα; Ἔχεις μαρτυρίαν  ἱκανὴν,  φησὶν, ὅτι τὸ σαυτοῦ ἅπαν  ἐποίησας,  ὅτι  οὐδὲν  ἐνέλιπες  τῶν  εἰς  σὲ  ἡκόντων.  Ἐὰν  δὲ  καὶ  τούτων  παρακούσῃ,  εἰπὲ  τῇ  Ἐκκλησίᾳ· τουτέστι,  τοῖς  προεδρεύουσιν.  Ἐὰν  δὲ  καὶ  τῆς Ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὡς ὁ ἐθνικὸς καὶ ὁ τελώνης. Λοιπὸν γὰρ ἀνίατα ὁ τοιοῦτος νοσεῖ. Σὺ δέ μοι σκόπει, πῶς πανταχοῦ  τὸν τελώνην  εἰς ὑπόδειγμα τῆς μεγίστης  τίθησι  κακίας.  Καὶ γὰρ  ἀνωτέρω  φησίν·  Οὐχὶ καὶ  οἱ  τελῶναι  τὸ  αὐτὸ ποιοῦσιν;  καὶ  προϊὼν  πάλιν·  Καὶ τελῶναι  καὶ  πόρναι  προάξουσιν  ὑμᾶς  εἰς  τὴν βασιλείαν  τῶν  οὐρανῶν·  τουτέστιν,  οἱ  σφόδρα  κατεγνωσμένοι  καὶ καταδεδικασμένοι. Ἀκουέτωσαν οἱ κέρδεσιν ἐπιπηδῶντες ἀδίκοις, οἱ τοὺς τόκους ἐπὶ τόκοις ἀριθμοῦντες. ∆ιατί δὲ αὐτὸν μετ' ἐκεῖνον ἔταξε; Παραμυθούμενος τὸν ἠδικημένον, καὶ φοβῶν αὐτόν. Τοῦτο οὖν ἡ κόλασις μόνον; Οὐχί· ἀλλ' ἄκουε καὶ τῶν ἑξῆς. Ὃ ἐὰν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς. Καὶ οὐκ εἶπε τῷ  προέδρῳ  τῆς  Ἐκκλησίας, ∆ῆσον τὸν  τοιοῦτον,  ἀλλὰ,  Ἐὰν  δήσῃς, αὐτῷ  τῷ λελυπημένῳ  τὸ  πᾶν  ἐπιτρέπων·  καὶ  ἄλυτα  μένει  τὰ  δεσμά. Οὐκοῦν τὰ  ἔσχατα πείσεται δεινά· ἀλλ' οὐχὶ ὁ ἀγαγὼν αἴτιος, ἀλλ' ὁ μὴ θελήσας πεισθῆναι. Εἶδες πῶς αὐτὸν διπλαῖς κατέδησεν ἀνάγκαις, καὶ τῇ ἐντεῦθεν τιμωρίᾳ, καὶ τῇ ἐκεῖ κολάσει; Ταῦτα δὲ ἠπείλησεν, ἵνα μὴ ταῦτα συμβαίνῃ· ἀλλὰ φοβούμενος  καὶ τὴν ἀπὸ τῆς Ἐκκλησίας ἐκβολὴν, καὶ τὸν ἀπὸ τοῦ δεσμοῦ κίνδυνον, καὶ τὸ ἐν οὐρανοῖς δεδέσθαι, ἡμερώτερος γένηται. Καὶ ταῦτα εἰδὼς, εἰ καὶ μὴ ἐκ προοιμίων, ἐν γοῦν τῷ πλήθει τῶν  δικαστηρίων ἐκλύσει τὴν ὀργήν. ∆ιά τοι τοῦτο καὶ πρῶτον καὶ δεύτερον καὶ τρίτον   ἐπέστησε  κριτήριον,  καὶ  οὐκ  εὐθέως   ἐξέκοψεν,  ἵνα  κἂν  τοῦ  πρώτου παρακούσῃ, τῷ δευτέρῳ εἴξῃ· κἂν ἐκεῖνο διαπτύσῃ, τὸ τρίτον φοβηθῇ· κἂν τούτου μηδένα ποιῆται λόγον, τὴν μέλλουσαν καταπλαγῇ τιμωρίαν, καὶ τὴν παρὰ τοῦ Θεοῦ ψῆφόν τε καὶ δίκην. Πάλιν δὲ λέγω ὑμῖν, ὅτι ἐὰν δύο συμφωνήσωσιν ἐξ ὑμῶν ἐπὶ τῆς γῆς, περὶ παντὸς  πράγματος οὗ ἐὰν  αἰτήσωνται,  γενήσεται  αὐτοῖς  παρὰ τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. Οὗ γὰρ ἐὰν ὦσι δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Ὁρᾷς πῶς καὶ ἑτέρωθεν παραλύει τὰς ἔχθρας, καὶ τὰς μικροψυχίας  ἀναιρεῖ, καὶ πρὸς ἀλλήλους  συνάγει, καὶ οὐκ ἀπὸ τῆς κολάσεως μόνης  τῆς  εἰρημένης,  ἀλλὰ  καὶ  ἀπὸ  τῶν  ἀγαθῶν  τῶν  ἐκ  τῆς  ἀγάπης;  Καὶ γὰρ ἀπειλήσας ἐκεῖνα τῇ φιλονεικίᾳ, τὰ μεγάλα ἐνταῦθα τῆς συμφωνίας τίθησιν ἔπαθλα, εἴγε καὶ τὸν Πατέρα πείθουσιν οἱ συμφωνοῦντες,  ὑπὲρ ὧν αἰτοῦσι, καὶ τὸν Χριστὸν ἔχουσιν  εἰς  τὸ  μέσον.  Ἆρ'  οὖν  οὐδαμοῦ  εἰσι  δύο  συμφωνοῦντες;  Καὶ πολλαχοῦ μὲν οὖν, τάχα δὲ καὶ πανταχοῦ. Πῶς οὖν οὐ πάντα ἐπιτυγχάνουσιν;  Ὅτι πολλαὶ  αἱ αἰτίαι  τοῦ  ἀποτυγχάνειν.  Ἢ γὰρ ἀσύμφορα πολλάκις  αἰτοῦσι. Καὶ τί θαυμάζεις, εἰ ἕτεροί τινες, ὅπου γε καὶ Παῦλος τοῦτο ἔπαθεν, ἡνίκα ἤκουσεν, Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται; Ἢ ἀνάξιοι τῶν ταῦτα ἀκηκοότων εἰσὶ, καὶ τὰ παρ' ἑαυτῶν οὐκ εἰσφέρουσιν· αὐτὸς δὲ τοὺς κατ' ἐκείνους ἐπιζητεῖ· διὰ τοῦτό φησιν, Ἐξ ὑμῶν, τῶν ἐναρέτων, τῶν ἀγγελικὴν ἐπιδεικνυμένων πολιτείαν.  Ἢ κατὰ τῶν  λελυπηκότων  εὔχονται,  ἐκδικίαν  καὶ τιμωρίαν ἐπιζητοῦντες, ὅπερ ἐστὶ κεκωλυμένον· Εὔχεσθε γὰρ, φησὶν, ὑπὲρ τῶν ἐχθρῶν ὑμῶν. Ἢ  ἀμετανόητα  ἁμαρτάνοντες  αἰτοῦσιν  ἔλεον,  ὅπερ  ἐστὶν  ἀδύνατον  λαβεῖν,  οὐ μόνον ἂν αὐτοὶ αἰτῶσιν, ἀλλὰ κἂν ἕτεροι πολλὴν πρὸς τὸν Θεὸν παῤῥησίαν ἔχοντες ὑπὲρ αὐτῶν παρακαλῶσι· καθάπερ καὶ Ἱερεμίας εὐχόμενος ὑπὲρ Ἰουδαίων ἤκουσε· Μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου, ὅτι οὐκ εἰσακούσομαί σου. Ἂν δὲ πάντα παρῇ, καὶ τὰ συμφέροντα αἰτῇς, καὶ τὰ παρ' ἑαυτοῦ πάντα  εἰσφέρῃς, καὶ βίον παρέχῃς ἀποστολικὸν,   καὶ   ὁμόνοιαν   καὶ   ἀγάπην   πρὸς   τὸν   πλησίον   ἔχῃς,   ἐπιτεύξῃ παρακαλῶν· φιλάνθρωπος  γὰρ ὁ ∆εσπότης. γʹ. Εἶτα ἐπειδὴ εἶπε, Παρὰ τοῦ Πατρός μου,  ἵνα  δείξῃ  ἑαυτὸν  ὄντα  τὸν  παρέχοντα,  καὶ  οὐ  τὸν  γεγεννηκότα   μόνον, ἐπήγαγεν· Οὗ γὰρ ἐὰν ὦσι δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Τί οὖν; οὐκ εἰσὶ δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ὄνομα αὐτοῦ; Εἰσὶ μὲν, σπανίως δέ. Οὐ γὰρ ἁπλῶς  τὴν σύνοδον λέγει, οὐδὲ τοῦτο ἐπιζητεῖ  μόνον, ἀλλὰ μάλιστα μὲν, ὅπερ καὶ ἔμπροσθεν εἶπον, καὶ τὴν ἄλλην ἀρετὴν μετὰ τούτου· ἔπειτα δὲ καὶ τοῦτο αὐτὸ μετὰ πολλῆς ἀπαιτεῖ τῆς ἀκριβείας. Ὃ γὰρ λέγει, τοιοῦτόν ἐστιν· Εἴ τις ἐμὲ τῆς πρὸς τὸν πλησίον φιλίας  ὑπόθεσιν προηγουμένην  ἔχει, μετ' αὐτοῦ ἔσομαι, ἂν καὶ τὰ ἄλλα ἐνάρετος ᾖ. Νυνὶ δὲ τοὺς πλείονας ὁρῶμεν, ἑτέρας ἔχοντας φιλίας ἀφορμάς. Ὁ μὲν γὰρ ὅτι φιλεῖται, φιλεῖ· ὁ δὲ, ὅτι ἐτιμήθη· ὁ δὲ, ὅτι ἐν ἑτέρῳ τινὶ βιωτικῷ πράγματι γέγονεν αὐτῷ χρήσιμος ὁ δεῖνα· ὁ δὲ, δι' ἕτερόν τι τοιοῦτον· διὰ δὲ τὸν Χριστὸν δύσκολόν ἐστιν εὑρεῖν τινα γνησίως καὶ ὡς ἐχρῆν φιλεῖν  τὸν πλησίον φιλοῦντα. Οἱ γὰρ πλείους ἀπὸ τῶν βιωτικῶν εἰσι συνδεδεμένοι πραγμάτων ἀλλήλοις.  Ἀλλ' οὐχ  ὁ Παῦλος οὕτως  ἐφίλει,  ἀλλὰ  διὰ τὸν  Χριστόν· διὸ καὶ μὴ φιλούμενος  οὕτως ὥσπερ ἐφίλει,  οὐ κατέλυσε τὴν ἀγάπην, ἐπειδὴ ῥίζαν ἰσχυρὰν κατεβάλετο  τοῦ φίλτρου.  Ἀλλ' οὐχὶ  τὰ νῦν·  ἀλλὰ  πάντα  ἐξετάζοντες  εὑρήσομεν παρὰ τοῖς πολλοῖς φιλίας ποιητικὰ μᾶλλον ἢ τοῦτο. Καὶ εἴ τίς μοι παρέσχεν ἐξουσίαν  ἐν  τοσούτῳ  πλήθει  τὴν  ἐξέτασιν  ποιήσασθαι ταύτην,  ἔδειξα  ἂν  τοὺς πλείονας ἀπὸ τῶν βιωτικῶν προφάσεων ἀλλήλοις συνδεδεμένους. Καὶ δῆλον τοῦτο ἀπὸ  τῶν  αἰτιῶν  τῶν  τὴν  ἔχθραν  ἐργαζομένων.  Ἐπειδὴ γὰρ  ἀπὸ  τῶν  ἐπικήρων τούτων  εἰσὶν ἀλλήλοις  συνημμένοι, διὰ τοῦτο οὔτε θερμοὶ πρὸς ἀλλήλους  εἰσὶν, οὔτε διηνεκεῖς· ἀλλὰ καὶ ὕβρις, καὶ χρημάτων  ζημία, καὶ φθόνος, καὶ κενοδοξίας ἔρως, καὶ πᾶν τοιοῦτον ἐπελθὸν διακόπτει τὸ φίλτρον.  Οὐ γὰρ εὑρίσκει τὴν ῥίζαν πνευματικήν. Ὡς εἴγε τοιαύτη ἦν, οὐδὲν ἂν τῶν βιωτικῶν τὰ πνευματικὰ διέλυσεν. Ἡ γὰρ διὰ τὸν Χριστὸν ἀγάπη βεβαία καὶ ἀῤῥαγὴς καὶ ἀνάλωτος, καὶ οὐδὲν αὐτὴν διασπάσαι δυνήσεται· οὐ διαβολαὶ, οὐ κίνδυνοι, οὐ θάνατος, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν. Κἂν γὰρ μυρία πάθῃ ὁ οὕτω φιλῶν, πρὸς τὴν ὑπόθεσιν τῆς ἀγάπης ὁρῶν οὐκ ἀποστήσεται. Ὁ μὲν γὰρ διὰ τὸ φιλεῖσθαι φιλῶν,  κἂν ἀηδές τι πάθῃ, διαλύει τὴν ἀγάπην· ὁ δὲ ἐκεῖθεν συνδεδεμένος οὐδέποτε ἀποστήσεται. ∆ιὸ καὶ Παῦλος ἔλεγεν· Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει. Τί γὰρ ἔχεις εἰπεῖν; ὅτι τιμώμενος ὑβρίζει; ὅτι εὐεργετούμενος σφάξαι ἠβουλήθη; Ἀλλὰ καὶ τοῦτό σε μᾶλλον φιλεῖν παρασκευάζει, ἂν διὰ τὸν Χριστὸν φιλῇς. Ἃ γάρ ἐστιν ἐπὶ τῶν ἄλλων ἀνατρεπτικὰ ἀγάπης, ταῦτα ἐνταῦθα  κατασκευαστικὰ  γίνεται.  Πῶς; Πρῶτον  μὲν,  ὅτι  σοι  μισθῶν  αἴτιος  ὁ τοιοῦτός  ἐστι· δεύτερον,  ὅτι  πλείονος  δεῖται  βοηθείας  ὁ  διακείμενος  οὕτω,  καὶ θεραπείας πολλῆς. ∆ιά τοι τοῦτο ὁ οὕτω φιλῶν  οὐ γένος ἐξετάζει, οὐ πατρίδα, οὐ πλοῦτον,  οὐ τὴν  πρὸς αὐτὸν  ἀγάπην,  οὐκ ἄλλο  τῶν  τοιούτων  οὐδέν· ἀλλὰ  κἂν μισῆται, κἂν  ὑβρίζηται, κἂν  ἀναιρῆται,  μένει  φιλῶν  ἱκανὴν  ἔχων  ὑπόθεσιν  τοῦ φιλεῖν, τὸν Χριστόν· ὅθεν καὶ ἵσταται πεπηγὼς, βέβαιος, ἀπερίτρεπτος, πρὸς ἐκεῖνον ὁρῶν.  Καὶ γὰρ  ὁ  Χριστὸς οὕτως  ἐφίλησε  τοὺς  ἐχθροὺς,  τοὺς  ἀγνώμονας,  τοὺς ὑβριστὰς, τοὺς βλασφήμους, τοὺς μισοῦντας, τοὺς οὐδὲ ἰδεῖν αὐτὸν θέλοντας, τοὺς ξύλα καὶ λίθους προτιμῶντας αὐτοῦ ἀγαπήσας, καὶ ἀγάπην τὴν ἀνωτάτω, καὶ μεθ' ἣν ἑτέραν οὐκ ἔστιν εὑρεῖν. Μείζονα γὰρ ταύτης ἀγάπην οὐδεὶς ἔχει, φησὶν, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων  αὐτοῦ. Καὶ τοὺς σταυρώσαντας δὲ αὐτὸν, καὶ τοσαῦτα εἰς αὐτὸν ἐμπαροινήσαντας, ὅρα πῶς μένει θεραπεύων. Καὶ γὰρ τῷ Πατρὶ περὶ αὐτῶν  διαλέγεται  λέγων·  Ἄφες  αὐτοῖς· οὐ γὰρ οἴδασι τί  ποιοῦσι. Καὶ τοὺς μαθητὰς δὲ μετὰ ταῦτα πρὸς αὐτοὺς ἀπέστειλε. Ταύτην τοίνυν καὶ ἡμεῖς τὴν ἀγάπην ζηλώσωμεν, πρὸς ταύτην  ἀπίδωμεν,  ἵνα μιμηταὶ γενόμενοι  τοῦ Χριστοῦ, καὶ τῶν ἐνταῦθα  καὶ  τῶν  μελλόντων   ἐπιτύχωμεν  ἀγαθῶν,  χάριτι  καὶ  φιλανθρωπίᾳ   τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


17.ΟΜΙΛΙΑ ΞΑʹ. Τότε προσελθὼν αὐτῷ ὁ Πέτρος εἶπε· Κύριε, ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου, καὶ ἀφήσω αὐτῷ; ἕως ἑπτάκις; Λέγει αὐτῷ ὁ Ἰησοῦς, Οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλ' ἕως ἑβδομηκοντάκις ἑπτά.

Ἐνόμισε μέγα τι λέγειν ὁ Πέτρος· διὸ καὶ ὡς φιλοτιμούμενος  ἐπήγαγεν, Ἕως ἑπτάκις; Τοῦτο γὰρ, φησὶν,  ὃ ἐκέλευσας ποιεῖν, ποσάκις ποιήσω; Ἂν γὰρ ἀεὶ μὲν  ἁμαρτάνῃ,  ἀεὶ δὲ ἐλεγχόμενος  μετανοῇ, ποσάκις τούτου  ἀνέχεσθαι  κελεύεις ἡμᾶς; Ἐκείνῳ  μὲν  γὰρ τῷ  μὴ μετανοοῦντι,  μηδὲ καταγινώσκοντι  ἑαυτοῦ, πέρας ἐπέθηκας  εἰπὼν,  Ἔστω σοι ὡς  ὁ ἐθνικὸς  καὶ ὁ τελώνης·  τούτῳ  δὲ οὐκέτι, ἀλλ' ἐκέλευσας   αὐτὸν   προσίεσθαι.  Ποσάκις   οὖν   αὐτὸν   ὀφείλω   φέρειν ἐλεγχόμενον καὶ μετανοοῦντα; ἀρκεῖ ἑπτάκις; Τί οὖν ὁ Χριστὸς, ὁ φιλάνθρωπος  καὶ ἀγαθὸς Θεός; Οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλ' ἕως ἑβδομηκοντάκις ἑπτά· οὐκ ἀριθμὸν τιθεὶς ἐνταῦθα, ἀλλὰ τὸ ἄπειρον καὶ διηνεκὲς καὶ ἀεί. Ὥσπερ γὰρ τὸ μυριάκις τὸ πολλάκις δηλοῖ, οὕτω καὶ ἐνταῦθα. Καὶ γὰρ τὸ, Στεῖρα ἔτεκεν ἑπτὰ, τὰ πολλά φησιν ἡ Γραφή. Ὥστε οὐκ ἀριθμῷ συνέκλεισε τὴν ἄφεσιν, ἀλλὰ τὸ διηνεκὲς ἐδήλωσε καὶ ἀεί. Τοῦτο γοῦν καὶ διὰ τῆς παραβολῆς τῆς ἐφεξῆς κειμένης ἔδειξεν. Ἵνα γὰρ μὴ δόξῃ τισὶ μεγάλα καὶ φορτικὰ ἐπιτάττειν  εἰπὼν, Ἑβδομηκοντάκις ἑπτὰ, προσέθηκε τὴν παραβολὴν ταύτην, ὁμοῦ τε ἐνάγων  εἰς ὅπερ εἴρηκε, καὶ τὸν μέγα φρονοῦντα ἐπὶ  τούτῳ  καταστέλλων,  καὶ  δεικνὺς  οὐ βαρὺ τὸ πρᾶγμα  ὂν,  ἀλλὰ  καὶ  σφόδρα εὔκολον.  ∆ιά  τοι  τοῦτο  τὴν  αὐτοῦ  φιλανθρωπίαν  εἰς  μέσον  ἤγαγεν,  ἵνα  τῇ παραθέσει, φησὶ, μάθῃς, ὅτι κἂν ἑβδομηκοντάκις ἑπτὰ ἀφῇς, κἂν πάντα ἁπλῶς τὰ ἁμαρτήματα διηνεκῶς  συγχωρῇς τῷ πλησίον, ὅσον σταγὼν  ὕδατος πρὸς πέλαγος ἄπειρον, τοσοῦτον, μᾶλλον δὲ καὶ πολλῷ πλέον ἀποδέει σου ἡ φιλανθρωπία  πρὸς τὴν ἄπειρον ἀγαθότητα τοῦ Θεοῦ, ἧς ἐν χρείᾳ καθέστηκας δικάζεσθαι μέλλων  καὶ εὐθύνας  παρέχειν.  ∆ιὸ καὶ  ἐπήγαγε  λέγων·  Ὡμοιώθη  ἡ  βασιλεία  τῶν  οὐρανῶν ἀνθρώπῳ   βασιλεῖ,  ὅστις  ἠθέλησε  συνᾶραι  λόγον   μετὰ   τῶν   δούλων   αὐτοῦ. Ἀρξαμένου δὲ αὐτοῦ συναίρειν, προσηνέχθη αὐτῷ εἷς ὀφειλέτης μυρίων ταλάντων. Μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι, ἐκέλευσε πραθῆναι αὐτὸν, καὶ τὴν γυναῖκα αὐτοῦ, καὶ τὰ τέκνα, καὶ πάντα  ὅσα εἶχεν.  Εἶτα ἐπειδὴ φιλανθρωπίας  ἀπήλαυσεν οὗτος, ἐξελθὼν, ὀφείλοντα  αὐτῷ σύνδουλον ἑκατὸν δηνάρια ἔπνιγε· καὶ τούτοις κινήσας τὸν δεσπότην, παρεσκεύασεν εἰς δεσμωτήριον πάλιν αὐτὸν ἐμβαλεῖν, ἂν ἀποτίσῃ τὸ πᾶν. Εἶδες ὅσον τὸ μέσον τῶν εἰς ἄνθρωπον  καὶ εἰς Θεὸν ἁμαρτημάτων; Ὅσον τὸ μέσον μυρίων ταλάντων καὶ ἑκατὸν δηναρίων· μᾶλλον δὲ καὶ πολλῷ πλέον. Γίνεται δὲ τοῦτο καὶ ἀπὸ τῆς διαφορᾶς τῶν προσώπων, καὶ ἀπὸ τῆς συνεχείας τῶν ἁμαρτημάτων. Ἀνθρώπου μὲν γὰρ ὁρῶντος, καὶ ἀφιστάμεθα, καὶ ὀκνοῦμεν ἁμαρτάνειν· Θεοῦ δὲ καθ' ἑκάστην βλέποντος τὴν ἡμέραν, οὐκ ἀπεχόμεθα, ἀλλὰ καὶ πράττομεν ἀδεῶς ἅπαντα, καὶ φθεγγόμεθα. Οὐκ ἐντεῦθεν δὲ μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς εὐεργεσίας, καὶ ἀπὸ τῆς τιμῆς ἧς ἀπηλαύσαμεν, χαλεπώτερα γίνεται τὰ ἁμαρτήματα. Καὶ εἰ βούλεσθε μαθεῖν, πῶς ἐστι μυρία τάλαντα, μᾶλλον δὲ καὶ πολλῷ πλείονα τὰ εἰς αὐτὸν ἁμαρτήματα, δεῖξαι πειράσομαι διὰ βραχέων. Ἀλλὰ φοβοῦμαι μὴ τοῖς πρὸς κακίαν ῥέπουσι καὶ διηνεκῶς  ἁμαρτάνειν  φιλοῦσι πλείονα  παράσχω τὴν  ἄδειαν,  ἢ τοὺς ἐπιεικεστέρους εἰς ἀπόγνωσιν  ἐμβάλω, καὶ τὸ τῶν  μαθητῶν εἴπωσι· Τίς δύναται  σωθῆναι; Πλὴν ἀλλὰ  καὶ οὕτως  ἐρῶ, ἵνα  τοὺς προσέχοντας ἀσφαλεστέρους  ἐργάσωμαι  καὶ  ἐπιεικεστέρους. Οἵ τε  γὰρ  ἀνίατα  νοσοῦντες  καὶ ἀνάλγητοι, καὶ τούτων χωρὶς τῶν λόγων, οὐκ ἀφίστανται τῆς οἰκείας ῥᾳθυμίας τε καὶ πονηρίας· εἰ δὲ καὶ ἐντεῦθεν πλείονα λαμβάνοιεν  ἀφορμὴν ὀλιγωρίας, οὐ τῶν λεγομένων ἡ αἰτία, ἀλλὰ τῆς ἐκείνων ἀναισθησίας· ὡς τά γε λεγόμενα καὶ συστεῖλαι δυνήσεται καὶ κατανύξαι τοὺς προσέχοντας μᾶλλον· οἵ τε ἐπιεικέστεροι, ὅταν ἴδωσι μὲν τὸν ὄγκον τῶν ἁμαρτημάτων, μάθωσι δὲ καὶ τὴν δύναμιν τῆς μετανοίας, μᾶλλον  αὐτῆς  ἀνθέξονται·  διόπερ  ἀναγκαῖον  εἰπεῖν.  Ἐρῶ τοίνυν,  καὶ  θήσω  τὰ ἁμαρτήματα, ὅσα τε εἰς Θεὸν πλημμελοῦμεν, καὶ ὅσα εἰς ἀνθρώπους· καὶ θήσω οὐ τὰ ἴδια, ἀλλὰ  τὰ κοινά· τὰ δὲ ἴδια ἕκαστος συναπτέτω  λοιπὸν  ἀπὸ τοῦ συνειδότος. Ποιήσω δὲ τοῦτο, πρότερον τὰς εὐεργεσίας θεὶς τοῦ Θεοῦ. Τίνες οὖν αἱ εὐεργεσίαι; Ἐποίησεν ἡμᾶς οὐκ ὄντας,  καὶ πάντα  δι' ἡμᾶς εἰργάσατο τὰ ὁρώμενα, οὐρανὸν, θάλατταν, γῆν, ἀέρα, τὰ ἐν αὐτοῖς πάντα, ζῶα, φυτὰ, σπέρματα· δεῖ γὰρ ἐπιτεμεῖν διὰ τὸ πέλαγος τῶν ἔργων τὸ ἄπειρον. Ψυχὴν ζῶσαν ἡμῖν ἐνέπνευσε μόνοις τοιαύτην τῶν ἐπὶ γῆς, παράδεισον ἐφύτευσε, βοηθὸν ἔδωκε, πᾶσι τοῖς ἀλόγοις ἐπέστησε, δόξῃ καὶ  τιμῇ  ἐστεφάνωσε.  Μετὰ  ταῦτα  γενόμενον   ἀγνώμονα   περὶ  τὸν  εὐεργέτην μείζονος ἠξίωσε δωρεᾶς. βʹ. Μὴ γὰρ τοῦτο ἴδῃς μόνον, ὅτι ἐξέβαλε παραδείσου, ἀλλὰ καὶ τὸ κέρδος σκόπει τὸ ἐκ τούτου γενόμενον. Μετὰ γὰρ τὸ ἐκβαλεῖν παραδείσου, καὶ τὰ μυρία ἐκεῖνα ἐργάσασθαι ἀγαθὰ, καὶ τὰς ποικίλας οἰκονομίας ἐπιτελέσαι, καὶ τὸν υἱὸν ἔπεμψε τὸν ἑαυτοῦ ὑπὲρ τῶν εὐεργετηθέντων  καὶ μισούντων, καὶ τὸν οὐρανὸν ἡμῖν ἀνέῳξε καὶ τὸν παράδεισον αὐτὸν  ἀνεπέτασε, καὶ υἱοὺς ἡμᾶς ἐποίησε, τοὺς ἐχθροὺς,  τοὺς  ἀγνώμονας.  ∆ιὸ καὶ  εὔκαιρον  νῦν  εἰπεῖν·  Ὢ βάθος πλούτου  καὶ σοφίας καὶ γνώσεως Θεοῦ! Ἔδωκε δὲ ἡμῖν καὶ βάπτισμα ἀφέσεως ἁμαρτημάτων, καὶ τιμωρίας  ἀπαλλαγὴν,  καὶ βασιλείας κληρονομίαν,  καὶ μυρία ἐπηγγείλατο κατορθοῦσιν ἀγαθὰ, καὶ χεῖρα ὤρεξε, καὶ πνεῦμα ἐξέχεεν εἰς τὰς καρδίας ἡμῶν. Τί οὖν; μετὰ τοσαῦτα καὶ τηλικαῦτα ἀγαθὰ, πῶς ἡμᾶς διακεῖσθαι ἐχρῆν; ἆρα εἰ καὶ καθ' ἑκάστην ἀπεθνήσκομεν τὴν ἡμέραν ὑπὲρ τοῦ οὕτως ἡμᾶς φιλοῦντος, ἐξετίννυμεν ἂν τὴν ἀξίαν, μᾶλλον δὲ τὸ πολλοστὸν τῆς ὀφειλῆς κατετίθεμεν; Οὐδαμῶς· καὶ γὰρ καὶ τοῦτο πάλιν  εἰς τὸ κέρδος τὸ ἡμέτερον περιίστατο. Πῶς οὖν διακείμεθα οἱ οὕτω διακεῖσθαι  ὀφείλοντες;  Καθ' ἑκάστην  ἡμέραν  εἰς  τοὺς  νόμους  ἐνυβρίζομεν  τοὺς αὐτοῦ. Ἀλλὰ μὴ ἀγανακτήσητε, ἂν ἐπαφῶ τὴν γλῶτταν  τοῖς ἁμαρτάνουσιν· οὐ γὰρ ὑμῶν κατηγορήσω μόνον, ἀλλὰ καὶ ἐμαυτοῦ. Πόθεν οὖν βούλεσθε ἄρξομαι; ἀπὸ τῶν δούλων; ἀπὸ τῶν ἐλευθέρων; ἀπὸ τῶν στρατευομένων; ἀπὸ τῶν ἰδιωτῶν; ἀπὸ τῶν ἀρχόντων;  ἀπὸ τῶν  ἀρχομένων;  ἀπὸ τῶν  γυναικῶν;  ἀπὸ τῶν  ἀνδρῶν;  ἀπὸ τῶν γερόντων;  ἀπὸ  τῶν   νέων;  ἀπὸ  ποίας  ἡλικίας;  ἀπὸ  ποίου  γένους;  ἀπὸ  ποίου ἀξιώματος; ἀπὸ ποίου ἐπιτηδεύματος; Βούλεσθε ἀπὸ τῶν στρατευομένων ποιήσομαι τὴν  ἀρχήν; Τί τοίνυν  οὐχ ἁμαρτάνουσιν  οὗτοι καθ' ἑκάστην ἡμέραν ὑβρίζοντες, λοιδορούμενοι, μαινόμενοι, τὰς ἀλλοτρίας πραγματευόμενοι συμφορὰς, λύκοις ἐοικότες, πλημμελημάτων  οὐδέποτε καθαρεύοντες, πλὴν  εἰ μὴ καὶ τὴν θάλατταν εἴποι τις κυμάτων εἶναι ἐκτός; Ποῖον γὰρ αὐτοῖς πάθος οὐκ ἐνοχλεῖ; ποῖον δὲ νόσημα οὐ  πολιορκεῖ   αὐτῶν   τὴν   ψυχήν;   Πρὸς  μὲν   γὰρ  τοὺς  ὁμοτίμους   ζηλοτύπως διάκεινται, καὶ φθονοῦσι καὶ κενοδοξοῦσι· πρὸς δὲ τοὺς ὑποτεταγμένους, πλεονεκτικῶς·  πρὸς  δὲ  τοὺς  δίκας  ἔχοντας,  καὶ  ὡς  εἰς  λιμένα  κατατρέχοντας, πολεμίως  καὶ  ἐπιόρκως.  Πόσαι παρ'  αὐτοῖς  ἁρπαγαί!  πόσαι  πλεονεξίαι!  πόσαι συκοφαντίαι καὶ καπηλεῖαι! πόσαι κολακεῖαι δουλοπρεπεῖς! Φέρε οὖν, καθ' ἕκαστον ἁρμόσωμεν τὸν  τοῦ  Χριστοῦ νόμον.  Ὁ εἰπὼν  τῷ  ἀδελφῷ  αὐτοῦ,  Μωρὲ, ἔνοχος ἔσται τῇ γεέννῃ  τοῦ πυρός. Ὁ ἐμβλέψας γυναικὶ  πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτήν. Ἐὰν μή τις ταπεινώσῃ ἑαυτὸν ὡς τὸ παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Οὗτοι δὲ καὶ ἐπιτηδεύουσι τῦφον, κατὰ τῶν ὑπηκόων καὶ παραδεδομένων καὶ τρεμόντων αὐτοὺς καὶ δεδοικότων θηρίου γινόμενοι χαλεπώτεροι· διὰ μὲν τὸν Χριστὸν οὐδὲν ποιοῦντες, πάντα δὲ διὰ τὴν γαστέρα, διὰ τὰ  χρήματα,  διὰ  τὴν  κενοδοξίαν.   Ἆρα ἔνι  ἀριθμῆσαι  διὰ  ῥημάτων   τὴν  τῶν πραγμάτων  πλημμέλειαν;  Τί ἄν τις εἴποι τὰς χλευασίας αὐτῶν,  τὸν  γέλωτα,  τὰς ἀκαίρους διαλέξεις, τὰς αἰσχρολογίας; Περὶ δὲ πλεονεξίας οὐδὲ εἰπεῖν ἔνι. Καθάπερ γὰρ οἱ ἐν τοῖς ὄρεσι μοναχοὶ  οὐδὲ τί ποτέ ἐστιν ἡ πλεονεξία  ἴσασιν, οὕτως οὐδὲ οὗτοι· ἀλλ' ἀπεναντίας ἐκείνοις. Ἐκεῖνοι μὲν γὰρ διὰ τὸ πόῤῥω τοῦ νοσήματος εἶναι ἀγνοοῦσι τὸ πάθος· οὗτοι δὲ διὰ τὸ σφόδρα ἐν αὐτῷ μεθύειν οὐδὲ αἰσθάνονται ὅσον ἐστὶ τὸ κακόν. Οὕτω γὰρ παρώσατο τὴν ἀρετὴν ἡ κακία αὕτη καὶ τυραννεῖ, ὡς μηδὲ ἔγκλημα  βαρὺ  εἶναι  νομίζεσθαι  αὐτὴν  παρὰ  τοῖς  μαινομένοις   ἐκείνοις.  Ἀλλὰ βούλεσθε τούτους ἀφέντες, ἐφ' ἑτέρους ἔλθωμεν ἐπιεικεστέρους; Φέρε οὖν, τὸ τῶν δημιουργῶν  γένος  καὶ χειροτεχνῶν  ἐξετάσωμεν. Οὗτοι γὰρ μάλιστα δοκοῦσιν ἐκ δικαίων  διαζῇν  πόνων,  καὶ τῶν  ἱδρώτων  τῶν  ἑαυτῶν.  Ἀλλὰ καὶ οὗτοι ὅταν  μὴ προσέχωσιν ἑαυτοῖς, πολλὰ ἐντεῦθεν  συνάγουσιν ἑαυτοῖς κακά. Τὴν γὰρ ἀπὸ τῆς πράσεως καὶ ἀγορασίας ἀδικίαν  ἐπεισάγουσι τῇ τῶν  δικαίων  πόνων  ἐργασίᾳ, καὶ ὅρκους καὶ ἐπιορκίας καὶ ψευδολογίας προστιθέασι τῇ πλεονεξίᾳ πολλάκις, καὶ τῶν βιωτικῶν μόνων εἰσὶ πραγμάτων, καὶ τῇ γῇ προσηλωμένοι διατελοῦσι· καὶ ὅπως μὲν χρηματίσωνται,  πάντα πράττουσιν· ὅπως δὲ μεταδοῖεν  τοῖς δεομένοις, οὐ πολλὴν τίθενται τὴν σπουδὴν, ἀεὶ τὰ ὄντα αὔξειν βουλόμενοι. Τί ἄν τις εἴποι τὰς λοιδορίας τὰς ὑπὲρ τῶν τοιούτων, τὰς ὕβρεις, τὰ δανείσματα, τοὺς τόκους, τὰ συναλλάγματα τὰ πολλῆς γέμοντα καπηλείας, τὰς ἐμπορίας τὰς ἀναισχύντους; γʹ. Ἀλλὰ βούλεσθε καὶ τούτους ἀφέντες, ἐφ' ἑτέρους ἔλθωμεν, τοὺς δὴ δοκοῦντας εἶναι δικαιοτέρους; Τίνες οὖν εἰσιν οὗτοι; Οἱ τοὺς ἀγροὺς κεκτημένοι, καὶ τὸν ἀπὸ τῆς γῆς δρεπόμενοι πλοῦτον. Καὶ τί τούτων γένοιτ' ἂν ἀδικώτερον; Εἰ γάρ τις ἐξετάσειε πῶς τοῖς ἀθλίοις καὶ ταλαιπώροις κέχρηνται γεωργοῖς, βαρβάρων αὐτοὺς ὠμοτέρους ὄψεται. Τοῖς γὰρ ἐν λιμῷ τηκομένοις, καὶ δι' ὅλης πονουμένοις τῆς ζωῆς, καὶ τελέσματα διηνεκῆ καὶ ἀφόρητα  ἐπιτιθέασι,  καὶ  διακονίας   ἐπιπόνους   ἐπιτάττουσι,  καὶ  ὡς  ὄνοις  καὶ ἡμιόνοις, μᾶλλον δὲ ὡς λίθοις τοῖς ἐκείνων κέχρηνται σώμασιν, οὐδὲ μικρὸν ἀναπνεῦσαι  συγχωροῦντες,  καὶ παρεχούσης τῆς γῆς, καὶ μὴ παρεχούσης, ὁμοίως αὐτοὺς κατατείνουσι, καὶ οὐδεμιᾶς αὐτοῖς συγγνώμης μεταδιδόασιν· οὗ τί γένοιτ' ἂν ἐλεεινότερον, ὅταν δι' ὁλοκλήρου τοῦ χειμῶνος πονέσαντες, καὶ κρυμῷ καὶ ὄμβρῳ καὶ ἀγρυπνίαις δαπανηθέντες, κεναῖς ἀναχωρήσωσι ταῖς χερσὶν, ἔτι καὶ προσοφείλοντες,  καὶ  τοῦ  λιμοῦ  τούτου  καὶ  τοῦ  ναυαγίου  τὰς  τῶν  ἐπιτρόπων βασάνους καὶ τοὺς ἑλκυσμοὺς καὶ τὰς ἀπαιτήσεις καὶ τὰς ἀπαγωγὰς καὶ τὰς ἀπαραιτήτους  λειτουργίας  μᾶλλον  δεδοικότες καὶ φρίττοντες;  Τί ἄν τις εἴποι τὰς ἐμπορίας, ἃς αὐτοὺς ἐμπορεύονται, τὰς καπηλείας, ἃς αὐτοὺς καπηλεύουσιν, ἀπὸ μὲν τῶν  πόνων  αὐτῶν  καὶ τῶν  ἱδρώτων  ληνοὺς  καὶ ὑπολήνια  πληροῦντες, αὐτοῖς δὲ οἴκαδε οὐδὲ ὀλίγον εἰσαγαγεῖν ἐπιτρέποντες μέτρον, ἀλλ' ὁλόκληρον τὸν καρπὸν εἰς τοὺς τῆς παρανομίας αὐτῶν ἀντλοῦντες  πίθους, καὶ ὀλίγον αὐτοῖς ὑπὲρ τούτου προσριπτοῦντες ἀργύριον; Καινὰ δὲ καὶ γένη τόκων ἐπινοοῦσι, καὶ οὐδὲ τοῖς Ἑλλήνων  νόμοις νενομισμένα, καὶ δανεισμάτων  γραμματεῖα πολλῆς  γέμοντα τῆς ἀρᾶς συντιθέασιν.  Οὐδὲ γὰρ  ἑκατοστὴν  τοῦ  παντὸς,  ἀλλὰ  τὸ  ἥμισυ τοῦ  παντὸς ἀπαιτεῖν  βιάζονται· καὶ ταῦτα τοῦ ἀπαιτουμένου  καὶ γυναῖκα  ἔχοντος, καὶ παιδία τρέφοντος, καὶ ἀνθρώπου ὄντος, καὶ τοῖς οἰκείοις πόνοις καὶ τὴν ἄλω καὶ τὴν ληνὸν πληροῦντος. Ἀλλ' οὐδὲν τούτων ἐννοοῦσι. ∆ιὸ δὴ τὸν προφήτην εὔκαιρον παραστησάμενον εἰπεῖν· Ἔκστηθι, οὐρανὲ, καὶ φρῖξον, γῆ· εἰς ὅσην θηριωδίαν  τὸ τῶν ἀνθρώπων γένος ἐξεβακχεύθη. Ταῦτα δὲ λέγω, οὐ τέχνας, οὐδὲ γεωργίαν, οὐδὲ στρατείαν, οὐδὲ ἀγροὺς διαβάλλων, ἀλλ' ἡμᾶς αὐτούς. Ἐπεὶ καὶ ὁ Κορνήλιος ἑκατοντάρχης   ἦν,  καὶ  ὁ  Παῦλος  σκυτοτόμος,  καὶ  μετὰ  τὸ  κήρυγμα  τῇ  τέχνῃ ἐκέχρητο· καὶ ὁ ∆αυῒδ βασιλεὺς ἦν· καὶ ὁ Ἰὼβ χωρίων ἀπήλαυε καὶ πολλῶν προσόδων· καὶ οὐδὲν ἦν ἐντεῦθεν κώλυμα οὐδενὶ τούτων  πρὸς ἀρετήν. Ταῦτ' οὖν ἅπαντα   ἐννοοῦντες,   καὶ   τὰ   μυρία   τάλαντα   ἀναλογιζόμενοι,   κἂν   ἐντεῦθεν ἐπειχθῶμεν πρὸς τὸ ἀφιέναι τοῖς πλησίον τὰ ὀλίγα ἐκεῖνα καὶ εὐτελῆ. Καὶ γὰρ λόγος ἡμῖν γίνεται τῶν ἐμπιστευθεισῶν ἡμῖν ἐντολῶν, καὶ οὐκ ἔχομεν πάντα καταβαλεῖν, οὐδ' ἂν ὁτιοῦν ποιήσωμεν. ∆ιὰ τοῦτο ἔδωκεν ἡμῖν ὁ Θεὸς πρὸς ἔκτισιν εὔκολόν τε καὶ ῥᾳδίαν  ὁδὸν,  καὶ πάντα  δυναμένην  διαλύσασθαι ἐκεῖνα,  τὸ μὴ μνησικακεῖν λέγω. Ἵν' οὖν τοῦτο μάθωμεν  καλῶς, ἀκούσωμεν ὁδῷ προϊόντες  τῆς παραβολῆς ἁπάσης.  Προσηνέχθη  γὰρ  αὐτῷ,  φησὶν,  εἷς  ὀφειλέτης   μυρίων  ταλάντων.   Οὐκ ἔχοντος δὲ αὐτοῦ ἀποτῖσαι, ἐκέλευσεν αὐτὸν πραθῆναι, καὶ τὴν γυναῖκα αὐτοῦ, καὶ τὰ παιδία. Τίνος ἕνεκεν; εἰπέ μοι. Οὐκ ἐξ ὠμότητος, οὐδὲ ἀπανθρωπίας· καὶ γὰρ εἰς αὐτὸν ἡ ζημία περιίστατο πάλιν· δούλη γὰρ ἦν κἀκείνη· ἀλλ' ἐξ ἀφάτου κηδεμονίας. Βούλεται γὰρ αὐτὸν πτοῆσαι διὰ τῆς ἀπειλῆς ταύτης, ἵνα εἰς ἱκετηρίαν ἀγάγῃ, οὐχ ἵνα πραθῇ. Εἰ γὰρ διὰ τοῦτο ἐποίει, οὐκ ἂν ἐπένευσεν αὐτοῦ τῇ αἰτήσει, οὐδ' ἂν τὴν χάριν  ἔδωκε. ∆ιατί οὖν πρὸ τοῦ λογοθεσίου τοῦτο οὐκ ἐποίησεν, οὐδὲ ἀφῆκε τὸ ὄφλημα; ∆ιδάξαι βουλόμενος πόσων αὐτὸν ὀφλημάτων  ἐλευθεροῖ, ἵνα κἂν ταύτῃ ἡμερώτερος περὶ τὸν  σύνδουλον  γένηται.  Εἰ γὰρ καὶ μαθὼν  τοῦ ὀφλήματος  τὸν ὄγκον, καὶ τῆς συγχωρήσεως τὸ μέγεθος, ἐπέμενεν  ἄγχων  τὸν  σύνδουλον· εἰ μὴ τοσούτοις αὐτὸν προεπαίδευσε φαρμάκοις, ποῦ οὐκ ἂν ἐξῆλθεν ὠμότητος; Τί οὖν ἐκεῖνος; Μακροθύμησον ἐπ' ἐμοὶ, καὶ πάντα σοι ἀποδώσω, φησίν· Ὁ δὲ κύριος αὐτοῦ σπλαγχνισθεὶς, ἀπέλυσεν αὐτὸν, καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ. Εἶδες πάλιν φιλανθρωπίας   ὑπερβολήν;  Ἀναβολὴν  ἐζήτησε  μόνον  καιροῦ  καὶ  ὑπέρθεσιν  ὁ οἰκέτης·  ὁ δὲ μεῖζον  ἢ ᾔτησεν  ἔδωκεν,  ἄφεσιν  ὁλοκλήρου  τοῦ  δανείσματος  καὶ συγχώρησιν. Ἐβούλετο μὲν γὰρ καὶ ἐξ ἀρχῆς δοῦναι, ἀλλ' οὐκ ἐβούλετο αὐτοῦ εἶναι τὸ δῶρον μόνον, ἀλλὰ καὶ τῆς τούτου ἱκετηρίας, ἵνα μὴ ἀστεφάνωτος ἀπέλθῃ. Ὅτι γὰρ αὐτοῦ τὸ πᾶν ἦν, εἰ καὶ προσέπεσεν οὗτος καὶ ἐδεήθη, ἡ αἰτία τῆς συγχωρήσεως ἐδήλωσε· Σπλαγχνισθεὶς γὰρ ἀφῆκεν αὐτῷ. Ἀλλ' ὅμως καὶ οὕτως ἐβούλετο κἀκεῖνόν   τι  δοκεῖν  συνεισφέρειν,  ἵνα  μὴ  σφόδρα  ᾖ  κατῃσχυμμένος·  καὶ  ἵνα παιδευθεὶς  ἐν ταῖς  οἰκείαις  συμφοραῖς συγγνωμονικὸς  γένηται  τῷ συνδούλῳ. δʹ. Μέχρι μὲν οὖν τούτου καλὸς οὗτος καὶ εὐάρεστος· καὶ γὰρ ὡμολόγησε, καὶ ἐπηγγείλατο  ἀποδώσειν τὸ ὄφλημα, καὶ προσέπεσε, καὶ παρεκάλεσε, καὶ κατέγνω τῶν  οἰκείων  ἁμαρτημάτων,  καὶ ἔγνω  τὸ μέγεθος  τοῦ ὀφλήματος.  Ἀλλὰ τὰ μετὰ ταῦτα ἀνάξια τῶν προτέρων. Ἐξελθὼν γὰρ εὐθέως, οὐδὲ μετὰ χρόνον πολὺν, ἀλλ' εὐθέως, ἔναυλον  ἔχων  τὴν εὐεργεσίαν, εἰς κακίαν  ἀπεχρήσατο τῇ δωρεᾷ, καὶ τῇ ἐλευθερίᾳ   τῇ  παρὰ  τοῦ  δεσπότου  αὐτῷ   παρασχεθείσῃ.  Εὑρὼν  γὰρ  ἕνα  τῶν συνδούλων αὐτοῦ, ὀφείλοντα αὐτῷ ἑκατὸν δηνάρια, ἔπνιγεν αὐτὸν λέγων· Ἀπόδος μοι εἴ τι ὀφείλεις. Εἶδες δεσπότου φιλανθρωπίαν; εἶδες δούλου ὠμότητα; Ἀκούσατε, οἱ  ὑπὲρ  χρημάτων  ταῦτα  ποιοῦντες.  Εἰ γὰρ  ὑπὲρ  ἁμαρτημάτων  οὐ  χρὴ,  πολλῷ μᾶλλον  ὑπὲρ χρημάτων.  Τί οὖν ἐκεῖνος; Μακροθύμησον ἐπ' ἐμοὶ, καὶ πάντα  σοι ἀποδώσω. Ὁ δὲ οὐδὲ τὰ ῥήματα ᾐδέσθη, δι' ὧν ἐσώθη (καὶ γὰρ αὐτὸς ταῦτα εἰπὼν, ἀπηλλάγη τῶν μυρίων ταλάντων)· καὶ οὐδὲ τὸν λιμένα ἐπέγνω, δι' οὗ τὸ ναυάγιον διέφυγεν· οὐ τὸ σχῆμα τῆς ἱκετηρίας ἀνέμνησεν αὐτὸν τῆς τοῦ δεσπότου φιλανθρωπίας·  ἀλλὰ πάντα ἐκεῖνα ὑπὸ τῆς πλεονεξίας  καὶ τῆς ὠμότητος καὶ τῆς μνησικακίας ἐκβαλὼν, θηρίου παντὸς χαλεπώτερος  ἦν, ἄγχων  τὸν σύνδουλον. Τί ποιεῖς, ἄνθρωπε; σεαυτὸν ἀπαιτῶν· οὐκ αἰσθάνῃ κατὰ σεαυτοῦ τὸ ξίφος ὠθῶν, καὶ τὴν ἀπόφασιν καὶ τὴν δωρεὰν ἀνακαλούμενος; Ἀλλ' οὐδὲν τούτων ἐνενόησεν, οὐδὲ ἐμνήσθη τῶν αὐτοῦ, οὐδὲ ἐνέδωκε· καίτοιγε οὐχ ὑπὲρ τῶν ἴσων ἡ ἱκετηρία. Ὁ μὲν γὰρ ὑπὲρ μυρίων ταλάντων,  ὁ δὲ ὑπὲρ ἑκατὸν δηναρίων παρεκάλει· καὶ ὁ μὲν τὸν σύνδουλον, ὁ δὲ τὸν δεσπότην· καὶ ὁ μὲν τελείαν συγχώρησιν ἔλαβεν, ὁ δὲ ἀναβολὴν ᾔτει. Καὶ οὐδὲ ταύτην αὐτὸς ἐδίδου· Ἔβαλε γὰρ αὐτὸν εἰς φυλακήν. Ἰδόντες δὲ οἱ σύνδουλοι αὐτοῦ, κατηγόρησαν αὐτοῦ πρὸς τὸν δεσπότην. Οὐδὲ ἀνθρώποις  τοῦτο ἀρεστὸν ἦν, μήτιγε  Θεῷ. Συνήλγησαν  οὖν οἱ μὴ ὀφείλοντες.  Τί οὖν ὁ δεσπότης; Πονηρὲ δοῦλε, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με· οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς καὶ ἐγώ σε ἠλέησα; Ὅρα πάλιν τὴν ἡμερότητα τοῦ δεσπότου. Κρίνεται πρὸς αὐτὸν καὶ ἀπολογεῖται, μέλλων ἀνατρέπειν αὐτοῦ τὴν δωρεάν·  μᾶλλον  δὲ οὐκ αὐτὸς  ἀνέτρεψεν,  ἀλλ' ὁ λαβών.  ∆ιό φησι· Πᾶσαν τὴν ὀφειλὴν  ἐκείνην  ἀφῆκά  σοι, ἐπεὶ  παρεκάλεσάς με· οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου; Εἰ γὰρ καὶ βαρύ σοι τὸ πρᾶγμα εἶναι δοκεῖ, ἀλλ' ἔδει καὶ πρὸς τὸ κέρδος ἰδεῖν, τὸ γεγενημένον, τὸ ἐσόμενον. Εἰ καὶ ἐπαχθὲς τὸ ἐπίταγμα, τὸ ἔπαθλον ἐννοῆσαι ἔδει· μηδὲ ὅτι λελύπηκεν  ἐκεῖνος, ἀλλ'  ὅτι σὺ Θεὸν παρώξυνας, ὃν ἀπὸ ψιλῆς  ἱκετηρίας κατήλλαξας.  Εἰ δὲ καὶ οὕτω σοι φορτικὸν  τὸ φίλον  γενέσθαι τῷ λελυπηκότι,  πολλῷ  βαρύτερον τὸ εἰς γέενναν  ἐμπεσεῖν· καὶ εἰ τοῦτο ἀντέθηκας ἐκείνῳ, τότε ἂν ἔγνως, ὅτι πολλῷ τοῦτο κουφότερον. Καὶ ὅτε μὲν μυρία τάλαντα ὤφειλεν, οὐκ ἐκάλεσε πονηρὸν, οὐδὲ ὕβρισεν, ἀλλ' ἠλέησεν· ὅτε δὲ περὶ τὸν σύνδουλον ἀγνώμων ἐγένετο, τότε λέγει, Πονηρὲ δοῦλε. Ἀκούσωμεν, οἱ πλεονέκται· καὶ γὰρ πρὸς ἡμᾶς ὁ λόγος.  Ἀκούσωμεν, καὶ οἱ ἀνηλεεῖς  καὶ ὠμοί· ὅτι οὐχ ἑτέροις  ἐσμὲν ὠμοὶ,  ἀλλ' ἑαυτοῖς.  Ὅταν  οὖν  βούλῃ  μνησικακεῖν,  ἐννόησον  ὅτι σαυτῷ μνησικακεῖς, οὐχ ἑτέρῳ, ὅτι τὰ σαυτοῦ καταδεσμεῖς ἁμαρτήματα, οὐ τὰ τοῦ πλησίον. Σὺ μὲν γὰρ, ὅπερ ἂν ἐργάσῃ τούτῳ, ὡς ἅνθρωπος ἐργάζῃ καὶ ἐν τῷ παρόντι βίῳ· ὁ δὲ Θεὸς οὐχ οὕτως, ἀλλὰ μειζόνως σε τιμωρήσεται, καὶ τιμωρίαν  τὴν ἐκεῖ. Παρέδωκε γὰρ αὐτὸν, ἕως οὗ ἀποδῷ τὸ ὀφειλόμενον· τουτέστι, διηνεκῶς· οὔτε γὰρ ἀποδώσει ποτέ. Ἐπειδὴ γὰρ οὐκ ἐγένου τῇ εὐεργεσίᾳ βελτίων, λείπεται τῇ τιμωρίᾳ σε διορθοῦσθαι. Καίτοιγε ἀμεταμέλητα  τὰ χαρίσματα καὶ αἱ δωρεαί· ἀλλὰ  τοσοῦτον ἴσχυσεν  ἡ  κακία,  ὡς  καὶ  τοῦτον  λῦσαι  τὸν  νόμον.  Τί τοίνυν  τοῦ  μνησικακεῖν χαλεπώτερον,  ὅταν δωρεὰν θείαν τοσαύτην καὶ τηλικαύτην  ἀνατρέπον  φαίνηται; Καὶ οὐδὲ ἁπλῶς αὐτὸν παρέδωκεν, ἀλλὰ ὀργισθείς. Ὅτε μὲν γὰρ ἐκέλευσε πραθῆναι, οὐκ  ἦν  ὀργῆς  τὰ  ῥήματα·  οὐκοῦν  οὐδὲ  ἐποίησεν·  ἀλλ'  ἀφορμὴ  φιλανθρωπίας μεγίστη· νυνὶ δὲ ἀγανακτήσεως πολλῆς ἡ ψῆφος, καὶ τιμωρίας, καὶ κολάσεως. Τί οὖν ἡ παραβολὴ βούλεται; Οὕτω ποιήσει καὶ ὑμῖν, φησὶν, ὁ Πατήρ μου, ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῆς καρδίας ὑμῶν τὰ παραπτώματα αὐτῶν. Οὐ λέγει, Ὁ Πατὴρ ὑμῶν· ἀλλ', Ὁ Πατήρ μου. Οὐ γὰρ ἄξιον τοῦ τοιούτου καλεῖσθαι Πατέρα τὸν Θεὸν, τοῦ  οὕτω  πονηροῦ  καὶ  μισανθρώπου.  εʹ. ∆ύο  τοίνυν  ἐνταῦθα  ζητεῖ,  καὶ καταγινώσκειν  ἡμᾶς τῶν ἁμαρτημάτων, καὶ ἑτέροις ἀφιέναι· καὶ ἐκεῖνο διὰ τοῦτο, ἵνα  εὐκολώτερον  τοῦτο  γένηται  (ὁ γὰρ τὰ  ἑαυτοῦ  ἐννοῶν,  συγγνωμονικώτερος ἔσται τῷ συνδούλῳ)· καὶ οὐχ ἁπλῶς ἀφιέναι ἀπὸ στόματος, ἀλλ' ἀπὸ καρδίας. Μὴ δὴ καθ' ἑαυτῶν τὸ ξίφος ὠθῶμεν μνησικακοῦντες. Τί γάρ σε καὶ τοιοῦτον ἐλύπησεν ὁ λελυπηκὼς,  οἷον σὺ σαυτὸν ἐργάσῃ τῆς ὀργῆς μεμνημένος, καὶ ἐπισπώμενος κατὰ σαυτοῦ  τὴν  καταδικάζουσάν  σε  παρὰ  Θεοῦ  ψῆφον;  Ἂν  μὲν  γὰρ  νήφῃς   καὶ φιλοσοφῇς,  εἰς  τὴν  ἐκείνου  κεφαλὴν  περιστήσεται  τὸ  δεινὸν,  κἀκεῖνος  ἔσται ὁ πάσχων κακῶς· ἂν δὲ μένῃς ἀγανακτῶν καὶ δυσχεραίνων, τότε αὐτὸς ὑποστήσῃ τὴν βλάβην, οὐ παρ' ἐκείνου, ἀλλὰ παρὰ σαυτοῦ. Μὴ τοίνυν λέγε, ὅτι ὕβρισε καὶ διέβαλε καὶ μυρία εἰργάσατο κακά·  ὅσα γὰρ ἂν  εἴπῃς,  τοσούτῳ μᾶλλον  δεικνύεις  αὐτὸν εὐεργέτην.  Ἔδωκε  γὰρ  ἀφορμὴν  ἀπολούσασθαι  τὰ  ἁμαρτήματα·  ὥστε  ὅσῳ  ἂν μείζονα   ἠδικηκὼς   ᾖ,   τοσούτῳ   μείζονος   ἁμαρτημάτων   ἀφέσεως   αἴτιός   σοι καθίσταται. Ἂν γὰρ ἐθέλωμεν, οὐδεὶς ἡμᾶς ἀδικῆσαι δυνήσεται· ἀλλὰ καὶ οἱ ἐχθροὶ τὰ μέγιστα ὠφελήσουσιν ἡμᾶς. Καὶ τί λέγω τοὺς ἀνθρώπους; Τοῦ γὰρ διαβόλου τί γένοιτ' ἂν  πονηρότερον; ἀλλ' ὅμως  καὶ ἐκεῖθεν  πολλὴν  ἀφορμὴν  εὐδοκιμήσεως ἔχομεν, καὶ δείκνυσιν ὁ Ἰώβ. Εἰ δὲ ὁ διάβολος ἀφορμὴ γέγονε στεφάνων, τί δέδοικας ἄνθρωπον ἐχθρόν; Ὅρα οὖν ὅσα κερδαίνεις, πράως τὰς τῶν ἐχθρῶν φέρων ἐπηρείας. Πρῶτον μὲν καὶ μέγιστον, ἁμαρτημάτων ἀπαλλαγήν· δεύτερον, καρτερίαν καὶ ὑπομονήν· τρίτον, ἡμερότητα καὶ φιλανθρωπίαν.  Ὁ γὰρ τοῖς λυποῦσιν οὐκ εἰδὼς ὀργίζεσθαι, πολλῷ  μᾶλλον  τοῖς  φιλοῦσιν  αὐτὸν  ἐπιτήδειος  ἔσται. Τέταρτον, τὸ καθαρεύειν  ὀργῆς διηνεκῶς·  ᾧ οὐδὲν  γένοιτ' ἂν ἴσον. Ὁ γὰρ ὀργῆς καθαρεύων, εὔδηλον ὅτι καὶ τῆς ἐντεῦθεν ἀθυμίας ἀπήλλακται, καὶ οὐκ ἀναλώσει τὸν βίον εἰς ματαιοπονίας  καὶ ὀδύνας. Ὁ γὰρ οὐκ εἰδὼς ἀπεχθάνεσθαι, οὐδὲ λυπεῖσθαι οἶδεν, ἀλλὰ τρυφῆς ἀπολαύσεται καὶ μυρίων ἀγαθῶν. Ὥστε ἑαυτοὺς τιμωρούμεθα μισοῦντες ἑτέρους· ὥσπερ οὖν καὶ ἑαυτοὺς εὐεργετοῦμεν ἀγαπῶντες. Πρὸς τούτοις ἅπασιν αἰδέσιμος ἔσῃ καὶ αὐτοῖς τοῖς ἐχθροῖς, κἂν δαίμονες ὦσι· μᾶλλον  δὲ οὐδὲ ἕξεις λοιπὸν ἐχθρὸν διακείμενος οὕτω. Τὸ δὲ πάντων  μεῖζον καὶ πρῶτον, τὴν τοῦ Θεοῦ κερδαίνεις φιλανθρωπίαν·  κἂν ἡμαρτηκὼς ᾖς, τεύξῃ συγγνώμης· κἂν κατωρθωκὼς ᾖς, πλείονα προσλήψῃ παῤῥησίαν. Ἀνύσωμεν τοίνυν τὸ μηδένα μισεῖν, ἵνα   καὶ  ὁ  Θεὸς  ἡμᾶς  φιλήσῃ·  ἵνα   κἂν  μυρίων   ταλάντων   ὦμεν   ὑπεύθυνοι, σπλαγχνισθῇ  καὶ ἐλεήσῃ. Ἀλλ' ἠδίκησαι παρ' αὐτοῦ; Οὐκοῦν ἐλέησον αὐτὸν,  μὴ μισήσῃς· δάκρυσον καὶ θρήνησον, μὴ ἀποστραφῇς. Οὐ γὰρ σὺ εἶ ὁ προσκεκρουκὼς τῷ Θεῷ, ἀλλ' ἐκεῖνος· σὺ δὲ καὶ εὐδοκίμησας, ἐὰν ἐνέγκῃς. Ἐννόησον, ὅτι σταυροῦσθαι μέλλων  ὁ Χριστὸς, ὑπὲρ ἑαυτοῦ μὲν ἔχαιρεν, ὑπὲρ δὲ τῶν σταυρούντων ἐδάκρυεν. Οὕτω καὶ ἡμᾶς διακεῖσθαι χρή· καὶ ὅσῳ ἂν ἀδικώμεθα, τοσούτῳ μᾶλλον  θρηνεῖν τοὺς ἀδικοῦντας. Ἡμῖν μὲν γὰρ πολλὰ ἐντεῦθεν τὰ ἀγαθά· ἐκείνοις δὲ τὰ ἐναντία. Ἀλλ' ἐπὶ  πάντων  ὕβρισε καὶ ἐτύπτησεν; Οὐκοῦν ἐπὶ  πάντων  ἑαυτὸν  ᾔσχυνε  καὶ ἠτίμασε, καὶ μυρίων κατηγόρων ἤνοιξε στόματα, καὶ σοὶ πλείονας τοὺς στεφάνους ὕφηνε,  καὶ πολλούς  σοι τῆς μακροθυμίας συνήγαγε κήρυκας. Ἀλλὰ πρὸς ἑτέρους διέβαλε; Καὶ τί τοῦτο, τοῦ Θεοῦ ὄντος τοῦ μέλλοντος ἀπαιτεῖν τὰς εὐθύνας, ἀλλ' οὐκ ἐκείνων τῶν ἀκουσάντων; Ἑαυτῷ γὰρ προσέθηκε κολάσεως ὑπόθεσιν, ἵνα μὴ μόνον ὑπὲρ τῶν οἰκείων, ἀλλὰ καὶ ὑπὲρ ὧν περὶ σοῦ διελέχθη, παράσχῃ λόγον. Καὶ σὲ μὲν πρὸς ἀνθρώπους διέβαλεν, αὐτὸς δὲ πρὸς Θεὸν διεβλήθη. Εἰ δὲ οὐκ ἀρκεῖ σοι ταῦτα, ἐννόησον ὅτι καὶ ὁ ∆εσπότης σου διεβλήθη, καὶ ὑπὸ τοῦ Σατανᾶ, καὶ ὑπὸ τῶν ἀνθρώπων, καὶ πρὸς τοὺς μάλιστα φιλουμένους· καὶ ὁ τούτου Μονογενὴς πάλιν τὰ αὐτά. ∆ιὸ ἔλεγεν· Εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐκάλεσαν, πολλῷ μᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ. Καὶ οὐ διέβαλεν αὐτὸν μόνον ὁ πονηρὸς δαίμων ἐκεῖνος, ἀλλὰ καὶ ἐπιστεύθη· καὶ διέβαλεν, οὐ τὰ τυχόντα, ἀλλὰ τὰ μέγιστα ὀνείδη καὶ ἐγκλήματα. Καὶ γὰρ δαιμονῶντα αὐτὸν ἔφησε, καὶ πλάνον εἶναι καὶ ἀντίθεον. Ἀλλὰ καὶ εὐεργετήσας ἔπαθες κακῶς; Καὶ διὰ τοῦτο μάλιστα ὑπὲρ μὲν τοῦ ποιήσαντος θρήνει καὶ ἄλγει, ὑπὲρ δὲ σεαυτοῦ καὶ χαῖρε, ὅτι Θεῷ γέγονας ὅμοιος, τῷ τὸν ἥλιον ἀνατέλλοντι  ἐπὶ πονηροὺς καὶ ἀγαθούς. Εἰ δὲ καὶ ὑπερβαίνει σε τὸ τὸν Θεὸν μιμεῖσθαι· καίτοιγε τῷ νήφοντι  οὐδὲ τοῦτο δύσκολον· ἀλλ' ὅμως εἴ σου μεῖζον εἶναι τοῦτό σοι δοκεῖ, φέρε σε πρὸς  τοὺς  συνδούλους  ἀγάγωμεν·  πρὸς  τὸν  Ἰωσὴφ,  τὸν  μυρία  παθόντα  καὶ εὐεργετήσαντα τοὺς ἀδελφούς· πρὸς τὸν Μωϋσέα, τὸν μετὰ μυρίας ἐπιβουλὰς ὑπὲρ αὐτῶν δεηθέντα· πρὸς τὸν μακάριον Παῦλον, τὸν οὐδὲ ἀριθμῆσαι ἔχοντα ἅπερ ἔπαθε παρ' αὐτῶν,  καὶ  ἀξιοῦντα  ἀνάθεμα  εἶναι  ὑπὲρ αὐτῶν·  πρὸς τὸν  Στέφανον,  τὸν λιθαζόμενον  καὶ παρακαλοῦντα  λυθῆναι  αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Καὶ ταῦτα πάντα ἐννοήσας, ἔκβαλε πᾶσαν ὀργὴν, ἵνα καὶ ἡμῖν ὁ Θεὸς ἀφῇ πάντα τὰ παραπτώματα, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη Eισαγωγή  και δημοσίευση Κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |