Ιωάννης Χρυσόστομος
Επιστολαί τη Διακόνω Ολυμπιάδι
Τόμος 52
ΙΖʹ Τῆς σφοδρότητος ἕνεκεν τοῦ χειμῶνος
17.1 Τῆς σφοδρότητος ἕνεκεν τοῦ χειμῶνος καὶ τῆς τοῦ στομάχου ἡμῶν ἀσθενείας καὶ τῶν Ἰσαυρικῶν καταδρομῶν, μηδὲν ἕνεκεν ἡμῶν μερίμνα μηδὲ κατάτεινε σαυτὴν φροντίσιν. Ὁ μὲν γὰρ χειμὼν γέγονεν οἷον εἰκὸς ἐν Ἀρμενίᾳ εἶναι· οὐδὲν γὰρ δεῖ πλέον εἰπεῖν· ἡμᾶς δὲ οὐ μέγα τι παραβλάπτει. Ταῦτα γὰρ προορῶντες πολλὰ μηχανώμεθα πρὸς τὸ τὴν ἐντεῦθεν διακρούσασθαι βλάβην καὶ πῦρ ἀνακαίοντες συνεχῶς καὶ τὸ δωμάτιον ἔνθα καταμένομεν πανταχόθεν περιφράττοντες καὶ ἐπιβλήμασι κεχρημένοι πλείοσι καὶ διὰ παντὸς ἔνδον μένοντες. Ὅπερ ἐστὶ μὲν ἡμῖν ἐπαχθές, πλὴν διὰ τὸ ἐντεῦθεν κέρδος φορητόν. Ἕως γὰρ ἔνδον μένωμεν, οὐ σφόδρα κατατεινόμεθα τῷ κρυμῷ· ἐὰν δὲ ἀναγκασθῶμεν μικρὸν προελθεῖν καὶ τῷ ἔξω ὁμιλῆσαι ἀέρι, οὐ μικρὰν προστριβόμεθα βλάβην.
∆ιὸ καὶ τὴν τιμιότητά σου παρακαλῶ καὶ ἐν μεγίστης αἰτῶ χάριτος μέρει πολλὴν ποιεῖσθαι ἐπιμέλειαν, ὥστε τὴν τοῦ σώματός σου διορθοῦν ἀσθένειαν. Ποιεῖ μὲν γὰρ νόσον καὶ ἀθυμία· ὅταν δὲ καὶ σῶμα πεπονηκὸς ᾖ καὶ ἐξησθενημένον, καὶ ἐν ἀμελείᾳ κέηται πολλῇ, καὶ μήτε ἰατρῶν ἀπολαύῃ μήτε ἀέρων εὐκρασίας μήτε τῆς τῶν ἐπιτηδείων ἀφθονίας, ἐννόησον ὅτι οὐ μικρὰ ἐντεῦθεν προσθήκη γίνεται τοῦ δεινοῦ. ∆ιὸ παρακαλῶ σου τὴν τιμιότητα καὶ ἰατροῖς διαφόροις καὶ ἐμπείροις καὶ φαρμάκοις χρῆσθαι τοῖς τὰ τοιαῦτα διορθοῦν δυναμένοις. Ἐπεὶ καὶ ἡμεῖς πρὸ τούτων τῶν ὀλίγων ἡμερῶν, εὐεμπτώτως ἡμῖν ἔχοντος τοῦ στομάχου πρὸς τοὺς ἐμέτους ἐκ τῆς τοῦ ἀέρος καταστάσεως τῇ τε ἄλλῃ ἐπιμελείᾳ χρησάμενοι καὶ τῷ φαρμάκῳ τῷ ἀπεσταλμένῳ παρὰ τῆς κυρίας μου τῆς κοσμιωτάτης Συγκλητίου, καὶ οὐ δεηθέντες πλέον ἢ τριῶν ἡμερῶν αὐτὸ ἐπιθεῖναι διωρθώσαμεν αὐτοῦ τὴν ἀσθένειαν. Παρακαλῶ τοίνυν καὶ αὐτήν σε χρήσασθαι τούτῳ καὶ παρασκευάσαι πάλιν ἡμῖν ἐξ αὐτοῦ πεμφθῆναι. Καὶ γὰρ πάλιν αἰσθανόμενοί τινος ἀνατροπῆς, πάλιν αὐτῷ ἐχρησάμεθα καὶ τὸ πᾶν διωρθώσαμεν. Καὶ γὰρ φλεγμονὰς καταστέλλει τὰς ἐν τῷ βάθει, νοτίδα ἀνιμᾶται καὶ συμμέτρως ἐστὶ θερμὸν καὶ τόνον ἐντίθησιν οὐ τὸν τυχόντα καὶ ὄρεξιν διεγείρει τὴν πρὸς τὰ σιτία καὶ τούτων ἁπάντων ἡμῖν ἐν ὀλίγαις ἡμέραις πεῖρανπαρέσχεν. Ποίησον τοίνυν παρακληθῆναι τὸν δεσπότην μου τὸν αἰδεσιμώτατον Θεόφιλον τὸν κόμητα, ὥστε πάλιν ἐξ αὐτοῦ κατασκευάσαι ἡμῖν καὶ ἀποστεῖλαι. Καὶ μή σε λυπείτω τὸ ἐνταῦθα ἡμᾶς χειμάζειν· καὶ γὰρ πολλῷ ῥᾷον καὶ ὑγιεινότερον νῦν ἢ πέρυσι διακείμεθα, ὥστε εἰ καὶ αὐτὴ τὴν προσήκουσαν ἐπιμέλειαν ἐποιοῦ, πολλῷ ἂν ἄμεινον διετέθης. Εἰ δὲ ἐξ ἀθυμίας φῂς τετέχθαι σοι τὰ νοσήματα, πῶς πάλιν ἐπιστολὰς ζητεῖς παρ' ἡμῶν μηδὲν ἐντεῦθεν εἰς εὐθυμίαν καρπωσαμένη, ἀλλ' οὕτω τῇ τυραννίδι τῆς ἀθυμίας βαπτισθεῖσα ὡς καὶ ἐπιθυμεῖν νῦν τῆς ἐντεῦθεν ἀποδημίας; Οὐκ οἶσθα ὅσος καὶ ἀρρωστίας κεῖται μισθός; Οὐ πολλάκις σοι καὶ παρὼν καὶ δι' ἐπιστολῶν ταύτης ἕνεκα διείλεγμαι τῆς ὑποθέσεως; Ἀλλ' ἐπειδὴ ἴσως ἢ ὁ τῶν πραγμάτων ὄχλος ἢ αὐτὴ τῆς ἀρρωστίας ἡ φύσις καὶ αἱ ἐπάλληλοι περιστάσεις οὐκ ἐῶσί σε διηνεκῶς ἔναυλον ἔχειν τῶν εἰρημένων τὴν μνήμην, ἄκουε πάλιν τὰ αὐτὰ ἐπᾳ δόντων ἡμῶν τοῖς ἕλκεσί σου τῆς ἀθυμίας· «Τὰ γὰρ αὐτὰ γράφειν, φησίν, ἐμοὶ μὲν οὐκ ὀκνηρόν, ὑμῖν δὲ ἀσφαλές.»
17.2 Τί οὖν καὶ λέγω καὶ γράφω; Οὐδέν, Ὀλυμπιάς, τῆς ἐν ἀλγηδόσιν ὑπομονῆς εἰς εὐδοκιμήσεως λόγον ἴσον. Ἡ γὰρ βασιλὶς τῶν ἀγαθῶν καὶ τῶν στεφάνων ἡ κορωνὶς αὕτη μάλιστά ἐστι· καὶ καθάπερ αὕτη τῶν ἄλλων κρατεῖ κατορθωμάτων, οὕτως ἐν αὐτῇ τοῦτο μάλιστα τὸ εἶδος τῶν ἄλλων ἐστὶ λαμπρότερον. Τάχα ἀσαφὲς τὸ εἰρημένον· οὐκοῦν αὐτὸ ποιήσω σαφέστερον. Τί οὖν ἐστιν ὅ φημι; Οὐ τὸ χρήματα ἀφαιρεθῆναι, κἂν πάντων τις γυμνωθῇ τῶν ὄντων, οὐ τὸ τιμῆς ἐκπεσεῖν, οὐ τὸ πατρίδος ἐκβληθῆναι καὶ πρὸς τὴν ὑπερορίαν ἀπενεχθῆναι, οὐ τὸ πόνῳ καὶ ἱδρῶτι κατατείνεσθαι, οὐ τὸ δεσμωτήριον οἰκεῖν καὶ ἅλυσιν περικεῖσθαι, οὐκ ὀνειδισμοὶ καὶ λοιδορίαι καὶ σκώμματα· μὴ γὰρ μηδὲ τοῦτο μικρὸν νομίσῃς εἶναι καρτερίας εἶδος τὸ γενναίως τὰ τοιαῦτα ἐνεγκεῖν. Καὶ δείκνυσιν ὁ Ἰὼβ ὁ τοσοῦτος καὶ τηλικοῦτος ἀνὴρ οὐχ ὡς ἔτυχεν ὑπὸ τούτου θορυβηθεὶς τοῦ πειρασμοῦ, ἀλλ' οὐδὲ τοῦτο, οὐ παίδων ἀποβολή, κἂν ἀθρόον πάντες ἀναρπασθῶσιν, οὐκ ἐχθροὶ συνεχῶς ἐπεμβαίνοντες, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν, οὐκ αὐτὸς ὁ κολοφὼν τῶν δοκούντων εἶναι λυπηρῶν, ὁ θάνατος, ὁ φοβερὸς οὕτω καὶ φρικώδης, οὕτως ἐστὶ βαρὺς ὡς σώματος ἀρρωστία. Καὶ ταῦτα δείκνυσιν ὁ μέγιστος τῆς ὑπομονῆς ἀθλητὴς ὅς, ἐπειδὴ σωματικῇ περιέπεσε νόσῳ, ἀπαλλαγὴν τῶν κατεχόντων δεινῶν τὴν τελευτὴν εἶναι ἐνόμισε· καὶ ὅτε μὲν τὰ ἄλλα ἔπασχεν ἅπαντα, οὐδὲ ᾐσθάνετο, καίτοι ἐπαλλήλους δεχόμενος τὰς πληγὰς καὶ τελευταίαν τὴν καιρίαν. Οὐδὲ γὰρ τοῦτο μικρόν, ἀλλὰ καὶ τῆς χαλεπωτάτης τοῦ πολεμοῦντος αὐτῷ κακουργίας, τὸ μὴ νεά ζοντι μηδὲ νῦν εἰς τοὺς ἀγῶνας καθιέντι πρῶτον, ἀλλ' ἤδη τῇ πυκνότητι τῶν ἐπαλλήλων βελῶν κατειργασμένῳ, τότε τὴν καιρίαν δοῦναι τὴν ἐπὶ τοῖς παισὶ πληγήν, καὶ ταύτην οὕτω χαλεπῶς ὡς καὶ ἐξ ἑκατέρας τῆς φύσεως καὶ πάντας ἀθρόον, καὶ ἐν ἀώρῳ ἡλικίᾳ καὶ βιαίᾳ τελευτῇ διαφθεῖραι καὶ τοῦ θανάτου τὸν τρόπον ἐσχεδιασμένον αὐτοῖς ἐργάσασθαι τάφον. Οὐδὲ γὰρ εἶδεν ἐν κλίνῃ κειμένους, οὐδὲ ἐφίλησε χεῖρας, οὐδὲ ἐσχάτων ἤκουσε ῥημάτων, οὐδὲ ποδῶν ἥψατο καὶ γονάτων, οὐ στόμα συνεῖλεν, οὐ καθεῖλεν ὀφθαλμοὺς μελλόντων αὐτῶν τελευτᾶν ἅπερ οὐ μικρὰ εἰς παραμυθίαν τοῖς παίδων χωριζομένοις πατράσιν· οὐδὲ τοὺς μὲν προέπεμψεν ἐπὶ τὸν τάφον, τοὺς δὲ ἐπανελθὼν εὗρε παραμυθίαν τῶν ἀπελθόντων· ἀλλ' ἐν καιρῷ συμποσίου, συμποσίου οὐ μέθην, ἀλλ' ἀγάπην βρύοντος, ἐν τραπέζῃ φιλαδελφίας, ἐπὶ στιβάδος κειμένους ἤκουσε πάντας κατακεχῶσθαι καὶ πάντα ὁμοῦ μιγῆναι, τὸ αἷμα, τὸν οἶνον, τὰς κύλικας, τὸν ὄροφον, τὴν τράπεζαν, τὴν κόνιν, τὰ μέλη τῶν παίδων. Ἀλλ' ὅμως ἡνίκα μὲν ταῦτα ἤκουσε, καὶ πρὸ τούτων τὰ ἄλλα καὶ αὐτὰ χαλεπά· καὶ γὰρ κἀκεῖνα χαλεπῶς ἀπολώλει· τά τε ποίμνια καὶ ὁλοκλήρους ἀγέλας, τὰς μὲν ὑπὸ πυρὸς ἄνωθεν κατενεχθέντος ἀνηλῶσθαι ἔλεγεν ὁ πονηρὸς τῆς τραγῳδίας ταύτης ἄγγελος, τὰς δὲ ὑπὸ πολεμίων διαφόρων ἀθρόον πάσας ἀναρπαγῆναι καὶ κατακοπῆναι σὺν αὐτοῖς τοῖς ποιμέσιν. Ἀλλ' ὅμως τοσαύτην ζάλην ἐν βραχείᾳ καιροῦ ῥοπῇ διεγερθεῖσαν ὁρῶν ἐπὶ τῶν ἀγρῶν, ἑπὶ τῆς οἰκίας, ἐπὶ τῶν θρεμμάτων, ἐπὶ τῶν παίδων, ἐπάλληλα τὰ κύματα καὶ τὰς σπιλάδας συνεχεῖς καὶ τὸν ζόφον βαθὺν καὶ τὸ κλυδώνιον ἀφόρητον, οὔτε ἀθυμίᾳ κατετείνετο, οὔτε ᾐσθάνετο σχεδὸν τῶν γεγενημένων πλὴν τοσοῦτον ὅσον ἄνθρωπος ἦν καὶ πατήρ. Ἐπειδὴ δὲ νόσῳ παρεδόθη καὶ ἕλκεσι, τότε καὶ θάνατον ἐπεζήτει, τότε καὶ ἀποδύρεται καὶ θρήνει, ἵνα μάθῃς πῶς τοῦτο πάντων ἐστὶ χαλεπώτερον καὶ τῆς ὑπομονῆς τὸ ἄκρον εἶδος. Καὶ τοῦτο οὐδὲ αὐτὸς ὁ πονηρὸς ἀγνοεῖ δαίμων, ἀλλ' ἐπειδὴ πάντα ἐκεῖνα κινήσας, ἑώρα τὸν ἀθλητὴν ἀτάραχον μένοντα καὶ ἀθόρυβον, ὡς ἐπὶ μέγιστον ἆθλον τοῦτον ὥρμησε λέγων ὅτι «Τὰ μὲν ἄλλα πάντα φορητά, κἂν παῖδά τις ἀποβάλῃ κἂν κτήματα κἂν ἀλλοτιοῦν–τοῦτο γάρ ἐστι· «∆έρμα ὑπὲρ δέρματος»–, ἡ δὲ καιρία πληγή, ὅταν ἐν σώματί τις δέξηται τὰς ὀδύνας.» ∆ιά τοι τοῦτο μετὰ τὸν ἆθλον τοῦτον ἡττηθείς, οὐδὲ γρῦξαι ἔσχεν, εἰ καὶ τὰ μάλιστα καὶ τὰ πρότερα ἀναισχύντως ἀντέλεγεν. Ἐνταῦθα μέντοι οὐδὲ ἀναίσχυντον πλάσαι τι λοιπὸν εὗρεν, ἀλλ' ἐγκαλυψάμενος ἀνεχώρησεν.
17.3 Ἀλλὰ μὴ νόμιζέ σοι τοῦτο ἀπολογίαν εἶναι εἰς τὸ καὶ αὐτῆς ἐπιθυμεῖν τελευτῆς, εἰ ἐκεῖνος ἐπεθύμει θανάτου τὰς ὀδύνας οὐ φέρων. Ἐννόησον γὰρ πότε ἐκεῖνος ἐπεθύμει καὶ πῶς τῶν πραγμάτων διακειμένων, οὐ νόμου δοθέντος, οὐ προφητῶν φανέντων, οὐ τῆς χάριτος οὕτως ἐκχυθείσης οὐδὲ ἄλλης φιλοσοφίας μετασχών. Ὅτι γὰρ ἡμεῖς τῶν τότε πολιτευομένων πλείονα ἀπαιτούμεθα καὶ μείζονα ἡμῖν κεῖται τὰ σκάμματα, ἄκουσον τοῦ Χριστοῦ λέγοντος· «Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» Μὴ τοίνυν τὸ εὔχεσθαι νῦν τελευτὴν ἀπηλλάχθαι ἐγκλήματος νόμιζε, ἀλλ' ἄκουε τῆς τοῦ Παύλου φωνῆς τῆς λεγούσης· «Τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι πολλῷ μᾶλλον κρεῖσσον, τὸ δὲ ἐπιμεῖναι τῇ σαρκὶ ἀναγκαιότερον δι' ὑμᾶς.» Ὅσῳ γὰρ ἂν ἐπιτείνηται τὰ τῆς θλίψεως, τοσούτῳ πλεονάζει καὶ τὰ τῶν στεφάνων· ὅσῳ ἂν πυρωθῇ τὸ χρυσίον, τοσούτῳ καθαρώτερον γίνεται· ὅσῳ μακρότερον ἂν πλεύσῃ πέλαγος ἔμπορος, τοσούτῳ πλείονα συνάγει τὰ φορτία. Μὴ τοίνυν νομίσῃς μικρόν σοι προκεῖσθαι νῦν ἆθλον, ἀλλὰ πάντων ὧν ὑπομεμένηκας τὸν ὑψηλότερον τὸν ἐπὶ τῇ τοῦ σώματος ἀρρωστίᾳ λέγω. Καὶ γὰρ καὶ τῷ Λαζάρῳ–εἰ γὰρ καὶ πολλάκις τοῦτο εἴρηκα πρὸς σέ, οὐδὲν κωλύει καὶ νῦν εἰπεῖν–, ἤρκεσε τοῦτο εἰς σωτηρίαν· καὶ τοῦ κοινὴν τὴν οἰκίαν τοῖς παριοῦσι κεκτημένου καὶ μετανάστου συνεχῶς γινομένου διὰ τὸ τοῦ Θεοῦ πρόσταγμα καὶ τὸν υἱὸν κατασφάξαντος τὸν γνήσιον, τὸν μονογενῆ, τὸν ἐν ἐσχάτῳ γήρᾳ δοθέντα, ὁ μηδὲν τούτων πεποιηκὼς εἰς τοὺς κόλπους ἀπῄει, ἐπειδὴ ἤνεγκεν εὐκόλως πενίαν καὶ ἀρρωστίαν καὶ τὴν τῶν προστησομένων ἐρημίαν. Τοσοῦτον γάρ ἐστιν ἀγαθὸν τοῦτο τοῖς γενναίως φέρουσι ὅτι κἂν τὰ μέγιστα ἡμαρτηκότα τινὰ εὕρῃ, ἀπαλλάττει τοῦ βαρυτάτου τῶν ἁμαρτημάτων φορτίου· κἂν κατωρθωκότα καὶ δίκαιον ὄντα, οὐ μικρᾶς ἀλλὰ καὶ σφόδρα μεγίστης παρρησίας γίνεται προσθήκη. Καὶ γὰρ καὶ στέφανός ἐστι λαμπρὸς ἐπὶ τῶν δικαίων, καὶ ὑπὲρ τὸν ἥλιον μεθ' ὑπερβολῆς λάμπων, καὶ καθάρσιον μέγιστον ἐπὶ τῶν ἡμαρτηκότων. ∆ιά τοι τοῦτο τὸν διορύξαντα γάμον πατρῷον καὶ τὴν εὐνὴν διαφθείραντα τὴν ἐκείνου εἰς ὄλεθρον τῆς σαρκὸς παραδίδωσιν ὁ Παῦλος, τούτῳ καθαίρων αὐτὸν τῷ τρόπῳ. Ὅτι γὰρ καθάρσιον τὸ γινόμενον ἦν τῆς τοσαύτης κηλῖδος, ἄκουσον αὐτοῦ λέγοντος· «Ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Καὶ ἑτέροις δὲ ἐγκαλῶν φρικωδεστάτην ἑτέραν ἁμαρτίαν τοῖς τῆς ἱερᾶς τραπέζης ἀναξίως ἀπολαύουσι καὶ τῶν ἀπορρήτων μυστηρίων ἐκείνων καὶ εἰπὼν ὅτι ὁ τοιοῦτος «ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου», ὅρα πῶς φησι καὶ αὐτοὺς καθαίρεσθαι τῆς χαλεπῆς ταύτης κηλῖδος οὕτω λέγων· «∆ιὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι.» Εἶτα δεικνὺς ὅτι οὐ μέχρι τῆς τιμωρίας ταύτης στήσεται τὰ ἐκείνων, ἀλλ' ἔσται τι κέρδος ἀπὸ τοῦ πράγματος τὸ τῶν εὐθυνῶν τῶν ἐπὶ τῇ ἁμαρτίᾳ ταύτῃ ἀπαλλαγῆναι ἐπήγαγεν· «Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα. Νῦν δὲ κρινόμενοι, ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.» Ὅτι δὲ καὶ οἱ τὰ μεγάλα κατωρθωκότες ἐντεῦθεν πολλὰ κερδαίνουσιν, ἀπό τε τοῦ Ἰὼβ δῆλον μειζόνως ἐντεῦθεν λάμψαντος, ἀπό τε τοῦ Τιμοθέου ὃς οὕτω καλὸς ὢν καὶ τοιαύτην διακονίαν ἐγκεχειρισμένος καὶ συμπεριιπτάμενος Παύλῳ τὴν οἰκουμένην, οὐ δύο καὶ τρεῖς ἡμέρας, οὐδὲ δέκα καὶ εἴκοσι καὶ ἑκατόν, ἀλλὰ πολλὰς καὶ συνεχεῖς ἐν ἀρρωστίᾳ ἔζη, τοῦ σώματος αὐτῷ μετὰ πολλῆς τῆς σφοδρότητος ἐξησθενημένου. Καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγεν· «Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας.» Καὶ οὐ διώρθωσεν αὐτοῦ τὴν ἀσθένειαν ὁ νεκροὺς ἐγείρων, ἀλλ' ἀφῆκεν εἶναι ἐν τῇ καμίνῳ τῆς νόσου, ὥστε μέγιστον αὐτῷ καὶ ἐντεῦθεν συναχθῆναι παρρησίας πλοῦτον. Ὧν γὰρ αὐτὸς ἀπολέλαυκε παρὰ τοῦ ∆εσπότου, καὶ ἅπερ ἐπαιδεύθη παρ' ἐκείνου, ταῦτα καὶ τὸν μαθητὴν ἐδίδασκεν. Εἰ γὰρ καὶ μὴ ἀρρωστίᾳ περιέπιπτεν, ἀλλ' ἀρρωστίας οὐκ ἔλαττον πειρασμοῖς αὐτὸν κολαφίζουσι καὶ πολλὴν ὀδύνην ἐπιφέρουσι τῇ σαρκί. «Ἐδόθη γάρ μοι, φησί, σκόλοψ τῇ σαρκί, ἄγγελος Σατᾶν, ἵνα με κολαφίζῃ», τὰς πληγὰς λέγων, τὰ δεσμά, τὰς ἁλύσεις, τὰ δεσμωτήρια, τὸ ἄγεσθαι, σπαράττεσθαι, κατατείνεσθαι, προτείνεσθαι μάστιξιν ὑπὸ δημίων πολλάκις. ∆ιὸ καὶ μὴ φέρων τὰς ὀδύνας τὰς ἐντεῦθεν τῇ σαρκὶ προσγινομένας ἔλεγεν· «Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα– τρὶς ἐνταῦθα τὸ πολλάκις λέγων –ὥστε ἐλευθερωθῆναι τοῦ σκόλοπος τούτου.» Εἶτα ἐπειδὴ οὐκ ἐπέτυχε, μαθὼν τοῦ πράγματος τὸ κέρδος καὶ ἡσύχασε καὶ ἥσθη τοῖς γινομένοις. Καὶ σὺ τοίνυν κἂν οἴκοι μένῃς καὶ τῇ κλίνῃ προσηλωμένη ἦς, μὴ νόμιζε ἀργὸν βίον ζῇν· τῶν γὰρ ὑπὸ δημίων ἑλκομένων, σπαραττομένων, τεινομένων, τῶν τὰ ἔσχατα πασχόντων χαλεπώτερα ὑπομένεις δήμιον διηνεκῆ καὶ σύνοικον ἔχουσα, τῆς ἀρρωστίας ταύτης τὴν ὑπερβολήν. Μὴ τοίνυν μήτε τελευτῆς ἐπιθύμει νῦν, μήτε ἀμέλει θεραπείας· οὐδὲ γὰρ τοῦτο ἀσφαλές. ∆ιὰ τοῦτο καὶ Τιμοθέῳ παραινεῖ σφόδρα ἐπιμελεῖσθαι ἑαυτοῦ ὁ Παῦλος. Τῆς μὲν οὖν ἀρρωστίας ἕνεκεν ἀρκεῖ ταῦτα εἰπεῖν.
17.4 Εἰ δὲ τὸ κεχωρίσθαι ἡμῶν ποιεῖ σοι τὴν ἀθυμίαν, προσδόκα καὶ τούτου λύσιν. Καὶ τοῦτο οὐχ ἵνα παρακαλέσω σε, εἶπον νῦν, ἀλλ' οἶδα ὅτι πάντως ἔσται. Εἰ γὰρ μὴ ἔμελλεν ἔσεσθαι, πάλαι ἄν, ὡς ἔγωγε οἶμαι, ἀπεληλύθειν ἐντεῦθεν τό γε ἧκον εἰς τοὺς ἐπενεχθέντας μοι πειρασμούς. Ἵνα γὰρ τὰ ἐν Κωνσταντινουπόλει παρῶ πάντα, μετὰ τὴν ἐκεῖθεν ἔξοδον, ἔξεστι μαθεῖν ὅσα κατὰ τὴν ὁδὸν τὴν μακρὰν ταύτην καὶ χαλεπὴν ὧν τὰ πλείω ἱκανὰ ἦν θάνατον τεκεῖν ὑπομεμένηκα, ὅσα μετὰ τὴν ἐνταῦθα ἄφιξιν, ὅσα μετὰ τὴν μετανάστασιν τὴν ἀπὸ Κουκουσοῦ, ὅσα μετὰ τὴν ἐν Ἀραβισσῷ διατριβήν. Ἀλλὰ ταῦτα πάντα διεφύγομεν καὶ νῦν ἐσμεν ἐν ὑγιείᾳ καὶ ἀσφαλείᾳ πολλῇ, ὡς καὶ Ἀρμενίους πάντας ἐκπλήττεσθαι ὅτι ἐν οὕτως ἀσθενεῖ σώματι καὶ ἀραχνώδει οὕτως ἀφόρητον φέρω κρυμόν, ὅτι ἀναπνεῖν δύναμαι, τῶν ἐθάδων τοῦ χειμῶνος οὐ τὰ τυχόντα ἐντεῦθεν πασχόντων. Ἀλλ' ἡμεῖς ἐμείναμεν ἀβλαβεῖς μέχρι τῆς σήμερον, καὶ λῃστῶν χεῖρας διαφυγόντες πολλάκις ἐπελθόντων καὶ ἀπορίᾳ ἀναγκαίων συζῶντες καὶ μηδὲ βαλανείῳ χρῆσθαι δυνάμενοι· καίτοι ἡνίκα αὐτόθι διετρίβομεν, συνεχῶς τούτου δεόμενοι, νῦν δὲ ἐν τοσαύτῃ ἕξει κατέστημεν ὡς μηδὲ ἐπιθυμεῖν τῆς ἐντεῦθεν παραμυθίας, ἀλλὰ καὶ ὑγιεινότεροι ταύτῃ γενέσθαι. Καὶ οὔτε ἀέρων δυσκολία, οὐ τόπων ἐρημία, οὐκ ὠνίων στενοχωρία, οὐ τῶν θεραπευσόντων ἐρημία, οὐκ ἰατρῶν ἀμαθία, οὐ βαλανείων ἀπορία, οὐ τὸ διόλου, καθάπερ ἐν δεσμωτηρίῳ, ἐν ἑνὶ οἰκήματι καθεῖρχθαι, οὐ τὸ μὴ κινεῖσθαι οὗπερ ἀεὶ συνεχῶς ἐδεόμην, οὐ τὸ καπνῷ καὶ πυρὶ διηνεκῶς ὁμιλεῖν, οὐ λῃστῶν φόβος, οὐ πολιορκία διηνεκής, οὐκ ἄλλο τῶν τοιούτων οὐδὲν ἡμῶν περιγέγονεν· ἀλλ' ὑγιεινότερον διακείμεθα ἢ αὐτόθι ἦμεν πολλῇ μέντοι κεχρημένοι τῇ ἐπιμελείᾳ. Ταῦτα οὖν ἅπαντα λογιζομένη διακρούου τὴν κατέχουσάν σε νῦν ὑπὲρ τούτων ἀθυμίαν καὶ μὴ σαυτὴν ἀπαίτει δίκας περιττὰς καὶ χαλεπάς. Ἔπεμψά σοι ἅπερ ἔγραψα πρώην ὅτι «Τὸν ἑαυτὸν οὐκ ἀδικοῦντα οὐδεὶς ἕτερος παραβλάψαι δυνήσεται», καὶ τοῦτον ἠγωνίσατο τὸν ἀγῶνα ὁ λόγος ὃν ἀπέσταλκά σου τῇ τιμιότητι νῦν. Συνεχῶς δὴ οὖν αὐτὸν ἐπέρχου· εἰ δὲ ὑγιαίνοις, καὶ ἐπὶ γλώσσης φέρε. Ἱκανὸν γὰρ ἔσται σοι φάρμακον, ἐὰν θέλῃς. Εἰ δὲ φιλονεικοίης ἡμῖν καὶ μήτε θεραπεύοις σαυτήν, μήτε μυρίας ἀπολαύουσα παραινέσεώς τε καὶ παρακλήσεως βουληθείης ἀνενεγκεῖν ἐκ τῶν τελμάτων τῆς ἀθυμίας, οὐ ῥᾳδίως οὐδὲ ἡμεῖς ὑπακουσόμεθα πρὸς τὸ πυκνάς σοι καὶ μακρὰς πέμπειν ἐπιστολάς, εἰ μηδὲν μέλλοις ἐντεῦθεν κερδαίνειν εἰς εὐθυμίαν. Πῶς οὖν τοῦτο εἰσόμεθα; Οὐκ ἐὰν λέγῃς, ἀλλ' ἐὰν διὰ τῶν πραγμάτων δεικνύῃς, ἐπεὶ καὶ νῦν ἔφης μηδὲν τῶν ἄλλων, ἀλλὰ τὴν ἀθυμίαν σοι τὴν νόσον εἰργάσθαι ταύτην. Ἐπεὶ οὖν αὐτὴ τοῦτο ὡμολόγησας, ἂν μὴ τῆς ἀρρωστίας ἀπαλλαγῇς, οὐ πεισόμεθα ὅτι καὶ τῆς ἀθυμίας ἀπήλλαξαι. Εἰ γὰρ αὕτη ἐστὶν ἡ τὴν νόσον ποιοῦσα, καθὼς καὶ αὐτὴ ἐπέσταλκας, εὔδηλον ὅτι λυθείσης αὐτῆς κἀκείνη συναναιρεθήσεται, καὶ τῆς ῥίζης ἀνασπασθείσης καὶ οἱ ταύτης συναπόλλυνται κλάδοι. Ὡς ἐὰν μένωσιν ἀνθοῦντες καὶ ἀκμάζοντες καὶ καρπὸν φέροντες τὸν οὐ πρέποντα, οὐ δυνάμεθα πεισθῆναι ὅτι τῆς ῥίζης ἠλευθέρωσαι. Μὴ τοίνυν μοι ῥήματα ἀλλὰ πράγματα δεῖξον, κἂν ὑγιαίνῃς, ὄψει πάλιν ἐπιστολὰς πεμπομένας σοι λόγων ὑπερβαινούσας μέτρον. Μὴ δὲ μικρὰν νόμιζέ σοι παράκλησιν εἶναι ὅτι ζῶμεν, ὅτι ὑγιαίνομεν, ὅτι ἐν τοσαύταις πραγμάτων ὄντες περιστάσεσιν νόσου καὶ ἀρρωστίας ἀπηλλάγμεθα, ὃ τοὺς ἐχθροὺς ἡμῶν, ὡς ἔγνων, σφόδρα λυπεῖ καὶ ὀδυνᾷ. Ἀκόλουθον οὖν καὶ ὑμᾶς μεγίστην ταύτην ἡγεῖσθαι παράκλησιν καὶ κεφάλαιον παραμυθίας. Μὴ κάλει τὴν συνοδίαν σου ἔρημον τὴν νῦν μειζόνως ἐν οὐρανοῖς ἐγγεγραμμένην διὰ τῶν παθημάτων ὧν ὑπομένει. Σφόδρα ἤλγησα ὑπὲρ Πελαγίου τοῦ μονάζοντος. Ἐννόησον τοίνυν ὅσων ἄξιοι στεφάνων εἰσὶν οἱ γενναίως στάντες, ὅταν ἄνδρες ἐν τοσαύτῃ ἀσκήσει διαγαγόντες καὶ καρτερίᾳ οὕτω φανῶσιν ὑποσυρόμενοι.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η επεξεργασία, επιμέλεια μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου