ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΟΜΙΛΙΑ ΝΒʹ. Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς, ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος.

Τετάρτη 19 Οκτωβρίου 2016

ΟΜΙΛΙΑ ΝΒʹ. Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς, ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος.




Ιωάννης Χρυσόστομος Είς τόν Ματθαίον Ομιλίαι
Τόμος 58

8.ΟΜΙΛΙΑ ΝΒʹ. Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς, ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος. Καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα, ἔκραξεν αὐτῷ λέγουσα· «Ἐλέησόν με, Κύριε, υἱὲ ∆αυΐδ· ἡ θυ γάτηρ μου κακῶςδαιμονίζεται.»

αʹ. Ὁ δὲ Μάρκος φησὶν, ὅτι οὐκ ἠδυνήθη λαθεῖν, ἐλθὼν εἰς τὴν οἰκίαν. Τί δὲ ὅλως ἀπῄει εἰς τὰ μέρη ταῦτα; Ὅτε τῆς τῶν βρωμάτων παρατηρήσεως ἀπήλλαξε, τότε καὶ τοῖς ἔθνεσι θύραν ἀνοίγει λοιπὸν ὁδῷ προβαίνων· ὥσπερ οὖν καὶ Πέτρος, πρότερον τοῦτον ἐπιταγεὶς λῦσαι τὸν νόμον, πέμπεται πρὸς τὸν Κορνήλιον. Εἰ δὲ λέγοι τις, Πῶς οὖν τοῖς μαθηταῖς λέγων, Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, ταύτην προσίεται; πρῶτον  μὲν  ἐκεῖνο  ἂν  εἴποιμεν,  ὅτι οὐχ ὅπερ ἐπέταξε τοῖς  μαθηταῖς, τούτῳ καὶ αὐτὸς ὑπεύθυνος ἦν· δεύτερον δὲ, ὅτι οὐδὲ ὡς κηρύξων ἀπῆλθεν· ὅπερ οὖν καὶ ὁ Μάρκος αἰνιττόμενος  ἔλεγεν,  ὅτι καὶ ἔκρυψεν ἑαυτὸν, καὶ οὐκ ἔλαθεν Ὥσπερ γὰρ  τὸ  μὴ  δραμεῖν  ἐπ'  αὐτοὺς  πρώτους  τῆς  ἀκολουθίας  τῶν πραγμάτων ἦν· οὕτω τὸ προσερχομένους διώκειν ἀνάξιον αὐτοῦ τῆς φιλανθρωπίας.


Εἰ γὰρ τοὺς φεύγοντας  διώκειν ἐχρῆν, πολλῷ μᾶλλον τοὺς διώκοντας φεύγειν οὐκ ἔδει. Ὅρα γοῦν  πῶς  ἐστιν εὐεργεσίας ἁπάσης ἀξία ἡ γυνή.  Οὐδὲ γὰρ ἐτόλμησεν ἐλθεῖν εἰς τὰ Ἱεροσόλυμα, φοβουμένη καὶ ἀναξίαν ἑαυτὴν τιθεμένη. Ὅτι γὰρ, εἰ μὴ τοῦτο ἦν, ἐκεῖ παρεγένετο ἂν, δῆλον καὶ ἀπὸ τῆς παρούσης σφοδρότητος, καὶ ἐκ τοῦ τῶν ὁρίων αὐτῆς ἐξελθεῖν. Τινὲς δὲ καὶ ἀλληγοροῦντές  φασιν, ὅτι, ὅτε ἐξῆλθεν ἐκ τῆς Ἰουδαίας ὁ Χριστὸς, τότε αὐτῷ προσελθεῖν ἐτόλμησεν ἡ Ἐκκλησία, καὶ αὐτὴ ἐκ τῶν ὁρίων αὐτῆς ἐξελθοῦσα. Ἐπιλάθου γὰρ, φησὶ, τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου. Καὶ γὰρ ὁ Χριστὸς ἐκ τῶν ὁρίων αὐτοῦ ἐξῆλθε, καὶ ἡ γυνὴ ἐκ τῶν ὁρίων αὐτῆς καὶ οὕτως ἠδυνήθησαν συντυχεῖν ἀλλήλοις. Ἰδοὺ γὰρ γυνὴ Χαναναία, φησὶν, ἐξελθοῦσα ἐκ τῶν ὁρίων αὐτῆς. Κατηγορεῖ τῆς γυναικὸς ὁ εὐαγγελιστὴς, ἵνα δείξῃ τὸ   θαῦμα,   καὶ   αὐτὴν   ἀνακηρύξῃ   μειζόνως.   Καὶ  γὰρ   ἀκούσας   Χαναναίαν, ἀναμνήσθητι τῶν  παρανόμων  ἐκείνων  ἐθνῶν,  οἳ καὶ τοὺς τῆς φύσεως νόμους ἐκ βάθρων ἀνέτρεψαν. Μνησθεὶς δὲ αὐτῶν, ἐννόει καὶ τῆς τοῦ Χριστοῦ παρουσίας τὴν δύναμιν. Οἱ γὰρ ἐκβληθέντες, ἵνα μὴ διαστρέψωσιν Ἰουδαίους, οὗτοι τοσοῦτον τῶν Ἰουδαίων ἐφάνησαν ἐπιτηδειότεροι, ὡς καὶ ἐξιέναι ἐκ τῶν ὁρίων, καὶ προσιέναι τῷ Χριστῷ, ἐκείνων  καὶ  πρὸς αὐτοὺς  ἐρχόμενον  ἐλαυνόντων.  Προσελθοῦσα τοίνυν οὐδὲν  ἕτερόν φησιν, ἀλλ',  Ἐλέησόν με, καὶ πολὺ διὰ τῆς κραυγῆς περιίστησι τὸ θέατρον.  Καὶ γὰρ  ἦν  θέαμα  ἐλεεινὸν,  γυναῖκα  ἰδεῖν  βοῶσαν  μετὰ  συμπαθείας τοσαύτης, καὶ γυναῖκα  μητέρα, καὶ ὑπὲρ θυγατρὸς δεομένην,  καὶ θυγατρὸς οὕτω κακῶς διακειμένης. Οὐδὲ γὰρ ἐτόλμησεν εἰς ὄψιν τοῦ ∆ιδασκάλου τὴν δαιμονῶσαν ἀγαγεῖν· ἀλλ' ἀφεῖσα οἴκοι κεῖσθαι, αὕτη τίθησι τὴν ἱκετηρίαν. Καὶ λέγει τὸ πάθος μόνον, καὶ οὐδὲν πλέον προστίθησιν, οὐδὲ ἕλκει τὸν ἰατρὸν εἰς τὴν οἰκίαν, καθάπερ ὁ βασιλικὸς ἐκεῖνος,  λέγων·  Ἐλθὼν  ἐπίθες  τὴν  χεῖρά  σου καὶ, Κατάβηθι πρὶν  ἢ ἀποθανεῖν τὸ παιδίον μου. Ἀλλὰ καὶ τὴν συμφορὰν διηγησαμένη, καὶ τῆς νόσου τὴν ἐπίτασιν, τὸν ἔλεον τοῦ ∆εσπότου προβάλλεται, καὶ κράζει μεγάλα· καὶ οὐ λέγει, Ἐλέησον τὴν θυγάτερά μου, ἀλλ', Ἐλέησόν με. Ἐκείνη μὲν γὰρ ἀνεπαίσθητός ἐστι τῆς νόσου· ἐγὼ δὲ ἡ τὰ μυρία πάσχουσά εἰμι δεινὰ, ἡ μετὰ αἰσθήσεως νοσοῦσα, ἡ μετὰ τοῦ εἰδέναι  μαινομένη.  Ὁ δὲ οὐκ ἀπεκρίθη  αὐτῇ  λόγον.  Τί τὸ καινὸν  καὶ παράδοξον; τοὺς μὲν  Ἰουδαίους  καὶ ἀγνωμονοῦντας  ἐνάγει,  καὶ βλασφημοῦντας παρακαλεῖ,   καὶ   πειράζοντας   οὐκ   ἀφίησι·   τὴν   δὲ   ἐπιτρέχουσαν   αὐτῷ   καὶ παρακαλοῦσαν καὶ δεομένην, καὶ οὔτε νόμῳ οὔτε προφήταις ἐντραφεῖσαν, καὶ τοσαύτην εὐλάβειαν  ἐπιδεικνυμένην,  ταύτην οὐδὲ ἀποκρίσεως ἀξιοῖ. Τίνα οὐκ ἂν τοῦτο ἐσκανδάλισεν, ὁρῶντα ἐναντία  τῇ φήμῃ τὰ γινόμενα; Καὶ γὰρ ἤκουσαν, ὅτι περιῆγε τὰς κώμας θεραπεύων· ταύτην  δὲ ἐλθοῦσαν διακρούεται. Τίνα δὲ οὐκ ἂν ἐπέκλασε τὸ πάθος καὶ ἡ ἱκετηρία, ἣν ἐποιεῖτο ὑπὲρ θυγατρὸς οὕτω κακῶς διακειμένης; Οὐδὲ γὰρ ὡς ἀξία οὖσα, οὐδὲ ὡς ὀφειλὴν ἀπαιτοῦσα, οὕτω προσῆλθεν, ἀλλ' ἐλεηθῆναι ἐδεῖτο, καὶ τὴν συμφορὰν τὴν οἰκείαν ἐξετραγῴδει μόνον, καὶ οὐδὲ ἀποκρίσεως  ἀξιοῦται.  Τάχα  πολλοὶ  τῶν  ἀκουόν  των  ἐσκανδαλίσθησαν· ἐκείνη δὲ οὐκ ἐσκανδαλίσθη. Καὶ τί λέγω, τῶν ἀκουόντων· Καὶ γὰρ οἶμαι καὶ τοὺς μαθητὰς αὐτοὺς παθεῖν τι πρὸς τὴν συμφορὰν τῆς γυναικὸς, καὶ διαταραχθῆναι καὶ ἀθυμῆσαι. Ἀλλ' ὅμως  οὐδὲ ταραχθέντες  ἐτόλμησαν  εἰπεῖν·  ∆ὸς αὐτῇ  τὴν  χάριν· ἀλλὰ,  Προσελθόντες οἱ  μαθηταὶ  ἠρώτων  αὐτὸν  λέγοντες· Ἀπόλυσον  αὐτὴν,  ὅτι κράζει  ὄπισθεν  ἡμῶν.  Καὶ γὰρ  ἡμεῖς  ὅταν  βουληθῶμέν  τινα  πεῖσαι,  τἀναντία πολλάκις  λέγομεν.  Ὁ δὲ Χριστός φησιν· Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα  οἴκου Ἰσραήλ. βʹ. Τί οὖν ἡ γυνὴ, ἐπειδὴ ταῦτα ἤκουσεν; ἐσίγησε καὶ ἀπέστη; ἢ καθυφῆκε  τῆς προθυμίας; Οὐδαμῶς· ἀλλὰ  μᾶλλον  ἐπέκειτο. Ἀλλ' οὐχ ἡμεῖς οὕτως· ἀλλ' ὅταν μὴ τύχωμεν, ἀφιστάμεθα, δέον διὰ τοῦτο ἐπικεῖσθαι μᾶλλον. Καίτοι τίνα οὐκ ἂν ἐξηπόρησε τοῦτο τὸ τότε ῥηθέν; Ἱκανὴ μὲν οὖν καὶ ἡ σιγὴ εἰς ἀπόγνωσιν αὐτὴν ἐμβαλεῖν· ἡ δὲ ἀπόκρισις καὶ πολλῷ μᾶλλον ἐποίει. Τὸ γὰρ μεθ' ἑαυτῆς καὶ τοὺς συνηγόρους ἐξαπορηθέντας ἰδεῖν, καὶ τὸ ἀκοῦσαι, ὅτι καὶ τὸ πρᾶγμα γενέσθαι ἀμήχανον, εἰς ἄφατον ἀπορίαν ἐνέβαλεν. Ἀλλ' ὅμως οὐκ ἠπορεῖτο ἡ γυνή· ἀλλ' ἐπειδὴ εἶδεν οὐδὲν ἰσχύοντας τοὺς προστάτας, ἀπηναισχύντησε καλὴν ἀναισχυντίαν. Πρὸ τούτου μὲν γὰρ οὐδὲ εἰς ὄψιν ἐλθεῖν ἐτόλμα· Κράζει γὰρ, φησὶν, ὄπισθεν ἡμῶν· ὅτε δὲ εἰκὸς ἦν αὐτὴν καὶ ποῤῥωτέρω ἀπελθεῖν ἐξαπορηθεῖσαν, τότε καὶ ἐγγυτέρω ἔρχεται, καὶ προσκυνεῖ λέγουσα· Κύριε, βοήθει μοι. Τί τοῦτο, ὦ γύναι; μὴ γὰρ μείζονα παῤῥησίαν ἔχεις τῶν ἀποστόλων; μὴ γὰρ πλείονα ἰσχύν; Παῤῥησίαν μὲν καὶ ἰσχὺν, φησὶν, οὐδαμῶς, ἀλλὰ  καὶ αἰσχύνης  γέμω· ἀλλ' ὅμως αὐτὴν  τὴν ἀναισχυντίαν  ἀντὶ ἱκετηρίας προβάλλομαι αἰδεσθήσεταί μου τὴν παῤῥησίαν. Καὶ τί τοῦτο; οὐκ ἤκουσας αὐτοῦ λέγοντος,  ὅτι Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα  οἴκου Ἰσραήλ; Ἤκουσα, φησὶν, ἀλλ' αὐτὸς Κύριός ἐστι. ∆ιόπερ οὐδὲ ἔλεγε, Παρακάλεσον καὶ δεήθητι· ἀλλὰ, Βοήθει μοι. Τί οὖν ὁ Χριστός; Οὐδὲ τούτοις ἠρκέσθη, ἀλλ' ἐπιτείνει  τὴν ἐξαπόρησιν πάλιν  λέγων· Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ δοῦναι τοῖς κυναρίοις. Καὶ ὅτε ἠξίωσεν αὐτὴν λόγου, τότε μειζόνως ἐπέπληξεν ἢ διὰ τῆς σιγῆς. Καὶ οὐκέτι ἐφ' ἕτερον μεταφέρει τὴν αἰτίαν, οὐδὲ λέγει, Οὐκ ἀπεστάλην· ἀλλ' ὅσῳ ἐπέτεινεν ἐκείνη τὴν ἱκετηρίαν, τοσούτῳ καὶ αὐτὸς τὴν παραίτησιν ἐπιτείνει. Καὶ οὐκέτι πρόβατα αὐτοὺς καλεῖ, ἀλλὰ τέκνα, καὶ αὐτὴν κυνάριον. Τί οὖν ἡ γυνή; Ἀπ' αὐτῶν τῶν αὐτοῦ ῥημάτων πλέκει τὴν συνηγορίαν.  Εἰ γὰρ  κυνάριόν  εἰμι,  φησὶν,  οὐκ  εἰμὶ  ἀλλοτρία.  ∆ικαίως  ἔλεγεν  ὁ Χριστός· Εἰς κρῖμα ἐγὼ ἦλθον. Ἡ γυνὴ φιλοσοφεῖ, καὶ καρτερίαν ἐπιδείκνυται πᾶσαν καὶ πίστιν, καὶ ταῦτα ὑβριζομένη· ἐκεῖνοι  δὲ, θεραπευόμενοι  καὶ τιμώμενοι,  τοῖς ἐναντίοις  ἀμείβονται.  Ὅτι μὲν  γὰρ ἀναγκαία  ἡ τροφὴ  τοῖς  τέκνοις,  φησὶν,  οἶδα κἀγώ· πλὴν οὐδὲ ἐγὼ κεκώλυμαι, κυνάριον οὖσα. Εἰ μὲν γὰρ μὴ θέμις λαβεῖν, οὐδὲ τῶν  ψιχίων   μετασχεῖν  θέμις·  εἰ  δὲ  κἂν  ἐκ  μικροῦ  δεῖ  κοινωνεῖν,   οὐδὲ  ἐγὼ κεκώλυμαι, κἂν κυνάριον ὦ· ἀλλὰ καὶ ταύτῃ μάλιστα μετέχω, εἰ κυνάριόν εἰμι. ∆ιὰ ταῦτα ἀνεβάλλετο ὁ Χριστός· ἐροῦσαν γὰρ ταῦτα ᾔδει· διὰ ταῦτα ἠρνεῖτο τὴν δόσιν, ἵνα δείξῃ αὐτῆς τὴν φιλοσοφίαν.  Εἰ γὰρ μὴ δοῦναι ἔμελλεν,  οὐδ'  ἂν μετὰ ταῦτα ἔδωκεν, οὐδ' ἂν ἐπεστόμισεν αὐτὴν πάλιν· ἀλλ' ὅπερ ἐπὶ τοῦ ἑκατοντάρχου ποιεῖ, λέγων· Ἐγὼ ἐλθὼν  θεραπεύσω αὐτὸν, ἵνα μάθωμεν ἐκείνου τὴν εὐλάβειαν, καὶ ἀκούσωμεν αὐτοῦ λέγοντος· Οὐκ εἰμὶ ἄξιος ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· καὶ ὅπερ ἐπὶ τῆς αἱμοῤῥοούσης ποιεῖ, λέγων· Ἐγὼ οἶδα δύναμιν ἐξ ἐμοῦ ἐξελθοῦσαν, ἵνα κατάδηλον αὐτῆς τὴν πίστιν ποιήσῃ· καὶ ὅπερ ἐπὶ τῆς Σαμαρείτιδος, ἵνα δείξῃ πῶς οὐδὲ  ἐλεγχομένη  ἀφίσταται·  οὕτω  δὴ  καὶ  ἐνταῦθα.  Οὐ γὰρ  ἐβούλετο  κρυβῆναι τοσαύτην γυναικὸς ἀρετήν. Ὥστε οὐχ ὑβρίζοντος ἦν ἅπερ ἔλεγεν, ἀλλὰ ἐκκαλουμένου, καὶ τὸν ἐναποκείμενον θησαυρὸν ἐκκαλύπτοντος. Σὺ δέ μοι μετὰ τῆς πίστεως  ὅρα  καὶ  τὴν  ταπεινοφροσύνην.   Αὐτὸς  μὲν  γὰρ  τέκνα   ἐκάλεσε  τοὺς Ἰουδαίους·  αὕτη  δὲ  οὐκ  ἠρκέσθη τούτῳ,  ἀλλὰ  καὶ  κυρίους  ὠνόμασε· τοσοῦτον ἀπέσχεν ἀλγῆσαι τοῖς ἑτέρων ἐγκωμίοις. Καὶ γὰρ τὰ κυνάρια, φησὶν, ἐσθίει ἀπὸ τῶν ψιχίων   τῶν  πιπτόντων   ἀπὸ  τῆς  τραπέζης  τῶν  κυρίων  αὐτῶν.  Εἶδες γυναικὸς σύνεσιν, πῶς οὐδὲ ἀντειπεῖν  ἐτόλμησεν, οὐδὲ ἐδήχθη τοῖς ἑτέρων ἐπαίνοις,  οὐδὲ ἠγανάκτησε τῇ ὕβρει; Εἶδες εὐτονίαν; Αὐτὸς ἔλεγεν, Οὐκ ἔστι καλόν· αὕτη δὲ ἔλεγε, Ναὶ, Κύριε· αὐτὸς τέκνα ἐκάλει, αὕτη δὲ κυρίους· αὐτὸς κυνάριον ὠνόμασεν, αὕτη δὲ καὶ  τὸ  ἔργον  τοῦ  κυναρίου  προσέθηκεν.  Εἶδες  ταύτης  τὴν  ταπεινοφροσύνην; Ἄκουσον  Ἰουδαίων   μεγαληγορίαν.  Σπέρμα  Ἀβραάμ  ἐσμεν,  καὶ  οὐδενὶ δεδουλεύκαμεν  πώποτε·  καὶ,  Ἐκ τοῦ  Θεοῦ γεγεννήμεθα.  Ἀλλ'  οὐχ  αὕτη  ἀλλὰ κυνάριον ἑαυτὴν καλεῖ, καὶ κυρίους ἐκείνους· διὰ δὴ τοῦτο γέγονε τέκνον. Τί οὖν ὁ Χριστός; Ὦ γύναι,  μεγάλη  σου ἡ  πίστις.  ∆ιὰ γὰρ  τοῦτο  ἀνεβάλλετο,  ἵνα  τοῦτο ἀναβοήσῃ τὸ ῥῆμα, ἵνα στεφανώσῃ τὴν  γυναῖκα.  Γενηθήτω σοι ὡς θέλεις. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἡ μὲν πίστις σου καὶ μείζονα τούτων ἀνύσαι δύναται· πλὴν γενηθήτω  σοι ὡς θέλεις. Αὕτη συγγενὴς ἐκείνῃ τῇ φωνῇ τῇ λεγούσῃ· Γενηθήτω ὁ οὐρανὸς, καὶ ἐγένετο. Καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης. Εἶδες πῶς οὐ μικρὸν καὶ αὕτη εἰσήνεγκεν εἰς τὴν ἰατρείαν τοῦ θυγατρίου;  ∆ιὰ τοῦτο γὰρ οὐδὲ εἶπεν ὁ Χριστὸς, Ἰαθήτω σου τὸ θυγάτριον· ἀλλὰ, Μεγάλη σου ἡ πίστις, γενηθήτω σοι ὡς θέλεις· ἵνα μάθῃς, ὅτι οὐχ ἁπλῶς οὐδὲ κολακείας ἦν τὰ ῥήματα, ἀλλὰ πολλὴ τῆς  πίστεως  ἡ δύναμις.  Τὴν γοῦν  ἀκριβῆ βάσανον αὐτῆς  καὶ ἀπόδειξιν  τῇ  τῶν πραγμάτων ἐπέτρεψεν ἐκβάσει. Ἰάθη γοῦν τὸ θυγάτριον αὐτῆς εὐθέως. γʹ. Σὺ δέ μοι σκόπει, πῶς τῶν ἀποστόλων ἡττηθέντων  καὶ οὐκ ἀνυσάντων, αὕτη ἤνυσε. Τοσοῦτόν ἐστι προσεδρεία εὐχῆς. Καὶ γὰρ ὑπὲρ τῶν ἡμετέρων παρ' ἡμῶν βούλεται μᾶλλον τῶν ὑπευθύνων  ἀξιοῦσθαι, ἢ παρ' ἑτέρων ὑπὲρ ἡμῶν. Καίτοι μείζονα παῤῥησίαν εἶχον ἐκεῖνοι· ἀλλὰ πολλὴν καρτερίαν ἐπεδείξατο αὕτη. ∆ιὰ δὲ τοῦ τέλους καὶ πρὸς τοὺς μαθητὰς ἀπελογήσατο τῆς ἀναβολῆς ἕνεκα, καὶ ἔδειξεν, ὅτι δικαίως αὐτῶν ἀξιωσάντων οὐκ ἐπένευσε. Καὶ μεταβὰς ἐκεῖθεν ὁ Ἰησοῦς, ἦλθε παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας· καὶ ἀναβὰς εἰς τὸ ὄρος, ἐκάθητο ἐκεῖ. Καὶ προσῆλθον αὐτῷ ὄχλοι πολλοὶ  ἔχοντες  μεθ'  ἑαυτῶν  χωλοὺς,  τυφλοὺς,  κυλλοὺς,  κωφούς·  καὶ  ἔῤῥιψαν αὐτοὺς  παρὰ  τοὺς  πόδας  αὐτοῦ·  καὶ  ἐθεράπευσεν  αὐτοὺς,  ὥστε  τοὺς  ὄχλους θαυμάσαι, βλέποντας  κωφοὺς  λαλοῦντας,  κυλλοὺς  ὑγιεῖς,  χωλοὺς περιπατοῦντας,  καὶ τυφλοὺς  βλέποντας· καὶ ἐδόξαζον τὸν Θεὸν Ἰσραήλ. Ποτὲ μὲν αὐτὸς περίεισι, ποτὲ δὲ κάθηται περιμένων τοὺς κάμνοντας, καὶ χωλοὺς εἰς τὸ ὄρος ἀνάγει.  Καὶ οὐκέτι  ἅπτονται  οὐδὲ  τοῦ  ἱματίου  αὐτοῦ,  ἀλλ'  ἐπὶ  τὸ  ὑψηλότερον ἀναβαίνουσι, ῥιπτόμενοι πρὸς τοὺς πόδας αὐτοῦ· καὶ διπλῆν τὴν πίστιν τὴν ἑαυτῶν ἐπεδείκνυντο,  καὶ τῷ χωλεύοντες  εἰς τὸ ὄρος ἀναβαίνειν, καὶ τῷ μηδενὸς δέεσθαι ἑτέρου, ἀλλὰ  τοῦ  ῥιφῆναι  πρὸς  τοὺς  πόδας  μόνον.  Καὶ ἦν  πολὺ  τὸ  θαῦμα  καὶ παράδοξον, τοὺς φερομένους περιπατοῦντας  ἰδεῖν, τοὺς πηροὺς οὐ χρείαν ἔχοντας χειραγωγούντων.  Καὶ γὰρ  τὸ  πλῆθος  τῶν  θεραπευομένων  καὶ  τὸ  εὔκολον  τῆς ἰατρείας αὐτοὺς ἐξέπληττεν. Εἶδες πῶς τὴν μὲν γυναῖκα μετὰ τοσαύτης μελλήσεως ἐθεράπευσε, τούτους  δὲ εὐθέως; οὐκ ἐπειδὴ  βελτίους  ἐκείνης  οὗτοι, ἀλλ'  ἐπειδὴ πιστοτέρα ἐκείνη τούτων.  ∆ιὰ τοῦτο ἐπ' ἐκείνης  μὲν ἀναβάλλεται  καὶ μέλλει, τὸ εὔτονον αὐτῆς ἐνδεικνύμενος·  τούτοις δὲ εὐθέως παρέχει τὴν δωρεὰν, ἐμφράττων τῶν ἀπίστων Ἰουδαίων  τὰ στόματα, καὶ πᾶσαν αὐτῶν ἐκκόπτων  ἀπολογίαν.  Ὅσῳ γὰρ ἄν τις μείζονα εὐεργετῆται, τοσούτῳ μᾶλλόν ἐστιν ὑπεύθυνος κολάσει ἀγνωμονῶν,  καὶ μηδὲ τῇ τιμῇ γενόμενος βελτίων ∆ιὰ δὴ τοῦτο καὶ οἱ πλουτοῦντες τῶν  πενομένων  μᾶλλον  κολάζονται  κακοὶ ὄντες, ὅτι μηδὲ ἐν εὐθηνίᾳ  γεγόνασιν ἥμεροι. Μὴ γάρ μοι λέγε, ὅτι ἔδωκαν ἐλεημοσύνην. Εἰ γὰρ μὴ κατ' ἀξίαν ἔδωκαν τῆς οὐσίας, οὐδ' οὕτω διαφεύξονται.  Οὐ γὰρ τῷ μέτρῳ τῶν  διδομένων  ἡ ἐλεημοσύνη κρίνεται, ἀλλὰ τῇ δαψιλείᾳ τῆς γνώμης. Εἰ δὲ οὗτοι δίκην διδόασι, πολλῷ μᾶλλον οἱ περὶ τὰ περιττὰ ἐπτοημένοι, οἱ τριώροφα καὶ τετραώροφα οἰκοδομοῦντες, τῶν  δὲ πεινώντων  καταφρονοῦντες,  οἱ φιλαργυρίας  μὲν ἐπιμελούμενοι,  ἐλεημοσύνης δὲ ἀμελοῦντες.  Ἀλλ'  ἐπειδὴ  περὶ  ἐλεημοσύνης  λόγος  ἐνέπεσε, φέρε  δὴ  τὸν  λόγον ἐκεῖνον,  ὃν πρὸ τριῶν  ἡμερῶν  περὶ φιλανθρωπίας  ποιούμενος  ἀτέλεστον  εἴασα, ἀναλάβωμεν  σήμερον. Μέμνησθε, ὅτε πρώην περὶ ὑποδημάτων  περιεργίας διελεγόμην,  καὶ τῆς ματαιοπονίας  ἐκείνης, καὶ τῆς τῶν  νέων  βλακείας, τότε ἀπὸ ἐλεημοσύνης ἡμῖν εἰς ἐκεῖνα ὁ λόγος ἐξέπεσε τὰ ἐγκλήματα. Τίνα οὖν ἦν τὰ τότε κινούμενα; Ὅτι τέχνη τίς ἐστιν ἡ ἐλεημοσύνη, ἐν οὐρανῷ τὸ ἐργαστήριον ἔχουσα, καὶ διδάσκαλον οὐκ ἄνθρωπον, ἀλλὰ Θεόν. Εἶτα ζητοῦντες, τί τέχνη, καὶ τί οὐ τέχνη, εἰς ματαιοπονίας καὶ κακοτεχνίας ἐνεπέσομεν, ἐν αἷς καὶ τῆς τέχνης ταύτης ἐμνημονεύσαμεν τῆς τῶν ὑποδημάτων. Ἆρα ἀνεπολήσατε; Φέρε οὖν καὶ τήμερον τὰ τότε εἰρημένα ἀναλάβωμεν, καὶ δείξωμεν πῶς τέχνη καὶ ἀμείνων πασῶν τεχνῶν ἡ ἐλεημοσύνη. Εἰ γὰρ τέχνης  ἴδιον  τὸ πρός τι χρήσιμον τελευτᾷν,  ἐλεημοσύνης δὲ οὐδὲν χρησιμώτερον, εὔδηλον ὅτι καὶ τέχνη καὶ τεχνῶν ἁπασῶν αὕτη ἀμείνων. Οὐ γὰρ ὑποδήματα  ἡμῖν  ἐργάζεται, οὐδὲ ἱμάτια  ὑφαίνει,  οὐδὲ οἰκίας  οἰκοδομεῖ  τὰς πηλίνας· ἀλλὰ ζωὴν αἰώνιον προξενεῖ, καὶ τῶν τοῦ θανάτου χειρῶν ἐξαρπάζει, καὶ ἐν ἐν ἑκατέρᾳ τῇ ζωῇ λαμπροὺς ἀποφαίνει, καὶ οἰκοδομεῖ τὰς μονὰς τὰς ἐν οὐρανοῖς, καὶ  τὰς  σκηνὰς  ἐκείνας  τὰς  αἰωνίους.  Αὕτη  τὰς  λαμπάδας  ἡμῶν  οὐκ  ἀφίησι σβεσθῆναι, οὐδὲ ῥυπαρὰ ἔχοντας  ἱμάτια  φανῆναι  ἐν τῷ γάμω, ἀλλὰ  πλύνει,  καὶ χίονος καθαρώτερα ἐργάζεται. Ἐὰν γὰρ ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν,  ὡς χιόνα λευκανῶ, Οὐκ ἀφίησιν ἡμᾶς ἐμπεσεῖν ἔνθα ὁ πλούσιος ἐκεῖνος, οὐδὲ ἀκοῦσαι τῶν φοβερῶν ῥημάτων, ἀλλ' εἰς κόλπους χειραγωγεῖ  τοῦ Ἀβραάμ. Καίτοι τῶν τεχνῶν τῶν βιωτικῶν ἓν ἑκάστη ἀπολαβοῦσα ἔχει κατόρθωμα· οἷον ἡ γεωργία, τὸ τρέφειν ἡ ὑφαντικὴ, τὸ ἐνδύειν· μᾶλλον δὲ οὐδὲ τοῦτο· οὐδὲ γὰρ ἀρκεῖ μόνη τὰ παρ' ἑαυτῆς  ἡμῖν  συνεισενεγκεῖν.  δʹ. Καὶ εἰ  βούλει,  τὴν  γεωργικὴν  ἐξετάσωμεν πρώτην. Ἂν γὰρ μὴ ἔχῃ τὴν χαλκευτικὴν, ἵνα δίκελλαν καὶ ὕνην καὶ δρεπάνην καὶ πέλεκυν, καὶ ἕτερα πλείονα  δανείζηται  παρ' αὐτῆς· καὶ τὴν τεκτονικὴν,  ὥστε καὶ ἄροτρον πῆξαι, καὶ ζεύγλην κατασκευάσαι, καὶ ἅμαξαν, ὥστε τρίβειν ἀστάχυας· καὶ τὴν σκυτοτομικὴν, ὥστε καὶ ἱμάντα ἐργάσασθαι· καὶ τὴν οἰκοδομικὴν, ὥστε καὶ τοῖς ἀροτριῶσι ταύροις βοοστάσιον οἰκοδομῆσαι, καὶ τοῖς σπείρουσι γεωργοῖς οἰκίας· καὶ τὴν δρυμοτομικὴν, ὥστε ξύλα τέμνειν· καὶ τὴν ἀρτοποιητικὴν  μετὰ ταῦτα πάντα, οὐδαμοῦ φαίνεται.  Οὕτω καὶ ἡ ὑφαντικὴ,  ὅταν τι ποιῇ, πολλὰς μεθ' ἑαυτῆς καλεῖ τέχνας,  ὥστε αὐτῇ  συνεφάψασθαι  τῶν  προκειμένων·  κἂν  μὴ παραγένωνται  καὶ χεῖρα  ὀρέξωσιν, ἕστηκε καὶ  αὕτη  κατ' ἐκείνην  ἀπορουμένη.  Καὶ ἑκάστη δὲ τῶν τεχνῶν  τῆς ἑτέρας δεῖται. Ὅταν δὲ ἐλεῆσαι δέῃ, οὐδενὸς  ἡμῖν  δεῖ ἑτέρου, ἀλλὰ γνώμης  δεῖται  μόνον.  Εἰ δὲ  λέγοις,  ὅτι  χρημάτων  δεῖται,  καὶ  οἰκημάτων,  καὶ ἱματίων,  καὶ ὑποδημάτων,  ἀνάγνωθι  τὰ ῥήματα τοῦ Χριστοῦ ἐκεῖνα,  ἃ περὶ τῆς χήρας  εἶπε, καὶ παῦσαι ταύτης  τῆς  ἀγωνία·  Κἂν γὰρ σφόδρα πένης  ᾖς, καὶ τῶν προσαιτούντων,  δύο λεπτὰ  ἂν βάλῃς, τὸ πᾶν ἀπήρτισας· κἂν δῷς μάζαν, ταύτην ἔχων  μόνον,  πρὸς  τὸ  τέλος  ἦλθες  τῆς  τέχνης.  Ταύτην  τοίνυν   δεξώμεθα  τὴν ἐπιστήμην, καὶ κατορθώσωμεν. Καὶ γὰρ βέλτιον ταύτην εἰδέναι, ἢ βασιλέα εἶναι, καὶ διάδημα περικεῖσθαι. Οὐ γὰρ δὴ τοῦτό ἐστι τὸ πλεονέκτημα  αὐτῆς μόνον, ὅτι οὐ δεῖται ἑτέρων, ἀλλὰ καὶ ποικίλων πραγμάτων ἐστὶν ἀνυστικὴ, καὶ πολλῶν καὶ παντοδαπῶν. Καὶ γὰρ οἰκίας οἰκοδομεῖ τὰς ἀεὶ μενούσας ἐν οὐρανοῖς, καὶ διδάσκει τοὺς  κατωρθωκότας   αὐτὴν,  πῶς  ἂν  τὸν  ἀθάνατον   θάνατον   διαφύγοιεν·   καὶ θησαυρούς  σοι  δωρεῖται   μηδέποτε  δαπανωμένους,   ἀλλὰ   πᾶσαν  διαφεύγοντας βλάβην, καὶ τὴν ἀπὸ λῃστῶν, καὶ τὴν ἀπὸ σκωλήκων, καὶ τὴν ἀπὸ σητῶν, καὶ τὴν ἀπὸ τοῦ χρόνου. Καίτοιγε εἰ ἐπὶ πυρῶν φυλακῇ τοῦτο μόνον σέ τις ἐδίδαξε, τί οὐκ ἂν ἔδωκας, ὥστε σε δυνηθῆναι  ἐπὶ πολλοῖς  ἔτεσιν ἀνάλωτον  διατηρῆσαι τὸν  σῖτον; Ἀλλ' ἰδού σε αὕτη οὐκ ἐπὶ πυροῦ μόνον, ἀλλ' ἐπὶ πάντων παιδεύει, καὶ πῶς ἂν καὶ τὰ ὑπάρχοντα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀνάλωτα μένοιεν δείκνυσι. Καὶ τί δεῖ κατὰ μέρος ἅπαντα λέγειν  τῆς τέχνης ταύτης τὰ κατορθώματα; Αὕτη γάρ σε διδάσκει, πῶς ἂν γένοιο Θεῷ ὅμοιος, ὃ πάντων ἐστὶ κεφάλαιον τῶν ἀγαθῶν. Ὁρᾷς πῶς οὐχ ἓν αὐτῆς τὸ ἔργον, ἀλλὰ πολλά; Οὐ δεομένη τέχνης ἑτέρας, οἰκίας οἰκοδομεῖ, ἱμάτια ὑφαίνει. θησαυροὺς   ἀναλώτους   κατασκευάζει,   θανάτου   περιγενέσθαι   ποιεῖ,   διαβόλου κρατεῖν,  Θεῷ κατασκευάζει ὁμοίους. Τί τοίνυν  τῆς τέχνης  ταύτης  χρησιμώτερον γένοιτ' ἄν; Αἱ μὲν γὰρ ἄλλαι, μετὰ τῶν εἰρημένων, καὶ τῷ παρόντι συγκαταλύονται βίῳ,  καὶ  νοσούντων   τῶν   τεχνιτῶν   οὐδαμοῦ  φαίνονται,   καὶ  τὰ  ἔργα  αὐτῶν διακρατεῖν οὐκ ἰσχύουσι, καὶ πόνου δέονται καὶ χρόνου πολλοῦ, καὶ μυρίων ἑτέρων· αὕτη δὲ, ὅταν ὁ κόσμος παρέλθῃ, τότε μάλιστα φαίνεται·  ὅταν ἀποθάνωμεν,  τότε μάλιστα διαλάμπει, καὶ τὰ ἔργα αὐτῆς τὰ γεγενημένα  δείκνυσι· καὶ οὔτε χρόνου, οὔτε πόνου, οὔτε ἄλλης τινὸς δεῖται ἐργωδίας τοιαύτης ἀλλὰ καὶ νοσοῦντός σου ἐνεργεῖ, καὶ γεγηρακότος, καὶ πρὸς τὴν μέλλουσάν σοι ζωὴν συναποδημεῖ, καὶ οὐδέποτέ σε ἀπολιμπάνει. Αὕτη σε καὶ σοφιστῶν καὶ ῥητόρων δυνατώτερον κατασκευάζει. Οἱ μὲν γὰρ ἐν ἐκείναις εὐδοκιμοῦντες ταῖς τέχναις, πολλοὺς ἔχουσι τοὺς φθονοῦντας· οἱ δὲ ἐν ταύτῃ λάμποντες, μυρίους τοὺς εὐχομένους. Κἀκεῖνοι μὲν ἀνθρώπων παρεστήκασι βήματι, συνηγοροῦντες τοῖς ἀδικουμένοις, πολλάκις δὲ καὶ τοῖς ἀδικοῦσιν αὕτη δὲ βήματι παρέστηκε τοῦ Χριστοῦ, οὐ μόνον συνηγοροῦσα, ἀλλὰ καὶ αὐτὸν τὸν δικάζοντα πείθουσα συνηγορεῖν τῷ κρινομένῳ, καὶ τὰς ψήφους ὑπὲρ αὐτοῦ φέρειν· κἂν μυρία ἡμαρτηκὼς  ᾖ, καὶ στεφανοῖ καὶ ἀνακηρύττει.  ∆ότε γὰρ ἐλεημοσύνην, καὶ πάντα ἔσται καθαρά. Καὶ τί λέγω τὰ μέλλοντα; Ἐν γὰρ τῷ παρόντι βίῳ εἰ τοὺς ἀνθρώπους ἐροίμεθα, τί βούλονται μᾶλλον, σοφιστὰς εἶναι πολλοὺς καὶ ῥήτορας, ἢ ἐλεήμονας  καὶ φιλανθρώπους,  ἀκούσῃ τὸ δεύτερον  αἱρουμένους· καὶ μάλα εἰκότως. Εὐγλωττίας μὲν γὰρ ἀναιρεθείσης, οὐδὲν ὁ βίος βλαβήσεται· καὶ γὰρ καὶ πρὸ ταύτης συνειστήκει χρόνον πολύν· ἐὰν δὲ τὸ ἐλεεῖν περιέλῃς, πάντα οἴχεται καὶ ἀπόλωλε.  Καὶ καθάπερ τὴν  θάλατταν  οὐκ ἔνι  πλεῖσθαι, λιμένων  καὶ ὅρμων προσκεχωσμένων,  οὕτως   οὐδὲ  τὸν  βίον  συνεστηκέναι  τοῦτον,  ἂν  ἔλεον   καὶ συγγνώμην  καὶ  φιλανθρωπίαν   ἀνέλῃς  εʹ. ∆ιὰ τοῦτο  οὐδὲ  λογισμῷ  μόνον  αὐτὰ ἐπέτρεψεν ὁ Θεὸς, ἀλλὰ πολλὰ μέρη αὐτοῦ καὶ τῇ τῆς φύσεως ἐνέσπειρε τυραννίδι. Οὕτω καὶ  πατέρες  παῖδας  ἐλεοῦσιν,  οὕτω  μητέρες,  οὕτω  τέκνα  γονεῖς·  οὐκ  ἐπ' ἀνθρώπων δὲ μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἀλόγων ἁπάντων· οὕτως ἀδελφοὺς ἀδελφοὶ, καὶ συγγενεῖς, καὶ προσήκοντες· οὕτως ἄνθρωπος ἄνθρωπον. Ἔχομεν γάρ τι καὶ ἀπὸ φύσεως πρὸς ἔλεον ἐπιῤῥεπές. ∆ιὸ καὶ ὑπὲρ τῶν ἀδικουμένων  ἀγανακτοῦμεν,  καὶ σφαττομένους  ὁρῶντες  ἐπικαμπτόμεθα,  καὶ  πενθοῦντας   βλέποντες  δακρύομεν. Ἐπειδὴ γὰρ σφόδρα αὐτὸ κατορθοῦσθαι βούλεται ὁ Θεὸς, ἐκέλευσε τῇ φύσει πολλὰ εἰς τοῦτο  συνεισενεγκεῖν,  δεικνὺς  ὅτι  σφόδρα αὐτῷ  τοῦτό  ἐστι περισπούδαστον. Ταῦτ' οὖν ἐννοοῦντες, καὶ ἡμᾶς αὐτοὺς καὶ τὰ παιδία καὶ τοὺς προσήκοντας εἰς τὸ τῆς ἐλεημοσύνης ἀγάγωμεν διδασκαλεῖον, καὶ τοῦτο πρὸ πάντων ἄνθρωπος μανθανέτω,  ἐπειδὴ  καὶ  τοῦτο  ἄνθρωπος.  Μέγα γὰρ  ἄνθρωπος·  καὶ  τίμιον  ἀνὴρ ἐλεήμων·  ὡς  ἂν  μὴ τοῦτο  ἔχῃ,  καὶ τοῦ  εἶναι  ἄνθρωπος  ἐξέπεσε. Τοῦτο σοφοὺς ἐργάζεται. Καὶ τί θαυμάζεις, εἰ τοῦτο ἄνθρωπος; Τοῦτο Θεός. Γίνεσθε γὰρ, φησὶν, οἰκτίρμονες, ὡς ὁ Πατὴρ ὑμῶν. Μάθωμεν τοίνυν εἶναι ἐλεήμονες ἁπάντων  ἕνεκα· μάλιστα δὲ, ὅτι καὶ ἡμεῖς πολλοῦ δεόμεθα ἐλέους. Καὶ μηδὲ ζῇν ἡγώμεθα τὸν καιρὸν ἐκεῖνον, ὅταν μὴ ἐλεῶμεν. Ἐλεημοσύνην δὲ λέγω τὴν πλεονεξίας καθαράν. Εἰ γὰρ ὁ τοῖς αὐτοῦ ἀρκούμενος καὶ μηδενὶ μεταδιδοὺς, οὐκ ἐλεήμων· ὁ τὰ ἑτέρων λαμβάνων πῶς ἐλεήμων, κἂν μυρία δῷ; Εἰ γὰρ τὸ ἀπολαύειν μόνον τῶν ὄντων, ἀπανθρωπίας, πολλῷ μᾶλλον τὸ ἑτέρους ἀφαιρεῖσθαι. Εἰ οἱ μηδὲν ἀδικήσαντες κολάζονται, ὅτι οὐ μετέδωκαν, πολλῷ μᾶλλον οἱ καὶ τὰ ἑτέρων λαμβάνοντες. Μὴ τοίνυν τοῦτο εἴπῃς, ὅτι ἄλλος ἠδίκηται, καὶ ἄλλος ἐλεεῖται. Τὸ γὰρ δεινὸν  τοῦτό ἐστιν Ἔδει γὰρ τὸν ἀδικούμενον αὐτὸν εἶναι καὶ τὸν ἐλεούμενον· νυνὶ δὲ ἑτέρους τραυματίζων, οὓς οὐκ ἐτραυμάτισας θεραπεύεις, δέον ἐκείνους θεραπεύειν· μᾶλλον δὲ μηδὲ τραυματίζειν. Φιλάνθρωπος γὰρ οὐχ ὁ πλήττων  καὶ θεραπεύων, ἀλλ' ὁ τοὺς παρ' ἑτέρων πληγέντας  ἰώμενος. Τὰ σαυτοῦ τοίνυν  ἴασαι κακὰ, μὴ τὰ ἑτέρου· μᾶλλον δὲ μηδὲ πλῆττε, μηδὲ κατάβαλλε (τοῦτο γὰρ παίζοντός ἐστιν), ἀλλ' ἀνάστησον τοὺς καταβληθέντας. Οὐδὲ γὰρ δυνατὸν τῷ αὐτῷ μέτρῳ τῆς ἐλεημοσύνης θεραπεῦσαι τὸ ἀπὸ τῆς πλεονεξίας κακόν. Ἂν γὰρ πλεονεκτήσῃς ὀβολὸν, οὐκ ὀβολοῦ σοι δεῖ πάλιν εἰς ἐλεημοσύνην,  ἵνα  ἀνέλῃς  τὸ ἀπὸ τῆς πλεονεξίας  ἕλκος, ἀλλὰ  ταλάντου.  ∆ιὰ τοῦτο ὁ κλέπτης  ἁλοὺς τετραπλάσιον  καταβάλλει· τοῦ δὲ κλέπτοντος  ὁ ἁρπάζων χείρων. Εἰ δὲ ἐκεῖνον τετραπλασίονα δοῦναι δεῖ ὧν ἔκλεψε, τὸν ἁρπάζοντα δεκαπλασίονα καὶ πολλῷ πλέον· καὶ ἀγαπητὸν τὸ καὶ οὕτω δυνηθῆναι τὴν ἀδικίαν ἐξιλεώσασθαι· ἐλεημοσύνης γὰρ οὐδὲ τότε λήψεται καρπόν. ∆ιὰ τοῦτο ὁ Ζακχαῖος, Ἀποτίσω, φησὶν, ὧν ἐσυκοφάντησα τετραπλασίονα, καὶ τὰ ἡμίση τῶν ὑπαρχόντων μου δώσω πτωχοῖς. Εἰ δὲ ἐν τῷ νόμῳ τετραπλασίονα δοῦναι δεῖ, πολλῷ μᾶλλον ἐν τῇ χάριτι· εἰ τὸν κλέπτοντα,  πολλῷ  μᾶλλον τὸν ἁρπάζοντα. Μετὰ γὰρ τῆς ζημίας ἐνταῦθα  καὶ  ἡ  ὕβρις πολλή.  Ὥστε κἂν  ἑκατονταπλασίονα  δῷς,  οὐδέπω  τὸ  πᾶν ἔδωκας. Ὁρᾷς ὡς οὐ μάτην ἔλεγον, Κἂν ὀβολὸν ἁρπάσῃς καὶ τάλαντον ἐπιδῷς, μόλις καὶ οὕτω θεραπεύεις; Εἰ δὲ τοῦτο ποιῶν, μόλις· ὅταν ἀντιστρέψῃς τὴν τάξιν, καὶ ἁρπάσῃς μὲν οὐσίας ὁλοκλήρους, ὀλίγα  δὲ παράσχῃς, καὶ μηδὲ ἐκείνοις  τοῖς ἀδικηθεῖσιν, ἀλλ' ἑτέροις ἀντ' ἐκείνων,  ποίαν  ἕξεις ἀπολογίαν;  τίνα  συγγνώμην; ποίαν σωτηρίας ἐλπίδα; Βούλει μαθεῖν ὅσον ἐργάζῃ κακὸν οὕτως ἐλεῶν; Ἄκουσον τῆς  Γραφῆς λεγούσης· Ὡς ὁ ἀποκτένων  τὸν  υἱὸν  ἔμπροσθεν τοῦ  πατρὸς  αὐτοῦ, οὕτως  ὁ προσάγων  θυσίαν  ἐκ χρημάτων  πενήτων.  Ταύτην  τοίνυν  τὴν  ἀπειλὴν ἐγγράψαντες τῇ διανοίᾳ, ἀπέλθωμεν· ταύτην ἐν τοῖς τοίχοις, ταύτην ἐν ταῖς χερσὶ, ταύτην ἐν τῷ συνειδότι, ταύτην πανταχοῦ· ἵνα κἂν ὁ φόβος οὗτος ἀκμάζων ἡμῶν ἐν τῇ διανοίᾳ κωλύῃ τὰς χεῖρας ἡμῶν καθημερινῶν φόνων. Φόνου γὰρ ἁρπαγὴ χαλεπώτερον,  κατὰ μικρὸν  τὸν  πένητα  ἀναλίσκουσα. Ἵν' οὖν  καθαρεύωμεν  τοῦ μιάσματος τούτου, μελετῶμεν καὶ πρὸς ἑαυτοὺς καὶ πρὸς ἀλλήλους ταῦτα. Οὕτω γὰρ καὶ πρὸς ἔλεον  ἐσόμεθα προθυμότεροι,  καὶ καθαροὺς τοὺς  ἐπὶ  ταύτῃ  ληψόμεθα μισθοὺς,  καὶ  τῶν  αἰωνίων   ἀπολαύσομεν  ἀγαθῶν,  χάριτι  καὶ  φιλανθρωπίᾳ   τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμήν.

9.ΟΜΙΛΙΑ ΝΓʹ. Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ, εἶπε· «Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσί μοι, καὶ οὐκ ἔχουσι τί φάγωσι· καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω, μήποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ.»


αʹ. Καὶ ἀνωτέρω τὸ σημεῖον τοῦτο μέλλων  ποιεῖν, πρῶτον ἐθεράπευσε τοὺς τὸ σῶμα πεπηρωμένους· καὶ ἐνταῦθα τὸ αὐτὸ τοῦτο ποιεῖ· ἀπὸ τῆς τῶν τυφλῶν  καὶ χωλῶν  ἰάσεως εἰς τοῦτο ἐμβαίνει πάλιν. Τί δήποτε δὲ τότε μὲν εἶπον οἱ μαθηταὶ, Ἀπόλυσον τοὺς ὄχλους· νῦν δὲ οὐκ εἶπον, καὶ ταῦτα παρελθουσῶν τριῶν ἡμερῶν; Ἢ καὶ αὐτοὶ βελτίους γενόμενοι λοιπὸν, ἢ καὶ ἐκείνους ὁρῶντες οὐ σφόδρα αἰσθανομένους τοῦ λιμοῦ· καὶ γὰρ ἐδόξαζον τὸν Θεὸν ἐπὶ τοῖς γινομένοις. Ἀλλ' ὅρα πῶς καὶ νῦν οὐχ ἁπλῶς ἐπὶ τὸ θαῦμα ἔρχεται, ἀλλ' ἐκκαλεῖται αὐτοὺς εἰς τοῦτο. Οἱ μὲν γὰρ ὄχλοι ἐπὶ ἰατρείαν ἐλθόντες οὐκ ἐτόλμων τοὺς ἄρτους αἰτῆσαι· αὐτὸς δὲ ὁ φιλάνθρωπος  καὶ κηδεμὼν, καὶ οὐκ αἰτοῦσι δίδωσι, καί φησι πρὸς τοὺς μαθητάς· Σπλαγχνίζομαι,  καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω. Ἵνα γὰρ μὴ λέγωσιν,  ὅτι ἐφόδια  ἔχοντες  ἦλθον,  φησί· Τρεῖς ἡμέρας  ἤδη  μοι  παραμένουσιν·  ὥστε  εἰ  καὶ ἔχοντες  ἦλθον,  ἀνάλωται  ταῦτα. ∆ιὰ γὰρ τοῦτο καὶ αὐτὸς οὐκ ἐν τῇ πρώτῃ  καὶ δευτέρᾳ τοῦτο πεποίηκεν, ἀλλ' ὅτε αὐτοῖς ἅπαντα ἀνάλωτο, ὥστε πρότερον αὐτοὺς ἐν  χρείᾳ καταστάντας  μετὰ πλείονος  τῆς προθυμίας δέξασθαι τὸ γινόμενον.  ∆ιὰ τοῦτό φησιν, Ἵνα μὴ ἐκλυθῶσιν ἐν τῇ ὁδῷ· δεικνὺς ὅτι καὶ πόῤῥωθεν ἀφεστήκεσαν, καὶ οὐδὲν  αὐτοῖς  ὑπολελειμμένον  ἦν.  Καὶ εἰ μὴ θέλεις  ἀπολῦσαι  νήστεις,  τίνος ἕνεκεν οὐ ποιεῖς τὸ σημεῖον; Ἵνα ἐν τῇ ἐρωτήσει ταύτῃ καὶ τῇ ἀποκρίσει προσεκτικωτέρους ποιήσῃ τοὺς μαθητὰς, καὶ τὴν πίστιν αὐτῶν ἐπιδείξωνται, προσιόντες καὶ λέγοντες· Ποίησον ἄρτους. Ἀλλ' οὐδὲ οὕτω συνῆκαν τῆς ἐρωτήσεως τὴν αἰτίαν· ὅθεν ὕστερον λέγει  αὐτοῖς, καθώς φησιν ὁ Μάρκος, ὅτι Οὕτως εἰσὶ πεπωρωμέναι αἱ καρδίαι ὑμῶν; ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε, καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε; Ἐπεὶ εἰ μὴ τοῦτο ἦν, τίνος ἕνεκεν τοῖς μαθηταῖς λέγει, καὶ δείκνυσιν ἀξίους τοῦ παθεῖν  εὖ τοὺς ὄχλους, καὶ προστίθησι καὶ τὸν  ἔλεον  τὸν  παρ' αὐτοῦ; Ὁ δὲ Ματθαῖός φησιν, ὅτι μετὰ ταῦτα καὶ ἐπετίμησεν αὐτοῖς λέγων· Ὀλιγόπιστοι, οὔπω νοεῖτε,  οὐδὲ  μνημονεύετε  τοὺς  πέντε  ἄρτους  τῶν  πεντακισχιλίων,   καὶ  πόσους κοφίνους ἐλάβετε; οὐδὲ τοὺς ἑπτὰ ἄρτους τῶν τετρακισχιλίων, καὶ πόσας σπυρίδας ἐλάβετε; Οὕτως ἀλλήλοις  συμφωνοῦσιν  οἱ εὐαγγελισταί.  Τί οὖν οἱ μαθηταί; Ἔτι χαμαὶ ἕρπουσι· καίτοι μυρία ἐποίησεν, ὥστε μνημονευθῆναι ἐκεῖνο τὸ θαῦμα, καὶ διὰ τῆς ἐρωτήσεως, καὶ διὰ τῆς ἀποκρίσεως, καὶ διὰ τοῦ ποιῆσαι διακόνους αὐτοὺς, καὶ διὰ τοῦ νεῖμαι  τοὺς κοφίνους  ἀλλ' ἔτι  ἀτελέστερον  διέκειντο.  ∆ιὸ καὶ λέγουσιν αὐτῷ· Πόθεν ἡμῖν ἐν ἐρήμῳ ἄρτοι τοσοῦτοι; Καὶ πρὸ τούτου καὶ νῦν τῆς ἐρημίας μέμνηνται, αὐτοὶ μὲν ἀσθενεῖ λογισμῷ τοῦτο λέγοντες, τὸ δὲ σημεῖον καὶ ἐντεῦθεν ἀνύποπτον  ποιοῦντες. Ἵνα γὰρ μή τις λέγῃ, ὅπερ καὶ ἤδη εἶπον, ὅτι ἀπὸ πλησίον τινὸς κώμης οὔσης ἔλαβον, ὁμολογεῖται ὁ τόπος, ἵνα πιστευθῇ τὸ θαῦμα. ∆ιὰ τοῦτο καὶ τὸ πρότερον σημεῖον καὶ τοῦτο ἐν ἐρημίᾳ ποιεῖ, πολὺ τῶν κωμῶν ἀπεχούσῃ. Ὧν οὐδὲν συνιέντες οἱ μαθηταὶ ἔλεγον· Πόθεν ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι; Καὶ γὰρ ἐνόμιζον ταῦτα αὐτὸν εἰρηκέναι, ὡς αὐτοῖς μέλλοντα ἐπιτάττειν διατρέφειν αὐτούς· σφόδρα ἀνοήτως.  ∆ιὰ γὰρ τοῦτο καὶ πρώην  ἔλεγε, ∆ότε αὐτοῖς ὑμεῖς φαγεῖν,  ἵνα αὐτοὺς εἰς ἀφορμὴν ἐμβάλῃ τοῦ αὐτὸν παρακαλέσαι. Νῦν δὲ οὐδὲ τοῦτό φησιν, ὅτι ∆ότε αὐτοῖς φαγεῖν, ἀλλὰ τί; Σπλαγχνίζομαι, καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω· ἐγγύτερον αὐτοὺς ἄγων καὶ ἐρεθίζων μᾶλλον, καὶ διδοὺς διαβλέψαι πρὸς τὸ παρ'  αὐτοῦ  ταῦτα  αἰτῆσαι.  Καὶ γὰρ  δεικνύντος  ἦν  τὰ  ῥήματα,  ὅτι  δύναται  μὴ ἀπολῦσαι αὐτοὺς νήστεις, καὶ ἐμφαίνοντος  τὴν ἐξουσίαν. Τὸ γὰρ, Οὐ θέλω, τοῦτό ἐστιν ἐνδεικνυμένου. Ἐπειδὴ δὲ τοῦ πλήθους ἐμνημόνευσαν λοιπὸν, καὶ τοῦ τόπου, καὶ τῆς ἐρημίας· (Πόθεν γὰρ, φησὶν, ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι, ὥστε χορτάσαι ὄχλον τοσοῦτον;) καὶ οὐδὲ οὕτω συνῆκαν τὸ λεχθὲν, λοιπὸν αὐτὸς τὰ παρ' ἑαυτοῦ εἰσφέρει, καί φησιν αὐτοῖς· Πόσους ἄρτους ἔχετε; Οἱ δὲ λέγουσιν, Ἑπτὰ, καὶ ὀλίγα ἰχθύδια. Καὶ οὐκέτι λέγουσιν, Ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους; ὥσπερ ἔμπροσθεν εἶπον. Οὕτως εἰ καὶ μὴ τοῦ παντὸς  ἐπελαμβάνοντο,  ἀλλ'  ὅμως ὑψηλότεροι  κατὰ μικρὸν ἐγίνοντο. Καὶ γὰρ καὶ αὐτὸς διὰ τούτων ἐγείρων αὐτῶν τὴν διάνοιαν, ὁμοίως ἐρωτᾷ, ὥσπερ καὶ πρότερον, ἵνα καὶ τῷ τρόπῳ τῆς ἐρωτήσεως ἀναμνήσῃ αὐτοὺς τῶν ἤδη γεγενημένων.  Σὺ δὲ ὥσπερ εἶδες αὐτῶν τὸ ἀτελὲς ἐκ τούτων, οὕτω κατάμαθε καὶ τὸ φιλόσοφον  τῆς γνώμης, καὶ θαύμασον τὸ φιλάληθες, πῶς αὐτοὶ γράφοντες, τὰ ἑαυτῶν οὐ κρύπτουσιν ἐλαττώματα, καὶ ταῦτα μεγάλα ὄντα. Οὐδὲ γὰρ τὸ τυχὸν ἦν ἔγκλημα, ἔναγχος τοῦ σημείου τούτου γενομένου οὕτως εὐθέως ἐπιλαθέσθαι· διὰ τοῦτο καὶ ἐπιτιμῶνται.  βʹ. Μετὰ δὲ τούτων  καὶ τὴν ἄλλην  φιλοσοφίαν  ἐννόησον· πῶς ἦσαν γαστρὸς κρείττους· πῶς ἐπαιδεύοντο μὴ πολὺν ποιεῖσθαι τραπέζης λόγον. Ἐν ἐρημίᾳ γὰρ ὄντες, καὶ τρεῖς ἡμέρας ἐκεῖ διατρίβοντες, ἑπτὰ ἄρτους εἶχον. Τὰ μὲν οὖν ἄλλα ὁμοίως τοῖς προτέροις ποιεῖ· καὶ γὰρ κατακλίνει αὐτοὺς ἐπὶ τὴν γῆν, καὶ ἐν ταῖς  χερσὶ τῶν  μαθητῶν  ποιεῖ  πηγάζειν  τοὺς  ἄρτους. Ἐκέλευσε γὰρ, φησὶ, τοὺς ὄχλους  ἀναπεσεῖν  ἐπὶ  τὴν  γῆν.  Καὶ λαβὼν  τοὺς  ἑπτὰ  ἄρτους  καὶ  τοὺς  ἰχθύας, εὐχαριστήσας ἔκλασε, καὶ ἐδίδου τοῖς μαθηταῖς· οἱ δὲ μαθηταὶ τῷ ὄχλῳ. Τὸ δὲ τέλος οὐκέτι   ὅμοιον.  Ἔφαγον   γὰρ  πάντες,   φησὶ,  καὶ  ἐχορτάσθησαν·  καὶ  ἦραν  τὸ περισσεῦον τῶν κλασμάτων ἑπτὰ σπυρίδας πλήρεις. Οἱ δὲ ἐσθίοντες ἦσαν τετρακισχίλιοι ἄνδρες χωρὶς γυναικῶν καὶ παιδίων. Ἀλλὰ διατί τότε μὲν πεντακισχιλίων ὄντων, δώδεκα κόφινοι ἐπερίσσευσαν, ἐνταῦθα δὲ τετρακισχιλίων, ἑπτὰ  σπυρίδες; τίνος  οὖν  ἕνεκεν  καὶ  διατί  ἐλάττονα  ἦν  τὰ  λείψανα,  καίτοι  οὐ τοσούτων ὄντων τῶν ἑστιωμένων; Ἢ τοίνυν τοῦτο ἔστιν εἰπεῖν, ὅτι αἱ σπυρίδες τῶν κοφίνων  μείζους ἦσαν· ἢ εἰ μὴ τοῦτο, ἵνα μὴ πάλιν ἡ ἰσότης τοῦ σημείου εἰς λήθην αὐτοὺς ἐμβάλῃ, τῇ διαφορᾷ τὴν μνήμην αὐτῶν διεγείρει, ἵνα ἐκ τοῦ παρηλλαγμένου ἀναμνησθῶσι κἀκείνου καὶ τούτου. ∆ιὰ δὴ τοῦτο τότε μὲν τοῖς μαθηταῖς ἰσαρίθμους ποιεῖ τοὺς κοφίνους τῶν λειψάνων, νυνὶ δὲ τοῖς ἄρτοις τὰς σπυρίδας, κἀν τούτῳ τὴν ἄφατον δύναμιν ἐνδεικνύμενος,  καὶ τὴν εὐκολίαν τῆς ἐξουσίας, ὅτι αὐτῷ δυνατὸν καὶ οὕτω καὶ ἑτέρως τὰ τοιαῦτα θαυματουργεῖν. Οὐδὲ γὰρ μικρᾶς δυνάμεως ἦν, τὸ τὸν ἀριθμὸν διατηρῆσαι καὶ τότε καὶ νῦν, τότε μὲν πεντακισχιλίων ὄντων, νυνὶ δὲ τετρακισχιλίων· καὶ μήτε τότε τῶν κοφίνων, μήτε νῦν τῶν σπυρίδων μήτε ἐλάττονα μήτε πλείονα γενέσθαι ἀφεῖναι τὰ λείψανα, καίτοιγε τοῦ πλήθους τῶν ἑστιωμένων διαφόρου ὄντος. Καὶ τὸ τέλος δὲ ὅμοιον τῷ προτέρῳ. Καὶ γὰρ καὶ τότε τοὺς ὄχλους ἀφεὶς ἀνεχώρησεν ἐν πλοίῳ καὶ νῦν· καὶ ὁ Ἰωάννης  δὲ τοῦτό φησιν. Ἐπειδὴ γὰρ οὐδὲν οὕτω σημεῖον ἀκολουθεῖν αὐτῷ παρεσκεύαζεν, ὡς τὸ τῶν ἄρτων θαῦμα, καὶ οὐ μόνον  ἀκολουθεῖν,  ἀλλὰ  καὶ  βασιλέα ποιεῖν  ἐβούλοντο,  τυραννίδος  φεύγων ὑποψίαν ἀποπηδᾷ μετὰ τὴν θαυματουργίαν  ταύτην· καὶ οὐδὲ πεζῇ ἄπεισιν, ἵνα μὴ ἀκολουθήσωσιν, ἀλλ' εἰς τὸ πλοῖον ἐμβάς. Καὶ ἀπολύσας, φησὶ, τοὺς ὄχλους, ἀνέβη εἰς τὸ πλοῖον, καὶ ἦλθεν εἰς τὰ ὅρια Μαγδαλά. Καὶ προσελθόντες οἱ Φαρισαῖοι καὶ Σαδδουκαῖοι ἠρώτων αὐτὸν σημεῖον ἐκ τοῦ οὐρανοῦ δεῖξαι αὐτοῖς. Ὁ δέ φησιν· Ὀψίας γενομένης λέγετε, Εὐδία· πυῤῥάζει γὰρ ὁ οὐρανός· καὶ πρωῒ, Σήμερον χειμών· πυῤῥάζει γὰρ  στυγνάζων  ὁ οὐρανός. Τὸ μὲν  πρόσωπον  τοῦ  οὐρανοῦ  γινώσκετε διακρῖναι, τὰ δὲ σημεῖα τῶν καιρῶν οὐ δύνασθε; Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου. Καὶ καταλιπὼν  αὐτοὺς  ἀπῆλθεν.  Ὁ δὲ Μάρκος φησὶν, ὅτι  προσελθόντων  αὐτῶν  καὶ συζητούντων,  Ἀναστενάξας τῷ  πνεύματι  αὐτοῦ, λέγει·  Τί ἡ γενεὰ  αὕτη  σημεῖον ἐπιζητεῖ; Καίτοιγε ὀργῆς ἀξία ἡ ἐρώτησις καὶ ἀγανακτήσεως· ἀλλ' ὅμως ὁ φιλάνθρωπος καὶ κηδεμὼν οὐκ ὀργίζεται, ἀλλ' ἐλεεῖ καὶ ταλανίζει ἅτε ἀνίατα νοσοῦντας, καὶ μετὰ τοσαύτην ἀπόδειξιν τῆς αὐτοῦ δυνάμεως πειράζοντας αὐτόν. Οὐδὲ γὰρ ὥστε πιστεῦσαι ἐζήτουν, ἀλλ' ὥστε ἐπιλαβέσθαι. Εἰ γὰρ ὡς πιστεύσοντες προσῆλθον, ἔδωκεν ἄν. Ὁ γὰρ τῇ γυναικὶ  εἰπὼν, Οὐκ ἔστι καλὸν, καὶ μετὰ ταῦτα δοὺς, πολλῷ μᾶλλον ἂν τούτοις παρέσχεν. Ἀλλ' ἐπειδὴ οὐ πιστεῦσαι ἐζήτουν, διὰ τοῦτο καὶ ὑποκριτὰς ἑτέρωθι καλεῖ, ὅτι ἕτερα μὲν ἔλεγον, ἕτερα δὲ ἐφρόνουν. Εἰ γὰρ ἐπίστευον, οὐδ' ἂν ᾔτησαν. Καὶ ἑτέρωθεν δὲ δῆλον, ὅτι οὐκ ἐπίστευον· ὅτι ἐπιτιμηθέντες   καὶ  ἐλεγχθέντες,  οὐ  παρέμειναν,  οὐδὲ  εἶπον,  ὅτι  Ἀγνοοῦμεν  καὶ μαθεῖν ζητοῦμεν. Τί δὲ σημεῖον ἐκ τοῦ οὐρανοῦ ᾔτουν; Ἢ τὸν ἥλιον στῆσαι, ἢ τὴν σελήνην χαλινῶσαι,  ἢ κεραυνοὺς κατενεγκεῖν,  ἢ τὸν ἀέρα μεταβαλεῖν, ἢ ἄλλο τι τοιοῦτον.  Τί οὖν  πρὸς  ταῦτα  αὐτός;  Τὸ μὲν  πρόσωπον  τοῦ  οὐρανοῦ  γινώσκετε διακρίνειν,  τὰ δὲ σημεῖα τῶν  καιρῶν  οὐ δύνασθε; Ὁρᾶτε τὴν  πραότητα καὶ τὴν ἐπιείκειαν; Οὐδὲ γὰρ ὡς πρότερον ἠρνήσατο μόνον καὶ εἶπεν, Οὐ δοθήσεται αὐτῇ, ἀλλὰ  καὶ  τὴν  αἰτίαν  λέγει,  δι'  ἢν  οὐ  δίδωσι,  καίτοιγε  οὐχ  ὑπὲρ  τοῦ  μαθεῖν ἐρωτώντων  αὐτῶν.  Τίς οὖν  ἡ αἰτία;  Ὥσπερ ἐπὶ  τοῦ  οὐρανοῦ, φησὶν,  ἄλλο  μὲν σημεῖον τοῦ χειμῶνος,  ἄλλο  δὲ τῆς εὐδίας, καὶ οὐκ ἄν τις τὸ σημεῖον ἰδὼν  τοῦ χειμῶνος  γαλήνην  ζητήσειεν, οὐδὲ ἐν γαλήνῃ  εὐδινῇ χειμῶνα· οὕτω καὶ ἐπ' ἐμοῦ λογίζεσθαι χρή. Ἄλλος γὰρ οὗτος τῆς παρουσίας ὁ καιρὸς, ἄλλος δὲ ὁ μέλλων. Νῦν χρεία τούτων τῶν σημείων τῶν ἐν τῇ γῇ· τὰ δὲ ἐν τῷ οὐρανῷ ἐκείνῳ τεταμίευται τῷ καιρῷ. Νῦν ὡς ἰατρὸς ἦλθον,  τότε ὡς δικαστὴς παρέσομαι· νῦν  ὥστε ζητῆσαι τὸ πεπλανημένον, τότε ὥστε ἀπαιτῆσαι εὐθύνας. ∆ιὰ τοῦτο λαθὼν ἦλθον· τότε δὲ μετὰ πολλῆς  τῆς  δημοσιεύσεως, τὸν  οὐρανὸν  ἑλίττων,  τὸν  ἥλιον  ἀποκρύπτων,  τὴν σελήνην   οὐκ   ἀφιεὶς   δοῦναι   τὸ   φῶς.   Τότε  καὶ   αἱ   δυνάμεις   τῶν   οὐρανῶν σαλευθήσονται, καὶ ἀστραπὴν ἀθρόως πᾶσι φαινομένην  μιμήσεται τῆς παρουσίας μου  ἡ  ἐπιφάνεια.  Ἀλλ'  οὐχὶ  νῦν  τούτων  ὁ  καιρὸς  τῶν  σημείων·  ἦλθον  γὰρ ἀποθανεῖν, καὶ τὰ ἔσχατα παθεῖν. Οὐκ ἠκούσατε τοῦ προφήτου λέγοντος· Οὐκ ἐρίσει, οὐδὲ κραυγάσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ; καὶ ἑτέρου πάλιν· Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον; γʹ. Εἰ δὲ τὰ ἐπὶ Φαραὼ λέγοιεν σημεῖα, πολεμίου τότε  ἀπαλλαγῆναι  ἔδει, καὶ εἰκότως  ἐκεῖνα  ἐγίνετο·  τῷ  δὲ πρὸς φίλους  ἐλθόντι τούτων  οὐ  χρεία  τῶν  σημείων.  Πῶς δὲ  καὶ  τὰ  μεγάλα  δώσω,  τῶν  μικρῶν  μὴ πιστευομένων;  Μικρῶν  ὡς  πρὸς  ἐπίδειξιν  λέγω·  ἐπεὶ  τῇ  δυνάμει  πολλῷ  ταῦτα ἐκείνων   μείζονα  ἦν.  Τί  γὰρ  ἂν  ἴσον  εἴη  τοῦ  ἁμαρτήματα  λῦσαι,  καὶ  νεκρὸν ἀναστῆσαι, καὶ δαίμονας  ἀπελάσαι, καὶ δημιουργῆσαι σῶμα, καὶ τὰ ἄλλα  πάντα διορθῶσαι; Σὺ δὲ αὐτῶν  ὅρα τὴν πεπωρωμένην  καρδίαν, πῶς ἀκούσαντες, ὅτι Οὐ δοθήσεται  αὐτοῖς  σημεῖον,  εἰ  μὴ  τὸ  σημεῖον  Ἰωνᾶ  τοῦ  προφήτου,  οὐκ ἐρωτῶσι. Καίτοιγε ἐχρῆν καὶ τὸν προφήτην εἰδότας, καὶ τὰ συμβάντα ἅπαντα, καὶ ἐκ δευτέρου τοῦτο ἀκούσαντας, πυθέσθαι καὶ μαθεῖν τί ποτε ἦν τὸ λεγόμενον·  ἀλλ' ὅπερ ἔφην, οὐκ ἐπιθυμίᾳ τοῦ μαθεῖν ταῦτα ποιοῦσι. ∆ιὰ δὴ τοῦτο καὶ αὐτὸς ἀφεὶς αὐτοὺς ἀπῆλθε. Καὶ ἐλθόντες  οἱ μαθηταὶ αὐτοῦ, φησὶν, εἰς τὸ πέραν, ἐπελάθοντο ἄρτους λαβεῖν. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Ὁρᾶτε καὶ προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων. Καὶ διατί  μὴ εἶπε, Προσέχετε ἀπὸ τῆς διδασκαλίας, σαφῶς; Βούλεται αὐτοὺς ἀναμνῆσαι τῶν γενομένων· καὶ γὰρ ᾔδει ἐπιλελησμένους. Ἀλλὰ τὸ μὲν ἁπλῶς ἐγκαλέσαι οὐκ ἐδόκει λόγον ἔχειν· τὸ δὲ ἀφορμὴν ἀπ' αὐτῶν λαβόντα  οὕτως  ἐπιτιμῆσαι  εὐπαράδεκτον  ἐποίει  τὸ  ἔγκλημα.  Καὶ διατί  μὴ  τότε ἐπετίμησεν  αὐτοῖς,  ὅτε  εἶπον·  Πόθεν ἡμῖν  ἐπ'  ἐρημίας  ἄρτοι  τοσοῦτοι; καὶ  γὰρ εὔκαιρον ἐδόκει τότε τοῦτο λέγεσθαι. Ἵνα μὴ δόξῃ ἐπιτρέχειν τῷ σημείῳ. Καὶ ἄλλως δὲ οὐκ ἐβούλετο ἐπὶ τῶν ὄχλων αὐτοῖς ἐγκαλέσαι, οὐδὲ ἐπ' ἐκείνων φιλοτιμεῖσθαι. Καὶ νῦν δὲ εὐλογωτέρα ἡ κατηγορία, ὅτι διπλοῦ τοῦ θαύματος γενομένου τοιοῦτοι ἦσαν. ∆ιὸ καὶ ἄλλο θαῦμα ποιήσας, τότε ἐπιτιμᾷ· ἃ γὰρ διελογίζοντο, ταῦτα εἰς μέσον φέρει.  Τί δὲ  διελογίζοντο;  Ὅτι  ἄρτους,  φησὶν,  οὐκ  ἐλάβομεν.  Ἔτι γὰρ  περὶ  τὰ καθάρσια ἦσαν τὰ Ἰουδαϊκὰ ἐπτοημένοι, καὶ τὰς τῶν βρωμάτων παρατηρήσεις. ∆ιὸ ἁπάντων  ἕνεκεν  καὶ  σφοδρότερον  αὐτοῖς  ἐπιτίθεται,  λέγων·  Τί διαλογίζεσθε  ἐν ἑαυτοῖς, ὀλιγόπιστοι, ὅτι ἄρτους οὐκ ἐλάβετε; Οὔπω νοεῖτε, οὐδὲ συνίετε; Πεπωρωμένη ὑμῶν ἐστιν ἡ καρδία; ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε, ὦτα ἔχοντες οὐκ ἀκούετε;  Οὐ μνημονεύετε  τῶν  πεντακισχιλίων  τοὺς  πέντε  ἄρτους,  καὶ  πόσους κοφίνους ἐλάβετε; οὐδὲ τοὺς ἑπτὰ ἄρτους τῶν τετρακισχιλίων, καὶ πόσας σπυρίδας ἐλάβετε; Εἶδες ἀγανάκτησιν ἐπιτεταμένην; Οὐδὲ γὰρ ἀλλαχοῦ φαίνεται οὕτως αὐτοῖς ἐπιτιμήσας. Τίνος οὖν  ἕνεκεν  τοῦτο  ποιεῖ; Ὥστε πάλιν  τὴν  περὶ τῶν  βρωμάτων πρόληψιν ἐκβαλεῖν. ∆ιὰ γὰρ τοῦτο τότε μὲν, Οὐ νοεῖτε, μόνον εἶπεν, οὐδὲ συνίετε· ἐνταῦθα δὲ, καὶ μετὰ πολλῆς τῆς ἐπιπλήξεως, Ὀλιγόπιστοι, φησίν. Οὐ γὰρ πανταχοῦ ἡ προσήνεια καλόν. Ὥσπερ γὰρ μετεδίδου παῤῥησίας αὐτοῖς, οὕτω καὶ ἐπιτιμᾷ, τῇ ποικιλίᾳ ταύτῃ τὴν σωτηρίαν αὐτῶν οἰκονομῶν. Ὅρα δὲ καὶ τὴν ἐπιτίμησιν πολλὴν, καὶ τὴν  ἐπιείκειαν.  Μόνον οὐχὶ  γὰρ ἀπολογούμενος  αὐτοῖς  ὑπὲρ ὧν  ἐπετίμησεν αὐτοῖς  σφοδρῶς,  φησίν·  Οὔπω νοεῖτε  τοὺς  πέντε  ἄρτους,  καὶ  πόσους κοφίνους ἐλάβετε; καὶ τοὺς ἑπτὰ ἄρτους, καὶ πόσας σπυρίδας ἐλάβετε; ∆ιὰ τοῦτο δὲ καὶ τὸν ἀριθμὸν  τίθησι  καὶ  τῶν  τραφέντων  καὶ  τῶν  λειψάνων,  ὁμοῦ τε  εἰς  ἀνάμνησιν αὐτοὺς ἄγων  τῶν  παρελθόντων,  καὶ πρὸς τὰ μέλλοντα  προσεκτικωτέρους ποιῶν. Καὶ ἵνα μάθῃς, ὅσον ἴσχυσεν ἡ ἐπιτίμησις, καὶ πῶς διήγειρε καθεύδουσαν αὐτῶν τὴν διάνοιαν, ἄκουσον τί φησιν ὁ εὐαγγελιστής. Οὐδὲν γὰρ πλέον εἰπόντος τοῦ Ἰησοῦ, ἀλλ' ἐπιτιμήσαντος, καὶ τοῦτο προσθέντος μόνον, Πῶς οὐ νοεῖτε, ὅτι οὐ περὶ ἄρτων εἶπον ὑμῖν προσέχειν, ἀλλ' ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων; ἐπήγαγε λέγων· Τότε συνῆκαν, ὅτι οὐκ εἶπε προσέχειν ἀπὸ τῆς ζύμης τοῦ ἄρτου, ἀλλ' ἀπὸ  τῆς  διδασκαλίας  τῶν  Φαρισαίων καὶ  Σαδδουκαίων· καίτοι  αὐτοῦ  τοῦτο  μὴ ἑρμηνεύσαντος. Ὅρα πόσα ἀγαθὰ ἡ ἐπιτίμησις εἰργάσατο. Καὶ γὰρ τῶν Ἰουδαϊκῶν αὐτοὺς ἀπήγαγε παρατηρήσεων, καὶ ῥᾳθύμους ὄντας προσεκτικωτέρους ἐποίησε, καὶ τῆς [φιλοτιμίας καὶ] ὀλιγοπιστίας ἀπήλλαξεν, ὥστε μὴ δεδοικέναι, μηδὲ τρέμειν, εἴ ποτε ἄρτους φαίνοιντο ὀλίγους ἔχοντες, μηδὲ ὑπὲρ λιμοῦ φροντίζειν, ἀλλ' ὑπερορᾷν τούτων πάντων. Μὴ τοίνυν μηδὲ ἡμεῖς πανταχοῦ κολακεύωμεν τοὺς ὑποκειμένους. μηδὲ κολακεύεσθαι παρὰ τῶν ἀρχόντων ζητῶμεν. Καὶ γὰρ ἀμφοτέρων δεῖται ἡ τῶν ἀνθρώπων ψυχὴ τῶν φαρμάκων τούτων. ∆ιὰ δὴ τοῦτο καὶ τὰ κατὰ τὴν οἰκουμένην ἅπασαν ὁ Θεὸς οὕτω διοικεῖ, ποτὲ μὲν τοῦτο, ποτὲ δὲ ἐκεῖνο ποιῶν, καὶ οὔτε τὰ χρηστὰ μόνιμα, οὔτε τὰ λυπηρὰ καθ' ἑαυτὰ ἀφίησιν εἶναι. Ὥσπερ γὰρ ποτὲ μὲν νὺξ, ποτὲ δὲ ἡμέρα, καὶ ποτὲ μὲν θέρος, ποτὲ δὲ χειμών· οὕτω καὶ ἐν ἡμῖν, ποτὲ μὲν λύπη, ποτὲ  δὲ  ἡδονή·  ποτὲ  μὲν  νόσος,  ποτὲ  δὲ  ὑγεία.  Μὴ τοίνυν  θαυμάζωμεν  ὅταν νοσῶμεν,  ἐπεὶ  καὶ  ὅταν  ὑγιαίνωμεν   θαυμάζειν   δεῖ.  Μηδὲ  θορυβώμεθα  ὅταν ἀλγῶμεν, ἐπεὶ καὶ ὅταν χαίρωμεν θορυβεῖσθαι εἰκός. Κατὰ φύσιν γὰρ πάντα γίνεται καὶ κατὰ ἀκολουθίαν.  δʹ. Καὶ τί θαυμάζεις εἰ ἐπὶ σοῦ ταῦτα; καὶ γὰρ καὶ ἐπὶ τῶν ἁγίων  ἐκείνων  συμβαῖνον  τοῦτο  ἴδοι  τις  ἄν.  Καὶ ἵνα  τοῦτο  μάθῃς,  ὃν  νομίζεις μάλιστα  βίον  ἡδονῆς   γέμειν   καὶ  ἀπηλλάχθαι   πραγμάτων,   τοῦτον   εἰς  μέσον ἀγάγωμεν.  Βούλει τοῦ Ἀβραὰμ τὴν ζωὴν ἐξετάσωμεν ἐκ προοιμίων· Τί οὖν οὗτος εὐθέως ἤκουσεν; Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου. Εἶδες πρᾶγμα λυπηρὸν ἐπιταττόμενον; Ἀλλ' ὅρα καὶ τὸ χρηστὸν διαδεχόμενον· Καὶ δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω, καὶ ποιήσω σε εἰς ἔθνος μέγα. Τί οὖν; ἐπειδὴ ἦλθεν εἰς τὴν γῆν, καὶ τοῦ λιμένος ἐπελάβετο, ἔστη τὰ λυπηρά; Οὐδαμῶς· ἀλλὰ πάλιν ἕτερα χαλεπώτερα τῶν προτέρων διαδέχεται, λιμὸς καὶ μετάβασις καὶ γυναικὸς ἁρπαγή· καὶ μετὰ ταῦτα χρηστὰ ἕτερα αὐτὸν ἐξεδέχετο, ἡ κατὰ τοῦ Φαραὼ πληγὴ, καὶ ἡ ἄφεσις, καὶ ἡ τιμὴ, καὶ τὰ πολλὰ δῶρα ἐκεῖνα, καὶ ἡ πρὸς τὴν οἰκίαν ἐπάνοδος. Καὶ τὰ ἑξῆς δὲ ἅπαντα τοιαύτην  ἔχει  τὴν  σειρὰν, ἀπὸ χρηστῶν  καὶ λυπηρῶν  πλεκομένην.  Καὶ ἐπὶ  τῶν ἀποστόλων δὲ τοιαῦτα συνέβαινε. ∆ιὸ καὶ Παῦλος ἔλεγεν· Ὁ παρακαλῶν  ἡμᾶς ἐν πάσῃ τῇ θλίψει, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει. Τί οὖν πρὸς ἐμὲ, φησὶ, τὸν ἀεὶ ἐν λύπαις ὄντα; Μὴ ἀγνώμων, μηδὲ ἀχάριστος· καὶ γὰρ ἀμήχανόν τινα  ἐν  λυπηροῖς  εἶναι  διηνεκῶς·  οὐδὲ γὰρ ἀρκεῖ ἡ φύσις· ἀλλ' ἐπειδὴ  ἐν  χαρᾷ βουλόμεθα εἶναι  ἀεὶ, διὰ τοῦτο ἐν λύπαις  νομίζομεν  εἶναι  ἀεί. Οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλ' ἐπειδὴ τῶν μὲν χρηστῶν καὶ ἀγαθῶν εὐθέως ἐπιλανθανόμεθα, τῶν δὲ λυπηρῶν  ἀεὶ μνημονεύομεν,  διὰ τοῦτο ἐν λύπαις εἶναί φαμεν. Οὐδὲ γὰρ δυνατὸν ἄνθρωπον  ὄντα  ἀεὶ  ἐν  λύπαις  εἶναι.  Καὶ εἰ  βούλεσθε, καὶ  τὸν  ἐν  τρυφῇ  βίον ἐξετάσωμεν, τὸν ἁβρὸν καὶ διαῤῥέοντα, καὶ τὸν φορτικὸν, καὶ ἐπαχθῆ καὶ ὀδυνηρόν. Ἐπιδείξομεν γὰρ ὑμῖν καὶ τοῦτον ἔχοντα λύπας, κἀκεῖνον ἀνέσεις. Ἀλλὰ μὴ θορυβήθητε. Προκείσθω δὲ εἰς  μέσον δεσμώτης ἄνθρωπος,  καὶ ἄλλος  βασιλεὺς  νέος,  ὀρφανὸς,   οὐσίαν  διαδεξάμενος   μεγάλην·   προκείσθω  δὲ  καί  τις μισθωτὸς, δι' ὅλης πονούμενος τῆς ἡμέρας, ἕτερος δὲ τρυφῶν διηνεκῶς. Βούλει οὖν ἐκείνου τὰς ἀθυμίας πρότερον εἴπωμεν τοῦ τρυφῶντος; Ἐννόησον πῶς αὐτοῦ εἰκὸς χειμάζεσθαι τὴν διάνοιαν, ὅταν δόξης ἐφίηται τῆς ὑπερβαινούσης αὐτὸν, ὅταν καταφρονῆται παρὰ τῶν οἰκετῶν· ὅταν ὑπὸ τῶν ἐλαττόνων ὑβρίζηται· ὅταν μυρίους ἔχῃ κατηγόρους, καὶ τοὺς διαβάλλοντας αὐτοῦ τὴν πολυτέλειαν. Καὶ τὰ ἄλλα δὲ, ὅσα ἐν πλούτῳ τοιούτῳ συμβαίνειν εἰκὸς, οὐδὲ εἰπεῖν ἔνι· τὰς ἐπαχθείας, τὰ προσκρούσματα, τὰς κατηγορίας, τὰς ζημίας, τὰς παρὰ τῶν φθονούντων  ἐπιβουλὰς, οἳ ἐπειδὰν τὸν ἐκείνου πλοῦτον  εἰς ἑαυτοὺς μετενεγκεῖν  μὴ δυνηθῶσιν,  ἕλκουσι, σπαράττουσι πανταχόθεν  τὸν νέον, μυρίους ἐγείρουσι χειμῶνας  αὐτῷ. Βούλει καὶ τούτου εἴπω τὴν ἡδονὴν τοῦ μισθωτοῦ; Ἁπάντων ἀπήλλακται τούτων· κἂν ὑβρίσῃ τις  αὐτὸν,  οὐκ ἀλγεῖ·  οὐδενὸς  γὰρ ἑαυτὸν  ἡγεῖται  μείζονα· οὐχ  ὑπὲρ χρημάτων δέδοικε, μεθ' ἡδονῆς ἐσθίει, μετ' εὐφροσύνης καθεύδει πολλῆς. Οὐχ οὕτως οἱ τὸν Θάσιον οἶνον  πίνοντες  τρυφῶσιν, ὡς ἐκεῖνος ἐπὶ πηγὰς ἀπιὼν  καὶ τῶν  ναμάτων ἀπολαύων ἐκείνων. Ἀλλ' οὐ τὰ ἐκείνου τοιαῦτα. Εἰ δὲ οὐκ ἀρκεῖ σοι τὰ εἰρημένα, ἵνα μείζονα ποιήσω τὴν νίκην, φέρε, τὸν βασιλέα καὶ τὸν δεσμώτην συγκρίνωμεν· καὶ ὄψει πολλάκις τοῦτον μὲν ἐν ἡδονῇ ὄντα καὶ παίζοντα καὶ πηδῶντα, ἐκεῖνον δὲ ἐν διαδήματι  καὶ πορφυρίδι  ἀθυμοῦντα,  καὶ μυρίας ἔχοντα  φροντίδας,  καὶ ἀποτεθνηκότα τῷ δέει Οὐ γὰρ ἔστιν, οὐκ ἔστι βίον ἄλυπον οὐδενὸς εὑρεῖν, ἀλλ' οὐδὲ ἡδονῆς ἄμοιρον· οὐδὲ γὰρ ἂν ἤρκεσεν ἡμῶν ἡ φύσις, καθάπερ ἔφθην εἰπών. Εἰ δὲ ὁ μὲν χαίρει πλείονα, ὁ δὲ ἀλγεῖ πλείονα, τοῦτο παρ' αὐτὸν τὸν ἀλγοῦντα συμβαίνει, ὅταν μικρόψυχος ᾖ, οὐ παρὰ τὴν τῶν πραγμάτων φύσιν. Εἰ γὰρ βουλοίμεθα συνεχῶς χαίρειν,  πολλὰς  ἔχομεν  ἀφορμάς. Ἂν  γὰρ ἐπιλαβώμεθα  ἀρετῆς, οὐδὲν  ἔσται τὸ λυποῦν  ἡμᾶς λοιπόν.  Καὶ γὰρ ἐλπίδας  ὑποτείνει  χρηστὰς αὕτη τοῖς  κεκτημένοις αὐτὴν,  καὶ Θεῷ εὐαρέστους ποιεῖ,  καὶ  παρὰ ἀνθρώποις  εὐδοκίμους, καὶ  ἡδονὴν ἐνίησιν ἄφατον. Εἰ γὰρ καὶ ἐν τῷ κατορθοῦν πόνον ἔχει ἡ ἀρετὴ, ἀλλὰ τὸ συνειδὸς πολλῆς  πληροῖ  τῆς εὐφροσύνης, καὶ τοσαύτην ἔνδον  ἐντίθησι  τὴν  ἡδονὴν,  ὅσην οὐδεὶς παραστῆσαι δυνήσεται λόγος. Τί γάρ σοι δοκεῖ τῶν ἐν τῷ παρόντι βίῳ εἶναι ἡδύ; τράπεζα πολυτελὴς, καὶ σώματος ὑγεία, καὶ δόξα καὶ πλοῦτος; Ἀλλὰ ταῦτα τὰ ἡδέα ἂν ἐκείνῃ παραβάλῃς τῇ ἡδονῇ, πάντων ἔσται πικρότερα πρὸς αὐτὴν συγκρινόμενα. Οὐδὲν γὰρ ἥδιον συνειδότος ἀγαθοῦ, καὶ ἐλπίδος χρηστῆς. εʹ. Καὶ εἰ βούλεσθε τοῦτο μαθεῖν, τὸν μέλλοντα ἀπιέναι ἐντεῦθεν ἐξετάσωμεν, ἢ τὸν γεγηρακότα· καὶ ἀναμνήσαντες αὐτὸν τραπέζης πολυτελοῦς ἧς ἀπέλαυσε, καὶ δόξης καὶ τιμῆς, καὶ ἀγαθῶν  ἔργων  ὧν  εἰργάσατό ποτε καὶ ἐποίησεν, ἐρώμεθα ἐπὶ τίσι γάννυται  μᾶλλον,  καὶ ὑψόμεθα ἐπ' ἐκείνοις  μὲν  αἰσχυνόμενον  καὶ ἐγκαλυπτόμενον,  ἐπὶ τούτοις δὲ πετόμενον  καὶ σκιρτῶντα. Οὕτω καὶ Ἐζεχίας ὅτε ἐμαλακίσθη, οὐ τραπέζης ἐμνημόνευσε πολυτελοῦς, οὐ δόξης, οὐ βασιλείας, ἀλλὰ δικαιοσύνης. Μνήσθητι γὰρ, φησὶν, ὡς ἐπορεύθην ἐνώπιόν σου ἐν ὁδῷ εὐθείᾳ. Ὅρα καὶ Παῦλον ἀπὸ τούτων σκιρτῶντα καὶ λέγοντα· Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν  δρόμον τετέλεκα,  τὴν  πίστιν  τετήρηκα. Τί γὰρ καὶ εἶχεν  εἰπεῖν  οὗτος; φησί. Πολλὰ καὶ πλείονα τούτων καὶ τιμὰς ἃς ἐτιμήθη, καὶ δορυφορίας ἧς ἀπέλαυσε, καὶ θεραπείας πολλῆς. Ἢ οὐκ ἀκούεις αὐτοῦ λέγοντος· Ὡς ἄγγελον Θεοῦ ἐδέξασθέ με, ὡς Χριστὸν Ἰησοῦν· καὶ ὅτι, Εἰ δυνατὸν,  τοὺς ὀφθαλμοὺς  ὑμῶν  ἐξορύξαντες ἂν ἐδώκατέ μοι· καὶ ὅτι Ὑπὲρ τῆς ψυχῆς αὐτοῦ τὸν τράχηλον  ὑπέθηκαν; Ἀλλ' οὐδὲν ἐκείνων  φέρει  εἰς  μέσον, ἀλλὰ  τοὺς  πόνους  καὶ τοὺς  κινδύνους,  καὶ τοὺς ὑπὲρ τούτων στεφάνους καὶ μάλα εἰκότως. Ταῦτα μὲν γὰρ ἐνταῦθα ἀφίεται ἐκεῖνα δὲ ἡμῖν συναποδημεῖ· κἀκείνων  μὲν δώσομεν λόγον, τούτων  δὲ μισθὸν ἀπαιτήσομεν. Οὐκ ἴστε ἐν τῇ ἡμέρᾳ τῇ τελευταίᾳ πῶς συστρέφει ψυχὴν ἁμαρτήματα; πῶς κάτωθεν τὴν καρδίαν  ἀνακινεῖ;  Τότε τοίνυν,  ὅτε ταῦτα  γίνεται,  τῶν  ἀγαθῶν  ἔργων  ἡ μνήμη παραστᾶσα, καθάπερ εὐδία ἐν χειμῶνι, παραμυθεῖται τὴν τεθορυβημένην ψυχήν. Ἂν μὲν γὰρ νήφωμεν, καὶ ζώντων ἡμῶν ἀεὶ οὗτος παρέσται ὁ φόβος· ἐπειδὴ δὲ ἀναισθήτως διακείμεθα, ὅταν ἐκβαλλώμεθα ἐντεῦθεν, ἐπιστήσεται πάντως. Ἐπεὶ καὶ ὁ δεσμώτης τότε μάλιστα ἀλγεῖ, ὅταν αὐτὸν ἐξαγάγωσιν ἐπὶ τὸ δικαστήριον· τότε μάλιστα τρέμει, ὅταν ἐγγὺς ᾖ τοῦ βήματος, ὅταν δέῃ τὰς εὐθύνας δοῦναι. ∆ιὰ δὴ τοῦτο καὶ δείματα τῶν πολλῶν τότε ἔστιν ἀκούειν διηγουμένων, καὶ ὄψεις φοβερὰς, ὧν  οὐδὲ τὴν  θεωρίαν  λοιπὸν  φέροντες  οἱ ἀπιόντες,  καὶ τὴν  κλίνην  αὐτὴν  μετὰ πολλῆς  τῆς  ῥύμης τινάσσουσι κείμενοι,  καὶ φοβερὸν  ἐνορῶσι  τοῖς  παροῦσι, τῆς ψυχῆς ἔνδον ἑαυτὴν εἰσωθούσης, καὶ ὀκνούσης ἀποῤῥαγῆναι τοῦ σώματος, καὶ τὴν ὄψιν τῶν ἐρχομένων ἀγγέλων οὐ φερούσης. Εἰ γὰρ ἀνθρώπους φοβεροὺς ἐνορῶντες δεδιττόμεθα, ἀγγέλους ἀπειληφόρους καὶ δυνάμεις ἀποτόμους τῶν παραγινομένων βλέποντες,  τί  οὐ  πεισόμεθα, ἑλκομένης  ἡμῖν  ἀπὸ  τοῦ  σώματος  τῆς  ψυχῆς,  καὶ συρομένης, καὶ πολλὰ ἀποδυρομένης εἰκῆ καὶ μάτην; Ἐπεὶ καὶ ὁ πλούσιος ἐκεῖνος μετὰ τὸ ἀπελθεῖν πολλὰ ἐπένθησεν, ἀλλ' οὐδὲν ἀπώνατο. Ταῦτα δὴ πάντα ἀναπλάττοντες  παρ' ἑαυτοῖς καὶ ἀναστρέφοντες, ἵνα μὴ καὶ ἡμεῖς τὰ αὐτὰ πάθωμεν, τὸν  ἐκ  τούτων  φόβον  ἀκμάζοντα  διατηρῶμεν,  ὅπως  τὴν  ἀπὸ  τῶν  πραγμάτων φύγωμεν  κόλασιν, καὶ τῶν αἰωνίων  ἐπιτύχωμεν  ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν,  χάριτι  καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη Eισαγωγή  και δημοσίευση Κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |