Ιωάννης Χρυσόστομος Τόμος 53
Είς τήν Γένεσιν
Λόγος παραινετικός είς τήν
είσοδο της Αγίας Τεσσαρακοστής
ΟΜΙΛΙΑ ΚΖʹ
Καὶ ᾠκοδόμησε Νῶε θυσιαστήριον τῷ Κυρίῳ, καὶ ἔλαβεν ἀπὸ πάντων τῶν κτηνῶν τῶν καθαρῶν, καὶ ἀπὸ πάντων τῶν πετεινῶν καθαρῶν, καὶ ἀνήνεγκεν ὁλοκάρπωσιν εἰς τὸ θυσιαστήριον.αʹ. Εἴδετε χθὲς τοῦ φιλανθρώπου Δεσπότου τὴν ἀγαθό τητα, ὅπως τὸν δίκαιον ἐξήγαγεν ἐκ τῆς κιβωτοῦ, ἐλευ θερώσας καὶ τῆς ἐκεῖ διαγωγῆς, καὶ ἀπαλλάξας τοῦ χα λεποῦ ἐκείνου καὶ ξένου δεσμωτηρίου, καὶ τῆς ὑπομονῆς αὐτῷ τὰς ἀμοιβὰς ἀποδέδωκεν εἰπών· Αὐξάνεσθε καὶ πληθύνεσθε. Μάθωμεν σήμερον τοῦ Νῶε τὴν εὐγνω μοσύνην, καὶ τὴν εὐχάριστον ψυχὴν, δι᾽ ἧς πάλιν πλείονα καὶ πολλῷ μείζονα ἐξεκαλέσατο τοῦ Θεοῦ τὴν περὶ αὐτὸν εὔνοιαν. Καὶ γὰρ τοιοῦτος ὁ Θεός· ἐπειδὰν ἴδῃ ἐπὶ τοῖς φθάσασιν εὐγνώμονας γεγενημένους, ἐπιδαψιλεύεται τὰς παρ᾽ ἑαυτοῦ δωρεάς. Σπουδάζωμεν τοίνυν καὶ ἡμεῖς τὴν κατὰ δύναμιν εὐχαριστίαν ἀναφέρειν τῷ Δεσπότῃ ὑπὲρ τῶν ὑπαρξάντων ἡμῖν παρ᾽ αὐτοῦ ἀγαθῶν, ἵνα καὶ μει ζόνων ἀξιωθῶμεν, καὶ μηδέποτε ἐπιλανθανώμεθα τῶν παρὰ τοῦ Θεοῦ εὐεργεσιῶν εἰς ἡμᾶς γεγενημένων, ἀλλὰ ἀεὶ ταῦτα στρέφωμεν ἐπὶ τῆς διανοίας τῆς ἡμετέρας, ἵνα ὑπὸ τῆς μνήμης συνωθούμενοι διηνεκῆ τὴν εὐχαριστίαν ποιώμεθα, εἰ καὶ τοσαῦται τὸ πλῆθός εἰσιν, ὡς μηδὲ ἀρ κεῖν τὸν λογισμὸν τὸν ἡμέτερον ἐξαριθμήσασθαι τὴν εἰς ἡμᾶς φιλοτιμίαν αὐτοῦ γεγενημένην.
Τί γὰρ ἄν τις λο γίσαιτο τὰ ἤδη εἰς ἡμᾶς γεγενημένα, τὰ ἐπηγγελμένα, τὰ καθ᾽ ἑκάστην ἡμέραν γινόμενα· ὅτι ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγεν, ὅτι καὶ σῶμα καὶ ψυχὴν ἐχαρί σατο, ὅτι λογικοὺς ἡμᾶς ἐδημιούργησεν, ὅτι τὸν ἀέρα τοῦτον ἀναπνεῖν ἐχαρίσατο, ὅτι τὴν κτίσιν ἅπασαν διὰ τὴν ἀνθρωπίνην φύσιν παρήγαγεν, ὅτι αὐτὸς μὲν ἐβου λήθη ἐκ προοιμίων τῆς τοῦ παραδείσου διαίτης ἀπολαύειν τὸν ἄνθρωπον, καὶ ἀνώδυνον βίον ἔχειν, καὶ μόχθοι παντὸς ἀπηλλαγμένον, καὶ μηδὲν ἔλαττον ἔχειν τῶν ἀγ γέλων καὶ τῶν ἀσωμάτων ἐκείνων δυνάμεων ἐν σώματι τυγχάνοντα, ἀλλὰ καὶ ἀνώτερον εἶναι τῶν σωματικῶν ἀναγκῶν; Εἶτα ἐπειδὴ διὰ ῥᾳθυμίαν ὑπήχθη τῇ ἀπάτῃ τοῦ διαβόλου τῇ διὰ τοῦ ὄφεως προσαχθείσῃ, οὐδὲ οὕτω διέλιπε τὸν ἡμαρτηκότα, τὸν παραβεβηκότα εὐεργετῶν, ἀλλὰ καὶ δι᾽ ὧν ἐτιμωρήσατο, καθάπερ καὶ χθὲς ἐλέ γομεν, τῆς οἰκείας φιλανθρωπίας τὴν ὑπερβολὴν ἐπ εδείξατο, καὶ πολλὰ ἕτερα καὶ ἀναρίθμητα εὐεργεσιῶν εἴδη εἰς αὐτὸν κατέθετο. Καὶ λοιπὸν τοῦ χρόνου προ ϊόντος, καὶ τοῦ γένους αὐξανομένου, καὶ εἰς κακίαν ἀποκλίναντος, ἐπειδὴ ἑώρα ἀνίατα γινόμενα τὰ τραύ ματα, καθάπερ ζύμην τινὰ πονηρὰν, τοὺς τῆς κακίας ἐργάτας ἠφάνισε, καταλιπὼν τὸν δίκαιον τοῦτον, ῥίζαν καὶ ἀρχὴν γενέσθαι τοῦ τῶν ἀνθρώπων γένους. Καὶ πάλιν σκόπει πόσην περὶ αὐτὸν ἐπιδείκνυται τὴν φιλοτιμίαν. Ἀπὸ τοῦ δικαίου τούτου καὶ τῶν τούτου υἱῶν ἅπασαν τὴν τῶν ἀνθρώπων φύσιν εἰς τοσοῦτον πλῆθος ἐπιδιδόναι παρεσκεύασε, καὶ κατὰ μικρὸν τοὺς δικαίους ἐκλεξάμενος, τοὺς πατριάρχας λέγω, διδασκά λους ἐπέστησε τῷ λοιπῷ τῶν ἀνθρώπων γένει, διὰ τῆς οἰκείας ἀρετῆς ἅπαντας ἐναγαγεῖν δυναμένους, καὶ καθάπερ ἰατροὺς, τοὺς νενοσηκότας θεραπεύειν δυναμέ νους. Ποτὲ μὲν εἰς τὴν Παλαιστίνην, ποτὲ δὲ εἰς Αἴγυ πτον κατάγει, ὁμοῦ καὶ τῶν αὑτοῦ δούλων ἐγγυμνάζων τὴν ὑπομονὴν, καὶ τὴν οἰκείαν δύναμιν περιφανεστέραν δεικνύς· καὶ διηνεκῶς οὕτω διετέλεσε φροντίζων τῆς τῶν ἀνθρώπων σωτηρίας, προφήτας ἀναδεικνὺς, καὶ σημεῖα καὶ θαύματα δι᾽ αὐτῶν ἐπιτελεῖσθαι ποιῶν. Εἶτα, ἵνα συντεμὼν εἴπω· καθάπερ γὰρ τῆς θαλάττης τὰ κύ ματα, κἂν μυριάκις βιασώμεθα, οὐκ ἄν ποτε δυνηθείη μεν ἐξαριθμεῖσθαι, οὕτως οὐδὲ τὸ ποικίλον τῶν εὐεργε σιῶν τοῦ Θεοῦ, ὧν περὶ τὴν ἡμετέραν φύσιν ἐπεδείξατο. Τὸ δὲ τελευταῖον, ἐπειδὴ εἶδε μετὰ τοσαύτην πρόνοιαν ἔτι πολλῆς καὶ ἀφάτου φιλανθρωπίας δεομένην τὴν τῶν ἀνθρώπων φύσιν, καὶ οὐδὲν πλέον ἰσχύσαντας, οὐ τοὺς πατριάρχας, οὐ τοὺς προφήτας, οὐ τὰ θαύματα ἐκεῖνα τὰ παράδοξα, οὐ τὰς τιμωρίας καὶ τὰς νουθεσίας τὰς καθ᾽ ἕκαστον ἐπαγομένας, καὶ τὰς αἰχμαλωσίας ἐκείνας τὰς ἐπαλλήλους, ὥσπερ οἰκτείρας τὸ γένος τὸ ἡμέτερον, τῶν ψυχῶν καὶ τῶν σωμάτων ἰατρὸν, τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἐκ τῶν κόλπων ἀναστήσας, ὡς εἰπεῖν, τῶν πατρικῶν, δούλου μορφὴν ἀναλαβόντα παρεσκεύασεν ἐκ παρθένου τεχθῆναι, καὶ σὺν ἡμῖν ἀναστραφῆναι, καὶ πάντα ὑπομεῖναι τὰ ἡμέτερα, ἵνα τὴν ἡμετέραν φύσιν κάτω που κειμένην ὑπὸ τοῦ τῶν ἁμαρτημάτων πλήθους ἀναγαγεῖν δυνηθῇ ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανόν. Καὶ τοῦτο ἐκπληττόμενος ὁ τῆς βροντῆς υἱὸς, καὶ ἐννοῶν τῆς ἀγάπης τοῦ Θεοῦ τὴν ὑπερβολὴν, ἣν περὶ τὸ τῶν ἀνθρώ πων γένος ἐπεδείξατο, ἐβόα καὶ ἔλεγεν· Οὕτω γὰρ ἠγά πησεν ὁ Θεὸς τὸν κόσμον. Ὅρα πόσου θαύματος γέμει ἡ λέξις· Οὕτω, φησὶ, τὸ μέγεθος ἀναλογιζόμενος, ὅπερ ἤμελλεν ἐρεῖν· διὰ τοῦτο οὕτως ἤρξατο. Εἰπὲ οὖν ἡμῖν, ὦ μακάριε Ἰωάννη· Οὕτω, πῶς; εἰπὲ τὸ μέτρον, εἰπὲ τὸ μέγεθος, δίδαξον ἡμᾶς τὴν ὑπερβολήν. Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ δέδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐ τὸν μὴ ἀπόληται, ἀλλ᾽ ἔχῃ ζωὴν αἰώνιον. Εἶδες τὴν αἰτίαν τῆς τοῦ Υἱοῦ παρουσίας ταύτην οὖ σαν, ὥστε τοὺς μέλλοντας ἀπόλλυσθαι σωτηρίας ἀφορ μὴν εὑρεῖν διὰ τῆς εἰς αὐτὸν πίστεως; Τί ἄν τις λογί σαιτο εἰς ἔννοιαν ἐλθὼν τῆς φιλοτιμίας ἐκείνης τῆς μεγάλης καὶ θαυμαστῆς, καὶ πάντα νικώσης λόγον, ἣν ἐχαρίσατο τῇ φύσει τᾷ ἡμετέρᾳ διὰ τῆς τοῦ βαπτίσμα τος δωρεᾶς, πάντων ἡμῖν τῶν πλημμελημάτων τὴν ἀπαλλαγὴν δωρησάμενος; Ἀλλὰ τί εἴπω, Οὔτε ἡ διάνοια ἐξαρκεῖ, οὐδὲ ὁ λόγος ἐξισχύει τὰ λοιπὰ ἐξαριθμήσασθαι. Ὅσα γὰρ ἂν εἴπω, τοσαῦτά ἐστι τὰ λείποντα, ὡς νικᾷν τῶν ἤδη ῥηθέντων τὴν ὑπερβολήν. Τί οὖν ἄν τις ἐννοή σειε τῆς μετανοίας τὴν ὁδὸν, ἣν ἐχαρίσατο διὰ τὴν ἄφα τον αὐτοῦ φιλανθρωπίαν τῷ ἡμετέρῳ γένει, καὶ μετὰ τὴν τοῦ βαπτίσματος δωρεὰν τὰς ἐντολὰς τὰς θαυμαστὰς, δι᾽ ὧν, εἰ βουληθείημεν, δυνησόμεθα τὴν παρ᾽ αὐτοῦ ῥοπὴν ἐπισπάσασθαι; βʹ. Εἶδες, ἀγαπητὲ, ἄβυσσον εὐεργεσιῶν; εἶδες πόσας ἀπαριθμησάμενοι, οὐδέπω οὐδὲ τὸ πολλοστὸν εἰ πεῖν ἠδυνήθημεν; Πῶς γὰρ ἀνθρωπίνη γλῶττα δυνήσεται τὰ παρὰ τοῦ Θεοῦ εἰς ἡμᾶς γεγενημένα λόγῳ διελθεῖν; Τούτων τοίνυν τοσούτων καὶ τηλικούτων ὄντων, πάλιν πολλῷ μείζους καὶ ἀποῤῥητότεραί εἰσιν αἱ εὐεργεσίαι, ἃς μετὰ τὴν ἐντεῦθεν μετάστασιν ἐν τῷ μέλλοντι αἰῶνι ἐπηγγείλατο τοῖς τὴν ὁδὸν τῆς ἀρετῆς βαδίζουσι. Καὶ ἵνα δι᾽ ὀλίγων ῥημάτων τοῦ μεγέθους αὐτῶν τὴν ὑπερ βολὴν ἡμῖν παραστήσῃ, φησὶν ὁ μακάριος Παῦλος· Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Εἶδες δωρεῶν ὑπερβολήν; εἶδες πᾶσαν ἔννοιαν ἀνθρωπίνην ὑπερβαινούσας αὐτοῦ τὰς εὐεργεσίας· Ἐπὶ καρδίαν γὰρ, φησὶν, ἀνθρώπου οὐκ ἀνέβη. Ἐὰν τοίνυν βουλώμεθα ταύτας ἀναλογίζεσθαι, καὶ τὴν κατὰ δύναμιν τὴν ἡμετέραν εὐχαριστίαν ποιῆ σαι, δυνησόμεθα τὴν αὐτοῦ εὔνοιαν ἐπὶ πλέον ἐπισπάδιδάσκουσα ἡμᾶς ἡ θεία Γραφὴ τοῦ δικαίου τὴν εὐγνωμοσύνην, φησί· Καὶ ᾠκοδόμησε Νῶε θυσιαστήριον τῷ Κυρίῳ, καὶ ἔλαβεν ἀπὸ πάν των τῶν κτηνῶν τῶν καθαρῶν, καὶ ἀπὸ πάντων τῶν πετεινῶν τῶν καθαρῶν, καὶ ἀνήνεγκεν ὁλοκάρπω σιν ἐπὶ τὸ θυσιαστήριον. Σκόπει μετὰ ἀκριβείας, ἀγαπητὲ, ἐκ τῶν νῦν ῥημάτων πάλιν, πῶς ἐν αὐτῇ τῇ φύσει ὁ τῶν ἁπάντων δημιουργὸς ἐναπέθετο τὴν γνῶσιν ἡμῖν ἀκριβῆ τῆς ἀρετῆς. Πόθεν γὰρ, εἰπέ μοι, τοῦτο τῷ δικαίῳ ἐπῆλθεν; Οὐδεὶς ἦν ἕτερος, πρὸς ὃν ἰδεῖν εἶχεν. Ἀλλὰ καθάπερ ἐν ἀρχῇ ὁ ὑπὸ τοῦ πρωτοπλάστου τεχθεὶς, Ἄβελ λέγω, οἴκοθεν κινούμενος τὴν προσαγωγὴν ἐποιή σατο μετὰ πολλῆς τῆς ἀκριβείας· οὕτω δὴ καὶ νῦν ὁ δίκαιος οὗτος ἐξ οἰκείας γνώμης καὶ προαιρέσεως ὑγιοῦς κατὰ τὴν ἀνθρωπίνην δύναμιν, ὡς ἐνόμισε, διὰ τῶν θυ σιῶν τὰς εὐχαριστίας ἀναφέρει τῷ Δεσπότῃ. Καὶ ὅρα αὐτὸν μετὰ πολλῆς φιλοσοφίας ἅπαντα διαπραττόμενον. Οὔτε γὰρ οἰκοδομῆς αὐτῷ ἐδέησε λαμπρᾶς, οὐ ναοῦ, οὐκ οἴκου τινὸς θαυμαστοῦ, οὐκ ἄλλου οὐδενός· ᾔδει γὰρ, ᾔδει σαφῶς, ὅτι γνώμην ἐπιζητεῖ μόνον ὁ Δεσπότης· καὶ ἐσχεδιασμένον οἰκοδομήσας τὸ θυσιαστήριον, καὶ λαβὼν ἀπὸ τῶν κτηνῶν τῶν καθαρῶν, καὶ ἀπὸ τῶν πετεινῶν τῶν καθαρῶν, τὰς ὁλοκαρπώσεις ἀνήνεγκε. καὶ, ὅσον εἶχε δυνάμεως, τῆς οἰκείας προαιρέσεως τὴν εὐγνωμοσύνην ἐπεδείξατο· ἣν ἀποδεξάμενος ὁ φιλάνθρω πος Θεὸς καὶ τὴν γνώμην ἐστεφάνωσε, καὶ τὴν παρ᾽ ἑαυτοῦ πάλιν φιλοτιμίαν ἐπιδείκνυται. Φησὶ γὰρ ἡ Γραφή· Καὶ ὠσφράνθη Κύριος ὀσμὴν εὐωδίας. Ὅρα πῶς ἡ γνώμη τοῦ προσάγοντος τὸν καπνὸν, καὶ τὴν κνίσσαν, καὶ πᾶσαν τὴν ἐντεῦθεν τικτομένην ἀηδίαν πολλῆς τῆς εὐωδίας ἐνέπλησε. Διὰ τοῦτο καὶ Παῦλος ἔλεγε γράφων· Ὅτι Χριστοῦ εὐωδία ἐσμὲν ἐν τοῖς σωζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις, οἷς μὲν ὀσμὴ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ζωῆς εἰς ζωήν. Ὀσμὴν εὐωδίας. Μὴ τῇ παχύτητι τῆς λέξεως προσπταίῃς, ἀλλὰ τῇ σαυτοῦ ἀσθενείᾳ τῶν ῥημάτων τὴν συγκατάβασιν λογι σάμενος, νόει ἐντεῦθεν, ὅτι δεκτὴ γέγονεν ἡ προσαγωγὴ τοῦ δικαίου. Ἵνα γὰρ καὶ δι᾽ αὐτῶν τῶν πραγμάτων εἰδέναι ἔχωμεν τὸ ἀνενδεὲς τοῦ Δεσπότου, καὶ ὅτι δι᾽ οὐδὲν ἕτερον ταῦτα γίνεσθαι συνεχώρησεν, ἀλλ᾽ ἵνα εἰς εὐγνωμοσύνην ἀγάγῃ τοὺς ἀνθρώπους· διὰ τοῦτο ἀφίησιν αὐτὰς τῷ πυρὶ καταναλίσκεσθαι, ἵνα καὶ αὐτοὶ οἱ προσάγοντες μάθωσιν ἐκ τῶν γινομένων, ὡς διὰ τὴν αὐτῶν ὠφέλειαν ἅπαντα γίνεται. Τίνος δὲ ἕνεκεν, εἰπέ μοι, καὶ ὅλως συγχωρεῖ ταῦτα γίνεσθαι; Καὶ τοῦτο πά λιν συγκαταβαίνων τῇ ἀσθενείᾳ τῇ ἀνθρωπίνῃ· ἐπειδὴ γὰρ ἔμελλον κατὰ μικρὸν οἱ ἄνθρωποι εἰς ῥᾳθυμίαν ἀποκλίνοντες καὶ θεοὺς ἑαυτοῖς ἐπιφημίζειν, καὶ τούτοις τὰς θυσίας ἐπιτελεῖν, προλαβὼν καταδέχεται ἑαυτῷ ταῦτα προσάγεσθαι, ἵνα οὕτω γοῦν ἀποστήσῃ τῆς ὀλε θρίας πλάνης τοὺς μέλλοντας ὑποσύρεσθαι. Καὶ ὅτι διὰ συγκατάβασιν πάντα ταῦτα παρ᾽ αὐτοῦ συνεχωρήθη, σκόπει τοῦ χρόνου προϊόντος ὅτι καὶ περιτομὴν νομοθε τεῖσθαι κατεδέξατο, οὐχ ὡς πρὸς τὴν τῆς ψυχῆς σω τηρίαν συντελέσαι τι ταύτης δυναμένης, ἀλλ᾽ ἵνα ὥσπερ σημεῖόν τι καὶ σφραγῖδα περιφέρωσι, δεῖγμα τῆς οἰκείας εὐγνωμοσύνης, οἱ τῶν Ἰουδαίων παῖδες, καὶ μὴ ἐξῇ αὐ τοῖς συναναφύρεσθαι ταῖς τῶν ἐθνῶν ἐπιμιξίαις. γʹ. Διὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος σημεῖον αὐτὸ καλεῖ λέγων· Καὶ σημεῖον ἔδωκε περιτομῆς, σφραγῖδα. Ὅτι γὰρ πρὸς τὴν δικαιοσύνην οὐδὲν αὐτὴ συντελεῖ, ἰδοὺ καὶ οὗτος ὁ δίκαιος μηδέπω τῆς περιτομῆς νομοθε τηθείσης πρὸς τοσαύτην ἔφθασεν ἀρετήν. Καὶ τί λέγω; Αὐτὸς ὁ πατριάρχης Ἀβραὰμ, πρὶν ἢ τὴν περιτομὴν δέξασθαι, ἀπὸ τῆς πίστεως μόνης ἐδικαιώθη. Πρὸ γὰρ τῆς περιτομῆς, φησὶ, καὶ Ἐπίστευσε δὲ Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Τί τοίνυν μέγα φρονεῖς, ὦ Ἰουδαῖε, ἐπὶ τῇ περιτομῇ; Μάνθανε, ὅτι πρὸ ταύτης πολλοὶ δίκαιοι γεγόνασι. Καὶ γὰρ ὁ Ἄβελ ἐκ πίστεως τὴν προσαγωγὴν ἐποιήσατο, καθάπερ καὶ Παῦλός φησιν· Πίστει πλείονα θυσίαν Ἄβελ παρὰ Κάϊν προσήνεγκε τῷ Θεῷ· καὶ Ἐνὼχ μετετέθη, καὶ ὁ Νῶε κατὰ τὴν πολλὴν δικαιοσύνην τὸ κλυδώνιον ἐκεῖνο τὸ χαλεπὸν διέφυγε· καὶ ὁ Ἀβραὰμ πρὸ ταύτης ἀπὸ τῆς εἰς τὸν Θεὸν πίστεως ἀνεκηρύχθη. Οὕ τως ἄνωθεν καὶ ἐξ ἀρχῆς ἀπὸ πίστεως τὸ τῶν ἀνθρώ πων γένος τῆς σωτηρίας ἐπέτυχε. Διά τοι τοῦτο καὶ τὰς θυσίας συνεχώρησεν ὁ φιλάνθρωπος Δεσπότης αὐτῷ προσάγεσθαι, ἵνα ἐπειδὴ ἔτι ἀτελέστερον διέκειτο ἡ φύ σις ἡ ἡμετέρα, ὁμοῦ καὶ τὴν οἰκείαν εὐγνωμοσύνην ἔχῃ ἐπιδείκνυσθαι, καὶ τῆς πρὸς τὰ εἴδωλα θεραπείας πάντη διαφύγῃ τὴν λύμην. Εἰ γὰρ, καὶ τοσαύτης γενομένης συγκαταβάσεως, ὅμως οἱ πολλοὶ οὐ διέφυγον τὸν ὄλι σθον, εἰ μὴ τοῦτο γέγονε, πῶς ἄν τις τὴν ἐκεῖθεν δι έφυγε βλάβην; Καὶ ὠσφράνθη Κύριος ὁ Θεὸς ὀσμὴν εὐωδίας. Ἀλλ᾽ οὐκ ἐπὶ τῶν ἀγνωμόνων Ἰουδαίων οὕ τως· ἀλλὰ τί; Ἄκουε τοῦ προφήτου λέγοντος, Θυμίαμα εἰς βδέλυγμά μοι ἐστὶ, μονονουχὶ δεικνύοντος τῆς προαιρέσεως τῶν προσαγόντων τὴν μοχθηρίαν. Καθά περ γὰρ ἐνταῦθα ἡ τοῦ δικαίου ἀρετὴ τὸν καπνὸν καὶ τὴν κνίσσαν ὀσμὴν εὐωδίας εἰργάσατο, οὕτως ἐπ᾽ ἐκεί νων ἡ τῶν προσαγόντων πονηρία τὸ θυμίαμα τὸ εὐῶδες εἰς βδέλυγμα ὀσφρανθῆναι παρεσκεύασε. Πανταχοῦ τοίνυν σπουδάζωμεν, παρακαλῶ, γνώμην ὑγιῆ ἐπιδεί κνυσθαι. Αὕτη γὰρ αἰτία γίνεται πάντων τῶν ἀγαθῶν. Ὁ γὰρ ἀγαθὸς Δεσπότης οὐ τοῖς παρ᾽ ἡμῶν γινομένοις προσέχειν εἴωθεν ὡς τῇ ἔνδοθεν διανοίᾳ, ἀφ᾽ ἧς ὁρμώμε νοι ταῦτα διαπραττόμεθα, καὶ πρὸς ἐκείνην βλέπων ἢ προσίεται τὰ ὑφ᾽ ἡμῶν γινόμενα, ἢ ἀποστρέφεται. Κἄν τε οὖν εὐχώμεθα, κἄν τε νηστεύωμεν, κἄν τε ἐλεημο σύνην ἐργαζώμεθα (αὗται γὰρ ἡμῶν εἰσιν αἱ πνευματι καὶ θυσίαι), κἄν τε ἕτερόν τι πνευματικὸν ἔργον ἐπιτε λῶμεν, ἀπὸ γνώμης ὑγιοῦς ὁρμώμενοι τοῦτο διαπρατ τώμεθα, ἵνα καὶ τῶν καμάτων ἄξιον τὸν στέφανον κο μισώμεθα. Καὶ γὰρ ἂν εἴη τῶν ἀτοπωτάτων τὸν μὲν πόνον ἡμᾶς ὑπομένειν, τῆς δὲ ἀμοιβῆς ἀποστερεῖσθαι, ὅταν μὴ κατὰ τοὺς ὑπ᾽ αὐτοῦ δοθέντας νόμους τὴν ἀρε τὴν μετίωμεν. Ἔστι γὰρ, ἔστι διὰ τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν καὶ τὸ ἔργον μὴ ἐπιτελέσαντας, ἀπὸ τῆς γνώμης μόνον τὸν στέφανον κομίσασθαι· καὶ ἵνα μά θῃς, σκόπει μοι τοῦτο ἐπὶ τῆς ἐλεημοσύνης· ὅταν γὰρ ἴδῃς τὸν ἐπὶ τῆς ἀγορᾶς ἐῤῥιμμένον καὶ ἐσχάτῃ πενίᾳ κατεχόμενον, καὶ συναλγῇς, τείνας τε τὴν διάνοιαν εἰς τὸν οὐρανὸν εὐχαριστήσῃς τῷ Δεσπότῃ καὶ ὑπὲρ τῶν κατὰ σαυτὸν, καὶ ὑπὲρ τῆς ὑπομονῆς τοῦ πένητος, κἂν μὴ δύναιο ἐπαρκέσαι καὶ λῦσαι τὸν λιμὸν, ἀπὸ τῆς γνώ μης ἀπηρτισμένον ἔλαβες τὸν μισθόν. Διὰ γὰρ τοῦτο καὶ ὁ Δεσπότης ἔλεγεν· Ὃς ἐὰν ποτίσῃ ποτήριον ψυ χροῦ μόνον εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ, Μή τι ψυχροῦ πο τηρίου εὐτελέστερον; Ἀλλ᾽ ἡ γνώμη τὸν μισθὸν αὐτῷ προεξένησε. Τὸ αὐτὸ καὶ ἐπὶ τοῦ ἐναντίου εὑρήσομεν. Ἀλλ᾽ ἀναγκαῖον γοῦν ταῦτα κινεῖν ἐπὶ τῆς ὑμετέρας ἀγάπης, ἵνα τούτων τὴν ἀκρίβειαν εἰδότες πολλὴν τῆς εὐγνωμοσύνης ποιῆσθε τὴν ἀσφάλειαν. Ἄκουε γὰρ τί φησιν ὁ Χριστός· Ὁ ἐμβλέψας γυναῖκα πρὸς τὸ ἐπι θυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρ δίᾳ αὐτοῦ. Ὁρᾷς καὶ ἐνταῦθα πάλιν ἀπὸ τῆς μοχθηρᾶς γνώμης καὶ τὴν κατάκρισιν ἑπομένην, καὶ διὰ τὴν ἀπερί σκεπτον ὄψιν, ὡς εἰς ἔργον τῆς μοιχείας ἐξελθούσης αὐτῷ, τὴν κόλασιν ἐπηρτημένην; Ταῦτα τοίνυν ἐννοοῦν τες, πανταχοῦ τὴν γνώμην ἡμῶν ἀσφαλισώμεθα, ἵνα αὕτη τὰ παρ᾽ ἡμῶν γινόμενα παρασκευάσῃ εὐπρόσδεκτα γί νεσθαι. Εἰ γὰρ τὸν καπνὸν καὶ τὴν κνίσσαν ὀσμὴν εὐω δίας ἐποίησε, τί οὐκ ἂν ἐργάσηται τὰς πνευματικὰς ἡμῶν ταύτας λατρείας, καὶ πόσης ἡμᾶς οὐ παρασκευάσῃ ἀπο λαῦσαι τῆς ἄνωθεν εὐνοίας; Καὶ ὠσφράνθη, φησὶ, Κύ ριος ὁ Θεὸς ὀσμὴν εὐωδίας. Εἶδες τὰ παρὰ τοῦ δικαίου γεγενημένα, πῶς, ὅσον μὲν πρὸς τὴν ὄψιν τῶν γεγονότων, εὐτελῆ τυγχάνει, ἀπὸ δὲ τῆς ὑγιοῦς αὐτοῦ γνώμης καὶ πάνυ μεγάλα δείκνυται; Σκόπει μοι λοιπὸν τοῦ φιλαν θρώπου Δεσπότου τὴν ἄπειρον ἀγαθότητα. Καὶ εἶπε Κύριος ὁ Θεὸς διανοηθείς· Οὐ προσθήσω ἔτι τοῦ καταράσασθαι τὴν γῆν διὰ τὰ ἔργα τῶν ἀνθρώπων, ὅτι ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος. Οὐ προσθήσω οὖν πατάξαι πᾶσαν σάρκα ζῶσαν καθὼς ἐποίησα, ἔτι πάσας τὰς ἡμέρας τῆς γῆς. δʹ. Πολὺς τῆς εὐεργεσίας ὁ ὄγκος, καὶ πολὺ τῆς φιλ ανθρωπίας τὸ μέγεθος, καὶ ἄφατος τῆς ἀνεξικακίας ἡ ὑπερβολή. Καὶ εἶπε Κύριος ὁ Θεὸς διανοηθείς. Τὸ, Διανοηθεὶς, πάλιν ἀνθρωπίνως, καὶ ὡς πρὸς τὴν ἡμε τέραν φύσιν. Οὐ προσθήσω ἔτι τοῦ καταράσασθαι τὴν γῆν διὰ τὰ ἔργα τῶν ἀνθρώπων. Καὶ γὰρ ἐπὶ τοῦ πρω τοπλάστου κατηράσατο εἰπὼν, Ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ· καὶ ἐπὶ τοῦ Κάϊν πάλιν ὁμοίως. Ἐπεὶ οὖν καὶ νῦν τὴν τοσαύτην πανωλεθρίαν ἐπήγαγεν, ἵνα πα ραμυθήσηται τὸν δίκαιον, καὶ θαῤῥεῖν παρασκευάσῃ, καὶ μὴ μέλλῃ λογίζεσθαι καθ᾽ ἑαυτὸν, τί τὸ κέρδος τῆς γεγενημένης εὐλογίας; καὶ τοῦ εἰπεῖν, Αὐξάνεσθε καὶ πληθύνεσθε, εἰ μέλλοιμεν πάλιν εἰς πλῆθος ἐπιδιδόντες ἀπόλλυσθαι; Καὶ γὰρ καὶ ἤδη εἶπεν ἐπὶ τοῦ Ἀδὰμ, Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ ἐπήγαγε κατακλυ σμόν. Ἵνα οὖν μὴ ταῦτα λογιζόμενος καὶ στρέφων ἐν τῇ διανοίᾳ διηνεκῶς τὴν ἀγωνίαν ἔχῃ, ὅρα φιλανθρωπίαν Δεσπότου. Οὐ προσθήσω, φησὶν, ἔτι καταράσασθαι τὴν γῆν διὰ τὰ ἔργα τῶν ἀνθρώπων. Ὅρα πῶς ἐπ εσημήνατο, ὅτι διὰ τὴν τούτων μοχθηρίαν τὴν κατάραν ἐπήγαγε τῇ γῇ. Εἶτα ἵνα μὴ νομίσωμεν, ὅτι ἐπειδὴ ἐπὶ τὸ βέλτιον μετεβάλοντο, διὰ τοῦτο αὐτὸς ταύτην ἐποιή σατο τὴν ὑπόσχεσιν, φησίν· Ὅτι ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος. Ξένον φιλανθρωπίας εἶδος. Ἐπειδὴ ἔγκειται, φησὶν, ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος, διὰ τοῦτο, Οὐκέτι προσθήσω τοῦ καταρά σασθαι τὴν γῆν. Ἐγὼ μὲν γὰρ, φησὶ, τὰ παρ᾽ ἐμαυ τοῦ καὶ ἅπαξ καὶ δεύτερον ἐπεδειξάμην· ἐπειδὴ δὲ ὁρῶ τὴν κακίαν αὐξανομένην, ἐπαγγέλλομαι μηκέτι κατα ράσασθαι τὴν γῆν. Εἶτα δεικνὺς αὐτοῦ τῆς φιλανθρω πίας τὸ μέγεθος, ἐπήγαγεν· Οὐ προσθήσω οὖν ἔτι πατάξαι πᾶσαν σάρκα ζῶσαν, καθὼς ἐποίησα, πάσας τὰς ἡμέρας. Ὅρα μοι πῶς διὰ πάντων μεγίστην χαρί ζεται τῷ δικαίῳ τὴν παραμυθίαν· μᾶλλον δὲ οὐ τῷ δι καίῳ, ἀλλὰ διὰ τὴν οἰκείαν ἀγαθότητα καὶ πάσῃ τῇ μελλούσῃ συνίστασθαι τῶν ἀνθρώπων φύσει. Τὸ γὰρ, Οὐ προσθήσω οὖν πατάξαι πᾶσαν σάρκα ζῶσαν, καὶ τὸ, Καθὼς ἐποίησα, καὶ τὸ, Πάσας τὰς ἡμέρας, τοῦτό ἐστιν ἐνδεικνυμένου, ὅτι οὐκέτι τοιοῦτον ἔσται κλυδώνιον, οὔτε τοσαύτη πανωλεθρία καταλήψεται τὴν οἰκουμένην. Εἶτα καὶ τῆς εὐεργεσίας αὐτοῦ τὸ διηνε κές· Ἐν πάσαις, φησὶ, ταῖς ἡμέραις, τοῦτ᾽ ἔστι, πάντα τὸν αἰῶνα ἐπαγγέλλομαι μηκέτι τοσαύτην ἐπιδείξα σθαι τὴν ἀγανάκτησιν, οὐδὲ οὕτω σύγχυσιν ἐργάσα σθαι τῆς τῶν ὡρῶν κράσεως, καὶ τῆς τῶν στοιχείων θέσεως. Διὸ καὶ ἐπήγαγε, Σπέρμα καὶ θερισμὸς, ψῦ χος καὶ καῦμα, θέρος καὶ ἔαρ ἡμέραν καὶ νύκτα οὐ καταπαύσουσιν. Ἀκίνητος, φησὶν, ἔσται αὕτη ἡ διά ταξις, καὶ οὔτε ἡ γῆ διαλείψει ποτὲ τὰ παρ᾽ ἑαυτῆς τῷ τῶν ἀνθρώπων γένει χορηγοῦσα, καὶ τῶν καμάτων καὶ τῆς γεωργίας ἀποδιδοῦσα τὰς ἀμοιβὰς, οὔτε αἱ τροπαὶ μετακινηθήσονται, ἀλλὰ ψῦχος καὶ καῦμα, καὶ θέρος καὶ ἔαρ καθ᾽ ἕκαστον τοῦ ἐνιαυτοῦ κύκλον ἔσται. Ἐπειδὴ γὰρ κατὰ τὸν τοῦ κατακλυσμοῦ καιρὸν ταύτης ὅλης τῆς διατάξεως σύγχυσίς τις γέγονε, καὶ καθάπερ ἐν μιᾷ νυ κτὶ, οὕτως ἐν παντὶ τῷ χρόνῳ ἐν τῇ κιβωτῷ διῆγεν ὁ δίκαιος οὗτος, διὰ τοῦτό φησι· νῦν οὔτε ἡ ἡμέρα, οὔτε ἡ νὺξ τὸν οἰκεῖον ἐλλείψει δρόμον, ἀλλὰ μέχρι τῆς συντε λείας τοῦ αἰῶνος ἀκίνητος ἔσται τούτων ἡ λειτουργία. Εἶδες παράκλησιν ἀρκοῦσαν καὶ δυναμένην ἀναστῆσαι τοῦ δικαίου τὸ φρόνημα; εἶδες τῆς εὐγνωμοσύνης οἵαν δέχεται τὴν ἀμοιβήν; Ἄκουε καὶ ἐκ τῶν ἐπαγομένων πάλιν τὴν ἄφατον φιλοτιμίαν. Καὶ εὐλόγησε, φησὶν, ὁ Θεὸς τὸν Νῶε καὶ τοὺς υἱοὺς αὐτοῦ. Καὶ εἶπεν αὐ τοῖς· Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς. Καὶ ὁ τρόμος ὑμῶν καὶ ὁ φόβος ἔσται ἐπὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, καὶ ἐπὶ πάντα τὰ ὄρνεα τοῦ οὐρανοῦ, καὶ ἐπὶ πάντα τὰ κινούμενα ἐπὶ τῆς γῆς, καὶ ἐπὶ πάντας τοὺς ἰχθύας τῆς θαλάσσης· ὑπὸ χεῖρας ὑμῖν πάντα δέδωκα. Καὶ πᾶν ἑρπετὸν, ὅ ἐστι ζῶν, ὑμῖν ἔσται εἰς βρῶσιν. Ὡς λάχανα χόρτου δέδωκα ὑμῖν τὰ πάντα. Πλὴν κρέας ἐν αἵματι ψυχῆς οὐ φάγεσθε. Ἄξιον ἐνταῦθα θαυμάσαι τοῦ Δεσπότου τὴν ὑπερβάλλουσαν ἀγαθότητα. Ὅρα γάρ μοι πάλιν τὸν δίκαιον τοῦτον τῆς αὐτῆς εὐλογίας ἀξιούμενον τῷ Ἀδὰμ, καὶ τὴν ἀφαιρε θεῖσαν ἀρχὴν ἀνακαλεσάμενον διὰ τῆς οἰκείας ἀρετῆς, μᾶλλον δὲ διὰ τὴν ἄφατον τοῦ Δεσπότου φιλανθρωπίαν. Ὥσπερ γὰρ ἐπ᾽ ἐκείνου ἔλεγεν, Αὐξάνεσθε καὶ πλη θύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύ σατε αὐτῆς, καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν ἑρπετῶν, καὶ πετεινῶν τοῦ οὐρανοῦ, καὶ τῶν θηρίων τῆς γῆς· οὕτω νῦν φησι· Καὶ ὁ τρόμος ὑμῶν καὶ ὁ φόβος ἔσται ἐπὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, καὶ ἐπὶ πάντα τὰ ὄρνεα. Καὶ πᾶν ἑρπετὸν, ὅ ἐστι ζῶν, ὑμῖν ἔσται εἰς βρῶσιν. Ὡς λάχανα χόρτου δέ δωκα ὑμῖν τὰ πάντα. Πλὴν κρέας ἐν αἵματι ψυχῆς οὐ φάγεσθε. Ὅρα τὸν αὐτὸν κανόνα ἑτέρως διασωζό μενον, τὸν ἐπὶ τοῦ πρωτοπλάστου. Καθάπερ γὰρ ἐκεῖ μετὰ τὸ πάντων ἐγχειρίσαι τὴν ἀρχὴν, καὶ τῶν ἐν τῷ παραδείσῳ παρασχεῖν τὴν ἀπόλαυσιν, ἑνὸς ξύλου μόνον ἀπέχεσθαι ἐκέλευσεν· οὕτω δὴ καὶ ἐνταῦθα μετὰ τὴν εὐλογίαν, καὶ τὸ φοβερὸν αὐτὸν καταστῆσαι τοῖς θηρίοις, καὶ πάντα τὰ πετεινὰ καὶ τὰ ὄρνεα ὑπὸ χεῖρα ποιῆσαι, φησί· Πᾶν ἑρπετὸν ζῶν ὑμῖν ἔσται εἰς βρῶ σιν· ὡς λάχανα χόρτου ὑμῖν δέδωκα τὰ πάντα. Ἐν τεῦθεν ἀρχὴ κρεωφαγίας γίνεται, οὐχ ἵνα εἰς γαστριμαρ γίαν αὐτοὺς ἀλείψῃ, ἀλλ᾽ ἐπειδὴ ἤμελλον ἐξ αὐτῶν θυ σίας ἀναφέρειν οἱ ἄνθρωποι, καὶ εὐχαριστίας ποιεῖσθαι τῷ Δεσπότῃ, ἵνα μὴ δόξωσιν ὡς ἀφιερωμένων ἀπέχε σθαι, διὰ τοῦτο τῆς βρώσεως τὴν ἐξουσίαν χαρίζεται, καὶ πολλὴν τὴν ἄδειαν παρέχει. Ὡς λάχανα χόρτου, φησὶ, δέδωκα ὑμῖν τὰ πάντα. Εἶτα καθάπερ ἐπὶ τοῦ Ἀδὰμ τοῦ ἑνὸς ξύλου ἐνετείλατο μετὰ τὴν πάντων ἀπόλαυσιν ἀπέχεσθαι, οὕτω καὶ ἐνταῦθα, μετὰ τὸ πάντων ἀδεῶς ἐπιτρέψαι τὴν ἑστίασιν, φησί· Πλὴν κρέας ἐν αἵματι ψυχῆς οὐ φάγεσθε. Τί οὖν βούλεται τὸ εἰρημένον; τί ἐστι, Κρέας ἐν αἵματι ψυχῆς; Τοῦτ᾽ ἔστι, πνικτόν. Τοῦ γὰρ ἀλόγου ἡ ψυχὴ τὸ αἷμα τυγχάνει. εʹ. Ἐπεὶ οὖν τὰς θυσίας ἤμελλον ἐπιτελεῖν τὰς διὰ τῶν ἀλόγων, μονονουχὶ διδάσκει αὐτοὺς λέγων, ὅτι τὸ μὲν αἷμα ἐμοὶ ἀφώρισται, τὸ δὲ κρέας ὑμῖν. Ταῦτα δὲ ποιεῖ, ἄνωθεν προαναστέλλων αὐτῶν τὴν ὁρμὴν τὴν περὶ τὴν ἀνδροφονίαν. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, καὶ εὐλα βεστέρους αὐτοὺς ἐντεῦθεν ποιῆσαι βουλόμενος ταῦτα διατάττεται, ἄκουε τῶν ἑξῆς. Καὶ γὰρ τὸ ὑμέτερον αἷμα, φησὶ, τῶν ψυχῶν ὑμῶν, ἐκζητήσω αὐτὸ ἐκ χει ρὸς πάντων τῶν θηρίων, καὶ ἐκ χειρὸς ἀνθρώπου ἀδελφοῦ ἐκζητήσω τὴν ψυχὴν τοῦ ἀνθρώπου. Τί οὖν; ἡ ψυχὴ τοῦ ἀνθρώπου τὸ αἷμα τυγχάνει; Οὐ τοῦτο λέγει· μὴ γένοιτο· ἀλλὰ τῇ συνηθείᾳ τῇ ἀνθρωπίνῃ κέχρηται, ὡς ἄν τις εἴποι τινὶ, τὸ αἷμά σου βαστάζω ἐν ταῖς χερσί μου, ἀντὶ τοῦ, τὴν ἐξουσίαν ἔχω τῆς ἀναιρέσεώς σου. Ὅτι γὰρ οὐ τὸ αἷμά ἐστι τοῦ ἀνθρώπου ἡ ψυχὴ, ἄκουε τοῦ Χριστοῦ λέγοντος· Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀπο κτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι. Καὶ ὅρα τὴν διαφορὰν ὅσην ἐποιήσατο. Ὁ ἐκχέων, φησὶν, αἷμα ἀνθρώπου, ἀντὶ τοῦ αἵματος αὐτοῦ τὸ αὐτοῦ ἐκχυθήσεται, ὅτι ἐν εἰκόνι Θεοῦ ἐποίησα τὸν ἄνθρωπον. Ἐννόησόν μοι, ὅσον τὸν φόβον διὰ τοῦ ῥήματος ἐπετείχισεν. Εἰ καὶ τὸ ὁμογενὲς, φησὶ, μὴ γίνεταί σοι κώλυμα, οὐδὲ ἡ κοινωνία τῆς φύσεως ἀφίστησί σε τῆς κακῆς ἐπιχειρήσεως, ἀλλὰ καὶ τὴν συμ πάθειαν τὴν ἀδελφικὴν ἀπωσάμενος, ὅλος γίνῃ τοῦ μια ροῦ τούτου τολμήματος, ἐννόει ὅτι κατ᾽ εἰκόνα Θεοῦ δε δημιούργηται, καὶ ὅσης ἠξίωται παρὰ τοῦ Θεοῦ τῆς προεδρίας, καὶ ὅτι πάσης τῆς κτίσεως τὴν ἐξουσίαν ἀνα δέδεκται, καὶ παῦσαι τῆς μοχθηρᾶς γνώμης. Τί οὖν φη σιν; Ἐὰν μυρίους τις ἐργάσηται φόνους, καὶ τοσαῦτα αἵματα ἐκχέῃ, πῶς τὴν ἀξίαν δώῃ δίκην, τοῦ αἵματος αὐτοῦ μόνου ἐκχυθέντος; Μὴ τοῦτο λογίζου, ἄνθρωπε, ἀλλ᾽ ἐννόει ὅτι τοιοῦτον μετ᾽ οὐ πολὺ δέξεται σῶμα ἄφθαρτον, τὸ δυνάμενον διηνεκῆ καὶ αἰώνιον κόλασιν ὑπ έχειν. Κἀκεῖνο δὲ σκόπει, πῶς μετὰ ἀκριβείας διετά ξατο. Ἐπὶ μὲν γὰρ τοῦ ἀνθρώπου φησὶ, μὴ ἐκχέῃς αἷμα· ἐπὶ δὲ τῶν ἀλόγων οὐκ εἶπε, μὴ ἐκχέῃς, ἀλλὰ, Πλὴν κρέας ἐν αἵματι ψυχῆς οὐ φάγεσθε. Ἐκεῖ, μὴ ἐκχέῃς· ἐνταῦθα, μὴ φάγῃς. Εἶδες ὅσον τὸ ἀνεπαχθὲς ἔχουσιν αὐτοῦ αἱ νομοθεσίαι; πῶς κοῦφαι καὶ ῥᾴδιαι αἱ ἐντολαί; πῶς οὐδὲν βαρὺ οὐδὲ φορτικὸν ἐπιζητεῖ παρὰ τῆς ἡμετέρας φύσεως; Λέγουσι γάρ τινες βαρὺ καὶ γεῶδες καὶ νοσοποιὸν εἶναι τὸ τῶν ἀλόγων αἷμα. Ἀλλ᾽ ἡμεῖς μὴ δι᾽ ἐκεῖνον τὸν φιλοσοφώ τερον λόγον, ἀλλὰ διὰ τὴν τοῦ Δεσπότου νομοθεσίαν τὴν φυλακὴν ὀφείλομεν ἐκδείκνυσθαι. Εἶτα ἵνα μάθωμεν ἀκριβῶς τίνος ἕνεκεν τοσαύτην ταύτης τῆς ἐντολῆς τὴν ἀκρίβειαν ἐποιήσατο, καὶ ὅτι ἀναχαιτίζων τῶν ἀνθρώ πων τὴν φονικὴν γνώμην φησὶν, Ὑμεῖς δὲ αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατα κυριεύσατε αὐτῆς· οὐχ ἁπλῶς εἶπεν, Ὑμεῖς δὲ, ἀλλὰ μονονουχὶ λέγων, ὑμεῖς οἱ ὀλίγοι, οἱ εὐαρίθμητοι πᾶσαν τὴν γῆν πληρώσατε, καὶ κατακυριεύσατε αὐτῆς, τοῦτ᾽ ἔστι, τὴν ἀρχὴν ἔχετε, καὶ τὴν ἐξουσίαν, καὶ τὴν ἀπό λαυσιν. Ὅρα μοι Θεοῦ φιλανθρωπίαν, πῶς πρότερον με γάλας τὰς εὐεργεσίας δωρούμενος, τότε καὶ νόμον καὶ ἐντολὴν δίδωσι. Καὶ καθάπερ ἐπὶ τοῦ Ἀδὰμ, μετὰ τὸ ἐγκατοικῆσαι ἐν τῷ παραδείσῳ, καὶ τὴν τοσαύτην ἀπό λαυσιν χαρίσασθαι, τότε τὴν ἀποχὴν τοῦ ξύλου ἐνετεί λατο· οὕτω καὶ ἐνταῦθα μετὰ τὸ ὑποσχέσθαι μηκέτι τοι αύτην ἐπάξειν πανωλεθρίαν, μηδὲ ἀγανάκτησιν τοιαύτην ἐπιδείξασθαι, ἀλλὰ ἀκίνητα μέχρι τῆς συντελείας ἐᾷν ἅπαντα τὰ στοιχεῖα διαμένειν, ἕκαστον τὸν οἰκεῖον δρό μον καὶ τὴν οἰκείαν τάξιν ἀποπληροῦντα, καὶ εὐλογίας αὐτοὺς ἀξιῶσαι, καὶ τὴν ἀρχαίαν ἐξουσίαν δωρήσασθαι τὴν κατὰ τῶν ἀλόγων ἁπάντων, καὶ τῆς κρεωφαγίας τὴν ἄδειαν παρασχεῖν, τότε φησὶ, Πλὴν κρέας ἐν αἵματι ψυχῆς οὐ φάγεσθε. Εἶδες πῶς πρότερον εὐεργετεῖ καὶ τὴν φιλοτιμίαν ἄφατον ἐπιδείκνυται, καὶ τότε ἐπιτάττει; καίτοι γε ἐπ᾽ ἀνθρώπων οὐκ ἄν ποτε τοῦτο γένοιτο. Οἱ γὰρ ἄνθρωποι πρότερον βούλονται τὰ παρ᾽ ἑαυτῶν ἐπι ταττόμενα εἰς ἔργον ἐκβῆναι, καὶ πολλὴν ἐπιδείξασθαι τὴν εὔνοιαν τοὺς τὰ ἐπιτάγματα δεχομένους, καὶ τὴν τούτων ἐκπλήρωσιν ποιουμένους, καὶ τότε ἄρα ἀμείβεσ θαι τοὺς πολλὴν τὴν ὑπακοὴν ἐπιδειξαμένους. Ἐπὶ δὲ τοῦ κοινοῦ πάντων Δεσπότου τὸ ἐναντίον· πρότερον εὐεργετεῖ καὶ τῷ πλήθει τῶν εὐεργεσιῶν ἐφέλκεται τὴν ἡμετέραν φύσιν, καὶ τότε κοῦφα καὶ ῥᾴδια ἐπιτάττει, ἵνα καὶ τῇ εὐκολίᾳ τῶν ἐπιταγμάτων καὶ ταῖς παραλα βούσαις εὐεργεσίαις διεγηγερμένοι, πρὸς τὴν τούτων ἐπειχθῶμεν ἐκπλήρωσιν. Μὴ τοίνυν ῥᾳθυμῶμεν, ἀγαπητοὶ, μηδὲ ὀκνηρότεροι γινώμεθα περὶ τὴν ὑπακοὴν τῶν ἐπιταχθέντων, καὶ τὰς παραλαβούσας εὐεργεσίας λογιζόμενοι, καὶ τῶν ἐπιτα γμάτων τὴν εὐκολίαν, καὶ τῶν ἐπαγγελιῶν τῶν μετὰ τὴν ἐκπλήρωσιν ἡμῖν τεταμιευμένων τὸ μέγεθος· ἀλλὰ νή φωμεν καὶ περὶ τὴν ἐργασίαν σπεύδωμεν τῶν παρὰ τοῦ Θεοῦ δεδομένων ἡμῖν ἐντολῶν, καὶ τὰς ὁδοὺς, ἃς ἐχαρί σατο τῇ ἡμετέρᾳ φύσει πρὸς τὴν τῶν ψυχῶν ἡμῶν συν τελούσας σωτηρίαν, μὴ ἀποπεμψώμεθα, ἀλλὰ τῷ ὑπο λειπομένῳ τῆς ζωῆς ἡμῶν χρόνῳ εἰς δέον χρησάμενοι, καὶ τὰ ἡμαρτημένα ἀπονιψώμεθα, καὶ πολλὴν ἑαυτοῖς τὴν παῤῥησίαν προαποθώμεθα, καὶ μάλιστα νῦν, ὡς ἔτι ἐνέστηκε τὸ λειπόμενον τῆς ἁγίας τεσσαρακοστῆς μέρος. ϛʹ. Οὐδὲ γὰρ ὀλίγος ἐστὶν ὁ τῶν ἡμερῶν ἀριθμὸς ὁ ὑπολειπόμενος, εἰ βουληθείημεν μικρὸν ἀνανῆψαι. Τοῦτο δὲ εἶπον, οὐκ ἐπειδὴ τοσούτου χρόνου μόνον δεῖται τῶν ἡμαρτημένων ἡμῖν ἡ διόρθωσις, ἀλλ᾽ ἐπειδὴ Δεσπότην ἔχομεν φιλάνθρωπον καὶ ἥμερον, καὶ οὐ δεῖται χρόνου πολλοῦ· μόνον ἐὰν μετὰ πολλῆς τῆς θερμότητος καὶ τῆς νήψεως αὐτῷ προσίωμεν, ἀποστήσαντες ἑαυτοὺς τῶν βεβιωμένων ἁπάντων, καὶ προσηλώσαντες τῇ ἄνωθεν ῥοπῇ. Καὶ γὰρ οἱ Νινευῖται τοσούτῳ πλήθει ἁμαρτιῶν βεβαρημένοι, ἐπειδὴ πολλῇ καὶ ἀκριβεῖ τῇ μετανοίᾳ ἐχρή σαντο, οὐκ ἐδεήθησαν πλέον ἢ τριῶν ἡμερῶν πρὸς τὸ ἐκκαλέσασθαι τοῦ Θεοῦ τὴν ἀγαθότητα, καὶ τὴν κατ᾽ αὐτῶν ἐξενεχθεῖσαν ἀπόφασιν ἄκυρον ἀποφῆναι. Καὶ τί λέγω, οἱ Νινευῖται; Ὁ λῃστὴς ὁ ἐπὶ τοῦ σταυροῦ οὐδὲ μιᾶς ἡμέρας ἐδεήθη. Καὶ τί λέγω μιᾶς ἡμέρας; Οὐδὲ βραχείας ὥρας. Τοσαύτη ἐστὶν ἡ περὶ ἡμᾶς τοῦ Θεοῦ φιλανθρωπία. Ἐπειδὰν γὰρ ἴδῃ τὸν τόνον τῆς ἡμετέρας γνώμης, καὶ πόθῳ ζέοντι προσιόντας ἡμᾶς, οὐ μέλλει, οὐδὲ ἀναβάλλεται· ἀλλὰ ταχεῖαν παρέχει τὴν παρ᾽ ἑαυ τοῦ φιλοτιμίαν, καὶ λέγει· Ἔτι λαλοῦντός σου ἐρῶ· Ἰδοὺ πάρειμι. Ἂν τοίνυν βουληθῶμεν καὶ ἡμεῖς ἐν ταῖς ὀλίγαις ἡμέραις ταύταις σπουδήν τινα ἐπιδείξασθαι, καὶ τῇ συμ μαχίᾳ τῇ ἀπὸ τῆς νηστείας εἰς δέον χρήσασθαι, καὶ τὴν ῥᾳθυμίαν ἀποτιναξάμενοι, εὐχὰς ἐκτενεῖς ποιήσασθαι πρὸς τὸν Δεσπότην, δάκρυα θερμὰ προχέειν, κατηγορεῖν συνεχῶς τῶν ἡμῖν πεπλημμελημένων, προτιθέναι καθά περ ἰατρῷ τὰ ἡμέτερα τραύματα, καὶ τὰ τῆς ψυχῆς ἕλκη δεικνύναι, καὶ τὴν παρ᾽ αὐτοῦ ἰατρείαν ἐπιζητεῖν, καὶ τὰ ἄλλα τὰ παρ᾽ ἑαυτῶν εἰσφέρειν, συντριβὴν δια νοίας, κατάνυξιν ἀκριβῆ, ἐλεημοσύνην δαψιλῆ, τὰ λοιπὰ πάθη τὰ διαταράττοντα ἡμῶν τὸν λογισμὸν χαλινοῦν, καὶ ἐξορίζειν τῆς ἡμετέρας ψυχῆς, καὶ μήτε ὑπὸ τῆς τῶν χρημάτων ἐπιθυμίας πολιορκεῖσθαι, μήτε μνησικα κεῖν πρὸς τοὺς πλησίον, καὶ ἐχθρωδῶς διακεῖσθαι πρὸς τοὺς ὁμογενεῖς. Οὐδὲν γὰρ, οὐδὲν οὕτως ὁ Θεὸς μισεῖ καὶ ἀποστρέφεται, ὡς τὸν μνησικακοῦντα ἄνθρωπον καὶ τὴν ἔχθραν τὴν πρὸς τὸν πλησίον ἐπὶ τῆς ψυχῆς διηνε κῶς φυλάττοντα. Τοσαύτη γὰρ ταύτης ἐστὶ τῆς ἁμαρ τίας ἡ λύμη, ὅτι καὶ φιλανθρωπίαν Θεοῦ ἀνεκαλέσατο. Καὶ ἵνα μάθητε, ὑπομνῆσαι ὑμᾶς βούλομαι τῆς παραβο λῆς τῆς ἐν τῷ Εὐαγγελίῳ κειμένης, ὅπως ἐκεῖνος ὁ τῶν μυρίων ταλάντων τὴν συγχώρησιν δεξάμενος παρὰ τοῦ δεσπότου, ἐπειδὴ προσέπεσε, καὶ ἐδεήθη, καὶ ἱκέτευσε. Σπλαγχνισθεὶς γὰρ, φησὶν, ὁ κύριος αὐτοῦ ἀπέλυσεν αὐτὸν, καὶ τὸ δάνειον συνεχώρησεν αὐτῷ. Εἶδες εὐσπλαγχνίαν δεσπότου; Ἐκεῖνος προσέπιπτεν ἱκετεύων προθεσμίαν αὐτῷ δοθῆναι. Μακροθύμησον γὰρ ἐπ᾽ ἐμοὶ, φησὶ, καὶ πάντα σοι ἀποδώσω. Ἀλλ᾽ ὁ ἀγαθὸς δεσπότης, ὁ κηδεμὼν καὶ φιλάνθρωπος, ἐπικαμφθεὶς τῷ ἱκέτῃ, οὐχ ὅσον ᾔτησε, τοσοῦτον παρέσχεν, ἀλλ᾽ ὅσον οὐδὲ ἐνενόησε. Τοιοῦτον γὰρ αὐτῷ ἔθος ἀεὶ νικᾷν καὶ προφθάνειν τὰς ἡμετέρας αἰτήσεις. Ἐκείνου τοίνυν ἐνδοθῆναι παρακαλέσαντος, καὶ ὑποσχομένου πᾶσαν ποιήσασθαι τὴν ἔκτισιν, ὁ ἀγαθότητι νικῶν τὰ ἡμέτερα πλημμελήματα, σπλαγχνισθεὶς λοιπὸν ἀπέλυσεν αὐτὸν, καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ. Εἶδες τί μὲν ὁ δοῦλος ᾐτή σατο, ὅσον δὲ ὁ δεσπότης ἐχαρίσατο; Ὅρα πάλιν αὐτοῦ τούτου τὴν ἀπόνοιαν. Δέον γὰρ κατὰ τὴν τοσαύτην φιλ ανθρωπίαν καὶ τὴν ἄφατον εὐεργεσίαν τὴν εἰς αὐτὸν γε γενημένην συμπαθέστατον αὐτὸν καταστῆναι περὶ τοὺς ὁμογενεῖς, ὁ δὲ τὸ ἐναντίον ἐπιδείκνυται. Ἐξελθὼν γὰρ, φησὶν, οὗτος αὐτὸς, ὁ τῶν μυρίων ταλάντων τὴν συγχώ ρησιν δεξάμενος. Ἀκούετε, παρακαλῶ, μετὰ ἀκριβείας· τὰ γὰρ τούτῳ συμβάντα ἱκανὰ καθικέσθαι τῆς ἡμετέρας ψυχῆς, καὶ πεῖσαι τὸ χαλεπὸν τοῦτο νόσημα ἐξορίσαι τῆς διανοίας τῆς ἡμετέρας. Οὗτος τοίνυν ἐξελθὼν εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ, ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια. Σκόπει πόσον τὸ μέσον. Ὧδε σύνδουλος ὁ ὀφεί λων ἑκατὸν δηνάρια, ἐκεῖ δεσπότης ὁ ἀπαιτῶν, καὶ μύρια ἦν τάλαντα· καὶ ὅμως ἐπειδὴ εἶδεν ἱκετεύοντα καὶ πα ρακαλοῦντα, συνεχώρησεν· οὗτος δὲ Κρατήσας αὐτὸν ἔπνιγε, λέγων· Ἀπόδος μοι εἴ τι ὀφείλεις. Τί οὖν; Πεσὼν, φησὶν, ὁ σύνδουλος αὐτοῦ. Ὅρα πῶς συνεχῶς στρέφει τὸ ῥῆμα τοῦτο ὁ εὐαγγελιστὴς, Ὁ σύνδουλος αὐτοῦ, οὐχ ἁπλῶς, ἀλλ᾽ ἵνα μάθωμεν, ὅτι οὐδὲν μεταξὺ αὐτῶν τὸ μέσον. Καὶ ὅμως τὴν αὐτὴν ἱκετηρίαν πρὸς αὐτὸν ἐποιήσατο, ἣν καὶ οὗτος πρὸς τὸν δεσπότην, λέγων· Μακροθύμησον ἐπ᾽ ἐμοὶ, καὶ πάντα σοι ἀποδώσω. Ὁ δὲ, φησὶν, ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς τὴν φυλακὴν, ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον αὐτῷ. Ὢ τῆς ἀγνω μοσύνης ὑπερβολή! ἔναυλον ἔχων τὴν μνήμην τῆς τοσ αύτης γενομένης φιλοτιμίας, οὐδὲ οὕτως ἠνέσχετο συμ παθές τι λογίσασθαι· ἀλλὰ πρότερον μὲν ἔπνιγε, νῦν δὲ καὶ εἰς δεσμωτήριον ἐνέβαλεν. ζʹ. Ἀλλ᾽ ὅρα τί γίνεται. Ἰδόντες δὲ, φησὶν, οἱ σύνδου λοι αὐτοῦ ἐλυπήθησαν· καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ αὐτῶν πάντα τὰ γινόμενα. Οὐκ ἐκεῖνος ὁ πεπονθὼς, (πῶς γὰρ, καθειργμένος ἐν τῷ δεσμωτηρίῳ;) ἀλλ᾽ οἱ σύνδουλοι, οἱ μηδὲν ἠδικημένοι, ὡς ἀδικηθέντες, οὕτως ἠνιάθησαν, καὶ ἐλθόντες ἅπαντα ἐμήνυσαν. Ἀλλ᾽ ὅρα τοῦ δεσπότου λοιπὸν τὴν ἀγανάκτησιν. Τότε προσκα λεσάμενος αὐτὸν, φησὶ, λέγει· Δοῦλε πονηρέ. Ἀλη θῶς ἐντεῦθέν ἐστιν ἰδεῖν ὅσος τῆς μνησικακίας ὁ ὄλε θρος. Ἡνίκα γὰρ τὰ μύρια τάλαντα ἐμεθόδευεν, οὐκ ἐκάλεσεν αὐτὸν πονηρὸν, ἀλλὰ νῦν, ὅτε περὶ τὸν σύνδου λον γέγονεν ἀπηνής. Πονηρὲ δοῦλε, φησὶ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με. Ὅρα πῶς δείκνυσιν αὐτοῦ τῆς κακίας τὴν ὑπερβολήν. Μὴ γὰρ πλέον τι ἐπεδείξω; φησίν. Οὐχὶ ῥήματα ψιλὰ ἐποιήσω, καὶ δεξάμενός σου τὴν ἱκεσίαν, πᾶσαν ἐκείνην τὴν μεγάλην καὶ ἀπόῤῥητον ὀφειλὴν συνεχώρησα; Οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς καὶ ἐγώ σε ἠλέησα; Ποίας ἂν εἴης ἄξιος συγγνώμης, εἰ ἐγὼ μὲν ὁ δεσπότης σου τοσοῦτον ὄγκον ὀφειλημάτων διὰ τὰ ψιλὰ ἐκεῖνα ῥήματα συνεχώρησα, σὺ δὲ τὸν σύν δουλόν σου τὸν ὁμογενῆ οὐκ ἠλέησας, οὐδὲ ἐπεκάμφθης, οὐδὲ εἰς μνήμην ἐλθὼν τῶν ὑπαρξάντων σοι παρ᾽ ἐμοῦ, ἐπεδείξω τινὰ περὶ αὐτὸν συμπάθειαν, ἀλλ᾽ ἀνελεὴς ἐγέ νου καὶ ὠμὸς, καὶ ἐλεῆσαι τὸν σύνδουλόν σου οὐκ ἠθέλη σας; Διὰ τοῦτο ἐνταῦθα μαθήσῃ διὰ τῆς πείρας ὅσων κακῶν ἑαυτῷ αἴτιος κατέστης. Καὶ ὀργισθεὶς ὁ κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς. Ὅρα καὶ νῦν αὐτὸν ὀργιζόμενον διὰ τὴν εἰς τὸν σύνδουλον ἀπανθρωπίαν, καὶ τοῖς βασανισταῖς παραδιδόντα· καὶ ὅπερ πρότερον οὐκ ἐποίησεν, ἡνίκα τοσούτοις τοῖς ὀφει λήμασιν ὑπεύθυνος ἦν, νῦν κελεύει γίνεσθαι. Παρ έδωκε γὰρ αὐτὸν τοῖς βασανισταῖς, ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον· ἕως οὗ, φησὶ, τὰ μύρια τάλαντα, ὧν τὴν συγχώρησιν ἤδη λαβὼν ἀπῆλθε, ταῦτα καταβάλλῃ. Μεγίστη καὶ ἄφατος ἡ τοῦ Θεοῦ φιλανθρωπία· ἡνίκα μὲν γὰρ αὐτὸς ἐμεθόδευεν ἐπει δὴ τὴν ἱκεσίαν ἐποιήσατο, συνεχώρησεν· ἐπειδὴ δὲ εἶδεν αὐτὸν περὶ τὸν σύνδουλον ὠμὸν καὶ ἀπάνθρω πον γεγονότα, τότε λοιπὸν τὴν οἰκείαν ἀνακαλεῖται φιλοτιμίαν, δεικνὺς αὐτῷ διὰ τῶν πραγμάτων αὐτῶν, ὡς οὐ τοσοῦτον ἐκεῖνον ἠδίκησεν, ὅσον ἑαυτόν. Καὶ καθάπερ ἐκεῖνος εἰς φυλακὴν ἔβαλεν, ἕως οὗ ἀποδῷ τὸ ὀφειλόμενον, οὕτω καὶ αὐτὸς τοῖς βασανισταῖς παρα δέδωκεν, ἕως οὗ ἅπασαν καταθῇ τὴν ὀφειλήν. Ταῦτα δὲ οὐ περὶ ταλάντων καὶ περὶ δηναρίων ἁπλῶς εἴρηκεν, ἀλλὰ περὶ ἁμαρτίας ὁ λόγος καὶ μεγέθους πλημμελη μάτων, ἵνα μάθωμεν ὅτι ἡμεῖς μὲν μυρίων πλημμελη μάτων δίκας ὀφείλοντες τῷ Δεσπότῃ, διὰ τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν συγχώρησιν παρ᾽ αὐτοῦ δεχόμεθα. Ἐὰν δὲ περὶ τοὺς ὁμοδούλους καὶ τοὺς ὁμογενεῖς, καὶ τοὺς τῆς αὐτῆς ἡμῖν φύσεως κοινωνοῦντας ὠμοὶ καὶ ἀπάνθρωποι γενώμεθα, καὶ τὰ εἰς ἡμᾶς πλημμελούμενα μὴ διαλύσωμεν, ἀλλ᾽ ὑπὲρ τῶν εὐτελῶν τούτων πονη ρευώμεθα (ὅσον γὰρ ἑκατὸν δηνάρια πρὸς μύρια τά λαντα, τοσοῦτον τὸ μέσον τῶν ἡμετέρων πρὸς τὸν Δε σπότην πλημμελημάτων, καὶ τῶν εἰς ἡμᾶς γινομένων παρὰ τῶν ὁμογενῶν), τότε καὶ τὴν ἀγανάκτησιν ἐπι σπασόμεθα τοῦ Δεσπότου, καὶ ὧν πρότερον τὴν συγχώ ρησιν ἐδεξάμεθα, τούτων πάλιν τὴν ὀφείλησιν μετὰ βασάνων ἀπαιτεῖσθαι κελευόμεθα. Ἵνα γὰρ μάθωμεν ἀκριβῶς ὅτι πρὸς ὠφέλειαν τῶν ψυχῶν τῶν ἡμετέρων τὴν παραβολὴν ταύτην παρήγαγεν ὁ Δεσπότης, ἄκουε τοῦ ἐπαγομένου· Οὕτω καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ποιήσει ὑμῖν, φησὶν, ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν τὰ παραπτώ ματα αὐτῶν. Μέγα τῆς παραβολῆς τὸ κέρδος, μόνον ἐὰν προσέχειν βουλώμεθα. Τί γὰρ τοσοῦτον ἀφεῖναι δυνάμεθα, ὅσον ἀφίεται ἡμῖν παρὰ τοῦ Δεσπότου; Καὶ ἡμεῖς μὲν ἐὰν τοῦτο βουληθῶμεν, ὁμοδούλοις ἀφίεμεν· αὐτοὶ δὲ παρὰ τοῦ Δεσπότου τὴν συγχώρησιν δεχόμεθα. Καὶ ὅρα καὶ τὴν ἀκρίβειαν τῶν εἰρημένων. Οὐ γὰρ εἶπεν ἁπλῶς, ἐὰν μὴ ἀφῆτε τοῖς ἀνθρώποις τὰ ἡμαρτημένα, ἀλλὰ τί; Ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν τὰ παραπτώματα αὐτῶν. Σκόπει πῶς βούλεται αὐτὴν ἡμῶν τὴν καρδίαν ἐν γα λήνῃ καὶ ἡσυχίᾳ τυγχάνειν, καὶ τὸν λογισμὸν ἡμῶν ἀτάραχον, καὶ παντὸς ἀπηλλάχθαι πάθους, καὶ πολλὴν τὴν πρὸς τοὺς πλησίον ἡμᾶς ἐπιδείκνυσθαι τὴν φιλαγα θωσύνην. Καὶ ἀλλαχοῦ δὲ πάλιν ἔστιν αὐτοῦ ἀκοῦσαι λέγοντος· Ἐὰν γὰρ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παρα πτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος. Μὴ τοίνυν νομίσωμεν ἕτερον εὐεργετεῖν, ὅταν τοῦτο ποιῶμεν, ἢ μεγάλην τινὰ εἰς ἐκεῖνον κατατί θεσθαι χάριν. Αὐτοὶ γάρ ἐσμεν οἱ τῆς εὐεργεσίας ἀπο λαύοντες, καὶ πολὺ τὸ κέρδος ἑαυτοῖς ἐντεῦθεν προξε νοῦντες· ὥσπερ ἐὰν μὴ τοῦτο ποιῶμεν, πάλιν ἐκείνου· μὲν οὐδ᾽ ὅλως ἀδικῆσαί τι δυνησόμεθα, ἑαυτοῖς δὲ τὴν ἀφόρητον τῆς γεέννης κόλασιν προευτρεπίζομεν. Διὸ, παρακαλῶ, ταῦτα λογιζόμενοι μηδέποτε ἀνεχώμεθα τοῖς λελυπηκόσιν ἡμᾶς, ἢ ἑτέρως πως ἀδικήσασι μνη σικακεῖν, ἢ ἐχθρωδῶς πρὸς αὐτοὺς διακεῖσθαι· ἀλλ᾽ ἐν νοοῦντες ὅσης ἡμῖν εὐεργεσίας πρόξενοι καὶ παῤῥησίας παρὰ τῷ Δεσπότῃ γίνονται, καὶ πρὸ πάντων ὅτι δαπάνη τυγχάνει τῶν ἡμετέρων ἁμαρτημάτων ἡ πρὸς τοὺς λυ πήσαντας καταλλαγὴ, σπεύδωμεν καὶ ἐπειγώμεθα, καὶ τὸ ἐκ τούτου κέρδος ἐννοοῦντες τοσαύτην ἐπιδειξώμεθα περὶ τοὺς ἠδικηκότας θεραπείαν, ὡσανεὶ πρὸς εὐερ γέτας ἀληθῶς. Ἐὰν γὰρ νήφωμεν, οὐχ οὕτως οἱ γνη σίως περὶ ἡμᾶς διακείμενοι καὶ παντὶ τρόπῳ θερα πεύειν σπουδάζοντες ὠφελῆσαι ἡμᾶς δυνήσονται, ὡς ἡ περὶ τούτους θεραπεία, ἀξίους ἡμᾶς τῆς ἄνωθεν εὐ νοίας ἀπεργαζομένη, καὶ τοῦ φορτίου τῶν ἡμαρτημέ νων ἡμῖν ἐπικουφίζουσα. ηʹ. Ἐννόησον γάρ μοι, ἀγαπητὲ, ὅσον τῆς ἀρετῆς τὸ μέγεθος ταύτης ἀπὸ τῶν ἐπάθλων, ὧν ἐπηγγείλατο τοῖς ταύτην κατωρθωκόσιν ὁ τῶν ὅλων Θεός. Εἰπὼν γὰρ, Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, εὐλογεῖτε τοὺς διώ κοντας ὑμᾶς, εὔχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς· ἐπειδὴ μεγάλα ἦν τὰ ἐπιτάγματα καὶ τῆς ἄκρας ἁπτό μενα κορυφῆς, φησίν· Ὅπως γένησθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Εἶδες κατὰ δύνα μιν ἀνθρωπίνην τίνι παρόμοιος γίνεται ὁ μὴ μόνον μὴ ἀμυνόμενος τοὺς λελυπηκότας, ἀλλὰ καὶ προσεύχεσθαι ὑπὲρ αὐτῶν σπουδάζων; Μὴ τοίνυν ἀποστερῶμεν ἑαυ τοὺς διὰ ῥᾳθυμίαν τοιούτων δωρεῶν καὶ τῶν ἐπάθλων τῶν πάντα λόγον ὑπερβαινόντων, ἀλλὰ παντὶ τρόπῳ τοῦτο κατορθῶσαι σπουδάζωμεν, καὶ βιασάμενοι τὸν λογισμὸν παιδεύσωμεν εἴκειν τῷ τοῦ Θεοῦ ἐπιτάγματι. Διὰ γὰρ τοῦτο κἀγὼ νῦν ἐποιησάμην ταύτην τὴν παραίνεσιν, καὶ τὴν παραβολὴν εἰς μέσον ἤγαγον, καὶ τοῦ κατορ θώματος ἔδειξα τὸ μέγεθος, καὶ ὅσον ἡμῖν ἐκ τούτου κέρδος γίνεται, ἵνα, ὡς ἔτι καιρὸς, ἕκαστος ἡμῶν, εἴ τινα ἔχοι ἐχθρωδῶς πρὸς αὐτὸν διακείμενον, σπουδὴν ποιήση ται διὰ τῆς πολλῆς θεραπείας καταλλάξαι αὐτὸν ἑαυτῷ. Καὶ μή μοι λεγέτω τις, ὅτι καὶ ἅπαξ καὶ δεύτερον παρ εκάλεσα, καὶ οὐ προσήκατο· εἰ ἀπὸ εἰλικρινείας τοῦτο πράττωμεν, μὴ πρότερον παυσώμεθα, μέχρις ἂν τῇ πολλῇ προσεδρίᾳ νικήσαντες, ἐφελκυσώμεθα αὐτὸν, καὶ ἀποστήσωμεν τῆς πρὸς ἡμᾶς ἀπεχθείας. Μὴ γὰρ ἐκείνῳ τι χαριζόμεθα; Εἰς ἡμᾶς διαβαίνει τὰ τῆς εὐ εργεσίας· τοῦ Θεοῦ τὴν εὔνοιαν ἐπισπώμεθα, τῶν ἁμαρτημάτων τὴν συγχώρησιν ἑαυτοῖς προαποτιθέμεθα, παῤῥησίαν πολλὴν πρὸς τὸν Δεσπότην ἐκ τούτου λαμ βάνομεν. Ἂν τοῦτο κατορθώσωμεν, δυνησόμεθα μετὰ καθαροῦ συνειδότος καὶ τῇ ἱερᾷ ταύτῃ καὶ φρικτῇ τρα πέζῃ προσελθεῖν, καὶ τὰ ῥήματα ἐκεῖνα τὰ τῇ εὐχῇ συνεζευγμένα μετὰ παῤῥησίας φθέγξασθαι. Ἴσασιν οἱ μεμυημένοι τὸ λεγόμενον. Διὸ τῷ ἑκάστου συνειδότι καταλιμπάνω εἰδέναι, πῶς μὲν κατωρθωκότες τὴν ἐν τολὴν μετὰ παῤῥησίας προέσθαι ταῦτα δυνάμεθα κατὰ τὸν καιρὸν ἐκεῖνον τὸν φοβερόν. Εἰ δὲ ῥᾳθυμήσαιμεν, πόσης ἡμῖν οὐκ ἂν γένοιτο κατακρίσεως αἴτιον ἐναντία τοῖς ῥήμασι διαπραττομένοις, τολμᾷν ἁπλῶς καὶ εἰκῆ προφέρειν τὰ τῆς εὐχῆς ῥήματα, καὶ μεῖζον ἑαυτοῖς ἐπισωρεύειν τὸ πῦρ, καὶ τὴν ἀγανάκτησιν ἐκκαλεῖσθαι τοῦ Δεσπότου; Χαίρω καὶ εὐφραίνομαι ὁρῶν ὑμᾶς μεθ᾽ ἡδονῆς ἀκούοντας τὰ λεγόμενα, καὶ διὰ τοῦ κρότου δεικνύντας, ὅτι ἕτοιμοι γενέσθαι σπουδάζετε, καὶ εἰς ἔργον ἀγαγεῖν τὴν δεσποτικὴν ταύτην παραίνεσιν. Τοῦτο γάρ ἐστι τὸ ἰατρεῖον τῶν ἡμετέρων ψυχῶν, τοῦτο φάρ μακον τοῖς ἡμετέροις τραύμασιν, αὕτη ἀρίστη ὁδὸς τῆς πρὸς τὸν Θεὸν εὐαρεστήσεως, τοῦτο μέγιστον δεῖγμα φιλοθέου ψυχῆς, τὸ διὰ τὸν τοῦ Δεσπότου νόμον πάντα καταδέχεσθαι, καὶ μὴ ὑποσύρεσθαι ὑπὸ τῆς τῶν λογι σμῶν ἀσθενείας, ἀλλ᾽ ἀνωτέρους γίνεσθαι τῶν παθῶν, ἐννοοῦντας τὰς ἐφ᾽ ἑκάστης ἡμέρας παρὰ τοῦ Θεοῦ εἰς ἡμᾶς εὐεργεσίας γεγενημένας. Καὶ ὅσῳπερ ἂν ἐπι δειξώμεθα, οὐδὲ τὸ πολλοστὸν φθάσαι μέρος δυνησόμεθα τῶν τε ἤδη παρασχεθέντων ἡμῖν, τῶν τε καθ᾽ ἑκάστην ἡμέραν εἰς ἡμᾶς γινομένων, καὶ τῶν τεταμιευμένων ἡμῖν ἀγαθῶν, εἰ βουληθείημεν εἰς ἔργον ἀγαγεῖν τὰ παρ᾽ αὐτοῦ προστεταγμένα. Ἕκαστος τοίνυν ἐντεῦθεν ἐξιὼν, ἔργον τοῦτο ποιησάσθω, καὶ ὡς ἐπὶ θησαυρὸν μέγιστον σπευδέτω, καὶ μηδὲ τὸ τυχὸν ἀναβαλλέσθω. Κἂν καμεῖν δέῃ, κἂν ζητῆσαι, κἂν μακρὰν ὁδὸν ἀπελ θεῖν, κἂν δυσκολίαι τινὲς ὦσι, πάντα ταῦτα τὰ κωλύ ματα ἀνέλωμεν. Ἑνὸς μόνου γινώμεθα, πῶς τὸ παρὰ τοῦ Δεσπότου ἐπιταχθὲν εἰς ἔργον ἀγαγεῖν δυνηθῶμεν, καὶ τῆς ὑπακοῆς τὸν μισθὸν κομίσασθαι. Μὴ γὰρ οὐκ οἶδα ὅτι βαρὺ καὶ ἐπαχθὲς φαίνεται τὸ πρὸς τὸν ἐχθρω δῶς διακείμενον καὶ πολεμίως ἀπελθεῖν καὶ στῆναι καὶ διαλεχθῆναι; Ἀλλ᾽ ἐὰν ἐννοήσῃς τοῦ ἐπαγγέλματος τὸ ἀξίωμα, καὶ τῆς ἀμοιβῆς τὸ μέγεθος, καὶ ὅτι οὐκ εἰς ἐκεῖνον, ἀλλ᾽ εἰς σὲ ἀνατρέχει τὰ τῆς εὐεργεσίας, πάντα σοι κοῦφα καὶ ῥᾴδια φανεῖται. Ταῦτα τοίνυν στρέφοντες ἐν τοῖς λογισμοῖς τοῖς ἡμετέροις, περιγινώμεθα τῆς συνηθείας, καὶ εὐσεβεῖ λογισμῷ τῶν ἐπιταγμάτων τοῦ Χριστοῦ πληρωταὶ γινώμεθα, ἵνα καὶ τῶν παρ᾽ αὐτοῦ ἀμοιβῶν ἀξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τῆς αὐ τοῦ ἀγαθότητος, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν
ΟΜΙΛΙΑ ΚΗʹ.
Καὶ εἶπεν ὁ Θεὸς τῷ Νῶε, καὶ τοῖς υἱοῖς αὐτοῦ μετ᾽ αὐτοῦ, λέγων· Καὶ ἰδοὺ ἐγὼ ἀνίστημι τὴν διαθήκην μου ὑμῖν, καὶ τῷ σπέρματι ὑμῶν μεθ᾽ ὑμᾶς, καὶ πάσῃ ψυχῇ ζώσῃ μεθ᾽ ὑμῶν, ἀπό τε ὀρνέων καὶ ἀπὸ κτηνῶν, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς.αʹ. Τὴν εὐλογίαν εἰς τὸ μέσον προθέντες χθὲς, ἧς ὁ Νῶε ἠξιώθη παρὰ τοῦ Δεσπότου μετὰ τὴν ἔξοδον τὴν ἀπὸ τῆς κιβωτοῦ θυσιαστήριον οἰκοδομήσας, καὶ τὰς εὐχα ριστηρίους θυσίας ἀναγαγὼν, καὶ τὴν οἰκείαν εὐγνω μοσύνην ἐπιδειξάμενος, οὐκ ἰσχύσαμεν περαιτέρω προ ελθεῖν, καὶ παντὶ ἐπεξελθεῖν τῷ ἀναγνώσματι, καὶ δεῖξαι τοῦ φιλανθρώπου Θεοῦ τὴν συγκατάβασιν καὶ τὴν κηδεμονίαν, ἣν περὶ τὸν δίκαιον ἐπεδείξατο. Ἐπειδὴ γὰρ εἰς πολὺ μῆκος ἡμῖν ὁ λόγος ἐξετάθη, ταχέως αὐ τὸν συνεστείλαμεν, ὥστε μὴ τῷ πλήθει καταχῶσαι τὴν μνήμην ὑμῶν, μηδὲ τοῖς μετὰ ταῦτα λεγομένοις λυμή νασθαι τοῖς ἤδη ῥηθεῖσιν. Οὐδὲ γὰρ τοῦτο ἁπλῶς ἐσπου δάσαμεν μόνον, τὸ πολλὰ εἰπεῖν, ἀλλὰ τοσαῦτα βουλό μεθα λέγειν, ὅσα δυνατὸν καὶ ὑμᾶς τῇ μνήμῃ παρακα τασχεῖν, καὶ κερδάναντας ἐντεῦθεν ἀπελθεῖν. Εἰ γὰρ δὴ μέλλομεν καὶ ἡμεῖς πλείονα τοῦ δέοντος λέγειν, καὶ ὑμεῖς μηδὲν ἐκ τῶν λεγομένων καρποῦσθαι, τί τὸ ὄφε λος; Εἰδότες τοίνυν ὅτι διὰ τὴν ὠφέλειαν τὴν ὑμετέραν τοῦτον ἀνεδεξάμεθα τὸν κάματον, καὶ αὐταρκοῦσαν ἀμοιβὴν εἰληφέναι νομίζομεν, εἰ τὴν ὑμετέραν θεασοί μεθα προκοπὴν μετὰ ἀκριβείας κατέχουσαν τὰ λεγό μενα, καὶ ἐν τοῖς κόλποις τῆς ὑμετέρας διανοίας ἐν απόθεσθε συνεχῶς ταῦτα κινοῦντες καὶ ἀναμαρυκώμε νοι. Ἡ γὰρ μνήμη τῶν ἤδη ῥηθέντων παρασκευάσει μετὰ πλείονος εὐκολίας ὑμᾶς δέχεσθαι καὶ τὰ μέλλοντα ῥηθήσεσθαι, καὶ οὕτω τοῦ χρόνου προϊόντος καὶ ἑτέροις διδάσκαλοι γενήσεσθε. Τοῦτο γὰρ ἡμῶν ἡ πᾶσα ἀγρυ πνία καὶ ἡ σπουδὴ, ὥστε πάντας ὑμᾶς τελείους καὶ ἀπηρτισμένους γενέσθαι, καὶ μηδὲν ὑμᾶς λανθάνειν τῶν ἐν ταῖς θείαις Γραφαῖς κειμένων. Ἡ γὰρ τούτων γνῶ σις, εἰ βουληθείημεν νήφειν καὶ ἐγρηγορέναι, καὶ πρὸς τὴν ἀρίστην πολιτείαν τὰ μέγιστα ἡμῖν συμβαλεῖται, καὶ προθυμοτέρους ἐργάσεται πρὸς τοὺς τῆς ἀρετῆς πόνους. Ὅταν γὰρ παιδευθῶμεν ὅτι ἕκαστος τῶν δι καίων τῶν πολλὴν παῤῥησίαν πρὸς τὸν Θεὸν κτησαμέ νων, διὰ πειρασμῶν καὶ θλίψεων ὁδεύσας ἅπαντα τὸν βίον, καὶ πολλὴν τὴν ὑπομονὴν καὶ τὴν εὐχαριστίαν ἐπιδειξάμενος, οὕτω τῶν ἀμοιβῶν ἠξιώθη, πῶς οὐχὶ καὶ αὐτοὶ σπουδάσομεν τὴν αὐτὴν αὐτοῖς ὁδὸν ἐλθεῖν, ἵνα καὶ τῶν αὐτῶν αὐτοῖς τύχωμεν ἀμοιβῶν; Διὸ παρακαλῶ καθ᾽ ἑκάστην ἡμέραν προσθήκην τινὰ ἐργάζεσθαι, καὶ αὔξειν ὑμῶν τὴν κατὰ Θεὸν οἰκοδομὴν, καὶ τὰ μὲν ἤδη κατορθωθέντα μετὰ ἀσφαλείας καὶ πολλῆς τῆς φυλακῆς διατηρεῖν, τὰ δὲ λείποντα προστιθέναι, ἵνα οὕτως εἰς αὐτὴν τὴν κορυφὴν τῆς ἀρετῆς φθάσητε, εἰς καύχημα ἡμέτερον, εἰς οἰκοδομὴν τῆς Ἐκκλησίας, εἰς δόξαν Χρι στοῦ. Καὶ γὰρ ὁρῶν ὑμῶν τὸ ἀκόρεστον περὶ τὴν πνευ ματικὴν διδασκαλίαν, οὐ παύομαι καθ᾽ ἑκάστην ἡμέραν, καίτοι πενίαν πολλὴν ἐμαυτῷ συνειδὼς, τὴν ἑστίασιν ὑμῖν τὴν ἀπὸ τῶν θείων Γραφῶν παρατιθεὶς, καὶ ἅπερ ἂν ἡ τοῦ Θεοῦ χάρις διὰ τὴν οἰκείαν φιλαν θρωπίαν καὶ διὰ τὴν ὑμετέραν ὠφέλειαν χορηγήσῃ, ταῦ τα ταῖς ὑμετέραις ἀκοαῖς παρατιθέμενος. Φέρε οὖν καὶ σήμερον δείξωμεν ὑμῶν τῇ ἀγάπῃ τῆς τοῦ Θεοῦ φιλαν θρωπίας τὴν ὑπερβολὴν, ἣν περὶ τὴν ἀνθρωπίνην φύσιν ἐπιδείκνυται, αὐτὰ τὰ παρὰ τοῦ Θεοῦ ῥηθέντα τῷ Νῶε εἰς μέσον προτιθέντες. Καὶ εἶπεν ὁ Θεὸς τῷ Νῶε, καὶ τοῖς υἱοῖς αὐτοῦ. Μετὰ τὸ εὐλογῆσαι αὐτὸν καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ εἰπεῖν, Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ τὴν ἀρχὴν τὴν κατὰ τῶν ἀλόγων ἁπάντων ἐγχειρί σαι, καὶ τὴν ἐξουσίαν δοῦναι τοῦ, ὡς λάχανα χόρτου, οὕ τω τούτων ποιεῖσθαι τὴν μετάληψιν, καὶ ἐντείλασθαι ὥστε κρέα ἐν αἵματι μὴ φαγεῖν, κηδόμενος ἔτι καὶ τοῦ δικαίου καὶ τῶν μετὰ ταῦτα μελλόντων ἔσεσθαι, καὶ φι λοτιμούμενος ἀεὶ ταῖς εὐεργεσίαις τὴν ἡμετέραν φύσιν, προστίθησι πάλιν εὐεργεσίας μείζους καί φησι· Καὶ εἶ πεν ὁ Θεὸς τῷ Νῶε, καὶ τοῖς υἱοῖς αὐτοῦ μετ᾽ αὐ τοῦ, λέγων· Ἰδοὺ ἐγὼ ἀνιστῶ τὴν διαθήκην μου ὑμῖν, καὶ τῷ σπέρματι ὑμῶν μεθ᾽ ὑμᾶς, καὶ πάσῃ ψυχῇ ζώσῃ μεθ᾽ ὑμῶν, ἀπὸ ὀρνέων καὶ ἀπὸ κτηνῶν, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, ὅσα μεθ᾽ ὑμῶν, ἀπὸ πάντων τῶν ἐξελθόντων ἀπὸ τῆς κιβωτοῦ· καὶ στή σω τὴν διαθήκην μου πρὸς ὑμᾶς· καὶ οὐκ ἀποθα νεῖται πᾶσα σὰρξ ἔτι ἀπὸ τοῦ ὕδατος τοῦ κατακλυ σμοῦ· καὶ οὐκ ἔτι ἔσται κατακλυσμὸς ὕδατος, κατα φθεῖραι πᾶσαν τὴν γῆν. Ἐπειδὴ εἰκὸς ἦν τὸν δίκαιον ἔτι ἐναγώνιον εἶναι, καὶ τῷ δέει καταβεβλῆσθαι αὐτοῦ τὴν διάνοιαν, καὶ εἴ ποτε συμβαίη μικράν τινα ἐπομβρίαν γενέσθαι, ἔμελλεν ἂν ἀλύειν καὶ ἀναχαιτίζειν, ὡς πάλιν τοιούτου κλυδωνίου τὴν οἰκουμένην καταλαμβάνοντος, ἵνα καὶ αὐτὸς ἔχῃ θαῤῥεῖν καὶ οἱ εἰς τὸ ἑξῆς ἅπαντες, ὁ ἀγαθὸς Δεσπότης εἰδὼς ὅτι καὶ τὸ τυχὸν αὐτὸν λυποῦν θορυβῆσαι δυνήσεται· ἡ γὰρ πεῖρα τῶν παρελθόντων ἱκα νὴ πολλὴν δειλίαν ἐμβαλεῖν· ἐπεὶ οὖν εἰκὸς ἦν τὸν μακά ριον τοῦτον καὶ ἀπὸ τοῦ τυχόντος ὑετοῦ καταπλαγῆναι καὶ δειλιάσαι, διὰ τοῦτο ὁ ἀγαθὸς Θεὸς μονονουχὶ θαῤῥεῖν αὐτὸν παρασκευάζων, καὶ παντὸς δέους αὐτὸν ἀπαλλάτ των, καὶ ἐν ἀδείᾳ πολλῇ καὶ εὐθυμίᾳ καθιστὰς, ὑπ ισχνεῖται αὐτῷ μηκέτι τοιαύτην τιμωρίαν ἐπαγαγεῖν. βʹ. Καὶ τοῦτο μὲν ἤδη καὶ πρὸ τῆς εὐλογίας ὑπέσχετο λέγων, καθάπερ ἠκούσατε, ὅτι Οὐ προστιθῶ καταράσα σθαι τὴν γῆν· εἰ καὶ οἱ ἄνθρωποι τὰ τῆς κακίας ἐπι τείνουσιν, ἀλλ᾽ ὅμως ἐγὼ οὐκέτι τοιούτῳ ἐπιτιμίῳ ὑπο βάλλω τὸ τῶν ἀνθρώπων γένος. Δεικνὺς γὰρ αὐτοῦ τὴν ἄφατον φιλανθρωπίαν καὶ πάλιν τοῦτο ὑπισχνεῖται, ἵνα θαῤῥεῖν ἔχῃ ὁ δίκαιος, καὶ μὴ λογίζεσθαι καθ᾽ ἑαυτὸν καὶ λέγειν· καὶ ἤδη εὐλογίας ἀξιώσας τὸ γένος τὸ ἡμέ τερον, καὶ εἰς πλῆθος ἐπιδιδόναι παρασκευάσας, τὴν πανωλεθρίαν ταύτην ἐπήγαγεν. Ἵν᾽ οὖν πάντα θόρυβον ἐκβάλῃ ἐκ τῶν αὐτοῦ λογισμῶν, καὶ πληροφορηθῇ ὡς οὐκέτι ἔσται τοῦτο· ὥσπερ γὰρ, φησὶ, τὸν κατακλυσμὸν διὰ φιλανθρωπίαν ἐπήγαγον, ὥστε τὴν κακίαν ἐγκόψαι, καὶ μὴ περαιτέρω αὐτοὺς προβῆναι, οὕτω καὶ νῦν διὰ τὴν ἐμαυτοῦ φιλανθρωπίαν ἐπαγγέλλομαι μηκέτι τοῦτο ποιήσειν, ἵνα πάσης ἀθυμίας ἐκτὸς διάγοντες, οὕ τω τὴν παροῦσαν ζωὴν διανύητε. Διὰ τοῦτό φησιν· Ἰδοὺ ἀνίστημι τὴν διαθήκην μου, τοῦτ᾽ ἔστι, συνθήκας ποιοῦμαι. Καθάπερ ἐπὶ τῶν ἀνθρωπίνων πραγμάτων ἐπειδάν τις ἐπαγγέλληταί τι, συντίθεται καὶ πολλὴν παρέχει τὴν πληροφορίαν· οὕτω καὶ ὁ ἀγαθὸς Δεσπότης φησίν· Ἰδοὺ ἀνίστημι τὴν διαθήκην μου. Καὶ καλῶς εἶπεν, Ἀνίστημι, ἀντὶ τοῦ, Ἰδοὺ ἐγὼ ἀνανεῶ τὴν ὑπὸ τῶν παραπτωμάτων πανωλεθρίαν αὐτῶν γεγενημένην, καὶ Ἀνίστημι τὴν διαθήκην μου ὑμῖν καὶ τῷ σπέρ ματι ὑμῶν μεθ᾽ ὑμᾶς. Ὅρα φιλανθρωπίαν Δεσπότου· οὐ μόνον μέχρις ὑμῶν, φησὶν, ἵστημι τὰς συνθήκας, ἀλλὰ καὶ πρὸς τοὺς μεθ᾽ ὑμᾶς γινομένους ταύτας βε βαίας ἀποφαίνω. Εἶτα ἵνα τὴν οἰκείαν ἐπιδείξηται φιλο τιμίαν, φησί· Καὶ πάσῃ ψυχῇ ζώσῃ μεθ᾽ ὑμῶν, ἀπὸ ὀρνέων καὶ ἀπὸ κτηνῶν, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, ὅσα μεθ᾽ ὑμῶν ἀπὸ πάντων τῶν ἐξελθόντων ἐκ τῆς κιβωτοῦ· καὶ στήσω τὴν διαθήκην μου πρὸς ὑμᾶς, καὶ οὐκ ἀποθανεῖται πᾶσα σὰρξ ἔτι ἀπὸ τοῦ ὕδατος τοῦ κατακλυσμοῦ, καὶ οὐκέτι ἔσται κατα κλυσμὸς ὕδατος, καταφθεῖραι πᾶσαν τὴν γῆν. Εἶδες συνθηκῶν μέγεθος; εἶδες ὑποσχέσεων ἄφατον φιλοτι μίαν; Σκόπει πῶς πάλιν ἐκτείνει αὐτοῦ τὴν φιλανθρω πίαν καὶ μέχρι τῶν ἀλόγων καὶ τῶν θηρίων, καὶ εἰκότως. Ὅπερ γὰρ πολλάκις εἶπον, τοῦτο καὶ νῦν φημι. Ἐπειδὴ γὰρ διὰ τὸν ἄνθρωπον ταῦτα παρήχθη, διὰ τοῦτο καὶ ταῦτα κοινωνεῖ νῦν τῆς εὐεργεσίας τῆς εἰς τὸν ἄνθρωπον γινομένης. Καὶ δοκεῖ μὲν κοινὴ γενέσθαι ἡ διαθήκη καὶ πρὸς αὐτὸν καὶ πρὸς τὰ ἄλογα, οὐκ ἔστι δὲ τοῦτο. Καὶ γὰρ καὶ τοῦτο διὰ τὴν αὐτοῦ παραμυθίαν γίνεται, ἵνα εἰδέναι ἔχῃ πόσης ἀπολαύει τιμῆς, οὐ μόνον μέχρις αὐ τοῦ τῆς εὐεργεσίας ἱσταμένης, ἀλλὰ δι᾽ αὐτὸν καὶ τούτων ἁπάντων συναπολαυόντων τῆς φιλοτιμίας τοῦ Δεσπότου, Καὶ οὐκ ἀποθανεῖται, φησὶ, πᾶσα σὰρξ ἔτι ἀπὸ τοῦ ὕδατος τοῦ κατακλυσμοῦ, καὶ οὐκέτι ἔσται κατακλυ σμὸς, καταφθεῖραι πᾶσαν τὴν γῆν. Εἶδες πῶς καὶ ἅπαξ καὶ δεύτερον καὶ πολλάκις ὑπισχνεῖται τοιαύτην μηκέτι ἐπαγαγεῖν πανωλεθρίαν, ἵνα τὸν θόρυβον τῶν λο γισμῶν ἐκβάλῃ τοῦ δικαίου, καὶ παρασκευάσῃ θαῤῥεῖν ὑπὲρ τῶν μελλόντων; Εἶτα οὐ πρὸς τὴν οἰκείαν φύσιν ἀφορῶν, ἀλλὰ πρὸς τὴν ἀσθένειαν τὴν ἡμετέραν, οὐκ ἀρκεῖται τῇ διὰ τῶν λόγων ὑποσχέσει, ἀλλὰ τὴν περὶ ἡμᾶς συγκατάβασιν ἐπιδεικνύμενος, καὶ σημεῖον παρέχει τὸ δυνάμενον παντὶ τῷ αἰῶνι συμπαρεκτεινόμενον τοῦ τοιούτου δέους ἀπαλλάσσειν τὸ τῶν ἀνθρώπων γένος, ἵνα κἂν πολὺς ὑετὸς κατενεχθῇ, κἂν σφοδρότερος ὁ χειμὼν γένηται, ἢ καὶ ἐὰν ἡ πλημμύρα τῶν ὑδάτων εἰς πλῆθος ἐπιδιδῷ, μηδὲ οὕτως ἔχωμεν δεδοικέναι, ἀλλὰ θαῤῥεῖν πρὸς τὸ δοθὲν σημεῖον ἀφορῶντες. Καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ Νῶε· Τοῦτο τὸ σημεῖον τῆς διαθήκης ἧς ἐγὼ δίδωμι ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. Ὅρα πόσῃ τιμῇ περὶ τὸν δίκαιον κέχρηται. Ὡσανεὶ γὰρ ἄνθρωπος ἀνθρώπῳ διαλεγόμενος, οὕτω καὶ πρὸς αὐτὸν ποιεῖται τὰς συνθή κας, καί φησι· Τοῦτο τὸ σημεῖον τῆς διαθήκης ἧς ἐγὼ δίδωμι ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, καὶ ἀνὰ μέ σον πάσης ψυχῆς ζώσης, ἥ ἐστι μεθ᾽ ὑμῶν, εἰς γε νεὰς αἰωνίους. Εἶδες πάσῃ τῇ ζωῇ τὸ μέλλον δίδοσθαι σημεῖον παρεκτεινόμενον εἰς γενεὰς αἰωνίους; Οὐ μόνον κοινῇ πᾶσι τοῖς ζῶσι τὸ σημεῖον δίδωσιν, ἀλλὰ καὶ δι ηνεκὲς καὶ διαιωνίζον τῇ τοῦ κόσμου συστάσει. Τί οὖν ἐστι τὸ σημεῖον; Τὸ τόξον μου τίθημι ἐν τῇ νεφέλῃ, καὶ ἔσται ἐν σημείῳ διαθήκης ἀνὰ μέσον ἐμοῦ καὶ τῆς γῆς. Ἰδοὺ μετὰ τῆς ὑποσχέσεως τῆς διὰ τῶν λόγων καὶ τοῦτο δίδωμι τὸ σημεῖον, τὴν ἶριν λέγω, ἥν τινές φασι γίνεσθαι τοῦ ἡλίου πρὸς τὰ νέφη τὰς ἀκτῖνας ἀφ ιέντος. Εἰ ὁ λόγος μου, φησὶν, οὐκ ἀρκεῖ, ἰδοὺ καὶ σημεῖον δίδωμι τοῦ μηκέτι τιμωρίαν τοιαύτην ἐπάξειν. Τοῦτο τοίνυν ὁρῶντες τὸ σημεῖον, τοῦ δέους ἀπαλλάττεσθε. Καὶ ἔσται ἐν τῷ συννεφεῖν με, φησὶν, νεφέλας ἐπὶ τῆς γῆς, καὶ ὀφθήσεται τὸ τόξον μου ἐν τῇ νεφέλῃ, καὶ μνησθήσομαι τῆς διαθήκης μου, ἥ ἐστιν ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν, καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης ἐν πάσῃ σαρκί. Τί λέγεις, ὦ μακάριε προφῆτα; Ἀνα μνησθήσομαι, φησὶ, τῆς διαθήκης μου, τοῦτ᾽ ἔστι, τῆς συνθήκης μου, τῆς ἐπαγγελίας, τῆς ὑποσχέσεως· οὐκ ἐπειδὴ αὐτὸς δεῖται ἀναμνήσεως, ἀλλ᾽ ἵνα ἡμεῖς πρὸς ἐκεῖνο τὸ δοθὲν σημεῖον βλέποντες, μηδὲν ὑποπτεύωμεν χαλεπὸν, ἀλλ᾽ εὐθέως εἰς ὑπόμνησιν ἐρχόμενοι τῆς τοῦ Θεοῦ ἐπαγγελίας, θαῤῥῶμεν ὡς οὐδὲν τοιοῦτο πει σόμεθα. γʹ. Εἶδες Θεοῦ συγκατάβασιν, ὅσην ποιεῖται κηδεμονίαν τοῦ γένους τοῦ ἡμετέρου, πόσον μέγεθος φιλανθρωπίας ἐπεδείξατο, οὐκ ἐπειδὴ εἶδε τὴν τῶν ἀνθρώπων μεταβο λὴν, ἀλλ᾽ ἵνα διὰ πάντων ἡμᾶς διδάξῃ τῆς ἀγαθότητος αὐτοῦ τὴν ὑπερβολήν; Καὶ οὐκ ἔσται ἔτι ὕδωρ εἰς κατακλυσμὸν, ὥστε ἐξαλεῖψαι πᾶσαν σάρκα· τοιοῦ τος ὄμβρος οὐκέτι ἔσται. Ἐπειδὴ οἶδε τοῦτο δεδοικυῖαν τὴν ἀνθρωπίνην φύσιν, ὅρα πῶς συνεχῶς ποιεῖται τὴν ὑπόσχεσιν, μονονουχὶ λέγων· κἂν ἴδητε πολλὴν τῶν ὄμ βρων τὴν φορὰν, μηδὲ οὕτω χαλεπόν τι ὑποπτεύσητε. Οὐ γὰρ ἔσται τὸ ὕδωρ εἰς κατακλυσμὸν, ὥστε ἐξ αλεῖψαι πᾶσαν σάρκα· τοιοῦτος ὄμβρος οὐκέτι ἔσται, τοιαύτης ἀγανακτήσεως οὐκέτι πειραθήσεται ἡ τῶν ἀν θρώπων φύσις. Καὶ ἔσται, φησὶ, τὸ τόξον μου ἐν τῇ νεφέλῃ, καὶ ὄψομαι τοῦ μνησθῆναι διαθήκην αἰώ νιον ἀνὰ μέσον τοῦ Θεοῦ, καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης ἐν πάσῃ σαρκί. Σκόπει πῶς βουλόμενος εἰς θάρσος καὶ εἰς πληροφορίαν ἀγαγεῖν τὴν ἀνθρωπίνην φύσιν, πόσῃ ταπεινότητι τῶν λόγων κέχρηται. Καὶ ὄψο μαι, φησὶ, τοῦ μνησθῆναι διαθήκης μου. Ἡ ὄψις οὖν εἰς μνήμην αὐτὸν ἄγει; Οὐχ ἵνα τοῦτο ὑποπτεύσωμεν· μὴ γένοιτο· ἀλλ᾽ ἵνα ὅταν ἴδωμεν τὸ σημεῖον τοῦτο, θαῤῥεῖν ἔχωμεν τῇ τοῦ Θεοῦ ἐπαγγελίᾳ, καὶ ὡς οὐχ οἷόν τε δια πεσεῖν τὰς τοῦ Θεοῦ ὑποσχέσεις. Καὶ εἶπεν ὁ Θεὸς, φησὶ, τῷ Νῶε· Τοῦτο τὸ σημεῖον τῆς διαθήκης, ἧς διεθέμην ἀνὰ μέσον ἐμοῦ, καὶ ἀνὰ μέσον πάσης σαρκὸς, ἥ ἐστιν ἐπὶ τῆς γῆς. Ἔλαβες, φησὶ, τὸ ση μεῖον, ὅπερ δέδωκα μεταξὺ ἐμοῦ καὶ πάσης σαρκὸς τῆς οὔσης ἐπὶ τῆς γῆς. Μηκέτι ταράττου τὴν διάνοιαν, μηδὲ θορυβοῦ τὸν λογισμὸν ἀλλὰ πρὸς τοῦτο βλέπων καὶ αὐτὸς ἔχε χρηστὰς τὰς ἐλπίδας, καὶ οἱ μετὰ σὲ πάν τες τῆς ἐντεῦθεν παραμυθίας ἀπολαυέτωσαν, καὶ ἡ ὄψις τοῦ σημείου παρεχέτω θαῤῥεῖν, ὡς οὐκέτι τοιοῦτον κλυδώνιον τὴν οἰκουμένην καταλήψεται. Κἂν γὰρ ἐπιτεί νηται τῶν ἀνθρώπων τὰ ἁμαρτήματα, ἀλλ᾽ ἐγὼ ἅπερ ὑπεσχόμην ταῦτα πληρώσω, καὶ οὐκέτι τοιαύτην κατὰ πάντων ἀγανάκτησιν ποιήσομαι. Εἴδετε ἀγαθότητος ὑπερ βολήν; εἴδετε συγκαταβάσεως μέγεθος; εἴδετε κηδεμο νίας ἐπίτασιν; εἴδετε φιλοτιμίας ἐπαγγελίαν; Οὐ γὰρ μέχρι δύο καὶ τριῶν καὶ δέκα γενεῶν ἐξέτεινεν αὐτοῦ τὴν εὐεργεσίαν, ἀλλὰ τῇ συστάσει τοῦ κόσμου ταύτην παρεκταθῆναι ὑπέσχετο, ἵνα ἐξ ἑκατέρων σωφρονιζώμε θα, καὶ ἐξ ὧν ἐκεῖνοι διὰ τὸ τῶν ἁμαρτημάτων πλῆθος τοιαύτην ἐπεδέξαντο τιμωρίαν, καὶ ἐξ ὧν ἡμεῖς διὰ τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν τοιαύτης ἠξιώθημεν ὑπο σχέσεως. Τοὺς γὰρ νοῦν ἔχοντας καὶ αἱ εὐεργεσίαι μᾶλ λον ἢ αἱ τιμωρίαι ἐφέλκονται πρὸς τὴν ὑπακοὴν τῶν ἐπιταγμάτων. Μὴ τοίνυν ἀγνώμονες γινώμεθα. Εἰ γὰρ καὶ πρὶν ἤ τι ἀγαθὸν ἡμᾶς ἐπιδείξασθαι, μᾶλλον δὲ καὶ κολάσεως ἄξια ἐργασαμένους τοσαύτης ἠξίωσε τῆς εὐεργεσίας, εἰ εὐ γνώμονες γενώμεθα, καὶ τὴν ἐπὶ τοῖς προλαβοῦσιν εὐ χαριστίαν ἐπιδειξώμεθα, καὶ πολλὴν τὴν ἐπὶ τὸ βέλτιον μεταβολὴν ποιησώμεθα, πόσης οὐκ ἂν πάλιν ἡμᾶς ἀξιώ σῃ τῆς παρ᾽ αὐτοῦ φιλοτιμίας; Εἰ γὰρ ἀναξίους ὄντας εὐεργετεῖ, καὶ ἡμαρτηκότας φιλανθρωπεύεται· εἰ τῆς κακίας ἀποστάντες τὴν ἀρετὴν μεταδιώξομεν, τίνων οὐκ ἐπιτευξόμεθα; Διὰ γὰρ τοῦτο προλαμβάνων πολλὰς εἰς ἡμᾶς τὰς εὐεργεσίας κατατίθεται, καὶ ἡμαρτηκότας πάλιν ἀξιοῖ συγγνώμης, καὶ τὰς τιμωρίας παρὰ πόδας οὐκ ἐπάγει, ἵνα διὰ πάντων ἡμᾶς ἐφελκύσηται, καὶ δι᾽ ὧν εὐεργετεῖ, καὶ δι᾽ ὧν μακροθυμεῖ. Πολλάκις δὲ καὶ δι᾽ ὧν ἐνίους κολάζει, ἑτέρους ἐνάγειν βούλεται, ἵνα τῷ ἐκείνων φόβῳ σωφρονισθέντες τῆς τιμωρίας τὴν πεῖ ραν διαφύγωσιν. Εἶδες εὐμήχανον αὐτοῦ φιλανθρωπίαν, πῶς πάντα τὰ παρ᾽ αὐτοῦ γινόμενα δι᾽ ἓν τοῦτο μόνον γίνεται, διὰ τὴν σωτηρίαν τὴν ἡμετέραν; Ταῦτα τοίνυν ἐννοοῦντες, μὴ ῥᾳθυμῶμεν, μηδὲ ἀμελῶμεν ἀρετῆς, μηδὲ τοὺς παρ᾽ αὐτοῦ τεθέντας νόμους παρατρέχωμεν. Ἐὰν γὰρ ἴδῃ ἐπιστρέφοντας ἡμᾶς, καὶ ἡσυχάζοντας, καὶ ὅλως ἀρχήν τινα ποιουμένους, καὶ αὐτὸς τὰ παρ᾽ ἑαυτοῦ συνεισφέρει, κοῦφα καὶ ῥᾴδια ἡμῖν ἅπαντα κατασκευά ζων, καὶ οὐκ ἀφιεὶς οὐδὲ αἴσθησιν λαβεῖν τῶν τῆς ἀρε τῆς πόνων. Ὅταν γὰρ ψυχὴ πρὸς τὸν Θεὸν τείνῃ τὴν διάνοιαν, οὐκ ἔτι λοιπὸν ἀπατηθῆναι δύναται ὑπὸ τῆς ὄψεως τῶν ὁρωμένων, ἀλλὰ πάντα παρατρέχουσα, ἀκριβέστερον τούτων τῶν πρὸ τῶν ὀφθαλμῶν ἡμῶν κει μένων ἐκεῖνα φαντάζεται τὰ μὴ βλεπόμενα τοῖς σωμα τικοῖς ὀφθαλμοῖς, καὶ μεταβολὴν οὐκ ἐπιστάμενα, ἀλλὰ διηνεκῶς μένοντα, καὶ πεπηγότα, καὶ ἀκίνητα τυγχά νοντα. Τοιοῦτοι γὰρ οἱ τῆς διανοίας ὀφθαλμοί· πρὸς τὴν ἐκείνων θέαν διηνεκῶς ἀφορῶσι, καὶ ταῖς ἐκεῖθεν μαρ μαρυγαῖς καταυγαζόμενοι πάντα τὰ τοῦ παρόντος βίου, ὡς ὄναρ καὶ σκιὰν, παρατρέχουσιν, οὐκέτι ἀπάτην ὑπομένοντες, οὐδὲ παραλογισθῆναι δυνάμενοι· ἀλλὰ κἂν πλοῦτον ἴδωσιν, εὐθέως καταγελῶσιν, εἰδότες ὅτι δραπέ του παντὸς ἀγνωμονέστερον ἀπὸ τούτου εἰς ἐκεῖνον μεταπηδᾷ, καὶ οὐδέποτε ἵσταται, ἀλλὰ καὶ μυρία κακὰ τοὺς κεκτημένους διατίθησι, καὶ εἰς αὐτὸν, ὡς εἰ πεῖν, τῆς κακίας τὸν κρημνὸν αὐτοὺς ὤσας καταβάλλει. Κἂν σώματος εὐμορφίαν θεάσωνται, πάλιν οὐκ ἐπιστρέ φονται, λογιζόμενοι τὸ ἐπίκηρον, τὸ εὐμετάβλητον, καὶ ὅτι ἀθρόον νόσος ἐπελθοῦσα πᾶσαν ἐκείνην τὴν εὐμορφίαν ἠφάνισε, καὶ πρὸ τῆς νόσου γῆρας καταλαβὸν ἀηδῆ καὶ ἀτερπῆ τὴν πρὸ τούτου εὔμορφον ὄψιν ἀπειργάσατο, καὶ θάνατος δὲ ἐπελθὼν ἅπασαν τὴν τοῦ σώματος ὥραν δι έφθειρε. Κἂν δόξαν ἴδωσί τινα περιβεβλημένον, κἂν δυ ναστείαν, κἂν εἰς αὐτὴν τῶν ἀξιωμάτων τὴν κορυφὴν ἀνεληλυθότα, καὶ πάσης εὐημερίας ἀπολαύοντα, καὶ τοῦτον παρατρέχουσιν ὡς οὐδὲν βέβαιον ἔχοντα, οὐδὲ ἀκίνητον, ἀλλ᾽ ἐπ᾽ ἐκείνοις μέγα φρονοῦντα τοῖς ποταμίων ῥευμάτων μᾶλλον παρατρέχουσι. Τί γὰρ τῆς δόξης ἁπά σης τοῦ παρόντος βίου εὐτελέστερον, ὅταν τῷ ἄνθει τοῦ χόρτου παραβάλληται; Πᾶσα γὰρ δόξα ἀνθρώπου, φη σὶν, ὡς ἄνθος χόρτου. δʹ. Εἴδετε, ἀγαπητοὶ, πῶς μετὰ ἀκριβείας ὁρῶσιν οἱ τῆς πίστεως ὀφθαλμοὶ, ἐπειδὰν πρὸς τὸν Θεὸν ᾖ τεταμένη ἡ διάνοια; εἴδετε πῶς ὑπ᾽ οὐδενὸς τῶν ὁρωμένων παραλο γισθῆναι δύνανται, ἀλλὰ τὴν ὀρθὴν τῶν πραγμάτων ἔχουσι κρίσιν, οὐδεμίαν ἀπάτην ὑπομένοντες; Ἀλλ᾽, εἰ δοκεῖ, πάλιν ἐπὶ τὴν ἀκολουθίαν ἐπανέλθωμεν τοῦ λόγου, καὶ ὀλίγα προσθέντες καταπαύσωμεν τὴν διδασκαλίαν, ὥστε καὶ τὴν μνήμην τῶν εἰρημένων ἐντεθῆναι ὑμῶν τῇ διανοίᾳ. Ἐπειδὴ γὰρ ἐτέλεσεν ἡ θεία Γραφὴ τὴν περὶ τοῦ θείου σημείου διήγησιν, βούλεται πάλιν διδάξαι ἡμᾶς τὰ κατὰ τὸν δίκαιον καὶ τοὺς τούτου υἱοὺς, καί φησιν· Ἦσαν δὲ οἱ υἱοὶ τοῦ Νῶε οἱ ἐξελθόντες ἐκ τῆς κιβωτοῦ, Σὴμ, Χὰμ, Ἰάφεθ, Χὰμ δὲ ἦν πατὴρ τοῦ Χαναάν. Τρεῖς οὗτοί εἰσιν υἱοὶ Νῶε· ἀπὸ τούτων διεσπάρησαν ἐπὶ πᾶσαν τὴν γῆν. Ἄξιον ἐνταῦθα ζη τῆσαι, τίνος ἕνεκεν τῶν τριῶν υἱῶν τοῦ Νῶε μνημονεύ σασα ἡ θεία Γραφὴ ἐπήγαγε, Χὰμ δὲ ἦν πατὴρ τοῦ Χαναάν. Μὴ νομίσητε, παρακαλῶ, ἁπλῶς τοῦτο προσ εῤῥῖφθαι· οὐδὲν γάρ ἐστι τῶν ἐν τῇ θείᾳ Γραφῇ κειμέ νων, ὃ μὴ μετά τινος εἴρηται λόγου, πολλὴν τὴν ὠφέ λειαν ἐγκεκρυμμένην ἔχοντος. Τίνος οὖν ἕνεκεν ἐπεση μήνατο καὶ προσέθηκεν, ὅτι Χὰμ δὲ ἦν πατὴρ τοῦ Χαναάν; Βούλεται διὰ τούτου αἰνίξασθαι ἡμῖν τῆς ἀκρασίας αὐτοῦ τὴν ὑπερβολὴν, καὶ ὅτι οὐδὲ τῆς συμ φορᾶς τὸ μέγεθος συσταλῆναι αὐτὸν πεποίηκεν, οὐδὲ ἡ τοσαύτη ἐν τῇ κιβωτῷ στενοχωρίᾳ, ἀλλὰ καίτοι τοῦ πρεσβύτου οὐδέπω καὶ νῦν τεκνοποιήσαντος, οὗτος τῇ ἀκρασίᾳ ἑαυτὸν ἐκδοὺς ἐν καιρῷ τοσαύτης ἀγανακτήσεως καὶ πανωλεθρίας τὴν οἰκουμένην καταλαβούσης, περὶ συνουσίαν ἠσχολεῖτο, καὶ τὸ ἀχαλίνωτον τῆς ἐπιθυμίας οὐ κατέστελλεν, ἀλλ᾽ ἤδη ἄνωθεν καὶ ἐκ προοιμίων ἐκείνου τῆς γνώμης αὐτοῦ τὸ μοχθηρόν. Ἐπεὶ οὖν μετ᾽ οὐ πολὺ διὰ τὴν ὕβριν τὴν εἰς τὸν γεγεννηκότα μέλλει τὴν κατάραν δέχεσθαι ὁ Χαναὰν ὁ τούτου παῖς, διὰ τοῦτο ἤδη προλαβοῦσα ἡ θεία Γραφὴ ἐπεσημήνατο, καὶ τοῦ παιδὸς ἡμῖν τὴν προσηγορίαν δήλην ἐποίησεν, ὁμοῦ καὶ τοῦ γεγεννηκότος τὸ ἀκρατές· ἵν᾽ ὅταν μετὰ ταῦτα ἴδῃς αὐτὸν πολλὴν τὴν ἀγνωμοσύνην ἐπιδειξάμε νον πρὸς τὸν γεγεννηκότα, εἰδέναι ἔχῃς, ὅτι ἄνωθεν καὶ ἐξ ἀρχῆς τοιοῦτος ἦν, ὥς γε οὐδὲ ὑπὸ τῆς συμφορᾶς συνεστάλη. Ἱκανὴ γὰρ ἡ τοσαύτη ἀθυμία πᾶσαν σβέ σαι ἡδονὴν, καὶ οὐδὲν οὕτω ταύτην τὴν φλόγα καὶ τὴν μανίαν καταστεῖλαι δύναται, ὡς ἀθυμίας ἐπίτασις καὶ συμφορᾶς ὑπερβολή. Ὁ τοίνυν ἐν τοσούτῳ μεγέθει τῶν κακῶν τοσαύτην ἐπιδειξάμενος τὴν λύτταν καὶ μανίαν περὶ τὴν παιδοποιίαν, ποίας ἂν εἴη συγγνώμης ἄξιος; Ἀλλ᾽ ἐντεῦθεν ἡμῖν πάλιν ἕτερον τίκτεται ζήτημα, τὸ πολυθρύλλητον ἐκεῖνο καὶ πανταχοῦ περιφερόμενον, τίνος ἕνεκεν τοῦ πατρὸς ἁμαρτόντος ὁ υἱὸς τὴν κατάραν δέχε ται; Ἀλλ᾽ ἵνα μὴ νῦν μακρὸν ποιῶμεν τὸν λόγον, τοῦτο ταμιευσόμεθα πρὸς τὸ παρὸν, ἵν᾽ ἐπειδὰν εἰς αὐτὸν τὸν τό πον ἀφικώμεθα, τότε καὶ τὴν λύσιν ἐπαγάγωμεν, ἣν ἂν ὁ Θεὸς παράσχῃ. Οὐδὲν γὰρ, καθάπερ ἔφθην εἰπὼν, τῶν ἐν τῇ θείᾳ Γραφῇ κειμένων ἄνευ λόγου τινὸς καὶ αἰτίας ἐστὶν εὑρεῖν ἐγγεγραμμένον. Τέως οὖν τοῦτο ἔγνωμεν, ὅτι οὐχ ἁπλῶς, καὶ ὡς ἔτυχε, τῆς προσηγορίας τοῦ υἱοῦ ἐμνημό νευσεν ὁ Μωϋσῆς εἰπὼν, Χὰμ δὲ ἦν πατὴρ τοῦ Χαναάν. Τρεῖς εἰσιν οὗτοι υἱοὶ, φησὶ, Νῶε, καὶ ἀπὸ τούτων δι εσπάρησαν ἐπὶ πᾶσαν τὴν γῆν. Μὴ ἁπλῶς παραδράμω μεν, ἀγαπητοὶ, μηδὲ τὸ νῦν ῥηθὲν, ἀλλ᾽ ἐννοήσωμεν καὶ ἐξ αὐτοῦ τούτου τῆς δυνάμεως τοῦ Θεοῦ τὸ μέγεθος. Τρεῖς, φη σὶν, ἦσαν οὗτοι υἱοὶ Νῶε, καὶ ἐκ τούτων διεσπάρησαν ἐπὶ πᾶσαν τὴν γῆν. Πῶς ἀπὸ τῶν τριῶν τοσοῦτον πλῆθος ἐπέδωκε; πῶς ἠδυνήθησαν διαρκέσαι; πῶς ἐκ τῶν ὀλίγων τούτων ἅπας ὁ κόσμος συνέστη; πῶς αὐτοῖς τὰ σώματα διέμεινεν; Οὐκ ἰατρὸς ἦν ὁ θεραπείαν προσάγων, οὐκ ἄλλη τις ἐπιμέλεια. Οὐδέπω γὰρ οὐδὲ πόλεις ἦσαν δειμάμενοι, ἀλλὰ μετὰ τὴν τοσαύτην ταλαιπωρίαν, καὶ τὴν ἐν τῇ κι βωτῷ διαγωγὴν, ὡς τεταριχευμένοι καὶ κατειργασμένοι ἐξῆλθον, καὶ ἐν τοσαύτῃ μονώσει τυγχάνοντες καὶ ἐρημίᾳ ἀφάτῳ πῶς οὐ διεφθάρησαν; πῶς οὐκ ἀπώλοντο; Ὁ γὰρ φόβος, εἰπέ μοι, καὶ ἡ ἀγωνία οὐ κατέσειεν αὐτῶν τὴν διάνοιαν, καὶ διετάρασσε τὸν λογισμόν; Μὴ ξενισθῇς, ἀγαπητέ· Θεὸς γὰρ ἦν ὁ πάντα ἐργαζόμενος, καὶ ὁ τῆς φύσεως δημιουργὸς ἦν ὁ πάντα ταῦτα τὰ κωλύματα ἀναι ρῶν, καὶ τὸ πρόσταγμα αὐτοῦ ἐκεῖνο τὸ λέγον, Αὐξάνε σθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, αὐτοῖς καὶ τὴν ἐπίδοσιν ἐχαρίσατο. Ἐπεὶ καὶ οἱ Ἰσραηλῖται ἡνίκα εἰς Αἴγυπτον τῇ πλινθείᾳ καὶ τῷ πηλῷ κατειργά σθησαν, ταύτῃ πολλῷ μᾶλλον εἰς πλῆθος ἐπέδωκαν, καὶ οὔτε τὸ ἀνηλεὲς ἐκεῖνο καὶ ὠμὸν ἐπίταγμα τοῦ Φαραῶ, τὸ κελεῦον τὰ ἄῤῥενα εἰς τὸν ποταμὸν ῥίπτεσθαι, οὐδὲ ἡ λοι πὴ κακουχία, ἣν ὑπὸ τῶν ἐργοδιωκτῶν ὑπέμενον, ἴσχυσεν ἐλαττῶσαι αὐτῶν τὸ πλῆθος, ἀλλὰ καὶ μᾶλλον εἰς πλῆθος ἐπεδίδουν. Ἡ γὰρ ἄνωθεν ῥοπὴ ἦν ἡ διὰ τῶν ἐναν τίων ἅπαντα ἐργαζομένη. εʹ. Ὅταν τοίνυν ὁ Θεὸς κελεύῃ, μὴ ζήτει κατὰ ἀκολουθίαν ἀνθρωπίνην διερευνᾶσθαι τὰ πράγματα. Ἀνώτερος γὰρ ὢν τῆς φύσεως, οὐ δεῖται τῆς ἀκολουθίας τῆς φύσεως, ἀλλὰ καὶ δι᾽ αὐτῶν τῶν κωλυόντων τὰ πράγματα αὐξάνε σθαι παρασκευάζει. Τὸν αὐτὸν δὴ τρόπον καὶ νῦν ἀπὸ τῶν τριῶν τούτων τὴν οἰκουμένην ἅπασαν ἀνεπλήρωσεν. Ἀπὸ τούτων γὰρ, φησὶ, τῶν τριῶν διεσπάρησαν ἐπὶ πᾶσαν τὴν γῆν. Εἶδες Θεοῦ δύναμιν; εἶδες πῶς, κἂν πολλὰ ἦν τὰ κωλύματα, οὐδέν ἐστι τὸ διακόπτον αὐτοῦ τὸ βούλημα; Τὸ αὐτὸ καὶ ἐπὶ τῆς πίστεώς ἐστιν ἰδεῖν γινόμενον. Τοιούτων γὰρ ὄντων τῶν πολεμούντων, τοσούτων ὄντων τῶν ἐπιβου λευόντων, καὶ βασιλέων, καὶ τυράννων, καὶ δήμων κατ εξανισταμένων, καὶ πάντα ποιούντων, ὥστε σβέσαι τὸν σπινθῆρα τῆς πίστεως, δι᾽ αὐτῶν τῶν ἐπιβουλευόντων, διὰ τῶν κωλύειν βουλομένων, τοσαύτη ἤρθη τῆς εὐσεβείας ἡ φλὸξ, ὡς ἅπασαν καταλαβεῖν τὴν οἰκουμένην, καὶ τὴν ἀοί κητον. Κἂν πρὸς Ἰνδοὺς γὰρ ἀπέλθῃς, κἂν πρὸς Σκύθας, κἂν πρὸς αὐτὰ τὰ πέρατα τῆς οἰκουμένης, κἂν εἰς αὐτὸν τὸν ὠκεανὸν, πανταχοῦ εὑρήσεις τοῦ Χριστοῦ τὴν διδασκα λίαν καταυγάζουσαν τὰς ἁπάντων ψυχάς. Τὸ γὰρ θαυμα στὸν καὶ παράδοξον, ὅτι καὶ αὐτὰ τὰ βάρβαρα ἔθνη μετεῤ ῥύθμισεν ὁ τῆς εὐσεβείας λόγος, καὶ φιλοσοφεῖν ἔμαθον καὶ τῆς παλαιᾶς συνηθείας ἀποστάντες πρὸς τὴν εὐσέ βειαν μετετάξαντο. Καὶ καθάπερ διὰ τῶν τριῶν τούτων τὸ τῶν ἀνθρώπων πλῆθος ἐπιδοῦναι παρεσκεύασεν ὁ τῶν ὅλων δημιουργός· τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ τῆς πί στεως διὰ τῶν ἕνδεκα, τῶν ἁλιέων, τῶν ἀγραμμάτων, τῶν ἰδιωτῶν, τῶν μηδὲ διᾶραι τὸ στόμα τολμώντων, ἅπασαν ἐπεσπάσατο τὴν οἰκουμένην. Καὶ οἱ ἀγράμματοι οὗτοι, καὶ οἱ ἰδιῶται καὶ οἱ ἁλιεῖς τῶν φιλοσόφων ἀπέφραξαν τὰ στόματα, καὶ καθάπερ ὑπόπτεροι, οὕτω τὴν οἰκουμένην ἅπασαν διέδραμον κατασπείραντες τὸν τῆς εὐσεβείας λό γον καὶ τὰς ἀκάνθας ἐκτέμνοντες, καὶ τὰ παλαιὰ ἀνα σπῶντες ἔθη, καὶ τοὺς τοῦ Χριστοῦ νόμους πανταχοῦ κα ταφυτεύοντες· καὶ οὔτε τὸ ὀλίγους αὐτοὺς εἶναι, οὔτε ἡ ἰδιωτεία, οὔτε τὸ αὐστηρὸν τῶν ἐπιταγμάτων, οὔτε τὸ πα λαιᾷ συνηθείᾳ προκατειλῆφθαι ἅπαν τὸ τῶν ἀνθρώπων γένος, ἴσχυσε κώλυμα αὐτοῖς γενέσθαι, ἀλλὰ ταῦτα πάντα ἀνῄρει προοδοποιοῦσα ἡ χάρις, καὶ μετ᾽ εὐκολίας ἅπαντα εἰργάζοντο, δι᾽ αὐτῶν τῶν κωλυμάτων μείζονα δεχόμενοι τὴν προθυμίαν. Καὶ γάρ ποτε μὲν μαστιζόμενοι ἀνεχώ ρουν χαίροντες οὐ διὰ τὰς μάστιγας ἁπλῶς, ἀλλ᾽ Ὅτι ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ κατηξιώθησαν ἀτι μασθῆναι· ἄλλοτε δὲ εἰς δεσμωτήριον ἐμβληθέντες, ἐπειδὴ ὑπ᾽ ἀγγέλου ἐξηνέχθησαν, πάλιν τῶν αὐτῶν εἴχον το, καὶ εἰς τὸ ἱερὸν ἀφικνούμενοι τὸν τῆς διδασκαλίας λό γον κατέβαλον, σαγηνεύοντες τὰ πλήθη εἰς τὴν εὐσέβειαν· καὶ πάλιν κατεχόμενοι, οὐ μόνον οὐδὲ ἐντεῦθεν ὀκνηρότε ροι ἐγίνοντο, ἀλλὰ καὶ πλείονα τὴν παῤῥησίαν ἐπεδεί κνυντο, ἐν μέσῳ μαινομένου δήμου καὶ τοὺς ὀδόντας τρί ζοντος ἑστῶτες καὶ λέγοντες· Πειθαρχεῖν δεῖ Θεῷ μᾶλ λον ἢ ἀνθρώποις. Εἶδες παῤῥησίας μέγεθος; εἶδες τοὺς ἰδιώτας, τοὺς ἁλιεῖς ὑπερορῶντας τοσούτων δήμων μαινομένων, καὶ πρὸς φόνους καὶ σφαγὰς ἑτοίμων; Ἀλλὰ σὺ ταῦτα ἀκούων, ἀγαπητὲ, μὴ τούτοις λογίζου τὰ γινό μενα, ἀλλὰ τῇ ἄνωθεν χάριτι τῇ νευρούσῃ καὶ ἀλειφούσῃ αὐτῶν τὴν προθυμίαν. Ἐπεὶ καὶ αὐτὸς οὗτος ὁ μακάριος Πέτρος, ἡνίκα τὸν ἐκ κοιλίας μητρὸς χωλεύοντα ὄρθιον ἀποκατέστησε, πάντων ἐκπληττομένων καὶ θαυμαζόντων αὐτοὺς, ἐπιδεικνύμενος τὴν οἰκείαν εὐγνωμοσύνην φησίν· Ἄνδρες, τί ἀτενίζετε ἡμῖν, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσε βείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; Τίνος ἕνεκεν, φησὶν, οὕτω κατεπλάγητε καὶ ἐκπεπληγμένοι ἐστὲ ἐπὶ τῷ γεγονότι; Μὴ γὰρ ἡμεῖς ἐσμεν οἱ τοῦτο ἐργασάμενοι, ἢ ἰδίᾳ δυνάμει πρὸς ὑγίειαν αὐτὸν ἐπαναγαγόντες, καὶ βα δίζειν παρασκευάσαντες; Τί ἡμῖν ἀτενίζετε; Οὐδὲν πλέον ἡμεῖς εἰσηνέγκαμεν, ἢ ὅτι τὴν γλῶτταν ἐδανείσαμεν· ὁ δὲ τὸ πᾶν ἐργασάμενος, ὁ Δεσπότης ἐστὶ καὶ δημιουργὸς τῆς φύσεως. Ἐκεῖνος Ὁ Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰα κὼβ, οὓς πατριάρχας ἐπιγράφεσθε, ἐκεῖνος Ὃν ὑμεῖς παραδεδώκατε καὶ ἠρνήσασθε κατὰ πρόσωπον Πιλά του, κρίναντος ἐκείνου ἀπολύειν· ἐκεῖνός ἐστιν ὁ ταῦτα ἐργασάμενος· ὃν Ὑμεῖς, τὸν ἅγιον καὶ δίκαιον, ἠρνή σασθε, καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν, τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς κατεκρίνατε, ὃν ὁ Θεὸς ἤγει ρεν ἐκ νεκρῶν, οὗ ἡμεῖς μάρτυρές ἐσμεν. Καὶ ἐπὶ τῇ πίστει τοῦ ὀνόματος αὐτοῦ τοῦτον, ὃν θεωρεῖτε καὶ οἴδατε, ἐστερέωσε τὸ ὄνομα αὐτοῦ· καὶ ἡ πίστις ἡ δι᾽ αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν ἀπέναντι πάντων ὑμῶν. ϛʹ. Πολλὴ τῆς παῤῥησίας ἡ ὑπερβολή· μεγάλη καὶ ἄφατος τῆς ἄνωθεν αὐτοῖς παρασχεθείσης χάριτος ἡ δύναμις· σα φεστάτη τῆς ἀναστάσεως ἡ ἀπόδειξις ἡ τοῦ μακαρίου τού του παῤῥησία γένοιτ᾽ ἄν. Τί γὰρ ἂν τούτου μεῖζον σημεῖον ἐπιζητήσειεν ἄν τις λαβεῖν, ὅταν ὁ πρὸ τοῦ σταυροῦ καὶ κόρης εὐτελοῦς ἀπειλὴν μὴ δυνηθεὶς ἐνεγκεῖν, νῦν οὕτω κατεξανίσταται τοῦ τῶν Ἰουδαίων δήμου, καὶ τοσαύτῃ παῤῥησίᾳ καὶ πρὸς τοσοῦτον πλῆθος, μόνος ὢν, οὕτως ἀτάκτως μεμηνὸς, ἐπαποδύεται, καὶ τοιαῦτα φθέγγεται, ἃ τὴν μανίαν αὐτῶν ἐπὶ πλεῖον διεγείρειν δύναται; Εἶδες, ἀγαπητὲ, πῶς, ὅπερ ἐν προοιμίοις ἔλεγον, τοῦτο καὶ νῦν δείκνυται; Ἐπειδάν τις πυρωθῇ τῷ πρὸς τὸν Θεὸν πόθῳ, οὐκέτι λοιπὸν ὁρᾷν ἀνέχεται τὰ τοῖς ὀφθαλμοῖς τούτοις τοῖς σωματικοῖς ὑποπίπτοντα, ἀλλ᾽ ἑτέρους ὀφθαλμοὺς κτησάμενος, τοὺς τῆς πίστεως λέγω, ἐκεῖνα διὰ παντὸς φαντάζεται καὶ πρὸς ἐκεῖνα τὴν διάνοιαν ἔχει τεταμένην, καὶ ἐν γῇ βαδίζων ὡς ἐν οὐρανοῖς τὸ πολίτευμα ἔχων, οὕ τω πάντα διαπράττεται, ὑπ᾽ οὐδενὸς τῶν ἀνθρωπίνων ἐμ ποδιζόμενος πρὸς τὸν κατ᾽ ἀρετὴν δρόμον. Ὁ γὰρ τοιοῦτος οὐ τὰ λαμπρὰ τοῦ βίου λοιπὸν ὁρᾷ, οὐ τὰ δυσχερῆ καὶ ἐναντία, ἀλλὰ πάντα παρατρέχει, πρὸς τὴν ἑαυτοῦ πα τρίδα ἐπειγόμενος. Καὶ καθάπερ ὁ μετὰ πολλοῦ τοῦ τόνου τὸν σωματικὸν τοῦτον δρόμον τρέχων οὐδένα τῶν ἀπαντώντων ὁρᾷ, κἂν μυριάκις αὐτῷ προσπταίσῃ, ἀλλὰ πρὸς τὸν δρόμον ἔχων τεταμένον αὐτοῦ τὸν λογισμὸν, εὐ κόλως ἅπαντα παραδραμὼν ἐπείγεται πρὸς τὸν προκείμε νον αὐτῷ σκοπόν· τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ τὸν κατ᾽ ἀρε τὴν δρόμον τρέχειν σπουδάζων, καὶ ἀπὸ γῆς εἰς οὐρανὸν ἀνελθεῖν ἐπιθυμῶν, πάντα τὰ ὁρώμενα κάτω ἀφίησι, καὶ ὅλος τοῦ δρόμου γίνεται, καὶ οὐ πρότερον ἵσταται, οὐδὲ κατέχεται ὑπό τινος τῶν ὁρωμένων, μέχρις ἂν εἰς αὐτὴν ἀνελθεῖν δυνηθῇ τὴν κορυφήν. Τῷ γὰρ οὕτω διακειμένῳ καὶ τὰ δοκοῦντα εἶναι φοβερὰ κατὰ τὸν παρόντα βίον, εὐ καταφρόνητα γίνεται, καὶ ὁ τοιοῦτος οὔτε ξίφος δέδοικεν, οὔτε κρημνὸν, οὔτε θηρίων ὀδόντας, οὐ βασάνους, οὐ δη μίων χεῖρας, οὐκ ἄλλο τι τῶν κατὰ τὸν βίον λυπηρῶν· ἀλλὰ κἂν ἄνθρακας ἴδῃ ὑπεστορεσμένους, ὡς λειμῶνας ὁρῶν καὶ παραδείσους, οὕτως ἐπιπηδᾷ· κἂν ἕτερόν τι τῶν κολαστηρίων εἶδος ἐπαγόμενον θεάσηται, οὐ ναρκᾷ πρὸς τὴν ὄψιν, οὐδὲ ἐπιστρέφεται. Ὁ γὰρ τῶν μελλόντων πόθος μετέστησεν αὐτοῦ τὴν διάνοιαν, καὶ ὡς ἁπλῶς καὶ εἰκῆ τὸ σῶμα περικείμενος, οὕτως ἀνώτερος γίνεται τῶν παθῶν, καὶ τῇ ἄνωθεν χάριτι φρουρούμενος οὐδὲ αἴσθησιν λαμβά νει τῶν ἀλγηδόνων τῶν σωματικῶν. Διὸ παρακαλῶ, ἵν᾽ εὐκόλως τοὺς κατὰ τὴν ἀρετὴν πό νους ἐνεγκεῖν δυνηθῶμεν, πολὺν τὸν περὶ τὸν Θεὸν ἐπιδει ξώμεθα πόθον, καὶ ἐκεῖ τὴν διάνοιαν ἡμῶν τείναντες ὑπὸ μηδενὸς τῶν ἐν τῷ παρόντι βίῳ πρὸς τὸν ἐκεῖσε δρόμον ὑποσκελιζώμεθα, ἀλλὰ τῶν μελλόντων ἀγαθῶν τὴν διη νεκῆ ἀπόλαυσιν λογιζόμενοι, πάντα τὰ ἀλγεινὰ τοῦ παρ όντος βίου πράως φέρωμεν, καὶ μήτε ἀδοξία ἡμᾶς λυπεί τω, μήτε πενία πιεζέτω, μήτε νόσος σώματος τῆς ψυχῆς τὸ φρόνημα χαυνούτω, μήτε τὸ καταφρονεῖσθαι παρὰ τῶν πολλῶν καὶ ἐξευτελίζεσθαι ὀκνηροτέρους περὶ τὴν τῆς ἀρετῆς κατόρθωσιν ἀπεργαζέσθω· ἀλλὰ πάντα ταῦτα, ὥσπερ κόνιν, ἀποτιναξάμενοι, καὶ γενναῖον καὶ ὑψηλὸν φρόνημα ἀναλαβόντες, οὕτω πρὸς ἅπαντα πολλὴν τὴν ἀν δρείαν ἐπιδειξώμεθα, καὶ καθάπερ χθὲς παρεκάλεσα τὴν ὑμετέραν ἀγάπην, τὰς πρὸς τοὺς ἐχθροὺς καταλλαγὰς μετὰ πολλῆς τῆς σπουδῆς ποιησώμεθα, καὶ τὰ λοιπὰ τῆς ψυχῆς πάθη ἐξορίσωμεν τῆς ἡμετέρας· κἂν ἐπιθυμία ἄτοπος ἐνοχλῇ, ταύτην φυγαδεύωμεν· κἂν θυμὸς πρὸς ὀργὴν διεγείρῃ, καταστέλλωμεν τὴν φλεγμονὴν τῇ ᾠδῇ τῶν πνευματικῶν παραινέσεων, δεικνύντες τοῦ πάθους τὸν ὄλεθρον. Ἀνὴρ γὰρ, φησὶ, θυμώδης, οὐκ εὐσχή μων· καὶ πάλιν· Ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰ κῆ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός. κἂν χρη μάτων ἐπιθυμία ταράσσῃ τὸν λογισμὸν, φεύγειν σπουδά ζωμεν τὴν ὀλεθρίαν ταύτην λύμην, καὶ καθάπερ ῥίζαν τῶν κακῶν ἁπάντων ἐκτέμνωμεν. Καὶ ἕκαστον δὲ τῶν ἐνοχλούντων ἡμῖν παθῶν διορθοῦν σπουδάζωμεν, ἵνα καὶ τῶν βλαβερῶν ἀπεχόμενοι, καὶ τὰς ἀγαθὰς πράξεις μετα διώκοντες, δυνηθῶμεν κατὰ τὴν ἡμέραν ἐκείνην τὴν φο βερὰν τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας ἀξιωθῆναι, χάριτι καὶ οἰκτιρμοῖς τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν
. ΟΜΙΛΙΑ ΚΘʹ
Καὶ ἤρξατο Νῶε ἄνθρωπος γεωργὸς γῆς, καὶ ἐφύτευ σεν ἀμπελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμεθύ σθη.αʹ. Πρὸς τὸ τέλος λοιπὸν ἐφθάσαμεν τῆς κατὰ τὸν δίκαιον ὑποθέσεως· διὸ, παρακαλῶ, συντείνατέ μοι τὴν διάνοιαν, καὶ μετὰ ἀκριβείας προσέχετε τοῖς λεγομένοις. Οὐδὲ γὰρ μικρὰ, οὐδὲ τὰ τυχόντα ἐστὶ καρπώσασθαι καὶ ἐκ τῶν σή μερον ἀνεγνωσμένων· τὰ γὰρ τοῖς παλαιοῖς συμβεβηκότα, εἰ βουλοίμεθα νήφειν, μεγίστης ἡμῖν διδασκαλίας ὑπόθε σις γίνεται Διὰ γὰρ τοῦτο οὐ μόνον τὰ κατορθώματα τῶν ἁγίων γέγραπται, ἀλλὰ καὶ τὰ ἁμαρτήματα, ἵνα τὰ μὲν φεύγωμεν, τὰ δὲ ζηλώσωμεν· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ δείκνυσί σοι ἡ θεία Γραφὴ καὶ δικαίους πολλάκις σφαλέν τας, καὶ ἁμαρτωλοὺς πολλὴν μεταβολὴν ἐπιδειξαμένους, ἵνα ἑκατέρωθεν ἀρκοῦσαν δεξώμεθα τὴν ἀσφάλειαν, καὶ μήτε ὁ ἑστὼς θαῤῥῇ ὁρῶν καὶ δικαίους καταπεσόντας, μήτε ὁ ἐν ἁμαρτήμασιν ὢν ἀπαγορεύῃ, ἰδὼν πολλοὺς ἀνενεγ κόντας καὶ πρὸς αὐτὴν τὴν ἄκραν κορυφὴν φθάσαι δυνη θέντας. Μηδεὶς τοίνυν, παρακαλῶ, κἂν πολλὰ κατορθώ ματα ἑαυτῷ συνειδὼς ᾖ, θαῤῥείτω, ἀλλ᾽ ἐναγώνιος ἔστω, καὶ ἀκουέτω τοῦ μακαρίου Παύλου λέγοντος καὶ παραι νοῦντος, Ὥστε ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ· μήτε ὁ πρὸς αὐτὸν τὸν πυθμένα τῆς κακίας κατελθὼν ἀπ ελπιζέτω ἑαυτοῦ τὴν σωτηρίαν, ἀλλ᾽ ἐννοῶν τοῦ Θεοῦ τὴν ἄφατον φιλανθρωπίαν ἀκουέτω πάλιν τοῦ Θεοῦ διὰ τοῦ προφήτου λέγοντος, Μὴ ὁ πίπτων οὐκ ἀνίσταται, ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; καὶ πάλιν· Οὐ βούλο μαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι, καὶ ζῇν αὐτόν. Εἶδες, ἀγαπητὲ, πῶς ἕκαστον τῶν ἐν τῇ θείᾳ Γραφῇ ἐγγεγραμμένων δι᾽ οὐδὲν ἕτερον μνήμῃ παρ εδόθη, ἀλλ᾽ ἢ διὰ τὴν ὠφέλειαν τὴν ἡμετέραν, καὶ τὴν σω τηρίαν τοῦ τῶν ἀνθρώπων γένους; Ταῦτα δὴ λογιζόμενα ἕκαστος ἡμῶν τὰ κατάλληλα φάρμακα ἐντεῦθεν ἑαυτῷ ἐπιτιθέτω. Διὰ γὰρ τοῦτο πᾶσιν ἐπ᾽ ἀδείας πρόκειται, καὶ ἔξεστι τῷ βουλομένῳ τὸ ἁρμόδιον τῷ ἐνοχλοῦντι πάθει φάρμακον ἐπιτιθέναι, καὶ ταχίστην τὴν ὑγίειαν δέξασθαι, μόνον ἐὰν μὴ ἀποσείσηταί τις τὴν ἀπὸ τῆς ἰατρείας θερα πείαν, ἀλλὰ τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδείξηται. Οὐδὲν γάρ ἐστι τῶν τὴν ἀνθρωπίνην φύσιν συνεχόντων οὔτε ψυ χικὸν οὔτε σωματικὸν πάθος, ὃ μὴ τὴν ἐντεῦθεν ἰατρείαν δέξασθαι δύναται. Τί γὰρ, εἰπέ μοι; Εἰσέρχεταί τις ἐν ταῦθα λύπῃ καὶ πραγμάτων περιστάσει πιεζόμενος, καὶ διὰ τοῦτο καταχώννυται τῇ ἀθυμίᾳ, εἰσελθὼν καὶ εὐθέως ἀκούσας τοῦ προφήτου λέγοντος· Ἵνα τί περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἵνα τί συνταράσσεις με; Ἔλπισον ἐπὶ τὸν Θεὸν, ὅτι ἐξομολογήσομαι αὐτῷ· σωτήριον τοῦ προσώπου μου, καὶ ὁ Θεός μου· ἱκανὴν λαβὼν παρα μυθίαν ἄπεισι, πᾶσαν ἐκείνην τὴν ἀθυμίαν ἀποσεισάμε νος. Ἕτερος πάλιν πενίᾳ πιεζόμενος ἐσχάτῃ δυσχεραίνει, καὶ ἀλύει ὁρῶν ἑτέρους πλούτῳ περιῤῥεομένους, καὶ μέγα φυσῶντας καὶ πολλὴν τὴν φαντασίαν περιβεβλημέ νους. Ἀκούει καὶ οὗτος πάλιν τοῦ αὐτοῦ προφήτου λέγον τος· Ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει· καὶ πάλιν· Μὴ φοβοῦ ὅταν πλου τήσῃ ἄνθρωπος, ἢ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ, ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα. Ἕτερος πάλιν ἐπιβουλὰς καὶ συκοφαντίας ὑπομέ νων δυσχεραίνει, καὶ ἀβίωτον ἡγεῖται τὸν βίον, οὐδαμόθεν ἀνθρωπίνην βοήθειαν εὑρεῖν δυνάμενος. Διδάσκεται δὲ καὶ οὗτος ὑπὸ τοῦ μακαρίου τούτου προφήτου ἐν ταῖς τοιαύ ταις περιστάσεσι μὴ ἐπ᾽ ἀνθρωπίνην συμμαχίαν καταφεύ γειν· ἀκούει γὰρ αὐτοῦ λέγοντος· Αὐτοὶ ἐνδιέβαλόν με, ἐγὼ δὲ προσηυχόμην. Εἶδες ὅθεν τὴν συμμαχίαν ἐπιζητεῖ; Ἕτεροι, φησὶ, δόλους ῥάπτουσι καὶ συκοφαντίας καὶ ἐπιβουλάς· ἐγὼ δὲ ἐπὶ τὸ τεῖχος τὸ ἀκαταμάχητον καταφεύγω, ἐπὶ τὴν ἄγκυραν τὴν ἀσφαλῆ, ἐπὶ τὸν λιμένα τὸν ἀκύμαντον, ἐπὶ τὴν εὐχὴν, δι᾽ ἧς πάντα μοι τὰ δυσχερῆ κοῦφα καὶ ῥᾴδια γίνεται. Ἕτερος πάλιν ὑπὸ τῶν πρότερον θερα πευόντων καταφρονεῖται καὶ περιορᾶται, καὶ ὑπὸ τῶν φίλων καταλιμπάνεται, καὶ τοῦτο αὐτοῦ μάλιστα συγχεῖ καὶ ταράσσει τὸν λογισμόν. Ἀλλὰ καὶ οὗτος, εἰ βουλη θείη, ἐνταῦθα παραγενόμενος ἀκούσει τοῦ μακαρίου τού του λέγοντος· Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν, καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν, καὶ ἐξεβιάζοντο οἱ ζη τοῦντες τὴν ψυχήν μου· καὶ οἱ ζητοῦντες τὰ κακά μου ἐλάλησαν ματαιότητας, καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν. Εἶδες μέχρις αὐτοῦ τοῦ θανά του τὰς ἐπιβουλὰς ῥάπτοντας, καὶ διηνεκῆ τὸν πόλεμον ἐπιδεικνυμένους; Τὸ γὰρ, Ὅλην τὴν ἡμέραν, τοῦτο δηλοῖ, ὅτι διὰ πάσης τῆς ζωῆς. Τί οὖν αὐτὸς ἐκείνων ταῦτα ἐπιβουλευόντων καὶ κατασκευαζόντων ἔπραττεν; Ἐγὼ δὲ, φησὶν, ὡσεὶ κωφὸς οὐκ ἤκουον, καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ· καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων, καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς. Εἶδες φιλοσοφίας ὑπερβολὴν, πῶς διὰ τῶν ἐναντίων ὁδῶν οὗτος περιεγένετο; Ἐκεῖνοι δόλους ἔῤῥαπτον, αὐτὸς καὶ τὰς ἀκοὰς ἔφραττεν, ὡς μηδὲ ἀκούειν· ἐκεῖνοι πάντα τὸν χρόνον οὐκ ἐπαύοντο καὶ τὴν γλῶτταν ἀκονοῦντες, καὶ ματαιότητας καὶ δολιό τητας φθεγγόμενοι· οὗτος δὲ τῇ σιγῇ τὴν μανίαν ἐκεί νων κατέστελλε. Καὶ τίνος ἕνεκεν οὕτως ἑαυτὸν διετίθει, καίτοι ἐκείνων ταῦτα κατασκευαζόντων, καὶ ὡσεὶ κω φὸς, καὶ ἄλαλος, καὶ μήτε ἀκοὰς ἔχων, μήτε γλῶτταν, οὕτω διέκειτο; Ἄκουε αὐτοῦ λέγοντος τὴν αἰτίαν τῆς τοσαύτης φιλοσοφίας· Ὅτι ἐπὶ σοὶ ἤλπισα, Κύριε. Ἐπειδὴ ἐμαυτὸν ἐξήρτησα, φησὶ, τῆς εἰς σὲ ἐλπίδος, οὐδείς μοι λόγος τῶν παρὰ τούτων γινομένων. Ἡ γὰρ σὴ ῥοπὴ ἱκανὴ πάντα διασκεδάσαι, καὶ ἀκύρους αὐτῶν ποιῆσαι καὶ τὰς ἐπιβουλὰς καὶ τὰς μηχανὰς, καὶ μηδὲν ἀφεῖναι τῶν ὑπ᾽ αὐτῶν κατασκευαζομένων εἰς ἔργον ἐλθεῖν. βʹ. Ἴδετε πῶς δυνατὸν ἑκάστης συμφορᾶς τῆς συνεχούσης τὴν ἀνθρωπίνην φύσιν κατάλληλον ἐντεῦθεν φάρμακον λαβόντα ἀπελθεῖν, καὶ πᾶσαν ἀπώσασθαι ἀθυμίαν βιωτικὴν, καὶ ὑπὸ μηδενὸς συστέλλεσθαι τῶν συμπι πτόντων; Διὰ τοῦτο παρακαλῶ καὶ συνεχῶς ἐνταῦθα βαδίζειν, καὶ μετὰ ἀκριβείας προσέχειν τῇ τῶν θείων Γραφῶν ἀναγνώσει, μὴ μόνον ἐπειδὰν ἐνταῦθα παραγί νησθε, ἀλλὰ καὶ οἴκαδε μετὰ χεῖρας λαμβάνειν τὰ θεῖα Βιβλία, καὶ μετ᾽ ἐπιμελείας δέχεσθαι τῶν ἐγκειμένων τὴν ὠφέλειαν. Πολὺ γὰρ τὸ ἐντεῦθεν τικτόμενον κέρδος· πρῶτον αὐτὸ τοῦτο, τὴν γλῶτταν ἀναπλάττεσθαι ποιεῖ διὰ τῆς ἀναγνώσεως· ἔπειτα καὶ ἡ ψυχὴ πτεροῦται καὶ μετάρσιος γίνεται, τῷ φωτὶ τοῦ τῆς δικαιοσύνης ἡλίου καταυγαζομένη, κατ᾽ αὐτὸν ἐκεῖνον τὸν καιρὸν τῆς τῶν πονηρῶν λογισμῶν λύμης ἀπαλλαττομένη, καὶ γα λήνης ἀπολαύουσα πολλῆς καὶ ἡσυχίας. Καὶ ὅπερ ἡ σω ματικὴ τροφὴ πρὸς τὴν σύστασιν τῆς ἡμετέρας ἰσχύος, τοῦτο ἡ ἀνάγνωσις τῇ ψυχῇ γίνεται. Τροφὴ γάρ ἐστι πνευματικὴ, καὶ νευροῖ τὸν λογισμὸν, καὶ ἰσχυρὰν ἐργά ζεται τὴν ψυχὴν, καὶ εὐτονωτέραν καὶ φιλοσοφωτέραν, οὐκ ἀφιεῖσα λοιπὸν ἁλίσκεσθαι τοῖς ἀλόγοις πάθεσιν, ἀλλὰ καὶ κοῦφον αὐτῇ τὸ πτερὸν ἐργαζομένη, καὶ πρὸς αὐτὸν, ὡς εἰπεῖν, τὸν οὐρανὸν μεθιστῶσα. Μὴ τοίνυν ἀμελῶμεν, παρακαλῶ, τοῦ τοσούτου κέρδους, ἀλλὰ καὶ ἐπὶ οἰκίας σπουδάζωμεν τῇ ἀναγνώσει τῶν θείων προσ έχειν Γραφῶν, καὶ ἐνταῦθα παραγινόμενοι μὴ εἰς φλυα ρίας καὶ ἀνονήτους ὁμιλίας τὸν καιρὸν καταδαπανῶμεν, ἀλλὰ δι᾽ ὃ παραγεγόναμεν, οὕτω συντείνωμεν ἑαυτοὺς, καὶ προσέχωμεν τοῖς ἀναγινωσκομένοις, ἵνα καρπωσά μενοί τι πλέον, οὕτως ἐντεῦθεν ἐξέλθητε. Εἰ μέλλοιτε εἰσελθόντες ἐνταῦθα πάλιν εἰς ὁμιλίας ἀκαίρους καὶ ἀνωφελεῖς τὸν καιρὸν καταναλίσκειν, καὶ μηδὲν πλέον εἰς ὠφέλειαν λόγων δεξάμενοι ἐπανιέναι, τί τὸ ὄφελος; Πῶς γὰρ οὐκ ἄτοπον, εἰς μὲν πανήγυριν βιωτικὴν ἀπι όντας σπουδάζειν πάντα τὰ ἐκ τῆς πανηγύρεως λαβόντας ἐπανελθεῖν οἴκαδε, καὶ ταῦτα χρήματα κατατιθέντας· ἐνταῦθα δὲ εἰς τὴν πανήγυριν ταύτην τὴν πνευματικὴν ἐρχομένους, μὴ πᾶσαν ποιεῖσθαι σπουδὴν λαβόντας τι τῶν χρησίμων, καὶ εἰς τὴν ψυχὴν ἐναποθεμένους οὕτως ἐπανιέναι, καὶ μάλιστα ὅτε οὐδὲ χρημάτων δαπάνην ἐρ γάσασθαι δεῖ, ἀλλὰ προθυμίαν μόνον εἰσενεγκεῖν, καὶ γνώμην συντεταμένην; Ἵνα οὖν μὴ χείρους γενώμεθα τῶν ταῖς βιωτικαῖς πανηγύρεσιν ἐμβαλλόντων, σπουδά ζωμεν πολλὴν ἐπιδείκνυσθαι τὴν φροντίδα καὶ τὴν ἀγρυ πνίαν, ἵν᾽ ἔχωμεν ἐντεῦθεν ἐξελθόντες ἐφόδια, ὥστε μὴ μόνον ἑαυτοῖς ἀρκεῖν, ἀλλὰ καὶ ἑτέροις ἐπιχορηγεῖν, καὶ δύνασθαι καὶ τὴν γυναῖκα διορθοῦν, καὶ τοὺς οἰκέτας, καὶ τοὺς γείτονας, καὶ τὸν φίλον, καὶ τὸν ἐχθρὸν αὐτόν. Τοιαῦτα γὰρ τὰ πνευματικὰ διδάγματα, ὡς κοινὰ πᾶσι προκεῖσθαι, καὶ μηδεμίαν εἶναι ἐν αὐτοῖς διαφορὰν, πλὴν εἰ μή πού τις γνώμην συντεταμένην εἰσενέγκας καὶ προθυμίαν ζέουσαν ὑπερηκόντισε τὸν πλησίον. Ἐπεὶ οὖν καὶ τῶν ἐνταῦθα διδαγμάτων τοσοῦτον τὸ κέρδος, φέρε σήμερον τὰ ἀναγνωσθέντα εἰς μέσον προθῶμεν καὶ τὸ ἐξ αὐτῶν κέρδος καρπωσάμενοι, οὕτως οἴ καδε ἐπανέλθωμεν. Καὶ ἤρξατο, φησὶ, Νῶε ἄνθρωπος γεωργὸς γῆς, καὶ ἐφύτευσεν ἀμπελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμεθύσθη. Σκόπει πόσης ἡμῖν ὠφελείας ὑπόθεσις γίνε ται αὐτὸ τῆς ἀναγνώσεως τὸ προοίμιον. Ὅταν γὰρ ἀκού σωμεν, ὅτι ὁ δίκαιος, ὁ τέλειος, ὁ τὴν ἄνωθεν μαρτυρίαν δεξάμενος ἔπιε καὶ ἐμεθύσθη, πῶς ἡμεῖς λοιπὸν οἱ τοσ ούτοις καὶ ἑτέροις ἁμαρτήμασι καταβεβαπτισμένοι οὐχὶ μετὰ πολλοῦ τοῦ τόνου σπουδάσομεν φυγεῖν τὴν ἐκ τῆς μέθης λύμην; Καίτοι γε οὐχ ὅμοιόν ἐστι τὸ τὸν δίκαιον τοῦτον ἁλῶναι τῷ πάθει, καὶ ἡμᾶς τῷ αὐτῷ περιπεσεῖν. Πολλὰ γάρ ἐστιν, ἃ τὸν δίκαιον τοῦτον συγγνώμης ἄξιον ἀποφαίνει. Καὶ ταῦτα λέγω οὐ τὸν ὑπὲρ τῆς μέθης λόγον ποιούμενος, ἀλλὰ δεικνὺς ὅτι οὐκ ἐξ ἀκρασίας ὁ δίκαιος ὑπεσκελίσθη, ἀλλ᾽ ὑπὸ ἀγνοίας μᾶλλον. Καὶ ὅτι οὐχ ἁπλῶς εὗρε τὴν οἰνοποσίαν, ἄκουε αὐτῆς τῆς Γραφῆς λεγούσης καὶ τὴν ἀπολογίαν ποιουμένης, δι᾽ ὧν φθέγγε ται· Καὶ ἤρξατο, φησὶ, Νῶε ἄνθρωπος γεωργὸς γῆς, καὶ ἐφύτευσεν ἀμπελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμεθύσθη. Αὐτὸ τοῦτο τὸ εἰπεῖν, Ἤρξατο, δείκνυσιν ὅτι αὐτὸς τὴν ἀρχὴν εὗρε τῆς οἰνοποσίας, καὶ διὰ πολλὴν ἄγνοιαν καὶ διὰ τὸ μὴ εἰδέναι τῆς μεταλήψεως τὰ μέτρα εἰς τὴν μέθην ἐξεκυλίσθη. Καὶ οὐ τοῦτο μόνον ἐστὶν, ἀλλ᾽ ὅτι καὶ ἀθυμίᾳ πολλῇ κατεχόμενος ἐβουλήθη τὴν ἐντεῦθεν παραμυθίαν ἑαυτῷ ἐπινοῆσαι, καθάπερ καί τίς φησι σοφός· Δότε οἶνον τοῖς ἐν λύπαις, καὶ μέθην τοῖς ἐν ὀδύναις· δεικνὺς ὅτι οὐδὲν οὕτως ἀθυμίας φάρμακον γενέσθαι δύναται, ὡς ἡ τούτου χρῆσις· μόνον εἰ μή που ἡ ἀμετρία λυμήνηται τὴν ἐξ αὐτοῦ ὠφέλειαν. Ὅτι δὲ ἐν λύπῃ ἦν καὶ ἀθυμίᾳ ὁ δίκαιος οὗτος, ὁρῶν ἑαυτὸν ἐν ἐρη μίᾳ τοσαύτῃ, καὶ πρὸ τῶν ὀφθαλμῶν ἐκείνῳ τὰ σώματα τῶν ἀνθρώπων ἐῤῥιμμένα, καὶ μετὰ τῶν κτηνῶν καὶ τῶν ἀλόγων, καὶ τάφον κοινὸν ἅπασι γεγενημένον, τίς ἀντε ρεῖ; Ἔθος γὰρ τοῖς προφήταις καὶ τοῖς δικαίοις ἅπασι μὴ μόνον ὑπὲρ τῶν καθ᾽ ἑαυτοὺς ἀλγεῖν, ἀλλὰ καὶ ὑπὲρ τῶν λοιπῶν ἀνθρώπων. Καὶ εἴ τις ἐξαριθμῆσαι βούλοιτο, εὑρήσει πάντας ταύτην τὴν συμπάθειαν ἐπιδεικνυμένους, καὶ ἀκούσει τοῦ μὲν Ἡσαΐου λέγοντος· Μὴ κατισχύ σητε παρακαλεῖν με ἐπὶ τοῦ συντρίμματος τῆς θυ γατρὸς τοῦ γένους μου· τοῦ δὲ Ἱερεμίου· Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ, καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων; τοῦ δὲ Ἰεζεκιήλ· Οἴ μοι, Κύριε, ἐξαλείφεις σὺ τὸ κατάλοιπον τοῦ Ἰσραήλ; καὶ τοῦ Δανιὴλ θρη νοῦντος, καὶ λέγοντος, ὅτι Ὀλιγοστοὺς ἡμᾶς ἐποίησας παρὰ πάντα τὰ ἔθνη· καὶ τοῦ Ἀμώς· Μετανόησον, Κύριε, ἐπὶ τούτῳ· καὶ τοῦ Ἀμβακούμ· Ἵνα τί ἔδειξάς μοι κόπους καὶ μόχθους; καὶ πάλιν· Καὶ ποιήσεις τοὺς ἀνθρώπους ὡς τοὺς ἰχθύας τῆς θαλάσσης· καὶ τοῦ μακαρίου δὲ αὐτοῦ τούτου Μωϋσέως ἀκούσει λέγον τος, Εἰ μὲν ἀφίης αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, κἀμὲ ἐξάλειψον· καὶ πάλιν ἐπαγγελλομένου τοῦ Θεοῦ μείζονος ἔθνους ἡγεμονίαν αὐτῷ ἐγχειρίσαι, καὶ εἰπόν τος· Ἄφες με, καὶ ἐξαλείψω τοὺς ἀνθρώπους τούτους, καὶ ποιήσω σε εἰς ἔθνος μέγα· οὐδὲ τοῦτο ἑλέσθαι, ἀλλὰ καὶ τὴν προστασίαν αὐτῶν προτιμοτέραν ἡγήσασθαι. Καὶ ὁ τῆς οἰκουμένης διδάσκαλος, ὁ μακά ριος Παῦλος ἔλεγεν· Ηὐχόμην ἀνάθεμα εἶναι αὐτὸς ἐγὼ ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου τῶν κατὰ σάρκα. γʹ. Ἴδετε πῶς ἕκαστος τῶν δικαίων πολλὴν τὴν συμπά θειαν περὶ τοὺς ὁμογενεῖς ἐπεδείκνυτο. Ἐννοεῖτε λοιπὸν καὶ τὰ κατὰ τοῦτον τὸν δίκαιον, πόσα εἰκὸς ἦν πάσχειν καὶ πῶς ὑπὸ τῆς ἀθυμίας κατεργάζεσθαι, ὁρῶντα καὶ τῆς τοσαύτης ἐρημίας τὴν ἐπίτασιν, καὶ αὐτὴν τὴν γῆν, τὴν πρότερον κομῶσαν τοῖς πολλοῖς φυτοῖς καὶ τοῖς ἄν θεσι καλλωπιζομένην, ἀθρόον ὥσπερ ἀποκειραμένην τὴν κόμην, καὶ γυμνὴν αὐτὴν καὶ ἔρημον τυγχάνουσαν. Ἐπεὶ οὖν τοσαύτη τῆς ἀθυμίας ἦν ἡ ἐπίτασις, μικράν τινα ἑαυτῷ παραμυθίαν ἐντεῦθεν ἐπινοῶν, ἐπὶ τὴν τῆς γῆς ἐργασίαν, ἑαυτὸν ἐξέδωκε· διὰ τοῦτό φησι· Καὶ ἤρ ξατο Νῶε ἄνθρωπος γεωργὸς γῆς, καὶ ἐφύτευσεν ἀμπελῶνα. Ἀλλ᾽ ἄξιον ζητῆσαι εἰ νῦν αὐτὸς ἐξηῦρε τὸ φυτὸν, ἢ ἄνωθεν καὶ ἐξ ἀρχῆς ἦν παραχθέν. Εἰκὸς μὲν τοῦτο ἄνω θεν καὶ ἐξ ἀρχῆς κατὰ τὴν ἕκτην ἡμέραν δεδημιουργῆ σθαι, ἡνίκα Εἶδεν ὁ Θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν (Κατέπαυσε γὰρ, φησὶν, ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἐποίη σε)· μὴ μέντοι γνώριμον εἶναι τοῦ φυτοῦ τὴν χρῆσιν. Εἰ γὰρ ἦν ἄνωθεν καὶ ἐξ ἀρχῆς τὸ φυτὸν γνώριμον γεγο νὸς, ἢ ὁ ἐξ αὐτοῦ καρπὸς κατάδηλος, πάντως ἂν καὶ οἱ περὶ τὸν Ἄβελ τὰς θυσίας ἀνάγοντες καὶ οἶνον ἔσπεισαν. Ἀλλ᾽ ἐπειδὴ ἠγνόουν ἔτι τοῦ καρποῦ τὴν χρῆσιν, οὐκ ἐχρήσαντο τῷ φυτῷ. Οὗτος δὲ φιλότεχνος ὢν περὶ τὴν γεωργίαν, καὶ πολλῇ τῇ ἐπιμελείᾳ χρησάμενος, ἴσως καὶ τοῦ καρποῦ ἐγεύσατο, καὶ τοὺς βότρυας ἀποθλίψας καὶ τὸν οἶνον ποιήσας μετέλαβε τῆς χρήσεως. Καὶ ἐπειδὴ μήτε αὐτὸς ἐγεύσατο πρότερον, μήτε ἕτερον εἶδε μετει ληφότα, οὐκ εἰδὼς πόσῳ δεῖ χρήσασθαι μέτρῳ, οὔτε ὅπως αὐτοῦ τῆς μεταλήψεως προσήκει μετασχεῖν, ὑπ᾽ ἀγνοίας εἰς τὴν μέθην ἐξώλισθεν. Ἄλλος δὲ, ἐπειδὴ ἡ κρεωφαγία εἰσηνέχθη εἰς τὸν βίον, λοιπὸν καὶ ἡ οἰνοποσία. Ὅρα δέ μοι κατὰ μικρὸν, ἀγαπητὲ, πῶς ἡ τοῦ κόσμου σύστασις οἰκονομεῖται, καὶ ἕκαστος ὑπὸ τῆς παρὰ Θεοῦ σοφίας ἐγκειμένης τῇ φύσει εὑρετὴς ἐκ προοιμίων τέχνης τινὸς γέγονε, καὶ οὕτως εἰς τὸν βίον εἰσήνεγκε τὰ τῶν τεχνῶν ἐπιτηδεύματα. Ὁ γὰρ πρῶτος τὴν ἐργασίαν εὗρε τῆς γῆς, ὁ μετ᾽ αὐτὸν τὴν ποιμαντικὴν, ἕτερος τὴν κτηνοτρο φίαν, καὶ ἄλλος τὴν μουσικὴν, ἕτερος τὴν χαλκευτικήν· οὗτος δὲ ὁ δίκαιος τὴν ἀμπελουργικὴν ἀπὸ τῆς ἐγκειμέ νης τῇ φύσει διδασκαλίας ἐπενόησε. Καὶ ἤρξατο, φησὶ, Νῶε ἄνθρωπος γεωργὸς γῆς, καὶ ἐφύτευσεν ἀμπε λῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμεθύσθη. Σκόπει πῶς τὸ τῆς ἀθυμίας φάρμακον, τὸ τῆς ὑγιείας ποιητι κὸν, ἐπειδὴ εἰς ἀμετρίαν ὑπερέβη διὰ τὴν ἄγνοιαν, οὐ μόνον οὐδὲν ὠφέλησεν αὐτὸν, ἀλλὰ καὶ ἐλυμήνατο αὐτοῦ τῇ καταστάσει. Ἀλλ᾽ ἴσως εἴποι τις ἄν· Καὶ τίνος ἕνεκεν τοσούτων γέμον κακῶν φυτὸν εἰς τὸν βίον εἰσηνέχθη; Μὴ ἁπλῶς τὰ ἐπιόντα φθέγγου, ἄνθρωπε. Οὐ γὰρ τὸ φυτὸν κακὸν, οὔτε ὁ οἶνος πονηρὸν, ἀλλ᾽ ἡ παρὰ τὸ δέον χρῆσις. Ὅτι γὰρ οὐ παρὰ τὸν οἶνον τὰ ἁμαρτήματα τὰ ὀλέθρια τίκτεται, ἀλλὰ παρὰ τὴν διεφθαρμένην γνώμην, καὶ τῷ τῇ ἀμετρίᾳ λυμαίνεσθαι τὴν ἐκ τούτου ἐγγινομένην ὠφέ λειαν· διὰ τοῦτο νῦν μετὰ τὸν κατακλυσμὸν δείκνυσί σοι τοῦ οἴνου τὴν χρῆσιν, ἵνα μάθῃς ὅτι καὶ πρὸ τῆς τοῦ οἴνου χρήσεως καὶ εἰς ἀσέλγειαν ὑπερβάλλουσαν ἐξώκει λεν ἡ τῶν ἀνθρώπων φύσις, καὶ πολλὴν τῶν ἁμαρτημά των τὴν ἐπίτασιν ἐπεδείξατο, καὶ ταῦτα οἴνου μηδαμοῦ φαινομένου· ἵνα καὶ ὅταν ἴδῃς τὴν τοῦ οἴνου χρῆσιν, μὴ τῷ οἴνῳ τὸ πᾶν λογίσῃ, ἀλλὰ τῇ προαιρέσει τῇ διεφθαρ μένῃ, καὶ πρὸς τὴν κακίαν αὐτομολησάσῃ. Ἄλλως δὲ καὶ ἐννόησον ποῦ χρήσιμος γέγονεν ὁ οἶνος, καὶ φρῖξον, ἄνθρωπε. Ἡ γὰρ ὑπόθεσις τῆς σωτηρίας ἡμῶν τῶν ἀγα θῶν διὰ τούτου τελεῖται. Ἴσασιν οἱ μεμυημένοι τὸ λεγό μενον. Καὶ ἤρξατο Νῶε, φησὶν, ἄνθρωπος γεωργὸς γῆς, καὶ ἐφύτευσεν ἀμπελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμεθύσθη, καὶ ἐγυμνώθη ἐν τῷ οἴκῳ αὐ τοῦ. Δεινὸν γὰρ, δεινὸν, ἀγαπητὲ, ἡ μέθη, καὶ ἱκανὴ πηρῶσαι τὰς αἰσθήσεις, καὶ καταβαπτίσαι τὸν λογισμόν. Τὸν γὰρ λογικὸν ἄνθρωπον, καὶ τὴν κατὰ πάντων ἀρχὴν ἀναδεδεγμένον, καθάπερ νεκρὸν καὶ ἀνενέργητον, δεσμοῖς τισιν ἀλύτοις πεδήσασα κεῖσθαι παρασκευάζει· μᾶλλον δὲ καὶ νεκροῦ χεῖρον. Ὁ μὲν γὰρ καὶ πρὸς τὰ καλὰ καὶ πρὸς τὰ κακὰ ἀνενέργητος τυγχάνει, οὗτος δὲ πρὸς μὲν τὰ καλὰ ἀνενέργητος, πρὸς δὲ τὰ κακὰ μᾶλλον ἐνεργεῖ, καὶ κοινὸς πᾶσι γέλως πρόκειται, καὶ τῇ γυναικὶ καὶ τοῖς παιδίοις καὶ αὐτοῖς τοῖς οἰκέταις. Οἱ μὲν γὰρ φίλοι οἰκείαν τὴν αἰσχύνην λογιζόμενοι ἐγκαλύπτονται, καὶ αἰσχύνονται, οἱ δὲ ἐχθροὶ ἐφήδονται καὶ κωμῳδοῦσι καὶ ἐπαρῶνται, μονονουχὶ ταῦτα λέγοντες τὰ ῥήματα· τοῦ τον δεῖ ἀναπνεῖν τὸν ἀέρα; τὸ βόσκημα, τὸν χοῖρον, καὶ ἔτι τούτων χαλεπώτερα φθεγγόμενοι. Τῶν γὰρ ἀπὸ τῶν πολέμων ἐπανελθόντων, καὶ τὰς χεῖρας ᾑμαγμένας ἐχόν των, καὶ φοράδην ἀγομένων χεῖρον οὗτοι διάκεινται. Ἐκείνους μὲν γὰρ ἴσως καὶ ἐγκωμιάζουσιν οἱ πολλοὶ διὰ τὰ τρόπαια, διὰ τὰς νίκας, διὰ τὰ τραύματα καὶ τὰς σφαγάς· τούτους δὲ ταλανίζουσιν, ἀθλίους ἀποκαλοῦσι, μυρία αὐτοῖς ἐπαρῶνται κακά. Τί γὰρ ἂν εἴη ἀθλιώτερον τοῦ τῇ μέθῃ προσηλωμένου, καὶ καθ᾽ ἑκάστην ἡμέραν τὸν ἄκρατον ἐκχεομένου, καὶ τῶν λογισμῶν τὸ κριτήριον διαφθείροντος; Διὰ τοῦτο καὶ σοφός τις παρῄνει λέγων· Ἀρχὴ ζωῆς ἀνθρώπου ἄρτος καὶ ὕδωρ καὶ ἱμάτιον, καὶ οἶκος καλύπτων ἀσχημοσύνην, ἵνα κἂν ἁλῷ τις ὑπὸ τῆς μέθης, μὴ ἐκπομπεύηται, μηδὲ δημοσιεύηται, ἀλλὰ καὶ ὑπὸ τῶν οἰκείων περιστέλληται, καὶ μὴ προ κέηται πᾶσι γέλωτος καὶ ἀσχημοσύνης ὑπόθεσις. Καὶ ἤρξατο, φησὶ, Νῶε ἄνθρωπος γεωργὸς γῆς, καὶ ἐφύ τευσεν ἀμπελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμε θύσθη. δʹ. Τὸ τῆς μέθης ὄνομα, ἀγαπητὲ, ἐπὶ τῆς ἁγίας Γραφῆς οὐ πανταχοῦ ἐπὶ τούτου εἴρηται, ἀλλὰ καὶ ἐπὶ πλησμονῆς. Τοῦτο οὖν ἄν τις εἴποι περὶ τοῦ δικαίου τούτου, ὅτι οὐ δι᾽ ἀκρασίαν εἰς τὴν μέθην κατέπεσεν, ἀλλ᾽ ἡ πλησμονὴ τοῦτο αὐτῷ εἰργάσατο. Ἄκουε γὰρ τοῦ Δαυῒδ λέγοντος· Μεθυσθήσονται ἀπὸ τῆς πιότητος τοῦ οἴκου σου, ἀντὶ τοῦ, πλησθήσονται. Ἄλλως δὲ οἱ τῇ μέθῃ ἑαυτοὺς ἐκδιδόντες οὐδέποτε κόρον λαμβάνου σιν, ἀλλ᾽ ὅσῳ ἂν ἐγχέωσιν ἑαυτοῖς τὸν ἄκρατον, τοσούτῳ μᾶλλον πρὸς τὸ δίψος ἐκκαίονται, καὶ ἡ μετάληψις ἀεὶ ὑπέκκαυμα γίνεται τοῦ δίψους· καὶ τὰ μὲν τῆς ἡδονῆς ἠμαύρωται λοιπὸν, τὸ δὲ δίψος ἀκατάπαυστον γεγονὸς εἰς αὐτὸν τὸν κρημνὸν τῆς μέθης κατάγει τοὺς ὑπ᾽ αὐτῆς αἰχμαλώτους γεγενημένους. Καὶ ἐφύτευσε, φησὶν, ἀμ πελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμεθύσθη, καὶ ἐγυμνώθη ἐν τῷ οἴκῳ αὐτοῦ. Ὅρα αὐτὸν οὐκ ἕξω που τοῦτο πάσχοντα, ἀλλὰ ἐν τῷ οἴκῳ αὐτοῦ. Διὰ γὰρ τοῦτο ἐπεσημήνατο ἡ θεία Γραφὴ ὅτι Ἐν τῷ οἴκῳ αὐτοῦ, ἵνα ἐκ τῶν ἐπαγομένων τὴν ἐπίτασιν ἴδῃς τῆς πονηρίας τοῦ τὴν γύμνωσιν ἐκπομπεύσαντος. Καὶ εἶδε, φησὶ, Χὰμ ὁ πατὴρ Χαναὰν τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν, καὶ ἐξελθὼν ἀνήγγειλε τοῖς δυσὶν ἀδελφοῖς αὐτοῦ ἔξω. Τάχα εἰ καί τινες ἕτεροι ἦσαν, κἀκείνοις ἂν ἐμήνυσε τὴν τοῦ πατρὸς ἀσχημοσύνην· τοσαύτη ἦν τοῦ παιδὸς ἡ μο χθηρία. Διὰ γὰρ τοῦτο, ἵνα μάθῃς ὅτι ἄνωθεν καὶ ἐξ ἀρ χῆς διεφθαρμένος ἦν τὴν γνώμην, οὐχ ἁπλῶς εἶπεν ἡ Γραφὴ, ὅτι εἶδε Χὰμ τὴν γύμνωσιν τοῦ πατρὸς αὐτοῦ, ἀλλὰ τί; Καὶ εἶδε Χὰμ ὁ πατὴρ Χαναάν. Τίνος ἕνεκεν, εἰπέ μοι, καὶ ἐνταῦθα τοῦ υἱοῦ λέγει τὴν προσηγορίαν; Ἵνα μάθῃς ὅτι ἀκρατής τις ἦν καὶ ἀκόλαστος, καὶ ἀπὸ τῆς αὐτῆς γνώμης, ἀφ᾽ ἧς ἐν τοσαύτῃ καταστάσει παι δοποιεῖν ἠνέσχετο, ἀπὸ τῆς αὐτῆς καὶ νῦν εἰς τὸν γεγεν νηκότα ἐξύβρισε. Καὶ ἐξελθὼν, φησὶν, ἀνήγγειλε τοῖς δυσὶν ἀδελφοῖς αὐτοῦ ἔξω. Ὅρα μοι ἐνταῦθα, ἀγα πητὲ, πῶς οὐκ ἐν τῇ φύσει τὰ τῆς κακίας ἔγκειται, ἀλλ᾽ ἐν τῇ γνώμῃ καὶ ἐν τῇ προαιρέσει. Ἰδοὺ γὰρ ἀμφότε ροι τῆς αὐτῆς φύσεως, καὶ ἀδελφοὶ, τὸν αὐτὸν ἔσχον πα τέρα, τῶν αὐτῶν ἀπήλαυσαν ὠδίνων, τῆς αὐτῆς ἐπιμε λείας ἔτυχον, ἀλλ᾽ οὐ τὴν αὐτὴν προαίρεσιν ἐπεδείξαντο· ἀλλ᾽ ὁ μὲν πρὸς τὴν κακίαν ἐξώλισθεν, οἱ δὲ τὴν ὀφειλο μένην τῷ πατρὶ τιμὴν ἀπένειμαν. Ἴσως δὲ καὶ ἐπεμ βαίνων τῇ τοῦ πατρὸς ἀσχημοσύνῃ καὶ κωμῳδῶν τὸ γε γονὸς ἐξήγγειλε, καὶ οὐκ ἤκουσε σοφοῦ τινος λέγοντος· Μὴ δοξάζου ἐν ἀτιμίᾳ πατρός σου. Ἀλλ᾽ οἱ ἀδελφοὶ οὐχ οὕτως· ἀλλὰ τί; Ταῦτα ἀκούσαντες, Λαβόντες, φησὶ, Σὴμ καὶ Ἰάφεθ τὸ ἱμάτιον, ἐπέθεντο ἐπὶ τὰ δύο νῶτα αὐτῶν, καὶ ἐπορεύθησαν ὀπισθοφανῶς, καὶ συνεκάλυψαν τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν· καὶ τὸ πρόσωπον αὐτῶν ὀπισθοφανὲς, καὶ τὴν γύ μνωσιν τοῦ πατρὸς αὑτῶν οὐκ εἶδον. Εἶδες εὐγνωμο σύνην παίδων; Ὁ μὲν καὶ ἐξεπόμπευσεν, οἱ δὲ οὐδὲ ἰδεῖν ἀνέχονται, ἀλλ᾽ ὀπισθοφανῶς βαδίζουσιν, ἵνα ὀρθῶς βαδίσαντες συγκαλύψωσι τοῦ πατρὸς τὴν γύμνωσιν. Καὶ ὅρα αὐτῶν μετὰ τῆς πολλῆς εὐγνωμοσύνης καὶ τὴν ἐπιείκειαν. Οὔτε γὰρ ἐπιτιμῶσιν, οὔτε ἐπιπλήττουσι τῷ ἀδελφῷ, ἀλλ᾽ ἀκούσαντες, ἑνὸς μόνου γίνονται, τοῦ τὴν διόρθωσιν ταχεῖαν ποιήσασθαι, καὶ τὰ εἰς τιμὴν τοῦ γε γεννηκότος συντείνοντα ἐπιδείξασθαι. Καὶ τὸ πρόσωπον αὐτῶν, φησὶν, ὀπισθοφανὲς, καὶ τὴν γύ μνωσιν τοῦ πατρὸς αὐτῶν οὐκ εἶδον. Πολλὴ τῶν παί δων ἡ εὐλάβεια, καὶ ταύτην ἡμῖν δείκνυσιν οὐ τὸ σκεπά σαι μόνον, ἀλλὰ καὶ μὴ ἀνασχέσθαι ἰδεῖν. Παιδευθῶμεν τοίνυν καὶ ἐντεῦθεν, καὶ ἐξ ἀμφοτέρων κερδάνωμεν, καὶ τούτους μὲν μιμώμεθα, ἐκείνου δὲ τὸν ζῆλον φεύγωμεν. Εἰ γὰρ γύμνωσιν αἰσθητὴν ὁ ἐκπομπεύσας, κατάρας ἑαυτὸν ὑπεύθυνον κατέστησε, καὶ τῆς ὁμοτιμίας τῶν ἀδελφῶν ἐκπεσὼν, δουλεύειν αὐτοῖς κατεδικάσθη, εἰ καὶ μὴ αὐτὸς ἐκεῖνος, ἀλλ᾽ οἱ ἐξ αὐτοῦ πάντες· τί πείσονται οἱ τὰ ἁμαρτήματα τῶν ἀδελφῶν ἐκπομπεύοντες, καὶ οὐ μόνον οὐ περιστέλλοντες, ἀλλὰ καὶ μειζόνως αὐτὰ ποι οῦντες κατάδηλα, καὶ πολλὰ ἐκ τούτου ἐργαζόμενοι τὰ ἁμαρτήματα; Ὅταν γὰρ δημοσιεύσῃς τοῦ ἀδελφοῦ τὸ πταῖσμα, οὐ μόνον ἐκεῖνον ἀναισχυντότερον καὶ ὀκνηρό τερον εἰργάσω ἴσως πρὸς τὴν ἐπάνοδον τῆς ἀρετῆς, ἀλλὰ καὶ τοὺς ἀκούοντας ῥᾳθυμοτέρους κατέστησας, καὶ πρὸς ἀπόνοιαν ἤλειψας· καὶ οὐ τοῦτο μόνον, ἀλλ᾽ ὅτι καὶ βλασφημεῖσθαι τὸν Θεὸν παρεσκεύασας. Τοῦτο δὲ ὅσην προξενεῖ τὴν κόλασιν τοῖς τὴν αἰτίαν παρέχουσιν, οὐδεὶς ἀγνοεῖ. Φύγωμεν τοίνυν, παρακαλῶ, τοῦ Χὰμ τὸν ζῆλον, μιμησώμεθα δὲ τῶν εὐγνωμόνων τούτων παίδων τὴν αἰδῶ, ἣν περὶ τὴν γύμνωσιν τοῦ πατρὸς ἐπεδείξαντο· καὶ οὕτω τὰ τῶν ἀδελφῶν συσκιάζωμεν ἁμαρτήματα, οὐχ ἵνα εἰς ῥᾳθυμίαν αὐτοὺς παιδοτριβήσωμεν, ἀλλ᾽ ἵνα ταύτῃ μάλιστα πλείονα αὐτοῖς ἀφορμὴν παράσχωμεν τοῦ ταχέως τῆς λύμης ἐκείνης ἀπαλλαγῆναι, καὶ πρὸς τὸν τῆς ἀρετῆς δρόμον ἐπανελθεῖν. Ὥσπερ γὰρ τὸ μὴ πολλοὺς ἔχειν μάρτυρας τῶν οἰκείων πλημμελημάτων εὐκολωτέραν κατασκευάζει τῷ νήφοντι τὴν ἐπάνοδον· οὕτως, ἐπειδὰν ἀπερυθριάσῃ ψυχὴ, καὶ ἴδῃ ὅτι οὐδένα λέληθε τὰ πονηρὰ διαπραττομένη, οὐκ εὐκόλως ἀποστῆ ναι ἀνέχεται, ἀλλὰ καθάπερ εἰς ὕλην τινὰ καὶ βυθὸν ἐμ πεσοῦσα, καὶ ὑπὸ μυρίων κυμάτων κάτω παρελκομένη δυσκόλως ἀνανεῦσαι δυνήσεται, εἰς ἀπόγνωσιν λοιπὸν ἐμπεσοῦσα καὶ πρὸς τὴν ἐπάνοδον ἀπαγορεύουσα. εʹ. Διὰ τοῦτο, παρακαλῶ, μήτε ἐκπομπεύωμεν τὰ τῶν πλησίον σφάλματα, καὶ ἐπειδὰν παρ᾽ ἑτέρων ταῦτα μά θωμεν, μὴ ἐπειγώμεθα ὥστε τὴν γύμνωσιν ἰδεῖν· ἀλλὰ καθάπερ οὗτοι οἱ εὐγνώμονες παῖδες, συγκαλύπτωμεν, συσκιάζωμεν, τῇ παραινέσει, ταῖς συμβουλαῖς καταπε πτωκυῖαν τὴν ψυχὴν ἀνορθοῦν σπουδάζωμεν, τῆς φιλ ανθρωπίας τοῦ Θεοῦ τὸ μέγεθος διδάσκοντες, τῆς ἀγα θότητος αὐτοῦ τὴν ὑπερβολὴν, τῆς εὐσπλαγχνίας τὸ ἄμε τρον, ἵνα μείζονος, ἤπερ οὗτοι, εὐλογίας ἀπολαύσωμεν παρὰ τοῦ τῶν ὅλων Θεοῦ, τοῦ βουλομένου Πάντας ἀν θρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλ θεῖν, τοῦ μὴ βουλομένου Τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν. Καὶ τὴν γύμνωσιν, φησὶ, τοῦ πατρὸς αὐτῶν οὐκ εἶδον. Ὅρα πῶς ἄνωθεν καὶ ἐξ ἀρχῆς ταῦτα ἐν τῷ νόμῳ τῷ γραπτῷ πρὸς διδα σκαλίαν τοῦ τῶν ἀνθρώπων γένους νενομοθετημένα προλαβόντες ἀπὸ τοῦ ἐν τῇ φύσει κειμένου νόμου ἐπλή ρουν, καὶ ὅπερ ὁ νόμος ἔλεγε· Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται; καὶ, Ὁ κακολο γῶν πατέρα ἢ μητέρα, θανάτῳ τελευτάτω· τοῦτο ἤδη διὰ τῶν ἔργων ἐπληροῦτο. Εἶδες πῶς προλαβοῦσα ἡ φύ σις ἀρκοῦσαν εἶχε διδασκαλίαν; Ἐξένηψε δὲ, φησὶ, Νῶε ἀπὸ τοῦ οἴνου, καὶ ἔγνω ὅσα ἐποίησεν αὐτῷ ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος. Ἐξέ νηψε δὲ, φησίν. Ἀκουέτωσαν οἱ ἐν τοῖς συμποσίοις διη μερεύοντες τοῦ ὀλίσθου τὸ μέγεθος, καὶ φυγέτωσαν τὴν ἐκ τῆς μέθης λύμην. Ἐξένηψε δὲ, φησίν. Τί ἐστιν, Ἐξένηψεν; Ὅπερ ἡμῖν ἔθος περὶ τῶν μεμηνότων λέ γειν, ἐπειδὰν ἐν ἐκστάσει γένωνται, ὅτι ὁ δεῖνα ἐξένηψεν ἀπὸ τοῦ δαίμονος, καὶ ἀπηλλάγη τῆς ἐκείνου τυραννί δος· τοῦτο καὶ ἐνταῦθα ἔφησεν ἡ Γραφή. Ἀληθῶς γὰρ ἡ μέθη αὐθαίρετός ἐστι δαίμων, καὶ χαλεπώτερον ἐκείνου σκοτοῖ τὸν λογισμὸν, καὶ πάσης εὐγνωμοσύνης ἀποστερεῖ τὸν ἁλόντα. Τὸν μὲν γὰρ δαιμονιῶντα πολ λάκις ὁρῶντες καὶ ἐλεοῦμεν, καὶ συναλγοῦμεν, καὶ πολ λὴν περὶ αὐτὸν τὴν συμπάθειαν ἐπιδεικνύμεθα· ἐπὶ δὲ τοῦ μεθύσου τὸ ἐναντίον ἐργαζόμεθα· ἀγανακτοῦμεν, δυσχεραίνομεν, μυρία ἐπαρώμεθα. Τίνος ἕνεκεν καὶ διὰ τί; Ὅτι ἐκεῖνος μὲν ὑπὸ τοῦ πονηροῦ δαίμονος ἐλαυνό μενος, ἄκων διαπράττεται ἅπερ ἂν διαπράξηται· κἂν λακτίσῃ, κἂν διαῤῥήξῃ χιτωνίσκον, κἂν αἰσχρά τινα φθέγξηται, συγγνώμης ἀξιοῦται· ὁ δὲ μεθύων, καὶ ὅπερ ἂν ἐπιδείξηται, οὐκ ἂν ἔσται συγγνώμης ἄξιος, ἀλλὰ καὶ οἰκείους, καὶ φίλους, καὶ γείτονας, καὶ πάντας ἔχει σφο δροὺς κατηγόρους, ἐπειδὴ οἴκοθεν ἀπὸ προαιρέσεως τὴν κακίαν μετελήλυθε, καὶ τῇ τυραννίδι τῆς μέθης ἑαυτὸν ἐξέδωκε. Καὶ ταῦτα λέγω, οὐχ ἵνα τοῦ δικαίου κατη γορήσω· πολλὰ γὰρ ἦν τὰ τὴν συγγνώμην αὐτῷ παρ έχοντα· καὶ μετὰ τῶν ἄλλων ἁπάντων τὸ μηκέτι τοῖς αὐτοῖς περιπεσεῖν, ὅπερ μέγιστον ἂν εἴη δεῖγμα καὶ τοῦ προτέρου ἁμαρτήματος, ὅτι ἐξ ἀγνοίας, ἀλλ᾽ οὐχ ὑπὸ ῥᾳθυμίας τοῦτο ὑπέμεινεν. Εἰ γὰρ ἀπὸ ῥᾳθυμίας τοῦτο ὑπέμεινεν, ἐχρῆν ἄρα καὶ πάλιν αὐτὸν ἁλῶναι τῷ πάθει· ἀλλ᾽ οὐκέτι τοῦτο πέπονθεν. Εἰ γὰρ καὶ πάλιν τὸ αὐτὸ ὑπέμεινεν, οὐκ ἂν ἡ Γραφὴ παρεσιώπησεν, ἀλλ᾽ ἐγνώρι σεν ἂν ἡμῖν. Εἷς γάρ ἐστι σκοπὸς καὶ εἷς ὅρος τῆς θείας Γραφῆς, τὸ μηδὲν παραλιπεῖν τῶν γεγονότων, ἀλλὰ μετὰ ἀληθείας ἡμᾶς διδάσκειν. Οὔτε γὰρ φθόνῳ τινὶ τὰς ἀρε τὰς τῶν δικαίων παρατρέχει, οὔτε χάριτι πάλιν τὰ ἁμαρτήματα συσκιάζει, ἀλλ᾽ ἅπαντα εἰς μέσον ἡμῖν προτίθησιν, ἵν᾽ ὑπογραμμόν τινα καὶ διδασκαλίαν ἔχω μεν, καὶ ἐπειδὰν καὶ ἡμεῖς διὰ ῥᾳθυμίαν ἁλῶμέν τινι πταίσματι, ἀσφαλιζώμεθα μὴ πάλιν τῷ αὐτῷ περιπε σεῖν. Οὐ γὰρ οὕτω τὸ ἁμαρτεῖν χαλεπὸν, ὡς τὸ ἁμαρτή ματι ἐπιμένειν. Μὴ τοίνυν τοῦτο ἴδῃς ὅτι ἐμεθύσθη ὁ δί καιος, ἀλλ᾽ ὅτι οὐκ ἔτι τοῦτο πέπονθεν. Ἀλλ᾽ ἐννόει μοι τοὺς καθ᾽ ἑκάστην ἡμέραν ἐν ταῖς οἰνοφλυγίαις καταδα πανωμένους, καὶ ἐφ᾽ ἑκάστης σχεδὸν εἰπεῖν ἀπο θνήσκοντας· καὶ ἐπειδὰν εἰς αἴσθησιν ἔλθωσιν, οὐδὲ οὕτω φεύγοντας τὴν ἐκεῖθεν λύμην, ἀλλ᾽ ὡς ἔργον τι τοῦτο καὶ ἀνδρείαν μεταδιώκοντας. Πάλιν δὲ κἀκεῖνο ἄν τις ἐννοήσειεν, ὅτι δίκαιος οὗτος, εἰ καὶ ὑπὸ ἀπειρίας καὶ τοῦ μὴ εἰδέναι τὰ μέτρα τῆς μεταλήψεως πιὼν ἐμεθύσθη, ἀλλ᾽ ὅμως δίκαιος ὢν καὶ πολλὰ ἔχων κατορθώματα, συσκιάζειν ἠδύνατο τὸ συμβὰν ἁμάρτημα· ἡμεῖς δὲ ὅταν καὶ ὑφ᾽ ἑτέρων μυρίων ὦμεν πολιορκούμενοι παθῶν, καὶ μετ᾽ ἐκείνων καὶ ὑπὸ τῆς μέθης ἑαυτοὺς καταβαπτίζω μεν, ποίαν ἕξομεν παραμυθίαν, εἰπέ μοι; τίς δὲ ἡμᾶς ἀξιώσει συγγνώμης οὐδὲ ὑπὸ τῆς πείρας αὐτῆς σωφρο νιζομένους; Ἐξένηψε δὲ, φησὶ, Νῶε ἀπὸ τοῦ οἴνου, καὶ ἔγνω ὅσα ἐποίησεν αὐτῷ ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος. Πόθεν ἔγνω; Ἴσως οἱ ἀδελφοὶ ἐγνώρισαν, οὐχὶ τὸν ἀδελ φὸν διαβαλεῖν βουλόμενοι, ἀλλὰ τὸ πρᾶγμα ὡς ἐγένετο διδάσκοντες, ἵνα κατάλληλον ἐκεῖνος τῷ τραύματι τὴν βοήθειαν δέξηται. Καὶ ἔγνω, φησὶ, Νῶε ὅσα ἐποίησεν αὐτῷ ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος. Τί ἐστιν, Ὅσα ἐποίη σεν; Ἀντὶ τοῦ, μέγα καὶ ἀφόρητον. Ἐννόησον γὰρ ὅτι ἔσω ἐν τῇ οἰκίᾳ θεασάμενος τὴν ἀσχημοσύνην, δέον συγ καλύψαι, ὁ δὲ ἐξελθὼν ἐξεπόμπευσε, καὶ εἰς κωμῳδίαν καὶ εἰς χλευασίαν τὸν πατέρα, ὅσον τὸ ἑαυτῷ ἧκον, ἐνέ βαλε, καὶ ἐβούλετο καὶ τοὺς ἀδελφοὺς κοινωνοὺς λαβεῖν τῆς μοχθηρᾶς προαιρέσεως· καὶ δέον μέλλοντα ἀπαγγέλ λειν κἂν ἔσω ἐπὶ τῆς οἰκίας αὐτοὺς καλέσαι, καὶ οὕτως ἐξειπεῖν τὴν γύμνωσιν, ὁ δὲ ἐξῆλθεν ἔξω, ἐξεῖπε τὴν γύμνωσιν· ὡς εἰ καὶ πλῆθος ἑτέρων παρῆν, κἀκείνους μάρτυρας ἂν ἐποιήσατο τῆς ἀσχημοσύνης τοῦ πατρός. Διὰ τοῦτό φησιν, Ὅσα ἐποίησε· τουτέστι, τὴν ὕβριν εἰς τὸν πατέρα ἐπεδείξατο, ἐπελάθετο τῆς ὀφειλομένης τι μῆς παρὰ τῶν παίδων γίνεσθαι εἰς τοὺς γεγεννηκότας, ἐξεπόμπευσε τὰ ἁμαρτήματα, τοὺς ἀδελφοὺς ἠθέλησεν ὑποσῦραι, καὶ κοινωνοὺς λαβεῖν τῆς ὕβρεως. Ὅσα ἐποίησεν αὐτῷ, φησὶν, ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος. Καὶ μὴν οὐχ οὗτος ἦν ὁ νεώτερος· δεύτερος γὰρ ἦν, καὶ πρότερος τοῦ Ἰάφεθ· ἀλλ᾽ εἰ καὶ τὴν ἡλικίαν ἦν πρότε ρος ἐκείνου, ἀλλὰ τῇ γνώμῃ νεώτερος, καὶ ἡ προπέτεια αὐτὸν ἐξέβαλεν. Ἐπειδὴ γὰρ οὐκ ἐβούλετο εἴσω τῶν οἰ κείων ὅρων μεῖναι, ἀπώλεσε τὴν παρὰ τῆς φύσεως αὐτῷ δεδομένην τιμήν· καὶ ὥσπερ οὗτος, ὅπερ εἶχεν ἀπὸ τῆς φύσεως, προύδωκε τῇ μοχθηρίᾳ τῆς προαιρέσεως, οὕτως ὁ Ἰάφεθ, ὅπερ οὐκ εἶχεν ἀπὸ τῆς φύσεως, τοῦτο προσ έλαβεν ἀπὸ τῆς ὑγιοῦς γνώμης. ϛʹ. Εἶδες πῶς οὐδὲν ἁπλῶς οὐδὲ ὡς ἔτυχέν ἐστιν εὑρεῖν κείμενον ἐν τῇ θείᾳ Γραφῇ; Ὅσα ἐποίησεν αὐτῷ, φη σὶν, ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος. Καὶ εἶπεν· Ἐπικατάρα τος Χαναὰν παῖς, οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐ τοῦ. Ἰδοὺ ἐφθάσαμεν εἰς τὸ ζήτημα τὸ πανταχοῦ πε ριφερόμενον. Πολλῶν γὰρ ἔστιν ἀκοῦσαι λεγόντων· τίνος ἕνεκεν, τοῦ πατρὸς ἡμαρτηκότος, καὶ τὴν γύμνωσιν ἐξαγγείλαντος, ὁ παῖς τὴν κατάραν δέχεται; Διὸ, πα ρακαλῶ, μετὰ ἀκριβείας ἀκούσατε, καὶ δέχεσθε τὴν τού του λύσιν. Ἐκεῖνα γὰρ ἐροῦμεν ἅπερ ἂν ἡ θεία χάρις παρασχῇ διὰ τὴν ὑμετέραν ὠφέλειαν. Καὶ εἶπεν· Ἐπικατάρατος Χαναὰν παῖς, οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ. Οὐχ ἁπλῶς οὐδὲ εἰκῆ τοῦ παιδὸς ἐμνημόνευσεν, ἀλλὰ διά τινα λόγον ἐγκεκρυμμένον. Βου λόμενος γὰρ ὁμοῦ καὶ καθάψασθαι αὐτοῦ διὰ τὸ πλημ μεληθὲν, καὶ τὴν ὕβριν, ἣν εἰς αὐτὸν ἐπεδείξατο, καὶ μήτε τῇ παρὰ τοῦ Θεοῦ ἤδη γεγενημένῃ εὐλογίᾳ λυμή νασθαι· Εὐλόγησε γὰρ, φησὶν, ὁ Θεὸς τὸν Νῶε ἡνίκα ἐξῆλθεν ἐκ τῆς κιβωτοῦ, καὶ τοὺς υἱοὺς αὐτοῦ. Ἵνα οὖν μὴ δοκῇ τὸν ἅπαξ ὑπὸ τοῦ Θεοῦ τῆς εὐλογίας τυ χόντα καταράσασθαι, ἐκεῖνον μὲν τέως τὸν ὑβρικότα ἀφίησι, τῷ δὲ υἱῷ τὴν κατάραν ἐπάγει. Ναὶ, ἀλλὰ καὶ τοῦτο μὲν, φησὶ, δείκνυσιν ὅτι διὰ τοῦτο οὐ κατηράσατο τὸν Χὰμ, ἐπειδὴ τῆς παρὰ τοῦ Θεοῦ εὐλογίας ἀπήλαυσε· τίνος δὲ ἕνεκεν ἐκείνου ἁμαρτόντος οὗτος δίκην δίδωσιν; Οὐδὲ τοῦτο ἁπλῶς γίνεται. Καὶ γὰρ οὐκ ἔλαττον τοῦ παιδὸς ὁ Χὰμ τὴν κόλασιν ὑπέμενε, καὶ τῆς τιμωρίας τὴν αἴ σθησιν ἐλάμβανεν. Ἴστε γὰρ, ἴστε πῶς πολλάκις ηὔξαντο πατέρες ὑπὲρ παίδων τιμωρίαν ὑποσχεῖν, καὶ ὅπως βα ρύτερον αὐτοῖς ἐστιν εἰς κολάσεως λόγον, τὸ τοὺς παῖδας ὁρᾷν τιμωρουμένους, ἢ ἑαυτοὺς ὑπευθύνους γεγονότας. Ἐγένετο τοίνυν τοῦτο, ἵνα καὶ οὗτος διὰ τὴν φυσικὴν φιλοστοργίαν πλείονα τὴν ὀδύνην ὑπομείνῃ, καὶ ἡ τοῦ Θεοῦ εὐλογία ἀκέραιος διαμείνῃ, καὶ ὁ τὴν κατάραν δε ξάμενος παῖς οἰκείων ἁμαρτημάτων τίνῃ δίκας. Εἰ γὰρ καὶ διὰ τὸ ἁμάρτημα τοῦ πατρὸς νῦν τὴν κατάραν λαμ βάνει, ἀλλ᾽ ὅμως εἰκὸς ἦν δι᾽ οἰκεῖα πλημμελήματα δι δόναι δίκην. Οὐ γὰρ διὰ τὸ ἁμάρτημα τοῦ πατρὸς μόνον τὴν κατάραν ἐδέξατο, ἀλλ᾽ ἢ ἄρα ἵνα καὶ δι᾽ αὐτοῦ ἐκεῖ νος μείζονα δῷ τὴν τιμωρίαν. Ὅτι γὰρ οὔτε πατέρες ὑπὲρ τέκνων, οὔτε τέκνα ὑπὲρ πατέρων δίκην διδόασιν, ἀλλ᾽ ἕκαστος ὑπὲρ ὧν ἐπλημμέλησε τὰς εὐθύνας ὑπέχει, πολλαχοῦ ἔστιν εὑρεῖν παρὰ τῶν προφητῶν τοῦτο εἰρη μένον· ὥσπερ ὅταν λέγωσι· Τοῦ φαγόντος τὸν ὄμφακα οἱ ὀδόντες αἱμωδιάσουσι· καί· Ἡ ψυχὴ ἡ ἁμαρ τοῦσα, αὐτὴ καὶ ἀποθανεῖται· καὶ πάλιν, Οὐκ ἀπο θανοῦνται πατέρες ὑπὲρ τέκνων, οὔτε τέκνα ὑπὲρ πατέρων. Μηδεὶς τοίνυν ὑμῶν, παρακαλῶ, ἀγνοῶν τῆς θείας Γραφῆς τὸν σκοπὸν, τολμάτω μέμφεσθαι τοῖς ἐγ γεγραμμένοις, ἀλλ᾽ εὐγνώμονι διανοίᾳ δεχέσθω τὰ λεγό μενα, καὶ θαυμαζέτω τῆς θείας Γραφῆς τὴν ἀκρίβειαν, καὶ λογιζέσθω ὅσον ἁμαρτία κακόν. Ἰδοὺ γὰρ τὸν ἀδελ φὸν τὸν τῶν αὐτῶν ὠδίνων κοινωνήσαντα, τὸν ἐκ τῆς αὐτῆς νηδύος ἐξελθόντα, τοῦτον ἐπεισελθοῦσα ἡ ἁμαρτία δοῦλον εἰργάσατο, καὶ τὴν ἐλευθερίαν ἀφελομένη, εἰς τὴν ὑποταγὴν ἤγαγε· καὶ γὰρ ἐντεῦθεν τὰ τῆς δουλείας ἀρ χὴν ἐλάμβανε λοιπόν. Οὐδὲ γὰρ ἦν πρὸ τούτου ἡ βλα κεία αὕτη, καὶ τὸ οὕτω διαθρύπτεσθαι, καὶ ἑτέρων δεῖ σθαι τῶν διακονουμένων, ἀλλ᾽ ἕκαστος αὐτὸς ἑαυτῷ διη κονεῖτο, καὶ πολλὴ ἦν ἡ ὁμοτιμία, καὶ πᾶσα ἀνωμαλία ἐκποδὼν ἦν. Ἐπειδὴ δὲ εἰσῆλθεν ἡ ἁμαρτία, ἐλυμήνατο τὴν ἐλευθερίαν, καὶ διέφθειρε τὴν ἀπὸ τῆς φύσεως δε δομένην ἀξίαν, καὶ τὴν δουλείαν ἐπεισήγαγεν, ἵνα διηνεκὴς ᾖ διδάσκαλος καὶ νουθεσία τῷ τῶν ἀνθρώ πων γένει, ὥστε φεύγειν μὲν τῆς ἁμαρτίας τὴν δουλείαν, πρὸς δὲ τὴν ἐλευθερίαν τῆς ἀρετῆς ἐπανιέναι. Ὅτι γὰρ ὁ δοῦλος καὶ ὁ δεσπότης διηνεκῆ ἔχουσι τὴν ἐντεῦθεν ἐγ γινομένην ὠφέλειαν, εἰ βούλοιντο, ἐννοείτωσαν, ὁ μὲν δοῦλος, ὅτι διὰ τοῦτο εἴληφε τὴν δουλείαν, ἐπειδὴ ὁ Χὰμ εἰς τοσαύτην προπέτειαν ἐξώκειλε· καὶ ὁ δεσπότης πάλιν λογιζέσθω, ὅτι οὐχ ἑτέρωθεν ἡ ὑποταγὴ γέγονε καὶ ἡ δουλεία, ἀλλ᾽ ἢ ἀπὸ τοῦ μοχθηρὰν ἐκεῖνον ἐπιδείξασθαι γνώμην, καὶ τῆς ἰσοτιμίας τῶν ἀδελφῶν ἐκπεσεῖν. ζʹ. Ἀλλ᾽ ἐὰν νήφωμεν, ταῦτα τὰ διὰ τὰ ἁμαρτήματα τῶν προγόνων τῶν ἡμετέρων εἰσενεχθέντα εἰς τὸν βίον οὐδὲν ἡμᾶς λυμήνασθαι δύναται, μέχρι τῶν ὀνομάτων μόνον ἱστάμενα. Ἐπεὶ καὶ ὁ πρωτόπλαστος διὰ τὴν παράβα σιν τοῦ θανάτου τὸ ἐπιτίμιον εἰσήγαγε, καὶ τὸ ἐν λύπαις καὶ μόχθοις τὴν ζωὴν καταδαπανᾶσθαι· καὶ οὗτος τὴν δουλείαν· ἀλλὰ παραγενόμενος ὁ Δεσπότης Χριστὸς ταῦτα πάντα μέχρι τῶν ὀνομάτων αὐτῶν ἀφῆκεν εἶναι μόνον, ἐὰν βουλώμεθα. Οὔτε γὰρ ὁ θάνατος θάνατός ἐστι λοιπὸν, ἀλλὰ ὄνομα μόνον ἔχει θανάτου· μᾶλλον δὲ καὶ αὐτὸ τὸ ὄνομα ἀφῃρέθη. Οὐκέτι γὰρ οὐδὲ θάνατον αὐτὸν προσαγορεύομεν, ἀλλὰ κοίμησιν καὶ ὕπνον. Διὸ καὶ αὐ τὸς ὁ Χριστὸς ἔλεγε. Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμη ται· καὶ ὁ Παῦλος γράφων Θεσσαλονικεῦσι, φησί· Περὶ δὲ τῶν κεκοιμημένων οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελ φοί. Καὶ ἡ δουλεία πάλιν ὁμοίως ὄνομά ἐστιν· ἐκεῖνος γάρ ἐστι δοῦλος ὁ τὴν ἁμαρτίαν ἐργαζόμενος. Καὶ ὅτι καὶ ταύτην ἐξεῖλεν ὁ Χριστὸς παραγενόμενος, καὶ μέχρις ὀνόματος αὐτὴν ἀφῆκεν εἶναι, μᾶλλον δὲ καὶ τὴν προσ ηγορίαν αὐτὴν ἐξήλειψεν, ἄκουε τοῦ Παύλου λέγοντος· Οἱ δὲ πιστοὺς ἔχοντες δεσπότας μὴ καταφρονείτω σαν, ὅτι ἀδελφοί εἰσιν. Ὁρᾷς πῶς ἐπεισελθοῦσα ἡ ἀρετὴ, εἰς τὴν τῆς ἀδελφότητος συγγένειαν ἤγαγε τοὺς πρότερον τῷ ὀνόματι τῆς δουλείας ὑπευθύνους ὄντας. Καὶ ἔσται, φησὶ, Χαναὰν παῖς, οἰκέτης τοῖς ἀδελφοῖς αὐ τοῦ. Οὐκ ἐχρήσω, φησὶν, εἰς δέον τῇ τιμῇ, οὐδὲ ἤνεγκας τὴν εὐπραγίαν τὴν ἀπὸ τῆς ἰσοτιμίας· διὰ τοῦτο τῇ ὑπο ταγῇ σωφρονισθῆναί σε βούλομαι. Τοῦτο καὶ ἐξ ἀρχῆς ἐπὶ τῆς γυναικὸς γέγονεν. Ἐπειδὴ γὰρ ὁμότιμος τῷ ἀνδρὶ γενομένη, οὐ καλῶς ἐχρήσατο τῇ δεδομένῃ τιμῇ, διὰ τοῦτο ἀφῃρέθη τὴν ἐξουσίαν, καὶ ἤκουσε· Πρὸς τὸν ἄν δρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει. Ἐπειδὴ οὐκ οἶσθα, φησὶ, καλῶς κεχρῆσθαι τῇ ἀρχῇ, μάθε καλῶς ἄρχεσθαι, ἢ κακῶς ἄρχειν. Διά τοι τοῦτο καὶ οὗτος νῦν σωφρονισμοῦ ἕνεκεν δέχεται τὸ ἐπιτίμιον, καὶ διὰ τοῦ παιδὸς αὐτὸς τὴν κόλασιν ὑπομένει, ἵνα μά θῃς, ὅτι κἂν γηραλέος λοιπὸν ἦν, ἀλλ᾽ ἡ τιμωρία εἰς τὸν υἱὸν διαβήσεται· ὅπερ πικρὰν καὶ ὀδυνηρὰν αὐτῷ τὴν ζωὴν εἰργάσατο ἐννοοῦντι, ὅτι καὶ μετὰ τὴν αὐτοῦ τε λευτὴν ὁ παῖς ἤμελλε δίκας τίνειν ὑπὲρ τῶν αὐτῷ πε πραγμένων. Ὅτι γὰρ καὶ ὁ παῖς οἴκοθεν μοχθηρὸς ὑπῆρχε, καὶ οἱ ἐξ ἐκείνου πάντες βδελυκτοὶ γεγόνασι πρὸς κακίαν ἀποκλίναντες, ἄκουε τῆς Γραφῆς λεγούσης ἐν τάξει κατάρας· Ὁ πατήρ σου Ἀμοῤῥαῖος, καὶ ἡ μήτηρ σου Χετταία. Καὶ πάλιν ἕτερός τις ἐνυβρίζων, Σπέρμα Χαναὰν καὶ οὐκ Ἰούδα. Ἀλλὰ γὰρ ἄξιον λοι πὸν ἀκοῦσαι μετὰ τὴν ἐπιτίμησιν, ἣν ἐδέξατο ὁ τὴν γύμνωσιν τοῦ πατρὸς ἐκπομπεύσας, τίνων ἀξιοῦνται τῶν ἀμοιβῶν οἱ τὴν τοσαύτην αἰδῶ καὶ τὴν τιμὴν ἀπο νείμαντες τῷ πατρί. Καὶ εἶπε, φησὶν, Εὐλογητὸς Κύ ριος ὁ Θεὸς τοῦ Σὴμ, καὶ ἔσται Χαναὰν παῖς αὐτοῦ. Τοῦτο, ἴσως ἄν τις εἴποι, οὐκ ἔστι τὸν Σὴμ εὐλογῆσαι. Καὶ σφόδρα μὲν εὐλόγησεν αὐτόν. Ὅταν γὰρ ὁ Θεὸς εὐχαριστεῖται καὶ εὐλογεῖται διὰ τῶν ἀνθρώπων, τότε δαψιλεστέραν τὴν παρ᾽ ἑαυτοῦ εὐλογίαν εἴωθε χορηγεῖν ἐκείνοις, δι᾽ οὓς αὐτὸς εὐλογεῖται. Εὐλογήσας τοίνυν τὸν Θεὸν, ὀφειλέτην αὐτὸν κατέστησε μείζονος εὐλογίας καὶ αἴτιος γέγονε τῷ Σὴμ πλείονος ἀμοιβῆς, ἧς αὐτὸς αὐτὸν, εἰ δι᾽ ἑαυτοῦ εὐλόγησεν. Ὥσπερ γὰρ ὅταν εὐλογῆται δι᾽ ἡμᾶς, πολλῆς ἡμᾶς ἀξιοῖ τῆς παρ᾽ αὐτοῦ εὐνοίας, οὕτω πάλιν ἐπειδὰν δι᾽ ἡμᾶς ἕτεροι αὐτὸν βλασφημῶσι μείζων ἐντεῦθεν ἡμῖν ἡ κατάκρισις γίνεται τοῖς τὴν αἰτίαν παρεχομένοις. Σπουδάζωμεν τοίνυν, παρακαλῶ, οὕτω βιοῦν καὶ τοσαύτην ἐπιδείκνυσθαι τῆς ἀρετῆς τὴν ἐπίτα σιν, ὡς τοὺς εἰς ἡμᾶς ὁρῶντας εὐλογίας ὕμνους ἀναφέ ρειν τῷ Δεσπότῃ Θεῷ. Βούλεται γὰρ ἀγαθὸς ὢν καὶ φι λάνθρωπος δοξάζεσθαι δι᾽ ἡμῶν, οὐκ ἐπειδὴ αὐτός τι προσλαμβάνει εἰς τὴν οἰκείαν δόξαν· ἀνενδεὴς γάρ ἐστιν· ἀλλ᾽ ἵνα ἀφορμὰς αὐτῷ παράσχωμεν τοῦ πλείονος ἡμᾶς ἀξιοῦν τῆς παρ᾽ αὐτοῦ εὐνοίας. Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Σὴμ, καὶ ἔσται Χαναὰν παῖς αὐτῷ. Ὁρᾷς πῶς πατρικὴν ἐπιδείκνυται τὴν τιμωρίαν, σωφρονισμὸν οὖσαν μᾶλλον ἢ τιμωρίαν; Πατὴρ γὰρ ἦν, καὶ πατὴρ φιλόστοργος, καὶ οὐ τὴν ἀξίαν ἐβούλετο δίκην ἐπαγαγεῖν, ἀλλ᾽ ὥστε τὴν εἰς τὸ πρόσω κακίαν ἐγκόψαι. Διὰ τοῦτο, φησὶ, δουλείᾳ σε καταδικάζω, ἵνα διηνεκῆ καὶ ἀνεξάλει πτον ἔχῃς τὴν ὑπόμνησιν. Εἶτά φησι· Πλατύναι ὁ Θεὸς τῷ Ἰάφεθ, καὶ κατοικησάτω ἐν τοῖς σκηνώμασι τοῦ Σὴμ, καὶ γενηθήτω Χαναὰν παῖς αὐτοῦ. Μεγίστη πάλιν αὕτη ἡ εὐλογία, τάχα τινὰ κεκρυμμένον ἔχουσα θησαυρόν. Πλατύναι γὰρ, φησὶν, ὁ Θεὸς τῷ Ἰάφεθ. Οὐκ ἄν τις ἁμάρτοι εἰπὼν προφητείαν εἶναι τὰς εὐλογίας τοῦ δικαίου. Εἰ γὰρ ὁ πατὴρ αὐτοῦ οὐχ ἁπλῶς οὐδὲ εἰκῆ τὴν προσηγορίαν αὐτῷ ἐπέθηκεν, ἀλλὰ προφητεύων διὰ τοῦ ὀνόματος τὸ μέλλον ἔσεσθαι κλυδώνιον· πολλῷ μᾶλλον ὁ δίκαιος οὗτος οὐκ ἂν ἁπλῶς οὐδὲ μάτην τὰς εὐλογίας ἐποιήσατο. Διὰ γὰρ τῶν εὐλογιῶν τούτων, τοῦ Σὴμ καὶ τοῦ Ἰάφεθ, τῶν δύο λαῶν αἰνίττεσθαι αὐτὸν οἶμαι τὴν κλῆσιν· καὶ διὰ μὲν τοῦ Σὴμ, τοὺς Ἰουδαίους· ἐξ ἐκεί νου γὰρ ὁ πατριάρχης Ἀβραὰμ, καὶ τὸ τῶν Ἰουδαίων ἐπιδέδωκε γένος· διὰ δὲ τοῦ Ἰάφεθ, τὴν τῶν ἐθνῶν κλῆ σιν. Ὅρα γὰρ καὶ ταύτην τὴν εὐλογίαν τοῦτο προμη νύουσαν. Πλατύναι γὰρ, φησὶν, ὁ Θεὸς τῷ Ἰάφεθ, καὶ κατοικησάτω ἐν τοῖς σκηνώμασι τοῦ Σήμ. Τοῦτο ἐπὶ τῶν ἐθνῶν εἰς ἔργον ἐκβεβηκὸς ὁρῶμεν. Διὰ μὲν γὰρ τοῦ εἰπεῖν, Πλατύναι, τὰ ἔθνη πάντα ᾐνίξατο· διὰ δὲ τοῦ εἰπεῖν, Κατοικησάτω ἐν τοῖς σκηνώμασι τοῦ Σὴμ, ὅτι τῶν τοῖς Ἰουδαίοις εὐτρεπισθέντων καὶ ἐκείνοις πα ρασκευασθέντων τὰ ἔθνη τὴν ἀπόλαυσιν ἔσχε. Καὶ γενη θήτω Χαναὰν παῖς αὐτοῦ. ηʹ. Εἶδες οἵας ἔλαβον καὶ οὗτοι τῆς εὐγνωμοσύνης τὰς ἀμοιβὰς, καὶ πόσην ἐκεῖνος διὰ τῆς προπετείας ἑαυτοῦ κατεσκέδασε τὴν ἀτιμίαν. Ταῦτα διηνεκῶς ἔχωμεν ἐπι γεγραμμένα τῇ διανοίᾳ τῇ ἡμετέρᾳ, ἵνα τῶν μὲν μιμη ταὶ καὶ ζηλωταὶ γενέσθαι δυνηθῶμεν, τοῦ δὲ φύγωμεν τὸ μοχθηρὸν τῆς γνώμης, καὶ τῆς προπετείας τὴν ὑπερ βολήν. Καὶ ἔζησε, φησὶ, Νῶε μετὰ τὸν κατακλυσμὸν ἔτη τριακόσια πεντήκοντα· καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Νῶε ἐννακόσια πεντήκοντα ἔτη, καὶ ἀπέθανε. Μὴ νομίσῃς δὲ τοῦτο ἁπλῶς ἐκσημήνασθαι τὴν θείαν Γραφὴν, ἀλλ᾽ ὅρα καὶ ἐντεῦθεν τοῦ δικαίου τὴν ἐγκρά τειαν ὅτι οὔτε ἀδείας καὶ ἀνέσεως ἀπολαύσας, καὶ τοσ οῦτον ἀριθμὸν ἐτῶν ἐπιζήσας, μετὰ τὴν ἀπὸ τῆς κιβω τοῦ ἔξοδον, παιδοποιίας ἠνέσχετο λοιπόν. Οὐδὲ γὰρ ἐμνημόνευσεν ἡ Γραφὴ, ὅτι ἑτέρους ἔσχε παῖδας, πλὴν τούτων τῶν τριῶν. Ἐντεῦθεν πάλιν λογίζου τοῦ Χὰμ τὴν πολλὴν ταύτην ἀκολασίαν, ὅτι οὔτε τὸν πατέρα ὁρῶν τοσαύτην ἐπιδεικνύμενον ἐγκράτειαν ἐσωφρονίζετο, ἀλλ᾽ ἀπ᾽ ἐναντίας τῷ γεγεννηκότι ἅπαντα διεπράττετο. Διὸ καὶ εἰκότως ἅπαν τὸ ἐξ αὐτοῦ γένος τῇ δουλείᾳ κατεδι κάζετο, ἵνα χαλινὸν ἔχῃ τῆς μοχθηρᾶς προαιρέσεως. Εἶτα ἐντεῦθεν διηγουμένη ἡ θεία Γραφὴ τοὺς ἐκ τῶν παίδων τεχθέντας, φησί· Χὰμ δὲ ἐγέννησε τὸν Χούς· καὶ πάλιν· Χοὺς δὲ ἐγέννησε τὸν Νεβρώδ. Οὗτος ἤρξατο εἶναι γίγας ἐπὶ τῆς γῆς. Οὗτος ἦν γίγας κυνηγὸς ἐναν τίον Κυρίου. Καί τινες μέν φασι τὸ Ἐναντίον Κυ ρίου, ἀντὶ τοῦ ἐναντιούμενος τῷ Θεῷ· ἐγὼ δὲ οὐχ ἡγοῦμαι τοῦτο αἰνίττεσθαι τὴν θείαν Γραφὴν, ἀλλ᾽ ὅτι ἰσχυρός τις ἦν καὶ ἀνδρεῖος. Τὸ δὲ ἀπέναντι Κυρίου τοῦ Θεοῦ, ἀντὶ τοῦ, ὑπ᾽ αὐτοῦ παραχθεὶς, ὑπ᾽ αὐτοῦ δεξάμενος τοῦ Θεοῦ τὴν εὐλογίαν, ἢ ὅτι ἤμελλεν ὁ Θεὸς δι᾽ αὐτοῦ θαυμάζεσθαι, ὡς τοιοῦτον παραγαγὼν καὶ δείξας ἐπὶ τῆς γῆς. Ἀλλὰ καὶ οὗτος πάλιν μιμούμενος τὸν πρόγονον, καὶ οὐκ εἰς δέον χρησάμενος τοῖς τῆς φύ σεως προτερήμασιν, ἕτερον δουλείας ἐφεῦρε τρόπον, καὶ ἄρχων καὶ βασιλεὺς γενέσθαι ἐπεχείρησε. Βασιλεὺς γὰρ οὐκ ἂν γένοιτό ποτε μὴ ὄντων τῶν ἀρχομένων. Αὕτη δὲ δοκεῖ μὲν μᾶλλον ἐλευθερία εἶναι· δουλεία δέ ἐστι χαλε πωτάτη ἐν ἐλευθερίας τάξει, ὅσῳ καὶ τῶν ἐλευθέρων κρατεῖ. Καὶ ὅρα τὴν πλεονεξίαν, ὅσα ποιεῖ· ὅρα τοῦ σώ ματος τὴν ἰσχὺν οὐ μένουσαν ἐπὶ τῶν οἰκείων ὅρων, ἀλλ᾽ ἀεὶ τοῦ πλείονος ἐφιεμένην, καὶ τῆς δόξης ὀρεγομένην. Οὐ γὰρ ὡς προϊστάμενος αὐτῶν, ὑπέταττεν, ἀλλὰ καὶ πό λεις ᾠκοδόμει, ἵνα ἄρχῃ τῶν πολεμίων. Ἐκεῖθεν γὰρ, φησὶν, ἐκ τῆς γῆς ἐκείνης ἐξῆλθεν ὁ Ἀσσοὺρ, καὶ ᾠκοδόμησε τὴν Νινευί. Σκόπει μοι πάλιν ἐνταῦθα, πῶς οὐδὲν λυμαίνεται τὴν ἡμετέραν φύσιν ἡ κακία τῶν προ γόνων. Οὗτοι γὰρ οἱ Νινευῖται, οἱ τὴν τοῦ Θεοῦ φιλανθρω πίαν διὰ τῆς μετανοίας ἐπισπασάμενοι, καὶ τὴν ἀπό φασιν τοῦ Δεσπότου ἀνακαλεσάμενοι, οὗτοι μὲν πρότερον ἔσχον προπάτορα τὸν Χὰμ, τὸν πατραλοίαν ἐκεῖνον· ἔπ ειτα τὸν Νεβρὼδ, ἄνθρωπον τύραννον καὶ αὐθάδη, ἔγγο νον ἐσχηκότα τὸν Ἀσσούρ. Λέγονται δὲ ἴσως καὶ ἕτεροι γεγενῆσθαι ἐν αὐτοῖς βλᾶκες καὶ διατεθρυμμένοι, καὶ τὸν ὑγρὸν καὶ διαῤῥέοντα ζῶντες βίον, μέθῃ καὶ γέλωτι καὶ κώμοις καὶ χλευασίαις ἑαυτοὺς ἐκδεδωκότες· ἀλλ᾽ ἐπειδὴ ἠβουλήθησαν ἀκριβῆ τὴν μετάνοιαν ἐπιδείξασθαι, οὐδὲν αὐτοὺς ἐλυμήνατο τῶν προγόνων ἡ κακία, ἀλλὰ τοσαύτην ἐφελκύσαντο τὴν ἄνωθεν ῥοπὴν, ὡς μέχρι τοῦ νῦν ᾄδεσθαι αὐτῶν τὸ τῆς μετανοίας κατόρθωμα. Τούτους τοίνυν καὶ ἡμεῖς μιμησώμεθα, καὶ μαθόντες ὡς οὔτε κακία προγόνων ἡμᾶς λυμαίνεται, ἐὰν νήφειν βουλώμεθα, οὔτε ἀρετὴ προγόνων ὠφελῆσαι ἡμᾶς τι δύ ναται, ἐὰν ῥᾳθυμῶμεν, πολλὴν σπουδὴν ποιώμεθα τῆς ἀρετῆς ἀντέχεσθαι, καὶ εὐγνώμονα προαίρεσιν ἐπιδειξώ μεθα, ἵνα τῆς αὐτῆς εὐλογίας τῷ Σὴμ καὶ τῷ Ἰάφεθ ἀπολαύσωμεν, καὶ τῆς κατάρας καὶ τῆς δουλείας, ἣν ὁ Χαναὰν ἐδέξατο, ἐλευθερωθῶμεν, καὶ μὴ γενώμεθα δοῦ λοι τῆς ἁμαρτίας, ἀλλὰ τὴν ἀληθῆ ἐλευθερίαν κτησάμενοι, τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη Eισαγωγή και δημοσίευση Κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου