ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΟΜΙΛΙΑ Λ' .Καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἓν, καὶ φωνὴ μία πᾶσιν.

Πέμπτη 29 Σεπτεμβρίου 2016

ΟΜΙΛΙΑ Λ' .Καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἓν, καὶ φωνὴ μία πᾶσιν.



Ιωάννης Χρυσόστομος
Είς τήν Γένεσιν
Λόγος παραινετικός είς τήν 
είσοδο της Αγίας Τεσσαρακοστής
Τόμος 53
  
Ὁμιλία Λ’. «Καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἕν, καὶ φωνὴ μία πᾶσιν».

α’. Ἰδοὺ πρὸς τὸ τέλος ἐφθάσαμεν λοιπὸν τῆς ἁγίας Τεσσαρακοστῆς, καὶ τῆς νηστείας διηνύσαμεν τὸν πλοῦν, καὶ πρὸς τὸν λιμένα λοιπὸν τῇ τοῦ Θεοῦ χάριτι κατηντήσαμεν. Ἀλλὰ μὴ διὰ τοῦτο ῥαθυμήσωμεν, ἀλλὰ ταύτῃ μᾶλλον πολλῷ πλείονα τὴν σπουδὴν καὶ τὴν ἀγρυπνίαν ἐπιδειξώμεθα. Ἐπεὶ καὶ οἱ κυβερνῆται, ἐπειδὰν μυρία διαβάντες πελάγη, πεπληρωμένων αὐτοῖς τῶν ἱστίων, καὶ τῶν φορτίων εἰς ὕψος ἐγκειμένων, εἰς τὸν λιμένα εἰσιέναι μέλλωσι, τότε μάλιστα πολὺν τὸν ἀγῶνα καὶ τὴν φροντίδα ἔχουσι, μήπου σκοπέλῳ τινὶ ἣ πέτρα προσράξαν τινὶ τὸ πλοῖον ἀνόνητον αὐτοῖς τὸν προλαβόντα πόνον γενέσθαι παρασκευάσῃ. Οὕτω καὶ οἱ δρομεῖς ποιοῦσιν· ὅταν πρὸς τὸ τέλος τῶν σταδίωνφθάσωσι, τότε μᾶλλον εὐτονώτερον τὸν δρόμον ἐπιδείκνυνται, ὥστε τοῦ τέλους ἐπιτυχεῖν, καὶ τῶν βραδειῶν ἀξιωθῆναι. Καὶ ἀθληταὶ δὲ μετὰ μυρία παλαίσματα καὶ τὰς νίκας, ὅταν τὴν περὶ τοῦ στεφάνου παλαίωσι πάλην, πλείονα τὸν ἀγῶνα ἐπιδείκνυνται, ἵνα τὸν στέφανον λαβόντες οὕτως ἐξέλθωσι. Καθάπερ οὖν κυβερνῆται καὶ δρομεῖς καὶ ἀθληταί, τότε μᾶλλον τούτων ἕκαστος τὴν σπουδὴν ἐπιτείνει καὶ τὴν ἀγρυπνίαν, ὅταν πρὸς τῷ τέλει γένωνται· τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμᾶς προσήκει, ἐπειδὴ εἰς τὴν μεγάλην ταύτην ἑβδομάδα ἐφθάσαμεν τῇ τοῦ Θεοῦ χάριτι, νῦν μάλιστα καὶ τῆς νηστείας τὸν δρόμον ἐπιτεῖναι, καὶ τὰς εὐχὰς εὐτονωτέρας ποιεῖσθαι, καὶ πολλὴν καὶ ἀκριβῆ τὴν ἐξομολόγησιν τῶν ἠμαρτημένων ἐπιδείξασθαι, καὶ τὴν περὶ τὰς ἀγαθὰς πράξεις ἐργασίαν, ἐλεημοσύνην 



δαψιλῆ, ἐπιείκειαν, πραότητα, τὴν ἄλλην ἅπασαν ἀρετήν, ἵνα μετὰ τούτων τῶν κατορθωμάτων εἰς τὴν κυρίαν φθάσαντες ἡμέραν τῆς παρὰ τοῦ Δεσπότου φιλοτιμίας ἀπολαύσωμεν. Μεγάλην δὲ καλοῦμεν τὴν ἑβδομάδα, οὐκ ἐπειδὴ πλέον ἔχει τὸ μῆκος τῶν ὡρῶν· καὶ γὰρ εἰσιν ἕτεραι πολλῷ μείζους ὥρας ἔχουσαι· οὐδὲ ἐπειδὴ πλείους ἡμέρας ἔχει· καὶ γὰρ ὁ αὐτὸς ἀριθμὸς καὶ ταύτῃ καὶ ταῖς ἄλλαις πάσαις. Τίνος οὖν ἕνεκεν μεγάλην ταύτην καλοῦμεν; Ἐπειδὴ μεγάλα τινὰ καὶ ἀπόῤῥητα τυγχάνει τὰ ὑπάρξαντα ἡμῖν ἐν αὐτῇ ἀγαθά. Ἐν γὰρ ταύτῃ ὁ χρόνιος ἐλύθη πόλεμος, θάνατος
ἐσβέσθη, κατάρα ἀνῃρέθη, τοῦ διαβόλου ἡ τυραννὶς κατελύθη, τὰ σκεύη αὐτοῦ διηρπάγη, Θεοῦ καταλλαγὴ πρὸς ἀνθρώπους γέγονεν, οὐρανὸς βάσιμος γέγονεν, ἄνθρωποι τοῖς ἀγγέλοις συνεμίγησαν, τὰ διεστῶτα συνήφθη, ὁ φραγμὸς παρευρέθη, τὸ κλεῖθρον ἀνῃρέθη, ὁ τῆς εἰρήνης Θεὸς εἰρηνοποίησε τὰ ἄνω καὶ τὰ ἐπὶ τῆς γῆς. Διὰ τοῦτοι μεγάλην τὴν ἑβδομάδα καλοῦμεν, ἐπειδὴ τοσοῦτον πλῆθος δωρεῶν ἡμῖν ἐν αὐτῇ κεχάρισται ὁ Δεσπότης. Διὰ τοῦτο πολλοὶ καὶ τὴν νηστείαν ἐπιτείνουσι, καὶ ἀγρυπνίας καὶ παννυχίδας ἱερᾶς, καὶ ἐλεημοσύνας ἐπιδείκνυνται. Δεικνύντες δι’ ὧν πράττουσι τὴν τιμήν, ἣν περὶ τὴν ἑβδομάδα ἔχουσιν. Εἰ γὰρ ὁ Δεσπότης τοσαῦτα ἐν αὐτῇ ἡμῖν ἀγαθὰ ἐδωρήσατο, πῶς οὐχὶ καὶ ἡμᾶς προσήκει; Δι’ ὧν δυνάμεθα, τὴν αἰδὼ καὶ τὴν τιμὴν ἐπιδείκνυσθαι;
Καὶ γὰρ καὶ οἱ βασιλεῖς, δι’ ὧν ποιοῦσι καὶ αὐτοί, δηλοῦσιν ὅσον ἔχουσι τὸ θαῦμα τούτων τῶν σεπτῶν ἡμερῶν, κελεύσαντες ἐκεχειρίαν ἅπαντας ἔχειν τοὺς τὰ πολιτικὰ οἰκονομοῦντας πράγματα, καὶ τῶν δικαστηρίων τὰς θύρας ἀποκλείειν, καὶ πᾶν εἶδος μάχης καὶ φιλονεικίας ἐλαύνεσθαι, ἵνα μετὰ πολλῆς ἡσυχίας καὶ γαλήνης ἐξῇ πρὸς τὴν τῶν πνευματικῶν κατόρθωσιν ἐπείγεσθαι. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἑτέραν φιλοτιμίαν ἐπιδείκνυνται· τοὺς τὸ δεσμωτήριον οἰκοῦντας ἀφιᾶσι τῶν δεσμῶν, καὶ κατὰ δύναμιν ἀνθρωπίνην μιμοῦνται τὸν ἑαυτῶν Δεσπότην. Καθάπερ γὰρ αὐτός, φησί, τοῦ χαλεποῦ δεσμωτηρίου τῶν ἁμαρτημάτων ἡμᾶς ἀνίησι, καὶ τῶν μυρίων ἀγαθῶν παρέχει τὴν ἀπόλαυσιν, τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμᾶς, φησί, προσήκει οἷς δυνάμεθα μιμητὰς γενέσθαι τῆς τοῦ Δεσπότου φιλανθρωπίας. Ἴδετε πῶς διὰ πάντων ἕκαστος ἡμῶν δείκνυσι τὴν αἰδὼ καὶ τὴν τιμήν, ἣν περὶ τὰς ἡμέρας ἔχομεν τὰς τῶν τοσούτῳ ἀγαθῶν προξένους ἡμῖν γεγενημένας; Διὰ τοῦτο παρακαλῶ, νῦν μᾶλλον, εἰ καὶ ποτε ἄλλοτε, πάντα λογισμὸν βιωτικὸν ἀπωσάμενοι, καὶ τὸ τῆς διανοίας ὄμμα καθαρὸν καὶ διεγηγερμένον ἔχοντες, οὕτως ἐνταῦθα παραγενώμεθα, καὶ μηδεὶς εἰσιὼν εἰς τὴν ἐκκλησίαν — βιωτικὰς ἐπισυρέσθω φροντίδας, ἵνα ἀξίαν τῶν πόνων τὴν ἀμοιβὴν λαβών, οὕτως οἴκαδε ἐπανέλθῃ. Φέρε οὖν πάλιν τὴν συνήθη τράπεζαν ὑμῖν παραθῶμεν, καὶ ἐκ τῶν πρόσφατον ἀναγνωσθέντων παρὰ τοῦ μακαρίου Μωϋσέως ἑστιάσωμεν ὑμῶν τὴν ἀγάπην, αὐτὰ τὰ ἀνεγνωσμένα εἰς μέσον ὑμῖν προθέντες, δεικνύντες τῆς θείας Γραφῆς τὴν ἀκρίβειαν. Ἐπειδὴ γὰρ τέλος ἐπέθηκε τῇ διηγήσει τῇ κατὰ τὸν Νῶε, ἐκ τοῦ Σὴμ λοιπὸν ἤρξατο τῆς γενεαλογίας, καὶ φησί, «Καὶ τῷ Σὴμ ἐγεννήθησαν καὶ αὐτῷ πατρὶ πάντων τῶν υἱῶν Ἔβερ, ἀδελφῷ Ἰάφεθ τοῦ μείζονος υἱοῦ». Εἶτα τὸν κατάλογον τῶν ὀνομάτων ποιησάμενος φησί, «Καὶ τῷ Ἔβερ ἐγεννήθησαν δύο υἱοί· ὄνομα τῷ ἑνὶ Φαλὲκ ὅτι ἐν ταῖς ἡμέραις αὐτοῦ διεμερίσθη ἡ γῆ». Σκόπει πῶς τῇ προσηγορίᾳ τοῦ τεχθέντος ἐναπέθετο τοῦ μέλλοντος ἔσεσθαι μετ’ οὐ πολὺ σημείου τὴν πρόγνωσιν, ἳν’ ὅταν ἴδῃς εἰς ἔργον τὸ πρᾶγμα ἐξελθόν, μηκέτι ξενισθῇς ὁρῶν ἄνωθεν τοῦτο τὴν προσηγορίαν τοῦ παιδὸς προμηνύουσαν. Μετὰ γὰρ τὸ ποιήσασθαι τῶν ἑξῆς γεγεννημένων ἐκ τούτων τὸν κατάλογον. Φησίν· «Καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἕν, καὶ φωνὴ μία πᾶσιν»· οὐ περὶ τῆς γῆς λέγουσα, ἀλλὰ περὶ τοῦ τῶν ἀνθρώπων γένους, ἵνα ἡμᾶς διδάξῃ ὅτι μίαν γλῶσσανἅπασα ἡ τῶν ἀνθρώπων εἶχε φύσις. «Καὶ ἦν πᾶσα ἡ γῆ, φησί, χεῖλος ἕν, καὶ φωνὴ μία πᾶσι». Χεῖλος ἕν, τὴν λαλιὰν φησί, καὶ φωνὴν πάλιν τὸ αὐτό, ἵνα εἴπῃ ὅτι ὁμόφωνοι καὶ ὁμόγλωσσοι πάντες ἦσαν. Καὶ ὅτι περὶ λαλιᾶς εἴρηται τό, «Καὶ ἣν πᾶσα ἡ γῆ χεῖλος ἕν», ἄκουε τῆς Γραφῆς ἀλλαχοῦ λεγούσης· «Ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν». Οὕτως οἶδεν ἡ Γραφὴ τῷ τοῦ χείλους ὀνόματι τὴν λαλιὰν προσαγορεύειν. «Καὶ ἐγένετο ἐν τῷ κινῆσαι αὐτοὺς ἀπὸ ἀνατολῶν, εὗρον πεδίον ἐν γῆ Σενναὰρ, καὶ κατῴκησαν ἐκεῖ».


β’. Ὅρα πῶς ἡ ἀνθρωπίνη φύσις οὐκ ἀνέχεται ἵστασθαι ἐπὶ τῶν οἰκείων ὄων, ἀλλ’ ἀεὶ τοῦ πλείονος ἐφιεμένη ὀρέγεται τῶν μειζόνων. Καὶ τοῦτό ἐστιν ὃ μάλιστα ἀπόλλυσι τὸ ἀνθρώπινον γένος, τὸ μὴ βούλεσθαι τῆς οἰκείας φύσεως ἐπιγινώσκειν μέτρα, ἀλλ’ ἀεὶ
τῶν μειζόνων ἐφίεσθαι, καὶ τὰ ὑπὲρ τὴν ἀξίαν φαντάζεσθαι. Ἐντεῦθεν καὶ οἱ περὶ τὰ τοῦ κόσμου ἐπτοημένοι πράγματα, ἐπειδὰν πολὺν περιβάλλωνται πλοῦτον καὶ δυναστείαν, ὥσπερ ἐπιλανθανόμενοι τῆς οἰκείας φύσεως, μέχρι τοσούτου εἰς ὕψος ἐπαίρεσθαι βούλονται, μέχρις ἂν εἰς αὐτὸν τὸν πυθμένα κατενεχθῶσι. Καὶ τοῦτο ἴδοι τις ἂν ἐφ’ ἑκάστης συμβαῖνον ἡμέρας, καὶ οὐδὲ ταύτῃ τοῦ; Λοιποὺς σωφρονιζομένους, ἀλλὰ πρὸς βραχὺ μὲν συστελλομένους, ἀθρόον δὲ πάντων λήθην ποιουμένους, καὶ πάλιν τὴν αὐτὴν ἐκείνοις βαδίζοντας ὁδόν, καὶ εἰς αὐτὸν τὸν κρημνὸν καταγομένους· ὅπερ καὶ νῦν ἐστιν ἰδεῖν ἐπὶ τούτων γεγονός. «Καὶ ἐγένετο ἐν τῷ κινῆσαι αὐτοὺς ἀπὸ ἀνατολῶν, εὗρον πεδίον ἐν γῇ Σενναὰρ, καὶ κατῴκησαν ἐκεῖ». Ὅρα πῶς κατὰ μικρὸν ἡμᾶς διδάσκει τῆς γνώμης αὐτῶν τὸ ἄστατον. Ἐπειδὴ εἶδον, φησί, τὸ πεδίον, μεταναστάντες καὶ καταλιπόντες τὴν προτέραν οἴκησιν, ἐκεῖ κατῴκησαν. Εἶτά φησίν· «Εἶπεν ἕκαστος τῷ πλησίον αὐτοῦ· Δεῦτε πλινθεύσωμεν πλίνθους, καὶ ὀπτήσωμεν αὐτὰς πυρί. Καὶ ἐγένετο αὐτοῖς ἡ πλίνθος εἰς λίθον, καὶ ἄσφαλτος ἣν αὐτοῖς ὁ πηλός. Καὶ εἶπον· Δεῦτε, καὶ οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν, καὶ πύργον, οὗ ἔσται ἡ Μὴ ἕως τοῦ οὐρανοῦ· καὶ ποιήσωμεν ἑαυτοῖς ὄνομα πρὸ τοῦ διασπαρῆναι ἡμᾶς ἐπὶ πάσης τῆς γῆς». Ὅρα πῶς οὐκ εἰς δέον ἐκέχρηντο τῇ ὁμοφωνία, καὶ ὅτι ἡ ματαία τοῦ βίου τούτου βουλὴ γίνεται τῶν κακῶν ὑπόθεσις. «Δεῦτε, φησί, ποιήσωμεν πλίνθους, καὶ ὀπτήσωμεν αὐτὰς πυρί. Καὶ ἐγένετο αὐτοῖς ἡ πλίνθος εἰς λίθον, καὶ ἄσφαλτος ἦν αὐτοῖς ὁ πηλός». Σκόπει πόσην ἀσφάλειαν ἐπινοῆσαι βούλονται τῇ οἰκοδομῇ, οὐκ εἰδότες, ὅτι, «Ἑὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν». Καὶ οἰκοδομήσωμεν, φησίν, ἑαυτοῖς πόλιν, οὐχ ὅτι Θεῷ, ἀλλ’ ἑαυτοῖς. Ὅρα πόση τῆς κακίας ἡ ἐπίτασις· ἔναυλον ἔχοντες τὴν μνήμην τῆς πανωλεθρίας ἐκείνης, ἐπὶ τοσαύτην μανίαν ἐξώκειλαν. «Καὶ οἰκοδομήσωμεν, φησίν, ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἔσται ἡ κεφαλὴ ἕως τοῦ οὐρανοῦ». Τῷ ὀνόματι τοῦ οὐρανοῦ ἡ θεῖα Γραφὴ τῆς τόλμης αὐτῶν τὴν ὑπερβολὴν ἡμῖν παραστῆσαι ἐβουλήθη. «Καὶ ποιήσωμεν, φησίν, ἑαυτοῖς ὄνομα». Εἶδες τὴν ῥίζαν τῆς κακίας; Ἵνα, φησί, μνήμης διηνεκοῦς ἀπολαύσωμεν, ἵνα εἰς τὸ διηνεκὲς ἔχωμεν μνημονεύεσθαι. Τοιαύτη ἡμῶν ἔσται ἡ πρᾶξις καὶ τὸ ἔργον, ὡς μηδέποτε λήθῃ παραπεμφθῆναι. Καὶ τοῦτο ποιήσωμεν «Πρὸ τοῦ διασπαρῆναι ἐπὶ προσώπου πάσης τῆς γῆς». Ὡς ἔτι, φησί, κατὰ ταὐτὸν ἐσμεν, εἰς ἔργον ἀγάγωμεν τὸ δόξαν ἡμῖν, ἵνα ἀδιάλειπτον μνήμην καταλίπωμεν ταῖς εἰς τὸ ἑξῆς γενεαῖς. Εἰσὶ πολλοὶ καὶ νῦν τούτους μιμούμενοι, καὶ ἀπὸ τοιούτων πράξεων μνημονεύεσθαι βουλόμενοι, οἱ τὰς λαμπρὰς οἰκοδομοῦντες οἰκίας, καὶ τὰ λουτρά, καὶ τὰς στοᾶς, καὶ τοὺς περιπάτους. Ἐὰν γὰρ καὶ τούτων ἕκαστον ἐρωτήσῃς τίνος ἕνεκεν πονεῖ καὶ ταλαιπωρεῖται, καὶ τοσαύτην ἐπιδείκνυται χρημάτων δαπάνην εἰς οὐδὲν δέον, οὐδὲν ἕτερον ἀκούσῃ, ἣ ταῦτα τὰ ῥήματα, ὥστε τὴν μνήμην διηνεκῶς σώζεσθαι, καὶ ἀκούειν ὅτι τοῦ δεῖνος ἡ οἰκία, καὶ τοῦ δεῖνος ὁ ἀγρός. Ἀλλὰ τοῦτο οὐκ ἐστι μνήμης ἀξιοῦσθαι, ἀλλὰ μᾶλλον κατηγορίας. Εὐθέως γὰρ τοῖς λόγοις τούτοις ἐπεισέρχεται καὶ τὰ μυρίων κατηγοριῶν ἄξια ῥήματα·
τοῦ δεῖνος τοῦ πλεονέκτου, τοῦ ἅρπαγος, τοῦ χήρας καὶ ὀρφανοὺς γυμνώσαντος. Οὐκ ἐστι τοίνυν τοῦτο μνήμης ἀπολαύειν, ἀλλὰ κατηγορίαις διηνεκέσι βάλλεσθαι, καὶ μετὰ θάνατον στηλιτεύεσθαι, καὶ τὰς τῶν ὁρώντων γλώττας ἀκονᾷν εἰς βλασφημίαν καὶ κατηγορίαν τοῦ ταῦτα κτησαμένου. Εἰ δὲ ὅλως μνήμης ἐρᾷς διηνεκοῦς, ἐγὼ σοι ὑποδείξω ὁδόν, δι’ ἧς δυνήσῃ καὶ μνημονεύεσθαι διὰ παντός, καὶ μετ’ εὐφημίας πολλῆς καὶ πολλὴν σοι τὴν παῤῥησίαν ἐν τῷ μέλλοντι καιρῷ παρέξεις. Πῶς οὖν δυνήσῃ καὶ μνημονεύεσθαι καθ’ ἑκάστην ἡμέραν, καὶ τοῖς ἐγκωμίοις βάλλεσθαι καὶ μετὰ τὴν τῆς ζωῆς μετάστασιν; Εἰ ταυτὶ τὰ χρήματα εἰς τὰς τῶν πενήτων διανείμῃς χεῖρας, ἀφεὶς τοὺς λίθους καὶ τὰς μεγάλας οἰκοδομάς, καὶ τοὺς ἀγρούς, καὶ τὰ βαλανεῖα. Αὕτη ἡ μνήμη ἀθάνατος, αὕτη ἡ μνήμη μυρίων σοι θησαυρῶν πρόξενος γίνεται, αὐτὴ ἡ μνήμη τοῦ φορτίου τῶν ἁμαρτημάτων κουφίζουσα, πολλὴν σοι τὴν παῤῥησίαν προξενεῖ παρὰ τῷ Δεσπότῃ. Ἐννόησον γὰρ μοι καὶ αὐτὰ τὰ ῥήματα, ἅπερ ἕκαστος μέλλει λέγειν, τὸν ἐλεήμονα καὶ φιλάνθρωπον, τὸν ἐπιεικῆ, τὸν χρηστόν, τὸν μετὰ πολλῆς δαψιλείας διανείμαντα. «Ἐσκόρπισε γάρ, φησίν, ἔδωκε τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα». Τοιοῦτον γὰρ ὁ τῶν χρημάτων πλοῦτος· σκορπιζόμενος μᾶλλον παραμένει· συνεχόμενος δὲ καὶ ἔνδον ἀποκλειόμενος καὶ τοὺς κατέχοντας συναπόλλυσιν.«Ἐσκόρπισε γάρ, φησίν, ἔδωκε τοῖς πένησιν. Ἀλλ’ ἄκουε καὶ τῶν ἑξῆς· Ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα». Ἐν μιᾷ ἡμέρᾳ τὸν πλοῦτον ἐσκόρπισε, καὶ ἡ δικαιοσύνη αὐτοῦ εἰς πάντα τὸν αἰῶνα διαμένει, καὶ τὴν μνήμην ἀθάνατον ἐργάζεται.


γ’. Εἶδες μνήμην παντὶ τῷ αἰῶνι παρεκτεινομένην; Εἶδες μνήμην μεγάλων καὶ ἀποῤῥήτων γέμουσαν ἀγαθῶν; Διὰ τοιούτων οἰκοδομῶν μνημονεύεσθαι σπουδάζωμεν. Αἱ γὰρ διὰ τῶν λίθων οὐ μόνον ἡμᾶς οὐδὲν ὠφελῆσαι δύνανται, ἀλλὰ καὶ ἀντὶ στήλης διηνεκοῦς ἡμῶν λαμπρᾷ τῇ φωνῇ καταβοῶσι. Καὶ τὰ μὲν ἐκ τούτων ἁμαρτήματα αὐτοὶ ἔχοντες ἄπιμεν, αὐτὰ δὲ καταλιπόντες ἐνταῦθα, οὐδὲ τῆς ψυχρὰς ἐκείνης καὶ ἀνονήτου παρ’ αὐτῶν μνήμης ἀξιούμεθα· ἀλλὰ ταῖς μὲν κατηγορίαις βαλλόμεθα, ἡ δὲ προσηγορία μεθίσταται εὐθέως εἰς ἕτερον. Καὶ γὰρ οὕτως ἔχει· ἀπὸ τούτου εἰς ἕτερον μεταβαίνει, καὶ ἀπ’ ἐκείνου εἰς ἄλλον πάλιν. Καὶ σήμερον μὲν ἡ οἰκία ἐλέγετο τοῦ δεῖνος, αὔριον δὲ τοῦ δεινός, καὶ μετά, τὴν ἑξῆς πάλιν ἑτέρου. Καὶ ἀπατῶμεν ἑκόντες ἑαυτούς, νομίζοντες δεσποτείαν τινὰ κεκτῆσθαι, οὐκ εἰδότες ὅτι μόνον τῆς χρήσεως ἀπολαύομεν, καὶ ἑκόντες καὶ ἄκοντες ἑτέροις τούτων παραχωροῦμεν· ὅτι γὰρ καὶ οἷς οὐ βουλόμεθα, τοῦτο τέως παρίημι. Ὅλως δὲ εἰ μνήμης ἐπιθυμεῖς, καὶ τοῦτό σοι περισπούδαστον, ἄκουε πῶς αἳ χῆραι ἐμέμνηντο τῆς Ταβιθᾶς, καὶ πῶς τὸν Πέτρον περιεστήκεισαν κλαίουσαι καὶ ἐπιδεικνύμενοι χιτῶνας καὶ ἱμάτια, ὅσα ἐποίει μετ’ αὐτῶν οὖσα ἡ Δορκάς. Εἶδες οἰκοδομὰς ἐμψύχους φωνὰς ἀφιείσας, καὶ τοσαύτην ἰσχὺν ἐχούσας, ὡς καὶ ἀπὸ θανάτου εἰς ζωὴν ἐπαναγαγεῖν; Ἐπειδή, γὰρ περιέστησαν τὸν Πέτρον, καὶ τὰ δάκρυα θερμὰ ἐξέχεαν, τὴν τροφὴν καὶ τὴν χορηγίαν ἐπιζητοῦσαι, ἐκβαλὼν πάντας, φησίν, ὁ Πέτρος, θεὶς τὰ γόνατα προσηύξατο, καὶ ἀναστήσας αὐτὴν ἐφώνησε τοὺς ἁγίους καὶ τὰς χήρας, καὶ παρέστησεν αὐτὴν ζῶσαν. Εἰ βούλει μνημονεύεσθαι, καὶ εἰ δόξης ἀληθοῦς ἐρᾶς, ταύτην μίμησαι, καὶ τοιαύτας οἰκοδομὰς ἐργάζου, μὴ περὶ τὴν ἄψυχον ὕλην καταδαπανώμενος, ἀλλὰ περὶ τοὺς ὁμογενεῖς πολλὴν τὴν φιλοτιμίαν ἐπιδεικνύμενος.Αὕτη ἡ μνήμη ἐπαινετὴ καὶ πολὺ τὸ κέρδος φέρουσα. Ἀλλὰ πάλιν ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν, καὶ ἴδωμεν τῶν τότε ἀνδρῶν τὴν τόλμαν. Τὰ γὰρ ἐκείνων πάθη ἡμῖν, εἰ βουλοίμεθα νήφειν, σωφρονισμὸς γενήσεται. «Καὶ οἰκοδομήσωμεν ἑαυτοῖς, φησί, πόλιν, καὶ πύργον, οὗ ἔσται ἡ κεφαλὴ ἕως τοῦ οὐρανοῦ, καὶ ποιήσωμεν ἑαυτοῖς ὄνομα πρὸ τοῦ διασπαρῆναι ἐπὶ τῆς γῆς». Ὁρᾷς πῶς πανταχοῦ τῆς ἑαυτῶν γνώμης τὴν διαφθορὰν ἐπιδεικνύουσι. «Καὶ οἰκοδομήσωμεν, φησίν, ἑαυτοῖς πόλιν»· καὶ πάλιν «Ποιήσωμεν ἑαυτοῖς ὄνομα». Ἀλλ’ ὅρα καὶ μετὰ τοσαύτην πανωλεθρίαν πάλιν πῶς οὐκ ἐλάττοσι κακοῖς ἐπιχειροῦσι. Τὶ οὖν ἵνα γενήσηται; Πῶς ἵνα ἀναχαιτισθῶσι τῆς μανίας; Ὑπέσχετο μηκέτι ποιήσειν σεῖν κατακλυσμὸν τὴν οἰκείαν φιλανθρωπίαν μιμούμενος· οὗτοι δὲ οὐδὲ ταῖς τιμωρίαις ἐσωφρονίσθησαν, οὔτε ταῖς εὐεργεσίαις βελτίους ἐγένοντο.


Διὸ ἄκουε τῶν ἑξῆς, ἵνα μάθης τῇς ἀφάτου φιλανθρωπίας τοῦ Θεοῦ τὸ μέγεθος. «Καὶ κατέβη, φησί, Κύριος ὁ Θεὸς ἰδεῖν τὴν πόλιν, καὶ τὸν πύργον, ὃν ᾠκοδόμουν οἱ υἱοὶ τῶν ἀνθρώπων». Ὅρα πῶς ἀνθρωπίνως ἡ Γραφὴ διαλέγεται. «Καὶ κατέβη, φησί, Κύριος ὁ Θεός»· οὐχ ἵνα ἀνθρωπίνως νοήσωμεν, ἀλλ’ ἵνα διὰ τούτου παιδευώμεθα μηδέποτε καταψηφίζεσθαι ἁπλῶς τῶν ἀδελφῶν τῶν ἡμετέρων, μήτε ἐξ ἀκοῆς καταδικάζειν, ἐὰν μὴ πρότερον πολλὴν δεξώμεθα τὴν πληροφορίαν. Πάντα γὰρ τὰ παρὰ τοῦ Θεοῦ διὰ τοῦτο γίνεται, καὶ τοσαύτῃ κέχρηται τῇ συγκαταβάσει πρὸς διδασκαλίαν τῆς τῶν ἀνθρώπων φύσεως. «Καὶ κατέβη, φησί, Κύριος ὁ Θεὸς ἰδεῖν τὴν πόλιν καὶ τὸν πύργον». Ὅρα αὐτὸν οὐκ ἐκ προοιμίων ἀναστέλλοντα αὐτῶν τὴν μανίαν, ἀλλὰ πολλῇ τῇ μακροθυμίᾳ κεχρημένον, καὶ ἀναμένοντα εἰς ἔργον αὐτοὺς ἀγαγεῖν τὴν πονηρίαν ἅπασαν, καὶ τότε ἐκκοπῆναι τὴν ἐπιχείρησιν. Ἵνα γὰρ μὴ τινι ἐξῇ λέγειν, ὅτι ἐβουλεύσαντο μέν, οὐκ ἤγαγον δὲ εἰς ἔργον τὰ δόξαντα, ἀναμένει πληρῶσαι αὐτοὺς τὰ βουλευθέντα, καὶ τότε δεῖξαι αὐτοῖς ὡς ἀνοήτοις ἐπιχειροῦσι. «Καὶ κατέβη, φησί, Κύριος ὁ Θεὸς ἰδεῖν τὴν πόλιν, καὶ τὸν πύργον, ὃν ᾠκοδόμησαν οἱ υἱοὶ τῶν ἀνθρώπων». Ὅρα φιλανθρωπίας ὑπερβολήν. Συνεχώρησε καμεῖν αὐτοὺς καὶ ταλαιπωρηθῆναι, ἵνα τῶν πραγμάτων ἡ πεῖρα διδάσκαλος αὐτοῖς γένηται. Καὶ ἐπειδὴ εἶδεν ἀκμάζουσαν τὴν κακίαν, καὶ τὴν νόσον ἐπιτεινομένην, οὐκ εἰς τέλος ἀφίησιν, ἀλλὰ τὴν οἰκείαν ἐνδεικνύμενος ἀγαθότητα, καθάπερ ἰατρὸς ἄριστος, ὁρῶν αὐτῶν αὐξανομένην τὴν νόσον, καὶ τὸ ἕλκος ἀνίατον γινόμενον, ταχεῖαν ποιεῖται τὴν τομήν, ἵνα παντελῶς ἀφανίσῃ τὴν αἰτίαν τῆς νόσου.«Καὶ εἶπε, φησί, Κύριος ὁ Θεός· Ἰδοὺ γένος ἓν καὶ χεῖλος ἓν πάντων· ἀντὶ τοῦ, φωνὴ μία καὶ γλῶσσα μία. Καὶ τοῦτο ἤρξαντο ποιῆσαι, καὶ νῦν οὐκ ἐκλείψει ἀπ’ αὐτῶν πάντα,
ὅσα ἂν ἐπιθῶνται ποιεῖν».


δ’. Ὅρα Δεσπότου φιλανθρωπίαν. Ἐπειδὴ μέλλει τὴν ὁρμὴν αὐτῶν ἐκκόπτειν, ἀπολογίαν πρότερον συντίθησι, καὶ μονονουχὶ δείκνυσιν αὐτῶν τῆς ἁμαρτίας τὸ μέγεθος, καὶ τῇς ἀγνωμοσύνης τὴν ὑπερβολήν, καὶ ὅτι τῇ συμφωνίᾳ οὐκ εἰς δέον ἐχρήσαντο.
«Ἰδοὺ γάρ, φησί, γένος ἓν καὶ χεῖλος ἓν πάντων. Καὶ τοῦτο ἤρξαντο ποιῆσαι, καὶ νῦν ἐκλείψει ἀπ’ αὐτῶν πάντα, ὅσα ἂν ἐπιθῶνται ποιεῖν». Τοῦτο γὰρ ἔθος αὐτῷ, ἐπειδὰν μέλλῃ τιμωρίαν ἐπάγειν, πρότερον δεικνύναι τῶν ἠμαρτημένων τὸ μέγεθος, καὶ ὥσπερ ἀπολογίαν τινὰ συντιθέναι, καὶ τότε ποιεῖσθαι τὴν διόρθωσιν. Καὶ γὰρ ἐπὶ τοῦ κατακλυσμοῦ, ἡνίκα ἤμελλε τὴν ἀπειλὴν ἐκείνην τὴν φοβερὰν ποιεῖσθαι, φησὶν ἡ Γραφή·«Ἰδὼν δὲ ὁ Κύριος ὁ Θεὸς ὅτι ἐπληθύνθησαν οἱ κακίαι τῶν ἀνθρώπων, καὶ πᾶς τις διανοεῖται ἐν τῇ καρδίᾳ αὐτοῦ ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος». Εἶδες πῶς πρότερον ἔδειξε τῆς κακίας αὐτῶν τὴν ὑπερβολήν, καὶ τότε φησίν,· «Ἀπαλείψω τὸν ἄνθρωπον; Οὕτω καὶ νῦν· Ἰδοὺ γόνος ἓν καὶ χεῖλος ἓν πάντων, καὶ τοῦτο ἤρξαντο ποιῆσαι». Εἰ ὁμονοίας τοσαύτης ἀπολαύοντες καὶ ὁμοφωνίας πρὸς τοσαύτην ἐξώκειλαν μανίαν, τοῦ χρόνου προϊόντος πῶς οὐχὶ χείρονα διαπράξονται; «Οὐκ ἐλλείψει γάρ, φησίν, ἀπ’ αὐτῶν πάντα, ὅσα ἂν ἐπιθῶνται ποιεῖν». Οὐδὲν αὐτῶν τὴν ὁρμὴν ἐπισχεῖν δυνήσεται, ἀλλὰ πάντα τὰ βουλευθέντα αὐτοῖς εἰς ἔργον ἀγαγεῖν σπουδάσουσιν, εἰ μὴ ταχέως ὑπὲρ τῶν ἤδη τολμηθέντων δίκην δώσουσι. Τὸ αὐτὸ καὶ ἐπὶ τοῦ πρωτοπλάστου γεγονὸς εὑρήσῃ τις. Καὶ γὰρ ἐκεῖ, ἡνίκα ἤμελλεν ἐκβάλλειν τῆς ἐν τῷ παραδείσῳ διαγωγῆς, φησί· «Τις ἀνήγγειλέ σοι, ὅτι γυμνὸς εἶ»; Καὶ πάλιν· «Ἰδοὺ γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν, τοῦ γινώσκειν καλὸν καὶ πονηρόν. Καὶ νῦν μήποτε ἐκτείνῃ τὴν χεῖρα αὐτοῦ, καὶ λάβῃ τοῦ ξύλου τῆς ζωῆς, καὶ φάγῃ, καὶ ζήσεται εἰς τὸν αἰῶνα. Καὶ ἐξαπέστειλεν αὐτὸν Κύριος ὁ Θεὸς ἐκ τοῦ παραδείσου». Καὶ νῦν φησίν, «Ἰδοὺ γένος ἓν καὶ χεῖλος ἓν πάντων, καὶ τοῦτο ἤρξαντο ποιῆσαι· καὶ νῦν οὐ μὴ ἐκλείψῃ ἐξ αὐτῶν πάντα, ὅσαν ἂν ἐπιθῶνται ποιεῖν. Δεῦτε, καὶ καταβάντες συγχέωμεν αὐτῶν ἐκεῖ τὴν γλῶτταν, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τῆς φωνῆς τοῦ πλησίον». Ὅρα πάλιν τῶν λέξεων τὴν συγκατάβασιν.
«Δεῦτε, φησί, καὶ καταβάντες». Τὶ βούλεται ταῦτα τὰ ῥήματα; Συνέργειας δεῖται ὁ Δεσπότης πρὸς τὴν διόρθωσιν; Ἀλλὰ συμμαχίας πρὸς τὴν τούτων καθαίρεσιν; Οὐχί, μὴ γένοιτο. Ἀλλὰ καθάπερ ἤδη εἶπεν ἡ Γραφή,«Κατέβη Κύριος». Διδάσκουσα ἡμᾶς διὰ τούτου, ὅτι μετὰ ἀκριβείας αὐτῶν εἶδε τῆς κακίας τὴν ὑπερβολήν, οὕτω καὶ ἐνταῦθα φησί, «Δεῦτε, καὶ καταβάντες». Ὡς πρὸς ὁμοτίμους δὲ πάντως ἐστὶ τουτὶ τὸ εἰρημένον· «Δεῦτε, καὶ καταβάντες συγχέωμεν αὐτῶν τὴν γλῶτταν, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τῆς φωνῆς τοῦ πλησίον». Καθάπερ, φησί, στήλην τινὰ διηνεκῆ, τοιαύτην αὐτοῖς ἐπιτίθημι τὴν τιμωρίαν, καὶ ἵνα παντὶ τῷ αἰῶνι συμπαρεκτείνηται, καὶ μηδεὶς χρόνος λήθην αὐτοῖς ἐμποιήσῃ. Ἐπειδὴ γὰρ οὐ δεόντως ἐχρήσαντο τῇ ὁμοφωνίᾳ, διὰ τῆς ἑτεροφωνίας αὐτοὺς σωφρονισθῆναι βούλομαι. Καὶ γὰρ οὕτως ἑκάστοτε εἴωθε ποιεῖν ὁ Δεσπότης. Τοῦτο ἐξ ἀρχῆς καὶ ἐπὶ τῇς γυναικὸς ἐποίησεν· οὐκ εἰς δέον ἐχρήσατο τῇ δοθείσῃ τιμῇ, καὶ διὰ τοῦτο ὑπέταξεν αὐτὴν τῷ ἀνδρί. Καὶ πάλιν ἐπὶ τοῦ· Ἀδάμ, ἐπειδὴ μὴ ἐκέρδανέ τι ἐκ τῆς πολλῆς ἀνέσεως, καὶ τῆς ἐν τῷ παραδείσῳ διαίτης, ἀλλὰ διὰ τῆς παραβάσεως τῷ ἐπιτιμίῳ ἑαυτὸν ὑπεύθυνον κατέστησεν, ἐξέβαλε αὐτὸν ἐκ τοῦ παραδείσου, καὶ τὴν τιμωρίαν αὐτῷ ἐπέθηκε διηνεκῆ, λέγων· «Ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι ἡ γῆ».
Καὶ οὕτω τοίνυν ἐπειδὴ τιμηθέντες τῇ ὁμοφωνία, εἰς κακίαν ἐχρήσαντο τῇ δοθείσῃ τιμῇ, διὰ τῆς ἑτεροφωνίας ἵστησιν αὐτῶν τῆς κακίας τὴν φοράν. «Καὶ συγχέωμεν αὐτῶν, φησί, τὴν γλῶτταν, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τῆς φωνῆς τοῦ πλησίον»· ἵνα ὥσπερ ἡ ὁμοφωνία τὴν συνοίκησιν εἰργάζετο, οὕτως ἡ διαίρεσις τῆς φωνῆς τὴν διασπορὰν αὐτοῖς κατασκευάσῃ. Οἱ μὴ τὴν αὐτὴν ἔχοντες φωνὴν καὶ διάλεξιν, πῶς ἂν δύναντο κατὰ ταὐτὸ οἰκεῖν; «Καὶ διέσπειρεν αὐτούς, φησί, Κύριος ὁ Θεὸς ἐκεῖθεν ἐπὶ προσώπου πάσης τῆς γῆς, καὶ ἐπαύσαντο οἰκοδομοῦντες τὴν πόλιν καὶ τὸν πύργον». Ὅρα Δεσπότου φιλανθρωπίαν, εἰς ὅσην αὐτοὺς ἐνέβαλεν ἀμηχανίαν. Καὶ γὰρ μαινομένοις λοιπὸν ἐοίκασιν. Ὁ μὲν ἐπέταττεν ἕτερον, ὁ δὲ ἕτερον ἐπεδίδου· καὶ ἀνόνητος αὐτοῖς λοιπὸν ἣν πᾶσα ἡ ἐπιχείρησις. Διὸ «Καὶ ἐπαύσαντο οἰκοδομοῦντες τὴν πόλιν καὶ τὸν πύργον. Διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτῆς, Σύγχυσις· ὅτι ἐκεῖ συνέχεε Κύριος ὁ Θεὸς τὰ χείλη πάσης τῆς γῆς· καὶ ἐκεῖθεν διέσπειρεν αὐτοὺς Κύριος ὁ Θεὸς ἐπὶ πάσης τῆς γῆς». Σκόπει πόσα γίνεται, ὥστε τὴν μνήμην παντὶ τῷ αἰῶνι συμπαρεκτείνεσθαι. Πρῶτον μὲν ἡ τῶν γλωσσῶν διαίρεσις, μᾶλλον δὲ καὶ πρὸ τούτου ἡ τοῦ ὀνόματος προσηγορία· τὸ Φαλὲκ γὰρ ὄνομα. Ὅπερ ὁ Ἔβερ ἐπέθηκε τῷ παιδί, μερισμὸν σημαίνει. Ἔπειτα ἡ τοῦ τόπου προσηγορία· Σύγχυσις γὰρ ὁ τόπος ὠνομάσθη, ὅπερ ἐστὶ Βαβυλών. Ἔπειτα αὐτὸς ὁ Ἔβερ ἔμενε τὴν αὐτὴν ἔχων διάλεξιν, ἥνπερ καὶ πρότερον, ἵνα καὶ τοῦτο σημεῖον

  
ἐναργὲς γένηται τῆς διαιρέσεως. Εἶδες διὰ πόσων ἠβουλήθη διηνεκῆ τὴν μνήμην διασώζεσθαι, καὶ μηδέποτε λήθῃ παραδοθῆναι τὸ τότε γεγενημένον; Καὶ γὰρ ἐξ ἐκείνου λοιπὸν πατὴρ παιδὶ ἀνάγκην εἶχε τὴν αἰτίαν λέγειν τῆς ἑτεροφωνίας, καὶ παῖς παρὰ πατρὸς μανθάνειν ἐζήτει τῆς τοῦ τόπου προσηγορίας τὴν αἰτίαν· Βαβυλὼν γὰρ διὰ τοῦτο ὁ τόπος ὠνομάσθη, ὅπερ ἐστὶ σύγχυσις, ὅτι ἐκεῖ συνέχει Κύριος ὁ Θεὸς τὰ χείλη πάσης τῆς γῆς, καὶ ἐκεῖθεν διέσπειρεν αὐτούς. Ἀμφότερα ἡ τοῦ τόπου προσηγορία σημαίνειν μοι δοκεῖ, καὶ ὅτι τὰς γλώσσας συνέχεε, καὶ αὐτόθεν τὴν διασπορὰν ὑπέμειναν.


ε’. Ἠκούσατε, ἀγαπητοί, πόθεν αὐτοῖς ἡ τῆς διασπορᾶς ὑπόθεσις γέγονε, καὶ τῶν γλωττῶν ἡ διαίρεσις. Φύγωμεν, παρακαλῶ, τὴν μίμησιν, καὶ τοῖς παρὰ τοῦ Θεοῦ παρασχεθεῖσιν ἡμῖν εἰς δέον χρησώμεθα, καὶ τὴν φύσιν τὴν ἀνθρωπίνην ἐννοοῦντες οὕτω βουλευώμεθα, ὡς εἰκὸς ἀνθρώπους βουλεύσασθαι θνητοὺς τυγχάνοντας· καὶ λογιζόμενοι τοῦ παρόντος βίου τὸ ἐπίκηρον, καὶ ὡς βραχὺς ὁ τῆς ζωῆς ἡμῶν χρόνος, πολλὴν ἑαυτοῖς παῤῥησίαν προαποθώμεθα διὰ τῆς τῶν ἀγαθῶν πράξεων ἐργασίας· καὶ μὴ μόνον τῆς νηστείας τὴν ἐπίτασιν κατὰ τὰς ἡμέρας ταύτας ἐπιδειξώμεθα, ἀλλὰ καὶ ἐλεημοσύνης δαψίλειαν καὶ προσευχὰς ἐκτενεῖς. Καὶ γὰρ τῇ νηστείᾳ τὴν προσευχὴν ἀεὶ συνεζεῦχθαι δεῖ. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθές, ἄκουε τοῦ Χριστοῦ λέγοντος· «Τοῦτο τὸ γένος οὐκ ἐκπορεύεται, εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ». Καὶ πάλιν ἐπὶ τῶν ἀποστόλων·
«Προσευξάμενοι γάρ, φησί, καὶ νηστεύσαντες· παρέθεντο αὐτοὺς τῷ Κυρίῳ εἰς ὃν πεπιστεύκεισαν». Καὶ πάλιν ὁ Ἀπόστολος «Μὴ ἀποστερεῖτε, φησίν, ἀλλήλους, εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ». Εἶδες πῶς δεῖται τῆς ἐντεῦθεν συμμαχίας ἡ νηστεία; Τότε γὰρ μάλιστα καὶ μετὰ νήψεως αἱ προσευχαὶ γίνονται, κουφοτέρας τῆς διανοίας τυγχανούσης, καὶ οὐδενὶ βαρουμένης, οὐδὲ ὑπὸ τοῦ πονηροῦ τῆς τρυφῆς φορτίου πιεζομένης. Μέγα γὰρ ὅπλον ἡ εὐχή, μεγάλη ἀσφάλεια, μέγας θησαυρός, μέγας λιμήν, ἄσυλον χωρίον· μόνον ἐὰν νήφοντες προσίωμεν τῷ Δεσπότῃ, καὶ πανταχόθεν συνάγοντες ἑαυτῶν τὴν διάνοιαν, οὕτω τὴν πρόσοδον ποιώμεθα, μηδεμίαν παρείσδυσιν διδόντες τῷ ἐχθρῷ τῇς σωτηρίας τῆς ἡμετέρας. Ἐπειδὴ γὰρ οἶδεν ὅτι κατὰ τὸν καιρὸν ἐκεῖνον δυνάμεθα περὶ τῶν συνεχόντων ἡμᾶς διαλεχθέντες, καὶ τὰ ἡμαρτημένα ἐξαγορεύσαντες, καὶ τὰ τραύματα τῷ ἰατρῷ δείξαντες, πολλῆς ἐπιτυχεῖν τῆς θεραπείας, τότε μάλιστα ἐφίσταται καὶ πάντα ποιεῖ καὶ πραγματεύεται, ὥστε ἐκκροῦσαι ἡμᾶς καὶ εἰς ῥᾳθυμίαν ἐμβαλεῖν. Διὰ νήφωμεν, παρακαλῶ, καὶ εἰδότες αὐτοῦ τὰς ἐπιβουλάς, μάλιστα κατὰ τὸν καιρὸν ἐκεῖνον σπουδάζωμεν, ὡσανεὶ παρόντα καὶ πρὸ τῶν ὀφθαλμῶν ἡμῶν ἑστῶτα ὁρῶντες, οὕτως αὐτὸν διακρούεσθαι, καὶ πάντα λογισμὸν διαταράττοντα ἡμῶν τὴν διάνοιαν ἀπωθεῖσθαι, καὶ ὅλους ἑαυτοὺς συντείνειν, καὶ ἀκριβῆ ποιεῖσθαι τὴν ἔντευξιν, ἵνα μὴ μόνον ἡ γλῶττα φθέγγηται, ἀλλὰ καὶ ἡ διάνοια συμβαίνῃ τοῖς λεγομένοις. Ἐὰν γὰρ ἡ γλῶττα μὲν προφέρῃ τὰ ῥήματα, ἡ δὲ διάνοια ἔξω ῥέμβηται, τὰ κατὰ τὴν οἰκίαν περισκοποῦσα, τὰ κατὰ τὴν ἀγορὰν φανταζομένη, οὐδὲν ἡμῖν ὄφελος ἔσται, τάχα δὲ καὶ πλείων ἡ κατάκρισις. Εἰ γὰρ ἀνθρώπῳ προσιόντες τοσαύτην ἐπιδεικνύμεθα τὴν σπουδήν, ὡς μηδὲ τοὺς πλησίον παρεστῶτας πολλάκις ὁρᾷν, ἀλλὰ συντείνειν ἑαυτῶν τὴν διάνοιαν, ᾧ προσίωμεν· πολλῷ μᾶλλον ἐπὶ τοῦ Θεοῦ τοῦτο ποιεῖν ἡμᾶς χρή, καὶ συνεχῶς καὶ ἀδιαλείπτως ταῖς προσευχαῖς προσκαρτερεῖν. Διὰ γὰρ τοῦτο καὶ Παῦλος γραφῶν ἔλεγε,

  
«Προσευχόμενοι ἐν παντὶ καιρῷ, προσεύχεσθε καὶ ἐν πνεύματι· μὴ γλώσσῃ μόνον, καὶ μετὰ ἀγρυπνίας διηνεκοῦς, φησίν, ἀλλὰ καὶ ἐν αὐτῇ τῇ ψυχῇ, Ἐν πνεύματι». Πνευματικὰ γάρ, φησίν, ἔστω ὑμῶν τὰ αἰτήματα, νηφέτω ὁ λογισμός, συντεινέσθω ἡ διάνοια τοῖς λεγομένοις. Τοιαῦτα αἰτεῖσθε, οἷα εἰκὸς παρὰ τοῦ Θεοῦ αἰτεῖν, ἵνα καὶ τῶν αἰτουμένων ἐπιτύχητε· καὶ εἰς αὐτὸ ἀγρυπνῆτε διεγηγερμένοι, νήφοντες, ἐγρηγορότες τὴν διάνοιαν, μὴ χασμώμενοι, καὶ κνώμενοι, καὶ ὧδε κἀκεῖσε τὸν λογισμὸν περιαγόμενοι, ἀλλὰ μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε. «Μακάριος γάρ, φησίν, ὃς καταπτήσσει πάντα δι’ εὐλάβειαν». Μέγα ἀγαθὸν ἡ εὐχή. Εἰ γὰρ ἀνθρώπῳ τις διαλεγόμενος ἐναρέτῳ, οὐ μικρὰν ἐξ αὐτοῦ καρποῦται τὴν ὠφέλειαν, ὁ Θεῷ διαλέγεσθαι καταξιωθεὶς πόσων οὐκ ἀπολαύσεται τῶν ἀγαθῶν; Ἡ γὰρ εὐχὴ διάλεξίς ἐστι πρὸς τὸν Θεόν. Καὶ ἵνα μάθῃς, ἄκουε τοῦ προφήτου λέγοντος, «Ἡδυνθείη τῷ Θεῷ ἡ διαλογὴ μοὺ τοῦτ’ ἐστιν, ἡ διάλεξίς μου ἡδεῖα φανείη τῷ Θεῷ». Μὴ γὰρ καὶ πρὶν ἣ αἰτήσωμεν, οὐκ ἠδύνατο παρασχεῖν; Ἀλλὰ διὰ τοῦτο ἀναμένει, ἵνα ἀφορμὴν λάβῃ παρ’ ἡμῶν τοῦ δικαίως ἡμᾶς ἀξιοῦν τῆς παρ’ αὐτοῦ προνοίας. Κἂν ἐπιτύχωμεν τοίνυν τῶν αἰτηθέντων, κἂν μὴ ἐπιτύχωμεν, παραμένωμεν τῇ αἰτήσει, καὶ μὴ μόνον ἐπιτυγχάνοντες εὐχαριστῶμεν, ἀλλὰ καὶ ἀποτυγχάνοντες. Τὸ γὰρ ἀποτυχεῖν, ὅταν ὁ Θεὸς βούληται, οὐκ ἔλασσόν ἐστι τοῦ ἐπιτυχεῖν. Οὐδὲ γὰρ ἴσμεν τὰ ἡμεῖς συμφέροντα ἡμῖν οὕτως, ὡς αὐτὸς ἐπίσταται. Ὥστε οὖν, κἂν ἐπιτύχωμεν, κἂν ἀποτύχωμεν, εὐχαριστεῖν ὀφείλομεν. Καὶ τὶ θαυμάζεις εἰ ἡμεῖς οὐκ ἴσμεν τὰ συμφέροντα; Παῦλος ὁ τοσοῦτος καὶ ε τηλικοῦτος,ὁ τῶν ἀποῤῥήτων ἐκείνων ἀξιωθείς, ἠγνόει τὰ μὴ συμφέροντα αἰτῶν. Ἐπειδὴ γὰρ ἑώρα ἑαυτὸν κυκλούμενον ὑπὸ τῶν δεινῶν καὶ τῶν ἐπαλλήλων πειρασμῶν, ηὔξατο τούτων ἀπαλλαγῆναι, καὶ οὐχ ἅπαξ οὐδὲ δεύτερον, ἀλλὰ καὶ πολλάκις. «Τρίτον γάρ, φησί, τὸν Κύριον παρεκάλεσα». Τὸ δὲ Τρίτον, πολλάκις παρεκαλεσε, καὶ οὐκ ἐπέτυχεν. Ἴδωμεν οὖν πῶς διετέθη. Ἆρα μὴ ἐδυσχέρανεν; Ἆρα ὀκνηρότερος γέγονεν; Ἆρα ἐνάρκησεν; Οὐχί. Ἀλλὰ τὶ φησίν; Εἶπεν, «Ἀρκεῖ σοι ἡ χάρις μου». Ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Οὐ μόνον οὐκ ἠλευθέρωσεν αὐτὸν τῶν ἐπικειμένων λυπηρῶν, ἀλλὰ καὶ ἐναπομένειν αὐτὸν εἴασε. Ναί· ἀλλὰ πόθεν δῆλον ὅτι οὐκ ἐδυσχέρανεν; Ἄκουε Παύλου λέγοντος, ἐπειδὴ ἔμαθε τὰ δοκοῦντα τῷ Δεσπότῃ· «Ἥδιστα οὖν καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου. Οὐ μόνον, φησί, λοιπὸν ἀπαλλαγῆναι οὐκ ἐπιζητῶ, ἀλλὰ καὶ μετὰ πλείονος τῆς ἡδονῆς καυχήσομαι ἐπὶ τούτοις». Εἶδες εὐγνώμονα ψυχήν; Εἶδες πόθον τὸν περὶ τὸν Θεόν; Ἄκουσον αὐτοῦ λέγοντος· «Τὸ γὰρ τὶ προσευξόμεθα καθὸ δεῖ, οὐκ οἴδαμεν». Οὐχ οἷόν τε, φησίν, ἀνθρώπους ἡμᾶς ὄντας εἰδέναι πάντα ἀκριβῶς. Δεῖ οὖν παραχωρεῖν τῷ δημιουργῷ τῇς ἡμετέρας φύσεως, κἀκεῖνα μετὰ χαρᾶς δέχεσθαι καὶ πολλῆς τῆς ἡδονῆς, ἅπερ αὐτὸς δοκιμάσει, καὶ μὴ πρὸς τὴν ὄψιν τῶν γινομένων ὁρᾷν, ἀλλὰ πρὸς τὰ δοκοῦντα τῷ Δεσπότῃ. Ὁ γὰρ εἰδὼς τὸ συμφέρον μᾶλλον ἡμῶν, αὐτὸς οἶδε καὶ ὅπως δεῖ τὴν σωτηρίαν τὴν ἡμετέραν μεθοδεῦσαι.


Ϛ’. Ἡμῶν τοίνυν ἓν ἔργον ἔστω, τὸ διηνεκῶς ταῖς προσευχαῖς προσκαρτερεῖν, καὶ μὴ ἀσχάλλειν πρὸς τὴν βραδύτητα, ἀλλὰ πολλὴν τὴν μακροθυμίαν ἐπιδείκνυσθαι. Οὐδὲ γὰρ ἀνανεύων ἡμῶν πρὸς τὰς αἰτήσεις ὑπερτίθεται, ἀλλὰ σοφιζόμενος ἡμῶν τὴν προσεδρίαν, καὶ βουλόμενος ἡμᾶς διηνεκῶς πρὸς ἑαυτὸν ἐφέλκεσθαι. Ἐπεὶ καὶ πατὴρ φιλόστοργος αἰτούμενος πολλάκις παρὰ τοῦ παιδὸς οὐκ ἐπινεύει, οὐχὶ μὴ βουλόμενος δοῦναι, ἀλλὰ τοῦ παιδὸς τὴν προσεδρίαν διὰ τούτου ἐπισπώμενος. Ταῦτα δὲ γινώσκοντες, μηδέποτε ἀπαγορεύωμεν, μηδὲ διαλείπωμεν προσιόντες, καὶ τὰς ἱκετηρίας ποιούμενοι. Εἰ γὰρ τὸν ὦμόν ἐκεῖνον καὶ ἀπηνῆ δικαστήν, καὶ μήτε τὸν Θεὸν φοβούμενον, ἡ προσεδρία τῆς γυναικὸς ἐξεβιάσατο, καὶ ἐξεκαλέσατο εἰς τὴν ἑαυτῆς ἀντίληψιν· πόσῳ μᾶλλον ἡμεῖς, εἰ βουληθείημεν ἐκείνην μιμήσασθαι τὴν γυναῖκα, τὸν ἥμερον καὶ φιλάνθρωπον ἡμῶν Δεσπότην, τὸν εὔσπλαγχνον, καὶ ἐπιτρέχοντα ἡμῶν τῇ σωτηρίᾳ ἐκκαλεσόμεθα πρὸς τὴν οἰκείαν ἀντίληψιν· Παιδεύσωμεν τοίνυν ἑαυτοὺς δυσαποσπάστως ἔχειν, καὶ διηνεκῶς ταῖς προσευχαῖς προσηλῶσθαι, καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτί, καὶ μᾶλλον ἐν νυκτί, ὅτε οὐδεὶς ὁ ἐνοχλῶν, ὅτε πολλὴ τῶν λογισμῶν ἡ γαλήνη, ὅτε πολλὴ ἡ ἡσυχία, καὶ ταραχῆς ἐκτὸς τὸ δωμάτιον, οὐδενὸς ὄντος τοῦ ἐκκροῦσαι δυναμένου, καὶ ἀποστῆσαι τῆς προσόδου, ὅτε συνηρμένη ὁ τυγχάνουσα ἡ διάνοια πάντα μετὰ ἀκριβείας ἀναθέσθαι δύναται τῷ τῶν ψυχῶν ἰατρῷ. Εἰ γὰρ ὁ μακάριος Δαυΐδ, ὁ βασιλεὺς ὁμοῦ καὶ προφήτης, ὑπὸ τοσούτων ὀχλούμενος πραγμάτων, καὶ ἁλουργίδα καὶ διάδημα περικείμενος λέγε·
«Μεσονύκτιον ἐξηγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου»· τὶ ἂν εἴποιμεν ἡμεῖς, οἱ τὸν ἰδιωτικὸν καὶ ἀπράγμονα βίον μετιόντες, καὶ μηδὲ τὰ αὐτὰ ἐκείνῳ ποιοῦντες; Ἐπειδὴ γὰρ ἐν ἡμέρᾳ πολλὰ εἶχεν αὐτὸν τὰ περισπῶντα, καὶ πολὺς ἣν ὁ τῶν πραγμάτων ὄχλος, καὶ πολλὴ ἡ ταραχή, καὶ καιρὸν οὐχ ηὕρισκεν ἐπιτήδειον ἑαυτῷ πρὸς τὴν τοιαύτην πρόσοδον, τὸν τῆς ἀνέσεως καιρόν, ὃν ἕτεροι ὕπνου ποιοῦνται καιρὸν ἐπὶ τῶν ἁπαλῶν στρωμάτων κατακεκλιμένοι, καὶ ὧδε κἀκεῖσε περιστρεφόμενοι, ὁ βασιλεύς, ὁ τοσαύτην ἀναδεδεγμένος φροντίδα, προσόδου καιρὸν ἐποιεῖτο, κατ’ ἰδίαν τῷ Θεῷ διαλεγόμενος, καὶ εἰλικρινεῖς καὶ συντεταμένας τὰς εὐχὰς ποιούμενος, ἤνυεν ἅπερ ἤθελε· καὶ διὰ τῶν προσευχῶν τούτων τοὺς πολέμους κατώρθου, τρόπαιον ἱστᾷς, καὶ νίκας νίκαις συνάπτων. Εἶχε γὰρ ὅπλον ἀχείρωτον, τὴν ἄνωθεν συμμαχίαν, οὐ πρὸς τοὺς παρὰ τῶν ἀνθρώπων πολέμους ἀρκέσαι δυναμένην μόνον,ἀλλὰ καὶ πρὸς τὰς τῶν δαιμόνων φάλαγγας. Τοῦτον τοίνυν καὶ ἡμεῖς μιμησώμεθα, οἱ ἰδιῶται τὸν βασιλέα, τὸν ἀπράγμονα καὶ ἡσύχιον βίον μετιόντες, τὸν ἐν ἁλουργίδι καὶ διαδήματι, τὸν τῶν μοναχῶν βίον ὑπερακοντίσαντα. Ἄκουε γὰρ πάλιν αὐτοῦ ἀλλαχοῦ λέγοντος· «Ἐγενήθη τὰ δάκρυά μου ἐμοὶ ἄρτος ἡμέρας καὶ νυκτός». Εἶδες ψυχὴν ἐν διηνεκεῖ κατανύξει τυγχάνουσαν; Ἡ τροφὴ μου, φησίν, ὁ ἄρτος μου, ἡ ἑστίασις μου οὐδὲν ἕτερον ἥν, ἣ τὰ δάκρυά μου ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ. Καὶ πάλιν, «Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου, λούσω καθ’ ἑκάστην νύκτα τὴν κλίνην μου». Τὶ ἐροῦμεν ἡμεῖς ἣ τὶ ἀπολογησόμεθα, οὐδὲ τὴν ἴσην τῷ βασιλεῖ τῷ ὑπὸ τοσούτων πραγμάτων περισπωμένῳ κατάνυξιν ἐπιδείξασθαι βουλόμενοι; Τὶ γάρ, εἰπὲ μοι, τῶν ὀφθαλμῶν ἐκείνων ὡραιότερον τῶν ὑπὸ τῆς συνεχείας τῶν δακρύων, καθάπερ ὑπὸ μαργαριτῶν τινων, κεκαλλωπισμένων; Εἶδες τὸν βασιλέα καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ δακρύοις καὶ εὐχαῖς ἑαυτὸν ἐκδεδωκότα· ὅρα καὶ τὸν τῆς οἰκουμένης διδάσκαλον ἐν δεσμωτηρίῳ καθειργμένον, καὶ τοὺς πόδας ἔχοντα ἐν τῷ ξύλῳ προσδεδεμένους ἅμα τῷ Σίλᾳ, καὶ διὰ πάσης τῆς νυκτὸς προσευχόμενον, οὔτε ὑπὸ τῆς ὀδύνης, οὔτε ὑπὸ τῶν δεσμῶν κωλυόμενον, ἀλλὰ ταύτῃ μᾶλλον πόλον καὶ θερμότερον τὸν πόθον ἐπιδεικνύμενον τὸν περὶ τὸν Δεσπότην· «Παῦλος γάρ, φησί, καὶ Σίλας κατὰ τὸ μεσονύκτιον προσευχόμενοι ὕμνουν τὸν Θεόν». Ὁ Δαυῒδ ἐν βασιλείᾳ καὶ διαδήματι δακρύοις καὶ εὐχαῖς ἅπαντα τὸν βίον κατανήλισκεν· ὁ Ἀπόστολος, ὁ εἰς τρίτον οὐρανὸν ἁρπαγείς, ὁ τῶν ῥητῶν ἀξιωθεὶς μυστηρίων, ἐν δεσμοῖς τυγχάνων κατὰ τὸ μέσον τῆς νυκτὸς προσευχὰς καὶ ὕμνους ἀνέφερε τῷ Δεσπότῃ· καὶ ὁ βασιλεὺς μεσονύκτιον ἐξεγειρόμενος ἐξωμολογεῖτο, καὶ οἱ ἀπόστολοι κατὰ τὸ μεσονύκτιον τενεῖς τὰς προσευχὰς καὶ τοὺς ὕμνους ἐποιοῦντο. Τούτους μιμησώμεθα καὶ ἡμεῖς, καὶ τῇ συνεχείᾳ τῶν προσευχῶν τειχίζωμεν ἡμῶν τὴν ζωήν, καὶ μηδὲν ἡμῖν ποτε κώλυμα γενέσθω. Οὐδὲν γὰρ ἐστιν ἡμῖν τὸ δυνάμενον ἐμποδίσαι, ἐὰν νήφωμεν. Μὴ γὰρ τόπου χρῄζομεν, ἡ καιροῦ; Πᾶς τόπος, πᾶς καιρὸς
ἐπιτήδειος ἡμῖν πρὸς τὴν τοιαύτην πρόσοδον. Ἄκουε γὰρ πάλιν αὐτοῦ τοῦ διδασκάλου τῆς οἰκουμένης λέγοντος «Ἐν παντὶ τόπῳ ἐπαίροντες ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ». Ἂν τὴν διάνοιαν ἔχῃς καθαρεύουσαν τῶν ἀτόπων παθῶν, κἂν ἐν ἀγορᾷ ᾖς, κἂν ἐν οἰκίᾳ, κἂν ἐν ὁδῷ, κἂν ἐν δικαστηρίῳ παρεστώς, κἂν ἐν θαλάσσῃ, κἂν ἐν πανδοχείῳ, κἂν ἐπ’ ἐργαστηρίῳ ᾗς ἑστηκώς, κἂν ὅπουπερ ἂν ᾗς, δυνήσῃ τὸν Θεὸν καλέσας ἐπιτυχεῖν τῆς αἰτήσεως. Ὅπερ εἰδότες, παρακαλῶ, μετὰ τῆς νηστείας καὶ τῆς προσευχῆς τὴν ἀκρίβειαν ἐπιδειξώμεθα, καὶ τὴν ἐντεῦθεν συμμαχίαν ἑαυτοῖς κατασκευάσωμεν· ἵνα τῆς παρ’ αὐτοῦ ῥοπῆς ἀξιούμενοι, καὶ τὸν παρόντα βίον εὐαρέστως αὐτῷ διανύσωμεν, καὶ ἐν τῷ μέλλοντι φιλανθρωπίας τινὸς ἀξιωθῶμεν, χάριτι καὶ οἰκτιρμοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὐ τῷ Πατρί, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμή, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


  
Ὁμιλία ΛΑ’. «Καὶ ἔλαβε Θάῤῥα τὸν Ἄβραμ καὶ τὸν Ναχὼρ τοὺς υἱοὺς αὐτοῦ, καὶ τὸν Λὼτ καὶ τὸν υἱὸν Ἀῤῥαν τοῦ υἱοῦ αὐτοῦ, καὶ τὴν Σάραν τὴν νύμφην αὐτοῦ, γυναῖκα δὲ Ἄβραμ τοῦ υἱοῦ αὐτοῦ· καὶ ἐξήγαγεν αὐτοὺς ἐκ τῆς χώρας τῶν Χαλδαίων, πορευθῆναι εἰς γῆν τῶν Χαναναίων καὶ ἦλθεν ἕως Χαῤῥάν, καὶ κατῴκησεν ἐκεῖ».

α’. Πολλὰς ὑμῖν ἔχω χάριτας, ὅτι τε μεθ’ ἡδονῆς ἐδέξασθε χθὲς τοὺς περὶ τῆς εὐχῆς λόγους, καὶ ὅτι μετὰ τοσαύτης σπουδῆς συντρέχετε περὶ τὴν ἀκρόασιν. Τοῦτο γὰρ καὶ ἡμᾶς προθυμοτέρους ἀπεργάζεται, καὶ παρασκευάζει δαψιλεστέραν ὑμῖν παρατιθέναι
τὴν ἑστίασιν ταύτην τὴν πνευματικήν. Ἐπεὶ καί γηπόνος, ἐπειδὰν ἴδῃ τὴν ἄρουραν καὶ τὰ καταβαλλόμενα σπέρματα πολλαπλάσια δεικνύουσαν, καὶ κομῶντα τὰ λήϊα, οὐ παύεται τὰ παρ’ ἑαυτοῦ καθ’ ἑκάστην εἰσφέρων, καὶ τὴν προσήκουσαν ἐπιμέλειαν ποιούμενος, καὶ περισκοπῶν καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ, μὴ ποῦ τὶ λυμήνηται τοῖς πόνοις αὐτοῦ· τὸν αὐτὸν δὴ τρόπον κἀγὼ ὁρῶν ὑμῶν τὴν ἄρουραν ταύτην τὴν πνευματικὴν οὕτω θάλλουσαν, καὶ τὸν πνευματικὸν τοῦτον σπόρον τοῖς τῆς διανοίας κόλποις παρακατατιθέμενον, ὁμοῦ καὶ χαίρω καὶ εὐφραίνομαι, καὶ πολὺν ἔχω τὸν ἀγῶνα, εἰδὼς τοῦ ἐχθροῦ καὶ ἐπιβούλου τῆς σωτηρίας τῆς ἡμετέρας τὴν πονηρίαν. Καθάπερ γὰρ οἱ κατὰ θάλατταν πειρᾶταί, ἐπειδὰν ἴδωσι ναῦν πολλῶν φορτίων πεπληρωμένην, καὶ πλοῦτον ἄφατον ἐπαγομένην, τότε μάλιστα πολλὴν τὴν ἐπιβουλὴν ἐπιδείκνυνται, ὥστε πάντα καταδύσαι τὸν φόρτον, καὶ γυμνοὺς καὶ ἐρήμους τοὺς ἐμπλέοντας καταστῆσαι· οὕτω δὴ καὶ ὁ διάβολος, ὅταν ἴδῃ πολὺν πλοῦτον συνηγμένον πνευματικόν, καὶ προθυμίαν ζέουσαν, καὶ διάνοιαν διεγηγερμένην, καὶ καθ’ ἑκάστην, ἡμέραν τὸν πλοῦτον αὐξανόμενον, δάκνεται καὶ τρίζει τοὺς ὀδόντας, καὶ καθάπερ πειρατὴς οὕτω περιέρχεται μυρίας ἐπινοῶν μηχανάς, ὥστε βραχεῖάν τινα εὑρεῖν εἴσοδον, καὶ γυμνοὺς καὶ ἐρήμους ἡμᾶς ἀποφῆναι, καὶ συλῆσαι πάντα τὸν πλοῦτον ἡμῶν τὸν πνευματικόν. Διὰ τοι τοῦτο νήφωμεν, παρακαλῶ, καὶ ὅσῳ ἂν τὰ τῆς περιουσίας ἡμῖν αὔξηται τῆς πνευματικῆς, τοσούτῳ καὶ τὰ τῆς ἀγρυπνίας ἐπιτεινέσθω, καὶ πανταχόθεν ἀποτειχίζωμεν αὐτῷ τὰς ἐφόδους, καὶ διὰ τῆς ἀρίστης πολιτείας τὴν παρὰ τοῦ Θεοῦ εὔνοιαν ἐπισπασάμενοι, ἀνωτέρους ἑαυτοὺς καταστήσωμεν τῶν τοῦ διαβόλου βελῶν. Πονηρὸν γὰρ ἐστι τὸ θηρίον, καὶ πολυπλόκους ἔχει τὰς μηχανάς· καὶ ἐπειδὰν μὴ δυνηθῇ ἐξ εὐθείας πρὸς τὴν κακίαν ἡμᾶς ὑποσῦραι, καὶ διὰ τῆς ἀπάτης δελεᾶσαι· οὐδὲ γὰρ βιάζεται, οὐδὲ ἀναγκάζει, μὴ γένοιτο, ἀλλ’ ἀπατᾷ μόνον, καὶ ἐπειδὰν ἴδῃ ῥᾳθυμοῦντας, ὑποσκελίζει· ὅταν οὖν μὴ δι’ αὐτῆς τῆς κακίας προφανῶς δυνηθῇ τῇ ἡμετέρᾳ σωτηρίᾳ λυμήνασθαι, πολλάκις δι’ αὐτῶν τῶν τῆς ἀρετῆς ἔργων, ὢν μετίωμεν, τὸ δέλεαρ ἐμβαλὼν λανθανόντως ἅπαντα τὸν ωὐτὸν κατέδυσε.


Τὶ οὖν ἐστιν, ὃ φημι; Ἀναγκαῖον γὰρ αὐτὸ σαφέστερον εἰπεῖν, ἵνα διδαχθέντες αὐτοῦ τὰς ἐπιβουλάς, διαφύγωμεν τὴν ἐντεῦθεν βλάβην. Ὅταν ἴδῃ μὴ εὐκόλως ἡμᾶς καταδεχομένους γυμνὴν τὴν κακίαν, ἀλλὰ φεύγοντας μὲν τὴν ἀσέλγειαν, τὴν δὲ σωφροσύνην ἀσπαζομένους, καὶ πάλιν τὴν πλεονεξίαν ἀποστρεφομένους, καὶ μισοῦντας τὴν ἀδικίαν, καὶ τῆς τρυφῆς καταγελῶντας, καὶ νηστείαις καὶ προσευχαῖς ἑαυτοὺς ἐκδεδωκότας, καὶ περὶ τὴν ἐλεημοσύνην ἐσπουδακότας· τότε λοιπὸν μεθοδεύει ἑτέραν μηχανήν, δι’ ἧς ἡμῶν τὴν εὐπορίαν ἅπασαν λυμήνασθαι δυνήσεται, καὶ τοσαῦτα κατορθώματα ἀνόνητα ἡμῖν ἀποδεῖξαι. Τοὺς γὰρ μετὰ πολλοῦ τοῦ τόνου περιγεγονότας αὐτοῦ τῶν μηχανῶν παρασκευάζει μέγα φρονεῖν ἐπὶ τοῖς κατορθώμασι, καὶ πρὸς τὴν τῶν ἀνθρώπων ἀποβλέπειν δόξαν, ἵνα τῆς ἀληθοῦς δόξης ἐκπεσεῖν ποιήσῃ. Ὁ γὰρ μετιὼν τι τῶν πνευματικῶν, καὶ πρὸς ἀνθρωπίνην ἀφορῶν δόξαν, ἀπέχει τὸν μισθὸναὐτοῦ ἐντεῦθεν ἤδη, καὶ οὐκ ἔτι λοιπὸν ὀφειλέτην ἔχει τὸν Θεόν. Παρ’ ὧν γὰρ ἐπεζήτησε δοξασθῆναι, ἀπήλαυσε τῶν ἐπαίνων, κἀκείνων τῶν ἐπηγγελμένων παρὰ τοῦ Δεσπότου ἀπεστέρησεν ἑαυτόν, προτιμήσας τὴν πρόσκαιρον εὐφημίαν καὶ τὴν παρὰ τῶν ὁμογενῶν τῆς παρὰ τοῦ πάντων δημιουργοῦ. Καὶ τοῦτο προλαβὼν αὐτός, καὶ ἐπὶ προσευχῆς καὶ ἐπὶ ἐλεημοσύνης, καὶ ἐπὶ νηστείας ἐδίδαξεν, οὕτω λέγων· «Ὅταν νηστεύῃς ἀλεῖψαί σου τὴν κεφαλήν, καὶ τὸ πρόσωπόν σου νίψαι, ὅπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων, ἀλλὰ τῷ Πατρὶ σου τῷ ἐν τῷ κρυπτῷ· καὶ ὁ Πατὴρ σου, ὁ βλέπων ἐν τῷ κρυπτῷ, ἀποδώσει σοι». Καὶ πάλιν· «Ὅταν δὲ ποιῇς ἐλεημοσύνην, μὴ σαλπίσῃς, φησίν, ἔμπροσθέν σου, ὥσπερ οἱ ὑποκριταὶ ποιοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς ῥύμας, ὅπως δοξασθῶσιν ὑπὸ τῶν ἀνθρώπων. Ἀμὴν λέγω ὑμῖν, ἀπέχουσι τὸν μισθὸν οὕτων». Εἶδες πῶς ὁ ταύτην τὴν δόξαν ἐπιζητῶν ἐκείνης ἀπεστέρηται, ὁ δὲ διὰ τοῦτο τὴν ἀρετὴν μετερχόμενος, καὶ λανθάνειν βουλόμενος τοὺς ἀνθρώπους, κατ’ ἐκείνην τὴν ἡμέραν τὴν φοβερὰν ἐν τῷ
φανερῷ λήψεται παρὰ τοῦ Δεσπότου τὰς ἀμοιβάς. «Ὁ γὰρ Πατὴρ σου, φησίν, ὁ β.! Ἐπῶν ἐν τῷ κρυπτῷ, ἀποδώσει σοι ἐν τῷ φανερῷ». Μὴ τοῦτο ἐννόει, φησίν, ὅτι οὐδεὶς τῶν ἀνθρώπων ἐπῄνεσέ σε, καὶ ὅτι λανθάνων μετέρχῃ τὴν ἀρετήν· ἀλλ’ ἐκεῖνο λογίζου, ὅτι τοσαύτη τοῦ Δεσπότου ἔσται ἡ φιλοτιμία μετ’ οὐ πολύ, ὡς μὴ λανθανόντως, μηδ’ ἐν ἀποκρύφῳ, ἀλλὰ παντὸς τοῦ τῶν ἀνθρώπων γένους τοῦ ἀπὸ Ἀδὰμ μέχρι τῆς συντελείας παρόντος ἀνακηρύξῃ σε καὶ στεφανώσει, καὶ τῶν πόνων τῆς ἀρετῆς τὰς ἀμοιβὰς ἀποδώσει. Ποίας οὖν ἂν εἶεν ἀπολογίας ἄξιοι οἱ καὶ τὸν πόνον τῆς ἀρετῆς ὑπομένοντες, καὶ διὰ τὴν πρόσκαιρον, καὶ εὐτελῆ, καὶ ματαίαν δόξαν τὴν παρὰ τῶν ὁμογενῶν τῆς ἄνωθεν τιμῆς ἑαυτοὺς ἀποστεροῦντες;


β’. Ἀσφαλιζώμεθα τοίνυν, παρακαλῶ, καὶ ὅπερ ἂν καταξιωθῶμεν ἔργον πνευματικὸν μετιέναι, τοῦτο παντὶ τρόπῳ πανταχόθεν ἐν τοῖς ταμιείοις τῆς διανοίας τῆς ἡμετέρας κρύπτειν σπουδάζωμεν, ἵνα ἐκεῖνον τὸν ἀκοίμητον ὀφθαλμὸν ἔχωμεν ἐπαινετήν, καὶ μὴ διὰ τὴν τῶν ἀνθρώπων εὐφημίαν, καὶ τοὺς πρὸς χάριν πολλάκις γινομένους ἐπαίνους, τῆς παρὰ τοῦ Δεσπότου εὐφημίας ἑαυτοὺς ἀναξίους καταστήσωμεν. Καὶ γὰρ ἀμφότερα ὀλέθρια, καὶ λύμῃ τῇς ἡμετέρας σωτηρίας, καὶ τὸ πρὸς δόξαν ἀνθρωπίνην ἀφορῶντά τι διαπράττεσθαι τῶν πνευματικῶν, καὶ τὸ μέγα φρονεῖν ἐφ’ οἷς ἂν κατορθῶσαι δυνηθῇ. Δι’ ὃ νήφειν χρὴ καὶ ἐγρηγορέναι, καὶ τὰ ἀπὸ τῆς θείας Γραφῆς φάρμακα ἐπιτιθέναι συνεχῶς ἑαυτοῖς, ὥστε μὴ ἁλῶναι τοῖς ὀλεθρίοις τούτοις πάθεσι. Κἂν γὰρ μυρία τις κατωρθωκὼς ᾖ, καὶ ἅπασαν τὴν ἀρετὴν διανύσας, μέγα δὲ φρονῇ πάντων ἐλεεινότερος ἂν γένοιτο καὶ ἀθλιώτερος. Καὶ τοῦτο δῆλον ἡμῖν γεγένηται, ἐξ ὧν ὁ Φαρισαῖος ἐκεῖνος ὑπέμεινε, μεγάλα φρονήσας κατὰ τοῦ τελώνου, καὶ ἐλάττων τοῦ τελώνου ἀθρόον γεγονώς, καὶ διὰ τῆς οἰκείας γλώττης πάντα αὐτοῦ τὸν πλοῦτον τῆς ἀρετῆς ἐκχέας, καὶ γυμνὸν καὶ ἔρημον ἑαυτὸν καταστήσας, καὶ ξένον καὶ καινὸν ναυάγιον ὑπομείνας. Εἰς αὐτὸν γὰρ ἐλθὼν τὸν λιμένα ἅπαντα τὸν φόρτον αὐτοῦ κατέδυσε. Τὸ γὰρ ἀπ’ εὐχῆς τῆς οὐ δεόντως γεγενημένης τοῦτο παθεῖν, ὅμοιόν ἐστι τῷ ἐν αὐτῷ μέσῳ τῷ λιμένι ναυάγιον ὑπομεῖναι. Διὰ τοι τοῦτο καὶ ὁ Χριστὸς παραγγέλλων τοῖς μαθηταῖς ἔλεγεν, «Ὅταν πάντα ποιήσητε, λέγετε, ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν»· ἀσφαλιζόμενος αὐτούς, καὶ ἐκ πολλοῦ τοῦ διαστήματος βουλόμενος τοῦ ὀλεθρίου τούτου πάθους ἐκτὸς αὐτοὺς γενέσθαι. Εἴδετε, ἀγαπητοί, πῶς οὔτε ὁ πρὸς δόξαν ἀνθρωπίνην κεχηνώς, καὶ διὰ ταύτην τὰ τῆς ἀρετῆς ἔργα μετιών, ἔχει τινὰ ὄνησιν, καὶ ὅτι καὶ μετὰ τὸ κατορθῶσαι πάντα τὰ τῆς ἀρετῆς, εἰ δόξει μέγα φρονεῖν ἐπὶ τούτοις, πάντων ἔρημος γίνεται καὶ γυμνός; Φεύγωμεν τοίνυν, παρακαλῶ, ταῦτα τὰ ὀλέθρια πάθη, καὶ πρὸς ἐκεῖνον μόνον ὁρῶμεν τὸν ἀκοίμητον ὀφθαλμόν, καὶ μηδὲν κοινὸν ἔχωμεν πρὸς τοὺς ὁμογενεῖς, μηδὲ ἐπιζητῶμεν τὸν παρὰ τούτων ἔπαινον, ἀλλ’ ἀρκώμεθα τῷ παρὰ τοῦ Δεσπότου. Οὗ ὁ ἔπαινος γάρ, φησίν, οὐκ
ἐξ ἀνθρώπων, ἀλλ’ ἐκ Θεοῦ. Καὶ ὅσῳ ἂν πρὸς μείζονα ἐπιδιδῶμεν ἀρετήν, τοσούτῳ μᾶλλον ἑαυτοὺς μετριάζειν παρασκευάζωμεν, καὶ συνεστάλθαι. Κἂν γὰρ πρὸς αὐτὴν φθάσωμεν τῆς ἀρετῆς τὴν κορυφήν, ἐὰν ἀντιθῶμεν τὰς παρὰ τοῦ Δεσπότου εὐεργεσίας μετὰ πολλῆς εὐγνωμοσύνης, τότε καλῶς ὀψόμεθα, ὅτι οὐδὲ τὸ πολλοστὸν μέρος τῶν παρὰ τοῦ Θεοῦ εἰς ἡμᾶς ὑπηργμένων εἰσηνέγκαμεν. Καὶ γὰρ ἕκαστος τῶν ἁγίων ἐντεῦθεν ηὐδοκίμησε. Καὶ ἵνα μάθῃς, ἄκουε τοῦ τῆς οἰκουμένης διδασκάλου, τῆς οὐρανομήκους ἐκείνης ψυχῆς, πῶς μετὰ τοσαῦτα κατορθώματα, μετὰ τὴν τοσαύτην ἄνωθεν μαρτυρίαν (σκεῦος γάρ, φησίν, ἐκλογῆς ἐστι μοι οὗτος), οὐκ ἐπιλανθάνεται τῶν οἰκείων πλημμελημάτων, ἀλλ’ ἀμφοῖν ταῦτα περιστρέφει, καὶ ὑπὲρ ὧν μάλιστα πεπληροφόρητο, ὅτι τὴν συγχώρησιν ἐδέξατο διὰ τοῦ βαπτίσματος, οὐδὲ τούτων ἐπιλανθάνεσθαι ἀνέχεται, ἀλλὰ βοᾷ καὶ λέγει, ὅτι «Ἐλάχιστός εἰμι τῶν ἀποστόλων, καὶ οὐκ εἰμι ἱκανὸς καλεῖσθαι ἀπόστολος». Εἶτα ἵνα τὴν ὑπερβολὴν αὐτοῦ παιδευθῶμεν τῆς ταπεινοφροσύνης, προσέθηκε, «Διότι ἐδίωξα τὴν Ἐκκλησίαν τοὐ Θεοῦ». Τὶ ποιεῖς, ὧ Παῦλε; Ὁ Δεσπότης διὰ τὴν οἰκείαν φιλοτιμίαν συνεχώρησε, καὶ ἀπήλειψεν ἅπαντα τὰ ἡμαρτημένα σοι, καὶ σὺ ταῦτα στρέφεις; Ναί, οἶδα, φησί, καὶ οὐκ ἀγνοῶ τοῦ Δεσπότου τοῦ ἐμοῦ τὴν λύσιν·ἀλλ’ ὅταν ἐννοήσω τὰ ἐμοὶ εἰργασμένα, καὶ ἴδω τὸ πέλαγος τῆς τοῦ Θεοῦ φιλανθρωπίας, τότε μανθάνω καλῶς, ὅτι χάριτι αὐτοῦ καὶ φιλανθρωπίᾳ εἰμι ὃ εἰμι. Εἰπὼν γάρ, ὅτι
«Οὐκ εἰμι ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν Ἐκκλησίαν τοῦ Θεοῦ», ἐπήγαγε· «Χάριτι δὲ Θεοῦ εἰμι ὃ εἰμι». Ἐγὼ μέν, φησί, τοσαύτην ἐπεδειξάμην τὴν μανίαν· ἡ δὲ ἄφατος αὐτοῦ ἀγαθότης καὶ ἡ χάρις τὴν συγχώρησιν ἐχαρίσατο. Εἶδες
ψυχὴν συντετριμμένην, καὶ τῶν πρὸ τοῦ βαπτίσματος ἡμαρτημένων διηνεκῶς τὴν μνήμην περιφέρουσαν; Τοῦτον δὴ καὶ ἡμεῖς μιμησώμεθα, καὶ τὰ μετὰ τὸ βάπτισμα ἡμῖν ἡμαρτημένα, ταῦτα καθ’ ἑκάστην ἡμέραν μιμνησκόμενοι, καὶ διηνεκῶς ἐν τῇ διανοίᾳ περιστρέφοντες, μηδέποτε συγχωρῶμεν εἰς λήθην ἡμᾶς αὐτῶν ἐμπεσεῖν. Ἱκανὸς γὰρ ἡμῖν χαλινὸς τοῦτο γενήσεται πρὸς τὸ συνεστάλθαι καὶ μετριάζειν. Καὶ τὶ λέγω Παῦλον, τὸν τοσοῦτον καὶ τηλικοῦτον; Θέλεις ἰδεῖν καὶ τοὺς ἐν τῇ Παλαιᾷ ἐντεῦθεν μάλιστα εὐδοκιμήσαντας, ἀπὸ τοῦ μετριάζειν μετὰ μυρία κατορθώματα, καὶ τὴν ἄφατον παῤῥησίαν; Ἄκουε τοῦ πατριάρχου λέγοντος, μετὰ τὴν ὁμιλίαν τὴν πρὸς τὸν Θεόν, μετὰ τὴν ἐπαγγελίαν τὴν εἰς αὐτὸν γεγενημένην· «Ἐγὼ δὲ εἰμι γῆ καὶ σποδός».


γ’. Ἀλλ’ ἐπειδὴ τοῦ πατριάρχου ἐμνήσθην, τὶ δοκεῖ, τὰ σήμερον ἀναγνωσθέντα προθῶμεν ἐπὶ τῆς ὑμετέρας ἀγάπης, ἵνα ταῦτα ἀναπτύξαντες ἴδωμεν τῆς ἀρετῆς τοῦ δικαίου τὴν ὑπερβολήν. «Καὶ ἔλαβε, φησί, Θάῤῥα τὸν Ἄβραμ καὶ τὸν Ναχὼρ τοὺς υἱοὺς αὐτοῦ, καὶ τὸν Λὼτ τὸν υἱὸν τοῦ υἱοῦ αὐτοῦ, καὶ τὴν Σάραν τὴν νύμφην αὐτοῦ, γυναῖκα δὲ Ἄβραμ τοῦ υἱοῦ αὐτοῦ· καὶ ἐξήγαγεν αὐτοὺς ἐκ τῆς χώρας τῶν Χαλδαίων, πορευθῆναι εἰς τὴν γῆν τῶν Χαναναίων, καὶ ἦλθεν ἕως Χαῤῥὰν καὶ κατῴκησεν ἐκεῖ καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Θάῤῥα ἐν Χαῤῥὰν ἔτη διακόσια πέντε, καὶ ἀπέθανεν ἐν Χαῤῥάν». Μετὰ ἀκριβείας προσέχωμεν, παρακαλῶ, τοῖς ἀναγνωσθεῖσιν, ἵνα δυνηθῶμεν καταλαβεῖν τὸν νοῦν τῶν ἐγγεγραμμένων. Ἰδοὺ γὰρ ἐν προοιμίοις δοκεῖ ζήτημα εἶναι ἐν τοῖς εἰρημένοις. Τοῦ γὰρ μακαρίου τούτου προφήτου, τοῦ Μωϋσέως λέγω, εἰπόντος, ὅτι «Ἔλαβε Θάῤῥα τὸν Ἄβραμ καὶ τὸν Ναχώρ, καὶ ἐξήγαγεν ἐκ γῆς Χαλδαίων, πορευθῆναι εἰς τὴν τῶν Χαναναίων, καὶ ἦλθεν ἕως Χαῤῥάν, καὶ κατῴκησεν ἐκεῖ»· ὁ μακάριος Στέφανος ἐγκωμιάζων τοὺς Ἰουδαίους φησὶν «Ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν Μεσοποταμίᾳ, πρὶν ἣ κατοικῆσαι αὐτὸν ἐν Χαῤῥάν. Κἀκεῖθεν, μετὰ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ, μετῴκισεν αὐτόν». Τὶ οὖν ἐστιν; Ἐναντιοῦται ἑαυτῇ ἡ θεῖα Γραφή; Μὴ γένοιτο· ἀλλὰ συνιδεῖν ἐκ τούτου προσήκει. Ὅτι θεοφιλοῦς ὄντος τοῦ παιδός, ὀφθεὶς αὐτῷ ὁ Θεὸς προσέταξε μεταναστῆναι ἐκεῖθεν. Καὶ τοῦτο γνοὺς ὁ θάῤῥα ὁ τούτου πατήρ. Εἰ καὶ ἄπιστος ἐτύγχανεν, ἀλλ’ ὅμως ὑπὸ τοῦ πρὸς τὸν παῖδα φίλτρον κοινωνῆσαι αὐτῷ κατεδέξατο τῆς ἀποδημίας, καὶ ἐλθὼν εἰς τὴν Χαῤῥάν, κἀκεῖ κατοικήσας, οὕτω μετήλλαξε τὸν βίον· καὶ τότε κελεύσαντος τοῦ Θεοῦ μετανίσταται εἰς τὴν Χαναναίαν ὁ πατριάρχης. Ἀμέλει οὐ πρότερον αὐτὸν ὁ Θεὸς ἐκεῖθεν ἀνέστησε, μέχρις ὅτε Θάῤῥα ἐτελεύτησε. Τότε γὰρ μετὰ τὴν ἐκείνου τελευτήν. Φησί, «Καὶ εἶπε Κύριος τῷ Ἄβραμ· Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρὸς σου, καὶ δεῦρο εἰς γῆν, ἣν ἂν σοι δείξω. Καὶ ποιήσω σε εἰς ἔθνος μέγα, καὶ εὐλογήσω σε, καὶ μεγαλυνῶ τὸ ὄνομα σου, καὶ ἔσῃ εὐλογημένος· καὶ εὐλογήσω τοὺς εὐλογοῦντας σε, καὶ τοὺς καταρωμένους σε καταράσομαι· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς». Ἕκαστον τῶν εἰρημένων μετὰ ἀκριβείας διερευνησώμεθα, ἵνα ἴδωμεν τῆς γνώμης τοῦ πατριάρχου τὸ φιλόθεον.


Μὴ γὰρ ἀτελῶς παραδράμωμεν τὸ εἰρημένον. Ἀλλ’ ἐννοήσωμεν ὅσος τοῦ ἐπιτάγματος
ὁ ὄγκος. «Ἔξελθε, φησίν, ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρὸς σου, καὶ δεῦρο εἰς τὴν γῆν, ἦν ἂν σοι δείξω». Κατάλιπε, φησί, τὰ δῆλα καὶ τὰ ὡμολογημένα, καὶ προτίμησον τὰ ἄδηλα καὶ τὰ μὴ φαινόμενα. Σκόπει ὡς ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων ἐγυμνάζετο ὁ δίκαιος τὰ μὴ φαινόμενα τῶν φαινομένων προτιμᾷν, καὶ τὰ μέλλοντα τῶν ἐν χερσὶν ὄντων. Οὐδὲ γὰρ τὸ τυχὸν ἦν ὅπερ ἐπετάττετο ποιῆσαι, καταλιπεῖν τὴν γῆν, ἔνθα τοσοῦτον ᾤκησε χρόνον, καὶ τὴν συγγένειαν ἅπασαν, καὶ πάντα τοῦ πατρὸς τὸν οἶκον, καὶ ἐλθεῖν ἔνθα μὴ ᾔδει, μηδὲ ἠπίστατο. Οὐ γὰρ εἶπεν εἰς ποίαν αὐτὸν χώραν βούλεται μεταστῆσαι, ἀλλὰ τῷ ἀδιορίστῳ τοῦ ἐπιτάγματος ἐγύμναζε τοῦ πατριάρχου τὸ φιλόθεον. «Δεῦρο γάρ, φησίν, εἰς τὴν γῆν, ἦν ἂν σοι δείξω». Ἐννόησόν μοι, ἀγαπητέ, ὅπως ὑψηλῆς ἐδεῖτο γνώμης τὸ ἐπίταγμα, καὶ μηδεμιᾷ προσπαθείᾳ ἣ συνηθείᾳ κατεχομένης. Εἰ γὰρ νῦν μετὰ τὸ ἐπιδοῦναι τὴν εὐσέβειαν, οὕτως εἰσὶ πολλοὶ τῇ συνηθείᾳ προσδεδεμένοι. Ὡς καὶ μυριάκις ἂν ἕλοιντο, κἂν ἀνάγκη κατεπείγῃ, πάντα ὑπομεῖναι, ἣ τῶν τόπων μεταστῆναι, ἔνθα πρότερον τὴν οἴκησιν ἔσχον, καὶ ταῦτα οὐκ ἐπὶ τῶν τυχόντων μόνον ἀνδρῶν ἐστιν ἰδεῖν, ἀλλὰ καὶ ἐπὶ φυγόντων τοὺς ἐν μέσῳ θορύβους, καὶ τὸν τῶν μοναχῶν ἑλομένων βίον· πολλῷ δὴ μᾶλλον τότε τὸν δίκαιον τοῦτον εἰκὸς ἦν δυσχεράναι πρὸς τὸ ἐπίταγμα, καὶ ὀκνηρότερον καταστῆναι. Ἔξελθε, φησί, καὶ κατάλιπε τοὺς συγγενεῖς, καὶ τὸν οἶκον τὸν πατρικόν, καὶ «Δεῦρο εἰς γῆν, ἦν ἂν σοι δείξω». Τίνα οὖν οὐκ ἂν ἐθορύβησε ταυτὶ τὰ ῥήματα; Οὔτε τὸν τόπον,
οὔτε τὴν χώραν δήλην αὐτῷ ποιεῖ, ἀλλὰ τῷ ἀδιορίστῳ βασανίζει τοῦ δικαίου τὴν
γνώμην. Εἰ γὰρ ἕτερός τις ἦν ὁ κελευσθείς, καὶ εἷς τῶν πολλῶν, εἶπεν ἂν Ἔστω· κελεύεις μὲ καταλιπεῖν τὴν γῆν ἔνθα νῦν οἰκῶ, τὴν συγγένειαν, τὸν οἶκον τὸν πατρικόν· τίνος ἕνεκεν οὐχὶ καὶ τὸν τόπον, ἔνθα ἀφικέσθαι μὲ προστάττεις, δῆλον ποιεῖς, ἵνα εἰδέναι ἔχω κἂν τοῦ διαστήματος τὸ μέγεθος; Πόθεν γὰρ μοι ἐκεῖνο γνώριμον ἂν γένοιτο, ὅτι ταύτης, ἧς καταλιμπάνω, βελτίων ὀφθήσεται ἐκείνη μᾶλλον καὶ εὐπορωτέρα; Ἀλλ’ ὁ δίκαιος οὐδὲν τούτων οὐδὲ εἶπεν, οὐδὲ ἐνενόησεν· ἀλλὰ πρὸς τὸ τῶν ἐπιτεταγμένων μέγεθος ἀπιδών, τὰ ἄδηλα τῶν ἐν χερσὶ προετίθει. Καίτοι εἰ μὴ ὑψηλὸν εἶχε φρόνημα, καὶ φιλόσοφον γνώμην, καὶ ἐπεπαίδευτο πάντα πείθεσθαι τῷ Θεῷ. Καὶ ἕτερον οὐ μικρὸν εἶχεν ἂν κώλυμα, αὐτὴν τοῦ πατρὸς τὴν τελευτήν. Ἴστε γὰρ ὅτι πολλοὶ πολλάκις διὰ τοὺς τάφους τῶν προσηκόντων εἵλοντο τοῖς τόποις ἐκείνοις ἐναποθανεῖν, ἔνθα τὸν βίον κατέλυσαν οἱ γονεῖς.


δ’. Εἰκὸς τοίνυν ἣν καὶ τὸν δίκαιον τοῦτον, εἴγε μὴ ἣν σφόδρα φιλόθεος, καὶ τοῦτο λογίσασθαι, ὅτι Ὁ μὲν πατὴρ διὰ τὸ περὶ ἐμὲ φίλτρον οἴκοθεν ἐξανέστη, καὶ συνηθείας παλαιὰς ὑπερεῖδε, καὶ πάντων ἀνώτερος γεγονὼς μέχρι τούτου παρεγένετο, καὶ σχεδὸν εἰπεῖν, δι’ ἐμὲ ἐν ἀλλοτρίᾳ τὸν βίον κατέλυσεν· ἐγὼ δὲ οὐδὲ μετὰ τὸν θάνατον τὴν ἴσην αὐτῷ ἀμοιβὴν ἀποδοῦναι σπουδάζω, ἀλλὰ καταλιπὼν μετὰ τῆς συγγενείας τοῦ πατρὸς τὸν αὐτοῦ τάφον, ἀπελεύσομαι; Ἀλλ’ ὅμως οὐδὲν τούτων αὐτοῦ ἀπαμβλῦναι τὴν ὁρμὴν ἴσχυσεν· ἀλλὰ πάντα εὔκολα αὐτῷ, καὶ ράδια φαίνεσθαι ἐποίει τὸ περὶ τὸν Θεὸν φίλτρον. Ἐπεὶ κἀκεῖνο ἂν ἐνενόησεν, εἴγε ἀνθρωπίνοις λογισμοῖς τὰ καθ’ ἑαυτὸν ἐπιτρέψαι ἐβούλετο, Ἐν ἡλικίᾳ λέγων, τοιαύτη, καὶ λοιπὸν πρὸς γῆρας ἔσχατον ἐλαύνων ποῦ ἀπελεύσομαι; Οὐ τὸν ἀδελφὸν ἐπιφερόμενος, οὐ τοὺς συγγενεῖς ἔχων μεθ’ ἑαυτοῦ, ἀλλὰ πάντων τῶν πρὸς γένος διαφερόντων μοι κεχωρισμένος, πῶς ἔρημος καὶ ξένος οὕτω τὴν ἀλλοτρίαν καταλήψομαι, οὐδὲ εἰδὼς ὅπου στήσομαι τῆς πλάνης; Εἰ δὲ καὶ κατὰ μέσην τὴν ὁδὸν συμβῇ μὲ καταλῦσαι τὸν βίον, τὶ τὸ ὄφελος τῆς τοιαύτης ταλαιπωρίας;Τις μὲ περιστελεῖ τὸν γέροντα, τὸν ξένον, τὸν ἄπολιν, τὸν ἄοικον; Ἴσως ἡ γυνὴ τοὺς γείτονας παρακαλέσει συμπάθειαν τινὰ ἐπιδείξασθαι, καὶ ἐξ ἐράνου τινὸς καὶ συνεισφορᾶς τὰ καθήκοντα πληρώσει. Καὶ πόσῳ βέλτιον αὐτὸν τὸν βραχὺν χρόνον τὸν ὑπολειπόμενον ἡμῖν εἰς ζωήν, καθεζόμενον ἐνταῦθα καταλῦσαί με τὸν βίον, ἣ μετὰ γῆρας ὧδε κἀκεῖσε περιἕλκεσθαι, καὶ τὰ παρὰ πάντων ὑπομένειν σκώμματα, ὡς οὐδὲ ἐν ἡλικίᾳ τοιαύτῃ δυνηθέντα ἐν ἡσυχίᾳ διάγειν, ἀλλὰ τόπους ἐκ τόπων ἀμείβειν, καὶ μηδαμοῦ ἵστασθαι; Ἀλλὰ τούτων μηδὲν ὑπολογισάμενος ὁ δίκαιος οὗτος ὑπακούειν ἔσπευδε τῷ ἐπιτάγματι. Ἀλλ’ ἴσως εἴποι τις ἄν, ὅτι ἱκανὸν ἣν αὐτῷ εἰς προτροπὴν τὸ λέγειν· «Δεῦρο εἰς τὴν γῆν, ἦν ἂν σοι δείξω· καὶ ποιήσω σε εἰς ἔθνος μέγα, καὶ εὐλογήσω σε». Τοῦτο τοίνυν αὐτὸ μάλιστα, εἰ μὴ φιλόθεος ἥν, ἤρκει ὀκνηρότερον αὐτὸν περὶ τὴν ὑπακοὴν ἐργάσασθαι. Ἠδύνατο γὰρ εἰπεῖν, εἰ τῶν πολλῶν εἷς ἥν, ὅτι Τίνος
ἕνεκεν εἰς τὴν ξένην με ἀπάγεις καὶ τὴν ἀλλοτρίαν μὲ καταλαβεῖν κελεύεις; Διὰ τὶ γὰρ με ἐνταῦθα, εἴγε βούλει μέγαν ποιῆσαι, οὐ ποιεῖς; Διὰ τὶ ἐπὶ τῆς οἰκίας τῆς πατρῴας διάγοντα οὐκ ἀξιοῖς τῆς σῆς εὐλογίας; Ὡς εἰ συμβαίη με, πρὶν ἣ φθάσαι εἰς τὸν τόπον ἔνθα κελεύεις, κατεργασθέντα ὑπὸ τῶν κατὰ τὴν ὁδοιπορίαν καμάτων καὶ διαφθαρῆναι, καὶ τὸν βίον καταλῦσαι, τὶ μοι τὸ ὄφελος τῶν ἐπηγγελμένων; Ἀλλ’ οὐδὲν τούτων οὐδὲ εἰς ἔννοιαν λαβεῖν κατεδέξατο, ἀλλά, καθάπερ εὐγνώμων οἰκέτης, τῷ ἐπιτάγματι μόνον ὑπήκουεν, οὐ περιεργαζόμενος, οὐδὲ πολυπραγμονῶν, ἀλλ’ ἐπείθετο, καὶ πεπληροφορημένος ἐτύγχανεν ὅτι ἀψευδεῖς ἦσαν αἱ τοῦ Θεοῦ ἐπαγγελίαι· «Καὶ ποιήσω
σε εἰς ἔθνος μέγα, καὶ εὐλογήσω σε, καὶ μεγαλυνῶ τὸ ὄνομά σου, καὶ ἔσῃ εὐλογημένος». Μέγας τῆς ὑποσχέσεως ὁ ὄγκος. «Ποιήσω σε, φησίν, εἰς ἔθνος μέγα, καὶ εὐλογήσω σε, καὶ μεγαλυνῶ τὸ ὄνομά σου». Οὐ μόνον ἔθνει σε μεγάλῳ ἐπιστήσω, καὶ τὸ ὄνομά σου μέγα ἀπεργάσομαι, ἀλλὰ καὶ Εὐλογήσω σε καὶ ἔσῃ εὐλογημένος. Μὴ νομίσῃς, ἀγαπητέ, ταὐτολογίαν εἶναι τὸ εἰρημένον τό, Καὶ εὐλογήσω σε, καὶ ἔσῃ εὐλογημένος. Τοσαύτης σε, φησίν, εὐλογίας ἀξιώσω, ὡς παντὶ τῷ αἰῶνι συμπαρεκτείνεσθαι αὐτήν. «Ἔσῃ γὰρ εὐλογημένος», ὡς ἕκαστον ἀντὶ μεγίστης τιμῆς σπουδὴν ποιεῖσθαι εἰσωθεῖν ἑαυτὸν εἰς τὴν πρὸς σε οἰκειότητα. Ὅρα πῶς ἄνωθεν καὶ ἐκ προοιμίων αὐτῷ προέλεγε τὴν περιφάνειαν, ἐν ᾖ καταστήσειν αὐτὸν ἔμελλε. «Ποιήσω σε, φησίν, εἰς ἔθνος μέγα, καὶ μεγαλυνῶ τὸ ὄνομά σου, καὶ εὐλογήσω σε, καὶ ἔσῃ εὐλογημένος». Διὰ τοῦτο καὶ οἱ Ἰουδαῖοι μέγα φρονοῦντες ἐπὶ τῷ πατριάρχῃ ἐβούλοντο εἰς τὴν τούτου συγγένειαν
ἑαυτοὺς εἰσωθεῖν, καὶ ἔλεγον· «Τέκνα τοῦ Ἀβραὰμ ἐσμεν». Ἀλλ’ ἵνα μάθωσιν, ὅτι ἀπὸ τῆς τῶν τρόπων κακίας ἀνάξιοι τυγχάνουσι τῆς συγγενείας, φησὶ πρὸς αὐτοὺς ὁ Χριστός,
«Ἑἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε ἄν». Καὶ Ἰωάννης δὲ ὁ τοῦ Ζαχαρίου, ἡνίκα συνέῤῥεον εἰς τὸν Ἰορδάνην οἱ βαπτισθῆναι σπεύδοντες, ἔλεγε πρὸς αὐτούς· «Γεννήματα ἐχιδνῶν, τὶς ὑπέδειξεν ὑμῖν φεύγειν ἀπὸ τῆς μελλούσης ὀργῆς; Ποιήσατε οὖν καρπὸν ἄξιον τῆς μετανοίας, καὶ μὴ δόξητε λέγειν, ὅτι Πατέρα ἔχομεν τὸν Ἀβραάμ. Λέγω γὰρ ὑμῖν, ὅτι δύναται ὁ Θεὸς καὶ ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ». Εἶδες πῶς μέγα αὐτοῦ τὸ ὄνομα παρὰ πᾶσιν ἥν; Ἀλλὰ τέως πρὸ τῆς ἐκβάσεως τὸ φιλόθεον τοῦ δικαίου δείκνυται, πῶς τοῖς παρὰ τοῦ Θεοῦ ῥηθεῖσιν ἐπίστευσε, καὶ ἅπαντα τὰ δοκοῦντα εἶναι φορτικὰ μετ’ εὐκολίας κατεδέχετο. «Καὶ εὐλογήσω, φησί, τοὺς εὐλογοῦντάς σε, καὶ τοὺς καταρωμένους σε καταράσομαι· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς». Ὅρα Θεοῦ συγκατάβασιν, καὶ πόσης αὐτῷ φιλίας δείκνυσι τεκμήριον. Ἐκείνους, φησί, φίλους ποιήσομαι, τοὺς πρὸς σε γνησίως διακειμένους, καὶ ἐκείνους ἐχθρούς, τοὺς ἐναντίως πρὸς σε ἔχοντας· ὅπερ σχεδὸν οὐδὲ παῖδες πρὸς πατέρας ἐπιδεῖξαι ἀνέχονται, τὸ τοὺς αὐτοὺς ποιεῖσθαι αὐτοῖς καὶ φίλους καὶ ἐχθρούς.

  
Μεγίστη οὖν, ἀγαπητέ, ἡ περὶ τὸν πατριάρχην τοῦ Θεοῦ εὔνοια. Ἐκείνους, φησίν, εὐλογήσω τοὺς εὐλογοῦντάς σε, καὶ ἐκείνους καταρῶμαι τοὺς καταρωμένους σε· «Καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς». Ἰδοὺ προσθήκη καὶ ἑτέρας φιλοτιμίας. Πᾶσαι γάρ, φησίν, αἱ φυλαὶ τῆς γῆς ἐπὶ τῷ τῷ ὀνόματι ἐνευλογεῖσθαι σπουδάσουσι, καὶ ἀπὸ τῆς σῆς προσηγορίας σεμνοτέρα τὰ καθ’ ἑαυτοὺς ἐγκαταστήσουσιν.ε’. Ἠκούσατε, ἀγαπητοί, οἷα ἐπέταξεν ὁ Δεσπότης τῷ Χαλδαίῳ, τῷ γέροντι, τῷ μήτε νόμον ἐγνωκότι, μήτε προφήταις ἐντυχόντι, μήτε ἑτέρας διδασκαλίας τινὸς ἀπολαύσαντι; Εἴδετε ὅσος τῶν ἐπιταγμάτων ὁ ὄγκος; Πῶς ὑψηλῆς τινος καὶ νεανικῆς δεόμενος ψυχῆς πρὸς τὴν τούτων ἐκπλήρωσιν; Βλέπετε λοιπὸν καὶ τοῦ πατριάρχου τὴν εὐγνωμοσύνην, ὅπως ἡμῖν ἡ Γραφὴ φανερὰν αὐτὴν καθίστησι. Καὶ ἐπορεύθη, φησίν, Ἄβραμ καθὰ ἐλάλησεν αὐτῷ Κύριος ὁ Θεός· καὶ ᾤχετο μετ’ αὐτοῦ Λώτ». Οὐχ ἁπλῶς εἶπεν, Ἐπορεύθη Ἀβράμ, ἀλλά, Καθάπερ ἐλάλησεν αὐτῷ Κύριος ὁ Θεός. Ἀκόλουθα, φησί, τῷ ἐπιτάγματι ἅπαντα διεπράξατο. Εἶπεν ἀφεῖναι πάντα, καὶ συγγένειαν, καὶ οἶκον· καὶ ἀφῆκεν. Εἶπεν ἐλθεῖν εἰς γῆν, ἦν οὐκ ᾔδει· κατεδέξατο. Ἐπηγγείλατο ποιήσειν εἰς ἔθνος μέγα, καὶ εὐλογήσειν· ἐπίστευσεν ὅτι ἔσται καὶ τοῦτο. Καὶ καθάπερ ἐλάλησεν αὐτῷ Κύριος ὁ Θεός, οὕτως ἐπορεύθη· ἀντὶ τοῦ, ἐπίστευσε τοῖς παρὰ τοῦ Θεοῦ ῥηθεῖσιν, οὐδὲν ἐνδοιάσας,οὐδὲ ἀμφιβάλλων, ἀλλ’ ἐστηριγμένην ἔχων τὴν διάνοιαν καὶ τὸν λογισμόν, οὕτως ἐπορεύθη· διὸ καὶ πολλῆς εὐνοίας ἀπήλαυσε παρὰ τοῦ Δεσπότου. «Καὶ ᾤχετο, φησί, καὶ Λὼτ μετ’ αὐτοῦ». Τίνος ἕνεκεν, εἰπόντος τοῦ Θεοῦ, «Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρὸς σου», τοῦτον ἐπεφέρετο; Οὐχὶ παρακούων τοῦ Δεσπότου, ἀλλ’ ἴσως ἐπειδὴ νέος ἦν, καὶ πατρὸς χώραν αὐτῷ ἐπεῖχε, κἀκεῖνος διὰ φιλοστοργίαν, καὶ τὴν τῶν τρόπων ἐπιείκειαν, δυσαποσπάστως εἶχε τοῦ δικαίου, ταύτης ἕνεκεν τῆς αἰτίας οὐκ ἀνέχεται αὐτὸν καταλιπεῖν. Λοιπὸν δὲ καὶ ἐν τάξει παιδὸς αὐτὸν εἶχεν, ἐν ἡλικίᾳ τοιαύτῃ παῖδας ἔχειν μὴ δυνηθεὶς διὰ τὴν τῆς Σάρας στείρωσιν.· Ἄλλως δὲ καὶ ὁ τρόπος τοῦ νέου οὐ πολὺ ἀπέδει τοῦ δικαίου. Αὐτὸ γὰρ τοῦτο τό, προκειμένων τῶν δύο ἀδελφῶν, προσνεῖμαι ἑαυτὸν τῷ δικαίῳ, πόσης ἦν συνέσεως, τὸ διακρῖναι καὶ δοκιμάσαι τίνι τῶν θείων δέοι τὰ καθ’ ἑαυτὸν ἐπιτρέψαι; Καὶ τὸ ἑλέσθαι τὴν ἀποδημίαν, καὶ αὐτὸ πάλιν δεῖγμα τῆς τῶν τρόπων ἦν κοσμιότητος. Εἰ γὰρ καὶ τὸ τελευταῖον ἓν τισὶν ἔδοξε διαμαρτάνειν, ἡνίκα τοῖς πρωτείοις ἐπεπήδησεν, ἀλλ’ ὅμως κατ’ ἴχνος τοῦ δικαίου ἐσπούδαζε πορεύεσθαι. Καὶ διὰ τοῦτο καὶ ὁ δίκαιος κοινωνὸν ἐλάμβανε τῆς ὁδοιπορίας, κἀκεῖνος μετὰ προθυμίας τῆς οἶκοι διατριβῆς τὴν ξένην προετίμησεν. Εἶτα ἵνα μάθωμεν ὅτι οὐ νεανίσκῳ ὄντι τῷ πατριάρχῃ ταύτᾳ ἐπέταττεν ὁ Δεσπότης, ἀλλ’ ἤδη πρὸς γῆρας ἐλαύνοντι, ὅτε καὶ ὀκνηρότερον λοιπὸν οἱ πλείους τῶν ἀνθρώπων πρὸς τὰς ἀποδημίας διάκεινται, φησίν· «Ἄβραμ δὲ ἣν ἐτῶν ἑβδομήκοντα πέντε, ὅτε ἐξῆλθεν ἐκ Χαῤῥάν».Εἶδες πῶς οὔτε ἡ ἡλικία, οὔτε ἕτερόν τι τῶν δυναμένων αὐτὸν ἐπισπάσασθαι πρὸς τὴν οἶκοι παραμονὴν κώλυμα αὐτῷ γέγονεν, ἀλλὰ πάντων ἀνώτερος ἐγένετο ὁ τοῦ Θεοῦ πόθος. Ὅταν γὰρ ἡ ψυχὴ διεγηγερμένη καὶ νήφουσα ᾖ, πάντα διατέμνει τὰ κωλύματα, καὶ ὅλη γίνεται τοῦ ποθουμένου, καὶ ὑπ’ οὐδενὸς τῶν ἐν μέσῳ φαινομένων δυσχερῶν διακόπτεται, ἀλλὰ πάντα παρατρέχει, καὶ οὐ πρότερον ἵσταται, μέχρις ἂν ἐπιτύχῃ τοῦ σπουδαζομένου. Διὰ τοι τοῦτο καὶ ὁ δίκαιος οὗτος, καὶ ὑπὸ τοῦ γήρως καὶ ὑπὸ ἑτέρων

  
πλειόνων κωλύεσθαι δυνάμενος, πάντα διαῤῥήξας τὰ δεσμά, καθάπερ νέος καὶ σφριγῶν, καὶ ὑπὸ μηδενὸς κωλυόμενος, οὕτως ἔσπευδε καὶ ἠπείγετο εἰς ἔργον ἀγαγεῖν τοῦ
Δεσπότου τὸ ἐπίταγμα. Οὐδὲ γὰρ οἷόν τε ποτε βουληθέντα τινὰ γενναῖόν τι καὶ ἀνδρεῖον ἐπιδείξασθαι, ἑτέρως τοῦτο εἰς ἔργον ἀγαγεῖν, μὴ πρότερον αὐτὸν πρὸς ἅπαντα τὰ μέλλοντα αὐτῷ πρὸς τὴν τοιαύτην ἐγχείρησιν ἐμποδὼν ἵστασθαι παραταξάμενον. Τοῦτο δὴ σαφῶς καὶ ὁ δίκαιος οὗτος ἐπιστάμενος, πάντα παραδραμών, καὶ μήτε συνήθειαν, μήτε συγγένειαν, μήτε οἰκίαν πατρικήν, μήτε τάφον, μήτε τὸ γῆρας αὐτὸ λογισάμενος, εἰς ἐκεῖνο μόνον ἔτεινεν αὐτοῦ τὴν διάνοιαν, ὅπως δυνηθῇ πληρῶσαι τὸ προσταχθὲν παρὰ τοῦ Δεσπότου. Καὶ ἣν ἰδεῖν πρᾶγμα πολλοῦ θαύματος γέμον, ἄνθρωπον ἐν γήρᾳ βαθυτάτῳ μετὰ γυναικός, καὶ αὐτῆς προβεβηκυίας λοιπόν, καὶ πλήθους οἰκετῶν μετανιστάμενον, καὶ οὐδὲ ὅπου λήξει αὐτῷ τᾷ τῇς πλάνης εἰδότα. Εἰ δὲ τις κἀκεῖνο συνετῶς λογίσαιτο, πόση κατ’ ἐκεῖνον τὸν καιρὸν ὁδῶν ἡ δυσκολία ἥν· οὐδὲ γὰρ καθάπερ νῦν μετὰ ἀδείας ἐξῆν ἐπιμίγνυσθαί τισι, καὶ οὕτως εὐκόλως τὰς ἀποδημίας ποιεῖσθαι, τῆς ἀρχῆς κατὰ τόπους οὔσης διῃρημένης, καὶ ἀναγκαζομένων τῶν διοδευόντων ἀπὸ ἀρχόντων εἰς ἄρχοντας μεταπηδᾶν, καὶ καθ’ ἑκάστην σχεδὸν ἀπὸ βασιλείας εἰς βασιλείαν μεταβαίνειν· καὶ τοῦτο τοίνυν ἱκανὸν ἦν κώλυμα τῷ δικαίῳ. Εἴγε μὴ πολὺν εἶχε τὸν πόθον καὶ τὴν ἐκ τοῦ ἐπιτάγματος ὑπακοήν. Ἀλλ’ οὗτος, καθάπερ ἀράχνην, ταῦτα πάντα διασπάσας τὰ κωλύματα, καὶ τῇ πίστει νευρωθεὶς τὸν λογισμόν, καὶ τῷ ἀξιώματι τοῦ ἐπαγγειλαμένου πεποιθώς, ἥπτετο τῆς ὁδοιπορίας. «Καὶ ἔλαβεν φησίν, Ἄβραμ Σάραν τὴν γυναῖκα αὐτοῦ, καὶ Λὼτ τὸν υἱὸν τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ πάντα τὰ ὑπάρχοντα αὐτῶν, ὅσα ἐκτήσαντο ἐν Χαῤῥάν, καὶ ἐξῆλθε πορευθῆναι εἰς γῆν Χαναᾶν».


Ϛ’. Ὅρα τῆς Γραφῆς τὴν ἀκρίβειαν, πῶς ἡμῖν ἅπαντα διηγεῖται, ἵνα διὰ πάντων μάθωμεν τοῦ δικαίου τὸ φιλόθεον. Καὶ ἔλαβε, φησίν, Σάραν τὴν γυναῖκα αὐτοῦ, καὶ Λὼτ τὸν υἱὸν τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ πάντα ὅσα ἐκτήσαντο ἐν Χαῤῥάν. Οὐχ ἁπλῶς εἶπε. Πάντα ὅσα ἐκτήσαντο ἐν Χαῤῥάν, ἀλλ’ ἵνα μάθωμεν, ὅτι οὐδὲν τῶν ἀπὸ τῶν Χαλδαίων ἐπηγάγετο ὁ πατριάρχης, ἀλλὰ πάντων ἐκείνων τῶν πατρῴων παραχωρήσας τῷ ἀδελφῷ, οὕτως ἐξῄει ἐκείνᾳ μόνα ἐπιφερόμενος, ὅσα εἰς τὴν Χαῤῥὰν ἠδυνήθη κτήσασθαι. Καὶ τοῦτο δὲ ἐποίει ὁ θαυμάσιος οὗτος, οὐχὶ περὶ πολλοῦ ποιούμενος ταῦτα, οὐδὲ ὡς φιλοχρήματος τυγχάνων, ἀλλ’ ἵνα πᾶσιν ἔχῃ δεικνύναι διὰ τῆς περιουσίας αὐτοῦ τοῦ
Θεοῦ τὴν περὶ αὐτὸν πρόνοιαν. Ὁ γὰρ ἐκ τῆς Χαλδαίων γῆς αὐτὸν ἀναστήσας. Καὶ πάλιν ἐντεῦθεν μετοικισθῆναι προστάξας, αὐτὸς ἣν ὁ καὶ τὴν περιουσίαν αὐτῷ αὔξων ἐφ’ ἑκάστης, καὶ ἅπασαν δυσκολίαν ἀναιρῶν· ὥστε καὶ τοῦτο αὐτὸ δεῖγμα τῆς φιλοθέου αὐτοῦ γνώμης ἐτύγχανε, τοσαῦτα ἐπιφερόμενον, οὕτω διὰ πάσης ἰέναι τῆς ὁδοῦ. Ἕκαστος γὰρ τῶν δρώντων εἰκότως τὴν αἰτίαν μανθάνειν ἐβούλετο τῆς τοῦ δικαίου ἀποδημίας. Εἶτα πυνθανόμενος, ὅτι τοῦ Θεοῦ κελεύσαντος ἐπὶ τὴν ἀλλοτρίαν μεθίστατο, τὰ οἰκεῖα καταλιπών, δι’ αὐτῶν τῶν ἔργων ἐδιδάσκετο καὶ τῆς τε ὑπακοῆς τοῦ δικαίου τὸ φιλόθεον ἐμάνθανε, καὶ τῆς περὶ αὐτὸν προνοίας τοῦ Θεοῦ τὴν ὑπερβολήν. «Καὶ ἐξῆλθε, φησί, πορευθῆναι εἰς Γῆν Χαναᾶν. Πόθεν ᾔδει, ὅτι εἰς τὴν Χαναναίων γῆν λήξει αὐτῷ τὰ τῇς ἀποδημίας», καίτοι τοῦ ἐπιτάγματος οὕτως ἔχοντος, ὅτι «Δεῦρο εἰς τὴν γῆν, ἦν ἂν σοι δείξω»; Ἴσως ὁ Θεὸς αὐτῷ καὶ τοῦτο ἐμήνυσεν, ὑποδείξας αὐτοῦ τῇ διανοίᾳ τὴν γῆν, εἰς ἦν ἐβούλετο αὐτὸν καταστῆσαι. Διὰ γὰρ τοῦτο, ἡνίκα αὐτῷ ἐπέταττεν, ἀδιορίστως ἔλεγε, Δεῦρο εἰς τὴν γῆν ἣν ἂν σοι δείξω, ἵνα ἡμῖν ἐκκαλύψῃ τοῦ δικαίου τὴν ἀρετήν. Εἶτα ἐπειδὴ τὰ παρ’ ἑαυτοῦ μετὰ πολλῆς τῆς δαψιλείας εἰσήνεγκε, ταχέως καὶ αὐτὸς τὴν γνῶσιν αὐτῷ ἐνέθηκε τῆς γῆς, εἰς ἣν ἐβούλετο αὐτὸν τὴν οἴκησιν ποιήσασθαι. Ἐπειδὴ γὰρ προεώρα τῆς ἀρετῆς τοῦ δικαίου τὸ μέγεθος, διὰ τοῦτο καὶ οἴκοθεν αὐτὸν ἀνέστησε, καὶ οὔτε τὸν ἀδελφὸν λαθεῖν ἐπέταξεν, ἐπειδὴ ἐβούλετο τοῦτον διδάσκαλον νῦν μὲν τοῖς κατὰ τὴν Παλαιστίνην ἅπασι γενέσθαι, μετὰ βραχὺ δὲ καὶ τοῖς κατὰ τὴν Αἴγυπτον.


Εἶδες πῶς οὐκ ἐν τῇ φύσει, ἀλλ’ ἐν τῇ προαιρέσει τῆς γνώμης τῆς ἡμετέρας κεῖται καὶ τὰ τῆς ἀρετῆς, καὶ τὰ τῆς κακίας; Ἰδοὺ γὰρ κατὰ μὲν τὴν φύσιν ἀδελφοὶ ἐτύγχανον ὁ τε πατριάρχης, καὶ ὁ Ναχώρ, κατὰ δὲ τὴν προαίρεσιν οὐκ ἔτι· ἀλλ’ ἐκεῖνος μὲν καίτοι τοῦ ἀδελφοῦ πρὸς τοσαύτην ἀρετὴν φθάσαντος, ἔτι τῇ πλάνῃ προκατείληπτο· οὗτος δὲ καθ’ ἑκάστην ἡμέραν ἐδείκνυ δι’ αὐτῶν τῶν πραγμάτων ἅπασι τῆς κατὰ Θεὸν αὐτοῦ ἀρετῆς τὴν ἐπίδοσιν. «Καὶ ἦλθε, φησίν, εἰς γῆν Χαναᾶν, καὶ διώδευσεν Ἄβραμ τὴν γῆν εἰς τὸ μῆκος αὐτῆς, ἕως τοῦ τόπου τοῦ Συχὲμ ἐπὶ τὴν δρῦν τὴν ὑψηλήν». Διδάσκει ἡμᾶς ἡ Γραφὴ τὸ μέρος τῆς χώρας, εἰς ὃ νῦν τὴν κατοίκησιν ποιεῖται ὁ δίκαιος. Εἶτα, ἵνα
μάθωμεν ὅπως διέκειτο ἔτι τὰ αὐτόθι, φησίν, «Οἱ δὲ Χαναναῖοι τότε κατῴκουν τὴν γῆν». Οὐχ ἁπλῶς τοῦτο ἐπεσημήνατο πάλιν ὁ μακάριος Μωϋσῆς, ἀλλ’ ἵνα μάθωμεν καὶ ἐντεῦθεν τὴν φιλόσοφον γνώμην τοῦ πατριάρχου, ὅτι τῶν τόπων ἔτι προκατειλημμένων ὑπὸ τῶν Χαναναίων, ἠναγκάζετο καθάπερ ἀλήτης καὶ ξένος, καὶ ὡς εἰς τῶν εὐτελῶν καὶ ἀπεῤῥιμμένων, ὡς ἔτυχε καταλύειν, οὐδὲ καταγωγίου ἴσως εὐπορῶν. Καὶ ὅμως οὐδὲ οὕτως ἐδυσχέραινεν, οὐδὲ εἶπε Τὶ τοῦτο; Ὁ μετὰ τοσαύτης τιμῆς καὶ θεραπείας διάγων ἐν τῇ Χαῥῥὰν, νῦν ἀναγκάζομαι, ὡς ἄπολις, καὶ ξένος, καὶ ἔπηλυς, ἐν χάριτος μέρει περιιέναι, καὶ καταγωγίου εὐτελοῦς ἐπιζητεῖν ἀνάπαυσιν· καὶ οὐδὲ οὕτως ἐπιτυχεῖν δύναμαι αὐτοῦ, ἀλλ’ ἐν σκηναῖς καὶ καλύβαις μὲ διάγειν ἀνάγκη, καὶ τὰς ἄλλας ἁπάσας φέρειν ταλαιπωρίας. Τοῦτό ἐστιν ὅλον ὃ ἔλεγε, «Δεῦρο καὶ ποιήσω σε εἰς ἔθνος μέγα». Τέως μοι καλὰ τὰ προοίμια· τὶ χρηστὸν ἐστι προσδοκῆσαι λοιπόν; Ἀλλ’ οὐδὲ οὕτως ἠνέσχετό τι τοιοῦτον εἰπεῖν ὁ δίκαιος, οὐδὲ ἐνδοιάσαι· ἀλλ’ ὁλοκλήρῳ τῇ διανοίᾳ, καὶ τελείᾳ τῇ πίστει θαῤῥήσας ταῖς τοῦ Θεοῦ ὑποσχέσεσιν ἀκλινῆ διηνεκῶς ἔσχε τὸν λογισμόν· δι’ ὃ καὶ ταχέως ἠξιώθη τῆς ἄνωθεν παραμυθίας.


ζ’. Ἀλλ’ ἵνα μὴ εἰς πολὺ μῆκος ἐκτείνωμεν τὴν διδασκαλίαν, ἐνταῦθα στήσαντες καταπαύσωμεν τὸν λόγον ἐκεῖνο παρακαλέσαντες ὑμῶν τὴν ἀγάπην, μιμήσασθαι τοῦ δικαίου τούτου τὴν γνώμην. Καὶ γὰρ ἂν εἴη τῶν ἀτοπωτάτων, εἰ ὁ μὲν δίκαιος οὗτος, ἀπὸ γῆς εἰς γῆν καλούμενος, τοσαύτην ἐπεδείξατο τὴν ὑπακοήν, καὶ οὔτε τὸ γῆρας, οὔτε τὰ ἄλλα, ἅπερ ἀπηριθμησάμεθα, κωλύματα, οὔτε ἡ τῶν καιρῶν δυσκολία, οὔτε ἄλλο τι τῶν ἐπισχεῖν αὐτὸν δυναμένων ἴσχυσεν ὀκνηρότερον αὐτὸν περὶ τὴν ὑπακοὴν καταστῆσαι, ἀλλὰ πάντα διαῤῥήξας τὰ δεσμὰ ἔτρεχε, καὶ ἠπείγετο ὁ γέρων, καθάπερ νέος σφριγῶν, μετὰ τῆς γυναικός, καὶ τοῦ ἀδελφιδοῦ, καὶ τῶν οἰκετῶν, εἰς ἔργον ἀγαγεῖν τὸ παρὰ τοῦ Θεοῦ ἐπιταχθέν· ἡμεῖς οἱ οὐκ ἀπὸ γῆς εἰς γῆν καλούμενοι, ἀλλ’ ἀπὸ γῆς εἰς τὸν οὐρανόν,οὐδὲ τὴν αὐτὴν τῷ δικαίῳ προθυμίαν περὶ τὴν ὑπακοὴν ἐπιδειξόμεθα, ἀλλὰ ψυχρᾶς πολλάκις καὶ ἀνονήτους προβαλλόμεθα αἰτίας, καὶ οὔτε τὸ μέγεθος τῶν ἐπαγγελιῶν, οὔτε τὸ εὐτελὲς τῶν ὁρωμένων, ὅτι γήϊνα καὶ πρόσκαιρα, οὔτε τὸ τοῦ καλοῦντος ἀξίωμα ἐφέλκεται ἡμᾶς· ἀλλὰ τοσαύτην ἐπιδεικνύμεθα τὴν ῥᾳθυμίαν, ὡς προτιμᾷν τῶν ἀεὶ μενόντων τὰ πρόσκαιρα, καὶ τὴν γῆν τοῦ οὐρανοῦ, καὶ τὰ μηδέποτε τέλος λαβεῖν δυνάμενα τῶν πρὶν ἣ φανῆναι ἀφιπταμένων. Μέχρι γὰρ πότε, εἰπὲ μοι, οὕτως ἂν μεμήναμεν περὶ τὴν τῶν χρημάτων συλλογήν; Τις ἡ λύσσα τὸ καθ’ ἑκάστην ἡμέραν ὑπὸ τῆς χαλεπῆς ἐπιθυμίας πολιορκεῖσθαι, καὶ μηδέποτε κόρον λαμβάνειν, ἀλλὰ καὶ τῶν μεθυόντων χαλεπώτερον διακεῖσθαι; Καθάπερ γὰρ ἐκεῖνοι, ὅσῳ ἂν πλείονα πίνωσι τὸν ἄκρατον, τοσούτῳ μᾶλλον ἐκκαίονται πρὸς τὸ δίψος, καὶ χαλεπωτέραν τὴν κάμινον ἀνάπτουσιν· οὕτω δὴ καὶ οὗτοι τῇ τυραννίδι τῆς τῶν χρημάτων ἐπιθυμίας ἑαυτοὺς ἐκδεδωκότες οὐδέποτε ἵστανται τῆς ἐπιθυμίας· ἀλλ’ ὅσῳ ἂν πλείονα περιβάλλωνται,τοσούτῳ μᾶλλον αἴρεται ἡ φλόξ, καὶ σφοδροτέρα ἡ κάμινος ἀνάπτεται. Οὐχ ὁρῶμεν τοὺς πρὸ ἡμῶν, ὅτι μετὰ τὸ ἅπασαν, ὡς εἰπεῖν, τὴν οἰκουμένην περιβαλέσθαι, γυμνοὶ καὶ ἔρημοι ἐντεῦθεν ἀνηρπάσθησαν, τοσοῦτον μόνον ἀπολαύσαντες, ὅσον δίκας ἐκεῖ καὶ εὐθύνας ὑπὲρ ἁπάντων ἀπαιτεῖσθαι; Καὶ τὰ μὲν τῆς οὐσίας πολλάκις διενείμαντο διάφοροι· τὰ δὲ ὑπὲρ τούτων ἁμαρτήματα αὐτὸς μόνος ἐπιφερόμενος ἄπεισι, τὰς ὑπὲρ τούτων κολάσεις μετὰ πολλῆς τῆς ἀγανακτήσεως ὑπέχων, καὶ οὐδεμίαν οὐδαμόθεν παραμυθίαν εὑρεῖν δυνάμενος. Τίνος οὖν ἕνεκεν, εἰπὲ μοι, οὕτως ἀμελῶς πρὸς τὴνἑαυτῶν σωτηρίαν διακείμεθα, καὶ ὡς περὶ ἀλλοτρίας οὕτω βουλευόμεθα περὶ τῆς ἑαυτῶν ψυχῆς; Οὐκ ἀκούεις τοῦ Χριστοῦ λέγοντος· «Τὶ δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ»; Καὶ πάλιν· «Τὶ ὠφελεῖται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ»; Μὴ γὰρ ἔχεις τι ταύτης ἀντάξιον; Κἂν τὴν οἰκουμένην ὅλην εἴπῃς, οὐδὲν ἐρεῖς. Τὶ γὰρ ὄφελος, καθάπερ ὁ Χριστὸς εἶπε, πάντα τὸν κόσμον κερδάναι, τὴν δὲ ψυχὴν ζημιωθῆναι, ἧς ἡμῖν οἰκειότερον οὐδέν; Ταύτην οὖν τὴν οὕτω τιμίαν, τὴν οὕτως ὀφείλουσαν ἡμῖν εἶναι περισπούδαστον, ταύτην οὕτω περιορῶμεν καθ ἑκάστην ἡμέραν σπαραττομένην, καὶ ποτὲ μὲν ὑπὸ τῆς τῶν χρημάτων ἐπιθυμίας πολιορκουμένην, ποτὲ δὲ ὑπὸ ἀσελγείας καταξαινομένην, ἄλλοτε δὲ ὑπὸ θυμοῦ καταισχυνομένην, καὶ διαφόρως ὑφ’ ἑκάστου τῶν παθῶν κατατεινομένην, καὶ οὐδεμίαν ὀψὲ γοῦν ποτε περὶ αὐτὴν πρόνοιαν ποιησόμεθα; Καὶ τις ἀξιώσει ἡμᾶς λοιπὸν συγγνώμης, ἣ ἐξαιρήσεται τῆς ἐπικειμένης κολάσεως; Δι’ ὃ παρακαλῶ, ὡς ἔτι καιρὸν ἔχομεν, ἀποσμήχωμεν αὐτῆς τὸν ῥύπον διὰ δαψιλοῦς ἐλεημοσύνης, καὶ σβέσωμεν διὰ ταύτης τὴν πυρὰν τῶν ἡμετέρων ἁμαρτημάτων. «Πῦρ γάρ, φησί, φλογιζόμενον ἀποσβέσει ὕδωρ, καὶ ἐλεημοσύναις ἀποκαθαίρονται ἁμαρτίαι». Οὐδὲν γάρ, οὐδὲν ἕτερον οὕτως ἐξελέσθαι ἡμᾶς δυνήσεται τῆς τοῦ πυρὸς γεέννης, ὡς ἡ περὶ ταύτην δαψίλεια.· Ἂν ταύτην ἐπιδειξώμεθα κατὰ τοὺς ὑπ’ αὐτοῦ δοθέντας νόμους, μηδὲν πρὸς ἐπίδειξιν διαπραττόμενοι, ἀλλὰ διὰ τὸν περὶ τὸν Θεὸν πόθον, δυνησόμεθα καὶ τῶν ἠμαρτημένων ἡμῖν τὸν ῥύπον ἀπονίψασθαι, καὶ τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας ἀξιωθῆναι, χάριτι καὶ οἰκτιρμοῖς τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ, μεθ’ οὐ αὐτῷ τῷ Πατρί, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμή, νῦν καὶ ἀεί,
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


  
Ὁμιλία ΛΒ’.«Καὶ ὤφθη Κύριος τῷ· Ἄβραμ, καὶ εἶπεν αὐτῷ· Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. Καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ τῷ ὀφθέντι αὐτῷ».

α’. Πολὺς ὁ θησαυρὸς καὶ ἄφατος, ἀγαπητοὶ, ἐν τοῖς πρόσφατον ἀναγνωσθεῖσι, καὶ δεῖ συντεταμένης. Διανοίας καὶ λογισμοῦ νήφοντος καὶ διεγηγερμένου, ὥστε μηδὲν ἡμᾶς παραδραμεῖν τῶν ἐγκεκρυμμένων τοῖς βραχέσι τούτοις ῥήμασι. Διὰ γὰρ τοῦτο καὶ ὁ φιλάνθρωπος Θεὸς οὐκ αὐτόθεν καὶ ἐκ ψιλῆς ἀναγνώσεως πάντα τὰ ἐν ταῖς Γραφαῖς κείμενα εὐσύνοπτα καὶ δῆλα ἡμῖν τυγχάνειν συνεχώρησεν, ἵνα τὴν νώθειαν ἡμῶν διεγείρῃ, καὶ πολλὴν τὴν ἀγρυπνίαν ἐπιδειξάμενοι, οὕτω τὴν ἐξ αὐτῶν ὠφέλειαν καρπωσώμεθα. Εἴωθε γὰρ πῶς τὰ μὲν μετὰ πόνου καὶ ζητήσεως εὑρισκόμενα μᾶλλον ἐμπήγνυσθαι ἡμῶν τῇ διανοίᾳ· τὰ δὲ μετ’ εὐκολίας, θᾶττον ἀφίπτασθαι τῆς καρδίας τῆς ἡμετέρας. Μὴ τοίνυν ῥαθυμῶμεν, παρακαλῶ, ἀλλὰ διεγείρωμεν ἡμῶν τὸν λογισμόν, καὶ πρὸς τὸ βάθος αὐτὸ τῶν γεγραμμένων ὁλοσχερῶς κατοπτεύσωμεν, ἵνα δυνηθῶμεν κερδάναντές τι πλέον ἐντεῦθεν, οὕτως οἴκαδε ἐπανελθεῖν. Καὶ γὰρ πανήγυρίς ἐστι πνευματικὴ τοῦ Θεοῦ ἡ ἐκκλησία, καὶ ἰατρεῖόν ἐστι ψυχῶν, καὶ δεῖ, καθάπερ εἰς πανήγυριν παραγενομένους, πολλὴν τὴν εὐπορίαν ἐντεῦθεν συλλέξαντας, οὕτως ἐπανιέναι, καὶ καθάπερ εἰς ἰατρεῖον ἀπαντῶντας, τὰ κατάλληλα τοῖς ὑποκειμένοις πάθεσι φάρμακα λαβόντας ἐξιέναι. Οὐ γὰρ διὰ τοῦτο καθ· ἑκάστην ἡμέραν συνεδρεύομεν, ἵνα τὰς πρὸς ἀλλήλους συντυχίας ἁπλῶς ποιησάμενοι, οὕτως ἅπαντες διαλυθῶμεν· ἀλλ’ ἵνα ἕκαστόν τι τῶν χρησίμων μαθών, καὶ πρὸς τὸ ἐνοχλοῦν πάθος τὴν ἰατρείαν δεξάμενος, οὕτως ἐντεῦθεν ἀναχωρήσῃ. Πῶς γὰρ οὐκ ἂν εἴη τῶν ἀτοπωτάτων, τὰ μὲν παιδία τὰ ἡ μετέρα εἰς διδασκαλεῖον ἀποστέλλοντας, καθ’ ἑκάστην ἡμέραν ἀπαιτεῖν παρ’ αὐτῶν προσθήκην τινὰ τῶν μαθημάτων, καὶ οὐκ ἂν ποτε ἀνασχοίμεθα ἁπλῶς καὶ εἰκῆ ταῦτα βαδίζειν ἐκεῖσε, εἰ μὴ ἴδωμεν καρπούμενά τι πλέον· ἡμᾶς δὲ τοὺς εἰς μέτρον ἡλικίας φθάσαντας, καὶ εἰς τὸ πνευματικὸν τοῦτο διδασκαλεῖον
παραγενομένους, μὴ τὴν ἴσην ἐκείνοις σπουδὴν ἐπιδείκνυσθαι, καὶ ταῦτα ἔνθα εἰς τὴν τῆς ψυχῆς σωτηρίαν τὸ κέρδος διαβαίνει; Ἕκαστος τοίνυν ἡμῶν, παρακαλῶ, ἑαυτὸν καθ’ ἑκάστην ἡμέραν διερευνάσθω, τὶ μὲν ἐκ τῆς ἡμερινὴς ἐκέρδανε διαλέξεως, τὶ δὲ ἐκ τῆς ἐπιούσης, ἵνα μὴ δόξωμεν καὶ ἡμεῖς εἰκῆ καὶ ἁπλῶς ἐνταῦθα παραγίνεσθαι. Ὅτι δὲ τοῦτο ἡμᾶς μὲν πάσης αἰτίας ἀφίησι (τὰ γὰρ καθ’ ἑαυτοὺς ἅπαντα εἰσφέρομεν, καὶ οὐδὲν τῶν εἰς δύναμιν παραλιμπάνομεν), τοῖς δὲ ἀγανακτοῦσι, καὶ μετὰ ἀκριβείας μὴ προσέχουσι, καὶ καρποῦσθαί τι πλέον μὴ βουλομένας μείζονος αἴτιον κατακρίσεως γίνεται, ἄκουσον τοῦ Χριστοῦ λέγοντος πρὸς μὲν τὸν καταχώσαντα τὸ τάλαντον· «Πονηρὲ δοῦλε, ἔδει σε τὸ ἀργύριόν μου καταβαλεῖν ἐπὶ τοὺς τραπεζίτας, καὶ ἐγὼ ἂν ἐλθὼν ἀπῄτησα αὐτὸ μετὰ τόκου· περὶ δὲ τῶν Ἰουδαίων· Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐχ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσιν». Ἀλλὰ νῦν ἡμεῖς οὐ τοῦτο σκοποῦμεν, εἰ ἔξω τῶν ἐγκλημάτων ἐσμέν, ἀλλὰ τὴν ὑμετέραν ἐπιθυμοῦμεν προκοπήν, καὶ ἀκρωτηριάζεσθαι ἡμῖν ἡγούμεθα τὰ τῆς εὐφροσύνης, κἂν μυριάκις αὐτοὶ ὦμεν ἀνεύθυνοι, εἰ μὴ καὶ ὑμεῖς ἀξίαν τῶνπόνων τῶν ἡμετέρων τὴν σπουδὴν ἐπιδείξησθε. Αὐτὴ γὰρ ἡμῶν τῆς εὐφροσύνης ἡ ὑπόθεσις, τὸ ὁρᾷν ὑμῶν τὴν ἐν τοῖς πνευματικοῖς ἐπίδοσιν. Καὶ οἶδα μὲν ὅτι διὰ τὴν τοῦ Θεοῦ χάριν συνέσεως πεπληρωμένοι ὄντες, δυνήσεσθε καὶ ἄλλους νουθετεῖν· ἀλλὰ κατὰ τὸν μακάριον Παῦλον, ἐπαναμιμνήσκων ὑμᾶς, καὶ διεγείρων ὑμῶν τὸν ζῆλον καὶ τὴν προθυμίαν, ταῦτα συνεχῶς παραινῶ, βουλόμενος ὑμᾶς τελείους καὶ ἀπηρτισμένους γενέσθαι Οὐ μικρὸν γὰρ καὶ τοῦτο αὐτὸ δεῖγμα ποιοῦμαι τῆς κατὰ Θεὸν ὑμῶν προκοπῆς, τὸ μετὰ τοσαύτης προθυμίας καθ’ ἑκάστην ἡμέραν ἐνταῦθα παραγίνεσθαι, καὶ ἀκορέστως ἔχειν περὶ τὴν πνευματικὴν διδασκαλίαν. Ὥσπερ γὰρ ἡ περὶ τὴν σωματικὴν τροφὴν ὄρεξις ὑγιείας ἂν εἴη μεγίστης σημεῖον· οὕτως ἡ περὶ τὴν πνευματικὴν διδασκαλίαν ἐπιθυμία τῆς κατὰ ψυχὴν ὑγιείας τεκμήριον ἂν εἴη ἐναργέστατον. Διὰ τοῖ τοῦτο κἀγὼ εἰδὼς ὑμῶν τὸν πόθον, καὶ ὅτι κἂν μυριάκις παρατείνω τὴν διδασκαλίαν, οὐδὲ οὕτως ἐμπλῆσαι ὑμῶν δύναμιν τὴν ἐπιθυμίαν, καὶ κόρον ἐμποιῆσαι τῆς τροφῆς ταύτης τῆς πνευματικῆς, οὐ παύσομαι κατὰ δύναμιν τὴν ἐμήν, ἅπερ ἂν ἡ τοῦ Θεοῦ χάρις παρέχῃ, εἰς ὠφέλειαν ὑμετέραν ταῦτα ἐφ’ ἑκάστης ὑμῖν παρατιθείς. Καὶ τὰ ἀπὸ τῶν θείων Γραφῶν διδάγματα ἐναποτιθέμενος ταῖς ὑμετέραις διανοίαις.


β’. Φέρε οὖν καὶ σήμερον τὸν φιλάνθρωπον Δεσπότην παρακαλέσαντες ὁδηγήσαι ἡμῶν τὴν γλῶσσαν πρὸς τὴν τῶν ζητουμένων εὕρεσιν, τὴν συνήθη παραθῶμεν ὑμῖν διδασκαλίαν, αὐτὰ πρότερον τὰ ἀναγνωσθέντα προθέντες ἐπὶ τῆς ὑμετέρας ἀγάπης. «Καὶ ὤφθη φησί, Κύριος ὁ Θεὸς τῷ Ἄβραμ καὶ εἶπεν αὐτῷ. Οὐ καλῶς ἔλεγον ἐξ ἀρχῆς, ὅτι πολὺς ὁ θησαυρὸς ἐναπόκειται τοῖς βραχέσι τούτοις ῥήμασιν; Ἰδοὺ γὰρ εὐθέως ξένον καὶ καινὸν τὸ προοίμιον τῶν εἰρημένων· Καὶ ὤφθη, φησί, Κύριος ὁ Θεὸς τῷ·Ἀβράμ». Πρῶτον τοῦτο εὑρίσκομεν ἐν τῇ Γραφῇ νῦν τὸ ῥηθέν, ὅτι Ὤφθη· οὔτε γὰρ ἐπὶ τοῦ Ἀδάμ, οὔτε ἐπὶ τοῦ· Ἄβελ, οὔτε ἐπὶ τοῦ Νῶε, οὔτε ἐπ’ ἄλλου τινὸς ταύτῃ ἐχρήσατο τῇ λέξει ἡ θεῖα Γραφή. Τὶ οὖν ἐστι τὸ εἰρημένον, «Καὶ ὤφθη». Φησί; Καὶ πῶς ἑτέρωθι λέγει,«Οὐδεὶς ὄψεται τὸν Θεόν, καὶ ζήσεται»; Τὶ οὖν ἂν εἴποι μὲν νῦν τῆς Γραφῆς λεγούσης,
ὅτι ὤφθη; Πῶς ὤφθη τῷ δικαίῳ; Ἆρα αὐτὴν τὴν οὐσίαν εἶδεν; Οὐχί· μὴ γένοιτο. Ἀλλὰ τί; Οὕτως ὤφθη, ὡς αὐτὸς οἶδε μόνος, καὶ ὡς ἐκείνῳ δυνατὸν ἦν ἰδεῖν. Εὐμήχανος γὰρ ὢν ὁ σοφὸς καὶ φιλάνθρωπος ἡμῶν Δεσπότης, καὶ συγκαταβαίνων τῇ ἀνθρωπίνῃ φύσει, τοῖς ἀξίως προπαρεσκευασμένοις ἑαυτὸν ἐμφανίζει. Καὶ τοῦτο δείκνυσι διὰ τοῦ προφήτου, λέγων, «Ἐγὼ ὁράσεις ἐπλήθυνα, καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην». Ἐπεὶ καὶ Ἠσαΐας εἶδεν αὐτὸν καθήμενον τοῦτο δὲ ἀνάξιον Θεοῦ· Θεὸς γὰρ οὐ κάθηται· πῶς γὰρ ἡ ἀσώματος ἐκείνη καὶ ἀνώλεθρος φύσις; Καὶ ὁ Δανιὴλ πάλιν εἶδεν αὐτόν, ὡς παλαιὸν ἡμερῶν· καὶ ὁ. Ζαχαρίας ἑτέρως αὐτὸν ἐθεάσατο. Καὶ Ἰεζεκιὴλ πάλιν ἄλλως. Διὰ τοῦτο οὖν ἔλεγεν, «Ἐγὼ ὁράσεις ἐπλήθυνα», ἀντὶ τοῦ, Πρὸς τὴν ἑκάστου ἀξίαν οὕτως ὤφθην. Καὶ νῦν οὖν, ἐπειδὴ ἀνέστησε τὸν δίκαιον οἴκοθεν, καὶ προσέταξεν εἰς τὴν ἀλλοτρίαν ἐλθεῖν, παραγενόμενος δέ, καθάπερ ἀλήτης καὶ ξένος, οὕτω περιῄει, τῶν Χαναναίων ἔτι κατοικούντων, ἐπιζητῶν ὅπου τὴν κατοίκησιν αὐτὸν ποιήσασθαι προσῆκεν· ὁ ἀγαθὸς Δεσπότης παραμυθήσασθαι αὐτὸν βουλόμενος, καὶ νευρῶσαι αὐτοῦ τὴν προθυμίαν, ὥστε μὴ ναρκῆσαι, μηδὲ ἐνδοιάσαι πρὸς τὴν ἐπαγγελίαν τὴν ἤδη γεγενημένην πρὸς αὐτόν, ὅτι «Δεῦρο καὶ ποιήσω σε εἰς ἔθνος μέγα (καὶ γὰρ ἐναντία τῇ ἐπαγγελίᾳ ἑώρα τὰ γινόμενα ὁ δίκαιος, καὶ ὡς ἕνα τῶν εὐτελῶν καὶ ἀπεῤῥιμμένων, καὶ ἀπροστατεύτων ἑαυτὸν περιιόντα, καὶ οὐδὲ ὅπου καταχθῆναι ἔχοντα)», ἳν’ οὖν διεγείρῃ αὐτοῦ τὸν λογισμόν, φησί· «Καὶ ὤφθη Κύριος τῷ Ἄβραμ καὶ εἶπεν αὐτῷ· Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην». Τέως ἡ ὑπόσχεσις μεγάλη καὶ ἀκόλουθος τῇ ἐπαγγελίᾳ, οἱ· ἧς οἴκοθεν αὐτὸν ἀνέστησεν. Εἶπε γὰρ’ «Μεγαλυνῶ τὸ ὄνομά σου»· διὰ τοῦτο νῦν φησὶ πάλιν· «Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην». Ἐπειδὴ γὰρ ἐν γήρᾳ τυγχάνων ὁ δίκαιος ἅπαις ἦν, διὰ τὴν τῆς Σάρας στείρωσιν, ἐπαγγέλλεται αὐτῷ τῷ ἐξ αὐτοῦ τικτομένῳ τὴν γῆν παρασχεῖν. Καὶ σκόπει μοι Θεοῦ φιλανθρωπίαν, πῶς προειδὼς τοῦ δικαίου τὴν ἀρετήν, βούλεται πᾶσι κατάδηλον αὐτὸν ποιῆσαι, καὶ καθάπερ μαργαρίτην τινὰ κρυπτόμενον, οὕτω φανερὸν ἀπεργάσασθαι. Καὶ ἐπαγγελίας ἐπαγγελίαις συνάψας, καὶ μεγάλας τὰς ὑποσχέσεις ποιησάμενος, πάλιν μικρὸν διαναβάλλεται, ἵνα ταύτῃ μάλιστα δειχθῇ τοῦ πατριάρχου τὸ φιλόθεον, ὅτι καὶ ἐναντία ταῖς ὑποσχέσεσιν ὁρῶν τέως ἐκβαίνοντα τὰ πράγματα ὁ μακάριος, οὐκ ἐθορυβεῖτο, οὐδὲ διεταράττετο, ἀλλ’ ἀκίνητον εἶχε τὸν λογισμόν, πεπεισμένος ὅτι δὴ τὰ παρὰ τοῦ Θεοῦ ἅπαξ αὐτῷ ἐπαγγελθέντα βέβαια καὶ παγία τυγχάνει. Ἀλλὰ κατὰ μικρὸν ἅπαντα διερευνησώμεθα, ἳν’ οὕτω μάθωμεν καὶ τοῦ ἀγαθοῦ Θεοῦ τὴν εὐμήχανον σοφίαν, καὶ τὴν κηδεμονίαν, ἣν περὶ τὸν δίκαιον ἐπεδείκνυτο. Καὶ τοῦ πατριάρχου τὸ φίλτρον τὸ περὶ τὸν Δεσπότην. «Καὶ ὤφθη, φησί. Κύριος ὁ Θεὸς τῷ Ἄβραμ. Πῶς ὤφθη»; Ὡς αὐτὸς ὁ Θεὸς μόνος οἶδε. Καὶ ὡς ἐκεῖνος ἰδεῖν ἠδύνατο. Οὐ γὰρ παύσομαι τοῦτο λέγων, τὸν δὲ τρόπον ἀγνοῶ· ἀκούω δὲ μόνον τῆς Γραφῆς λεγούσης, ὅτι «Ὤφθη Κύριος ὁ Θεὸς τῷ Ἂβραμ, καὶ εἶπεν αὐτῷ Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην».


Ἀκριβῶς μνημονεύετε τῶν παρὰ τοῦ Θεοῦ ὑποσχέσεων γινομένων, ἳν’ ὅταν ἴδητε διαφόροις περιστάσεσι τὸν δίκαιον περιπίπτοντα, μάθητε αὐτοῦ τῆς φιλοσοφίας τὴν ὑπερβολήν, καὶ τῆς ἀνδρείας τὸ στεῤῥόν, καὶ τοῦ περὶ τὸν Θεὸν φίλτρου τὸ βέβαιον καὶ ἀκίνητον, καὶ ἐκ τῶν τῷ δικαίῳ τούτῳ συμβάντων παιδεύησθε, μηδέποτε νομίζειν ἔργον Θεοῦ ἐγκαταλείψεως εἶναι, ἐπειδὰν ἴδητέ τινα τῶν ἐναρέτων πειρασμοῖς, ἢ ἑτέραις τισὶ θλίψεσι βιωτικαῖς περιπεπτωκότα· ἀλλ’ ἐννοοῦντες τῶν οἰκονομιῶν τοῦ Θεοῦ τὸ διάφορον, παραχωρῆτε τὰ πάντα αὐτοῦ τῇ ἀκαταλήπτῳ προνοίᾳ. Εἰ γὰρ καὶ τὸν δίκαιον τοῦτον οὕτω φιλόθεον ὄντα τοσαύτην ὑπακοὴν ἐπιδειξάμενον,συγχωρεῖ τοιούτων πειραθῆναι, ὧν αὐτίκα μάλα εἴσεσθε, οὐχὶ περιορῶν τὸν αὐτοῦ θεράποντα, ἀλλὰ τοῖς ἄλλοις ἅπασι βουλόμενος αὐτοῦ τὴν ἀρετὴν ἐκκαλύψαι (καὶ γὰρ ἔθος αὐτῷ τοῦτο ἐφ’ ἑκάστῳ τῶν δικαίων ποιεῖν· καὶ ὅσοι περὶ τὴν ἀνάγνωσιν τῶν θείων Γραφῶν ἐστε φιλότεχνοι, δυνήσεσθε ἄνωθεν καὶ ἐξ ἀρχῆς καταμανθάνοντες, οὕτως εὑρεῖν αὐτὸν οἰκονομοῦντα τῶν αὐτοῦ δούλων τὴν ζωήν). Πῶς οὐκ ἂν εἴη ἐσχάτης ἀγνωμοσύνης τὸ νομίζειν ἐγκαταλείψεως εἶναι τὴν τοσαύτην συγχώρησιν, οὐ πολλῆς δὲ μᾶλλον κηδεμονίας, καὶ τῆς ἀφάτου φιλανθρωπίας τοῦτο μέγιστον ποιεῖσθαι σημεῖον; Δεικνὺς τοίνυν τὴν ὑπερβάλλουσαν δύναμιν αὐτοῦ, δύο ταῦτα ἐντεῦθεν κατασκευάζει, καὶ τῶν δούλων αὐτοῦ τὴν ὑπομονὴν καὶ τὴν ἀνδρείαν ἅπασι φανερὰν καθίστησι. Καὶ τῆς προνοίας αὐτοῦ τὸ εὐμήχανον καὶ μεταξὺ τῶν δεινῶν αὐτῶν,καὶ μετὰ τὸ ἀπογνωσθῆναι σχεδὸν τὰ πράγματα ,τότε πρὸς ὃ βούλεται μεθίστησιν, οὐδὲν ὑπὸ τῆς ἐν μέσῳ δυσκολίας γενομένης ἐμποδιζόμενος. «Καὶ ὤφθη, φησί, Κύριος ὁ Θεὸς τῷ Ἄβραμ, καὶ εἶπεν αὐτῷ·

  
Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην». Μεγάλη ἡ ὑπόσχεσις, καὶ ποθεινὴ μάλιστα τῷ δικαίῳ. Ἴστε γὰρ ὅπως οἱ ἐν γήρᾳ φθάσαντες, μάλιστα καὶ ἐν ἀπαιδίᾳ τὸν ἅπαντα διάγοντες χρόνον. Ἐπιθυμοῦσι παίδων. Τῆς ὑπακοῆς τοίνυν αὐτῷ τὴν ἀμοιβὴν διδοὺς ὁ Δεσπότης ,καὶ ὅτι ἀκούσας, «Ἔξελθε ἐκ τῆς γῆς σου», οὐχ ὑπερέθετο, οὐκ ἀνεβάλετο, ἀλλ’ ὑπήκουσε τῷ ἐπιτάγματι. Καὶ εἰς ἔργον ἤγαγε τὸ προσταχθέν, φησί· «Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην».


γ’. Σκόπει πῶς διὰ τοῦ ῥήματος ἀνέστησεν αὐτοῦ τὴν διάνοιαν, καὶ ἀρκοῦσαν αὐτῷ τῶν καμάτων παρέσχε τὴν ἀντίδοσιν. Διὰ τοι τοῦτο καὶ ὁ δίκαιος, τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδεικνύμενος, εὐθέως ἐπὶ εὐχαριστίαν τρέπεται. «Καὶ ᾠκοδόμησεν ἐκεῖ, φησί, θυσιαστήριον τῷ Κυρίῳ τῷ ὀφθέντι αὐτῷ». Ὅρα φιλοθέου γνώμης τεκμήριον. Καὶ αὐτὸν τὸν τόπον, ἔνθα τῆς ὁμιλίας ἠξιώθη τῆς παρὰ τοῦ Θεοῦ, ἀφιέρωσε καὶ τὴν εὐχαριστίαν τὴν κατὰ δύναμιν ἐπεδείξατο. Τοῦτο γὰρ ἐστιν, «ᾠκοδόμησε θυσιαστήριον», ἀντὶ τοῦ, εὐχαρίστησεν ὑπὲρ τῶν ἐπαγγελθέντων. Καὶ καθάπερ ἄνθρωποι πολλάκις ὑπὸ φίλτρου κινούμενοι, καὶ οἰκίας οἰκοδομοῦσιν, ἔνθα ἂν τοῖς γνησίως περὶ αὐτοὺς διακειμένοις συντυγχάνωσι, πολλάκις δὲ πολλοὶ καὶ πόλεις ἔστησαν, καὶ τὰς ἐπονομασίας αὐταῖς ἐκ τῆς τῶν ἐπιτηδείων συντυχίας ἐπέθηκαν· τὸν αὐτὸν δὴ τρόπον
καὶ ὁ δίκαιος οὗτος, ἔνθα τῆς ὀπτασίας τῆς τοῦ Θεοῦ ἠξιώθη, «τὸ Θυσιαστήριον ᾠκοδόμησε Κυρίῳ τῷ ὀφθέντι αὐτῷ,καὶ ἀπέστη, Φησίν, ἐκεῖθεν». Τὶ ἐστι. «Καὶ ἀπέστη ἐκεῖθεν»; Ὡς ἱερωμένου λοιπὸν τοῦ τόπου, καὶ τῷ Θεῷ ἀνατεθέντος, ἀνεχώρησεν ἐκεῖθεν, καὶ μετῆλθεν εἰς ἕτερον τόπον, φησίν. «Εἰς τὸ ὄρος κατὰ ἀνατολὰς Βεθήλ, καὶ ἔστησεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ»· ἐσχεδιασμένην, φησί, τὴν οἴκησιν ἐποιήσατο. Ὅρα πῶς ἦν ἀπέριττος, πῶς ἦν εὔζωνος, ὡς μετὰ τε γυναικὸς καὶ οἰκετῶν οὕτως εὐκόλως μετανίστασθαι. Ἀκουέτωσαν ἄνδρες. Ἀκουέτωσαν γυναῖκες. Καὶ γὰρ πολλάκις εἰς ἀγρὸν ἐξιέναι δεόμενοι, μυρίας ἐπινοοῦμεν μηχανάς, καὶ πολλὰ καὶ διάφορα πραγματευόμεθα, διὰ τὸ πολλὰ ἐπισύρεσθαι, καὶ μὴ τῆς χρείας γίνεσθαι μᾶλλον, ἀλλὰ τὰ περιττὰ καὶ ἀνόνητα, καὶ φαντασίας ἕνεκεν ἡμῖν ἐσπουδασμένα, ταῦτα μεθ’ ἑαυτῶν ἄγειν καὶ περιάγειν, ἀλλ’ οὐχ ὁ δίκαιος οὗτος. Ἀλλὰ τί; Ἐπειδὴ ἀξιωθεὶς τῆς παρὰ τοῦ Θεοῦ ὁμιλίας, τὸν τόπον ἀφιέρωσε, καὶ θυσιαστήριον ᾠκοδόμησε, μετέστη μετὰ πάσης εὐκολίας ἑτέρωθι. «Καὶ ἔστησεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ, ἐν Βεθὴλ κατὰ θάλασσαν, καὶ Ἀγγαὶ κατὰ ἀνατολάς· καὶ ᾠκοδόμησε κᾀκεῖ θυσιαστήριον τῷ Κυρίῳ ,καὶ ἐπεκαλέσατο ἐπὶ τῷ ὀνόματι Κυρίου». Ὅρα πῶς διὰ πάντων δείκνυσιν ἑαυτοῦ τὴν φιλόθεον γνώμην. Ἐκεῖ μὲν γὰρ διὰ τὴν παρὰ τοῦ Θεοῦ γεγενημένην αὐτῷ ὑπόσχεσιν τὸ θυσιαστήριον ᾠκοδόμησε. Καὶ τὸν τόπον ἀφιερώσας ἀνεχώρησεν. Ἐνταῦθα δὲ ἐπειδὴ τὴν σκηνὴν ἐπήξατο, πάλιν «ᾨκοδόμησε, φησί, θυσιαστήριον τῷ Κυρίῳ, καὶ ἐπεκαλέσατο ἐπὶ τῷ ὀνόματι Κυρίου». Εἶδες γνώμην φιλόσοφον; Εἶδες ὅπερ γραφῶν παρῄνεσεν ὁ θαυμαστὸς τῆς οἰκουμένης διδάσκαλος ὁ μακάριος Παῦλος, λέγων «Ἐν παντὶ τόπῳ ἐπαίροντας ὁσίους χεῖρας»· τοῦτο προλαβὼν ὁ πατριάρχης διὰ τῶν ἔργων ἐπλήρου, καθ’ ἕκαστον τόπον θυσιαστήριον οἰκοδομῶν, καὶ τὰς εὐχαριστίας ἀναφέρων τῷ Δεσπότῃ; Ἔδει γάρ, ᾔδει σαφῶς, ὡς οὐδὲν ἕτερον ἐπιζητεῖ παρὰ τῆς ἀνθρωπίνης φύσεως ὁ τῶν ὅλων Θεὸς μετὰ τὰς μυρίας καὶ ἀφάτους αὐτοῦ εὐεργεσίας, ὡς εὐχάριστον γνώμην, καὶ τὸ εἰδέναι χάριν ὁμολογεῖν ὑπὲρ τῶν ὑπηργμένων. Ἀλλ’ ἴδωμεν πάλιν, πῶς καὶ ἐντεῦθεν ὁ δίκαιος μετανίσταται. «Καὶ ἀπῇρε,φησίν, Ἄβραμ, καὶ πορευθεὶς ἐστρατοπέδευσεν ἐν τῇ ἐρήμῳ». Ὅρα πάλιν τὴν φιλόθεον αὐτοῦ γνώμην καὶ τὴν φιλοσοφίαν τὴν πολλήν. Πάλιν, φησίν, ἐντεῦθεν ἀνεχώρησε, καὶ Ἐστρατοπέδευσεν ἐν τῇ ἐρήμῳ. Τίνος ἕνεκεν ἀπῇρεν ἐκεῖθεν; Ἴσως ὁρῶν τινας οἰκητόρων οὐκ ἀρεσκομένους αὐτοῦ τῇ παρουσίᾳ. Διὰ τοι τοῦτο δεικνὺς αὐτοῦ τῆς πραότητος τὴν ὑπερβολήν, καὶ ὅπως περὶ πολλοῦ ποιεῖται τὴν ἡσυχίαν καὶ τὸ πρὸς μηδένα τὶ ἔχειν κοινόν. Τὴν ἐρημίαν καταλαμβάνει. «Καὶ πορευθείς, φησίν, ἐστρατοπέδευσεν ἐν τῇ ἐρήμῳ». Ξένῃ λέξει ἐχρήσατο ἡ θεῖα Γ ραφή· καθάπερ γὰρ ἐπὶ τῶν πολέμων ἔθος ἐστὶ λέγειν. Οὕτω καὶ νῦν εἶπεν ἐπὶ τοῦ δικαίου, τὶ ἐστρατοπέδευσε, ἵνα δείξῃ τὸ εὔζωνον τοῦ πατριάρχου, ὅτι καθάπερ οἱ στρατιῶται μετ’ εὐκολίας νῦν μὲν ἐνταῦθα, νῦν δὲ ἐκεῖσε στρατοπεδεύονται· οὕτω δὴ καὶ ὁ δίκαιος οὗτος καίτοι γυναῖκα ἐπιφερόμενος, καὶ τὸν ἀδελφιδοῦν, καὶ τοσούτων οἰκετῶν πλῆθος, μετὰ πλείονος τῆς εὐκολίας τὰς μεταναστάσεις ἐποιεῖτο. Εἶδες βίον ἐν γήρᾳ μετὰ γυναικὸς καὶ οἰκετῶν τοσούτων ἐύζωνον; Ἐμοὶ δὲ θαυμάσαι ἔπεισι μάλιστα τῆς γυναικὸς τὴν ἀνδρείαν. Ὅταν γὰρ ἐννοήσω τῆς φύσεως τῆς γυναικείας τὴν ἀσθένειαν, καὶ λογίσωμαι ὅπως μετ’ εὐκολίας ἅμα τῷ δικαίῳ τὰς μεταναστάσεις ἐποίει, οὔτε αὐτὴ δυσχεραίνουσα, οὔτε τῷ δικαίῳ κώλυμα γινομένη, ἐκπλήττομαι, καὶ λογίζομαι ὅτι οὐκ ἔλαττον τοῦ δικαίου καὶ αὐτὴ φρόνημα ὑψηλὸν καὶ ἀνδρεῖον ἐκέκτητο. Καὶ τοῦτο μάλιστα εἰσόμεθα, ἐπιόντες τὰ ἑξῆς τῶν ἀνεγνωσμένων. Εἶδες ὅτι μετὰ τὸ ἀκοῦσαι, ὅτι «Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην», πῶς οὐχ ἡσύχασεν ὁ δίκαιος, ἀλλ’ ἐντεῦθεν ἐκεῖ μετέβαινε, καὶ πάλιν ἐκεῖθεν ἑτέρωθι; Ἀλλ’ ὅρα καὶ ἀπὸ τῆς ἐρημίας αὐτὸν πάλιν ἐλαυνόμενον, οὐχ ὑπὸ ἀνθρώπων, ἀλλ’ ὑπὸ τῆς ἀνάγκης τοῦ λιμοῦ. «Καὶ ἐγένετο, φησί, λιμὸς ἐπὶ τῆς γῆς». Ἀκουέτωσαν οἱ ἁπλῶς καὶ ἀπαραφυλάκτως φθεγγόμενοι, καὶ οἰωνιζόμενοι, καὶ λέγοντες, ὅτι ἐπειδὴ ὁ δεῖνα παρεγίνετο, λιμὸς γέγονε, καὶ ἐπειδὴ ὁ δεῖνα ἦλθε τόδε συνέβη. Ἰδοὺ καὶ ἐπὶ τῆς τοῦ δικαίου παρουσίας λιμός, καὶ λιμὸς βαρὺς καὶ οὐ θορυβεῖται ὁ δίκαιος. Οὐδὲ πάσχει τι ἀνθρώπινον, καὶ τῇ ἑαυτοῦ παρουσίᾳ λογίζεται τοῦ λιμοῦ τὴν αἰτίαν. Ἀλλ’ ἐπειδὴ εἶδε τὴν φύσιν ἐλεγχομένην, καὶ ἐπεκράτησεν ὁ λιμός, «Κατέβη, φησί, εἰς Αἴγυπτον Ἄβραμ παροικῆσαι ἐκεῖ, ὅτι ἐνίσχυσεν ὁ λιμὸς ἐπὶ τῆς τῆς».


δ’. Σκόπει πῶς μακρότερα τὰ σκάμματα τῷ δικαίῳ ἐγίνετο. ᾨκονόμει γὰρ ὁ Δεσπότης μὴ μόνον τοῖς τὴν Παλαιστίνην οἰκοῦσιν, ἀλλὰ καὶ τοῖς κατὰ τὴν Αἴγυπτον διδάσκαλον αὐτὸν γενέσθαι, καὶ τὸ φῶς τῆς οἰκείας ἀρετῆς πᾶσι κατάδηλον ποιῆσαι. Καθάπερ γὰρ φωστῆρά τινα λανθάνοντα καὶ κεκρυμμένον εἰς τὴν Χαλδαίων, ἐκεῖθεν ἀνέστησεν, ἵνα τοὺς ἐν τῷ σκότει τῆς πλάνης καθημένους χειραγωγήσῃ πρὸς τὴν τῆς ἀληθείας ὁδόν.Ἀλλ’ ἴσως εἴποι τις ἄν· Καὶ τίνος ἕνεκεν οὐ τοὺς ἐν τῇ Χαλδαίων χώρα παρεσκεύασε δι’ αὐτοῦ πρὸς τὴν εὐσέβειαν ἀναχθῆναι; Βῖκός μὲν ἐστι καὶ τῆς ἐκείνων σωτηρίας δι’ ἑτέρων γενέσθαι τὴν πρόνοιαν· ὅμως δὲ ἄκουσον τοῦ Χριστοῦ λέγοντος, «Οὐκ ἐστι προφήτης ἄτιμος, εἰ μὴ ἐν τῇ ἰδίᾳ πατρίδι». Ἵνα οὖν τὴν ἐπαγγελίαν εἰς ἔργον ἀγάγῃ τὴν αὐτοῦ, ἣν ἐποιήσατο λίγων, Καὶ μεγαλυνῶ τὸ ὄνομά σου, διὰ τοῦτο καὶ τὸν λιμὸν συγχωρεῖ γενέσθαι, καὶ διὰ τούτου ἀνάγκην εἰς τὴν Αἴγυπτον αὐτὸν ἀφικέσθαι, ἵνα μάθωσι καὶ οἱ αὐτόθι, ὅση τοῦ ἀνδρὸς ἐστιν ἡ ἀρετή. Καθάπερ γὰρ τις δήμιος δεσμὰ περιβαλών, οὕτως αὐτοὺς ὃ λιμὸς ἀπὸ τῆς ἐρημίας ἀναστήσας ἐπὶ τὴν Αἴγυπτον εἷλκεν. Ἀλλ’ ἴδωμεν λοιπὸν τὰ ἐντεῦθεν, καὶ ὅσῃ περιστάσει ὁ δίκαιος περιπέπτωκεν, ἵνα καὶ αὐτοῦ τὴν ἀνδρείαν μάθωμεν, καὶ τῆς γυναικὸς τὴν φιλόσοφον γνώμην. Ἐπειδὴ γὰρ πολὺ τῆς ὁδοῦ προῆλθον, καὶ γεγόνασι λοιπὸν πλησίον τῆς Αἰγύπτου, ἐναγώνιος γέγονεν ὁ δίκαιος, καὶ περὶ αὐτῆς, ὡς εἰπεῖν, τῆς ζωῆς δεδοικὼς καὶ τρέμων διαλέγεται τῇ γυναικί.
«Ἐγένετο γάρ, φησὶ ἡνίκα ἤγγισεν· Ἄβραμ εἰσελθεῖν εἰς Αἴγυπτον, εἶπε Σάρα τῇ γυναικὶ αὐτοῦ· Γινώσκω ἐγὼ ὅτι γυνὴ εὐπρόσωπος εἶ. Ἔσται οὖν, ὅταν ἴδωσί σε οἱ Αἰγύπτιοι, ἐροῦσιν, ὅτι Γυνὴ αὐτοῦ αὕτη· καὶ ἀποκτενοῦσί με, σε δὲ περιποιήσονται. Εἶπε οὖν, ὅτι Ἀδελφὴ αὐτοῦ εἰμι, ὅπως εὖ μοι γένηται διὰ σε, καὶ ζήσεται ἡ ψυχὴ μου ἕνεκεν σου». Εἶδες ἐκ τῶν ῥημάτων εἰς ὅσον ἀγῶνα καὶ δειλίαν ὁ δίκαιος κατέστη· καὶ οὐδαμοῦ τὸν λογισμὸν ἐταράττετο, οὐδὲ ἐθορυβεῖτο τὴν γνώμην, οὐδὲ ἐνενόει καὶ ἔλεγε· Τὶ τοῦτο; Ἆρα ἐγκατελείφθημεν; Ἆρα ἠπατήθημεν; Ἆρα μὴ ἐρήμους ἡμᾶς κατέλιπε τῆς αὐτοῦ προνοίας ἃ Δεσπότης; Ὁ εἰπών, «Μεγαλυνῶ σε, καὶ τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην», οὕτως ἡμεῖς ἀφίησι νῦν περὶ τῶν ἐσχάτων αὐτῶν δεδοικέναι, καὶ εἰς προφανῆ κίνδυνον ἐμπεσεῖν; Οὐδὲν τούτων οὐδὲ ἐν διανοίᾳ λαβεῖν ὃ δίκαιος κατεδέξατο, ἀλλ’ ἑνὸς νῦν ἐγίνετο μόνου, ὅπως δυνηθῇ σοφισάμενος τινα μηχανήν, καὶ τοῦ λιμοῦ παραμυθίαν εὑρεῖν, καὶ τῶν Αἰγυπτίων τὰς χεῖρας διαφυγεῖν. «Γινώσκω, φησίν, ὅτι γυνὴ εὐπρόσωπος εἶ». Ὅρα πόση τῆς γυναικὸς ἦν ἡ εὐμορφία, ὅτι καὶ εἰς γῆρας αὐτῶν ἐλασάντων λοιπόν, καὶ μετὰ τοσούτων ἐτῶν ἀριθμὸν ἔτι ἔμενεν ἀκμάζοντα, τοῦ κάλλους τὴν ὥραν ἐπὶ τῆς ὄψεως φέρουσα, καὶ ταῦτα μετὰ τὴν τοσαύτην ταλαιπωρίαν καὶ κακουχίαν, ἣν κατὰ τἀς ὁδοὺς ὑπέμενεν ἀπὸ τόπων εἰς τόπους μετανισταμένη, καὶ ἀπὸ μὲν τῆς Χαλδαίων χώρας εἰς τὴν Χαῤῥἀν μετανισταμένη, κἀκεῖθεν εἰς τὴν Χαναᾶν, καὶ πάλιν ἐντεῦθεν ἐκεῖ ἐν τῇ Χαναναίᾳ, κἀκεῖθεν ὧδε, καὶ νῦν πάλιν εἰς τὴν Αἴγυπτον. Τίνα οὖν οὐκ ἂν καὶ τῶν σφριγῶν τῶν ἀνδρῶν αἱ οὕτω συνεχεῖς ἀποδημίαι κατειργάσαντο; Ἀλλ’ ἡ θαυμασία
αὕτη, καὶ μετὰ τὴν τοσαύτην ταλαιπωρίαν ἔτι λάμπουσα τῷ τῇς ὄψεως κάλλει, πολὺ καὶ σφοδρὸν τὸ δέος ἐνεποίει τῷ δικαίῳ· διὸ καὶ ἔλεγε· «Γινώσκω ἐγώ, ὅτι γυνὴ εὐπρόσωπος εἶ. Ἔσται οὖν, ὡς ἂν ἴδωσί σε οἱ Αἰγύπτιοι, ἐροῦσιν, ὅτι Γυνὴ αὐτοῦ αὕτη· καὶ ἀποκτενοῦσί με. Σὲ δὲ περιποιήσονται». Σκόπει πῶς ἐθάῤῥει τῷ τρόπῳ τῇς γυναικός, καὶ οὐκ ἔδεισε μὴ ποτε τοῖς ἐπαίνοις χαυνωθῇ, ἀλλὰ καὶ τοιαύτην εἰσάγει τὴν συμβουλὴν λέγων· Ἵνα μὴ ἐμὲ μὲν ἀποκτείνωσι, σὲ δὲ περιποιήσωνται, «Εἰπὲ οὖν, ὅτι ἀδελφὴ αὐτοῦ εἰμι, ὅπως ἂν εὖ μοι γένηται, καὶ ζήσεται ἡ ψυχὴ μου ἕνεκεν σοῦ». Ἐπειδὴ οὐ τὸ τυχὸν ἦν ὅπερ ἐπέταττε, διὰ τοῦτο διὰ τῶν ἐπαγομένων ῥημάτων ἐφελκύσασθαι αὐτὴν ἠβουλήθη, ὥστε καὶ εἰς οἶκτον αὐτὴν ἐπικάμψαι, καὶ πεῖσαι μετὰ προθυμίας ὑποκρίνεσθαι τὸ
δρᾶμα. «Ἔσται οὖν, φησίν, ὡς ἂν ἴδωσί σε οἱ Αἰγύπτιοι, ἐροῦσιν, ὅτι Γυνὴ αὐτοῦ αὕτη· καὶ ἀποκτενοῦσί με, σέ δὲ περιποιήσονται». Οὐκ εἶπε, Σέ καθυβρίσουσι· τέως οὐ βούλεται αὐτὴν καταπλῆξαι διὰ τῶν ῥημάτων, ἄλλως τε καὶ δέδοικεν ὑπὲρ τῆς ἐπαγγελίας τοῦ Θεοῦ. Διὰ τοῦτό φησι, «Σὲ δὲ περιποιήσονται. Εἰπὲ οὖν, ὅτι Ἀδελφὴ αὐτοῦ εἰμι. Ἐννόει μοι ἐν οἵᾳ καταστάσει τυγχάνειν εἰκὸς ἣν τοῦ δικαίου τὴν διάνοιαν, ἡνίκα ταῦτα συνεβούλευε τῇ γυναικί». Ἴστε γάρ, ἴστε πῶς οὐδὲν τούτου βαρύτερόν ἐστι τοῖς ἀνδράσιν, εἰς τὸ κἂν εἰς ὑποψίαν τοιαύτην τὴν γαμετὴν ἐλθεῖν. Ὁ μέντοι δίκαιος καὶ σπουδάζει καὶ πάντα ποιεῖ. Ὥστε εἰς ἔργον τὴν μοιχείαν ἐκβῆναι. Ἀλλὰ μὴ ἁπλῶς,
ἀγαπητέ, καταψηφίσῃ τοῦ δικαίου, ἀλλὰ καὶ ἐκ τούτων μάλιστα κατάμαθε αὐτοῦ καὶ τὴν σύνεσιν τὴν πολλὴν καὶ τὴν ἀνδρείαν· τὴν ἀνδρείαν μέν, ὅτι οὕτω γενναίοις ἀντεῖχε καὶ περιεγίνετο τῆς τῶν λογισμῶν ταραχῆς ὡς καὶ τοιαῦτα συμβουλεῦσαι. Ὅτι γὰρ οὐδὲν ἐστι τοῦτον ἀφορητότερον, ἄκουε τοῦ Σολομῶντος λέγοντος· «Μεστὸς γὰρ ζήλου θυμὸς ἀνδρὸς αὐτῆς· οὐ φείσεται ἐν ἡμέρᾳ κρίσεως ,οὐδὲ ἀνταλλάξεται πολιῶν δώρων τήν, ἔχθραν· καὶ πάλιν· Σκληρὸς ὡς ᾅδης ζῆλος».


ε’. Ὁρῶμεν δὲ πολλούς, ὅτι εἰς τοσαύτην μανίαν ἐξηκοντίσθησαν, ὡς μηδὲ αὐτῶν φείσασθαι τῶν γυναικῶν, ἀλλὰ καὶ αὐτὸν τὸν μοιχὸν πολλάκις συγκατέσφαξαν καὶ ἑαυτούς. Τοσαύτη τοῦ πράγματός ἐστιν ἡ μανία, καὶ οὕτως ἀκάθεκτός ἐστιν ὁ ζῆλος, ὡς παρασκευάζειν καὶ τῆς οἰκείας σωτηρίας ὑπεριδεῖν τὸν ἅπαξ ἁλόντα τῷ πάθει. Καὶ τὴν μὲν ἀνδρείαν ἐκεῖθεν ἐστι καταμαθεῖν τοῦ δικαίου· τὴν δὲ σύνεσιν αὐτοῦ τὴν πολλήν, ὅτι ἐν ἀμηχανίᾳ τοσαύτῃ καὶ ὥσπερ ἐν δικτύοις ἀποληφθεὶς ἴσχυσε ταύτην εὑρεῖν τὴν ὁδόν, οἱ ἧς ἔλαττον ἂν γένοιτο τὸ κακόν. Εἰ μὲν γὰρ εἶπεν, ὅτι γυνὴ αὐτοῦ ἦν, καὶ μὴ ὑπεκρίνατο τὸ δρᾶμα, καὶ τῷ τῇς ἀδελφῆς ὀνόματι ἐχρήσατο, καὶ αὐτὴ ἂν ἀφῃρέθη τοῦ
δικαίου, τοῦ κάλλους τῆς εὐμορφίας ἐπισπωμένου τῶν Αἰγυπτίων τὴν ἀκόλαστον γνώμην, καὶ ὁ δίκαιος ἂν ἐσφάγη, ὥστε μὴ εἶναι τὸν ἔλεγχον τῆς παρανομίας.· Ἵνα οὖν, τῶν δύο τούτων χαλεπῶν μελλόντων πάντως ἐκβαίνειν διὰ τὴν ἀκρασίαν τῶν ἀνδρῶν, καὶ τοῦ βασιλέως τὴν τυραννίδα, δυνηθῶσιν ἐν ἀπορίᾳ πολλῇ μικρὰν τινὰ παραμυθίαν εὑρεῖν, φησίν· «Εἰπὲ ὅτι Ἀδελφὴ αὐτοῦ εἰμι»· τοῦτο γὰρ ἐμὲ ἴσως ἐλευθερώσει τῶν κινδύνων. Τὸ γὰρ τόν, κἂν τε ἀδελφὴν εἴπῃς σαυτήν, κἄντε γυναῖκα, οὐδεὶς ἀντερεῖ ὅτι πάντως ἐκβήσεται, καὶ ἐπιδραμοῦσι τῇ ἀφαιρέσει διὰ τὴν τῆς σαρκὸς εὐμορφίαν· ἐμὲ δὲ εἰκὸς διαφυγεῖν τὴν ἐπιβουλήν, εἰ τῷ τῇς ἀδελφῆς ὀνόματι χρήσαιο. Εἶδες σύνεσιν τοῦ δικαίου, πῶς ἀποληφθεὶς ὁδὸν τινα ἴσχυσεν εὑρεῖν, δι’ ἧς ἐβουλεύετο, πῶς ἂν δυνηθείη τῆς τῶν Αἰγυπτίων ἐπιβουλῆς ἀνώτερος γενέσθαι; Πάλιν ἀναλογίζου μοι κἀνταῦθα καὶ τοῦ δικαίου τὴν ὑπομονήν, καὶ τῆς γυναικὸς τὸ φιλάγαθον· τοῦ μὲν δικαίου, ὅτι οὐκ ἀπεδυσπέτησε καὶ εἶπε· Τίνος δὲ ἕνεκεν ταύτην ἐπάγομαι, αἰτίαν μοι γινομένην τοσούτου κλυδωνίου; Τὶ γὰρ μοι τὸ ὄφελος ἀπὸ τῆς συνουσίας, ὅταν μέλλω δι’ αὐτὴν περὶ τῶν ἐσχάτων κινδυνεύειν; Τὶ τὸ κέρδος, ὅταν μὴ μόνον μηδεμίαν μοι εἰσάγῃ παραμυθίαν, ἀλλὰ καὶ αὐτὸν τὸν θάνατόν μοι τίκτῃ διὰ τῆς οἰκείας εὐμορφίας; Οὐδὲν τούτων οὔτε εἶπεν οὔτε ἐνενόησεν, ἀλλὰ πάντα τοιοῦτον λογισμὸν ἀπωσάμενος, καὶ οὔτε πρὸς τὴν ἐπαγγελίαν τοῦ Θεοῦ διστάσας, ἑνὸς μόνου δὴ ἐγίνετο, τοῦ πῶς δυνηθῇ διαφυγεῖν τὸν προορώμενον κίνδυνον. Ἐννόει μοι γὰρ ἐνταῦθα ἀγαπητέ,τοῦ Θεοῦ τὴν ἄφατον μακροθυμίαν, πῶς οὐδαμοῦ ἐφίσταται οὐδὲ παραμυθεῖται τὸν δίκαιον, ἀλλὰ ἀναμένει κορυφωθῆναι τὰ δεινὰ καὶ αὐξηθῆναι, καὶ εἰς ἀπόγνωσιν ἐλθεῖν, καὶ τότε τὴν οἰκείαν πρόνοιαν ἐπιδείκνυται. Εἶπε οὖν, φησίν, ὅτι «Ἀδελφὴ αὐτοῦ εἰμι, ὅπως ἂν οὐ μοι γένηται διὰ σέ, καὶ ζήσεται ἡ ψυχὴ μου ἕνεκεν σοῦ». Οὐχ ὡς μελλούσης τῆς αὐτοῦ ψυχῆς ἀποθνήσκειν, ταῦτα εἴρηκεν ὁ δίκαιος («Μὴ φοβηθῆτε γάρ, φησίν, ἀπὸ τῶν ἀποκτεινάντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι»), ἀλλ’ ἁπλῶς κατὰ
τὴν συνήθειαν ἐφθέγξατο τοῦτο πρὸς τὴν γυναῖκα. Ὅπως ἂν εὖ μοι, φησί, γένηται διὰ σέ, καὶ ζήσεται ἡ ψυχὴ μου ἕνεκεν σοῦ· μονονουχὶ λέγων πρὸς αὐτήν «Εἰπέ, ὅτι Ἀδελφὴ
αὐτοῦ εἰμι», ἵνα μὴ διὰ τὸν λιμὸν φυγόντα τὴν Χαναναίαν ἔργον με ποιήσῃς γενέσθαι τῶν Αἰγυπτιακῶν χειρῶν. Γενοῦ μοι οὖν τῆς σωτηρίας αἰτία, «Ὅπως ἂν εὖ μοι γένηται διὰ σέ». Ἐλεεινὰ τὰ ῥήματα πολὺς ἦν ὁ φόβος διὰ τε τὴν μανίαν τὴν Αἰγυπτιακήν, καὶ ὅτι οὔπω ἦν καταλυθεῖσα τοῦ θανάτου ἡ τυραννίς· διὰ τοῦτο καὶ τῇ μοιχείᾳ τῇς γυναικὸς αἱρεῖται κοινωνῆσαι ὁ δίκαιος, καὶ μονονουχὶ ὑπηρετήσασθαι τῷ μοιχῷ εἰς τὴν τῆς γυναικὸς ὕβριν, ἵνα τὸν θάνατον διαφύγῃ. Ἔτι γὰρ φοβερὸν ἣν αὐτοῦ τὸ πρόσωπον οὐδέπω ἦσαν αἱ χαλκαῖ πύλαι κλασθεῖσαι οὐδέπω ἣν τὸ κέντρον αὐτοῦ ἀμβλυνθέν. Εἶδες σύνδεσμον ἀγάπης ἀνδρὸς καὶ γυναικός; Εἶδες καὶ ἄνδρα, οἷα ἐθάῤῥησεν ὑποθέσθαι τῇ γυναικί, καὶ γυναῖκα οἵαν δέχεται τὴν συμβουλήν; Οὐκ ἀνανεύει οὐδὲ δυσχεραίνει, ἀλλὰ πάντα ποιεῖ, ὥστε τὸ δρᾶμα λαθεῖν. Ἀκουέτωσαν ἄνδρες καὶ γυναῖκες, καὶ μιμείσθωσαν τούτων τὴν ὁμόνοιαν, τῆς ἀγάπης τὸν σύνδεσμον, τῆς εὐσεβείας τὴν ἐπίτασιν, καὶ ζηλούτωσαν τῆς Σάρας τὴν σωφροσύνην. Ὅτι καὶ ἐν γήρᾳ οὕτω κάλλει διαλάμπουσα μέχρι τότε διέμεινεν ἁμιλλωμένη ταῖς τοῦ δικαίου ἀρεταῖς· δι’ ὃ καὶ τοσαύτης ἠξιώθη
τῆς παρὰ τοῦ Θεοῦ προνοίας, καὶ τῆς ἄνωθεν ἀμοιβῆς. Μηδεὶς τοίνυν αἰτιάσθω τοῦ κάλλους τὴν εὐμορφίαν, μηδὲ λεγέτω ἐκεῖνα τὰ ἀνόνητα ῥήματα, ὅτι τὴν δεῖνα τὸ κάλλος ἀπώλεσε· καὶ τῇ δεῖνι τὸ κάλλος γέγονεν ὀλέθρου αἴτιον. Οὐ τὸ κάλλος αἴτιον· μὴ γένοιτο· ἔργον γὰρ ἐστι καὶ τοῦτο τοῦ Θεοῦ· ἀλλ’ ἡ προαίρεσις ἡ διεφθαρμένη αἰτία πάντων τῶν κακῶν ἐστιν. Εἶδες τὴν θαυμασίαν ταύτην γυναῖκα ἑκατέρωθεν διαλάμπουσαν, καὶ ἀπὸ τοῦ τῆς ψυχῆς κάλλους καὶ ἀπὸ τοῦ τῆς ὄψεως καὶ κατ’ ἴχνος τοῦ δικαίου πορευομένην; Ταύτην μιμείσθωσαν αἱ γυναῖκες. Ἰδοὺ γὰρ καὶ ὥρας εὐμορφία, καὶ στείρωσις, καὶ χρόνος τοσοῦτος, καὶ περιουσία πολλή, καὶ μετανάστασις τοσαύτη,
καὶ ἀποδημία, καὶ πειρασμοὶ συνεχεῖς καὶ ἐπάλληλοι· καὶ οὐδὲν τούτων αὐτῆς τὸν λογισμὸν παρεσάλευσεν, ἀλλ’ ἔμενεν ἀπερίτρεπτος. Διὰ τοι τοῦτο καὶ τῆς ὑπομονῆς ἀξίαν τὴν ἀμοιβὴν ἐκομίσατο, ἐν ἐσχάτῳ γήρᾳ ἀπὸ μήτρας πεπηρωμένης καὶ νηδύος νενεκρωμένης τεκεῖν δυνηθεῖσα. «Ὅπως ἄν, φησίν, εὖ μοι γένηται διὰ σε, καὶ ζήσεται ἡ ψυχὴ μου ἕνεκεν σοῦ». Οὐδέν, φησίν, ἕτερον ὑπολέλειπταί μοι εἰς σωτηρίαν, ἢ τὸ σὲ
βουληθῆναι εἰπεῖν, ὅτι «Ἀδελφὴ αὐτοῦ εἰμι». Ἴσως γὰρ διαφεύξομαι τὸν προσδοκώμενον κίνδυνον, καὶ διὰ σε λοιπὸν ζήσομαι, καὶ σοὶ τὴν μετὰ ταῦτα ζωὴν ἐπιγράψομαι. Ἱκανὰ τὰ ῥήματα ἐφελκύσασθαι τὴν γυναῖκα καὶ εἰς συμπάθειαν ἀγαγεῖν. Ϛ’. Τοῦτο ἀληθῶς συνοικέσιον, τὸ μὴ μόνον ἐν ἀνέσει, ἀλλὰ καὶ ἐν τοῖς κινδύνοις ἑαυτοῖς συμπεριφέρεσθαι· τοῦτο ἀγάπης γνησίας τεκμήριον, τοῦτο φιλίας ἀκριβεστάτης γνώρισμα. Οὐχ οὕτω διάδημα ἐπὶ τῆς κεφαλῆς κείμενον λαμπρὸν δείκνυσι τὸν βασιλέα, ὡς τὴν μακαρίαν ταύτην περιφανῆ καὶ λαμπρὰν ἀπέδειξεν ἡ ὑπακοὴ αὕτη, ἣν περὶ τὴν συμβουλὴν τοῦ δικαίου ἐπεδείξατο. Τίνα οὖν τὸ ταύτης καταπειθὲς λογιζόμενον οὐκ ἐκστήσει; Τις γὰρ ἂν κατ’ ἀξίαν ταύτην ἐπαινέσειεν, ἥτις μετὰ τοσαύτην σωφροσύνην, καὶ ἐν ἡλικίᾳ τοιαύτῃ ὑπὲρ τοῦ τὸν δίκαιον διασῶσαι, ὅσον εἰς τὴν οἰκείαν γνώμην, καὶ εἰς μοιχείαν ἑαυτὴν ἐξέδωκεν, καὶ συνουσίας ἠνέσχετο βαρβαρικῆς; Ἀλλὰ μικρὸν ἀνάμεινον, καὶ ὄψει τοῦ Θεοῦ τὴν εὐμήχανον πρόνοιαν. Διὰ γὰρ τοῦτο τὴν πολλὴν
ταύτην ἐπεδείξατο μακροθυμίαν, ἵνα καὶ τὸν δίκαιον περιφανέστερον ἐργάσηται, καὶ διὰ τῶν ἐκεῖ γινομένων μὴ μόνον οἱ κατὰ τὴν Αἴγυπτον, ἀλλὰ καὶ οἱ κατὰ Παλαιστίνην 
παιδευθῶσιν, ὅσης εὐνοίας ἀπολαύει ὁ πατριάρχης παρὰ τοῦ πάντων Δεσπότου.«Ἐγένετο γάρ, φησίν, ἡνίκα εἰσῆλθεν Ἂβραμ εἰς Αἴγυπτον, ἰδόντες οἱ Αἰγύπτιοι τὴν γυναῖκα, ὅτι καλὴ ἦν σφόδρα καὶ εἶδον αὐτὴν οἱ ἄρχοντες Φαραώ, καὶ ἐπῄνεσαν αὐτὴν πρὸς Φαραώ, καὶ εἰσήγαγον αὐτὴν εἰς τὸν οἶκον Φαραώ, καὶ τῷ Ἀβρὰμ εὖ ἐχρήσαντο δι’ αὐτήν. Καὶ ἐγένετο αὐτῷ πρόβατα, καὶ μόσχοι, καὶ ὄνοι, καὶ παῖδες, καὶ παιδίσκαι, καὶ ἡμίονοι, καὶ κάμηλοι». Ὅρα πῶς ἅπερ προλαβὼν ὑπείδετο ὁ δίκαιος, ταῦτα εἰς ἔργον ἐξέβη. Ὡς γὰρ εἰσῆλθεν εἰς Αἴγυπτον, «Ἰδόντες οἱ Αἰγύπτιοι τὴν γυναῖκα, ὅτι καλὴ ἦν σφόδρα»· οὐχ ἁπλῶς καλή, ἀλλὰ μεθ’ ὑπερβολῆς ἅπαντας ἐπισπωμένη τοὺς ὁρῶντας.
«Καὶ ἰδόντες αὐτὴν οἱ ἄρχοντες Φαραώ, ἐπῄνεσαν αὐτὴν ἔμπροσθεν Φαραώ». Μὴ ἁπλῶς παραδράμῃς, ἀγαπητέ, τὸ εἰρημένον, ἀλλὰ θαύμασον πῶς οὐδεὶς τῶν Αἰγυπτίων ἐνεχείρισε τὴν γυναῖκα ὡς ξένην, καὶ ἀπὸ γῆς ἀλλοτρίας ἐπιδημήσασαν, οὐδὲ κατεφρόνησαν τοῦ ἀνδρός, ἀλλ’ εἰσελθόντες τῷ βασιλεῖ κατάδηλον πεποιήκασι. Τοῦτο δὲ ἐγίνετο, ἵνα φανερώτερον τὸ πρᾶγμα γένηται, καὶ μὴ εἰς τὸν τυχόντα, ἀλλ’ εἰς αὐτὸν τὸν βασιλεύοντα τῆς ἐκδικήσεως γινομένης, πανταχοῦ διαδοθῇ τὸ γεγονός. «Καὶ εἰσήγαγον αὐτὴν πρὸς Φαραώ». Εὐθέως ἀφῃρέθη τῇς γυναικὸς ὁ δίκαιος, καὶ εἰσάγεται
πρὸς τὸν Φαραὼ αὕτη. Σκόπει πόση τοῦ Θεοῦ ἡ μακροθυμία· πῶς οὐκ ἐξ ἀρχῆς, οὐδὲ ἐκ προοιμίων τὴν ἰδίαν ἐπιδείκνυται πρόνοιαν, ἀλλὰ ἀφίησι πάντα γενέσθαι, καὶ εἰς αὐτὸν σχεδὸν τὸν φάρυγγα τοῦ θηρίου ἐμπεσεῖν τὴν γυναῖκα, καὶ τότε τὴν ἑαυτοῦ δύναμιν πᾶσι ποιεῖ κατάδηλον. «Καὶ εἰσήγαγον αὐτὴν εἰς τὸν οἶκον Φαραώ». Ἐν οἵᾳ καταστάσει ἦν κατὰ τὸν καιρὸν ἐκεῖνον τῆς γυναικὸς ἡ διάνοια; Πῶς αὐτῆς ὁ λογισμὸς διεταράττετο; Πῶς ἐκορυφοῦντο τὰ κύματα; Πῶς ναυάγιον οὐχ ὑπέμενεν, ἀλλ’ ἔμενε καθάπερ πέτρα τις ἀκίνητος, πρὸς τὴν ἄνωθεν ῥοπὴν ἀποβλέπουσα; Τὶ δὲ λέγω τὴν γυναῖκα; Τὸν δίκαιον ὁποίαν εἰκὸς ἔχειν ψυχήν, ἐκείνης εἰς τὸν οἶκον Φαραὼ εἰσαγομένης; «Καὶ τῷ Ἀβρὰμ οὐ ἐχρήσαντο δι’ αὐτήν». Ὡς ἀδελφῷ δηλονότι. Καὶ ἐγένοντο αὐτῷ πρόβατα, καὶ μόσχοι, καὶ ὄνοι, καὶ παῖδες, καὶ παιδίσκαι, καὶ κάμηλοι, καὶ ἡμίονοι. Ταῦτα δὲ αὐτά, ἃ τρυφῆς ἕνεκεν καὶ θεραπείας ἐδίδοτο, πόσην οὐκ ἀνῆπτεν ἐν αὐτῷ τὴν πυράν; Πῶς δὲ αὐτοῦ οὐ κατέφλεγε τὴν διάνοιαν, καὶ ἀνεπίμπρα τὸν λογισμόν, ἐννοοῦντι τῶν δώρων
τὴν ὑπόθεσιν; Εἶδες πρὸς αὐτὸ τὸ τέλος σχεδὸν ἥκοντα τὰ δεινά; Εἶδες πῶς οὐδεμία λοιπὸν κατὰ ἀνθρωπίνην ἀκολουθίαν ἐλπὶς διορθώσεως ὑπελείπετο; Εἶδες πῶς ἀπέγνωστο τὰ πράγματα κατὰ ἀνθρωπίνην ὑπόληψιν; Εἶδες πῶς εἰς αὐτὸν τὸν λαιμὸν τοῦ θηρίου ἐνέπεσεν ἡ γυνή; Ὅρα λοιπὸν ἐνταῦθα τὴν ἀπόῤῥητον τοῦ Θεοῦ φιλανθρωπίαν, καὶ ἐκπλάγηθι τῆς δυνάμεως αὐτοῦ τὴν ὑπερβολήν. «Καὶ ἤτασε, φησίν, ὁ Θεὸς τὸν Φαραὼ ἐτασμοῖς μεγάλοις καὶ πονηροῖς, καὶ τὸν οἶκον αὐτοῦ περὶ Σάρας τῆς γυναικὸς Ἀβράμ». Τὶ ἐστιν, Ἤτασε; Δίκην, φησίν, ἀπῄτησε τοῦ τολμήματος καὶ τῆς ἐπιχειρήσεως τῆς μοχθηράς. Ἐτασμοῖς μεγάλοις· οὐχ ἁπλῶς ἤτασε τὸν βασιλέα, ἀλλ’
«Ἐτασμοῖς μεγάλοις». Ἐπειδὴ καὶ τὸ τόλμημα οὐ τὸ τυχὸν ἦν ἀλλὰ καὶ σφόδρα μέγα, διὰ τοῦτο καὶ ἡ τιμωρία μεγάλη. «Καὶ τὸν οἶκον αὐτοῦ», φησίν· οὐκ αὐτὸν μόνον, ἀλλὰ Καὶ τὸν οἶκον αὐτοῦ. Καὶ τίνος ἕνεκεν τοῦ βασιλέως ἁμαρτήσαντος μόνου, καὶ οἱ τοῦ οἴκου πάντες τῆς τιμωρίας μετέχουσιν; Οὐχ ἁπλῶς οὐδὲ τοῦτο γίνεται, ἀλλ’ ἵνα καὶ διὰ τούτου καθίκηται τῆς τοῦ βασιλέως μανίας. Ἐδεῖτο γὰρ σφοδροτέρας τῆς πληγῆς, ὥστε καταπλαγέντα ἀποστῆναι τοῦ μύσους. Καὶ ποῦ, φασί, τοῦτο δίκαιον, δι’ ἐκεῖνον καὶ τούτους τιμωρεῖσθαι; Οὐ δι’ ἐκεῖνον μόνον τὴν τιμωρίαν ὑπέμενον, ἀλλ’ εἰκὸς ἦν καὶ αὐτοὺς συμπράξαι καὶ συνεργῆσαι τῇ μελλούσῃ γίνεσθαι παρανομίᾳ· Ἤκουσας γὰρ ἀνωτέρω τῆς Γραφῆς λεγούσης, ὅτι «Ἰδόντες αὐτὴν οἱ ἄρχοντες Φαραὼ ἐπῄνεσαν, καὶ εἰσήγαγον αὐτὴν εἰς τὸν οἶκον Φαραώ». Εἶδες αὐτοὺς προαγωγῶν ἔργον πεποιηκότας τῇ πρὸς τὸν βασιλέα χάριτι εἰς τὴν τοῦ δικαίου γυναῖκα. Διὰ τοι τοῦτο οὐκ αὐτὸς μόνος, ἀλλὰ καὶ οἱ προσήκοντες αὐτῷ πάντες τῆς τιμωρίας συμμετέχουσιν, ἵνα μάθωσιν ὅτι οὐκ εἰς ξένον ἁπλῶς τὴν παροινίαν ἐπεδείξαντο, οὐδὲ εἰς τὸν τυχόντα ἄνθρωπον, ἀλλ’ εἰς ἄνδρα τὸν τῷ Θεῷ περισπούδαστον, καὶ τοσαύτης παρ’ αὐτοῦ φροντίδος ἀξιούμενον.
Διὰ τοῦτο οὖν τῇ πολλῇ σφοδρότητι τῆς τιμωρίας κατέσειεν αὐτοῦ τὴν διάνοιαν, ἀπέστησεν αὐτὸν τῆς μιαρᾶς τόλμης, ἀνεχαίτισεν αὐτὸν τῆς ὁρμῆς τῆς ἀλογίστου, ἐπέσχεν αὐτοῦ τὴν ἀκόλαστον γνώμην, ἐπέδησεν αὐτοῦ τὴν ἐπιθυμίαν τὴν ἀκάθεκτον, τοῦ θυμοῦ τὴν μανίαν ἐχαλίνωσε.ζ’. Διὰ τοῦτο λοιπὸν ὁρᾷ αὐτόν, μεθ’ ὅσης ἐπιεικείας διαλέγεται ὁ βασιλεύς, ὁ τύραννος τῷ ξένῳ, ἡ καθάπερ ἀλήτη περιιόντι, οὐ καὶ τὴν γυναῖκα ἀπελέσθαι ἐτόλμησε. Καὶ καλῶς εἶπεν, ὅτι «Ἤτασε τὸν Φαραὼ καὶ τὸν οἶκον αὐτοῦ περὶ Σάρας τῆς γυναικὸς Ἄβραμ». Αἴσθησιν ἅμα τῇ τιμωρίᾳ λαμβάνει, ὅτι γυνὴ ἦν τοῦ δικαίου. Καὶ γὰρ καὶ εἰς τὸν οἶκον εἰσενεχθεῖσα τοῦ Φαραώ, ἔμενε γυνὴ τοῦ δικαίου τυγχάνουσα. «Καλέσας δέ, φησί, Φαραὼ τὸν Ἄβραμ εἶπεν αὐτῷ· Τὶ τοῦτο ἐποίησας μοί»; Ὅρα τὰ ῥήματα, οἷα ὁ βασιλεὺς προΐεται. Τὶ τοῦτο ἐποίησας μοι; φησίν. Ἐγὼ σοι ἐποίησα, ὁ ξένος, ὁ μηδενὶ γνώριμος, ὁ διὰ λιμὸν παραγενόμενος, τῷ βασιλεῖ, τῷ τυράννῳ, τῷ κρατοῦντι τῆς Αἰγύπτου; Τὶ ἐποίησά σοι; Σὺ ἀφείλω μου τὴν γυναῖκα καθάπερ ξένου ὑπερεῖδες, κατεφρόνησας, οὐδένα λόγον ἐποιήσω· ὅλως τῆς ἀκολάστου ἐπιθυμίας γέγονας, καὶ ἐβουλήθης εἰς ἔργον ἀγαγεῖν τὰ σοι δόξαντα. Τὶ οὖν ἐποίησά σοι; Μεγάλα μοί, φησίν, ἐποίησας, καὶ δεινὰ εἰς ἐμὲ διεπράξω. Ὅρα πόση τῶν πραγμάτων ἡ μεταβολή· ὁ βασιλεὺς τῷ ἰδιώτῃ λέγει, «Τὶ ἐποίησας μοί»;Τὸν Θεὸν μοι, φησίν, ἐξεπολέμωσας. Παρ’αὐτοῦ ὀργὴν μοι ἐπήγαγες, τῇ τιμωρίᾳ ὑπεύθυνόν με κατέστησας, δίκην παρεσκεύασας με δοῦναι μετὰ τοῦ οἴκου μου παντὸς τῶν εἰς σε τολμηθέντων. «Τὶ τοῦτο ἐποίησας μοι, ὅτι οὐκ ἀνήγγειλάς μοι, ὅτι γυνὴ σου ἐστι»; Καὶ ἵνα τὶ εἶπας, ὅτι Ἀδελφὴ μου ἐστί; Καὶ ἔλαθον αὐτὴν ἐμαυτῷ γυναῖκα; Ἐγώ, φησίν, ὡς ἀδελφὴν σου ἐβουλόμην ἀγαγέσθαι. Καὶ πόθεν ἔμαθες ὅτι γυνὴ ἐστι τοῦ δικαίου; Ὁ τῆς παρανομίας ταύτης ἔκδικος, ἐκεῖνός μοι τοῦτο γνώριμον ἐποίησε. Τὶ οὖν ἐποίησας μοι τοῦτο, καὶ οὐκ ἀπήγγειλάς μοι, ὅτι γυνὴ σου ἐστι, καὶ ἔλαθον αὐτὴν ἐμαυτῷ γυναῖκα, μέλλων ἐξαμαρτείν. Ὡς εἰς ἀδελφὴν σὴν συγγινόμενος τοῦτο ποιεῖν ἐπεχείρησα. Σκόπει πῶς τῆς τιμωρίας ἡ σφοδρότης κατέσεισεν αὐτοῦ τὸν λογισμόν, ὡς καὶ ἀπολογεῖσθαι τῷ δικαίῳ, καὶ ἅπασαν περὶ αὐτὸν θεραπείαν ἐπιδείκνυσθαι. Καίτοι τὶ μὴ ἡ τοῦ Θεοῦ ῥοπὴ ἦν ἡ τὴν διάνοιαν αὐτοῦ μαλάξασα, καὶ εἰς φόβον αὐτὸν καταστήσασα, ἀκόλουθον ἦν καὶ εἰς πλείονα θυμὸν αὐτὸν ἐξενεχθῆναι, καὶ ὡς ἀπατήσαντα ἀμύνασθαι τὸν δίκαιον. Καὶ δίκην εἰσπράξασθαι, καὶ εἰς τὸν περὶ τῶν ἐσχάτων κίνδυνον ἀγαγεῖν. Ἀλλ’ οὐδὲν τούτων ἐποίησεν· ὁ γὰρ τῆς τιμωρίας φόβος κατέστελλεν αὐτοῦ τὴν φλεγμονήν, καὶ ἑνὸς μόνου ἐγίνετο, τοῦ τὴν περὶ τὸν δίκαιον θεραπείαν ἐπιδείξασθαι. ᾜδει γὰρ λοιπόν, ὅτι οὐχ οἷόν τε τὸν τυχόντα εἶναι ἄνδρα τὸν

  
τοσαύτης ἀπολαύοντα τῆς ἄνωθεν εὐνοίας. «Καὶ νῦν ἰδοὺ ἡ γυνὴ σου ἐνώπιόν σου· λαβὼν ἀπότρεχε». Νῦν, φησίν, ἐπειδὴ ἔγνων ὅτι οὐκ ἀδελφὴ σου ἐστιν, ἀλλὰ γυνὴ σου, ἰδοὺ ἔχεις αὐτήν. Οὐδὲν γὰρ ἐλυμηνάμην τῆς συζυγίας τῆς ὑμετέρας, οὐδὲ ἀπεστέρησά σε τῆς γυναικὸς σου ἀλλ’ «Ἰδοὺ ἡ γυνὴ σου ἐναντίον σου· λαβὼν αὐτὴν ἀπότρεχε»`. Ποῖα διάνοια δυνήσεται πρὸς ἀξίαν θαυμάσαι τὰ γεγενημένα; Ἡ ποῖα γλῶττα ἐξειπεῖν ἰσχύσειε τὸ θαῦμα; Γυνὴ λάμπουσα τῇ ὥρᾳ ἀνδρὶ Αἰγυπτίῳ, καὶ βασιλεῖ, καὶ τυράννῳ, καὶ οὕτω μαινομένῳ, καὶ ἀκολάστως διακειμένῳ συγκατακλιθεῖσα ἀνέπαφος ἐξῄει, τὴν οἰκείαν σωφροσύνην ἀκέραιον διατηρήσασα. Τοιαῦτα γάρ, καθάπερ ἔφθην εἰπών, ἀεὶ τά, παρὰ τοῦ Θεοῦ οἰκονομούμενα, θαυμαστὰ καὶ παράδοξα, Καὶ ὅταν παρὰ τῶν ἀνθρώπων ἀπογνωσθῇ τᾷ πράγματα, τότε αὐτὸς δείκνυσιν αὐτοῦ τὴν ἄμαχον ἐν ἅπασι δύναμιν. Ὥσπερ γὰρ θαυμαστὸν ἦν καὶ παράδοξον, τὸν ἄνδρα τῶν ἐπιθυμιῶν ἰδεῖν ἐν μέσῳ τῶν θηρίων ἐκείνων κυκλούμενον, καὶ μηδὲν πάσχοντα, ἀλλὰ καθάπερ ὑπὸ
προβάτων περιστοιχιζόμενον, οὕτως ἀσινῆ ἐκ τοῦ λάκκου ἀνιόντα, καὶ τοὺς τρεῖς παῖδας ἐν τῇ καμίνῳ, καθάπερ ἐν λειμῶνι καὶ παραδείσῳ διατρίβοντας, καὶ νηῶν ὑπὸ τοῦ πυρὸς βλαπτομένους, ἀλλὰ καθάπερ ἀνδριάντας οὕτως ἐκεῖθεν ἐξελθόντας· τὸν αὐτὸν δὴ τρόπον θαυμάσαι ἄξιον κα· ι τὸ νῦν γεγονός, ὅτι ἡ τοῦ δικαίου γυνὴ οὐδεμίαν ὕβριν ὑπομείνασα παρὰ τοῦ βασιλέως τοῦ Αἰγυπτίου τοῦ τυράννου, τοῦ ἀκολάστου, ἐξῄει σῷα. Θεὸς γὰρ ἦν ὁ τὰ πάντα ἐργασάμενος, ὁ καὶ ἐν ἀπόροις πόρον διδούς, καὶ τὰ πράγματα ἐξ ἀπεγνωσμένων εἰς ἐλπίδα χρηστὴν ἄγειν ἀεὶ δυνάμενος. «Καὶ νῦν ἰδοὺ ἡ γυνὴ σου ἐναντίον σου· λαβὼν ἀπότρεχε». Μὴ νομίσῃς, φησίν, ἠδικῆσθαί σε παρ’ ἡμῶν. Εἰ γὰρ καὶ ἐξ ἀγνοίας τὰ τῆς ἐπιχειρήσεως ἡμῖν γέγονεν, ἀλλ’ ἰδοὺ νῦν ἔγνωμεν οἷον ἔχεις προστάτην καὶ ἡ ἀγανάκτησις ᾗ κᾆθ’ ὑμῶν γενομένη ἐδίδαξεν ἡμᾶς, ὅσης ἀπολαύεις παρὰ τοῦ νῦν ἁπάντων Θεοῦ τῆς εὐνοίας. Λαβὼν οὑν τὴν γυναῖκά σου ἀπότρεχε. Φοβερὸς λοιπὸν ἦν αὐτοῖς ὁ δίκαιος, δι’ ὃ καὶ μετὰ πολλῆς τῆς θεραπείας αὐτὸν προπέμψαι ἐπείγονται, διὰ τῶν εἰς αὐτὸν γινομένων τὸν αὐτοῦ δεσπότην ἐξευμενιζόμενοι.


η’. Εἶδες, ἀγαπητέ, ὅσον ἐστὶν ὑπομονὴ καὶ καρτερία; Ἐνταῦθά μοι ἀναμιμνήσκου τῶν ῥημάτων ἐκείνων, ὧν, ὃτ’ ἔμελλον πλησιάζειν τῇ Αἰγύπτῳ, ὁ πατριάρχης ἔλεγε·
«Γινώσκω ὅτι γυνὴ εὐπρόσωπος εἶ· ἔσται οὖν, ὡς ἂν ἴδωσί σε οἱ Αἰγύπτιοι, ἐμὲ ἀποκτενοῦσι, σὲ δὲ περιποιήσονται». Ἐκεῖνα τοίνυν ἐν διανοίᾳ λαβὼν σκόπει τὰ νῦν γινόμενα, καὶ θαύμαζε καὶ τοῦ δικαίου ἦν ὑπομονήν, καὶ τοῦ φιλανθρώπου Θεοῦ τὴν δύναμιν, μεθ’ ὅσης δόξης ἐπανελθεῖν παρασκευάζει τὸν δίκαιον, τὸν μετὰ τοσούτῳ φόβου καὶ δέους ἐλθόντα. «Καὶ ἐνετείλατο, φησί. Φαραὼ ἀνδράσι, περὶ Ἄβραμ, συμπροπέμψαι αὐτὸν καὶ τὴν γυναῖκα αὐτοῦ, καὶ πάντα ἴδα ἦν αὐτῷ, καὶ τὸν Λὼτ μὲτ’ αὐτοῦ». Μετὰ περιφανείας λοιπὸν ἁπάσης ὁ δίκαιος ἐπάνεισι καὶ περιουσίας πολλῆς, καὶ γίνεται οὐ μόνον τῶν ἐν Αἰγύπτῳ διδάσκαλος διὰ τῶν συμβεβηκότων, ἀλλὰ καὶ τοῖς κατὰ τὴν ὁδὸν ἅπασι, καὶ τοῖς εἰς τὴν Παλαιστίνην οἰκοῦσιν. Οἱ γὰρ ἰδόντες αὐτόν,
ἡνίκα κατῄει διὰ τὴν τοῦ λιμοῦ ἀνάγκην, μετὰ φόβου καὶ τρόμου κατιόντα, καὶ νῦν πάλιν ἐν τοσαύτῃ περιφανείᾳ, καὶ περιουσίᾳ καὶ πλούτῳ, ἐμάνθανον τῆς περὶ αὐτὸν τοῦ Θεοῦ προνοίας τὴν δύναμιν. Τὶς εἶδε ποτε; Τὶς ἤκουσεν; Ἀπῆλθε λιμοῦ παραμυθίαν εὕρασθαι·

  
καὶ πλοῦτον περιβαλλόμενος καὶ δόξαν ἄφατον, οὕτως ἐπανέρχεται. Μὴ ξενισθῇς, ἀγαπητέ, μηδὲ θαυμάσῃς ἐπὶ τῷ γεγονότι· μᾶλλον δὲ καὶ θαύμασον, καὶ ἐκπλάγηθι, καὶ δόξαζε τοῦ κοινοῦ πάντων ἡμῶν Δεσπότου τὴν δύναμιν. Καὶ ὅρα καὶ τοὺς τούτου ἀπογόνους, κατὰ τὸν αὐτὸν τρόπον κατιόντας μὲν εἰς Αἴγυπτον πάλιν διὰ τὴν ἀνάγκην τοῦ λιμοῦ, κἀκεῖθεν πάλιν, μετὰ πολλὴν δουλείαν καὶ ταλαιπωρίαν, μὲτ’ εὐπορίας ἀνιόντας Τοιοῦτον γὰρ εὐμήχανος ὁ Δεσπότης ὁ ἡμέτερος. Ὅταν συγχωρήσῃ κορυφωθῆναι τὰ δεινά, τότε πάλιν διασκεδάσας τὸν χειμῶνα, γαλήνην ἐργάζεται,


Καὶ πολλὴν τῶν πραγμάτων τὴν μεταβολήν, διδάσκων ἡμᾶς τῆς αὐτοῦ δυνάμεως τὸ μέγεθος. «Ἀνέβη δὲ Ἄβραμ ἐξ Αἰγύπτου, αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ, καὶ πάντα τὰ αὐτοῦ, καὶ Λὼτ μετ’ αὐτοῦ, εἰς τὴν ἔρημον». Εὐκαίρως ἂν τις ἁρμόσειε τῷ δικαίῳ τούτῳ ἐκεῖνα τὰ ῥήματα, ἅπερ ὁ μακάριος Δαυῒδ τοῖς ἀπὸ τῆς ἐν Βαβυλῶνι αἰχμαλωσίας ἐπανελθοῦσιν ἔλεγεν· «Οἱ σπείροντες ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει θεριοῦσι. Πορευόμενοι ἐπορεύοντο, καὶ ἔκλαιον βάλλοντες τὸ σπέρματα αὐτῶν. Ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει, αἴροντες τὰ δράγματα αὐτῶν». Εἶδες κάθοδον ἀγῶνος καὶ δέους πεπληρωμένην, καὶ περὶ αὐτοῦ τοῦ θανάτου τὸν φόβον ἔχουσαν ἐπικείμενον; Ὅρα πάλιν ἄνοδον περιφανείας πολλῆς γέμουσαν καὶ λαμπρότητος. Πᾶσι γὰρ λοιπὸν αἰδέσιμος ἦν ὁ δίκαιος, καὶ τοῖς ἐν Αἰγύπτῳ, καὶ τοῖς ἐν Παλαιστίνῃ. Τὶς γὰρ οὐκ ἂν ᾐδέσθη τὸν οὕτως ὑπὸ τοῦ Θεοῦ φρουρούμενον, καὶ τοσαύτης ἀξιούμενον προνοίας; Οὐδένα γὰρ ἴσως ἔλαθε τὰ εἰς τὸν βασιλέα γεγονότα, καὶ τὸν οἶκον αὐτοῦ. Πάντα γὰρ διὰ τοῦτο συνεχωρήθη, καὶ διὰ τοῦτο μέχρι τοσούτου προῆλθε τὰ τῶν πειρασμῶν τῷ δικαίῳ, ἵνα καὶ αὐτοῦ ἡ ὑπομονὴ λαμπροτέρα γένηται, καὶ τὰ παρ’ αὐτοῦ εἰς ἅπασαν ἐξενεχθῇ τὴν οἰκουμένην, καὶ μηδεὶς ἀνήκοος γένηται τῆς ἀρετῆς τοῦ δικαίου,·


θ’. Εἴδετε, ἀγαπητοί, ὅσον τῶν πειρασμῶν τὸ κέρδος; Εἴδετε ὅση τῆς ὑπομονῆς ἡ ἀμοιβή; Εἴδετε καὶ ἄνδρα, καὶ γυναῖκα, καὶ γέροντα, καὶ προβεβηκυῖαν, ὅσην ἐπεδείξαντο τὴν φιλοσοφίαν, ὅσην τὴν ἀνδρείαν, ὅσην τὴν περὶ ἀλλήλους φιλοστοργίαν, ὅσην τῆς ἀγάπης τὸν σύνδεσμον; Τοῦτον ἅπαντες μιμησώμεθα, καὶ μηδέποτε ἀσχάλλωμεν, μηδὲ νομίζωμεν ἐγκαταλείψεως εἶναι τοῦ Θεοῦ καὶ τοῦ περιορᾶσθαι τεκμήριον τὴν τῶν πειρασμῶν ἐπαγωγήν, ἀλλὰ τοῦτο μέγιστον ποιώμεθα μᾶλλον δεῖγμα τῆς περὶ ἡμᾶς τοῦ Θεοῦ κηδεμονίας. Ἂν τε γὰρ ἁμαρτημάτων ἔχωμεν ἐπικείμενα ἡμῖν φορτία, δυνησόμεθα, πολλὴν τὴν ὑπομονὴν καὶ τὴν εὐχαριστίαν ἐπιδειξάμενοι, κουφοτέρα ταῦτα ἐργάσασθαι· ἂν τε μὴ πολλὰ ἔχωμεν ἁμαρτήματα, πάλιν καὶ οὕτω πλείονος ἀπολαύσομεν τῆς ἄνωθεν εὐνοίας, εἰ εὐχαρίστως ἐνέγκοιμεν. Φιλότιμος γὰρ ὢν ὁ Δεσπότης ὁ ἡμέτερος, καὶ τῆς ἡμετέρας κηδόμενος σωτηρίας, διὰ τοῦτο καθάπερ γυμνάσιόν τι καὶ ἀγῶνας προτίθησιν ἡμῖν ἀντὶ σκαμμάτων πολλάκις τὴν τῶν πειρασμῶν ἐπαγωγήν, ἵνα τὰ παρ’ ἑαυτῶν καὶ ἡμεῖς ἐπιδειξάμενοι, δαψιλοῦς ἀπολαύσωμεν τῆςπαρ’ αὐτοῦ προνοίας, Ὅπερ εἰδότες μὴ ναρκῶμεν ἐν τοῖς πειρασμοῖς, μηδὲ δυσχεραίνωμεν ἐν ταῖς θλίψεσιν, ἀλλὰ καὶ χαίρωμεν, κατὰ τὸν μακάριον Παῦλον· «Νῦν γάρ, φησί, χαίρω ἐν ταῖς θλίψεσί μου». Εἶδες ψυχὴν εὐγνώμονα; Εἰ γὰρ ἐν ταῖς θλίψεσιν ἔχαιρε, πότε ἠδύνατο οὕτως ἐν λύπῃ γενέσθαι; Εἰ τὰ ἐπὶ τῶν ἄλλων λυποῦντα ἐκείνῳ

  
εὐφροσύνης ὑπόθεσιν ἔτικτεν, ἐννόει μοι τῆς ψυχῆς αὐτοῦ τὴν κατάστασιν. Καὶ ἵνα μάθῃς ὅτι οὐχ οἷόν τε ἑτέρως τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν ἐπιτυχεῖν, καὶ τῆς τῶν οὐρανῶν βασιλείας ἀξιωθῆναι, εἰ μὴ διὰ θλίψεως ὁδεύσαιμεν τὸν παρόντα βίον, ἄκουε τῶν ἀποστόλων λεγόντων πρὸς τοὺς ἄρτι τῇ πίστει προσιόντας· «Καὶ μαθητεύσαντες, φησίν, ἱκανούς, ὑπέστρεψαν εἰς Λύστραν, καὶ Ἰκόνιον, καὶ Ἀντιόχειαν, ἐπιστηρίζοντες τὰς
ψυχὰς τῶν μαθητῶν, καὶ παρακαλοῦντες ἐμμένειν τῇ πίστει, καὶ ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν». Ποῖα οὖν ἀπολογία ἔσται ἡμῖν, μὴ βουλομένοις γενναίως καὶ ἀνδρείως καὶ εὐχαρίστως πάντα φέρειν τὰ ἐπαγόμενα, ὅταν ἴδωμεν, ὅτι οὐδὲ δυνατὸν ἑτέρως ἡμᾶς τῆς σωτηρίας ἐπιτυχεῖν, μὴ ταύτην ὁδεύσαντας τὴν ὁδόν; Ὅτι γὰρ οὐδὲν ξένον καὶ καινὸν οὐδεὶς τῶν δικαίων ὑπέμεινε διὰ θλίψεως τὴν παροῦσαν ὁδεύσας ζωήν, ἄκουε τοῦ Χριστοῦ λέγοντος· «Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε,ἀλλὰ θαρσεῖτε». Ἵνα γὰρ μὴ καταπέσωσι τοῦτο ἀκούσαντες, εὐθέως τὸ θάρσος αὐτοῖς ἐνέθηκε, καὶ τὴν παρ’ ἑαυτοῦ ῥοπὴν ὑπέσχετο,· ἀλλὰ θαρσεῖτε· «ἐγώ, φησί, νενίκηκα τὸν κόσμον». Ἔχεις, φησί, τὸν τὰ λυπηρὰ ἐπικουφίζοντα, τὸν οὐκ ἀφιέντα σε καταβαπτισθῆναι ὑπὸ τῆς τῶν πειρασμῶν ἐπαγωγῆς, τὸν σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν παρέχοντα, καὶ οὐ συγχωροῦντα ὑπὲρ τὴν ἡμετέραν ἰσχὺν ἐπαχθῆναι τὰ χαλεπά. Τὶ ἀσχάλλεις; Τὶ ἀλύεις; Τὶ δυσανασχετεῖς; Τὶ μικροψύχως διάκεισαι; Μὴ γάρ, ἐὰν τὰ εἰς δύναμιν τὴν ἡμετέραν εἰσενέγκωμεν, τὴν ὑπομονὴν λέγω, καὶ τὴν καρτερίαν, καὶ τὴν εὐχάριστον γνώμην, συγχωρεῖ περιοφθῆναι ἡμᾶς ποτε; Μὴ γάρ, κἂν εἰς ἀπόγνωσιν ἔλθῃ τᾷ πράγματα, νικᾷ τὴν σοφίαν τοῦ ἡμετέρου Δεσπότου; Ἡμεῖς τὰ παρ’ ἑαυτῶν ἐπιδειξώμεθα, καὶ εἰλικρινῆ ἡ τὴν πίστιν ἔχωμεν, εἰδότες τὸ εὐμήχανον τοῦ προστάτου τῶν ἡμετέρων ψυχῶν. Καὶ πάντως ὁ μᾶλλον ἡμῶν εἰδὼς τὸ συμφέρον, οὕτως αὐτὸ δεόντως οἰκονομήσει, ὡς καὶ αὐτῷ πρέπον ἐστί, καὶ ἡμῖν συμφέρον, ἵνα καὶ τῆς ὑπομονῆς τὸν μισθὸν κομισώμεθα, καὶ τῆς παρ’ αὐτοῦ φιλανθρωπίας ἀξιωθῶμεν, χάριτι καὶ οἰκτιρμοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὐ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμή, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν,


Πρώτη Eισαγωγή  και δημοσίευση Κειμένων  στο Ορθόδοξο Διαδίκτυο 
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |