ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΙΕʹ Σὺ δέ μοι προσεδόκησας, τοσαύτην ἐκ νεότητός σου

Πέμπτη 29 Σεπτεμβρίου 2016

ΙΕʹ Σὺ δέ μοι προσεδόκησας, τοσαύτην ἐκ νεότητός σου




Ιωάννης Χρυσόστομος
Επιστολαί τη Διακόνω Ολυμπιάδι
Τόμος 52


 ΙΕʹ Σὺ  δέ   μοι   προσεδόκησας,  τοσαύτην   ἐκ   νεότητός   σου

15.1  Σὺ  δέ   μοι   προσεδόκησας,  τοσαύτην   ἐκ   νεότητός   σου  ἐπιδειξαμένη φιλοσοφίαν  καὶ τὸν ἀνθρώπινον καταπατήσασα τῦφον,  ἀτάραχόν  τινα  καὶ ἀπόλεμον ζήσεσθαι βίον; Καὶ πῶς ἔνι τοῦτο; Εἰ γὰρ ἀνθρώποις ἄνθρωποι πυκτεύοντες μυρία καὶ ἐν ἀγῶσι καὶ ἐν πολέμοις δέχονται  τραύματα, ἡ πρὸς αὐτὰς ἀποδυσαμένη τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ  τῆς  πονηρίας  καὶ  ἀποδυσαμένη  γενναίως   οὕτως  καὶ  τοσαῦτα  στήσασα τρόπαια καὶ διὰ τοσούτων λυπήσασα τὸν ἄγριον ἐκεῖνον καὶ ἀλάστορα δαίμονα, πόθεν ἤλπισας ἡσύχιόν τινα καὶ ἀπράγμονα βιώσεσθαι βίον; Οὐ τοίνυν διὰ τοῦτο θορυβεῖσθαι χρὴ ὅτι πολλοὶ  πανταχόθεν  οἱ θόρυβοι καὶ πολλαὶ  αἱ ταραχαί·  ἀλλὰ  τοὐναντίον,  εἰ μηδὲν τούτων  συμβεβήκει, τότε θαυμάσαι ἐχρῆν.



Τῇ γὰρ ἀρετῇ συγκεκλήρωται  πόνος καὶ κίνδυνος. Καὶ ταῦτα οἶσθα καὶ πρὸ τῶν ἡμετέρων γραμμάτων αὐτὴ καὶ οὐδὲν δεήσῃ παρ'   ἑτέρων    μανθάνειν·    ἐπεὶ   καὶ   ἡμεῖς   οὐκ   ἀγνοοῦσαν    διδάσκοντες    ταῦτα ἐπιστέλλομεν.  Ἴσμεν γὰρ ὅτι οὔτε τὸ πατρίδος ἐκπεσεῖν, οὔτε τὸ χρημάτων  ὑπομεῖναι ζημίαν–τοῦτο  δὴ  τὸ  πολλοῖς  ἀφόρητον–,  οὐχ  ὕβρις,  οὐκ  ἄλλη  τις  τοιαύτη  θλῖψις διαταράξαι σε δυνήσεται. Εἰ γὰρ οἱ κοινωνοὶ  τῶν ταῦτα πασχόντων γινόμενοι  ζηλωτοί, πολλῷ  μᾶλλον  οἱ ἐν αὐτοῖς  ὄντες. ∆ιὰ τοῦτο Παῦλος ἐφ' ἑκατέρῳ τοὺς ἐξ Ἑβραίων πιστεύσαντας ἀνακηρύττει λέγων· «Ἀναμιμνῄσκεσθε τὰς πρότερον ἡμέρας ἐν αἷς φωτισθέντες   πολλὴν   ἄθλησιν  ὑπεμείνατε   παθημάτων,   τοῦτο  μὲν  ὀνειδισμοῖς  καὶ θλίψεσι  θεατριζόμενοι,  τοῦτο  δὲ κοινωνοὶ  τῶν  οὕτως  πασχόντων  γενηθέντες.»  ∆ιὰ τοῦτο  οὐδὲ  ἡμεῖς  μακρὰν  ποιοῦμεν  τὴν  ἐπιστολήν.  Οὐδεὶς  γὰρ  τῷ  νικήσαντι   καὶ τρόπαιον  στήσαντι λαμπρὸν  παραγίνεται  συμμαχίαν  κομίζων,  ἀλλ' εὐφημίας  μόνον. Ἐπεὶ οὖν καὶ ἡμεῖς ἔγνωμεν ὅσην περὶ τὰ συμβάντα τὴν φιλοσοφίαν  ἐπεδείξω, μακαρίζομέν σε, θαυμάζομεν  τῆς τε εἰς τὸ παρὸν ὑπομονῆς  καὶ τῶν  ἀντιδόσεων  τῶν ἐντεῦθέν σοι ταμιευομένων. Ἐπειδὴ δὲ καὶ τὰ ἡμέτερα εὖ οἶδ' ὅτι βούλει μανθάνειν –καὶ γὰρ μακρὰν ἐσίγησα σιγήν–, τῆς μὲν χαλεπωτάτης  ἀρρωστίας ἀπηλλάγημεν,  λείψανα δὲ ἔτι τῆς νόσου περιφέρομεν.  Καὶ ἰατρῶν  δὲ ἀπολαύομεν  ἀρίστων, ἀλλ' ὅμως καὶ οὕτω λυμαίνεται τὴν ἀπὸ τῆς θεραπείας ὠφέλειαν ἡ τῶν ἐπιτηδείων ἀπορία. Οὐ γὰρ δὴ μόνον φαρμάκων   ἐνταῦθα   σπάνις   καὶ   τῶν   ἄλλων   τῶν   δυναμένων    διορθῶσαι   σῶμα πεπονηκός, ἀλλ' ἤδη καὶ λιμὸς μελετᾶται καὶ λοιμός. Καὶ ταῦτα λοιπὸν ὠδίνει τὰ κακὰ ἡ συνέχεια τῶν λῃστρικῶν ἐφόδων, αἳ μέχρι πορρωτάτω τῶν ὁδῶν ἐκχεόμεναι καὶ τὰς ὁδοὺς  ἀποτειχίζουσαι   τὰς  πανταχοῦ   τετμημένας,   ἐντεῦθεν   πολὺν   καὶ  ὁδοιπόροις ἐπάγουσι κίνδυνον. Ἀνδρόνικος γοῦν, καθώς φησι, καὶ ταῖς ἐκείνων περιέπεσε χερσὶ καὶ ἀποδυθεὶς   οὕτω   διεσώθη.   ∆ιὸ   παρακαλῶ   σου   τὴν   ἐμμέλειαν   μηδένα   λοιπὸν ἀποστέλλειν  ἐνταῦθα.  ∆έος γὰρ μὴ τῆς πρὸς ἡμᾶς ἀποδημίας  ἡ ὑπόθεσις ἀφορμὴ τῷ παραγινομένῳ  σφαγῆς γένηται·  καὶ οἶσθα ὅσην ἡμῖν οἴσει τὴν ὀδύνην.  Ἀλλ' εἴ τινος ἐπιλάβοιο γνησίου κατὰ χρείαν ἑτέραν ἐνταῦθα ἀφικνουμένου,  δι' αὐτοῦ δήλου τὰ περὶ τῆς ὑγιείας ἡμῖν τῆς σῆς. Ἰδικῶς μέντοι εἰς τοῦτο μηδεὶς ἐνταῦθα παραγινέσθω, μηδὲ δι' ἡμετέραν χρείαν, διὰ τὸ δέος ὃ προειρήκαμεν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |