ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΟΜΙΛΙΑ ΟΗʹ. Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις

Τετάρτη 19 Οκτωβρίου 2016

ΟΜΙΛΙΑ ΟΗʹ. Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις




Ιωάννης Χρυσόστομος Είς τόν Ματθαίον Ομιλίαι
Τόμος 58

ΟΜΙΛΙΑ ΟΗʹ. Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν φρόνιμοι, καὶ πέντε μωραὶ, αἵτινες οὐκ ἔλαβον, φησὶν, ἔλαιον. Αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου, καὶ τὰ ἑξῆς.

αʹ. Αὗται αἱ παραβολαὶ τῇ προτέρᾳ ἐοίκασι τῇ τοῦ πιστοῦ δούλου, καὶ τοῦ ἀγνώμονος καὶ τὰ δεσποτικὰ κατεδηδοκότος. Τέσσαρες γάρ εἰσιν αἱ πᾶσαι περὶ τῶν αὐτῶν διαφόρως ἡμῖν παραινοῦσαι· λέγω δὴ τῆς περὶ τὴν ἐλεημοσύνην σπουδῆς, καὶ τοῦ διὰ πάντων,  ὧν  ἂν δυνώμεθα,  τὸν  πλησίον  ὠφελεῖν,  ὡς οὐκ ἐνὸν  σωθῆναι ἑτέρως. Ἀλλ' ἐνταῦθα μὲν περὶ πάσης ὠφελείας  λέγει καθολικώτερον,  ἢν εἰς τὸν πλησίον ἐπιδείκνυσθαι χρή· ἐπὶ δὲ τῶν παρθένων  περὶ ἐλεημοσύνης ἰδικῶς τῆς ἐν χρήμασι λέγει, καὶ σφοδρότερον ἢ ἐπὶ τῆς προτέρας παραβολῆς. Ἐκεῖ μὲν γὰρ τὸν τύπτοντα,  καὶ μεθύοντα,  καὶ τὰ δεσποτικὰ σκορπίζοντα καὶ ἀπολλύντα  κολάζει· ἐνταῦθα δὲ καὶ τὸν οὐκ ὠφελοῦντα, οὐδὲ δαψιλῶς τοῖς δεομένοις τὰ ὄντα κενοῦντα. Εἶχον μὲν γὰρ ἔλαιον, οὐ δαψιλὲς δέ· διὸ καὶ κολάζονται. Τίνος δὲ ἕνεκεν ἐπὶ τοῦ προσώπου τῶν παρθένων ταύτην προάγει τὴν παραβολὴν, καὶ οὐχ ἁπλῶς ὁτιδήποτε ὑποτίθεται  πρόσωπον; 


Μεγάλα περὶ  παρθενίας  διελέχθη  εἰπών·  Εἰσὶν εὐνοῦχοι, οἵτινες  εὐνούχισαν  ἑαυτοὺς  διὰ τὴν  βασιλείαν  τῶν  οὐρανῶν·  καὶ, Ὁ δυνάμενος χωρεῖν, χωρείτω. Οἶδε καὶ τοὺς πολλοὺς τῶν ἀνθρώπων μεγάλην περὶ αὐτῆς δόξαν ἔχοντας. Καὶ γάρ ἐστι φύσει τὸ πρᾶγμα μέγα, καὶ δείκνυται ἐξ ὧν οὔτε ἐν τῇ Παλαιᾷ ὑπὸ τῶν παλαιῶν  καὶ ἁγίων ἀνδρῶν ἐκείνων κατωρθώθη, καὶ ἐν τῇ Καινῇ δὲ οὐκ ἦλθεν   εἰς  ἀνάγκην   νόμου.  Οὐ  γὰρ  ἐπέταξε  τοῦτο,  ἀλλὰ  τῇ  προαιρέσει  τῶν ἀκουόντων ἐπέτρεψε. ∆ιὸ καὶ Παῦλός φησι· Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω. Ἐπαινῶ μὲν γὰρ τὸν κατορθοῦντα, οὐκ ἀναγκάζω δὲ τὸν μὴ βουλόμενον, οὐδὲ ἐπίταγμα τὸ πρᾶγμα ποιῶ. Ἐπεὶ οὖν καὶ μέγα τὸ πρᾶγμα ἦν, καὶ μεγάλην παρὰ τοῖς  πολλοῖς  δόξαν  εἶχεν,  ἵνα  μή τις  τοῦτο  κατορθῶν,  ὡς  τὸ πᾶν  κατωρθωκὼς διακέηται, καὶ τῶν λοιπῶν ἀμελῇ, τίθησι ταύτην τὴν παραβολὴν, ἱκανὴν πεῖσαι, ὅτι παρθενία, κἂν τὰ ἄλλα πάντα ἔχῃ, τῶν ἀπὸ τῆς ἐλεημοσύνης καλῶν ἔρημος οὖσα, μετὰ τῶν πόρνων ἐκβάλλεται· καὶ τὸν ἀπάνθρωπον καὶ τὸν ἀνελεήμονα ἵστησι μετ' αὐτῶν. Καὶ μάλα εἰκότως· ὁ μὲν γὰρ σωμάτων ἔρωτος ἡττήθη, αἱ δὲ χρημάτων. Οὐκ ἔστι δὲ ἴσον σωμάτων  ἔρως καὶ χρημάτων·  ἀλλ' ὁ τῶν  σωμάτων  δριμύτερός τε πολλῷ  καὶ  τυραννικώτερος.  Ὅσῳ οὖν  ἀσθενέστερος  ὁ  ἀνταγωνιστὴς,  τοσούτῳ ἀσύγγνωστοι μᾶλλον αἱ νικηθεῖσαι. ∆ιὰ τοῦτο δὴ καὶ μωρὰς αὐτὰς καλεῖ, ὅτι τὸν μείζονα  ὑποστᾶσαι πόνον,  διὰ  τὸν  ἐλάττονα  τὸ  πᾶν  προὔδωκαν.  Λαμπάδας δὲ ἐνταῦθά φησιν αὐτὸ τὸ τῆς παρθενίας χάρισμα, τὸ καθαρὸν τῆς ἁγιωσύνης· ἔλαιον δὲ, τὴν φιλανθρωπίαν, τὴν ἐλεημοσύνην, τὴν περὶ τοὺς δεομένους βοήθειαν. Χρονίζοντος δὲ τοῦ νυμφίου, ἐνύσταξαν πᾶσαι, καὶ ἐκάθευδον. ∆είκνυσιν οὐκ ὀλί γον  τὸν  χρόνον  ἐσόμενον  πάλιν  τὸν  μεταξὺ, τοὺς  μαθητὰς  ἀπάγων  τοῦ προσδοκᾷν αὐτίκα μάλα φανεῖσθαι τὴν βασιλείαν αὐτοῦ. Καὶ γὰρ τοῦτο ἤλπιζον· διὰ τοῦτο καὶ συνεχῶς αὐτοὺς ἀναχαιτίζει τῆς ἐλπίδος ταύτης. Μετὰ δὲ τούτου κἀκεῖνο ἐμφαίνει, ὅτι ὕπνος ὁ θάνατός ἐστιν. Ἐκάθευδον γὰρ, φησί. Περὶ δὲ μέσας νύκταςκραυγὴ γέγονεν.  Ἤτοι τῇ παραβολῇ ἐπέμεινεν, ἢ πάλιν  δείκνυσιν, ὅτι ἐν νυκτὶ ἡ ἀνάστασις  γίνεται.   Τὴν  δὲ  κραυγὴν   καὶ  ὁ  Παῦλος  ἐνδείκνυται,   λέγων·   Ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, ἐν τῇ ἐσχάτῃ σάλπιγγι καταβήσεται ἀπ' οὐρανοῦ.
Καὶ τί βούλονται αἱ σάλπιγγες; τί δὲ ἡ κραυγὴ λέγει; Ὁ νυμφίος ἔρχεται. Ἐπεὶ οὖν ἐκόσμησαν τὰς  λαμπάδας,  λέγουσιν  αἱ μωραὶ  ταῖς  φρονίμοις·  ∆ότε ἡμῖν  ἐκ τοῦ ἐλαίου ὑμῶν. Πάλιν αὐτὰς μωρὰς καλεῖ, δεικνὺς ὅτι οὐδὲν μωρότερον τῶν ἐνταῦθα χρηματιζομένων,  καὶ γυμνῶν  ἀπιόντων  ἐκεῖσε, ἔνθα μάλιστα φιλανθρωπίας  ἡμῖν χρεία,  ἔνθα   πολλοῦ   τοῦ  ἐλαίου.   Οὐ  ταύτῃ   δὲ  μόνον   μωραὶ,  ἀλλ'  ὅτι   καὶ προσεδόκησαν ἐκεῖθεν  λήψεσθαι, καὶ ἀκαίρως ἐζήτησαν· καίτοιγε  οὐδὲν ἐκείνων φιλανθρωπότερον ἦν τῶν παρθένων, αἳ διὰ τοῦτο μάλιστα εὐδοκίμησαν. Καὶ οὐδὲ τὸ πᾶν ζητοῦσι· ∆ότε γὰρ ἡμῖν, φησὶν, ἐκ τοῦ ἐλαίου ὑμῶν· καὶ τὸ ἀναγκαῖον τῆς χρείας ἐπιδείκνυνται·   σβέννυνται   γὰρ,  φησὶν,  αἱ  λαμπάδες   ἡμῶν.   Ἀλλὰ  καὶ  οὕτως ἀπέτυχον· καὶ οὔτε ἡ φιλανθρωπία  τῶν αἰτουμένων, οὔτε τὸ εὔκολον τῆς αἰτήσεως, οὔτε τὸ ἀναγκαῖον  καὶ χρειῶδες  ἐποίησεν αὐτὰς ἐπιτυχεῖν.  Ἀλλὰ τί δὴ ἐντεῦθεν μανθάνομεν; Ὅτι οὐδεὶς ἡμῶν  ἐκεῖ, τῶν  ἐκ τῶν  ἔργων  προδοθέντων,  προστῆναι δυνήσεται· οὐκ ἐπειδὴ οὐ βούλεται, ἀλλ' ἐπειδὴ οὐ δύναται. Καὶ γὰρ καὶ αὗται ἐπὶ τὸ ἀδύνατον καταφεύγουσι. Τοῦτο καὶ ὁ μακάριος Ἀβραὰμ ἐδήλωσεν εἰπὼν, ὅτι Χάσμα μέγα ἐστὶ μεταξὺ ὑμῶν καὶ ἡμῶν, ὥστε μηδὲ βουλομένοις ἐξεῖναι διαβῆναι. Πορεύεσθε δὲ πρὸς τοὺς πωλοῦντας,  καὶ ἀγοράσατε. Καὶ τίνες  οἱ πωλοῦντες; Οἱ πένητες. Καὶ ποῦ οὗτοι; Ἐνταῦθα· καὶ τότε ζητῆσαι ἐχρῆν, οὐκ ἐν τῷ καιρῷ ἐκείνῳ. βʹ. Ὁρᾷς ὁπόση γίνεται ἀπὸ τῶν πενήτων  ἡμῖν ἡ πραγματεία; κἂν τούτους ἀνέλῃς, τὴν πολλὴν τῆς σωτηρίας ἡμῶν ἀνεῖλες ἐλπίδα. ∆ιόπερ ἐνταῦθα τὸ ἔλαιον συνάγειν χρὴ, ἵνα ἐκεῖ χρήσιμον γένηται, ὅταν ὁ καιρὸς ἡμᾶς καλῇ. Οὐ γὰρ ἐκεῖνός ἐστιν ὁ καιρὸς τῆς συλλογῆς. ἀλλ' οὗτος. Μὴ τοίνυν ἀνάλισκε μάτην τὰ ὄντα εἰς τρυφὰς καὶ κενοδοξίας.  Πολλοῦ  γάρ  σοι  ἐκεῖ  χρεία  τοῦ  ἐλαίου.  Ταῦτα  ἀκούσασαι ἐκεῖναι ἀπῆλθον,  ἀλλ' οὐδὲν  ὤνησαν.  Τοῦτο δέ φησιν,  ἢ τῇ παραβολῇ παραμένων,  καὶ ὑφαίνων  αὐτήν· ἢ καὶ διὰ τούτων δεικνὺς, ὅτι κἂν φιλάνθρωποι  γενώμεθα μετὰ τὸ ἀπελθεῖν,  οὐδὲν  ἐντεῦθεν  κερδήσομεν  εἰς  τὸ  διαφυγεῖν.  Οὐκοῦν  οὐδὲ  ταύταις ἤρκεσεν ἡ προθυμία· ἐπειδὴ μὴ ἐνταῦθα ἀπῆλθον πρὸς τοὺς πωλοῦντας, ἀλλ' ἐκεῖ· οὔτε τῷ πλουσίῳ, ὅτε οὕτω φιλάνθρωπος γέγονεν, ὡς καὶ ὑπὲρ τῶν αὐτῷ προσηκόντων μεριμνᾷν. Ὁ γὰρ τὸν ἐν τῷ πυλῶνι κείμενον παρατρέχων, τοὺς οὐδὲ ὁρωμένους  ἐξαρπάσαι τῶν  κινδύνων  καὶ  τῆς  γεέννης  ἐπείγεται,  καὶ  παρακαλεῖ πεμφθῆναί τινας τοὺς ταῦτα ἀπαγγελοῦντας αὐτοῖς. Ἀλλ' ὅμως οὐδὲν  ἐκεῖνος ἐντεῦθεν ἀπώνατο, ὥσπερ οὐδὲ αὗται. Ἐπειδὴ γὰρ ταῦτα ἀκούσασαι ἀπῆλθον, ἦλθεν ὁ νυμφίος· καὶ αἱ μὲν ἕτοιμοι, συνεισῆλθον αἱ δὲ ἀπεκλείσθησαν. Μετὰ τοὺς πολλοὺς πόνους,  μετὰ  τοὺς  μυρίους  ἱδρῶτας  καὶ  τὴν  ἀφόρητον  μάχην  ἐκείνην,  καὶ  τὰ τρόπαια  ἃ  κατὰ  τῆς  φύσεως  λυττώσης   ἀνέστησαν,  καταισχυνθεῖσαι  καὶ  τῶν λαμπάδων ἐσβεσμένων, ἀνεχώρουν κάτω κύπτουσαι. Οὐδὲν γὰρ ἀμαυρότερον παρθενίας, ἔλεον μὴ ἐχούσης· οὕτω καὶ οἱ πολλοὶ τοὺς ἀνελεήμονας εἰώθασι καλεῖν σκοτεινούς. Ποῦ τοίνυν τῆς παρθενίας ὄφελος, ὅτε τὸν νυμφίον οὐκ εἶδον, καὶ οὐδὲ κρούσασαι ἤνυσαν, ἀλλὰ τὸ φοβερὸν ἐκεῖνο ἤκουσαν ῥῆμα, Ὑπάγετε, οὐκ οἶδα ὑμᾶς; Ὅταν δὲ αὐτὸς εἴπῃ τοῦτο, οὐδὲν ἕτερον ἢ γέεννα καταλιμπάνεται  καὶ ἡ ἀφόρητος κόλασις· μᾶλλον δὲ καὶ τῆς γεέννης τοῦτο τὸ ῥῆμα χαλεπώτερον. Τοῦτο τὸ ῥῆμα καὶ τοῖς τὴν ἀνομίαν  ἐργαζομένοις εἶπε. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν, οὐδὲ τὴν ὥραν. Ὁρᾷς πῶς συνεχῶς τοῦτο ἐπιλέγει, χρησίμην δεικνὺς τὴν ἄγνοιαν τῆς ἐξόδου τῆς ἐντεῦθεν; Ποῦ νῦν εἰσιν οἱ διὰ παντὸς μὲν τοῦ βίου ῥᾴθυμοι, ὅταν δὲ ἐγκαλῶνται   παρ'  ἡμῶν,  λέγοντες,   ὅτι  Ἐν  καιρῷ  τελευτῆς  καταλιμπάνω   τοῖς δεομένοις; Ἀκουέτωσαν τῶν ῥημάτων τούτων, καὶ διορθούσθωσαν. Καὶ γὰρ καὶ ἐν ἐκείνῳ  τῷ  καιρῷ  πολλοὶ  ἐξέπεσον  τούτου,  ἀθρόον  ἀναρπασθέντες,  καὶ  οὐδὲ ἐπισκῆψαι  συγχωρηθέντες  τοῖς  οἰκείοις  ὑπὲρ  ὧν  ἐβούλοντο.  Αὕτη μὲν  οὖν  ἡ παραβολὴ τῆς διὰ χρημάτων  ἐλεημοσύνης ἕνεκεν εἴρηται· ἡ δὲ μετὰ ταύτην, πρὸς τοὺς οὐ χρήμασιν, οὐ λόγῳ, οὐ προστασίᾳ, οὐχ ἑτέρῳ ὁτῳοῦν ὠφελεῖν βουλομένους τοὺς πλησίον, ἀλλὰ  πάντα  ἀποκρύπτοντας.  Καὶ τί δήποτε αὕτη μὲν ἡ παραβολὴ βασιλέα εἰσάγει, ἐκείνη δὲ νυμφίον; Ἵνα μάθῃς πῶς οἰκείως ἔχει πρὸς τὰς παρθένους ὁ Χριστὸς, τὰς ἀποδυομένας τὰ ὄντα· τοῦτο γὰρ καὶ παρθενία. ∆ιὸ καὶ Παῦλος τοῦτον τίθησιν ὅρον τοῦ πράγματος. Ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, φησί· καὶ, Πρὸς τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ Κυρίῳ ἀπερισπάστως. Ταῦτα παραινοῦμεν, φησίν. Εἰ δὲ ἐν τῷ Λουκᾷ ἑτέρως κεῖται ἡ τῶν ταλάντων  παραβολὴ, ἐκεῖνο λεκτέον, ὅτι ἄλλη αὕτη, καὶ ἑτέρα ἐκείνη. Ἐν ἐκείνῃ μὲν γὰρ ἀπὸ ἑνὸς κεφαλαίου διάφοροι γεγόνασιν αἱ πρόσοδοι· ἀπὸ γὰρ μιᾶς μνᾶς ὁ μὲν πέντε, ὁ δὲ δέκα προσήνεγκαν, διὸ οὐδὲ τῶν αὐτῶν ἔτυχον· ἐνταῦθα δὲ τοὐναντίον,  διὸ καὶ ὁ στέφανος ἴσος. Ὁ γὰρ δύο λαβὼν, δύο ἔδωκε, καὶ ὁ τὰ πέντε πάλιν ὁμοίως· ἐκεῖ δὲ, ἐπειδὴ ἐκ τῆς αὐτῆς ὑποθέσεως ὁ μὲν πλείονα, ὁ δὲ ἐλάττονα πρόσοδον ἐποιήσατο, εἰκότως καὶ ἐν τοῖς ἐπάθλοις οὐχ ὁμοίως ἀπολαύουσιν. Ὅρα δὲ αὐτὸν πανταχοῦ οὐκ εὐθέως ἀπαιτοῦντα. Καὶ γὰρ ἐπὶ τοῦ ἀμπελῶνος  ἐξέδοτο γεωργοῖς,  καὶ ἀπεδήμησε· καὶ ἐνταῦθα  ἐνεπίστευσε, καὶ ἀπεδήμησεν, ἵνα μάθῃς αὐτοῦ τὴν μακροθυμίαν. Ἐμοὶ δὲ δοκεῖ καὶ τὴν ἀνάστασιν αἰνιττόμενος ταῦτα λέγειν. Ἀλλ' ἐνταῦθα οὐκέτι γεωργοὶ καὶ ἀμπελὼν, ἀλλὰ πάντες ἐργάται. Οὐ γὰρ πρὸς ἄρχοντας  μόνον, οὐδὲ πρὸς Ἰουδαίους, ἀλλὰ πρὸς ἅπαντας διαλέγεται. Καὶ οἱ μὲν προσφέροντες ὁμολογοῦσιν εὐγνωμόνως  καὶ τὰ αὐτῶν καὶ τὰ τοῦ δεσπότου. Καὶ ὁ μὲν λέγει, Κύριε, πέντε τάλαντά μοι ἔδωκας· ὁ δὲ λέγει, δύο· δεικνύντες  ὅτι παρ' αὐτοῦ τὴν ἀφορμὴν ἔλαβον τῆς ἐργασίας, καὶ πολλὴν  χάριν ἴσασι, καὶ τὸ πᾶν αὐτῷ λογίζονται. Τί οὖν ὁ δεσπότης; Εὖ, δοῦλε ἀγαθὲ, φησὶ (τοῦτο γάρ ἐστιν ἀγαθοῦ, τὸ εἰς τὸν πλησίον ὁρᾷν), καὶ πιστέ· ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν   σε  καταστήσω·  εἴσελθε  εἰς  τὴν   χαρὰν   τοῦ  κυρίου  σου·  τὴν   πᾶσαν μακαριότητα διὰ τοῦ ῥήματος τούτου δεικνύς. Ἀλλ' οὐκ ἐκεῖνος οὕτως, ἀλλὰ πῶς; Ἤδειν ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας, καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας· καὶ φοβηθεὶς ἔκρυψα τὸ τάλαντόν  σου· ἴδε, ἔχεις τὸ σόν. Τί οὖν ὁ δεσπότης; Ἔδει σε βαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις, τουτέστιν, εἰπεῖν ἐχρῆν, παραινέσαι, συμβουλεῦσαι. Ἀλλ' οὐ πείθονται;  Ἀλλ' οὐκ ἔστι τοῦτο  πρὸς σέ. Τί τούτου  γένοιτ' ἂν  ἡμερώτερον; γʹ. Ἄνθρωποι  μὲν  γὰρ οὐχ  οὕτω  ποιοῦσιν,  ἀλλ' αὐτὸν τὸν δανείσαντα, αὐτὸν καὶ ὑπεύθυνον τῆς ἀπαιτήσεως καθιστῶσιν. Αὐτὸς δὲ οὐχ οὕτως· ἀλλὰ, σὲ ἔδει καταβαλεῖν, φησὶ, καὶ τὴν ἀπαίτησιν ἐμοὶ ἐπιτρέψαι. Κἀγὼ μετὰ τόκου ἂν ἀπῄτησα· τόκον λέγων ἀκροάσεως τὴν τῶν ἔργων ἐπίδειξιν. Σὲ ἔδει τὸ εὐκολώτερον  ποιῆσαι, ἐμοὶ δὲ τὸ δυσκολώτερον ἀφεῖναι.  Ἐπεὶ οὖν τοῦτο οὐκ ἐποίησε, Λάβετε, φησὶν, ἀπ' αὐτοῦ τὸ τάλαντον, καὶ δότε τῷ τὰ δέκα τάλαντα ἔχοντι. Τῷ γὰρ ἔχοντι δοθήσεται, καὶ περισσευθήσεται· ἀπὸ δὲ τοῦ μὴ ἔχοντος, καὶ ὃ ἔχει, ἀρθήσεται ἀπ' αὐτοῦ. Τί δὴ τοῦτό  ἐστιν; Ὁ χάριν  λόγου  καὶ διδασκαλίας  εἰς τὸ ὠφελεῖν ἔχων, καὶ μὴ χρώμενος αὐτῇ, καὶ τὴν χάριν ἀπολεῖ· ὁ δὲ σπουδὴν παρεχόμενος, πλείονα  ἐπισπάσεται τὴν δωρεάν· ὥσπερ οὖν ἐκεῖνος  καὶ ὃ ἔλαβεν ἀπόλλυσιν.  Ἀλλ'  οὐ  μέχρι  τούτου  ἡ  ζημία  τῷ  ἀργοῦντι,  ἀλλὰ  καὶ  ἀφόρητος  ἡ κόλασις, καὶ μετὰ τῆς κολάσεως ἡ ἀπόφασις πολλῆς γέμουσα τῆς κατηγορίας. Τὸν γὰρ  ἀχρεῖον  δοῦλον  ἐκβάλετε,  φησὶν,  εἰς  τὸ  σκότος τὸ  ἐξώτερον·  ἐκεῖ  ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Εἶδες πῶς οὐ μόνον ὁ ἁρπάζων καὶ πλεονεκτῶν,  οὐδὲ ὁ κακὰ ἐργαζόμενος,  ἀλλὰ  καὶ  ὁ ἀγαθὰ  μὴ ποιῶν  κολάζεται κόλασιν τὴν ἐσχάτην; Ἀκούσωμεν τοίνυν  τῶν  ῥημάτων  τούτων.  Ὡς ἔστι καιρὸς, ἀντιλαβώμεθα τῆς σωτηρίας τῆς ἡμετέρας, λάβωμεν ἔλαιον εἰς τὰς λαμπάδας, ἐργασώμεθα  εἰς  τὸ  τάλαντον.   Ἂν  γὰρ  ὀκνήσωμεν  καὶ  ἐν  ἀργίᾳ  διατρίβωμεν ἐνταῦθα, οὐδεὶς ἡμᾶς ἐλεήσει λοιπὸν  ἐκεῖ, κἂν μυρία θρηνῶμεν. Κατέγνω ἑαυτοῦ καὶ ὁ τὰ ῥυπαρὰ ἱμάτια  ἔχων,  καὶ οὐδὲν  ὠφέλησεν.  Ἀπέδωκε καὶ ἣν  ἐπιστεύθη παρακαταθήκην  ὁ  τὸ  ἓν  τάλαντον,   καὶ  οὕτω  κατεκρίθη.  Παρεκάλεσαν καὶ  αἱ παρθένοι,  καὶ  προσῆλθον,  καὶ  ἔκρουσαν, καὶ  πάντα  εἰκῆ  καὶ  μάτην.  Ταῦτ'  οὖν εἰδότες, καὶ χρήματα, καὶ σπουδὴν, καὶ προστασίαν, καὶ πάντα εἰσενέγκωμεν εἰς τὴν τῶν  πλησίον  ὠφέλειαν.  Τάλαντα  γὰρ ἐνταῦθά  ἐστιν ἡ ἑκάστου δύναμις,  εἴτε ἐν προστασίᾳ, εἴτε  ἐν  χρήμασιν,  εἴτε  ἐν  διδασκαλίᾳ,  εἴτε  ἐν  οἵῳ  δήποτε  πράγματι τοιούτῳ. Μηδεὶς λεγέτω, ὅτι Ἓν τάλαντον ἔχω, καὶ οὐδὲν δύναμαι ποιῆσαι. ∆ύνασαι γὰρ καὶ δι' ἑνὸς εὐδοκιμῆσαι. Οὐ γὰρ εἶ τῆς χήρας ἐκείνης πενέστερος, οὐκ εἶ Πέτρου καὶ Ἰωάννου ἀγροικότερος, οἳ καὶ ἰδιῶται καὶ ἀγράμματοι ἦσαν, ἀλλ' ὅμως ἐπειδὴ προθυμίαν ἐπεδείξαντο, καὶ πρὸς τὸ κοινῇ συμφέρον πάντα ἐποίουν, τῶν οὐρανῶν ἐπελάβοντο. Οὐδὲν γὰρ οὕτως ἐστὶ τῷ Θεῷ φίλον, ὡς τὸ κοινωφελῶς ζῇν. ∆ιὰ τοῦτο λόγον  ἡμῖν ἔδωκεν ὁ Θεὸς, καὶ χεῖρας, καὶ πόδας, καὶ σώματος ἰσχὺν, καὶ νοῦν, καὶ σύνεσιν, ἵνα πᾶσι τούτοις καὶ εἰς τὴν ἡμῶν αὐτῶν σωτηρίαν καὶ εἰς τὴν τῶν   πλησίον  ὠφέλειαν   χρησώμεθα.  Οὐδὲ  γὰρ  εἰς  ὕμνον   ἡμῖν   ὁ  λόγος  καὶ εὐχαριστίας χρήσιμος μόνον, ἀλλὰ καὶ εἰς διδασκαλίαν λυσιτελὴς καὶ παραίνεσιν. Κἂν μὲν εἰς τοῦτο χρησώμεθα, τὸν ∆εσπότην ἐζηλώσαμεν· ἂν δὲ εἰς τἀναντία, τὸν διάβολον. Ἐπεὶ καὶ Πέτρος, ὅτε μὲν ὡμολόγησε τὸν Χριστὸν, ἐμακαρίζετο ὡς τὰ τοῦ Πατρὸς  εἰρηκώς·  ὅτε  δὲ  παρῃτεῖτο  τὸν  σταυρὸν  καὶ  ἀπηγόρευσεν,  ἐπετιμᾶτο σφοδρῶς, ὡς τὰ τοῦ διαβόλου φρονῶν. Εἰ δὲ ἔνθα ἀγνοίας ἦν. τὸ εἰρημένον, τοσαύτη ἡ κατηγορία· ὅταν ἑκόντες πολλὰ ἁμαρτάνωμεν, ποίαν ἕξομεν συγγνώμην; Τοιαῦτα τοίνυν φθεγγώμεθα, ἵνα αὐτόθεν ᾖ δῆλα τὰ ῥήματα τοῦ Χριστοῦ ὄντα. Οὐδὲ γὰρ ἂν εἴπω μόνον, Ἔγειραι καὶ περιπάτει, οὐδὲ ἂν εἴπω, Ταβιθὰ, ἀνάστηθι, τότε τὰ τοῦ Χριστοῦ λαλῶ·  ἀλλὰ  πολλῷ  μᾶλλον  ἂν  λοιδορηθεὶς  εὐλογήσω,  ἂν  ἐπηρεασθεὶς εὔξωμαι ὑπὲρ τοῦ ἐπηρεάζοντος. Πρώην μὲν οὖν ἔλεγον, ὅτι χείρ ἐστιν ἡ γλῶττα ἡμῶν, τῶν τοῦ Θεοῦ ἁπτομένη ποδῶν· νῦν δὲ πολλῷ πλέον λέγω, ὅτι γλῶττά ἐστιν ἡ  γλῶττα  ἡμῶν,  τὴν  τοῦ  Χριστοῦ μιμουμένη,  ἐὰν  τὴν  προσήκουσαν ἀκρίβειαν ἐπιδείξηται, ἂν ἐκεῖνα φθεγγώμεθα,  ἅπερ ἐκεῖνος βούλεται. Τί δέ ἐστιν ἃ ἐκεῖνος ἡμᾶς βούλεται φθέγγεσθαι; Τὰ ἐπιεικείας γέμοντα ῥήματα καὶ πραότητος· ὥσπερ οὖν καὶ αὐτὸς ἐφθέγγετο,  λέγων  τοῖς ὑβρίζουσιν αὐτὸν, Ἐγὼ δαιμόνιον  οὐκ ἔχω· καὶ πάλιν· Εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ. Ἐὰν οὕτω καὶ σὺ λέγῃς, ἐὰν εἰς διόρθωσιν τῶν πλησίον λαλῇς, κέκτησαι γλῶτταν ἐοικυῖαν ἐκείνῃ. Καὶ ταῦτα αὐτός φησιν ὁ Θεός· Ὁ γὰρ ἐξάγων τίμιον ἐξ ἀναξίου ὡς στόμα μου ἔσται, φησίν. Ὅταν οὖν ἡ γλῶττά σου ὡς ἡ γλῶττα ᾖ τοῦ Χριστοῦ, καὶ τὸ στόμα σου γένηται στόμα τοῦ Πατρὸς, καὶ τοῦ Πνεύματος τοῦ ἁγίου ναὸς ᾖς, ποία ταύτης λοιπὸν ἴση γένοιτ' ἂν τιμή; Οὐδὲ γὰρ εἰ ἀπὸ χρυσίου συνέκειτό σου τὸ στόμα, οὐδὲ εἰ ἀπὸ λίθων  τιμίων, οὕτως ἔμελλε λάμπειν  ὡς νῦν, τῷ κόσμῳ τῆς ἐπιεικείας  καταυγαζόμενον. Τί γὰρ στόματος  ποθεινότερον  οὐκ  εἰδότος  ὑβρίζειν,  ἀλλ' εὐλογεῖν  [καὶ χρηστολογεῖν] μεμελετηκότος;  Εἰ δὲ οὐκ ἀνέχῃ  εὐλογεῖν  τὸν  καταρώμενον,  σίγησον, καὶ τοῦτο τέως κατόρθωσον· καὶ ὁδῷ προβαίνων καὶ σπουδάζων ὡς χρὴ, καὶ ἐπ' ἐκεῖνο ἥξεις, καὶ κτήσῃ στόμα τοιοῦτον  οἷον εἰρήκαμεν. δʹ. Καὶ μὴ νομίσῃς τολμηρὸν  εἶναι τὸ λεχθέν.  Φιλάνθρωπος γάρ ἐστιν ὁ ∆εσπότης, καὶ τῆς ἀγαθότητος αὐτοῦ τὸ δῶρον γίνεται. Τολμηρόν ἐστι, διαβόλῳ στόμα ἔχειν ἐοικὸς, δαίμονος πονηροῦ κεκτῆσθαι γλῶτταν    ὁμοίαν,   μάλιστα   τὸν   μυστηρίων   τοιούτων    μετέχοντα,   καὶ   αὐτῇ κοινωνοῦντα  τῇ σαρκὶ τοῦ ∆εσπότου. Ταῦτ' οὖν ἀναλογιζόμενος, γενοῦ κατ' ἐκεῖνον εἰς  δύναμιν  τὴν  σήν.  Οὐκέτι σοι λοιπὸν  ὁ  διάβολος  οὐδὲ  ἀντιβλέψαι  τοιούτῳ γενομένῳ  δυνήσεται. Καὶ γὰρ ἐπιγινώσκει  τὸν χαρακτῆρα τὸν βασιλικόν· οἶδε τοῦ Χριστοῦ τὰ ὅπλα, δι' ὧν ἡττήθη. Τίνα δὲ ταῦτά ἐστιν; Ἐπιείκεια καὶ πραότης. Καὶ γὰρ ὅτε ἐν τῷ ὄρει προσβάλλοντα αὐτὸν κατέῤῥαξε καὶ ἐξέτεινεν, οὐχὶ γνωριζόμενος ὅτι Χριστὸς ἦν, ἀλλ' ἀπὸ τῶν ῥημάτων αὐτὸν ἐσαγήνευσε τούτων, ἀπὸ ἐπιεικείας εἷλεν, ἀπὸ πραότητος ἐτροπώσατο. Τοῦτο καὶ σὺ ποίησον· ἂν ἴδῃς ἄνθρωπον  διάβολον γενόμενον, καὶ προσιόντα σοι, οὕτω καὶ σὺ νίκησον. Ἔδωκέ σοι ὁ Χριστὸς ἐξουσίαν γενέσθαι κατ' αὐτὸν  εἰς δύναμιν  τὴν  σήν. Μὴ φοβηθῇς  τοῦτο ἀκούων. Φόβος ἐστὶ, τὸ μὴ γενέσθαι κατ' αὐτόν. Φθέγγου τοίνυν κατ' ἐκεῖνον, καὶ γέγονας κατὰ τοῦτο τοιοῦτος οἶος ἐκεῖνος, ὡς ἄνθρωπον ὄντα ἔνι γενέσθαι. ∆ιὰ τοῦτο μείζων ὁ οὕτω λαλῶν, ἢ ὁ προφητεύων. Τὸ μὲν γὰρ χάρις ὅλον· ἐνταῦθα δὲ καὶ πόνος σὸς καὶ  ἱδρώς.  ∆ίδαξον  τὴν  ψυχὴν  διαπλάττειν   σοι στόμα στόματι  Χριστοῦ ἐοικός.
∆ύναται γὰρ τοιαῦτα δημιουργεῖν, ἂν ἐθέλῃ· οἶδε τὴν τέχνην, ἂν μὴ ᾖ ῥᾴθυμος. Καὶ πῶς πλάττεται  τοιοῦτον  στόμα; φησί· διὰ ποίων  χρωμάτων;  διὰ ποίας ὕλης; ∆ιὰ χρωμάτων μὲν καὶ ὕλης οὐδεμιᾶς· διὰ δὲ ἀρετῆς μόνης, καὶ ἐπιεικείας, καὶ ταπεινοφροσύνης. Ἴδωμεν πῶς καὶ στόμα διαβόλου πλάττεται, ἵνα μηδέποτε ἐκεῖνο κατασκευάσωμεν. Πῶς οὖν  πλάττεται;  ∆ιὰ ἀρῶν, διὰ ὕβρεων, διὰ βασκανίας, δι' ἐπιορκίας. Ὅταν γὰρ τὰ ἐκείνου  φθέγγηταί  τις, τὴν  ἐκείνου  γλῶτταν  λαμβάνει. Ποίαν οὖν ἕξομεν συγγνώμην, μᾶλλον δὲ ποίαν οὐχ ὑποστησόμεθα τιμωρίαν, ὅταν τὴν γλῶτταν, ᾗ κατηξιώθημεν σαρκὸς γεύσασθαι ∆εσποτικῆς, ταύτην περιίδωμεν τὰ τοῦ διαβόλου φθεγγομένην; Μὴ δὴ περιίδωμεν, ἀλλὰ πάσῃ χρησώμεθα σπουδῇ, ὥστε αὐτὴν παιδεῦσαι τὸν ∆εσπότην μιμεῖσθαι τὸν ἑαυτῆς. Ἂν γὰρ αὐτὴν παιδεύσωμεν τοῦτο, μετὰ πολλῆς τῆς παῤῥησίας ἐπὶ τοῦ βήματος ἡμᾶς στήσει τοῦ Χριστοῦ. Ἂν μή τις  οὕτως  εἰδῇ  λαλεῖν,  οὐδὲ  ἀκούσεται  αὐτοῦ  ὁ  δικαστής.  Καθάπερ γὰρ,  ὅταν Ῥωμαῖος ὢν ὁ κριτὴς τύχῃ, οὐκ ἀκούσεται ἀπολογουμένου  τοῦ οὐκ εἰδότος οὕτω
φθέγγεσθαι·  οὕτω  καὶ  ὁ  Χριστὸς, ἂν  μὴ  κατὰ  τὸν  αὐτοῦ  τρόπον  λαλῇς,  οὐκ ἀκούσεταί σου, οὐδὲ προσέξει. Μάθωμεν τοίνυν οὕτω λαλεῖν, ὡς εἴωθεν ἀκούειν ὁ βασιλεὺς ὁ ἡμέτερος· σπουδάσωμεν ἐκείνην μιμεῖσθαι τὴν γλῶτταν. Κἂν εἰς πένθος ἐμπέσῃς, σκόπει ὅπως μὴ διαστρέψῃ σου τὸ στόμα τῆς ἀθυμίας ἡ τυραννὶς,  ἀλλὰ λαλήσῃς ὥσπερ ὁ Χριστός. Ἐπένθησε γὰρ καὶ αὐτὸς τὸν Λάζαρον καὶ τὸν Ἰούδαν. Ἂν εἰς φόβον ἐμπέσῃς, ζήτησον οὕτω λαλῆσαι πάλιν ὡς αὐτός. Ἐνέπεσε γὰρ καὶ αὐτὸς εἰς φόβον διὰ σὲ κατὰ τὸν τῆς οἰκονομίας λόγον. Εἰπὲ καὶ σύ· Πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ. Κἂν κλαίῃς, δάκρυσον ἠρέμα ὡς αὐτός. Κἂν εἰς ἐπιβουλὰς ἐμπέσῃς καὶ λύπην, καὶ ταῦτα ὡς ὁ Χριστὸς διατίθει. Καὶ γὰρ καὶ ἐπεβουλεύθη καὶ ἐλυπήθη, καὶ λέγει· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου. Καὶ πάντα σοι τὰ ὑποδείγματα παρέσχεν, ἵνα αὐτὰ διαφυλάττῃς  τὰ μέτρα, καὶ τοὺς δοθέντας  σοι μὴ διαφθείρῃς κανόνας.  Οὕτω δυνήσῃ  στόμα ἔχειν  ἐοικὸς  ἐκείνου  τῷ  στόματι· οὕτως  ἐπὶ  γῆς βαδίζων,  τοῦ  ἄνω  καθημένου  γλῶτταν  ἡμῖν  ἐπιδείξεις  ὁμοίαν,  τὰ  μέτρα τὰ  ἐν ἀθυμίᾳ, τὰ ἐν ὀργῇ, τὰ ἐν πένθει,  τὰ ἐν ἀγωνίᾳ  διατηρῶν.  Πόσοι ὑμῶν  εἰσιν οἱ ἐπιθυμοῦντες  αὐτοῦ τὴν μορφὴν ἰδεῖν;  Ἰδοὺ οὐκ ἰδεῖν  μόνον, ἀλλὰ καὶ γενέσθαι κατ'  αὐτὸν  δυνατὸν,  ἂν  σπουδάζωμεν.  Μὴ ἀναβαλλώμεθα   τοίνυν.  Οὐχ οὕτως ἀσπάζεται προφητῶν στόμα, ὡς ἐπιεικῶν καὶ πράων ἀνθρώπων. Πολλοὶ γὰρ ἐροῦσί μοι, φησὶν, Οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν; Καὶ ἐρῶ αὐτοῖς· Οὐκ οἶδα ὑμᾶς. Τὸ δὲ τοῦ Μωϋσέως, ἐπειδὴ σφόδρα ἐπιεικὴς  ἦν καὶ πρᾶος, (Ὁ γὰρ Μωϋσῆς, φησὶν,ἄνθρωπος  πραότατος  παρὰ  πάντας  τοὺς  ἀνθρώπους  τοὺς  ἐπὶ  τῆς  γῆς·)  οὕτως ἠσπάζετο καὶ ἐφίλει, ὡς εἰπεῖν, Ἐνώπιος ἐνωπίῳ, στόμα κατὰ στόμα ἐλά λει, ὡσανεὶ φίλος πρὸς τὸν ἑαυτοῦ φίλον. Οὐκ ἐπιτάξεις δαίμοσι νῦν, ἀλλ' ἐπιτάξεις τότε τῷ  τῆς  γεέννης  πυρὶ,  ἐὰν  ἔχῃς  τῷ  στόματι  τοῦ  Χριστοῦ τὸ  στόμα σου ἐοικός. Ἐπιτάξεις τῇ ἀβύσσῳ τοῦ πυρὸς, καὶ ἐρεῖς, Σιώπα, πεφίμωσο· καὶ μετὰ πολλῆς τῆς παῤῥησίας τῶν οὐρανῶν ἐπιβήσῃ, καὶ ἀπολαύσεις τῆς βασιλείας· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν,  χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

35.ΟΜΙΛΙΑ ΟΘʹ. Ὅταν δὲ ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ, καὶ πάντες οἱ ἅγιοι ἄγγελοι μετ' αὐτοῦ, τότε καθίσει, φησὶν, ἐπὶ θρόνου δόξης αὐ τοῦ, καὶ διαιρήσει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων· καὶ τοὺς μὲνἀποδέξεται, ὅτι πεινῶντα αὐτὸν ἔθρεψαν, καὶ διψῶντα ἐπότισαν, καὶ ξένον ὄντα συνήγαγον, καὶ γυ μνὸν ὄντα περιέβαλον, καὶ ἀσθενοῦντα ἐπεσκέψαντο, καὶ ἐν φυλακῇ ὄντα εἶδον· καὶ δώσει τὴν βασιλείαν αὐτοῖς. Τοὺς δὲ ἐπὶ τοῖς ἐναντίοις διαβάλλων, πέμψει εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.

αʹ. Τῆς περικοπῆς ταύτης τῆς ἡδίστης, ἣν συνεχῶς στρέφοντες οὐ διαλιμπάνομεν,  ἀκούσωμεν νῦν  μετὰ σπουδῆς καὶ κατανύξεως  πάσης, εἰς ἣν καὶ ἐσχάτην  ὁ λόγος  ἐτελεύτησεν·  εἰκότως.  Καὶ γὰρ πολὺς  αὐτῷ  φιλανθρωπίας  καὶ ἐλεημοσύνης ὁ λόγος. ∆ιὸ καὶ ἐν τοῖς ἔμπροσθεν ὑπὲρ ταύτης διελέχθη διαφόρως, καὶ ἐνταῦθα λοιπὸν  σαφέστερόν πως καὶ εὐτονώτερον, οὐ δύο πρόσωπα καὶ τρία, οὐδὲ πέντε τιθεὶς, ἀλλὰ τὴν οἰκουμένην ἅπασαν· εἰ καὶ τὰ μάλιστα καὶ αἱ πρότεραι, αἱ  διὰ  τῶν  δύο  προσώπων,  οὐ  δύο  πρόσωπα  ἐδήλουν,  ἀλλὰ  μέρη δύο, τὸ  μὲν παρακουόντων, τὸ δὲ ὑπακουόντων. Ἀλλ' ἐνταῦθα καὶ φρικωδέστερον μεταχειρίζει τὸν λόγον, καὶ τηλαυγέστερον. ∆ιόπερ οὐδὲ λέγει, Ὡμοιώθη ἡ βασιλεία. λοιπὸν, ἀλλ' ἐκκεκαλυμμένως ἑαυτὸν δείκνυσι, λέγων· Ὅταν δὲ ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ. Νῦν γὰρ ἐν ἀτιμίᾳ  παραγέγονε, νῦν  ἐν ὕβρεσι καὶ ὀνείδεσι· τότε δὲ καθεδεῖται ἐπὶ θρόνου δόξης αὐτοῦ. Καὶ συνεχῶς μνημονεύει δόξης. Ἐπειδὴ γὰρ ὁ σταυρὸς  ἐγγὺς  ἦν,  πρᾶγμα  δοκοῦν  ἐπονείδιστον   εἶναι,  διὰ  τοῦτο  ἐπαίρει  τὸν ἀκροατὴν, καὶ ὑπ' ὄψιν αὐτῷ τὸ δικαστήριον ἄγει, καὶ τὴν οἰκουμένην περιίστησιν ἅπασαν. Καὶ οὐ ταύτῃ μόνον φοβερὸν ποιεῖ τὸν λόγον, ἀλλὰ καὶ τῷ δεικνύναι τοὺς οὐρανοὺς κενουμένους.  Πάντες γὰρ οἱ ἄγγελοι  παρέσονται μετ' αὐτοῦ, φησὶ, καὶ αὐτοὶ μαρτυροῦντες  ὅσα διηκονήσαντο  πεμπόμενοι  παρὰ τοῦ ∆εσπότου πρὸς τὴν τῶν  ἀνθρώπων  σωτηρίαν. Καὶ πανταχόθεν  φρικώδης  ἡ ἡμέρα τότε ἐκείνη.  Εἶτα Συναχθήσεται, φησὶ, πάντα  τὰ ἔθνη, τουτέστι, πᾶσα ἡ τῶν  ἀνθρώπων  φύσις. Καὶ ἀφοριεῖ αὐτοὺς ἀπ' ἀλλήλων,  ὥσπερ ὁ ποιμὴν τὰ πρόβατα. Νῦν μὲν γὰρ οὐκ εἰσὶν ἀφωρισμένοι,  ἀλλὰ  ἀναμὶξ  ἅπαντες·  ἡ  δὲ  διαίρεσις  τότε  ἔσται  μετὰ  ἀκριβείας ἁπάσης. Καὶ τέως ἀπὸ τῆς στάσεως αὐτοὺς διαιρεῖ καὶ ποιεῖ δήλους· εἶτα καὶ ἀπὸ τῶν ὀνομάτων  τὸν  ἑκάστου  τρόπον  ἐνδείκνυται,  τοὺς  μὲν  ἐρίφια  καλῶν,  τοὺς  δὲ πρόβατα, ἵνα τῶν μὲν τὸ ἄκαρπον δείξῃ· οὐδεὶς γὰρ ἀπὸ ἐρίφων καρπὸς γένοιτ' ἄν· τῶν  δὲ τὴν πολλὴν  πρόσοδον· καὶ γὰρ πολλὴ τῶν  προβάτων ἡ πρόσοδος, ἀπό τε ἐρίου, ἀπό τε γάλακτος, ἀπό τε τῶν τικτομένων, ὧν ἁπάντων ἔρημον ἔριφος. Ἀλλὰ τὰ μὲν ἄλογα ἀπὸ φύσεως ἔχει τὸ ἄκαρπον καὶ τὸ ἔγκαρπον· ἐκεῖνοι δὲ ἀπὸ προαιρέσεως· διὸ καὶ κολάζονται  ἐκεῖνοι, καὶ στεφανοῦνται  οὗτοι. Καὶ οὐ πρότερον αὐτοὺς κολάζει, ἕως ἂν δικάσηται πρὸς αὐτούς· διὸ καὶ στήσας αὐτοὺς, λέγει τὰ ἐγκλήματα. Οἱ δὲ μετὰ ἐπιεικείας φθέγγονται,  ἀλλ' οὐδὲν αὐτοῖς ὄφελος λοιπόν· καὶ μάλα εἰκότως, ὅτι πρᾶγμα οὕτω περισπούδαστον παρέδραμον. Καὶ γὰρ καὶ οἱ προφῆται ἄνω καὶ κάτω τοῦτο ἔλεγον, ὅτι Ἔλεον θέλω, καὶ οὐ θυσίαν· καὶ ὁ νομοθέτης διὰ πάντων  εἰς τοῦτο ἐνῆγε, καὶ διὰ ῥημάτων, καὶ διὰ πραγμάτων· καὶ αὐτὴ ἡ φύσις τοῦτο ἐπαίδευσε. Σκόπει δὲ αὐτοὺς οὐχ ἑνὸς καὶ δύο μόνον,  ἀλλὰ πάντων  ἐρήμους ὄντας. Οὐ γὰρ δὴ μόνον πεινῶντα  οὐκ ἔθρεψαν, οὐδὲ γυμνὸν οὐ περιέβαλον· ἀλλ' οὐδὲ ὃ κουφότερον ἦν, οὐδὲ ἄῤῥωστον ἐπεσκέψαντο. Καὶ σκόπει πῶς κοῦφα ἐπιτάττει. Οὐκ εἶπεν, Ἐν φυλακῇ ἤμην, καὶ ἀπηλλάξατέ  με· ἄῤῥωστος ἤμην, καὶ ἀνεστήσατέ με· ἀλλ', Ἐπεσκέψασθέ με, καὶ, Ἤλθετε πρός με. Καὶ οὐδὲ ἐν τῷ πεινῇν ἐπαχθὲς τὸ κελευόμενον. Οὐδὲ γὰρ πολυτελῆ ἐζήτει τράπεζαν, ἀλλὰ τὴν χρείαν μόνον, καὶ τὴν ἀναγκαίαν τροφὴν, καὶ ἐζήτει ἐν ἱκέτου σχήματι. Ὥστε πάντα αὐτοὺς ἱκανὰ κολάσαι· τὸ εὔκολον  τῆς αἰτήσεως, ἄρτος γὰρ ἦν· τὸ ἐλεεινὸν  τοῦ αἰτοῦντος, πτωχὸς γὰρ ἦν· τὸ συμπαθὲς τῆς φύσεως, ἄνθρωπος γὰρ ἦν· τὸ ποθεινὸν τῆς ἐπαγγελίας, βασιλείαν γὰρ ἐπηγγείλατο· τὸ φοβερὸν τῆς κολάσεως, γέενναν γὰρ ἠπείλησε· τὸ ἀξίωμα τοῦ λαμβάνοντος, Θεὸς γὰρ ἦν ὁ διὰ τῶν πτωχῶν  λαμβάνων· τὸ  ὑπερβάλλον  τῆς  τιμῆς,  ὅτι  τοσοῦτον  καταβῆναι  κατηξίωσε·  τὸ  δίκαιον  τῆς παροχῆς, ἀπὸ γὰρ τῶν ἑαυτοῦ ἐλάμβανεν. Ἀλλὰ πρὸς ἅπαντα ταῦτα ἡ φιλαργυρία καθάπαξ ἐπήρωσε τοὺς ἁλόντας, καὶ ταῦτα τοσαύτης ἀπειλῆς κειμένης. Καὶ γὰρ καὶ ἀνωτέρω φησὶ, τοὺς οὐ δεχομένους τοὺς τοιούτους τῶν Σοδόμων χαλεπώτερα πείσεσθαι· καὶ ἐνταῦθά φησιν· Ἐφ' ὅσον οὐκ ἐποιήσατε ἑνὶ τῶν ἐλαχίστων τούτων τῶν  ἀδελφῶν  μου, οὐδὲ  ἐμοὶ  ἐποιήσατε. Τί λέγεις;  ἀδελφοί  σού εἰσι· καὶ  πῶς ἐλαχίστους καλεῖς; ∆ιὰ γὰρ τοῦτο ἀδελφοὶ, ἐπειδὴ ταπεινοὶ, ἐπειδὴ πτωχοὶ, ἐπειδὴ ἀπεῤῥιμμένοι. Τοὺς γὰρ τοιούτους μάλιστα εἰς ἀδελφότητα  καλεῖ, τοὺς ἀγνῶτας, τοὺς εὐκαταφρονήτους· οὐχὶ τοὺς μοναχοὺς λέγων τούτους μόνον, καὶ τοὺς τὰ ὄρη κατειληφότας, ἀλλ' ἕκαστον πιστόν· κἂν βιωτικὸς ᾖ, πεινῶν δὲ ᾖ καὶ λιμώττων, καὶ γυμνὸς,  καὶ  ξένος,  πάσης  αὐτὸν  τῆς  ἐπιμελείας   ταύτης  ἀπολαύειν   βούλεται. Ἀδελφὸν γὰρ τὸ βάπτισμα ἐργάζεται, καὶ ἡ τῶν θείων μυστηρίων κοινωνία. βʹ. Εἶτα ἵνα καὶ ἑτέρωθεν ἴδῃς τὸ δίκαιον τῆς ἀποφάσεως, πρότερον ἐκείνους ἐπαινεῖ τοὺς κατωρθωκότας, καί φησι· ∆εῦτε, οἱ εὐλογημένοι  τοῦ Πατρός μου, κληρονομήσατε τὴν  ἡτοιμασμένην  ὑμῖν  βασιλείαν  πρὸ  καταβολῆς  κόσμου. Ἐπείνασα  γὰρ,  καὶ ἐδώκατέ μοι φαγεῖν· καὶ τὰ ἑξῆς ἅπαντα. Ἵνα γὰρ μὴ λέγωσιν, ὅτι Οὐκ εἴχομεν, ἀπὸ τῶν  συνδούλων  αὐτοὺς  καταδικάζει· ὥσπερ τὰς  παρθένους  ἀπὸ τῶν  παρθένων,καὶ τὸν δοῦλον τὸν μεθύοντα καὶ γαστριζόμενον ἀπὸ τοῦ πιστοῦ δούλου, καὶ τὸν τὸ τάλαντον  καταχώσαντα ἀπὸ τῶν τὰ δύο προσενεγκάντων, καὶ ἕκαστον τῶν διαμαρτανόντων  ἀπὸ τῶν κατωρθωκότων.  Καὶ αὕτη ποτὲ μὲν ἐξ ἴσου ἡ σύγκρισις γίνεται, ὡς ἐνταῦθα καὶ ἐπὶ τῶν παρθένων· ποτὲ δὲ ἐκ τοῦ πλεονάζοντος, ὡς ὅταν λέγῃ, Ἄνδρες Νινευῖται  ἀναστήσονται, καὶ κατακρινοῦσι τὴν  γενεὰν  ταύτην,  ὅτι ἐπίστευσαν εἰς τὸ κήρυγμα Ἰωνᾶ· καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε· καὶ, Βασίλισσα νότου κατακρινεῖ τὴν γενεὰν ταύτην, ὅτι ἦλθεν ἀκοῦσαι τὴν σοφίαν Σολομῶνος· καὶ ἰδοὺ πλεῖον  Σολομῶνος ὧδε· καὶ ἀπὸ τοῦ ἰσάζοντος δὲ πάλιν,  ὅτι Αὐτοὶ κριταὶ ὑμῶν ἔσονται· καὶ πάλιν  ἀπὸ τοῦ  πλεονάζοντος·  Οὐκ οἴδατε  ὅτι  ἀγγέλους  κρινοῦμεν; μήτιγε   βιωτικά;  Καὶ  ἐνταῦθα   μέντοι   ἀπὸ  τοῦ  ἰσάζοντος·  καὶ  γὰρ  πλουσίους πλουσίοις, καὶ πένητας πένησι παραβάλλει. Οὐ ταύτῃ δὲ μόνον δείκνυσι τὴν ψῆφον δικαίως  ἐκφερομένην,  τῷ τοὺς ὁμοδούλους κατωρθωκέναι  ἐν τοῖς αὐτοῖς  ὄντας, ἀλλὰ καὶ τῷ μηδὲ ἐν τούτοις ὑπακοῦσαι, ἐν οἷς οὐδὲν ἡ πενία κώλυμα ἦν· οἷον, ἐν τῷ ποτίσαι διψῶντα, ἐν τῷ δεδεμένον ἰδεῖν, ἐν τῷ ἄῤῥωστον ἐπισκέψασθαι. Ἐγκωμιάσας δὲ τοὺς κατωρθωκότας, δείκνυσιν ὅσον ἄνωθεν ἦν αὐτῷ πρὸς αὐτοὺς τὸ φίλτρον. ∆εῦτε γὰρ, φησὶν, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην  ὑμῖν  βασιλείαν  πρὸ καταβολῆς  κόσμου. Πόσων ἀγαθῶν  τοῦτο  τὸ ὄνομα ἀντάξιον, τὸ εὐλογημένους εἶναι, καὶ παρὰ Πατρὸς εὐλογημένους; Καὶ πόθεν τοσαύτης τιμῆς ἠξιώθησαν; τίς ἡ αἰτία; Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με, καὶ τὰ ἑξῆς. Πόσης ταῦτα τιμῆς, πόσης μακαριότητος τὰ ῥήματα; Καὶ οὐκ εἶπε, λάβετε, ἀλλὰ, κληρονομήσατε, ὡς οἰκεῖα, ὡς πατρῷα, ὡς ὑμέτερα, ὡς ὑμῖν ἄνωθεν ὀφειλόμενα. Πρὶν ἢ γὰρ ὑμᾶς γενέσθαι, φησὶ, ταῦτα ὑμῖν ἡτοίμαστο καὶ ηὐτρέπιστο,  ἐπειδὴ  ᾔδειν  τοιούτους  ἐσομένους  ὑμᾶς.  Καὶ ἀντὶ  τίνων   τοσαῦτα λαμβάνουσιν;  Ἀντὶ  στέγης, ἀντὶ  ἱματίου,  ἀντὶ  ἄρτου, ἀντὶ  ὕδατος  ψυχροῦ,  ἀντὶ ἐπισκέψεως, ἀντὶ  εἰσόδου τῆς εἰς τὸ δεσμωτήριον. Καὶ γὰρ πανταχοῦ  τῆς χρείας ἐστίν· ἔστι δὲ καὶ ὅπου οὐδὲ τῆς χρείας. Οὐ γὰρ δήπου, ὅπερ ἔφην, ὁ κάμνων καὶ ὁ δεδεμένος  τοῦτο  ἐπιζητεῖ  μόνον,  ἀλλ'  ὁ  μὲν  λυθῆναι,  ὁ  δὲ  ἀπαλλαγῆναι   τῆς ἀῤῥωστίας. Ἀλλ' αὐτὸς, ἥμερος ὢν, τὰ εἰς δύναμιν ἀπαιτεῖ· μᾶλλον δὲ καὶ τῶν εἰς δύναμιν ἐλάττω, ἡμῖν καταλιμπάνων φιλοτιμεῖσθαι ἐν τῷ πλείονι. Ἐκείνοις δὲ, Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι· οὐκέτι ὑπὸ τοῦ Πατρός· οὐ γὰρ αὐτὸς αὐτοὺς κατηράσατο, ἀλλὰ τὰ οἰκεῖα ἔργα· εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον, οὐχ ὑμῖν, ἀλλὰ τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις  αὐτοῦ. Περὶ μὲν γὰρ τῆς βασιλείας ὅτε ἔλεγε, ∆εῦτε, κληρονομήσατε τὴν βασιλείαν, ἐπήγαγε, τὴν ἡτοιμασμένην ὑμῖν πρὸ καταβολῆς κόσμου· περὶ δὲ τοῦ πυρὸς οὐκέτι, ἀλλὰ, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ. Ἐγὼ μὲν γὰρ τὴν μὲν βασιλείαν ὑμῖν ἡτοίμασα, τὸ δὲ πῦρ οὐκέτι ὑμῖν, ἀλλὰ τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· ἐπειδὴ δὲ ὑμεῖς ἑαυτοὺς ἐνεβάλετε, ἑαυτοὺς λογίζεσθε. Οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ διὰ τῶν ἑξῆς, ὥσπερ ἀπολογούμενος αὐτοῖς, καὶ τὰς αἰτίας τίθησιν. Ἐπείνασα γὰρ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν. Εἰ γὰρ καὶ ἐχθρὸς ἦν ὁ προσιὼν, οὐχ ἱκανὰ τὰ πάθη καὶ τὸν ἀνελεῆ κατακλάσαι καὶ ἐπικάμψαι, λιμὸς, καὶ κρυμὸς, καὶ δεσμὰ, καὶ γυμνότης, καὶ ἀῤῥωστία, καὶ τὸ αἴθριον πλανᾶσθαι πανταχοῦ; Ταῦτα γὰρ καὶ ἔχθραν ἱκανὰ λῦσαι. Ἀλλὰ ὑμεῖς οὐδὲ εἰς φίλον  ταῦτα ἐποίησατε, καὶ φίλον,  καὶ εὐεργέτην καὶ ∆εσπότην ὄντα. Καὶ κύνα μὲν ἂν ἴδωμεν πεινῶντα, πολλάκις ἐπικλώμεθα· καὶ θηρίον ἂν θεασώμεθα, ἐπικαμπτόμεθα· τὸν δὲ ∆εσπότην ὁρῶν οὐκ ἐπικάμπτῃ; καὶ ποῦ ταῦτα ἀπολογίας ἄξια; Εἰ γὰρ τοῦτο μόνον ἦν,  οὐχ  ἱκανὸν  εἰς  ἀντίδοσιν;  οὐ  λέγω  τὸ  ἀκοῦσαι  φωνῆς   τοιαύτης  ἐπὶ  τῆς οἰκουμένης παρὰ τοῦ καθημένου ἐπὶ τοῦ θρόνου τοῦ πατρικοῦ, καὶ βασιλείας τυχεῖν, ἀλλ' αὐτὸ  τὸ  ἐργάσασθαι οὐχ  ἱκανὸν  εἰς  ἀμοιβήν;  Νυνὶ δὲ καὶ  τῆς  οἰκουμένης παρούσης, καὶ τῆς ἀῤῥήτου δόξης ἐκείνης φαινομένης, ἀνακηρύττει σε καὶ στεφανοῖ, καὶ ὁμολογεῖ τὸν τροφέα καὶ τὸν ξενοδόχον· καὶ οὐκ αἰσχύνεται τοιαῦτα λέγων, ἵνα σοι λαμπρότερον ποιήσῃ τὸν στέφανον. ∆ιὰ δὴ τοῦτο καὶ οὗτοι δικαίως κολάζονται, κἀκεῖνοι στεφανοῦνται, κατὰ χάριν. Κἂν γὰρ μυρία ὦσι πεποιηκότες, χάριτός ἐστιν ἡ φιλοτιμία, τὸ ἀντὶ μικρῶν οὕτω καὶ εὐτελῶν, οὐρανὸν τοσοῦτον καὶ βασιλείαν καὶ τηλικαύτην  αὐτοῖς  δοθῆναι  τιμήν.  Καὶ ἐγένετο  ὅτε  συνετέλεσεν  ὁ Ἰησοῦς τοὺς λόγους τούτους, εἶπε τοῖς μαθηταῖς αὐτοῦ· οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ Πάσχα γίνεται, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι. Πάλιν εὐκαίρως περὶ τοῦ πάθους διαλέγεται, ὅτε βασιλείας ἀνέμνησε, καὶ τῆς ἀντιδόσεως τῆς ἐκεῖ, καὶ  τῆς  ἀθανάτου  κολάσεως·  ὡσανεὶ  ἔλεγε·  Τί  δεδοίκατε  ἐπὶ  τοῖς  προσκαίροις δεινοῖς, τοιούτων ὑμᾶς ἀναμενόντων  ἀγαθῶν; γʹ. Σὺ δέ μοι σκόπει πῶς τὸ μάλιστα λυποῦν αὐτοὺς καινοτέρως μεθώδευσε καὶ συνεσκίασεν ἐν τοῖς ἔμπροσθεν ἅπασιν. Οὐ γὰρ εἶπεν, ὅτι Οἴδατε ὅτι μετὰ δύο ἡμέρας παραδίδομαι· ἀλλὰ τί; Οἴδατε ὅτι μετὰ δύο  ἡμέρας  τὸ  Πάσχα  γίνεται·   καὶ  τότε   ἐπήγαγεν,   ὅτι   παραδίδοται   εἰς   τὸ σταυρωθῆναι· δεικνὺς  μυστήριον ὂν τὸ γινόμενον,  καὶ ἑορτὴν καὶ πανήγυριν  ἐπὶ σωτηρίᾳ τῆς οἰκουμένης τελουμένην, καὶ ὅτι προειδὼς ἅπαντα ἔπασχε. ∆ιὰ δὴ τοῦτο, ὡς ἀρκοῦντος τούτου εἰς παραμυθίαν αὐτοῖς, οὐδὲ εἶπεν αὐτοῖς τι νῦν περὶ ἀναστάσεως· περιττὸν  γὰρ ἦν, τοσαῦτα διαλεχθέντα  περὶ αὐτῆς πάλιν  εἰπεῖν. Καὶ ἄλλως δὲ, ὅπερ εἶπον, δείκνυσιν ὅτι καὶ αὐτὸ τὸ παθεῖν μυρίων ἀπαλλαγὴ κακῶν, διὰ τοῦ Πάσχα τῶν παλαιῶν εὐεργετημάτων τῶν κατ' Αἴγυπτον ἀναμνήσας αὐτούς. Τότε συνήχθησαν οἱ ἀρχιερεῖς, καὶ οἱ γραμματεῖς, καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ ἐν τῇ αὐλῇ τοῦ ἀρχιερέως, τοῦ λεγομένου Καϊάφα, καὶ συνεβουλεύοντο ἵνα τὸν Ἰησοῦν δόλῳ κρατήσωσι, καὶ ἀποκτείνωσιν.  Ἔλεγον δὲ, Μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται  ἐν  τῷ  λαῷ.  Εἶδες τὴν  ἄφατον  τῶν  Ἰουδαϊκῶν  πραγμάτων  διαφθοράν; Παρανόμοις πράγμασιν ἐπιχειροῦντες, πρὸς τὸν ἀρχιερέα ἔρχονται, ἐκεῖθεν βουλόμενοι τὴν ἐξουσίαν λαβεῖν, ὅθεν κωλύεσθαι ἔδει. Καὶ πόσοι ἦσαν οἱ ἀρχιερεῖς; Ὁ γὰρ νόμος  ἕνα  εἶναι  βούλεται·  ἀλλὰ  τότε  πολλοὶ  ἦσαν. Ὅθεν  δῆλον,  ὅτι  τὰ Ἰουδαϊκὰ ἀρχὴν ἐλάμβανε διαλύεσθαι. Ὁ μὲν γὰρ Μωϋσῆς, ὅπερ ἔφην, ἕνα εἶναι ἐκέλευσε, καὶ τελευτήσαντος τότε ἕτερον γίνεσθαι, καὶ τῇ ζωῇ τῇ τούτου τὴν φυγὴν ἐμέτρει τῶν ἀκουσίως ἐργασαμένων φόνον. Πῶς οὖν τότε πολλοὶ ἀρχιερεῖς; Ἐνιαυσιαῖοι ὕστερον ἐγένοντο  Καὶ τοῦτο ἐδήλωσεν ὁ εὐαγγελιστὴς, ὅτε περὶ τοῦ Ζαχαρίου διελέγετο,  εἰπὼν  ἐξ  ἐφημερίας  αὐτὸν  εἶναι  Ἀβιά. Αὐτοὺς οὖν  ἐνταῦθά   φησιν   ἀρχιερεῖς,  τοὺς  ἀπὸ  ἀρχιερέων.   Τί  δὲ  συνεβουλεύσαντο;   ἵνα κρατήσωσιν αὐτὸν λάθρα, ἢ ἵνα ἀνέλωσιν; Ἀμφότερα· ἐδεδοίκεισαν γὰρ τὸν λαόν.
∆ιὸ καὶ τὴν ἑορτὴν ἀνέμενον  παρελθεῖν· ἔλεγον γὰρ, Μὴ ἐν τῇ ἑορτῇ. Ὁ μὲν γὰρ διάβολος, ἵνα μὴ φανερὸν καταστήσῃ τὸ πάθος, οὐκ ἐβούλετο ἐν τῷ Πάσχα· ἐκεῖνοι δὲ, ἵνα μὴ θόρυβος γένηται. Σκόπει τοίνυν  αὐτοὺς φοβουμένους, οὐ τὰ τοῦ Θεοῦ, οὐδὲ  μὴ  μίασμα  αὐτοῖς  μεῖζον  ἀπὸ  τοῦ  καιροῦ  γένηται·  ἀλλὰ  πανταχοῦ   τὰ ἀνθρώπινα. Ἀλλ' ὅμως τῷ θυμῷ ζέοντες, πάλιν μετέθεντο. Εἰπόντες γὰρ, Μὴ ἐν τῇ ἑορτῇ, ἐπειδὴ τὸν προδότην εὗρον, οὐκ ἠνέσχοντο τοῦ καιροῦ, ἀλλ' ἐν αὐτῇ κατέσφαξαν. ∆ιατί δὲ αὐτὸν τότε κατέσχον; Καὶ τῷ θυμῷ ζέοντες, ὅπερ εἶπον, καὶ τότε αὐτὸν εὑρήσειν προσεδόκησαν, καὶ πάντα ὥσπερ πεπηρωμένοι ἔπραττον. Εἰ καὶ τὰ μάλιστα αὐτὸς τῇ ἐκείνων πονηρίᾳ εἰς τὴν οἰκείαν ἐκέχρητο οἰκονομίαν, οὐ μὴν διὰ τοῦτο  ἀνεύθυνοι,  ἀλλὰ  μυρίων  ἄξιοι  κολάσεων  ἀπὸ τῆς  γνώμης.  Ὅτε γοῦν ἅπαντας ἀπολύεσθαι ἔδει καὶ τοὺς ὑπευθύνους, τότε οὗτοι τὸν ἀθῶον ἀνεῖλον, τὸν μυρία εὐεργετηκότα,  καὶ  τῶν  ἐθνῶν  τέως  ὑπεριδόντα  δι' αὐτούς.  Ἀλλὰ, ὢ  τῆς φιλανθρωπίας! τοὺς οὕτω μοχθηροὺς, τοὺς [οὕτω σκαιοὺς καὶ] μυρίων  γέμοντας κακῶν, πάλιν σώζει, καὶ πέμπει σφαγησομένους ὑπὲρ αὐτῶν τοὺς ἀποστόλους, καὶ δι'  αὐτῶν  ἱκετηρίαν  τίθησιν.  Ὑπὲρ Χριστοῦ γὰρ  πρεσβεύομεν.  Τοιαῦτα  τοίνυν παραδείγματα ἔχοντες, οὐ λέγω, Ἀποθάνωμεν ὑπὲρ τῶν ἐχθρῶν· ἔδει μὲν γὰρ καὶ τοῦτο, ἀλλ' ἐπειδὴ ἀσθενέστεροι ἡμεῖς, ἐκεῖνο λέγω τέως· Κἂν μὴ βασκαίνωμεν τοῖς φίλοις,  μὴ φθονῶμεν  τοῖς  εὐεργετοῦσιν.  Οὐ λέγω  τέως,  Τοὺς κακῶς  ποιοῦντας εὐεργετήσωμεν· ἐπιθυμῶ μὲν γὰρ καὶ τοῦτο, ἀλλ' ἐπειδὴ παχύτεροι ὑμεῖς, κἂν μὴ ἀμύνησθε. Μὴ γὰρ σκηνή τίς ἐστι τὰ ἡμέτερα, καὶ ὑπόκρισις; Τί δήποτε ἐκ διαμέτρου πρὸς τὰ πράγματα ἵστασθε; Οὐχ ἁπλῶς γέγραπται τά τε ἄλλα, καὶ ὅσα παρ' αὐτὸν τὸν σταυρὸν εἰργάσατο, δυνάμενα αὐτοὺς ἀνακαλέσασθαι· ἀλλ' ἵνα μιμήσῃ τὴν ἀγαθότητα, ἵνα ζηλώσῃς τὴν  φιλανθρωπίαν.  Καὶ γὰρ καὶ ὑπτίους  ἔῤῥιψε, καὶ τὸ ὠτίον ἀπεκατέστησε τοῦ οἰκέτου, καὶ μετ' ἐπιεικείας διελέχθη· καὶ μεγάλα ἄνω ὢν ἐπεδείξατο θαύματα, τὰς ἀκτῖνας ἀποστρέφων, τὰς πέτρας ῥηγνὺς, τοὺς τετελευτηκότας ἐγείρων, τὴν γυναῖκα τοῦ δικάζοντος φοβῶν δι' ὀνειράτων, ἐν αὐτῇ τῇ κρίσει πᾶσαν πραότητα ἐπιδειξάμενος, θαυμάτων  οὐχ ἧττον δυναμένην  αὐτοὺς ἐπισπάσασθαι, μυρία προλέγων ἐν τῷ δικαστηρίῳ, ἐν αὐτῷ τῷ σταυρῷ βοῶν, Πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν. Ταφεὶς δὲ, πόσα ἐπεδείξατο πρὸς τὴν ἐκείνων σωτηρίαν; ἀναστὰς δὲ, οὐκ εὐθέως Ἰουδαίους ἐκάλεσεν; οὐκ ἄφεσιν ἔδωκεν ἁμαρτημάτων; οὐ τὰ μυρία ἀγαθὰ προὔθηκε; Τί τούτου παραδοξότερον; Οἱ σταυρώσαντες καὶ φόνου πνέοντες, μετὰ τὸ σταυρῶσαι γεγόνασιν υἱοὶ Θεοῦ. Τί ταύτης ἴσον τῆς κηδεμονίας; Ταῦτα ἀκούσαντες ἐγκαλυψώμεθα, ὅτι τοσοῦτον ἀφεστήκαμεν τούτου, ὃν μιμεῖσθαι κελευόμεθα. Ἴδωμεν κἂν τὸ διάστημα ὅσον, ἵνα κἂν καταγνῶμεν  ἑαυτῶν, τούτοις πολεμοῦντες,   ὑπὲρ   ὧν   ὁ   Χριστὸς  τὴν   ψυχὴν   ἔδωκε·   καὶ   οὐ   βουλόμενοι καταλλαγῆναι,  οὓς ἵνα  καταλλάξῃ,  οὔτε σφαγῆναι  παρητήσατο· εἰ μὴ καὶ τοῦτο δαπάνη   τίς   ἐστι,  καὶ   χρημάτων   ἀνάλωμα,   ὅπερ  ἐν   τῇ   ἐλεημοσύνῃ προβάλλεσθε. δʹ. Ἐννόησον ὅσων ὑπεύθυνος εἶ, καὶ οὐ μόνον οὐκ ἀναδύσῃ πρὸς τὴν ἄφεσιν  τῶν  σε ἠδικηκότων,  ἀλλὰ  καὶ  δραμῇ  πρὸς  τούς  σε λελυπηκότας,  ὥστε γενέσθαι σοι συγχωρήσεως ἀφορμὴν, ὥστε εὑρεῖν παραμυθίαν τῶν οἰκείων κακῶν. Ἑλλήνων  παῖδες, οὐδὲν μέγα προσδοκῶντες, πολλάκις  ἐν τούτοις ἐφιλοσόφησαν· καὶ σὺ μέλλων  ἐπὶ τοιαύταις  ἐλπίσιν  ἀποδημεῖν,  ἀναδύῃ  καὶ ὀκνεῖς; καὶ ὅπερ ὁ χρόνος ποιεῖ, τοῦτο οὐκ ἀνέχῃ πρὸ τοῦ χρόνου ποιῆσαι διὰ τὸν τοῦ Θεοῦ νόμον, ἀλλ' ἀμισθὶ μᾶλλον, ἢ ἐπὶ μισθῷ βούλει σοι σβεσθῆναι τὸ πάθος; Οὐδὲ γὰρ ἂν ἀπὸ τοῦ χρόνου γένηται  τοῦτο, ἔσται σοί τι πλέον, ἀλλὰ καὶ πολλὴ ἡ κόλασις, ὅτι ὅπερ ὁ χρόνος εἰργάσατο, τοῦτο ὁ τοῦ Θεοῦ νόμος οὐκ ἔπεισέ σε ποιῆσαι. Εἰ δὲ λέγεις, ὅτι φλεγμαίνεις  τῆς ὕβρεως μεμνημένος, ἀναμνήσθητι εἴ τι γέγονέ σοι καλὸν παρὰ τοῦ λελυπηκότος,  καὶ ὅσα σὺ ἑτέρους διέθηκας κακά. Κακῶς σε εἶπε, καὶ κατῄσχυνε; Λόγισαι ὅτι καὶ σὺ ἑτέρους εἴρηκας. Πῶς οὖν ἐπιτεύξῃ συγγνώμης,  ἧς ἑτέροις οὐ μεταδίδως; Ἀλλ' οὐδένα εἴρηκας; Ἀλλ' ἤκουσας λεγόντων, καὶ ἀπεδέξω. Οὐδὲ τοῦτο ἀνεύθυνον.  Θέλεις μαθεῖν ὅσον ἀγαθόν ἐστι τὸ μὴ μνησικακεῖν, καὶ πῶς μάλιστα τοῦτο τὸν Θεὸν εὐφραίνει; Τοὺς ἐφηδομένους τοῖς δικαίως παρ' αὐτοῦ κολαζομένοις τιμωρεῖται·  καίτοι  δικαίως  κολάζονται,  ἀλλὰ  σὲ  ἐπιχαίρειν   οὐκ  ἐχρῆν.  Καὶ ὁ προφήτης πολλὰ ἐγκαλέσας, καὶ τοῦτο ἐπήγαγεν εἰπών· Οὐκ ἔπασχον οὐδὲν ἐπὶ τῇ συντριβῇ τοῦ Ἰωσήφ· καὶ πάλιν·  Οὐκ ἐξῆλθε  κατοικοῦσα Ἐνὰν  κόψασθαι οἶκον ἐχόμενον αὐτῆς. Καίτοι καὶ ὁ Ἰωσὴφ, τουτέστιν, αἱ φυλαὶ αἱ ἐξ αὐτοῦ, καὶ οἱ τούτων γείτονες,  κατὰ Θεοῦ γνώμην  ἐτιμωροῦντο· ἀλλ' ὅμως βούλεται καὶ τούτοις ἡμᾶς συναλγεῖν.  Εἰ γὰρ ἡμεῖς πονηροὶ  ὄντες,  ὅταν  τιμωρώμεθα  οἰκέτην,  ἄν τινα  τῶν συνδούλων   γελάσαντα   ἴδωμεν,   καὶ   παροξυνόμεθα   μᾶλλον,   καὶ   ἐπ'  ἐκεῖνον μετάγομεν τὴν ὀργήν· πολλῷ μᾶλλον ὁ Θεὸς τιμωρήσεται τοὺς ἐφηδομένους  τοῖς κολαζομένοις. Εἰ δὲ τοῖς παρὰ Θεοῦ κολαζομένοις οὐκ ἐπεμβαίνειν, ἀλλὰ συναλγεῖν χρὴ, πολλῷ μᾶλλον τοῖς εἰς ἡμᾶς ἡμαρτηκόσι. Τοῦτο γὰρ ἀγάπης σημεῖον, ταύτην πάντων  προτίθησιν ὁ Θεός. Καθάπερ γὰρ ἐπὶ τῆς ἁλουργίδος τῆς βασιλικῆς, ἐκεῖνά ἐστι  τὰ  τίμια  τῶν  ἀνθῶν  καὶ  τῶν  χρωμάτων,  ἅπερ  τὴν  χλανίδα  κατασκευάζει ταύτην· οὕτω καὶ ἐνταῦθα  αὗταί εἰσιν αἱ ἀρεταὶ αἱ τίμιαι, αἵπερ ἂν τὴν  ἀγάπην συνέχωσιν. Οὐδὲν δὲ οὕτως  ἀγάπην  διατηρεῖ, ὡς τὸ μὴ μεμνῆσθαι τῶν  εἰς ἡμᾶς ἡμαρτηκότων. Μὴ γὰρ οὐκ ἐφρόντισε καὶ θατέρου μέρους ὁ Θεός; μὴ γὰρ οὐκ ὦσε τὸν ἠδικηκότα πρὸς τὸν ἠδικημένον; οὐκ ἀπὸ τοῦ θυσιαστηρίου πέμπει πρὸς ἐκεῖνον αὐτὸν, καὶ μετὰ τὰς καταλλαγὰς ἐπὶ τὴν τράπεζαν αὐτὸν καλεῖ; Ἀλλὰ μὴ διὰ τοῦτο περιμείνῃς ἐκεῖνον ἐλθεῖν, ἐπεὶ τὸ πᾶν ἀπώλεσας. ∆ιὰ γὰρ τοῦτο μάλιστά σοι μισθὸν ἄφατον ὁρίζει, ἵνα φθάσῃς ἐκεῖνον· ὡς ἐὰν παρακληθεὶς καταλλαγῇς, οὐκέτι τῆς τοῦ Θεοῦ προσταγῆς γέγονεν ἡ φιλία, ἀλλὰ τῆς ἐκείνου σπουδῆς· διὸ καὶ ἀστεφάνωτος ἀναχωρεῖς,  ἐκείνου  τὰ  βραβεῖα λαμβάνοντος.  Τί λέγεις;  Ἐχθρὸν  ἔχεις,  καὶ  οὐκ αἰσχύνῃ; Οὐ γὰρ ἀρκεῖ ἡμῖν ὁ διάβολος, ὅτι καὶ ὁμογενεῖς ἐπισπώμεθα; Εἴθε μηδὲ ἐκεῖνος ἠθέλησεν ἡμῖν πολεμῆσαι, εἴθε μηδὲ ἐκεῖνος διάβολος ἦν! Οὐκ οἶσθα πόση ἡ ἡδονὴ μετὰ τὰς καταλλαγάς; Τί γὰρ, εἰ καὶ ἐν τῇ ἔχθρᾳ οὐ σφόδρα φαίνεται; Ὅτι γὰρ ἥδιον φιλεῖν  τὸν ἀδικοῦντα, ἢ μισεῖν, μετὰ τὸ λυθῆναι  τὴν ἔχθραν, τότε δυνήσῃ  μαθεῖν  καλῶς.  εʹ. Τί  τοίνυν   τοὺς  μαινομένους   μιμούμεθα,  ἀλλήλους κατεσθίοντες, τῇ οἰκείᾳ σαρκὶ πολεμοῦντες; Ἄκουσον καὶ ἐν τῇ Παλαιᾷ πόσος ἦν ὑπὲρ τούτου λόγος. Ὁδοὶ μνησικάκων εἰς θάνατον. Ἄνθρωπος ἀνθρώπῳ συντηρεῖ ὀργὴν, καὶ παρὰ Θεοῦ ζητεῖ ἴασιν. Καίτοι συνεχώρησεν ὀφθαλμὸν  ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα  ἀντὶ  ὀδόντος· πῶς  οὖν  ἐγκαλεῖ; Ὅτι κἀκεῖνα  συνεχώρησεν, οὐχ  ἵνα ἀλλήλοις  αὐτὰ  ποιῶμεν,  ἀλλ' ἵνα  δέει  τοῦ  παθεῖν  ἀπεχώμεθα  τοῦ  τολμᾷν.  Καὶ ἄλλως  δὲ,  ἐκεῖνα  μὲν  προσκαίρου τινὸς  ὀργῆς  ἐστι, τὸ  δὲ  μνησικακεῖν,  ψυχῆς πονηρίαν  μελετώσης.  Ἀλλὰ  κακῶς  ἔπαθες;  Ἀλλ'  οὐδὲν  τοσοῦτον,  ὅσον σαυτὸν ἐργάσῃ μνησικακῶν. Ἄλλως δὲ οὐδὲ δυνατὸν ἄνδρα ἀγαθὸν κακόν τι παθεῖν. Ἔστω γάρ  τις  καὶ  παιδία  ἔχων  καὶ  γυναῖκα,  καὶ  φιλοσοφείτω,  ἐχέτω  δὲ  καὶ  πολλὰς ἀφορμὰς βλάβης, καὶ χρημάτων περιουσίαν, καὶ ἀρχῆς δυναστείαν, καὶ φίλους πολλοὺς, καὶ τιμῆς ἀπολαυέτω, πλὴν φιλοσοφείτω· τοῦτο γὰρ δεῖ προσκεῖσθαι· καὶ προσάγωμεν   αὐτῷ   τὰς   πληγὰς   τῷ   λόγῳ.   Καὶ  προσιών   τις   μοχθηρὸς   ἀνὴρ περιβαλλέτω  ζημίᾳ· τί  οὖν  πρὸς τὸν  οὐδὲν  ἡγούμενον  εἶναι  χρήματα; Τὰ τέκνα ἀναιρείτω· τί οὖν πρὸς τὸν περὶ ἀναστάσεως φιλοσοφοῦντα; Τὴν γυναῖκα σφαττέτω· καὶ τί τοῦτο πρὸς τὸν πεπαιδευμένον  μὴ πενθεῖν  τοὺς κεκοιμημένους; Εἰς ἀτιμίαν ἐμβαλλέτω· τί πρὸς τὸν ἄνθος χόρτου τὰ παρόντα ἡγούμενον; Εἰ βούλει, καὶ τὸ σῶμα κολαζέτω, καὶ εἰς δεσμωτήριον ἐμβαλλέτω· τί οὖν πρὸς τὸν μαθόντα, Εἰ καὶ ὁ ἕξω ἡμῶν  ἄνθρωπος  διαφθείρεται,  ἀλλ' ὁ ἔσω ἀνακαινοῦται,  καὶ ὅτι Ἡ θλῖψις δοκιμὴν  κατεργάζεται; Ἐγὼ μὲν οὖν  μηδὲν  βλαβήσεσθαι αὐτὸν  ὑπεσχόμην· ὁ δὲ λόγος προϊὼν  ἔδειξεν ὅτι καὶ ὠφελεῖται,  ἀνακαινούμενος  καὶ δόκιμος γινόμενος. Μὴ τοίνυν πρὸς ἑτέρους ἀλγῶμεν, ἑαυτοὺς ἀδικοῦντες, καὶ ἀσθενῆ κατασκευάζοντες τὴν ψυχήν.  Οὐ γὰρ τῆς τῶν  πλησίον πονηρίας ἐστὶ τοσοῦτον, ὅσον τῆς ἡμετέρας ταλαιπωρίας ἡ ἀλγηδών. ∆ιὰ τοῦτο, κἂν ὑβρίσῃ τις, δακρύομεν καὶ συστελλόμεθα· κἂν ἁρπάσῃ τις, τὸ αὐτὸ πάσχομεν, κατὰ τὰ παιδία ἐκεῖνα τὰ μικρὰ, ἅπερ οἱ τῶν ὁμηλίκων  ἀστειότεροι παροξύνουσιν ὑπὲρ οὐδενὸς [ἀναγκαίου, ἀλλ']  ἀπὸ μικρῶν προφάσεων  λυποῦντες·  ἀλλ' ὅμως κἀκεῖνα,  ἂν  μὲν  ἴδωσι κνιζόμενα,  ἐπιμένουσι δάκνοντες·  ἂν δὲ γελῶντα,  καὶ ἀφίστανται.  Ἀλλ' ἡμεῖς καὶ τούτων  ἀνοητότεροι, ὑπὲρ ὧν ἔδει γελᾷν, ὑπὲρ τούτων ὀδυρόμενοι. ∆ιὸ παρακαλῶ, τὴν παιδικὴν ταύτην διάνοιαν ἀφέντες, τῶν οὐρανῶν ἐπιλαβώμεθα. Καὶ γὰρ ἄνδρας ἡμᾶς ὁ Χριστὸς εἶναι βούλεται,  ἄνδρας  τελείους.  Οὕτω καὶ  ὁ Παῦλος ἐκέλευσεν,  Ἀδελφοὶ,  μὴ  παιδία γίνεσθε ταῖς φρεσὶ, λέγων, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε. Νηπιάσωμεν τοίνυν τῇ κακίᾳ, καὶ  τὴν  πονηρίαν  φυγόντες,   τῆς  ἀρετῆς  ἐπιλαβώμεθα,  ἵνα  καὶ  τῶν  αἰωνίων ἐπιτύχωμεν  ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη Eισαγωγή  και δημοσίευση Κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/





Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |