ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Ις ʹ Οὐδὲν ξένον οὐδὲ ἀπεικὸς γέγονεν ἐπὶ τῆς εὐλαβείας τῆς σῆς

Πέμπτη 29 Σεπτεμβρίου 2016

Ις ʹ Οὐδὲν ξένον οὐδὲ ἀπεικὸς γέγονεν ἐπὶ τῆς εὐλαβείας τῆς σῆς




Ιωάννης Χρυσόστομος
Επιστολαί τη Διακόνω Ολυμπιάδι
Τόμος 52


 Ις ʹ Οὐδὲν ξένον  οὐδὲ ἀπεικὸς  γέγονεν  ἐπὶ τῆς εὐλαβείας  τῆς σῆς

16.1 Οὐδὲν ξένον  οὐδὲ ἀπεικὸς  γέγονεν  ἐπὶ τῆς εὐλαβείας  τῆς σῆς, ἀλλὰ  καὶ σφόδρα εἰκὸς καὶ ἀκόλουθον  τὸ τῇ συνεχείᾳ τῶν ἐπαλλήλων πειρασμῶν, εὐτονώτερά σοι γενέσθαι τῆς ψυχῆς τὰ νεῦρα καὶ μείζονα πρὸς τὰ παλαίσματα τὴν προθυμίαν καὶ τὴν ἰσχὺν καὶ πολλὴν ἐντεῦθεν καρπώσασθαί σε τὴν ἡδονήν. Τοιαύτη γὰρ τῆς θλίψεως ἡ φύσις, ὅταν γενναίας καὶ νεανικῆς ἐπιλάβηται ψυχῆς, ταῦτα ἐργάζεσθαι πέφυκεν. Καὶ καθάπερ τὸ πῦρ δοκιμώτερον  ποιεῖ τὸ χρυσίον, ὅταν αὐτῷ συγγένηται,  οὕτω καὶ ταῖς χρυσαῖς ψυχαῖς ἐπιοῦσα θλῖψις καθαρωτέρας αὐτὰς ἐργάζεται καὶ δοκιμωτέρας. ∆ιὸ καὶ Παῦλος ἔλεγεν· «Ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν.» ∆ιὰ ταῦτα καὶ ἡμεῖς σκιρτῶμεν καὶ χαίρομεν καὶ τῆς ἐρημίας ταύτης μεγίστην καρπούμεθα παράκλησιν ἐπὶ τῇ ἀνδρείᾳ σου ταύτῃ. ∆ιὰ ταῦτα, κἂν μυρίοι σε κυκλώσωσι λύκοι καὶ πολλαὶ  συναγωγαὶ  πονηρευομένων,   οὐδὲν  δεδοίκαμεν· 



ἀλλ' εὐχόμεθα  μὲν  καὶ  τοὺς ὄντας σβεσθῆναι πειρασμοὺς καὶ ἐτέρους δὲ μὴ προσγενέσθαι, δεσποτικὸν πληροῦντες νόμον  τὸν  κελεύοντα  εὔχεσθαι  μὴ εἰσελθεῖν  εἰς  πειρασμόν.  Εἰ δ' ἄρα συγχωρηθείη γενέσθαι  πάλιν,  θαρροῦμεν  ὑπὲρ τῆς  χρυσῆς σου ψυχῆς  τῆς  καὶ  ἐντεῦθεν  μέγιστον ἑαυτῇ συναγούσης πλοῦτον.  Τίνι γάρ σε δεδίξεσθαι δυνήσονται  οἱ κατὰ τῆς ἑαυτῶν πάντα τολμῶντες κεφαλῆς; Ζημίᾳ χρημάτων; Ἀλλ' εὖ οἶδ' ὅτι κόνις σοι ταῦτα καὶ πηλοῦ παντὸς εὐτελέστερα εἶναι νομίζεται. Ἀλλὰ πατρίδος ἐκβολῇ καὶ οἰκίας; Ἀλλ' οἶσθα σὺ καὶ τὰς μεγάλας καὶ πολυανθρώπους  πόλεις καθάπερ τὰς ἐρήμους οὕτως οἰκεῖν, ἡσυχίᾳ καὶ  ἀπραγμοσύνῃ   τὸν   πάντα   συζήσασα  χρόνον   καὶ  τὰς  βιωτικὰς   καταπατήσασα φαντασίας.  Ἀλλὰ  θάνατον  ἀπειλοῦσιν;  Ἀλλὰ  σὺ καὶ  τοῦτο  προλαβοῦσα  διὰ  παντὸς ἐμελέτησας τοῦ χρόνου, κἂν ἑλκύσωσιν ἐπὶ σφαγήν, νεκρὸν ἐπὶ ταύτην ἕλξουσι σῶμα. Τί  δεῖ  τὰ  πολλὰ  λέγειν;  Οὐδείς  σε οὐδὲν  ἐργάσασθαι  δυνήσεται  τοιοῦτον  οὗ  τὴν ὑπομονὴν  μετὰ πολλῆς  οὐχ εὑρήσει τῆς περιουσίας ἐν σοὶ πάλαι κατορθωθεῖσαν. Τὴν γὰρ στενὴν ἀεὶ καὶ τεθλιμμένην  ὁδεύσασα ὁδὸν ἐν ἅπασιν ἐγυμνάσω τούτοις. ∆ιόπερ τὴν  καλλίστην  ταύτην  ἐπιστήμην  ἐν  τοῖς  γυμνασίοις  ἀσκήσασα, νῦν  ἐν  τοῖς  ἀγῶσι λαμπροτέρα  ἀνεφάνης,  οὐ μόνον  οὐδὲν  ὑπὸ τῶν  γινομένων θορυβουμένη,  ἀλλὰ  καὶ πτερουμένη καὶ σκιρτῶσα καὶ χορεύουσα. Ὧν γὰρ προσέλαβες τὰ γυμνάσια, τούτων τοὺς ἀγῶνας   μετὰ  πολλῆς   νῦν   μεταχειρίζεις   τῆς  εὐκολίας   ἐν  γυναικείῳ   σώματι  καὶ ἀραχνίων ἀσθενεστέρῳ ἀνδρῶν σφριγώντων  καὶ τοὺς ὀδόντας βρυχόντων μετὰ πολλοῦ τοῦ  γέλωτος  τὴν  μανίαν  καταπατοῦσα  καὶ  πλείονα  ἑτοίμη  οὖσα παθεῖν  ἢ  ἐκεῖνοι παρασκευάζονται. Μακαρία σὺ καὶ τρισμακαρία τῶν ἐντεῦθεν στεφάνων, μᾶλλον δὲ καὶ αὐτῶν  τῶν  ἀγώνων.  Τοιαύτη γὰρ τῶν  παλαισ μάτων  ἡ φύσις τούτων,  καὶ πρὸ τῶν βραβείων, καὶ ἐν αὐτοῖς τοῖς σκάμμασιν ἔχει καὶ τὰς ἀμοιβὰς καὶ τὰς ἀντιδόσεις, τὴν ἡδονὴν   ἣν  καρποῦσαι  νῦν,  τὴν  εὐφροσύνην,   τὴν  ἀνδρείαν,   τὴν  καρτερίαν,  τὴν ὑπομονήν, τὸ ἀνάλωτον,  τὸ ἀχείρωτον, τὸ πάντων  ὑψηλοτέραν εἶναι, τὸ οὕτως ἑαυτὴν ἀσκῆσαι ὡς  μηδὲν  δύνασθαι  παρὰ μηδενὸς  παθεῖν  δεινόν,  τὸ τοσούτων  κλυδωνίων γενομένων ἐπὶ τῆς πέτρας ἑστάναι, τὸ τῆς θαλάσσης μαινομένης  ἐξ οὐρίας φέρεσθαι μετὰ πολλῆς  τῆς γαλήνης.  Ταῦτα τῆς θλίψεως  καὶ πρὸ τῆς βασιλείας  τῶν  οὐρανῶν ἐνταῦθα  τὰ ἔπαθλα.  Οἶδα γάρ, οἶδα ὅτι νῦν  οὐδὲ περικεῖσθαι  τὸ σῶμα ἡγῇ  ὑπὸ τῆς ἡδονῆς  πτερουμένη,  ἀλλ' ἢν  καιρὸς  καλῇ,  εὐκολώτερον  αὐτὸ  ἀποδύσῃ  ἢ ἕτεροι  τὰ ἱμάτια ἃ περίκεινται.  Χαῖρε τοίνυν  καὶ εὐφραίνου  καὶ ὑπὲρ σαυτῆς καὶ ὑπὲρ τῶν  τὴν μακαρίαν τελευτησάντων τελευτὴν  οὐκ ἐν κλίνῃ οὐδὲ ἐν οἰκίᾳ, ἀλλ' ἐν δεσμωτηρίοις καὶ ἁλύσεσι καὶ βασάνοις. Θρήνει δὲ μόνους τοὺς ταῦτα ποιοῦντας καὶ δάκρυε. Καὶ γὰρ καὶ τοῦτο ἄξιον τῆς σῆς φιλοσοφίας. Ἐπειδὴ δὲ καὶ περὶ τῆς τοῦ σώματος ἡμῶν ὑγιείας βούλει μανθάνειν,  ἀπηλλάγημεν  τέως τῆς πρώην ἐνοχλούσης ἡμῖν ἀρρωστίας καὶ ῥᾷον διακείμεθα νῦν· πλὴν εἰ μὴ πάλιν ἐπελθὼν ὁ χειμὼν λυμήνηται  ἡμῖν τοῦ στομάχου τὴν ἀσθένειαν· καὶ τῶν Ἰσαύρων ἕνεκεν, ἐν πολλῇ καθεστήκαμεν ἀσφαλείᾳ.




Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |