Ιωάννης Χρυσόστομος
Τόμος 53
Είς τήν Γένεσιν
Λόγος παραινετικός είς τήν
είσοδο της Αγίας Τεσσαρακοστής
ΟΜΙΛΙΑ ΚΘ’. «Ἡνίκα δὲ ἐγένετο ὁ Ἄβραμ ἐννενήκοντα ἐννέα ἐτῶν, ὤφθη αὐτῷ ὁ Θεός»
.
α’. Εἴδετε, ἀγαπητοί, πῶς οὐδὲν ἀργὸν τῶν παρὰ τῇ θείᾳ Γραφῇ κειμένων; Εἴδετε χθὲς πῶς τὸ κατὰ τὴν Ἅγαρ εἰς μέσον παραγαγόντες, καὶ τῆς ταύτης ἀναχώρησιν πολλὴν ὠφέλειαν ἐκεῖθεν ἐκαρπωσάμεθα; Ἐμάθομεν γὰρ τοῦ πατριάρχου τὴν πολλὴν ἐπιείκειαν, τῆς σωφροσύνης τὴν ὑπερβολήν, τὴν αἰδώ, ἣν ἀπένειμε τῇ Σάρᾳ, τὴν πρὸς αὐτὴν ὁμόνοιαν πάντων ἡγούμενος προτιμοτέραν. Εἴδομεν τοῦ Θεοῦ τὴν ἄφατον φιλανθρωπίαν, ὅπως διὰ τὴν εἰς τὸν δίκαιον τιμὴν οὐ μόνον ἐπανήγαγε τὴν Ἅγαρ κατὰ τὴν ἔρημον πλανωμένην, καὶ διὰ τὸν τῆς δεσποίνης φόβον ἀποδράσασαν, ἀλλὰ καὶ τοῦ Ἰσμαὴλ τὸν τόπον ἐχαρίσατο, πολλὴν ἐντεῦθεν τῷ δικαίῳ τῇ παραμυθίαν ἐπινοῶν, καὶ τῆς τοσαύτης ὑπομονῆς ἀποδιδοὺς αὐτῷ τὰς ἀμοιβάς. Καὶ ἐπειδὴ ἐτέχθη ὁ Ἰσμαὴλ βουλομένη διδάξαι ἡμᾶς ἡ θεῖα Γραφὴ τὸν χρόνον τοῦ πατριάρχου, καὶ τῶν ἐτῶν τὸν ἀριθμὸν ἡμῖν ἐπεσημήνατο εἰποῦσα, ὅτι «Ἡνίκα ἐτέχθη ὁ Ἰσμαήλ, ἐτῶν ὀγδοηκονταὲξ ἦν ὁ Ἄβραμ». Ἴδωμεν δὲ λοιπὸν τὰ ἐντεῦθεν, ἵνα καὶ ἐκ τῶν ἑξῆς μάθωμεν πάλιν καὶ τοῦ δικαίου τὴν πολλὴν ὑπομονήν, καὶ τοῦ Δεσπότου τὴν ἄφατον καὶ ὑπερβάλλουσαν φιλανθρωπίαν.
Εἰσόμεθα δὲ μετὰ ἀκριβείας, ἐὰν πάλιν τοὺς χρόνους τῆς ζωῆς τοῦ δικαίου καταμαθεῖν δυνηθῶμεν, καὶ ὅπως ὁ ἀγαθὸς Θεὸς τὰ κατ’ αὐτὸν ᾠκονόμει, καθ’ ἕκαστον καιρὸν δοκιμὴν τοῦ ἰδίου θεράποντος λαμβάνων, καὶ τὸ θεοφιλὲς αὐτοῦ τῆς γνώμης ἐκκαλύπτων. Αὐτὸς μὲν γὰρ προῄδει σαφῶς τοῦ ἰδίου οἰκέτου τὴν εὐγνωμοσύνην, καὶ τῆς ψυχῆς αὐτοῦ τὸ κάλλος ἠπίστατο, καὶ τὸν μαργαρίτην ἀκριβῶς ἐγίνωσκεν· ἀλλ’ ἐπειδὴ ἐβούλετο καὶ πᾶσι τοῖς τότε παροῦσι κατάδηλον αὐτὸν ποιῆσαι, ἵνα καὶ εἰς τὰς μετὰ ταῦτα γενεᾶς ἡ τοῦ δικαίου ἀρετὴ πρὸς ζῆλον καὶ μίμησιν ἐφέλκηται τοὺς βουλομένους, διὰ τοῦτο κατὰ μικρὸν ἐκκαλύπτει τὸν πλοῦτον τῆς τοῦ δικαίου γνώμης,ἵνα παιδευώμεθα καὶ ἡμεῖς μηδέποτε διαπιστεῖν ταῖς τοῦ Θεοῦ ἀπαγγελίαις· μηδὲ δυσχεραίνειν πρὸς τὴν ἀναβολήν, ἀλλὰ μᾶλλον τῶν ὁρωμένων καὶ τῶν ἐν χερσὶ τοῖς μὴ βλεπομένοις θαῤῥεῖν, ἐπειδὰν ὁ πάντων Δεσπότης ὑπόσχηται· καὶ εἰδέναι ὡς οὐχ οἷόν τὲ ποτε διαπεσεῖν τὰ παρὰ τοῦ Θεοῦ ἐπαγγελθέντα· ἀλλὰ κἂν χρόνου πολλοῦ παραδραμόντος ἐναντία ταῖς τοῦ Θεοῦ ὑποσχέσεσι γένηται, μηδὲ οὕτω σαλεύεσθαι τὸν λογισμόν, ἀλλ’ εἰδέναι τοὐ ἐπαγγειλαμένου τὸ εὐμήχανον καὶ τὴν ἄμαχον δύναμιν, καὶ ὅτι ἐπειδὰν βουληθῇ εἰς ἔργον ἀγαγεῖν τὰ δεδογμένα, πάντα εἴκει καὶ παραχωρεῖ. Ἐπειδὴ γὰρ Κύριός ἐστι τῆς φύσεως καὶ δημιουργός, δυνατὸν αὐτῷ καὶ τὰ ὑπὲρ τὴν φύσιν δωρήσασθαι. Μὴ τοίνυν πρὸς τὴν οἰκείαν ἀσθένειαν ἀφορῶντες πολυπραγμονῶμεν τὰ παρὰ τοῦ Θεοῦ γινόμενα μηδὲ πρὸς τὴν φυσικὴν ἀκολουθίαν ἀποβλέποντες σχίζωμεν τὸν λογισμόν, ἀλλὰ καθάπερ εὐγνώμονες οἰκέται, εἰδότες τοῦ ἡμετέρου Δεσποτῶ τὴν ὑπερβάλλουσαν δύναμιν, πιστεύωμεν αὐτοῦ ταῖς ὑποσχέσεσιν, καὶ ἀνώτεροι γινώμεθατῆς φυσικῆς ἀσθενείας, ἵνα καὶ τῶν ἐπαγγελθέντων ἐπιτευξώμεθα, καὶ τῆς παρ’ αὐτοῦ ἀπολαύσωμεν εὐνοίας, καὶ κατὰ δύναμιν ἡμετέραν τιμήσωμεν τὸν Θεόν. Μεγίστη γὰρ αὕτη τιμὴ παρ’ ἡμῶν εἰς αὐτόν, τὸ θαῤῥεῖν αὐτοῦ τῇ δυνάμει, κἂν ἐναντία ᾗ τᾷ τοῖς ὀφθαλμοῖς τῆς σαρκὸς ὁρώμενα. Καὶ τὶ θαυμάζεις, εἰ ἐπὶ Θεοῦ μεγίστη ἐστι τιμὴ τὸ μὴ ἀμφιβάλλειν; Καὶ τῶν ὁμογενῶν, ἐπειδὰν ἡμῖν ὑπόσχωνταί τι τῶν ἐπικήρων τούτων καὶ φθαρτῶν πραγμάτων, ἂν μὴ ἀμφιβάλλωμεν, ἀλλὰ θαῤῥήσωμεν τῷ ὑποσχομένῳ, πᾶς τις αὐτῶν μεγίστην ταύτην ἡγεῖται τετιμῆσθαι τιμήν, τὸ μὴ ἐνδοιάσαι δηλονότι ἡμᾶς, ἀλλὰ θαῤῥῆσαι αὐτοῦ ταῖς ὑποσχέσεσιν. Εἰ τοίνυν καὶ ἐπ’ ἀνθρώπων τοῦτό ἐστι τῶν καὶ μεταβαλλομένων πολλάκις, ἢ δι’ ἀσθένειαν μὴ δυναμένων εἰς ἔργον ἀγαγεῖν τὰ δόξαντα, πολλῷ μᾶλλον ἐπὶ τοῦ Θεοῦ ὀφείλομεν αὐτοῦ θαῤῥεῖν τῇ ἐπαγγελίᾳ, κἂν ἲν τῷ μέσῳ πολὺς γένηται χρόνος. Ταῦτα δὲ μοι νῦν οὐχ ἁπλῶς εἴρηται, ἀλλ’ ἵνα εἰδέναι ἔχωμεν, ὅταν ἔλθωμεν ἰπὶ τὴν ἀρχὴν τῶν σήμερον ἡμῖν προτεθέντων, ὅπως ὁ φιλάνθρωπος Θεὸς βουλόμενος ἅπασιν ἐπίσημον ποιῆσαι τὸν πατριάρχην ἐπὶ τοσούτων ἐτῶν ἀριθμὸν τὴν οἰκείαν ἐπιδείκνυται μακροθυμίαν, καὶ ὁ δίκαιος οὐ δυσχεραίνει, οὐ ναρκᾷ πρὸς τὸ μῆκος, οὐκ ἀπαγορεύει, ἀλλὰ ταῖς χρησταῖς ἐλπίσι τρεφόμενος τὴν φιλόθεον αὐτοῦ γνώμην διὰ πάντων ἐπιδείκνυται. Εἰσόμεθα δὲ ἀκριβῶς ἅπασαν τοῦ πατριάρχου τὴν ἀρετήν, ἐὰν μάθωμεν πόσος μεταξὺ διαγέγονε χρόνος. Πάντα γὰρ ἡμᾶς ταῦτα σαφῶς διδάξει ὁ μακάριος Μωϋσῆς ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου ἐνηχούμενος. Τὶ οὖν οὗτός φησιν; Ἡνίκα ὑπήκουσα τῷ προστάγματι τοῦ Θεοῦ, καὶ ἀναστὰς ἀπὸ τῆς Χαῤῥὰν ἐπὶ τὴν Χαναναίαν ὥρμησεν, ἐτῶν ἦν ἐβδομηκονταπέντε. Καὶ εὐθὺς καταλαβόντι τὴν Χαναναίαν ὑπέσχετο αὐτῷ καὶ τῷ σπέρματι αὐτοῦ δώσειν πᾶσαν τὴν γῆν, καὶ εἰς τοσοῦτον πλῆθος ποιῆσαι ἐπιδώσειν, ὡς ἀναρίθμητον εἶναι, καθάπερ τὴν ἄμμον καὶ τοὺς ἀστέρας. Καὶ μετὰ τὴν ἐπαγγελίαν ταύτην πολλὰ ἐν τῷ μέσῳ συνέβη τῷ δικαίῳ, ἡ κάθοδος ἡ ἐν
Αἰγύπτῳ διὰ τὸν λιμόν, ἡ ἁρπαγὴ τῆς Σάρας, καὶ εὐθὺς ἡ παρὰ τοῦ Θεοῦ πρόνοια. Καὶ πάλιν μετὰ τὴν ἐκεῖθεν ἐπάνοδον ἡ παρὰ τοῦ βασιλέως τῶν Γεράρων περὶ τὴν Σάραν ἐπήρεια, καὶ παραχρῆμα ἡ παρὰ τοῦ Θεοῦ ἀντίληψις. Καὶ ταῦτα ἅπαντα ὁρῶν ὁ δίκαιος μετὰ τὴν ὑπόσχεσιν ἐκείνην αὐτῷ συμβαίνοντα, οὐκ ἐσαλεύετο τὸν λογισμόν, οὐδὲ περιειργάζετο, τίνος ἕνεκεν ὁ τοιαύτην ἐπαγγελίαν δεξάμενος τοσούτοις καὶ τοιούτοις πειρασμοῖς καθ’ ἑκάστην περιπίπτει, καὶ ἐν τοσούτῳ χρόνῳ ἐν ἀπαιδίᾳ διαμένει· οἰκείων λογισμῶν ὑποβαλεῖν τὰ παρὰ τοῦ Θεοῦ γινόμενα, καὶ ἔστεργε, καὶ μεθ’ ἡδονῆς ἐδέχετο τὰ τῷ Θεῷ δοκοῦντα.
β’. Καὶ μετὰ δέκατον ἐνιαυτὸν λαμβάνει τὸν Ἰσμαήλ, τὸν ἀπὸ τῆς παιδίσκης, καὶ εἰς τοῦτον ἐνόμιζεν αὐτῷ λοιπὸν τὰ τῆς ἐπαγγελίας πεπληρῶσθαι. Ἦν γὰρ ὁ πατριάρχης, φησίν, ἡνίκα ἐτέχθη ὁ Ἰσμαήλ, ἐτῶν ὀγδοήκοντα ἕξ. Ἀλλὰ πάλιν ἑτέρων δεκατριῶν ἐτῶν ἀριθμὸν γύμνασαν ὁ φιλάνθρωπος Θεὸς τοῦ δικαίου τὴν ὑπομονήν, τότε τὴν οἰκείαν ὑπόσχεσιν εἰς ἔργον ἄγει. Ἐπειδὴ γὰρ εἶδε καλῶς καθάπερ ἐν χωνευτηρίῳ διὰ τοῦ μήκους τοῦ χρόνου τὸ χρυσίον ἐκκαθαρθέν, καὶ λαμπροτέραν καὶ φαιδροτέραν τοῦ δικαίου τὴν ἀρετὴν ἀναφανεῖσαν, «Ἡνίκα, φησίν, ἐγένετο Ἄβραμ ἐτῶν ἐννενηκονταεννεα, ὤφθη αὐτῷ πάλιν ὁ Θεός». Καὶ τίνος ἕνεκεν τοσοῦτον χρόνον ἐμακροθύμησεν; Οὐχ ἵνα τοῦ δικαίου μόνον τὴν ὑπομονήν, καὶ τὴν πολλὴν ἀρετὴν καταμάθωμεν, ἀλλ’ ἵνα καὶ τῆς αὐτοῦ δυνάμεως τὴν ὑπερβολὴν ἴδωμεν. Ἡνίκα γὰρ ἀπηγόρευσεν ἡ φύσις, καὶ πρὸς τὴν παιδοποιΐαν λοιπὸν ἄχρηστος ἦν, καταμαρανθέντων αὐτοῦ τῶν μελῶν, καὶ κατεψυγμένων ὑπὸ τοῦ γήρως, τότε καὶ τοῦ δικαίου τὴν ἀρετὴν ἐκκαλύπτων, καὶ τὴν οἰκείαν δεικνὺς δύναμιν, τὰ τῆς ἐπαγγελίας εἰς ἔργον ἄγει. Ἀλλ’ ἀναγκαῖον ἀκοῦσαι καὶ αὐτῶν τῶν παρὰ τοῦ Θεοῦ πρὸς αὐτὸν ῥηθέντων, «Γενομένῳ, φησίν, αὐτῷ ἐτῶν ἐννενηκονταεννέα, ὤφθη αὐτῷ ὁ Θεός, καὶ εἶπεν αὐτῷ». Ὅταν δὲ ἀκούσῃς, «Ὤφθη», μηδὲν ταπεινὸν ὑπόπτευε, μηδὲ νομίσης ὀφθαλμοῖς σαρκὸς ὁρᾶσθαι τὴν θείαν ἐκείνην καὶ ἄφθαρτον δύναμιν, ἀλλ’ εὐσεβῶς ἅπαντα νόει. «Ὤφθη οὖν αὐτῷ ὁ Θεός», ἀντὶ τοῦ, τῆς παρ’ αὐτοῦ δηλονότι ἐπισκέψεως αὐτὸν ἠξίωσε, καὶ ἄξιον αὐτὸν ἡγησάμενος τῆς παρ’ ἑαυτοῦ προνοίας, πολλῇ κεχρημένος τῇ συγκαταβάσει, καὶ διαλέγεται, καὶ φησιν· «Ἐγὼ εἰμι ὁ Θεὸς σου· εὐαρέστει ἐναντίον μου, καὶ γίνου ἄμεμπτος, καὶ θήσομαι τὴν διαθήκην μου ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σου, καὶ πληθυνῶ σε σφόδρα. Καὶ ἔπεσεν Ἄβραμ ἐπὶ πρόσωπον αὐτοῦ». Πολλὴ τοῦ δικαίου ἡ εὐγνωμοσύνη, ὑπερβάλλουσα τοῦ ἀγαθοῦ Θεοῦ ἡ περὶ αὐτὸν φιλανθρωπία. «Ἐγὼ γὰρ εἰμι, φησίν, ὁ Θεὸς σου»· μονονουχὶ λέγων· Ὁ μέχρι τοῦ παρόντος τὰ κατὰ σὲ διαφόρως οἰκονομήσας ἐγὼ εἰμι, ὁ ἀναστήσας σε οἴκοθεν καὶ ἐνταῦθα ἀγαγὼν ἐγὼ εἰμι, ὁ καθ’ ἕκαστον καιρὸν ὑπέρμαχός σοι γινόμενος, καὶ τῶν ἐπιβουλευόντων σε ἀνώτερον πεποιηκὼς βγῶ εἰμι· καὶ οὐκ εἶπεν. Ἐγὼ εἰμι ὁ Θεός, ἀλλ’, «Ἐγὼ εἰμι ὁ Θεὸς σου». Ὅρα τὴν πολλὴν ἀγαθότητα, πῶς καὶ διὰ τῆς προσθήκης ταύτης τὸ φίλτρον τὸ περὶ τὸν δίκαιον ἐπιδείκνυται. Ὁ γὰρ τῆς οἰκουμένης ἁπάσης Θεός, ὁ τῶν ὅλων δημιουργός, ὁ οὐρανοῦ καὶ γῆς ποιητὴς φησίν. «Ἐγὼ εἰμι ὁ Θεὸς σου». Μέγας ὁ ὄγκος τῆς τιμῆς τῆς εἰς τὸν δίκαιον. Οὕτω καὶ τοῖς προφήταις ἔθος λαλεῖν. Ὥσπερ γὰρ αὐτὸς νῦν κοινὸς ὢν ἁπάντων Δεσπότης, ἀπὸ τοῦ δούλου καλεῖσθαι καταδέχεται, καὶ εὑρήσομεν αὐτὸν μετὰ ταῦτα λέγοντα, «Ἐγὼ εἰμι ὁ Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ»· οὕτω καὶ οἱ προφῆται εἰώθασι λέγειν. «Ὁ Θεὸς ὁ Θεὸς μού», οὐ περικλείοντες αὐτοῦ εἰς ἑαυτοὺς τὴν δεσποτείαν, ἀλλὰ καὶ αὐτοὶ τὸν πόθον ἀκάθεκτον ἐνδεικνύμενοι. Ἀλλὰ τὸ μὲν ἀνθρώπους τοῦτο ποιεῖν οὐδὲν θαυμαστόν· ὅταν δὲ αὐτὸς ἐπ’ ἀνθρώπων τοῦτο ποιῇ, τοῦτό ἐστι τὸ καινὸν καὶ παράδοξον. Ἀλλὰ μὴ θαυμάζωμεν, ἀγαπητοί, ἀλλ’ ἀκούωμεν τοῦ προφήτου λέγοντος. «Κρεῖσσον εἷς, ποιῶν τὸ θέλημα Κυρίου, ἣ μύριοι παράνομοι»· καὶ πάλιν τοῦ μακαρίου Παύλου λέγοντος. «Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοιςδέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἣν ἄξιος ὁ κόσμος». Οὕτως ὁ μὲν προφήτης μυρίων παρανόμων τὸν ἕνα τὸν ποιοῦντα τὸ θέλημα Κυρίου κρείττονα ἀπέφηνεν· ὁ δὲ μακάριος Παῦλος, ὁ τῆς οἰκουμένης διδάσκαλος, μνημονεύσας τῶν δικαίων ἁπάντων τῶν ἐν θλίψεσι, τῶν ἐν στενοχωρίᾳ διαγόντων, φησίν. «Ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος». Πάντα τὸν κόσμον εἰπών, τούτους τοὺς ἐλαυνομένους, τοὺς θλιβομένους ἀντέστησεν, ἵνα μάθῃς, ὅσον τῆς ἀρετῆς τὸ μέγεθος. Διὰ τοῦτο καὶ ὁ τῶν ἁπάντων δημιουργὸς φησὶ πρὸς τὸν πατριάρχην· «Ἐγὼ εἰμι ὁ Θεὸς σου, εὐαρέστει ἐναντίον ἐμοῦ, καὶ γίνου ἄμεμπτος». Οὐδὲ γὰρ περιόψομαι τῆς τοσαύτης σου ἀρετῆς τοὺς ἱδρῶτας, «ἀλλὰ Θήσομαι τὴν διαθήκην μου ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, καὶ πληθυνῶ σε σφόδρα». Οὐχ ἁπλῶς εἰς πλῆθος ἐπιδιδόναι παρασκευάσω, ἀλλὰ καὶ σφόδρα, τὴν πολλὴν ἐπίτασιν δηλῶν· καὶ ὅπερ ἀνωτέρω ἔλεγεν εἰπών, Ὡς τὴν ἄμμον καὶ τοὺς ἀστέρας, τοῦτο ἐνταῦθα διὰ τοῦ Σφόδρα ἐδήλωσεν. Ἀλλ’ ὁ εὐγνώμων καὶ φιλόθεος οἰκέτης ὁρῶν τοῦ Θεοῦ τὴν τοσαύτην συγκατάβασιν καὶ τὴν περὶ σὸν αὐτοῦ θεράποντα κηδεμονίαν, καταπλαγείς, καὶ εἰς ἔννοιαν ἐλθὼν τῆς τε οἰκείας φύσεως, τῆς τε τοῦ Θεοῦ ἀγαθότητος, καὶ τῆς ἀπείρου δυνάμεως. «Ἔπεσε, φησίν, ἐπὶ πρόσωπον αὐτοῦ», δεικνὺς διὰ τοῦ σχήματος τὴν οἰκείαν εὐγνωμοσύνην. Οὐ μόνον γὰρ οὐκ ἀπενοήθη, οὐδὲ μέγα ἐφρόνησεν ἐπὶ τῇ εὐνοίᾳ τῇ εἰς αὐτὸν γεγενημένῃ, ἀλλὰ καὶ πολλῷ μᾶλλον συνεστάλη. «Καὶ ἔπεσε, φησίν, ἐπὶ πρόσωπον». Τοιοῦτον γὰρ ἡ εὐγνώμων ψυχή· ἐπειδὰν πλείονος ἀπολαύσῃ τῆς παῤῥησίας, τότε μᾶλλον πολλὴν ἐπιδείκνυται τὴν περὶ τὸν Θεὸν εὐλάβειαν· «Ἔπεσε γὰρ φησίν, ἐπὶ πρόσωπον αὐτοῦ». Καὶ ἐπειδὴ μετὰ τὴν τοσαύτην παῤῥησίαν εἰς αὐτὸν ὁρῶν ὁ δίκαιος καὶ τῆς ἀνθρωπίνης φύσεως τὴν ἀσθένειαν, οὐδὲ ἀνανεῦσαι ἐτόλμα, ἀλλὰ κάτω κύπτων πολλὴν ἐπεδείκνυτο τὴν εὐλάβειαν· ὅρα πάλιν τοῦ ἀγαθοῦ Θεοῦ τὴν ἄφατον φιλοτιμίαν. «Ἐλάλησε γὰρ αὐτῷ, φησίν, ὁ Θεός, λέγων· Ἰδοὺ ἐγὼ καὶ ἡ διαθήκη μου μετὰ σοῦ, καὶ ἔσῃ πατήρ, πλήθους ἐθνῶν, καὶ οὐ κληθήσεται ἔτι τὸ ὄνομα σου Ἄβραμ, ἀλλ’ ἔσται τὸ ὄνομά σου Ἀβραάμ· ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικά σε, καὶ αὐξανῶ σε; Καὶ θήσω σε εἰς ἔθνος, καὶ βασιλεῖς ἐκ σου ἐξελεύσονται».
γ’. Σκόπησον, ἀγαπητέ, πῶς προλέγει τῷ δικαίῳ καὶ νῦν ἅπαντα σαφῶς, καὶ ἵνα πλείονα αὐτῷ τὴν πληροφορίαν ποιήσῃ, καὶ τοῦ στοιχείου τὴν προσθήκην τῇ προσηγορίᾳ αὐτοῦ ἐναποτίθεται, καὶ φησίν· «Ἔσῃ πατήρ, πλήθους ἐθνῶν. Οὐ κληθήσεται γὰρ τὸ ὄνομά σου Ἄβραμ, ἀλλὰ Ἀβραάμ, ἐπειδὴ πατέρα πολλῶν ἐθνῶν τέθεικά σε». Ὥσπερ γὰρ τὸ πρότερον ὄνομα τὴν ἀπὸ τοῦ πέραν ἐνταῦθα ἐπάνοδον ἐσήμαινεν (Ἄβραμ γὰρ περάτης ἑρμηνεύεται κατὰ τὴν Ἑβραίων γλῶτταν· καὶ τοῦτο ἴσασιν, ὅσοι τῆς γλώττης ἐκείνης εἰσὶν ἔμπειροι), ἐπεὶ οὖν ἔμελλεν ἀπὸ τοῦ πέραν εἰς τὴν Χαναναίαν ἔρχεσθαι, διὰ τοῦτο οἱ γονεῖς αὐτῷ τὸ ὄνομα ἐπιτιθέασιν. Ἀλλ’ ἴσως εἴποι τις ἄν· Καὶ εἰ ἄπιστοι ἐτύγχανον οἱ τοῦτον γεγεννηκότες, πόθεν αὐτοῖς ἡ πρόγνωσις αὕτη, ὥστε τῇ προσηγορίᾳ ἐναποθέσθαι τὸ μέλλον μετὰ πολὺν ἔσεσθαι χρόνον; Καὶ τοῦτο τῆς τοῦ Θεοῦ εὐμηχάνου σοφίας, τὸ καὶ διὰ τῶν ἀπίστων πολλάκις τοιαῦτα οἰκονομεῖν· καὶ πολλὰ τοιαῦτα εὑρήσομεν καὶ ἐφ’ ἑτέρων γεγενημένα, Εὐθέως γὰρ ἐπεισέρχεται ἡμῖν καὶ ἡ τοῦ Νῶε προσηγορία. Οὐδὲ γὰρ ἁπλῶς, οὐδὲ ὡς ἔτυχε καὶ τούτῳ τὴν προσηγορίαν ἐπέθηκαν οἱ γονεῖς, ἀλλὰ προμηνύοντες τὸν μετὰ πεντακόσια ἔτη μέλλοντα γενήσεσθαι κατακλυσμόν. Ὅτι γὰρ καὶ ὁ τούτου πατὴρ οὐ διὰ τὸ ἐνάρετος εἶναι ταύτην τὴν προσηγορίαν ἐπέθηκε τῷ παιδί, ἄκουε τῆς Γραφῆς σαφῶς λεγούσης, ὅτι Νῶε μόνος εὑρέθη δίκαιος, τέλειος ἐν τῇ γενεᾷ αὐτοῦ. Οὐκ ἂν παρεσιώπησεν ἡ Γραφή, οὐδὲ εἶπε. Νῶε δίκαιος μόνος ἦν, εἰ καὶ Λάμεχ ὁ τούτου πατὴρ ζηλωτὴς ἦν· τῆς τοῦ δικαίου ἀρετῆς. Μέλλων τοίνυν τὴν προσηγορίαν ἐπιτιθέναι τῷ παιδί, «Καὶ κληθήσεται τὸ ὄνομα αὐτοῦ Νῶε· οὗτος διαναπαύσει ἡμᾶς ἀπὸ τῶν ἔργων ἡμῶν, καὶ τῶν λυπηρῶν τῶν χειρῶν ἡμῶν, καὶ ἀπὸ τῆς γῆς, ἧς κατηράσατο Κύριος ὁ Θεός». Πόθεν, εἰπὲ μοι, ἐκείνῳ ἡ γνῶσις τῶν μελλόντων γίνεσθαι μετὰτοσαύτας γενεᾶς; «Κληθήσεται γάρ, φησί. Νῶε · οὗτος γὰρ διαναπαύσει ἡμᾶς». Τὸ Νῶε, τῇ Ἑβραίων διαλέκτῳ ἀνάπαυσις λέγεται. Ἐπεὶ οὖν οὗτος ἔμελλε, τοῦ ναυαγίου ἐκείνου καταλαμβάνοντος τὴν οἰκουμένην, μόνος διασώζεσθαι, καὶ τῇ μετὰ ταῦτα γενεᾷ τινα παρασχεῖν τῆς συστάσεως, διὰ τοῦτό φησιν. «Ὁὖτος διαναπαύσει ἡμᾶς», ἀνάπαυσιν τὸν κατακλυσμὸν καλῶν. Καθάπερ γὰρ κεκμηκυῖαν τὴν γῆν πᾶσαν ἐκ τῆς τῶν ἐνοικούντων πονηρίας, καὶ πολλὴν τὴν λύμην δεχομένην ἐλθὼν ὁ κατακλυσμὸς διὰ τῆς τῶν ὑδάτων
φορᾶς, καὶ στήσας τῶν μοχθηρῶν ἀνδρῶν ἐκείνων τὴν πονηρίαν, τὴν τε γῆν ἐξεκάθηρεν ἀκάθαρτον γεγενημένην διὰ τὴν τῶν ἐνοικούντων μοχθηρίαν, κἀκείνους διὰ τῆς τιμωρίας ἔπαυσε. «Θάνατος γάρ, φησί, ἀνδρὶ ἀνάπαυσις». Εἶδες ὅπως καὶ διὰ ἀπίστων πολλάκις τὰ μέλλοντα προμηνύεσθαι παρασκευάζει; Τὸν αὐτὸν δὴ τρόπον καὶ τῷ πατριάρχῃ τὸ ὄνομα οἱ γονεῖς ἐτίθεσαν, ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων δηλοῦντες, ὅτι μετανάστης ἔσται, καὶ περάσας τὸν ποταμὸν ἐπὶ τὴν ἀλλοτρίαν ἥξει. Ἐπεὶ τοίνυν, φησί, τὸ μὲν παρὰ τῶν γονέων ἐπιτεθὲν ὄνομα ἐκεῖνό σοι προεμήνυε τὸ ἐκ τῶν ἐκεῖσε ἐνταῦθα διαπερᾶσαι, δέχου καὶ τὴν τοῦ στοιχείου προσθήκην, ἵνα μάθῃς ὅτι τοῦτό σοι μηνύει, ὅτι πολλῶν ἐθνῶν ἔσῃ πατήρ. Καὶ ὅρα τὴν ἀκρίβειαν τῶν ῥημάτων. Οὐκ εἶπε, Πάντων τῶν ἐθνῶν, ἀλλά, πολλῶν ἐθνῶν. Ἐπειδὴ γὰρ ἦν ἔθνη καὶ ἕτερα, ἅπερ ἔμελλεν ἐκεῖθεν ἐξεῶσθαι,ἵνα τοῦ δικαίου τὸ σπέρμα δέξηται τὴν κληρονομίαν, διὰ τοῦτό φησι· «Πατέρα πολλῶν ἐθνῶν τέθεικά σε». Εἰδὼς σου τῆς ἀρετῆς τὸ μέγεθος, πολλῶν ἐθνῶνδιδάσκαλόν σε ἀπεργάσομαι, καὶ αὐξανῶ σε «καὶ πληθυνῶ σε σφόδρα, σφόδρα· καὶ θήσω σε εἰς ἔθνη, καὶ βασιλεῖς ἐκ σου ἐξελεύσονται». Μὴ ἁπλῶς παραδράμωμεν, ἀγαπητοί, τὰ εἰρημένα, Ἂν γὰρ ἐννοήσωμεν τοῦ πατριάρχου τὴν ἡλικίαν, καὶ ὅτι ἐν ἐσχάτῳ γήρᾳ ταύτᾳ ἤκουσεν, ἐκπλαγησόμεθα τὴν τε τοῦ δικαίου πίστιν, καὶ φιλανθρώπου Θεοῦ τὴν ὑπερβάλλουσαν δύναμιν, ὅτι ἐξ ἀνθρώπου λοιπὸν νεκρωθέντος, ὡς εἰπεῖν, καὶ τὰ μέλη διαλελυμένον, καὶ καθ’ ἑκάστην ἡμέραν τὴν τελευτὴν φανταζομένου, ἐπὶ τοσοῦτον αὐξάνεσθαι τὸ σπέρμα ἐσήμανεν, ὡς καὶ εἰς ἔθνη πολλὰ γενήσεσθαι· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ «Καὶ βασιλεῖς, φησίν, ἐκ σου ἐξελεύσονται». Εἶδες ἐπίτασιν ἐπαγγελίας; «Αὐξανῶ σε, φησί, σφόδρα, σφόδρα». Οὐχ ἁπλῶς τὸν διπλασιασμὸν ἐπέθηκεν, ἀλλ’ ἵνα σημάνῃ τῷ δικαίῳ τοῦ πλήθους τὴν ὑπερβολήν. Ἐπειδὴ γὰρ διὰ τῆς τοῦ στοιχείου προσθήκης, καθάπερ ἓν στήλη τινί, ἀνεξάλειπτον αὐτῷ τῇς ὑποσχέσεως τὴν ἐπαγγελίαν ἐπέγραψε, πάλιν φησί· «Καὶ στήσω τὴν διαθήκην μου ἀνὰ μέσον σοῦ, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετὰ σέ εἰς τὰς γενεᾶς αὐτῶν, εἰς διαθήκην αἰώνιον, εἷναι σου Θεός». Οὐ μόνον περὶ σέ, φησί, πολλὴν ἐπιδείξομαι τὴν κηδεμονίαν, ἀλλὰ καὶ εἰς τὸ σπέρμα τὸ σόν, καὶ μετὰ τὴν σὴν ἔξοδον. Ὅρα πῶς ἀνακτᾶται τοῦ δικαίου τὴν ψυχὴν ὑπισχνούμενος αὐτῷ, ὅτι καὶ τῷ σπέρματι αὐτοῦ πολλὴν παρέξει τὴν πρόνοιαν. Καὶ τις ἡ δύναμις τῆς διαθήκης; «Ὥστε εἶναί σου Θεός, φησί, καὶ τοῦ σπέρματός σου μετὰ σέ». Τοῦτο γὰρ σοι ἔσται τὸ κεφάλαιον τῶν ἀγαθῶν, σοὶ τε καὶ τῷ σπέρματί σου. «Καὶ δώσω σοὶ καὶ τῷ σπέρματί σου μετὰ σὲ τὴν γῆν, ἣν παροικεῖς, πᾶσαν τὴν γῆν Χαναᾶν, εἰς κατάσχεσιν αἰώνιον καὶ Θεὸς ἔσομαι αὐτῶν». Διὰ τὴν σὴν ἀρετὴν καὶ οἱ ἔκγονοι οἱ σοὶ ἀπολαύσουσι τῆς ἐμῆς προνοίας, καὶ δώσω αὐτοῖς εἰς κατάσχεσιν αἰώνιον τὴν γῆν Χαναᾶν, «Καὶ ἔσομαι αὐτῶν Θεός». Τὶ ἐστι, «Καὶ ἔσομαι αὐτῶν Θεός»; Ἀντὶ τοῦ, Πολλὴν ἐπιδείξομαι τὴν κηδεμονίαν, πολλὴν τὴν πρόνοιαν, ἐν ἅπασιν αὐτοῖς τὴν παρ’ ἐμοῦ συμμαχίαν παρέξομαι· μόνον «σὺ τὴν διαθήκην μου διατήρησον, σὺ καὶ τὸ σπέρμα σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν». Οὐδὲν ἕτερον παρ’ ὑμῶν ἐπιζητῶ, ἣ τὴν ὑπακοὴν καὶ τὴν εὐγνωμοσύνην, κἀγὼ πάντα ἅπερ ὑπεσχόμην εἰς ἔργον ἄξω.δ’.Εἶτα λοιπὸν βουλόμενος ἰδιοποιήσασθαι τοὺς ἐξ αὐτοῦ τικτομένους, καὶ οἰκεῖον ἑαυτοῦ τὸν λαὸν ἀπεργάσασθαι, καὶ ἵνα λοιπὸν τὸ πλῆθος ἐκτεινόμενον μὴ συναναμιγνύηται τοῖς ἔθνεσιν ἐκείνοις, ὧν τὴν γῆν ἔμελλον κληρονομεῖν, ἄλλως δὲ καὶ ἐπειδὴ μετὰ ταῦτα ἔμελλον κατὰ τὴν αὐτοῦ πρόῤῥησιν ὑπομένειν τὴν ἐν Αἰγύπτῳ δουλείαν, ἵνα μὴ καὶ ἐν αὐτῇ γενόμενοι συναναφυρῶσι ταῖς ἔθνεσι τοῖς ἐν Αἰγύπτῳ, σημείου χάριν τὴν περιτομὴν τῷ δικαίῳ διατάττεται, καὶ φησίν· «Αὕτη ἡ διαθήκη, ἣν διατηρήσεις ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετὰ σε εἰς τὰς γενεὰς αὐτῶν. Περιτμηθήσεται ὑμῶν πᾶν ἀρσενικόν. Περιτμηθήσεσθε τὴν σάρκα τῆς ἀκροβυστίας ὑμῶν». Εἶτα ἵνα διδάξῃ κἀκείνους καὶ πάντας ἡμᾶς, τίνος ἕνεκεν τοῦτο ἐπέταξε, καὶ ὅτι οὐδενὸς ἑτέρου χάριν τοῦτο βούλεται γίνεσθαι, ἀλλ’ ἣ ὥστε ἐπίσημον εἶναι τὸν λαὸν τὸν αὐτῷ ἀνακείμενον, φησί. «Καὶ ἔσται ἐν σημείῳ διαθήκης ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν». Καὶ λοιπὸν καὶ τὸν καιρὸν διατάττεται, καθ’ ὃν προσήκει τοῦτο γίνεσθαι, «Παιδίον ψάρ, φησίν, ὀκτὼ ἡμερῶν περιτμηθήσεται ὑμῖν, καὶ ὁ οἰκογενής, καὶ ὁ ἀργυρώνητος, καὶ πάντες ἁπαξαπλῶς, ὡς εἰπεῖν, οἱ συνόντες ὑμῖν τὸ σημεῖον τοῦτο δέξονται. Καὶ ὅστις οὐ περιτμηθήσεται τῇ ἡμέρᾳ τῇ διατεταγμένῃ, ἐξολοθρευθήσεται, ὅτι τὴν διαθήκην μου μοὺ διεσκέδασεν· ὅτι παρέβη, φησί, τὸ προσταχθέν». Ὅρα σοφίαν Δεσπότου, πῶς εἰδὼς τῶν μελλόντων ἔσεσθαι τὸ ἀτελὲς τῆς γνώμης, καθάπερ χαλινὸν τινα ἐπιτιθείς, οὕτω τὸ σημεῖον τοῦτο τῆς περιτομῆς ἔδωκε, τὴν ὁρμὴν αὐτῶν τὴν ἀκάθεκτον ἐκκόπτων, ὥστε μὴ τοῖς ἔθνεσι συναναμίγνυσθαι. Ἐπειδὴ γὰρ ᾔδει αὐτῶν τὸ λάγνον, καὶ ὅτι οὐκ ἀνέξονται, κἂν ὦσί μυριάκις ἐνηχούμενοι, ἀποσχέσθαι τῆς ἀλόγου ὁρμῆς, διὰ τοῦτο διηνεκῆ ὑπόμνησιν αὐτοῖς διδούς, καθάπερ δεσμῷ τινι περιέβαλε τῷ σημείῳ τῆς περιτομῆς, ὄρους αὐτοῖς καὶ κανόνας διδοὺς μὴ περαιτέρω προβαίνειν, ἀλλὰ μέχρι τοῦ οἰκείου ἔθνους ἵστασθαι, καὶ μηδεμίαν ἐπιμιξίαν ποιεῖσθαι πρὸς τούτους, ἀλλὰ τοῦ πατριάρχου τὸ σπέρμα διασώζειν ἀμιγές, ἳν’ οὕτω καὶ τὰ τῆς ἐπαγγελίας εἰς αὐτοὺς ἐκβῆναι δυνηθῇ. Καὶ καθάπερ τις ἀνὴρ σώφρων καὶ ἐπιεικὴς παιδίσκην ἔχων ἀκόλαστον, ὄρους αὐτῇ καὶ κανόνας τίθησι, μηδέποτε ἔξω φαίνεσθαι τῶν προθύρων τῆς οἰκίας, μηδὲ τοῖς παριοῦσι φαίνεσθαι, ἀλλὰ πολλάκις καὶ τοῖς ποσὶ δεσμὰ περιτίθησιν, ἳν’ οὕτω περιγενέσθαι δυνηθῇ τῇς πολλῇς ἀκολασίας· τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ φιλάνθρωπος δεσπότης, καθάπερ δεσμὰ ποσίν, οὕτω τὸ σημεῖον τῆς περιτομῆς τῇ σαρκὶ ἐναπέθετο, ἵνα οἴκοθεν ἔχοντες ὑπόμνησιν, μηκέτι μηδὲ τῆς παρ’ ἑτέρων δέωνται διδασκαλίας. Ἀλλ’ οἱ ἀγνώμονες καὶ ἀναίσθητοι Ἰουδαῖοι καὶ παρὰ καιρὸν νῦν τὴν περιτομὴν φυλάσσειν βούλονται, καὶ παιδικὴν ἐπιδείκνυνται γνώμην. Τίνος γὰρ ἕνεκεν, εἰπὲ μοι, νῦν περιτέμνεσθαι βούλονται; Τότε μὲν γάρ, ἵνα μὴ τοῖς παρανόμοις ἐκείνοις ἔθνεσι συναναφυρῶσι, τοῦτο ἐπετάγησαν· νυνὶ δὲ διὰ τὴν τοῦ Θεοῦ χάριν πάντων πρὸς τὴν ἀλήθειαν τοῦ φωτὸς χειραγωγηθέντων, ποῖον τῆς περιτομῆς ὄφελος; Μὴ γὰρ πρὸς τὴν τῆς ψυχῆς ἐλευθερίαν τι συμβάλλεται ἡ τῆς σαρκὸς ἀπόθεσις; Οὐκ ἤκουσαν σαφῶς τοῦ Θεοῦ λέγοντος. «Καὶ ἔσται ἐν σημείῳ διαθήκης», μονονουχὶ δεικνύντος, ὅτι διὰ τὴν πολλὴν αὐτῶν ἀγνωμοσύνην τοῦ σημείου ἐδεήθησαν; Οὕτω γὰρ καὶ ἐπὶ τῶν ἀνθρωπίνων πολλάκις γίνεται πραγμάτων. Ἐπειδὰν μὴ θαῤῥῶμεν τισι, σημεῖον ἐνεχύρου χάριν λαμβάνειν παρ’ αὐτῶν σπουδάζομεν· οὕτω καὶ ὁ τῶν ὅλων Θεὸς εἰδὼς αὐτῶν τῆς γνώμης τὴν εὐκολίαν, τὸ σημεῖον τοῦτο παρ’ αὐτῶν ἀπαιτήσαι κατεδέξατο, οὐχ ἵνα διηνεκῶς μένῃ τὸ σημεῖον τοῦτο, ἀλλ’ ἵνα τῶν τότε τέλος λαμβανόντων καὶ ἡ τοῦ σημείου χρεία περιαιρεθῇ. Ὥσπερ γὰρ ὅταν σημεῖόν τινες ἀπαιτῶσι, καὶ ἐνέχυρον βούλωνται λαμβάνειν, ἐπειδὰν τοῦ πράγματος ἡ ὑπόθεσις τέλος λάβῃ, καὶ τὸ σημεῖον λοιπὸν αἴρεται· οὕτω δὴ καὶ ἐνταῦθα, ἐπειδὴ διὰ τὸ καταφανῆ γίνεσθαι τὸν λαὸν τοῦ πατριάρχου τὸ σημεῖον τοῦτο παρ’ ὑμῶν εἰσηνέχθη, ἐχρῆν, τῶν ἐθνῶν ἐκείνων δι’ οὓς τὸ σημεῖον ἐδέξασθε, τῶν μὲν ἄρδην ἀφανισθέντων, τῶν δὲ μετ’ ἐκείνους τῷ τῆς ἀληθείας φωτὶ προσδραμόντων, μηκέτι τὸν ἔλεγχον τῆς οἰκείας ἀγνωμοσύνης περιφέρειν, ἀλλ’ ἀπαλλάττεσθαι, καὶ εἰς τὴν προτέραν εὐγένειαν ἀνατρέχειν, Ἐννόησον γὰρ μοι, ὅτι ὁ θαυμάσιος ἐκεῖνος, ὁ πατριάρχης λέγω, πρὶν ἣ τῆς περιτομῆς δέξασθαι τὴν ἐντολὴν ἐνενήκοντα γὰρ καὶ ἐννέα ἐτῶν ἦν, ἡνίκα τοῦτο ἐπετάττετο), καὶ εὐάρεστος τῷ Θεῷ γέγονε, καὶ μυριάκις ἐνεκηρύχθη παρὰ τοῦ Δεσπότου. Καὶ ἐπειδὴ λοιπὸν εἰς ἔργον ἔμελλεν ἐκβαίνειν τὰ τῆς ἐπαγγελίας, καὶ τίκτεσθαι ἔμελλεν ὁ Ἰσαάκ, καὶ αὐξάνεσθαι τὸ γένος, καὶ ὁ πατριάρχης δὲ μεθίστασθαι τῆς ζωῆς, τότε δέχεται τὴν ἐντολὴν τῆς περιτομῆς, καὶ ἐν ἡλικίᾳ τοιαύτῃ περιτέμνεται, ἵνα τοῖς ἑξῆς ἅπασι νόμος τις καὶ κανὼν γίνηται τὰ παρὰ τοῦ πατριάρχου γεγενημένα.
ε’. Καὶ ἵνα ἀκριβῶς, ἀγαπητοί, ὅτι οὐδὲν τοῦτο πρὸς τὴν τῆς ψυχῆς ἀρετὴν λυσιτελεῖ, ἐξ αὐτῶν τῶν γινομένων συνιδεῖν δυνατόν. Τὶ γὰρ φησιν. «Ὀκτὼ ἡμερῶν, παιδίον περιτμηθήσεται»; Τὸν δὲ χρόνον οἶμαι τοῦτον ὡρίσθαι παρὰ τοῦ φιλανθρώπου Θεοῦ δύο τούτων ἕνεκεν· ἑνὸς μέν, ἵνα ἐν τῇ ἀώρῳ ἡλικίᾳ κουφότερον ἐνεγκεῖν τὸν πόνον δυνηθῇ τῇς περιτομῆς τῆς σαρκός· δευτέρου δέ, ἵνα δι’ αὐτῶν τῶν Ἐρύων παιδευθῶσιν ὡς οὐκ εἰς ψυχὴν τι συντελεῖ τὸ γινόμενον, ἀλλὰ σημείου χάριν τοῦτο γίνεται. Τὸ γὰρ ἄωρον παιδίον, τὸ μὴ γινώσκων τὰ γινόμενα, Μηδὲ αἴσθησίν τινα ἔχον, ποίαν ὠφέλειαν εἰς τὴν ψυχὴν ἐκ τούτου δέξασθαι δυνήσεται; Ἐκεῖνα γὰρ ἐστι τῆς ψυχῆς ἰδικῶς κατορθώματα, τὰ ἐκ προαιρέσεως γινόμενα. Ψυχῆς γὰρ ἐστι κατόρθωμα τὸ ἀρετὴν ἑλέσθαι, καὶ κακίαν φυγεῖν· ψυχῆς κατόρθωμα, τὸ μὴ τῶν πλειόνων μόνον μὴ ἐφίεσθαι, ἀλλὰ καὶ τὰ ὄντα προέσθαι τοῖς δεομένοις· ψυχῆς κατόρθωμα, τὸ μὴ τοῖς παροῦσι προστετηκέναι, ἀλλὰ τούτων μὲν ὑπερορᾷν, τὰ μέλλοντα δέ, καθ’ ἑκάστην ἡμέραν φαντάζεσθαι. Τὸ δὲ σημεῖον ἐπὶ τῆς σαρκὸς δέξασθαι, ποῖον ἂν εἴη κατόρθωμα; Ἀλλ’ οἱ ἀγνώμονες καὶ ἀναίσθητοι Ἰουδαῖοι, τῆς ἀληθείας φανείσης, ἔτι τῇ σκιᾷ παρακαθήμενοι, καὶ τοῦ ἡλίου τῆς δικαιοσύνης λάμψαντος, καὶ τὰς ἀκτῖνας τοῦ φωτὸς πανταχοῦ ἀφιέντος, ἔτι τῷ λυχνιαίῳ φωτὶ προσηλωμένοι, καὶ μετὰ τὸν καιρὸν τῆς στερεᾶς τροφῆς ὅτι τῷ γάλακτι τρεφόμενοι, οὐδὲ τοῦ μακαρίου Παύλου ἀκούειν ἀνέχονται βοῶντος καὶ λέγοντος περὶ τοῦ πατριάρχου· «Καὶ σημεῖον ἔλαβε περιτομήν, σφραγῖδα τῆς δικαιοσύνης τῆς πίστεως τῆς ἐν ἀκροβυστίᾳ». Ὅρα πῶς ἀμφότερα ἡμᾶς ἐνταῦθα ἐδίδαξε, καὶ ὅτι σημείου χάριν τὴν περιτομὴν ἐδέξατο, καὶ ὅτι ἡνίκα ἀκρόβυστος ἦν, τὴν δικαιοσύνην τὴν ἐκ τῆς πίστεως ἐπεδείξατο. Ἵνα γὰρ μὴ ἀναισχυντῇ ὁ Ἰουδαῖος καὶ λέγῃ ὅτι Οὐχὶ ἡ περιτομὴ τὴν δικαιοσύνην αὐτῷ προεξένησε; Διὰ τοῦτο ὁ μακάριος οὗτος ὁ παρὰ τοὺς πόδας Γαμαλιὴλ μαθητευθείς, ὁ κατὰ ἀκρίβειαν τὸν νόμον παιδευθεὶς φησί· Μὴ νομίσητε, ὧ ἀναίσχυντοι Ἰουδαῖοι, ὅτι ἡ περιτομὴ τι εἰς δικαιοσύνην αὐτῷ συνετέλεσε· καὶ γὰρ ἐν τῷ καιρῷ τῆς ἀκροβυστίας τὴν πίστιν ἐπιδειξάμενος, ἤκουσεν· «Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην». Γενόμενος οὖν ἐν τῇ δικαιοσύνῃ διὰ τὴν εἰς τὸν Θεὸν πίστιν, τότε δέχεται σημείου χάριν τὴν περιτομήν· καὶ πρῶτον καὶ τῷ ὀνόματι αὐτοῦ τὸ στοιχεῖον ἐπιτίθησι, καὶ μετὰ ταῦτα τὴν περιτομὴν ἐπιτάττει, ἵνα δείξῃ ὅτι διὰ τὴν πολλὴν ἀρετὴν λοιπὸν τὸν δίκαιον ᾠκειώσατο, καὶ δι’ ἐκεῖνον καὶ τοὺς ἐξ αὐτοῦ ἐσομένους. Καὶ καθάπερ τις οἰκέτην κτησάμενος, πολλάκις καὶ τὸ ὄνομα αὐτοῦ μετατίθησι καὶ τὸ σχῆμα, καὶ πάντα ποιεῖ ὥστε κατάδηλον αὐτὸν ποιῆσαι, ἵνα διὰ πάντων κηρύττῃ τὴν δεσποτείαν· οὕτω δὴ καὶ ὁ τῶν ὅλων Θεός, ὥσπερ αὐτὸν χωρίσαι λοιπὸν τῶν ἄλλων ἀνθρώπων βουλόμενος, διὰ μὲν τῆς προσθήκης τοῦ στοιχείου, ὅτι πολλῶν ἐθνῶν πατὴρ ἔσται ἐμήνυσε· διὰ δὲ τῆς περιτομῆς, ὅτι ἐξαίρετος ἔσται αὐτοῦ λαός, καὶ τῶν λοιπῶν ἐθνῶν κεχωρισμένον ἐξ αὐτοῦ μᾶλλον τίκτεσθαι σπέρμα. Ἀλλ’ εἰ καὶ ἐκεῖνοι διὰ τὴν οἰκείαν πώρωσιν ἔτι τὴν περιτομὴν τῆς σαρκὸς φυλάττειν βούλονται, οὐκ ἀκούοντες Παύλου λέγοντος· «Ἐὰν γὰρ περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει (διὰ γὰρ τοῦτο παρεγίνετο ὁ Δεσπότης, ἵνα ταῦτα πάντα ἀνέλῃ, καὶ διὰ τοῦτο πάντα τὸν νόμον ἐπλήρωσεν, ἵνα στήσῃ λοιπὸν τοῦ νόμου τὴν παρατήρησιν»· διὰ τοῦτο ἐβόα ὁ μακάριος Παῦλος. «Οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε»· ἀλλ’ ἡμεῖς πειθώμεθα τῷ μακαρίῳ Παύλῳ, καὶ τὴν ἀχειροποίητον περιτομὴν καταδεχώμεθα. «Ἐν ᾧ γάρ, φησί, περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ, ἐν τῇ ἀπεκδύσει τῶν ἁμαρτιῶν τῆς σαρκός, ἐκ τῇ περιτομῇ τοῦ Χριστοῦ». Εἶτα διδάσκων ἡμᾶς ἀκριβέστερον τὶ ἐστιν ἡ τοιαύτη περιτομή, ἐπήγαγε ·«Συνταφέντες αὐτῷ ἐκ τῷ βαπτίσματι». Καθάπερ γὰρ ἐκείνους τὸ τῆς περιτομῆς σημεῖον ἐχώριζε τῶν λοιπῶν ἐθνῶν, καὶ ἐδείκνυ τὴν οἰκείωσιν αὐτῶν τὴν πρὸς τὸν Θεόν· τὸν αὐτὸν δὴ τρόπον καὶ ἐφ’ ἡμῶν ἡ διὰ τοῦ βαπτίσματος περιτομὴ τὸν χωρισμὸν ἀκριβέστερον καθίστησι, καὶ τὴν διαίρεσιν τῶν πιστῶν καὶ τῶν οὐ τοιούτων. «Ἓν ᾧ γάρ, φησί, περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ, ἐκ τῇ ἀπεκδύσει τῶν ἁμαρτιῶν τῆς σαρκός». Ὅπερ γὰρ ἐκεῖ ἐργάζεται ἡ περιτομὴ εἰς τὴν τῆς σαρκὸς ἀπόθεσιν, τοῦτο ἐνταῦθα τὸ βάπτισμα εἰς τὴν τῶν ἁμαρτημάτων ἀπόθεσιν.Ἀπεκδυσάμενοι γὰρ ἅπαξ τὰς τῆς σαρκὸς ἁμαρτίας, καὶ καθαρὸν τὸ ἔνδυμα δεξάμενοι, μένωμεν, ἀγαπητοί, ἐπὶ τῆς καθαρότητος, καὶ τῶν παθῶν τῆς σαρκὸς ἀνώτεροι γενόμενοι, τῆς ἀρετῆς ἐπιλαβώμεθα. Καὶ οἱ ἐν τῇ χάριτι τὸν ἐν τῷ νόμῳ, μᾶλλον δὲ καὶ πρὸ τοῦ νόμου, ζηλώσωμεν, ἵνα κατ’ ἴχνος ἐκείνου τὴν ἑαυτῶν ζωὴν οἰκονομήσαντες, καταξιωθῶμεν εἰς τοὺς ἐκείνου κόλπους καταντῆσαι, καὶ τῶν αἰωνίων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρί,ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμή, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ Μ. «Καὶ εἶπεν ὁ Θεὸς τῷ Ἀβραάμ· Σάρα ἡ γυνὴ σου οὐ κληθήσεται Σάρα, ἀλλὰ Σάῤῥα ἔσται τὸ ὄνομα αὐτῆς.»
α’. Φέρε τὰ λείψανα τῆς χθεσινῆς τραπέζης ὑμῖν παραθῶμεν, καὶ τέλος ἐπιθῶμεν σήμερον τῷ λόγῳ, μᾶλλον δὲ τῇ εὐλογίᾳ καὶ τῇ ὑποσχέσει, ἣν ὁ τῶν ὅλων Θεὸς ἐποιήσατο πρὸς τὸν πατριάρχην. Ἀλλὰ λείψανα τραπέζης ἀκούων, μηδὲν αἰσθητὸν ὑποπτεύσῃς· οὔτε γὰρ οἷα τὰ τῶν ἐδεσμάτων λείψανα, τοιαῦτά εἰσι καὶ τὰ πνευματικά. Ἐκεῖνα μὲν γὰρ ἕωλα γινόμενα οὐ τὴν αὐτὴν παρέχει ἡδονὴν τοῖς ἑστιωμένοις· εἰ δὲ καὶ μίαν καὶ δευτέραν ἡμέραν καταλειφθείη, ἄχρηστα λοιπὸν πάντη γίνεται· ταῦτα δὲ τὰ λείψανα οὐ μίαν καὶ δευτέραν ἡμέραν, ἀλλὰ κἂν διηνεκεῖ τῷ αἰῶνι καταλείπηται, τὴν ἴσην ὠφέλειαν παρέχεται, καὶ τὴν ἡδονὴν οὐκ ἀπόλλυσι· θεία γὰρ ἐστι καὶ πνευματικά, καὶ οὐδεμίαν ὑπὸ τοῦ χρόνου βλάβην ὑφίσταται, ἀλλὰ καθ’ ἑκάστην ἡμέραν νεαρὰν δείκνυσι τὴν χάριν, καὶ πολλῆς ἐμπίπλησι τῆς εὐφροσύνης τοὺς ἀπολαύειν τούτων βουλομένους. Ἐπεὶ οὖν τοιαύτη τούτων τῶν λειψάνων ἡ δύναμις, φέρε, μετὰ προθυμίας καὶ ὑμεῖς τῆς ἀπὸ τούτων ἀπολαύσεως ἐμφορήθητε, καὶ ἡμεῖς θαῤῥοῦντες αὐτῶν τῇ δυνάμει παραθῶμεν αὐτὰ τῇ ἡμέτερα ἀγάπη. Ἀλλ’ ἵνα δόξῃ σαφέστερος ὑμῖν γίνεσθαι ὁ λόγος, ἀναγκαῖον τοῦ τέλους τῶν χθὲς εἰρημένων ὑπομνησθῆναι, ἳν’ οὕτω τῆς ἀκολουθίας ἐπιλαβόμενοι, τῆς διδασκαλίας ἁψώμεθα. Τὴν περὶ τῆς περιτομῆς ἐντολὴν εἰς μέσον παραγαγόντες, καὶ ὅτι εἶπεν ὁ Θεὸς τῷ πατριάρχῃ. «Περιτμηθήσεται ὑμῶν πᾶν ἀρσενικόν, καὶ δόται ἐν σημείῳ διαθήκης ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν· καὶ παιδίον ὀκτὼ ἡμερῶν περιτμηθήσεται· καὶ ὃς οὐ περιτμηθήσεται, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη, ὅτι τὴν διαθήκην μου διεσκέδασεν»· ἐνταῦθα εἰς τὸν τῆς περιτομῆς λόγον τὴν διδασκαλίαν κατελύσαμεν· καὶ ἵνα μὴ τῷ πλήθει τῶν λεγομένων καταχώσωμεν ὑμῶν τὴν διάνοιαν, περαιτέρω προελθεῖν οὐκ ἠνεσχόμεθα. Οὐδὲ γὰρ τοῦτο μόνον ἐστὶν ἡμῖν τὸ σπουδαζόμενον, τὸ πολλὰ εἰπεῖν καὶ ἀναχωρῆσαι, ἀλλὰ συμμετρεῖν βουλόμεθα τῇ δυνάμει τῇ ὑμετέρᾳ τοῦ λόγου τὴν διδασκαλίαν, ἵνα καρπωσάμενοί τι ἐκ τῆς τῶν λεγομένων ὠφελείας, οὕτως οἴκαδε πάντες ἀναχωρήσητε, Φέρε οὖν τὰ λειπόμενα προσθῶμεν τοῖς εἰρημένοις, καὶ ἴδωμεν μετὰ τὴν τῆς περιτομῆς ἐντολήν, τὶ προσθεὶς ὁ φιλάνθρωπος Θεὸς διαλέγεται τῷ πατριάρχῃ. «Καὶ εἶπε, φησίν, ὁ Θεὸς τῷ Ἀβραάμ· Σάρα ἡ γυνὴ σου οὐ κληθήσεται τὸ ὄνομα αὐτῆς Σάρα, ἀλλὰ Σάῤῥα ἔσται τὸ ὄνομα αὐτῆς». Ὥσπερ σοι, φησί, τὸ στοιχεῖον προσθεὶς ἐμήνυσα, ὅτι πατὴρ ἔσῃ πολλῶν ἐθνῶν, οὕτω καὶ τῇ Σάρα ὁμοίως προστίθημι τὸ στοιχεῖον, ἵνα μάθῃς ὅτι νῦν ὁ καιρὸς ἥκει τοῦ εἰς ἔργον ἐλθεῖν τὰ πάλαι παρ’ ἐμοῦ ἐπαγγελθέντα. «Ἔσται γάρ, φησί, τὸ ὄνομα αὐτῆς Σάῤῥα. Εὐλογήσω δὲ αὐτήν, καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον, καὶ εὐλογήσω αὐτόν, καὶ ἔσται εἰς ἔθνος, καί, βασιλεῖς ἐθνῶν ἐξ αὐτοῦ ἐξελεύσονται». Διὰ τοῦτο προλαβὼν τοῦ στοιχείου τὴν προσθήκην ἐποιησάμην, ἵνα μάθῃς ὅτι πάντως ἔσται τὰ παρ’ ἐμοῦ λεγόμενα. Μηδὲ πρὸς τὴν ἀσθένειαν τῆς φύσεως ἀφορῶν καταπέσῃς· ἀλλὰ πρὸς τὸ μέγεθος τῆς δυνάμεως τῆς ἐμῆς ἀποβλέπων θάρσησον τοῖς παρ’ ἐμοῦ λεγομένοις. «Εὐλογήσω γὰρ αὐτήν, καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον, καὶ εὐλογήσω αὐτόν, καὶ ἔσται εἰς ἔθνη, καὶ βασιλεῖς ἐθνῶν ἐξ αὐτοῦ ἐξελεύσονται». Ὑπὲρ φύσιν ἀνθρωπίνην τὰ ἐπαγγελθέντα, καὶ ὅμοιον ἦν ὡς ἂν εἰ ὑπέσχετο ἀπὸ λίθων ἀνθρώπους ποιῆσαι. Οὐδὲν γὰρ λίθων ἦσαν διενηνοχότες, ὅσον πρὸς τὸ τεκεῖν, καὶ ὁ πατριάρχης ὑπὸ τοῦ γήρως λοιπὸν ἀνενέργητος ὤν, καὶ πρὸς παιδοποιΐαν ἄχρηστος, καὶ ἡ Σάῤῥα μετὰ τῆς στειρώσεως ἔχουσα καὶ τὴν ἀπὸ τῆς ἡλικίας καὶ τοῦ γήρως προσθήκην. Ἀλλ’ ὁ δίκαιος ταῦτα ἀκούων καὶ νομίζων τὴν πάλαι γεγενημένην παρὰ τοῦ Θεοῦ ἐπαγγελίαν ἐκβεβηκέναι εἰς τὸν Ἰσμαήλ· ἐπειδὴ γὰρ εἶπε. «Σοὶ καὶ τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην», οὐ διέκρινε δὲ ὅτι περὶ τοῦ ἀπὸ τῆς Σάῤῥας τικτομένου φησί, ἐλογίζετο καθ’ ἑαυτὸν ὅτι τὰ τῆς ὑποσχέσεως ἐκβέβηκε· νυνὶ δὲ ἀκούειν Κυρίου τοῦ Θεοῦ λέγοντος, ὅτι
«Εὐλογήσω τὴν Σάῤῥαν, καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον, καὶ εὐλογήσω αὐτόν, καὶ ἔσται εἰς ἔθνη»· καὶ πάλιν. «Ἓξ ἐκείνου βασιλεῖς ἐθνῶν ἐξελεύσονται»· οὐκ ἔχων ὃ τι εἴπῃ (οὔτε γὰρ ἀπιστεῖν ἠδύνατο τοῖς παρὰ τοῦ Θεοῦ λεγομένοις, φιλόθεος ὤν), καὶ πρὸς τὴν ἡλικίαν ὁρῶν τὴν ἑαυτοῦ, καὶ πρὸς τὴν τῆς Σάῤῥας στείρωσιν τὴν μέχρις ἐκείνης ἡλικίας γεγενημένην, ἐν ἀμηχανίᾳ γεγονώς, καὶ καταπλαγεὶς τοῦ Θεοῦ τὴν ὑπόσχεσιν, «Ἔπεσε, φησίν, ἐπὶ πρόσωπον, καὶ ἐγέλασεν».
β’. Εἶδε τὴν ὑπερβολὴν τῆς ὑποσχέσεως, καὶ τῆς δυνάμεως τοῦ ἐπαγγειλαμένου τὸ μέγεθος ἐννοήσασα, «Ἔπεσεν ἐπὶ πρόσωπον, καὶ ἐγέλασεν», ἀντὶ τοῦ, «περιχαρὴς ἐγένετο»· καὶ κατὰ τοὺς τῆς διανοίας λογισμοὺς ἐνενόει, πῶς ἂν κατὰ ἀνθρωπίνην ἀκολουθίαν τοῦτο γένοιτό ποτε, καὶ εἰ τῷ ἑκατονταετεῖ παιδίον γενήσεται, καὶ εἰ ἡ στεῖρα, καὶ μέχρις ἐννενήκοντα ἐτῶν ἄγονος διαμείνασα, ἐξαίφνης δυνήσεται πρὸς τεκνογονίαν διεγερθῆναι. Καὶ ταῦτα κατὰ τὴν διάνοιαν λογισάμενος, οὐκ ἐτόλμησέ τι τοιοῦτον διὰ τῆς γλώττης προενεγκεῖν, ἀλλὰ δεικνὺς ἑαυτοῦ τὴν εὐγνωμοσύνην, παράκλησιν προσάγει περὶ τοῦ Ἰσμαήλ, μονονουχὶ λέγων· Δέσποτα, ἀρκούντως μὲ Παραμυθήσω καὶ τὴν ἐκ τῆς ἀπαιδίας ἀθυμίαν τῇ δόσει τοῦ Ἰσμαὴλ εἰς εὐφροσύνην μετέβαλες. Οὐδὲ γάρ, τούτου τεχθέντος, λοιπὸν κἂν ἐν διανοίᾳ ἔλαβον ἡ ἐνενόησα ποτε, ὅτι ἐκ τῆς Σάῤῥας ἔσται μοι παῖς, ἀλλ’ οὐδὲ αὐτὴ τοῦτο προσεδόκησε· διὸ καὶ τὴν Ἅγαρ μοι παρέδωκεν, ἀπαγορεύσασα τὰ καθ’ ἑαυτήν. Ἱκανὴν τοίνυν ἀμφότεροι τὴν παραμυθίαν ἐσχήκαμεν τεχθέντος τοῦ Ἰσμαήλ. Οὗτος οὖν ὁ παρὰ σοῦ δοθεὶς ἡμῖν ζητῶ ἐναντίον σου, καὶ ἀρκοῦσαν ἕξομεν τὴν παράκλησιν, καὶ τὸ γῆρας τὸ ἡμέτερον ἡ τούτου ζωὴ παραμυθήσεται. Τὶ οὖν ὁ φιλάνθρωπος Δεσπότης; Ἐπειδὴ ἱκανῶς καὶ τοῦ δικαίου τῆς γνώμης τὸ φιλόθεον διὰ τῆς τοῦ χρόνου παρατάσεως ἐβασάνισε, καὶ τῆς Σάῤῥας τὴν πίστιν, καὶ εἶδεν ἀμφοτέρους ἀπαγορεύσαντας, καὶ τὸν μὲν διὰ τὸ γῆρας, τὴν δὲ μετὰ τῆς ἡλικίας καὶ διὰ τὴν στείρωσιν, φησί· Νῦν ἐπειδὴ πάντῃ ὑμῖν ἀδύνατον τοῦτο εἶναι φαίνεται· διὰ γὰρ τοῦτο κἀγὼ τὴν τοσαύτην μακροθυμίαν ἐπεδειξάμην, ἵνα δείξω ὅτι ὑπὲρ φύσιν ἀνθρωπίνην ἐστὶν ἡ δωρεὰ ἡ παρ’ ἐμοῦ παρεχομένη, καὶ ἵνα καὶ ὑμεῖς καὶ οἱ ἄλλοι πάντες δι’ αὐτῶν μάθωσι τῶν πραγμάτων, ὅτι καὶ τῆς φύσεως εἰμι Δεσπότης, καὶ πρὸς ὃ βούλομαι αὐτὴ ὑπακούει, καὶ εἴκει τοῖς ἐμοῖς ἐπιτάγμασιν. Εἰ γὰρ ἐκ τοῦ μὴ ὄντος αὐτὴν παρήγαγον, πολλῷ μᾶλλον αὐτὴν γενομένην τὴν φύσιν καὶ χωλεύουσαν διορθῶσαι δυνήσομαι. Ἵνα τοίνυν θαῤῥεῖν ἔχῃς, ἄκουε καὶ διεγέρθητι, καὶ τοὺς ἐν τῇ διανοίᾳ λογισμοὺς σου κινηθέντος παρωσάμενος, δέχου ἱκανὴν πληροφορίαν ἐκ τῶν παρ’ ἐμοῦ λεγομένων. Ἰδοὺ γὰρ Σάῤῥα ἡ γυνὴ σου, ἣν νομίζεις διὰ τε τὴν στείρωσιν, διὰ τε τὸ γῆρας ἀδύνατον λοιπὸν τεκεῖν, αὕτη τέξεταί σοι υἱόν. Καὶ ἵνα μηδὲ ἀμφιβάλλειν ἔχῃς, ἰδοὺ σοι καὶ τὴν προσηγορίαν τοῦ τικτομένου προμηνύω. Τὸν γὰρ τικτόμενον καλέσεις Ἰσαάκ. «Πρὸς γὰρ ἐκεῖνον στήσω τὴν διαθήκην μου εἰς διαθήκην αἰώνιον, καὶ τῷ σπέρματι αὐτοῦ μετ’ αὐτόν». Οὗτος γὰρ ἐστιν, ὃν ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων σοι ὑπεσχόμην, καὶ εἰς τοῦτον τὰ τῆς ἐπαγγελίας τῆς ἐμῆς πληρωθήσεται. Διὸ καὶ πάντα σοι προλέγω, οὐχ ὅτι τέξεται μόνον, ἀλλὰ καὶ ὅπως αὐτὸν καλέσεις, καὶ ὅτι πρὸς αὐτὸν τὴν διαθήκην μου θήσομαι, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ «Καὶ τῷ σπέρματι αὐτοῦ μετ’ αὐτόν». Εἶτα ὁ φιλότιμος ἀεὶ ταῖς δωρεαῖς, καὶ τὰς αἰτήσεις ἡμῶν ἐκ πολλοῦ τοῦ περιόντος ὑπερβαλλόμενος, ἐπειδὴ διανέστησε τοῦ δικαίου τὸ φρόνημα, καὶ σχεδὸν εἰπεῖν,δι’ ὧν ὑπέσχετο νέον ἐκ γέροντος τὸν πρεσβύτην εἰργάσατο, καὶ τὸν νεκρόν, ὡς εἰπεῖν, ὄντα διὰ τῶν ῥημάτων ἐζωογόνησεν, ἐπιδαψιλευόμενος ταῖς εὐεργεσίαις φησί· Καὶ ταῦτα ἅπερ ὑπεσχόμην εἰς ἔργον ἄξω, καὶ μετὰ τούτου καὶ τὴν περὶ τὸν Ἰσμαὴλ παράκλησιν δεξάμενος. Ἐπήκουσα γὰρ σου τῆς δεήσεως, «καὶ εὐλόγηκα αὐτόν. Αὐξήσω αὐτὸν καὶ πληθυνῶ αὐτὸν σφόδρα, σφόδρα. Δώδεκα ἔθνη γεννήσει, καὶ δώσω αὐτὸν εἰς ἔθνος μέγα». Ἐπειδὴ γάρ, φησί, σὸν σπέρμα ἐστίν, οὕτως αὐτὸν αὐξήσω, καὶ πληθυνῶ σφόδρα, ὡς δώδεκα ἔθνη ἐξ αὐτοῦ διαδοθῆναι. Τὰ μέντοι τῆς διαθήκης τῆς ἐμῆς στήσω πρὸς Ἰσαάκ, ὃν τέξεταί σοι Σάῤῥα εἰς τὸν καιρὸν τοῦτον, ἂν τῷ ἐνιαυτῷ τῷ δευτέρῳ. Ὅρα μοι ἐνταῦθα, ἀγαπητέ, ὅπως ἐν μιᾷ καιροῦ ῥοπῇ ὁ δίκαιος παντὸς τοῦ χρόνου τὰς ἀμοιβὰς ἐκομίσατο, καὶ ἐπληροῦτο ἐκεῖνο τὸ παρὰ τοῦ Χριστοῦ τοῖς μαθηταῖς εἰρημένον, ὅτι «Ὅστις ὃν καταλίπῃ πατέρα ἣ μητέρα, ἣ οἰκίαν,ἣ ἀδελφοὺς διὰ τὸ ὄνομά μου, καὶ ἐνταῦθα ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει». Ἐννόησον γὰρ μοι τὸν δίκαιον τοῦτον, ἐπειδὴ ἑτοίμως ὑπήκουσε τῷ προστάγματι τοῦ Δεσπότου, καὶ καταλιπὼν τὴν οἰκείαν πατρίδα προετίμησε τὴν ἀλλοτρίαν τῆς ἐνεγκούσης, ὅπως κατὰ μικρὸν πολλὴν ὑπομονὴν ἐπιδειξάμενος, καὶ εἰς ἄκραν ἀρετῆς κορυφὴν ἀνελθών, οὕτω περίβλεπτος γέγονε καὶ περιφανής, ὡς τῷ πλήθει τῶν ἄστρων τοὺς ἐξ αὐτοῦ τεχθέντας παρισωθῆναι. Τάχα εἲ τις εὐγνωμόνως βουληθείη συνιδεῖν, οὐ μόνον εἰσὶν ἑκατονταπλασίονα, ἃ ὁ δίκαιος οὗτος ἐκομίσατο ἐνταῦθα, ἀλλὰ καὶ μυριοπλασίονα. Εἰ δὲ ἐνταῦθα τοσούτων ἠξιώθη, τὶς ἂν λόγος παραστῆσαι δυνήσεται τῆς ἐκεῖ ἀπολαύσεως τὴν λῆξιν; Μᾶλλον δέ, ὡς οἷόν τε, καὶ τοῦτο ὁ λόγος δεῖξαι δυνήσεται. Ὅταν γὰρ ἀκούσῃς, ὅτι πάντες οἱ δίκαιοι ἐξ ἐκείνου μέχρι νῦν, καὶ μέχρι τῆς συντελείας αὐτῆς, εὐχῆς ἔργον ποιοῦνται εἰς τοὺς κόλπους τοῦ πατριάρχου καταντῆσαι, ποίαν ἑτέραν μείζονα ταύτης τιμὴν παραστῆσαι δυνήσῃ; Εἶδες οἷόν ἐστιν ὑπομονή, ὅσον ἐστὶν ἀρετή, ὅσον ἐστὶ τὸ εἶναι φιλόθεον, καὶ πολλὴν εὐγνωμοσύνην ἐπιδείκνυσθαι περὶ τὰς τοῦ Δεσπότου εὐεργεσίας; Ἐπειδὴ γὰρ κατὰ καιρὸν τὰ παρ’ ἑαυτοῦ εἰσέφερεν εὐχαρίστως πάντα δεχόμενος, καὶ τὰ χρηστὰ καὶ τὰ ἐναντία, διὰ τοῦτο ὁ φιλάνθρωπος Θεὸς τελευταῖον ἁπάντων τὸ κεφάλαιον τῶν ἀγαθῶν, καὶ ὅπερ μάλιστα ὁ δίκαιος ἐπεθύμει, τοῦτο αὐτῷ ἐχαρίσατο. Σκόπει γὰρ πῦρ ἐν εἰκοσιτέσσαρσιν ἔτεσιν ἐβασάνιζε τοὐ δικαίου τὴν ἀρετήν. Ἡνίκα γὰρ ἐξῆλθεν ἀπὸ τῆς Χαῤῥὰν ὑπακούσας τῷ τοῦ Δεσπότου προστάγματι, ἑβδομήκοντα πέντε ἣν ἐτῶν, φησὶ νυνὶ δέ, ὅτε ταῦτα ἤκουσεν, ἑκατοστοῦ λοιπὸν ἦν ἔτους ἐπιβάς,
γ’. Ταῦτα ἀκούοντες, ἀγαπητοί, παιδευώμεθα πολλὴν τὴν ὑπομονὴν ἐπιδείκνυσθαι, καὶ μηδέποτε ἁλύειν, μηδὲ ναρκᾷν πρὸς τοὺς τῆς ἀρετῆς ἱδρῶτας, ἀλλ’ εἰδέναι ὅτι φιλότιμος ὢν καὶ μεγαλόδωρος ὁ Δεσπότης ὁ ἡμέτερος, ἀντὶ μικρῶν πόνων μεγάλας ἡμῖν ἀποδίδωσι τὰς ἀμοιβάς, καὶ οὐ μόνον ἐν τῷ μέλλοντι τὰ ἀθάνατα ἀγαθὰ ταμιευόμενος, ἀλλὰ καὶ κατὰ τὸν παρόντα βίον παραμυθούμενος ἡμῶν τῆς φύσεως τὴν ἀσθένειαν, πολλὰς φιλοτιμεῖται τὰς δωρεᾶς. Ἐπεὶ καὶ ὁ πατριάρχης οὗτος οὐκ ὀλίγα ἐν τῷ μεταξὺ χρόνῳ ὑπέμεινε τὰ λυπηρά, εἰ καὶ ὅτι ἑκάστοτε ἀνεμίγνυτο ταῖς λυπηροῖς καὶ τὰ χρηστά, Κηδόμενος ἡμῶν τῆς ἀσθενείας ὁ τῶν ὅλων Θεός, οὔτε ἀεὶ τοῖς λυπηροῖς ἀφίησεν ἡμᾶς ἐναπομένειν, ἵνα μὴ ἐλέγχηται ἡμῶν ἡ ἀσθένεια, ἀλλὰ ταχεῖαν καὶ αὐτὸς παρέχει τὴν ἀντίληψιν, ῥωννὺς ἡμῶν τὴν προθυμίαν, καὶ τὸν λογισμὸν διεγείρων οὔτε ἀεὶ ἐν ἀνέσει εἶναι καταλιμπάνει, ἵνα μὴ ῥᾳθυμότεροι γενόμενοι, πρὸς τὴν κακίαν αὐτομολήσωμεν. Ἡ γὰρ φύσις ἡ ἀνθρωπεία, ἐπειδὰν πολλῆς ἀνέσεως ἐπιλάβηται, ἐπιλανθάνεται τῆς εὐγενείας, καὶ οὐχ ἵσταται ἐπὶ τῶν οἰκείων ὅρων· δι’ ὃ καθάπερ πατὴρ φιλόστοργος, ποτὲ μὲν ἡμᾶς ἀνίησι, ποτὲ δὲ σωφρονίζει, ἳν’ οὕτως ἡμῶν μεθόδευση τῆς ψυχῆς τὴν ὑγίειαν. Ἐπεὶ καὶ ἰατρός, ἐπειδὰν ἄῤῥωστον θεραπεύῃ, οὔτε ἀεὶ κατατείνει τῇ ἀσιτίᾳ, οὔτε ἀεὶ ἀδεῶς ἀπολαύειν ἐπιτρέπει τῆς τραπέζης, ἵνα μὴ ἡ ἀδηφαγία πυρετὸν τεκοῦσα ἐκτείνῃ τὴν ἀῤῥωστίαν, μηδὲ τῇ ἀσιτίᾳ ἀεὶ κατατείνων ἀσθενέστερον ἐργάσηται· ἀλλὰ καταστοχαζόμενος τῆς δυνάμεως, καὶ ἐπιμελῶς τῇ τέχνῃ κεχρημένος, οὕτω τὰ παρ’ ἑαυτοῦ παρατάττεται· τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ φιλάνθρωπος Θεὸς εἰδὼς τὸ ἑκάστῳ ἡμῶν συμφέρον, ποτὲ μὲν ἀνέσεως ἡμᾶς ἀπολαύειν συγχωρεῖ, ποτὲ δὲ καὶ γυμνασίας ἕνεκεν περασμοῖς περιβάλλει. Εἴτε γὰρ ἐνάρετοί τινες εἶεν, διὰ τῆς τῶν πειρασμῶν ἐπαγωγῆς λαμπρότεροι δεικνύμενοι, πλείονα τὴν ἄνωθεν εὐμένειαν ἐπισπάσονται· εἴτε καθ’ ἡμᾶς ἁμαρτωλοὶ τυγχάνοιεν, εὐχαρίστως δεχόμενοι τῶν πειρασμῶν τὴν ἐπαγωγήν, τὸ βαρὺ τῶν ἁμαρτημάτων ἀποθήσονται φορτίον, καὶ πολλῆς καὶ αὐτοὶ συγγνώμης ἀπολαύσουσι. Δι’ ὃ παρακαλῶ, εἰδότες τὸ εὐμήχανον καὶ σοφὸν τοῦ ἰατροῦ τῶν ψυχῶν τῶν ἡμετέρων, μηδέποτε περιεργαζώμεθα αὐτοῦ τὰς οἰκονομίας. Κἂν γὰρ ἡ διάνοια ἡ ἡμέτερα ταῦτα καταλαμβάνειν μὴ δύνηται, ταὐτὴ μᾶλλον ἐκπληττώμεθα τοῦ Θεοῦ τὰς οἰκονομίας, καὶ δοξάζωμεν αὐτὸν ὑπὲρ ἁπάντων, ὅτι τοιοῦτον ἔχομεν δεσπότην, οὐ μηδὲ χωρῆσαι δύναται ἡ διάνοια ἡ ἡμέτερα καὶ ὁ τῆς ἀνθρωπίνης φύσεως λογισμὸς τὰς οἰκονομίας. Οὐδὲ γὰρ οὕτως ἡμεῖς ἴσμεν τὸ συμφέρον ἡμῖν, ὡς αὐτὸς ἐπίσταται· οὐχ οὕτως ἡμεῖς κηδόμεθα ἑαυτῶν, ὡς αὐτὸς κήδεται ἡμῶν τῆς σωτηρίας, καὶ πάντα ποιεῖ καὶ πραγματεύεται, ὥστε πρὸς τὴν ἀρετὴν ἡμᾶς χειραγωγῆσαι, καὶ ἐξαρπάσαι τῶν τοῦ διαβόλου χειρῶν. Καὶ ὅταν ἴδῃ μὴ δυναμένους κερδάναι ἀπὸ τῆς εὐημερίας, καθάπερ ἰατρὸς ἄριστος, ἐπειδὰν θεάσηται ἀπὸ πολλῆς λαιμαργίας εἰς πολυσαρκίαν ἐξιόντας, διὰ τῆς ἐγκρατείας πρὸς ὑγίειαν ἐπανάγει· οὕτω δὴ καὶ ὁ θαυμάσιος τῶν ἡμετέρων ψυχῶν ἰατρὸς ἀφίησι μικρὸν διὰ τῆς τῶν πειρασμῶν ἐπαγωγῆς εἰς αἴσθησιν ἐλθεῖν τῆς βλάβης, ἦν ἐκ τῆς εὐημερίας ὑπεμείναμεν, καὶ ὅταν ἴδῃ καλῶς τὰ τῆς ὑγιείας κατορθωθέντα, τότε λοιπὸν διὰ τῆς οἰκείας ἀντιλήψεως καὶ τῶν πειρασμῶν χαρίζεται τὴν ἀπαλλαγήν, καὶ τὴν παρ’ ἑαυτοῦ πρόνοιαν ἐπιδείκνυται μετὰ πολλῆς τῆς δαψιλείας. Εἴτε οὖν ἐν ἀρετῇ ὄντες τινὲς πειρασμοῖς περιπέσοιεν, μὴ θορυβείσθωσαν, ἀλλὰ ταύτῃ μᾶλλον ταῖς χρησταῖς ἐλπίσι τρεφέσθωσαν, ὅτι ἡ τῶν πειρασμῶν ἐπαγωγὴ στεφάνων ὑπόθεσις αὐτοῖς γίνεται καὶ βραβείων· εἴτε ἐν ἁμαρτήμασι γεγονότες τοῖς λυπηροῖς ἐναφίενται, μηδὲ οὕτω δυσανασχετείτωσαν, εἰδότες ὅτι καθάρσιον τῶν ἁμαρτηθέντων ἐν παντὶ τῷ χρόνῳ γενήσεται ἡ τούτων ἐπαγωγή, ἐπειδὰν μετ’ εὐχαριστίας πάντα τὰ ἐπιόντα δεχώμεθα. Τοῦτο γὰρ εὐγνώμονος οἰκέτου, τὸ μὴ μόνον, ἡνίκα ἀδείας ἀπολαύῃ, εὐχαριστεῖν τῷ δεσπότῃ, ἀλλὰ καὶ ἐν τοῖς ἐναντίοις τὴν αὐτὴν εὐγνωμοσύνην ἐπιδείκνυσθαι. Οὕτω γὰρ καὶ ὁ πατριάρχης οὗτος εὐδοκίμησε, καὶ τοσαύτης πάρα τῷ Θεῷ τυχὼν παῤῥησίας, καὶ δωρεᾶς ἐδέχετο νικώσας τὴν φύσιν τὴν ἀνθρωπίνην.
δ’. Ἀναγκαῖον δὲ πάλιν ἰπὶ τὴν ἀκολουθίαν ἐπανελθεῖν τοῦ λόγου, καὶ ἰδεῖν τοῦ δικαίου τὴν ὑπακοήν, καὶ ὅπως εἰς ἔργον ἤγαγε τὰ παρὰ τοῦ Θεοῦ ἐπιταττόμενα, οὐ ζητῶν τὸν λόγον, οὐδὲ εὐθύνας ἀπαιτῶν, καθάπερ οἱ πολλοὶ τῶν ἀνοήτων ποιοῦσι περιεργαζόμενοι τὰ παρὰ τοῦ Θεοῦ γινόμενα, καὶ λέγοντες· Εἰς τὶ τοῦτο; Εἰς τὶ ἐκεῖνος καὶ τὶ τὸ ὄφελος ἀπὸ τοῦ τόδε γενέσθαι, ἣ τόδε; Ἀλλ’ οὐχ ὁ δίκαιος οὕτως· ἀλλὰ καθάπερ οἰκέτης φιλοδέσποτος, οὕτως ἅπερ ἂν ἐπετάγη, εἰς ἔργον ἀγαγεῖν ἔσπευδε, μὴ περιεργαζόμενος. Καὶ ἵνα μάθῃς, ἄκουε τῶν ἑξῆς. Ἐπειδὴ γὰρ τὴν ὑπόσχεσιν ἐποιήσατο πρὸς αὐτὸν ὁ Δεσπότης, καὶ ἐτέλεσε τὴν πρὸς αὐτὸν διάλεξιν, εὐθέως ὁ δίκαιος τὰ κελευσθέντα ἐπλήρου, καὶ τὸ σημεῖον τὸ παρὰ τοῦ Θεοῦ κελευσθὲν ἀπετίθει τῷ Ἰσμαήλ, τὴν περιτομὴν λέγω, καὶ πᾶσι τοῖς οἰκογενέσι, καὶ τοῖς ἀργυρωνήτοις, καθὰ ἐλάλησεν αὐτῷ ὁ Θεός. Περιετέμετο δὲ καὶ αὐτός, «Ἐννενήκοντα γὰρ καὶ ἐννέα ἐτῶν ἦν, φησίν, ἡνίκα περιετέμετο τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ Ἰσμαὴλ δὲ ἦν ἐτῶν δεκατριῶν». Μὴ νομίσῃς ἁπλῶς ἡμῖν τῶν ἐτῶν τὸν ἀριθμὸν τὴν Γραφὴν ἐπισημήνασθαι· ἀλλ’ ἵνα καὶ ἐκ τούτου μάθῃς τοῦ δικαίου τὴν πολλὴν ὑπακοήν, ὅτι ἐν ἐσχάτῳ γήρᾳ ὣν πράως ἤνεγκε τὴν ὀδύνην διὰ τὸ τοῦ Θεοῦ ἐπίταγμα, διὰ τοῦτο ποιεῖται τὴν αὐτῶν ἀπαρίθμησιν, καὶ οὐκ αὐτὸς μόνος, ἀλλὰ καὶ ὁ Ἰσμαὴλ καὶ πάντες οἱ οἰκογενεῖς. Οὐδὲ γὰρ τὸ τυχὸν ἐστιν, ἀγαπητέ, ὑγιαίνουσαν σάρκα ἀποτεμεῖν καὶ κακῶς ἔχουσαν. Εἰ γὰρ καὶ ἰατρῶν παῖδες μέλος ἀῤῥωστῆσαν ἀποτέμνουσιν, ἀλλ’ οὐκ ἴση γίνεται τότε ἡ ὀδύνη. Νεκρωθὲν γάρ, ὡς εἰπεῖν, λοιπὸν καὶ τῆς ζωτικῆς δυνάμεως ἀποστερηθὲν ἐκτέμνουσιν. Ἐνταῦθα δὲ γέρων καὶ πρεσβύτης (ἑκατὸν γὰρ ἐτῶν ἐτύγχανε) πράως ἤνεγκε τὴν ὀδύνην, ὁμοῦ καὶ τοῦ Θεοῦ τὸ ἐπίταγμα εἰς ἔργον ἀγαγεῖν σπεύδων, καὶ τὸν υἱὸν καὶ τοὺς οἰκογενεῖς ἅπαντας προθυμοτέρους ἐργαζόμενος, ὥστε μὴ ἐνδοιάσαι, ἀλλὰ μετὰ πολλοῦ τοῦ τάχους τὸ παρὰ τοῦ Θεοῦ προσταχθὲν ἐπιτελέσαι. Εἶδες ὅσον ἐστὶν ἀνὴρ ἐνάρετος, ὅπως καὶ τοὺς ὑπηρετουμένους ἅπαντας ἐπαίδευσε κατ’ ἴχνος αὐτοῦ βαίνειν; Ὅπερ γὰρ χθὲς ἔλεγον, τοῦτο πάλιν καὶ νῦν ἐρῶ· ὅτι διὰ τοῦτο λοιπὸν ἐξ ἐκείνου πρόσταγμα γέγονε παρὰ τοῦ Θεοῦ, ὥστε ἐν ἀώρῳ τῇ ἡλικίᾳ τοῦτο ὑπομένειν τοὺς παῖδας, ἵνα ἐν ἀναισθησίᾳ τὴν ἐκτομὴν τῆς σαρκὸς ὑπομένοντες μηδεμίαν τῆς ὀδύνης πεῖραν λάβωσιν.Ἀλλὰ σκόπει μοι, ἀγαπητέ, τοῦ Θεοῦ τὴν φιλανθρωπίαν, καὶ τὴν ἄφατον περὶ ἡμᾶς εὐεργεσίαν. Ἐκεῖ καὶ ὀδύνη καὶ πόνος ἐκ τοῦ γινομένου, καὶ οὐδὲν ἕτερον ἐκ τῆς περιτομῆς ὄφελος ἦν, ἣ τοῦτο μόνον, τὸ διὰ τοῦ σημείου τούτου γνωρίμως αὐτοὺς εἶναι, καὶ τῶν λοιπῶν ἐθνῶν κεχωρίσθαι. Ἡ δὲ ἡμέτερα περιτομή, ἡ τοῦ βαπτίσματος λέγω χάρις, ἀνώδυνον ἔχει τὴν ἰατρείαν, καὶ μυρίων ἀγαθῶν πρόξενος γίνεται ἡμῖν, καὶ τῆς τοῦ Πνεύματος ἡμᾶς ἐμπίπλησι χάριτος, καὶ οὐδὲ ὡρισμένον ἔχει καιρόν, καθάπερ ἐκεῖ, ἀλλ’ ἔξεστι καὶ ἐν ἀώρῳ ἡλικίᾳ, καὶ ἐν μέσῃ, καὶ ἐν αὐτῷ τῷ γήρᾳ γενόμενόν τινα ταύτην δέξασθαι τὴν ἀχειροποίητον περιτομήν, ἐν ᾗ οὐκ ἔστι μόνον ὑπομεῖναι, ἀλλ’ ἁμαρτημάτων φορτία ἀποθέσθαι, καὶ τῶν ἐν παντὶ χρόνῳ πλημμελημάτων τὴν συγχώρησιν, εὑρέσθαι. Ἐπειδὴ γὰρ εἶδεν ὁ φιλάνθρωπος Θεὸς τῆς ἀσθενείας ἡμῶν τὴν ὑπερβολήν, καὶ ὅτι ἀνίατα νοσοῦντας μεγάλης δεόμεθα τῆς ἰατρείας, καὶ ἀφάτου τῆς φιλανθρωπίας, οἰωνῶν τὴν ἡμετέραν σωτηρίαν, ἐχαρίσατο ἡμῖν τὴν διὰ τοῦ λουτροῦ τῆς παλιγγενεσίας ἀνακαίνισιν, ἵνα ἀποθέμενοι τὸν παλαιὸν ἄνθρωπον, τοῦτ’ ἔστι τὰς πράξεις τὰς πονηρᾶς, καὶ ἐνδυσάμενοι τὸν νέον, ἐπὶ τὴν τῆς ἀρετῆς ὁδὸν βαδίζωμεν. Ἀλλά, παρακαλῶ, μὴ τῶν ἀγνωμόνων, τῶν ἀναισθήτων χείρους γενώμεθά Ἰουδαίων. Ἐκεῖνοι μὲν γὰρ δεχόμενοι τὸ σημεῖον τοῦτο τῆς περιτομῆς, εἶχον ἱκανὴν ἀσφάλειαν πρὸς τὸ μηκέτι συναναμίγνυσθαι τοῖς ἔθνεσι κατὰ τὸν τῆς κοινωνίας λόγον· κατὰ γὰρ
τὴν ἀσέβειαν πολλάκις αὐτοὺς καἰ ὑπερηκόντισαν ἀγνώμονες γεγονότες. Ἀλλ’ ἡμεῖς ἅπαξ δεχόμενοι τὴν διὰ τοῦ βαπτίσματος περιτομήν, μετὰ ἀσφαλείας τὰ καθ’ ἑαυτοὺς οἰκονομήσωμεν. Οὐ λέγω ἵνα μὴ συναναμιγνυώμεθα τοῖς ἔθνεσιν, τοῖς ἔθνεσιν, ἀλλ’ ἵνα ἐπὶ τῆς οἰκείας ἀρετῆς μένοντες, καὶ ἐκείνοις συναναμιγνύμενοι ἕλκωμεν αὐτοὺς εἰς τὴν εὐσέβειαν, καὶ διὰ τῆς τῶν ἀγαθῶν ἔργων πολιτείας διδασκαλίας αὐτοῖς ὑπόθεσις γινώμεθα. Διὰ γὰρ τοῦτο καὶ ὁ κοινὸς ἁπάντων Δεσπότης συνεχώρησεν ἀναμεμῖχθαι καὶ τοὺς πονηροὺς καὶ τοὺς ἀγαθούς, καὶ τοὺς εὐσεβεῖς καὶ τοὺς ἀσεβεῖς, ἵνα οἱ πονηραὶ κερδαίνωσιν ἀπὸ τῶν ἀγαθῶν, καὶ οἱ ἐν ἀσεβείᾳ ἔτι κατεχόμενοι χειραγωγῶνται πρὸς τὴν εὐσέβειαν. Οὐδὲν γὰρ οὕτω τῷ Θεῷ περισπούδαστον, ὡς σωτηρία ψυχῆς. Μὴ τοίνυν ἀμελῶμεν, παρακαλῶ, μήτε ἑαυτῶν, μήτε τῶν πλησίον· ἑαυτῶν μέν, διὰ τοῦ τὰ καθ’ ἑαυτοὺς οὕτως οἰκονομεῖν, ὡς δοκεῖ τῷ Θεῷ· τῶν δὲ πλησίον, ἳν’ οὕτω λάμπωμεν ἐν ἀρετῇ, ὥστε καὶ σιγώντων ἡμῶν ἱκανὴν ἔχειν διδασκαλίαν τοὺς εἰς ἡμᾶς ὁρῶντας.
Ὥσπερ οὖν ἐνάρετοι ὄντες τὰ μέγιστα καὶ αὐτοὶ κερδανοῦμεν, καὶ τοὺς ἀπίστους ὠφελήσομεν, οὕτως, εἰ ῥᾳθυμήσαιμεν, καὶ αὐτοὶ πολλὴν ὑποστησόμεθα τὴν κόλασιν, καὶ ἑτέροις σκανδάλου ὑπόθεσις γενησόμεθα, Καθάπερ γὰρ τὴν ἀρετὴν μετιόντες διπλῇ τὸν μισθὸν παρὰ τοῦ Θεοῦ καρπούμεθα, καὶ ὑπὲρ ὧν ὃν ταύτην μετίωμεν, καὶ ὑπὲρ ὧν τοὺς πλησίον ἐφελκώμεθα εἰς τὴν τῆς ἀρετῆς κοινωνίαν· τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ τῆς κακίας, οὐχ ὑπὲρ ὧν ἡμαρτήκαμεν κολαζόμεθα μόνον, ἀλλ’ ὑπὲρ ὧν καὶ ἑτέρους ὑποσκελίζομεν. Ἀλλὰ μὴ γένοιτο τῶν ἐνταῦθά τινα συνιόντων τοιοῦτον γενέσθαι, ἀλλὰ πάντας ἡμᾶς πρὸς οἰκοδομὴν τῶν ὁρώντων τὸν ἑαυτῶν βίον ἰθύνειν, ἵνα δυνηθῶμεν μετὰ παῤῥησίας στῆναι ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ, καὶ τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν ἀξιωθῆναι, ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμή, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΜΑ’. «Ὤφθη δὲ ὁ Θεὸς τῷ Ἀβραὰμ πρὸς τῇ δρυὶ τῇ μαμβρῇ, τοῦ καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας».
α’. Ὀκνῶ καὶ ἀναδύομαι σήμερον πρὸς τὴν τῆς διδασκαλίας ἐξήγησιν. Ὅταν γὰρ ἐννοήσω, ὅτι καθ’ ἑκάστην ἡμέραν ἡμῶν ἐνηχούντων, παραινούντων, παρατιθέντων ὑμῖν τὴν πνευματικὴν ταύτην ἑστίασιν, πολλοὶ τῶν ἐνταῦθα παραγενομένων, καὶ μετεχόντων τῆς πνευματικῆς ταύτης διδασκαλίας καὶ τῆς φρικτῆς καὶ φοβερᾶς τραπέζης, ἐπὶ τὰς ἱπποδρομίας διημερεύουσι, καὶ οὐδὲν αὐτοῖς πλέον ἀπὸ τῆς ἡμετέρας γεγένηται σπουδῆς, ἀλλὰ καθάπερ συνηθείᾳ τινὶ δουλεύοντες, ἐπειδὰν νεύσῃ μόνον ὁ διάβολος,αὐτόματοι σπεύδουσιν ἐπὶ τὰ παράνομα ἐκεῖνα θέατρα, καὶ ἑαυτοὺς ἑκόντες τοῖς δικτύοις ὑποβάλλουσι τοῦ πονηροῦ δαίμονος, καὶ οὔτε ἡμέτερα νουθεσίᾳ, οὔτε ἡ πεῖρα αὐτή, καὶ τὸ ἀνόνητον τῆς ἐκεῖ διατριβῆς, διδασκαλίας αὐτοῖς ὑπόθεσις γέγονε· ποῖα λοιπὸν προθυμία τὰ τῆς διδασκαλίας ποιήσαιμι πρὸς ἄνδρας οὐδὲν κερδαίνειν βουλομένους ἐκ τῶν παρ’ ἡμῶν λεγομένων; Καὶ μὴ θαυμάσῃς. Ἐπεὶ καὶ γηπόνος, ἐπειδὰν ἴδῃ μετὰ πόνους πολλοὺς καὶ ταλαιπωρίας ἄγονον γινομένην τὴν γῆν, καὶ οὐκ ἀξίαν τῶν πόνων τὴν ἀμοιβὴν παρεχομένην, ὀκνηρότερος γίνεται περὶ τὴν τῶν σπερμάτων καταβολήν, καὶ οὐκ ἔτι μετὰ τῆς αὐτῆς προθυμίας τῆς γεωργίας καθάπτεται. Καὶ ἰατρὸς δὲ ἐπειδὰν ἴδῃ τὸν ἄῤῥωστον μὴ πειθόμενον αὐτοῦ τοῖς ἐπιτάγμασιν, ἀλλὰ τὴν νόσον αὔξειν καθ’ ἑκάστην ἐπιτηδεύοντα, πολλάκις ἀφίησιν ἐναπομεῖναι τῇ νόσῳ, ἵνα αὐτὴ ἡ πεῖρα διδάσκαλος αὐτῷ γένηται τῶν συμφερόντων. Καὶ οἱ τὰ μαθήματα δὲ τοὺς παῖδας ἐκπαιδεύοντες, ἐπειδὰν ἴδωσι τὰ πρότερα ἀποπτύοντας, καὶ τὴν μνήμην τῶν ἤδη δοθέντων ἀποβάλλοντας, πολλάκις ἀποστρέφονται τὴν ῥαθυμίαν διορθούμενοι, καὶ πρὸς σπουδὴν πλείονα ἐπανάγοντες. Ἀλλ’ ὁ μὲν γηπόνος εἰκότως ὀκνηρότερος γίνεται πολλάκις, ἐπειδὴ οἶδεν ὅτι τὰ τῆς ζημίας αὐτῷ ἐπιτείνεται, ὅταν τὸν μὲν πόνον καὶ τὴν δαπάνην ὑπομένῃ, τῶν δὲ καρπῶν ἀποστερῆται. Καὶ ὁ ἰατρὸς δὲ οὐκ ἀπεικότως καταλείπει πολλάκις τὸν ἄῤῥωστον· σῶμα γὰρ ἐστι τὸ θεραπευόμενον, καὶ διὰ τοῦτο ἀφίησιν, ἵνα ἡ τῆς ὀδύνης ἐπίτασις παρασκευάσῃ εἰς αἴσθησιν τῆς νόσου ἐλθεῖν καὶ οὕτω τὴν ἰατρείαν καταδέξασθαι. Καὶ ὁ τῶν παίδων διδάσκαλος διὰ τὸ ἀτελὲς τῆς ἡλικίας συμφερόντως πολλάκις τὰς πληγὰς ἐπανατείνεται τοῖς παισίν. Ἀλλ’ ἡμεῖς σήμερον τούτους ἅπαντας ὑπερβαλλόμενοι, παρασκευαζόμεθα πατρικὴν φιλοστοργίαν περὶ τοὺς ἐπταικότας ἐπιδείξασθαι, καὶ διδάξαι αὐτοὺς ὅτι, εἰ ἐπιμένοιεν ἐν τῇ αὐτῇ ῥᾳθυμίᾳ, τοῦτο αὐτὸ μείζονος αὐτοῖς κατακρίσεως ὑπόθεσις ἔσται. Ὁ μὲν γὰρ γηπόνος οὐ μετὰ τῆς αὐτῆς προθυμίας καταβάλλει τὰ σπέρματα, τὴν δαπάνην ἐννοῶν εἰκῆ καὶ μάτην ἤδη γεγενημένην· ἡμεῖς δὲ ταύτης ἀπηλλάγμεθα τῆς ἀγωνίας. Κἂν γὰρ καταβαλόντες τὸν σπόρον τοῦτον τὸν πνευματικόν, διὰ τὴν ῥᾳθυμίαν τῶν ἀκουόντων τὸν καρπὸν μὴ δεχώμεθα, ἡμῖν ἀπηρτισμένος ὁ μισθὸς δόται· τὸ γὰρ ἐμπιστευθὲν ἀργύριον κατεβάλομεν, καὶ τὸ ἐπιταχθὲν παρὰ τοῦ Δεσπότου εἰς ἔργον ἠγάγομεν· λοιπὸν τοῖς ἀκηκοόσιν ὁ λόγος πρὸς ἐκεῖνόν ἐστι τὸν μέλλοντα μετὰ τόκων ἀπαιτεῖν τὰ καταβληθέντα. Ἀλλ’ οὐ τοῦτο σκοποῦμεν, ὅτι ἡμεῖς ἐκτὸς ἐσμεν τῆς ζημίας, καὶ τὸ ἑαυτῶν πεπληρώκαμεν, ἀλλὰ βουλοίμεθα καὶ ὑμᾶς πολλὴν τῶν καταβληθέντων τὴν πραγματείαν ποιήσασθαι, ἵνα μὴ τῇ τιμωρίᾳ ἐκείνῃ ὑπεύθυνοι γένησθε, ἦν ὑπέμεινεν ἐκεῖνος ὁ τὸ τάλαντον καταχώσας, καὶ τὸ δεσποτικὸν ἀργύριον οὐ μόνον οὐ πολυπλασιάσας, ἀλλὰ καὶ κατορύξας. Τοιοῦτοί τισιν οἱ τὸν λόγον τῆς διδασκαλίας δεχόμενοι (τάλαντον γὰρ καὶ ἀργύριον τοῦτο καλεῖ), καὶ οὐ σπουδάζοντες καρποφορῆσαι, καὶ πολλὴν τὴν πραγματείαν ποιήσασθαι. Ἀλλ’ ἴσως εἴποι τις ἄν, τὴν παραβολὴν ταύτην τὴν τῶν ταλάντων περὶ τῶν διδασκάλων εἰρῆσθαι. Κἀγὼ τοῦτό φημι. Ἀλλ’ ἐὰν ἐπέλθωμεν αὐτὴν ἀκριβῶς, εἴσεσθε ὅτι οἱ μὲν διδάσκαλοι τῆς καταβολῆς μόνον ὑπεύθυνοι τυγχάνουσιν, ὑμεῖς δὲ οὐ μόνον τῆς φυλακῆς τῶν καταβληθέντων, ἀλλὰ καὶ τῆς πραγματείας. Καὶ ἵνα μάθῃς, ἀναγκαῖον αὐτὴν εἰς μέσον ἀγαγεῖν. «Οἰκοδεσπότης τις, φησίν, ἀποδημῶν ἐκάλεσε τοὺς ἰδίους δούλους, καὶ ἔδωκεν ᾧ, μέν, πέντε τάλαντα, ᾧ δὲ δύο, ᾧ δὲ ἓν Μετὰ δὲ χρόνον παραγενομένου αὐτοῦ ἦλθον οἱ δοῦλοι· καὶ ὁ τὰ πέντε τάλαντα λαβὼν προσῆλθε λέγων· Κύριε, πέντε τάλαντά μοι ἔδωκας, ἴδε ἀλλὰ πέντε τάλαντα· ἐκέρδησα ἐπ’ αὐτοῖς». Πολλὴ τοῦ οἰκέτου ἡ εὐγνωμοσύνη, δαψιλὴς ἡ τοῦ Δεσπότου φιλανθρωπία. Τὶ γὰρ φησίν; «Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ· ἐπὶ ὀλίγα ἧς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου». Ἐπειδή, φησί, πολλὴν ἔδειξας ἐν τοῖς ἤδη πιστευθεῖσι, τὴν εὐγνωμοσύνην, ἄξιος εἶ καὶ πλείονα ἐγχειρισθῆναι.
«Προσῆλθε δὲ καὶ ὁ τὸ δύο τάλαντα εἰληφώς, λέγων· Οὐχὶ δύο τάλαντά μοι παρέδωκας; Ἴδε ἀλλὰ δύο τάλαντα ἐκέρδησα ἐπ’ αὐτοῖς». Πολλὴ καὶ τούτου ἡ περὶ τὰ δεσποτικὰ χρήματα εὔνοια, διὸ καὶ τῶν αὐτῶν ἀξιοῦνται τῷ προτέρῳ. Καὶ τίνος ἕνεκεν δύο προσενεγκὼν τάλαντα τῆς αὐτῆς ἐκείνῳ τῷ τᾷ πέντε προσαγαγόντι ἀξιοῦται τιμῆς; Εἰκότως· τὸν μὲν γὰρ πλεονασμὸν καὶ τὴν ἐλάττωσιν οὐχ ἡ τούτου σπουδή, οὐδὲ ἡ ἐκείνου ῥᾳθυμία πεποίηκεν, ἀλλ’ ἡ τῶν ἐμπιστευθέντων ποσότης. Τὰ μέντοι τῆς σπουδῆς ἴσα καὶ παρὰ τούτου, καὶ παρ’ ἐκείνου εἰσενήνεκται· διὰ τοῦτο καὶ τῆς ἀμοιβῆς τῆς αὐτῆς ἀπήλαυσαν.
’. Ἀλλ’ ὁ ἕτερος οὐδὲν τοιοῦτον διεπράξατο· ἀλλὰ τί; Προσῆλθε λέγων· «Ἔγνων σε, ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας, καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας· καὶ φοβηθείς, ἀπελθὼν ἔκρυψα τὸ τάλαντον ἐν τῇ γῇ. Ἰδοὺ ἔχεις τὸ σόν». Ὣ κακία οἰκέτου! Ὣ ἀγνωμοσύνης ὑπερβολή, οὐ μόνον ὅτι οὐδὲν εἰργάσατο ἐπὶ τῷ δοθέντι αὐτῷ ταλάντῳ, ἀλλ’ ὅτι καὶ ἀντὶ ταλάντου κατηγορίαν προσήνεγκε! Τοιοῦτον γὰρ ἡ πονηρία· σκοτοῖ τὸν λογισμόν, καὶ κατὰ κρημνῶν ποιεῖ φέρεσθαι τὸν ἅπαξ τῆς εὐθείας ἐκτραπέντα ὁδοῦ. Ταῦτα δὲ πάντα περὶ τῶν διδασκάλων εἴρηται, ὥστε μὴ ἀποκρύπτεσθαι τὰ ἐμπιστευθέντα, ἀλλὰ μετὰ πάσης σπουδῆς παρατιθέναι τοῖς μαθητευομένοις. Ἀλλ’ ἄκουε λοιπόν, ἀγαπητέ, ἐκ τῆς πρὸς ἐκεῖνον ἀγανακτήσεως, ὅπως καὶ οἱ μαθητευόμενοι ὑπεύθυνοι γίνονται, καὶ οὐκ ἐκεῖνα μόνον ἀπαιτοῦνται τὰ καταβληθέντα, ἀλλὰ καὶ μετὰ τοῦ τόκου τὴν μέθοδον ὑπομένουσι. Τὶ οὖν φησὶ πρὸς αὐτὸν ὁ δεσπότης; «Πονηρὲ δοῦλε». Φοβερὰ ἡ ἀγανάκτησις, ἱκανὴ καταπλήξαι ἡ ἀπειλή. «Εἰ ᾔδεις, φησίν, ὅτε θερίζω ὅπου οὐκ ἔσπειρα, καὶ συνάγω ὅπου οὐ διεσκόρπισα, ἔδει σε καταβαλεῖν τὸ ἀργύριόν μου ἐπὶ τοὺς τραπεζίτας, καὶ ἐγὼ ἐλθών, μετὰ τόκου ἀπῄτησα ἂν αὐτό»· ἀργύριον λόγων τὰ λόγια τὰ τίμια, τραπεζίτας δὲ ὑμᾶς καλῶν τοὺς ὑποδεχομένους. Σὸν μὲν ἥν, φησί, καταβαλεῖν μόνον, ἐμὸν δὲ ἣν τὸ παρ’ ἐκείνων ἀπαιτήσαι, μὴ μόνον τὰ καταβληθέντα, ἀλλὰ καὶ τὸν ὑπὲρ τούτων τόκον. Ὁρᾶτε, ἀγαπητοί, πῶς πολὺς ὁ φόβος τῶν εἰρημένων. Τὶ ἂν οὖν εἴποιεν οἱ καὶ τῆς φυλακῆς τῶν καταβληθέντων ἀμελοῦντες, ὅταν καὶ τὸν ὑπὲρ τούτων τόκον μεθοδεύωνται;
Καὶ ὅρα φιλανθρωπίαν Δεσπότου. Ἐπὶ μὲν τῶν χρημάτων τῶν αἰσθητῶν ἁπηγόρευσε τὸν τόκον λαμβάνειν. Τίνος ἕνεκεν, καὶ διὰ τί; Ὅτι ἑκάτερος αὐτῶν πολλὴν ἐντεῦθεν ὑπομένει τὴν βλάβην. Τοῦ μὲν γὰρ ἡ πενία ἐπιτρίβεται, ὁ δὲ μετὰ τοῦ πλεονασμοῦ τῶν χρημάτων καὶ ἁμαρτημάτων πλῆθος ἑαυτῷ ἐπισωρεύει. Διὰ τοῦτο ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων Ἰουδαίοις τοῖς παχύτερον διακειμένοις ταύτην τὴν ἐντολὴν ἐνομοθέτησε λέγων· «Οὐκ ἐκτοκιεῖς ἑῷ ἀδελφῷ σου καὶ τῷ πλησίον σου». Ποίας οὖν ἂν εἶεν ἀπολογίας ἄξιοι οἱ καὶ τῶν Ἰουδαίων ὠμότεροι γινόμενοι, καὶ μετὰ τὴν χάριν καὶ τὴν τοσαύτην παρὰ τοῦ Δεσπότου φιλανθρωπίαν τῶν ἐν τῶν νόμῳ ἐλάττους εὑρισκόμενοι, μᾶλλον δὲ καὶ χείρους; Ἐπὶ μέντοι τῶν πνευματικῶν αὐτὸς ἀπαιτεῖν ὑπισχνεῖται τοὺς τόκους. Διὰ τί; Ἐπειδὴ ἀπ’ ἐναντίας τοῖς αἰσθητοῖς χρήμασιν οὗτός ἐστιν ὁ τόκος ὁ πνευματικός. Ἐκεῖ μὲν γὰρ ὁ μεθοδευθεὶς εἰς ἐσχάτην πενίαν ἀθρόον καταφέρεται· ἐνταῦθα δὲ ὁ μεθοδευόμενος, ὅταν πολλὴν εὐγνωμοσύνην ἐπιδείξηται, ὅσῳ ἂν πλείονα τόκον εἰσενέγκῃ, τοσούτῳ δαψιλεστέρας ἀπολαύει τῆς ἄνωθεν ἀμοιβῆς. Ἕκαστος τοίνυν ὑμῶν, ἀγαπητοί, ἐπειδὰν καταβάλλωμεν ἡμεῖς τὰ ἐμπιστευθέντα, διπλοῦν ὀφείλει τὸν πόνον καὶ τὴν ἀγρυπνίαν ἐπιδείκνυσθαι, τὸν μὲν τῆς φυλακῆς τῶν καταβληθέντων, ὥστε παγία ταῦτα μένειν· τὸν δὲ τῆς ἐργασίας, ὥστε καὶ ἑτέροις μεταδιδόναι, καὶ πολλοὺς ἐπὶ τὴν τῆς ἀρετῆς ὁδὸν χειραγωγεῖν ἵνα διπλῇ πάλιν ὑμῖν τὸ κέρδος αὔξηται, ὑπὲρ τε τῆς οἰκείας σωτηρίας, ὑπὲρ τῆς τῶν ἄλλων ὠφελείας. Ἐὰν γὰρ τοῦτο ποιῆτε, καὶ ἡμᾶς μακαρίους ἀπεργάσεσθε (Μακάριος γάρ, φησίν, ὁ λέγων εἰς ὤτα ἀκουόντων), καὶ παρασκευάσετε δαψιλεστέραν ὑμῖν παρατιθέναι τὴν πνευματικὴν ταύτην τράπεζαν. Μὴ τοίνυν ἀμελεῖτε τῶν ἀδελφῶν τῶν ὑμετέρων, μηδὲ τὰ καθ’ ἑαυτοὺς μόνον σκοπεῖτε, ἀλλ’ ἕκαστος σπουδαζέτω τὸν πλησίον ἐξαρπάζειν τῆς τοῦ διαβόλου φάρυγγος, καὶ τῶν παρανόμων ἐκείνων θεαμάτων, καὶ εἰς τὴν ἐκκλησίαν ἐπαναγαγεῖν, δεικνύντες αὐτῷ μετὰ πολλῆς τῆς ἐπιεικείας καἰ τῆς πραότητος, καὶ τῆς λύμης τὴν ὑπερβολὴν καὶ τῶν ἐνταῦθα ἀγαθῶν τὸ μέγεθος· καὶ μὴ μόνον ἅπαξ καὶ δεύτερον τοῦτο ποιεῖτε, ἀλλὰ καὶ διηνεκῶς. Κἂν γὰρ σήμερον μὴ πείθηται τοῖς παρὰ σοῦ λεγομένοις, τῇ ἑξῆς πεισθήσεται· κἂν μὴ τῇ ἑξῆς, πάλιν ὁρῶν σε ἐπικείμενον, ἴσως ἐντραπήσεται, καὶ αἰδεσθεὶς σου τὴν κηδεμονίαν, ἀποστήσεται τῶν βλαπτόντων. Καὶ μηδέποτε λέγε τὶ Καὶ ἅπαξ, καὶ δεύτερον, καὶ τρίτον, καὶ πολλάκις εἶπον, καὶ οὐδὲν ἥνυσα. Μὴ παύσῃ λέγων· ὅσῳ γὰρ ἂν ἐπιμένῃς, τοσούτῳ σου καὶ ὁ μισθὸς αὔξεται. Οὐχ ὁρᾶτε πόσης ἀπολαύομεν μακροθυμίας παρὰ τοῦ τῶν ὅλων Θεοῦ, καὶ πῶς καθ’ ἑκάστην ἡμέραν παρακούομεν αὐτοῦ τῶν προσταγμάτων, καὶ οὐκ ἀφίσταται τῆς περὶ ἡμᾶς κηδεμονίας, ἀλλὰ καὶ τὰ παρ’ ἑαυτοῦ πάντα χορηγεῖ, τὸν ἥλιον ἀνατέλλων, τοὺς ὑετοὺς διδούς, τὰ ἀλλὰ πάντα; Τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμεῖς περὶ τοὺς ἀδελφοὺς τοὺς ἡμετέρους πολλὴν ποιώμεθα τὴν σπουδήν, καὶ ἀντιταττώμεθα τῷ πονηρῷ δαίμονι ἐκείνῳ, ἵνα ἄκυρα αὐτοῦ ποιῶμεν τὰ μηχανήματα, Ἐὰν γὰρ ἕκαστος τῶν ἐνταῦθα συνιόντων ἕνα κερδάναι δυνηθῇ, ἐννόησον ὅπως ἡμῖν καὶ ἡ Ἐκκλησία ἐπὶ τῷ πλήθει τῶν οἰκείων τέκνων πολλὴν δέξεται τὴν συνῆν, καὶ ὁ διάβολος καταισχυνθήσεται ὁρῶν εἰκῆ καὶ τὸ μάτην αὐτοῦ τὰ δίκτυα τεταμένα.Ἐὰν γὰρ τοῦτο ποιῆτε, ἀκούσεσθε καὶ ὑμεῖς κατὰ τὴν ἡμέραν ἐκείνην· «Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐστι ὀλίγα ἧς πιστὸς ἐστι πολλῶν σε καταστήσω». γ’. Ἀλλ’ ὅτι μὲν τοῦτο ποιήσετε, σφόδρα πέπεισμαι· ὁρῶ γὰρ ὑμῶν καὶ τὰ πρόσωπα, καὶ στοχάζομαι ὅπως μεθ’ ἡδονῆς ἐδέξασθε τὴν παρ’ ἡμῶν νουθεσίαν, καὶ διὰ τοῦτο ἐλπίζω καὶ τὰ παρ’ ὑμῶν εἰσενεχθήσεσθαι. Διὰ τὴν μὲν περὶ τούτου παραίνεσιν ἐνταῦθα στήσωμεν· παραθήσωμεν δὲ ὑμῖν τὴν πτωχὴν ἡμῶν καὶ εὐτελῆ τράπεζα, ἵνα τῆς συνήθους ἀπολαύσαντες διδασκαλίας οὕτως οἰκεῖ ἐπανέλθητε. Ἀναγκαῖον γὰρ καὶ σήμερον τὸν πατριάρχην Ἀβραὰμ εἰς μέσον ἀγαγεῖν, ἵνα μάθητε οἵας ἐδέξατο τῆς φιλοξενίας παρὰ τοῦ Θεοῦ τὰς ἀμοιβάς. «Ὤφθη δὲ αὐτῷ, φησίν, ὁ Θεὸς πρὸ τῇ δρυῒ τῇ Μαμβρῇ, καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας». Ἕκαστον τῶν ῥημάτων μετὰ ἀκριβείας ἐξετάσωμεν, καὶ ἀναπτύξωμεν τὸν θησαυρόν, καὶ ἅπαντα τὸν ἐναποκείμενον πλοῦτον καταμάθωμεν· ὤφθη δὲ αὐτῷ, φησίν, ὁ Θεός. Τίνος ἕνεκεν οὕτως ἤρξατο, «Ὤφθη δὲ αὐτῷ ὁ Θεός»; Ὅρα Δεσπότου φιλανθρωπίαν, καὶ σκόπει μοι οἰκέτου εὐγνωμοσύνην. Ἐπειδὴ γὰρ ἐν τοῖς προλαβοῦσιν ὀφθεὶς αὐτῷ, μετὰ τῶν ἄλλων ἁπάντων καὶ τὴν περὶ τῆς περιτομῆς αὐτῷ ἐντολὴν διετάξατο, ὁ δὲ θαυμαστὸς οὗτος ἀεὶ τὰ παρὰ τοῦ Θεοῦ κελευόμενα εἰς ἔργον σπεύδων ἄγειν εὐθέως οὐδὲ τὸ τυχὸν ἀναβαλλόμενος αὐτὸς τε περιετέμνετο, τὸ παρὰ τοῦ Θεοῦ προσταχθὲν πληρῶν, καὶ τὸν Ἰσμαὴλ περιέτεμε, καὶ τοὺς οἰκογενεῖς ἅπαντας, καὶ ἔδειξεν αὐτοῦ τὴν πολλὴν ὑπακοήν, πάλιν αὐτῷ ἐπιφαίνεται. Τοιοῦτος γὰρ ὁ Δεσπότης ὁ ἡμέτερος· ἐπειδὰν τοῖς ἤδη φθάσασιν εὐγνώμονας
γενομένους ἴδῃ, ἐπιδαψιλεύεται καὶ οὐδέποτε ἵσταται τῆς εὐεργεσίας, ἀμειβόμενος τὴν τῶν ὑπακουόντων εὐγνωμοσύνην. Διὰ τοῦτο οὖν, ἐπειδὴ ὑπήκουε, φησί, πάλιν ὤφθη αὐτῷ. Ταύτης τοίνυν ἕνεκα τῆς αἰτίας οὕτως ἤρξατο ὁ μακάριος Μωϋσῆς λέγων· «Ὤφθη δὲ αὐτῷ ὁ Θεὸς πρὸς τῇ δρυῒ τῇ Μαμβρῇ. Καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας». Σκόπει μοι ἐνταῦθα τοὐ δικαίου τὴν ἀρετήν. «Καθημένου, φησίν, ἐπὶ τῆς σκηνῆς». Οὕτως ἔργον ἐποιεῖτο τὴν φιλοξενίαν, ὡς μηδὲν ἀνασχέσθαι ἑτέρῳ τινὶ τῶν προσηκόντων ἐπιτρέψαι τὴν τούτων θήραν· ἀλλὰ τριακοσίους δέκα καὶ ὀκτὼ οἰκογενεῖς ἔχων ἄνθρωπος πρεσβύτης, καὶ εἰς βαθὺ γῆρας ἐλάσας (ἑκατονταετὴς γὰρ ἐτύγχανε), παρὰ τὴν θύραν ἐκαθέζετο. Καὶ οὗτος μὲν τοῦτο ἔργον ἐποιεῖτο, καὶ οὐδὲ τὸ γῆμας αὐτῷ κώλυμα ἐγένετο, οὐδὲ τῆς οἰκείας ἀναπαύσεως ἦν, οὐδὲ ἔσω ἐπὶ τῆς κλίνης ἣν ἀνακείμενος, ἀλλὰ παρὰ τὴν θύραν ἐκαθέζετο· ἕτεροι δὲ πολλάκις οὐ μόνον ταύτην οὐ ποιοῦνται τὴν σπουδήν, ἀλλὰ καὶ τὸ ἐναντίον, καὶ ἐκκλίνειν ἐπιχειροῦσι τῶν ἐπιδημούντων τὰς συντυχίας ὡς ἂν μὴ καὶ ἄκοντες ἀναγκασθεῖεν ὑποδέξασθαι. Ἀλλ’ οὐχ ὁ δίκαιος οὕτως, ἀλλὰ παρὰ τὴν θύραν τῆς σκηνῆς ἐκαθέζετο μεσημβρίας. Τοῦτο γὰρ ἡ πολλὴ τῆς φιλοξενίας ἐπίτασις, καὶ τῆς ἀρετῆς τοῦ δικαίου ἡ ὑπερβολή, ὅτι καὶ ἐν μεσημβρίᾳ τοῦτο διεπράττετο. Εἰκότως ἐπειδὴ γὰρ ᾔδει τοὺς ὁδοιπορεῖν ἀναγκαζομένους κατ’ ἐκεῖνον τὸν καιρὸν μάλιστα δεομένους πολλῆς τῆς θεραπείας, διὰ τοῦτο ὡς ἐπιτήδειον καιρὸν τοῦτον ἐξελέγετο, καὶ καθήμενος ἐθήρα τοὺς παριόντας, οἰκείαν ἀνάπαυσιν κρίνων τὴν τῶν ὁδιτῶν θεραπείαν, καὶ τοὺς ὑπὸ τοῦ καύσωνος φλεγομένους ὑπὸ τὴν σκέπην εἰσάγειν ἐσπούδαζεν, οὐ περιεργαζόμενος τοὺς παριόντας, οὐδὲ ἐξετάζωνεἰ γνώριμοι, ἣ ἄγνωστοι εἶεν. Οὐ φιλοξενίας γὰρ τὰ τοιαῦτα περιεργάζεσθαι, ἀλλὰ τὸ πᾶσι τοῖς παριοῦσι τῆς οἰκείας μεταδιδόναι φιλοφροσύνης. Καὶ ἐπειδὴ ἥπλωσε τῆς φιλοξενίας τὴν σαγήνην, κατηξιώθη καὶ τὸν τῶν ὅλων δεσπότην ὑποδέξασθαι μετὰ τῶν ἀγγέλων αὐτοῦ. Διὰ τοῦτο καὶ Παῦλος Ἔλεγε· «Τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε· διὰ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους»· τὸν πατριάρχην πάντως αἰνιττόμενος. Διὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγεν· «ὃς ἂν δέξηται ἕνα τούτων ἐῶν ἐλαχίστων ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται». Ἀκούωμεν, ἀγαπητοί, καὶ ξενίζειν μέλλοντες μηδέποτε περιεργαζώμεθα, τις, καὶ πόθεν. Εἰ γὰρ τοῦτο περιειργάσατο ὁ πατριάρχης, ἴσως ἂν διήμαρτεν. Ἀλλ’ ἔγνω, φησί, τῶν παραγενομένων τὴν ἀξίαν. Πόθεν δῆλον; Πῶς δὲ ἂν τοῦτο ποιῶν ἐθαυμάσθη; Οὐ γὰρ οὕτω θαυμαστὸν ἦν τὸ τῆς φιλοξενίας αὐτοῦ περιεργασαμένου, ὡς νῦν, ὅτε ἀγνοῶν τίνες οἱ παραγενόμενοι, μετὰ τοσαύτης προθυμίας καὶ τιμῆς πρόσεισι, καθάπερ οἰκέτης δεσπόταις, μονονουχὶ δεσμὰ διὰ τῶν λόγων αὐτοῖς περιβάλλων, καὶ ἱκεσίαν πρὸς αὐτοὺς ποιούμενος, ὥστε μὴ ἀνανεῦσαι, μηδὲ ζημία τῇ μεγίστῃ περιβαλεῖν. ᾜδει γὰρ ὥσπερ ἔπραττε· διὰ τοῦτο καὶ μετὰ πολλῆς θερμότητος τὴν ἐντεῦθεν ἐκαρποῦτο περιουσίαν. Ἀλλ’ ἀκούσωμεν αὐτοῦ τοῦ συγγραφέως τῶν ῥημάτων, ἳν’ εἰδῇς ἐν βαθυτάτω γήρᾳ νεάζουσαν προθυμίαν, καὶ τὸν γέροντα νεάζοντα, καὶ μονονουχὶ περίχαρή γινόμενον, καὶ νομίζοντα θησαυρὸν εὑρηκέναι τῶν παραγενομένων τὴν παρουσίαν. «Ἀναβλέψας δέ, φησί, τοῖς ὀφθαλμοῖς εἶδε, καὶ ἰδοὺ τρεῖς ἄνδρες εἱστήκεισαν ἐπάνω αὐτοῦ, καὶ ἰδὼν προσέδραμεν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ». Τρέχει καὶ ἵπταται ὁ γέρων· εἶδε γὰρ τὴν θήραν, καὶ οὐδένα τῆς ἀσθενείας λόγον ποιησάμενος, ἐπὶ τὴν ἄγραν ἔδραμε, καὶ οὐκ ἐκάλεσεν οἰκέτας, οὐκ ἐπέταξε παιδί, οὐδὲν ῥᾴθυμον ἐπεδείξατο, ἀλλὰ δι’ ἑαυτοῦ ἔδραμε, μονονουχὶ λέγων· μέγας θησαυρός, μεγάλη πραγματεία· δι’ ἑαυτοῦ ταύτην ὀφείλω ἐμπορεύσασθαι, μὴ παραδράμῃ με τὸ τοσοῦτο κέρδος. Καὶ ταῦτα ἐποίει ὁ δίκαιος, ἀνθρώπους ἀγνῶτας ὁδίτας νομίζων ὑποδέχεσθαι.
δ’. Μάθωμεν, καὶ ζηλώσωμεν τοῦ δικαίου τὴν ἀρετήν. Ἐὰν γὰρ οὕτω ποιῶμεν, εἰκὸς καὶ ἡμᾶς ποτε ἐπιτυχεῖν τοιαύτης θήρας· μᾶλλον δὲ καὶ ἀεὶ ἐπιτυγχάνομεν, εἰ βουλοίμεθα. Διὰ γὰρ τοῦτο ὁ φιλάνθρωπος Δεσπότης, ἵνα μὴ ὀκνῶμεν πρὸς τὴν τοιαύτην φιλοφροσύνην, μηδὲ περιεργαζώμεθα τοὺς παριόντας, φησίν· «Ὃς ἂν δέξηται ἕνα τῶν ἐλαχίστων τούτων ἐν τῷ ἐμῷ ὀνόματι, ἐμὲ δέχεται». Μὴ τοίνυν πρὸς τὴν εὐτέλειαν τοῦ παριόντος ὅρα, μηδὲ ἐξευτελίσῃς αὐτὸν ἐκ τῶν ὁρωμένων, ἀλλ’ ἐννόησον ὅτι τὸν Δεσπότην ὑποδέχῃ τὸν σὸν διὰ τούτου. Ὅταν γὰρ διὰ τὸ αὐτοῦ ὄνομα τὴν εἰς ἐκεῖνον θεραπείαν ἐπιδείξῃ· ὡσανεὶ ἐκεῖνον ὑποδεξάμενος, οὕτω λήψῃ τὸν μισθόν. Κἂν ῥάθυμος τοίνυν ᾗ καὶ ἠμελημένος ὁ τῆς παρὰ σου φιλοφροσύνης ἀπολαύων, μηδεὶς σοι λόγος τούτου ἔστω· ἀπηρτισμένος γὰρ σοι ὁ μισθὸς δοθήσεται διὰ τὴν εἰς τὸν Δεσπότην τιμὴν τοῦτο ποιοῦντι, καὶ ζηλοῦντι τοῦ πατριάρχου τούτου τὴν ἀρετήν. «Καὶ ἰδών, φησί, προσέδραμεν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς θύρας τῆς σκηνῆς». Καλῶς καὶ τὸ Προσέδραμε πρόσκειται, ἵνα μάθῃς ὅτι ὡς ἀγνῶτες παρῄεσαν, καὶ οὐκ ἂν αὐτόματοι ἦλθον ἐπὶ τὴν σκηνήν. Διὰ τοῦτο, ἵνα μὴ διαφύγῃ αὐτὸν τὸ πνευματικὸν τοῦτο κέρδος, ὁ γεγηρακώς, ὁ πεπολιωμένος, ὁ ἑκατονταετὴς προστρέχει, καὶ διὰ τοῦ δρόμου τὴν προθυμίαν ἐπιδείκνυται, «Καὶ θεασάμενος προσεκύνησεν ἐπὶ τὴν γῆν, καὶ εἶπε· Κύριε, εἰ ἆρα εὗρον χάριν ἐναντίον σου, μὴ παρέλθῃς τὸν παῖδά σου. Ληφθήτω δὴ ὕδωρ, καὶ νιψάτωσαν τούς, πόδας ὑμῶν, καὶ καταψύξατε ὑπὸ τὸ δένδρον, καί, λήψομαι ἄρτον, καὶ φάγεσθε, ναὶ μετὰ τοῦτο παρελεύσεσθαι, οὗ εἵνεκεν ἐξεκλίνατε πρὸς τὸν παῖδα ὑμῶν». Πολλὴ τῶν τοῦ δικαίου ῥημάτων ἡ ὑπερβολή. Οὐ γάρ, ὅτι ὑπεδέξατο, θαῦμα τοσοῦτον τῆς προθυμίας, ἀλλ’ ὅτι μετὰ τοσαύτης σπουδῆς, καὶ οὔτε πρὸς τὴν ἑαυτοῦ ἡλικίαν ἀπιδών, οὔτε πρὸς τοὺς παριόντας (ἴσως γὰρ νέοι τινὲς αὐτῷ κατεφαίνοντο), οὐδὲ νομίσας ἀρκεῖν τὴν διὰ τῶν λόγων μόνον προτροπήν. Προσεκύνησε, φησίν, ἐπὶ τὴν γῆν, μονονουχὶ καθικετεύων, καὶ σφοδρὰν τὴν παράκλησιν προσάγων, ἵνα μὴ νομισθῇ ἁπλῶς ἀφοσιώσει προτρέπεσθαι. Διὰ δὴ τοῦτο καὶ ἡ θεῖα Γραφὴ δεικνύουσα τοῦ δικαίου τὴν πολλὴν καὶ ἄφατον ἀρετήν, φησί· «Προσεκύνησεν ἐπὶ τὴν γῆν», καὶ διὰ τοῦ σχήματος,
καὶ διὰ τῶν ῥημάτων πολλὴν τὴν θερμότητα ἐπιδεικνύμενος, πολλὴν τὴν ταπεινοφροσύνην, μεγίστην τὴν φιλοξενίαν, ἄφατον τὴν κηδεμονίαν. «Καὶ προσκυνήσας, φησίν, εἶπε· Κύριε, εἰ ἆρα εὗρον χάριν ἐναντίον σου, μή, παρέλθῃς τὸν παῖδά σου». Τὶ ἂν τις κατ’ ἀξίαν εἴποι τοῦ δικαίου τούτου; Ἢ πῶς ἂν τις αὐτὸν μυρίοις στόμασιν ἐγκωμιάσειε; Τὸ μὲν γὰρ εἰπεῖν. «Κύριε, τῶν ἐγχωρούντων ἐστι»· τὸ δὲ λέγειν. «Εἰ ἄρα εὗρον χάριν ἐναντίον σου», τοῦτό ἐστι τὸ παράδοξον. Χάριν, φησί, δίδως, οὐ λαμβάνεις. Τοιοῦτον γὰρ ἀληθῶς ἡ φιλοξενία· μᾶλλον λαμβάνει, ἣ δίδωσιν ὁ μετὰ προθυμίας αὐτὴν ἐπιδεικνύμενος. Ἀλλὰ μηδεὶς τῶν ταῦτα ἀκουόντων ὑποτεμνέσθω τοῦ δικαίου τὴν ἀρετήν, καὶ νομιζέτω, ὅτι εἰδὼς τίνες οἱ παραγεγονότες, ταῦτα ἐφθέγγετο. Οὐδὲ γὰρ ἄν, καθὼς
καὶ πολλάκις εἴρηται, μέγα τὶ τοῦτο ἦν, εἰ εἰδὼς ταῦτα ἔλεγεν· ἀλλὰ τὸ θαυμαστὸν καὶ παράδοξον τοῦτό ἐστιν, ὅτι ὡς ἀνθρώποις προσφερόμενος, τοιαῦτα ἐφθέγγετο ῥήματα. Μὴ θαυμάσῃς δὲ εἰ τριῶν ὄντων τῶν ὑποδεχομένων ὡς πρὸς ἕνα προτεινόμενος ὁ δίκαιος λέγει. «Κύριε». Ἴσως γὰρ ἐπιδοξότερός τις τῶν ἐλθόντων ἐφάνη, πρὸς ὃν ποιεῖται καὶ τὴν παράκλησιν. Εἶτα προϊὼν κοινοποιεῖ τὸν λόγον, καὶ φησί· «Ληφθήτω δὴ ὕδωρ, καὶ νιψάτωσαν τοὺς πόδας ὑμῶν»· καὶ πάλιν. «Καταψύξατε ὑπὸ τὸ δένδρον, ναὶ φάγεσθε ἄρτον, καὶ μετὰ τοῦτο παρελεύσεσθε, οὗ εἵνεκεν ἐξεκλίνατε πρὸς τὸν παῖδα ὑμῶν». Ὁρᾷς πῶς οὐκ εἰδὼς τίνες εἰσί, καθάπερ ἀνθρώποις διαλεγόμενος παριοῦσιν, οὕτω κοινὴν πρὸς αὐτοὺς ποιεῖται τὴν προτροπήν, καὶ ἅπαξ καὶ δεύτερον παῖδα ἑαυτὸν καλῶν; Καὶ ὅρα πῶς προλέγει τῆς τραπέζης αὐτοῦ τὴν εὐτέλειαν, μᾶλλον δὲ τὴν πολυτέλειαν. «Ληφθήτω δὴ ὕδωρ, φησί, καὶ νιψάτωσαν τοὺς πόδας ὑμῶν, καὶ
καταψύξατε ὑπὸ τὸ δένδρον». Ἐπειδὴ γάρ, φησί, κεκμήκατε, καὶ πολὺν τὸν καύσωνα ὑπεμείνατε, διὰ τοῦτο ἀξιῶ μὴ παρελθεῖν τὸν παῖδα ὑμῶν. Μὴ γὰρ μέγα τὶ ἐστι τὸ παρ’ ἐμοῦ γινόμενον; Ὕδωρ ἔχω παρασχεῖν μόνον, ὑπὲρ τοῦ νιψαμένους ὑπὸ τὸ δένδρον τὸν πολὺν ὑμᾶς κάματον ἀποθέσθαι. Εἶτα καὶ τῆς τραπέζης λέγει τὴν ἰδέαν. Μὴ νομίσητε πολυτελὲς τι παραθήσειν ὑμῖν ἣ καρυκευμάτων ποικιλίαν, ἣ ὄψων διαφοράν· «ἅρτον φάγεσθε, καὶ οὕτω Παρελεύσεσθε, οὗ εἵνεκεν ἐξεκλίνατε πρὸς τόν, παῖδα ὑμῶν».
ε’. Εἶδες πῶς διαφόροις κέχρηται τρόποις, βουλόμενος δυσωπῆσαι τοὺς παριόντας καὶ διὰ τοῦ σχήματος, καὶ διὰ τῶν ῥημάτων, καὶ διὰ πάντων ἐπισπάσασθαι αὐτοὺς θέλων; Πρῶτον μὲν γάρ, φησί, προσεκύνησεν, εἶτα κυρίους καλεῖ, καὶ ἑαυτὸν παῖδα· εἶτα λέγει
τὸ μέλλον ὑπ’ αὐτοῦ γενέσθαι εἰς αὐτούς, ἐξευτελίζων καὶ δεικνὺς οὐδὲν μέγα ὅν. Ὕδωρ γάρ, φησί, τὸ πᾶσιν ἀνειμένον ἔχω παρασχεῖν εἰς τοὺς πόδας ὑμῶν, καὶ ἄρτον, καὶ τὴν ἀπὸ τῆς δρυὸς σκέπην. Μὴ δὴ ἐξευτελίσητέ μου τὴν σκηνήν, μὴ ὑπερίδητέ μου τὸ γῆρας, μὴ ἀνανεύσητε πρὸς τὴν ἐμὴν παράκλησιν. Οἶδα ὅσην ὑπεμείνατε ταλαιπωρίαν, στοχάζομαι τοῦ καύσωνος τὴν φλόγα, διὰ τοῦτο ἀνεθῆναι μικρὸν ὑμᾶς βούλομαι. Ποῖος πατὴρ φιλόστοργος πρὸς παῖδα τοσαύτην ἂν ἐπεδείξατο φιλοφροσύνην, ὅσην οὗτος πρὸς τοὺς ἀγνῶτας καὶ ξένους, καὶ οὐδαμόθεν αὐτῷ τέως γνωρίμους; Ἀλλ’ ἐπειδὴ μετὰ σπουδῆς προσῆλθε καὶ πολλοῦ τοῦ τόνου, ἐπέτυχε τῆς ἄγρας, καὶ τὴν θήραν εἴσω τῶν δικτύων λαβεῖν ἠδυνήθη, Καὶ εἶπαν, φησίν. «Οὕτω ποιήσομεν, καθὰ εἴρηκας», · Ἀνεζωπύρησεν ὁ πρεσβύτης. Ἐν χερσί, φησίν, ἔχω τὸν θησαυρόν, τοῦ πλούτου ἐπελαβόμην, ἐπελαθόμην λοιπὸν τοῦ γήρως. Καὶ ὅρα αὐτὸν πάνυ γαννύμενον τῷ πράγματι, καὶ μονονουχὶ σκιρτῶντα, καὶ καθάπερ τὰ μυρία ἀγαθὰ ἐν ταῖς χερσὶν ἐπιφερόμενον, οὕτως ἡδόμενον, «Καὶ ἔσπευσεν Ἀβραάμ, φησίν, ἐπὶ τὴν σκηνήν» Ὥσπερ, ἡνίκα ἐπὶ τὴν θήραν αὐτῶν ἐπείγετο, ἐμήνυσεν αὐτοῦ τὸν τόνον καὶ τὴν προθυμίαν ἡ θεῖα Γραφή, εἰποῦσα. «Προσέδραμεν εἰς συνάντησιν αὐτοῖς», οὕτω καὶ νῦν ἐπειδὴ εἶδε τοὺς ἄνδρας, καὶ κατώρθωσεν ὅπερ ἐπεθύμει, οὐδὲ οὕτως ἵστησι τὴν προθυμίαν, ἀλλὰ θερμότερον πάλιν ἐπιδείκνυσι τὸν ἔρωτα, οὐδὲ ἐπειδὴ ἐν ἀσφαλείᾳ γέγονε, λοιπὸν ῥᾳθυμότερος κατέστη. Ὅπερ πολλάκις ἡμεῖς ὑπομένομεν, καὶ παρὰ μὲν τὴν ἀρχὴν ἐνίοτε πολλὴν ἐπιδεικνύμεθα τὴν σπουδήν· ἐπειδὰν δὲ τοῦ πράγματος ἐντὸς γενώμεθα, οὐ τὸν ἴσον πόνον εἰσφέρομεν. Ἀλλ’ οὐχ ὁ δίκαιος οὕτως, ἀλλὰ τί; Πάλιν σπεύδει καὶ ἐπείγεται καὶ τρέχει ὁ γεγηρακὼς ἐπὶ τὴν σκηνὴν πρὸς Σάῤῥαν. Καὶ εἶπεν αὐτῇ· «Σπεῦσον, καὶ φύρασον τρία μέτρα σεμιδάλεως». Σκόπει πῶς καὶ τὴν Σάῤῥαν κοινωνὸν λαμβάνει τῆς θήρας, καὶ πῶς αὐτὴν Ἐξεπαίδευσε ζηλοῦν αὐτοῦ τὴν ἀρετήν. Καὶ γὰρ κἀκείνην
παρορμᾷ μὴ ῥαθύμως τῇ χρείᾳ προσελθεῖν, ἀλλά, «Σπεῦσον», φησί. Τῆς μεγάλης ἐπετύχομεν πραγματείας, μὴ ἀπολέσωμεν τὸν θησαυρόν, ἀλλὰ Σπεῦσον, καὶ φύρασον τρία μέτρα σεμιδάλεως. Ἐπειδὴ γὰρ ᾔδει τοῦ κατορθώματος τὸ μέγεθος, ἐβούλετο κοινωνὸν τῶν μισθῶν λαμβάνειν καὶ τῶν ἀντιδόσεων καὶ τὴν τοῦ βίου γενομένην αὐτῷ κοινωνόν. Διὰ τὶ γάρ, εἶπε μοι, οὐδενὶ ὁ τῶν παιδισκῶν τοῦτο ἐπέταξεν, ἀλλὰ τῇ γυναικὶ τῇ προβεβηκυία; Ἐννενήκοντα γὰρ ἐτῶν ἐτύγχανεν οὖσα. Καὶ οὐκ ἀνανεύει ἡ Σάῤῥα πρὸς τὸ ἐπίταγμα, ἀλλὰ τὴν ἴσην καὶ αὕτη προθυμίαν εἰσφέρει. Ἀκουέτωσαν ἄνδρες, ἀκουέτωσαν γυναῖκες· ἄνδρες μὲν οὖν, ἵνα οὕτω τὰς ἑαυτῶν συνοίκους ἐκπαιδεύωσιν, ἐπειδὰν πνευματικὸν τὶ κέρδος παρεμπέσῃ, μὴ διὰ τῶν οἰκετῶν τοῦτο πληροῦν, ἀλλὰ δι’ ἑαυτῶν ἅπαντα διαπράττεσθαι; Γυναῖκες δέ, ἵνα σπεύδωσι κοινωνεῖν τοῖς ἀνδράσι τῶν τοιούτων κατορθωμάτων, καὶ μὴ ἐπαισχύνωνται τὴν φιλοξενίαν, καὶ τὴν εἰς τούτους θεραπείαν, ἀλλὰ μιμείσθωσαν τὴν Σάῤῥαν τὴν πρεσβῦτιν, τὴν ἐν ἡλικίᾳ τοιαύτῃ πονεῖν καταδεχομένην, καὶ τὰ τῶν παιδισκῶν ἔργα ἐπιτελεῖν.
Ἀλλ’ οἶδα ὅτι οὐδεὶς ἀνέξεται τῶν παρ’ ἡμῶν λεγομένων. Νῦν γὰρ ἡμῖν ἀπ’ ἐναντίας ἐκείνῃ πάντες βαδίζειν ἐπείγονται, καὶ πολλὴ ἡ βλακεία ταῖς γυναιξί, καὶ ἡ σπουδὴ πρὸς τὸν κόσμον τῶν ἱματίων, περὶ τὰ χρυσία καὶ τὰ περιδέῤῥαια καὶ τὸν ἔξωθεν καλλωπισμόν, καὶ τῆς ψυχῆς οὐδεμία πρόνοια. Καὶ οὐδὲ Παῦλος αὐτῶν καθικνεῖται βοῶν καὶ λέγων· «Μὴ ἐν πλέγμασιν, ἣ χρυσῷ, ἣ μαργαρίταις, ἣ ἱματισμῷ πολυτελεῖ». Ὅρα τὴν οὐρανομήκη ταύτην ψυχήν, πῶς οὐκ ἐνόμισεν αἰσχρὸν αὐτῷ εἶναι μέχρι τούτου τὸν λόγον ποιήσασθαι, καὶ ἐπὶ ἐμπλεγμάτων παραινέσαι. Εἰκότως· πᾶσα γὰρ αὐτῷ ἡ σπουδὴ περὶ τὴν τῆς ψυχῆς ἐπιμέλειαν ἦν. Ἐπεὶ οὖν οἶδεν ὅτι ταῦτα μάλιστα τῆς ψυχῆς τὸν ὄλεθρον ἐργάζεται, διὰ τοῦτο οὐδὲν παρῃτήσατο τῶν προσηκόντων εἰς διδασκαλίαν ταῖς ταῦτα νοσούσαις· ἀλλὰ φησίν, εἰ βούλει κοσμεῖσθαι, τὸν ἀληθῆ κόσμου κόσμον, ὃν πρέπει γυναιξὶν εὐσεβέσιν τοῖς ἀγαθοῖς ἔργοις κοσμοῦ. Οὗτος τῆς ψυχῆς ὁ κόσμος, οὗτος οὐδεμίαν παρὰ τῶν ἔξωθεν κατάγνωσιν δέχεται, τοῦτον οὐδεὶς ἀποσυλῆσαι δυνήσεται, οὗτος ἀνάλωτος μένει διηνεκῶς. Ἀπὸ γὰρ τοῦ κόσμου τούτου τοῦ ἔξωθεν μυρία τίκτεται κακά· καὶ οὔπω λέγω τὴν τῆς ψυχῆς λύμην, τὴν ἐντεῦθεν φυομένην ἀλαζονείαν, τὴν ὑπεροψίαν τὴν κατὰ τῶν πλησίον, τοῦ φρονήματος τὴν ἀπόνοιαν τῆς ψυχῆς τὴν διαφθοράν, τῶν ἡδονῶν τῶν ἀτόπων τὸν ἑσμὸν ἀλλ’ ὅτι καὶ ἁλωτὸς ὁ κόσμος οὗτος καὶ οἰκετῶν κακουργίαις, καὶ λῃστῶν ἐφόδῳ, καὶ συκοφαντῶν ἐπιβουλαῖς, καὶ μυρία ἂν τις εὕροι ἐντεῦθεν φυόμενα κακὰ καὶ ἀηδίας διηνεκεῖς. Ἀλλ’ οὐχ ἡ Σάῤῥα τοιαύτη· ἀλλὰ τὸν ἀληθῆ κόσμον ἐκέκτητο· δι’ ὃ καὶ ἀξία τοῦ πατριάρχου ἦν, καὶ καθάπερ ἐκεῖνος ἔσπευσε καὶ ἐπὶ τὴν σκηνὴν ἔδραμεν, οὕτω καὶ ἐκείνη μετὰ σπουδῆς τὸ ἐπιταχθὲν ἐπλήρου, καὶ ἔφυρα τρία μέτρα σεμιδάλεως. Ἐπειδὴ γὰρ τρεῖς ἦσαν οἱ παραγεγονότες, τρία μέτρα ἐκέλευσε φυραθῆναι, ὥστε θᾶττον φθάσαι τοὺς ἄρτους. Καὶ τοῦτο διαταξάμενος εἰς τὰς βοῦς πάλιν αὐτὸς ἔδραμεν,· Ὧ γέροντος νεότης, ὣ ψυχῆς τόνος· τρέχει ἐπὶ τὰς βοῦς, καὶ οὐκ ἀφίησί τινα τῶν οἰκετῶν ἀπελθεῖν, διὰ πάντων δεικνὺς τοῖς παραγεγονόσιν, ὅσης ἡδονῆς ἐπληρώθη, καὶ ὅπως μέγα τι ἡγεῖται τὴν αὐτῶν παρουσίαν, καὶ ὅτι θησαυρὸν εἶναι τὸ πρᾶγμα νομίζει. «Καὶ ἔλαβε, φησί, μοσχάριον ἁπαλὸν καὶ καλόν». Αὐτὸς δι’ ἑαυτοῦ τὴν ἐκλογὴν ἐποιήσατο, καὶ τὸ κάλλιστον τῶν ὄντων λαβὼν δίδωσι τῷ παιδί, κἀκεῖνον κατεπείγων μὴ μελλῆσαι, ἀλλὰ πολλὴν τὴν σπουδὴν ἐπιδείξασθαι.
Ϛ’. Σκόπει πῶς πάντα μετὰ τάχους, μετὰ προθυμίας ζεούσης, μετὰ ἱλαρότητος, μετὰ χαρᾶς, μετὰ πολλῆς τῆς θυμηδίας γίνεται. «Καὶ ἐτάχυνεν ὁ παῖς τοῦτο ποιῆσαί», φησί. Καὶ οὐδὲ οὕτως ἠρεμεῖ ὁ γέρων, ἀλλὰ πάλιν ἐν τάξει ὑπηρέτου ἵσταται. «Καί, λαβὼν βούτυρον καἰ γάλα καὶ τὸ μοσχάριον ὃ ἐποίησε, παρέθηκεν αὐτοῖς». Αὐτὸς δι’ ἑαυτοῦ πάντα ποιεῖ καὶ παρατίθησι. Καὶ οὐδὲ ἄξιον ἑαυτὸν ἐνόμισε τοῦ συγκαθεσθῆναι αὐτοῖς, ἀλλ’ ἐκείνων ἐσθιόντων παρειστήκει αὐτὸς ὑπὸ τὸ δένδρον,· Ὧ φιλοξενίας μέγεθος, ὣ ταπεινοφροσύνης ὑπερβολή, ὣ φιλοθέου γνώμης ἐπίτασις παρειστήκει ὁ ἑκατονταετὴς οὗτος ἄνθρωπος ἐσθιόντων αὐτῶν. Ἐμοὶ δοκεῖ, ὑπὸ τοῦ πόθου πολλοῦ καὶ τῆς προθυμίας, καὶ τῆς ἀσθενείας ἀνώτερον αὐτὸν τότε γεγενῆσθαι, καὶ ἰσχὺν τινὰ προσλαβεῖν, Εἴωθε γὰρ πολλάκις ἡ τῆς ψυχῆς προθυμία, ἐπειδὰν ἀῤῥωμένη ᾗ, νικᾷν τοῦ σώματος τὴν ἀσθένειαν. Εἱστήκει τοίνυν ὁ πατριάρχης καθάπερ οἰκέτης, μεγίστην τιμὴν ταύτην ἡγούμενος, τοῦ καταξιωθῆναι ὑπηρετήσασθαι τοῖς παροῦσι, καὶ τὸν ἀπὸ τῆς ὁδοιπορίας κάματον αὐτῶν παραμυθήσασθαι. Εἶδες ὅση τοῦ δικαίου ἡ φιλοξενία; Μὴ γὰρ δὴ τοῦτο σκόπει, ὅτι ἄρτους παρέθηκε καὶ τὸ μοσχάριον, ἀλλ’ ἐκεῖνο λογίζου, μεθ’ ὅσης τιμῆς, μεθ’ ὅσης ταπεινοφροσύνης τὰ τῆς φιλοξενίας ἐπεδείκνυτο· οὐ καθάπερ οἱ πολλοί, κἂν ποιήσωσί ποτὲ τι τοιοῦτον, μέγα φρονοῦσι κατὰ τῶν ὑποδεχθέντων, καὶ
πολλάκις καὶ ὑπερορῶσιν αὐτῶν διὰ τὴν φθάσασαν εἰς αὐτοὺς θεραπείαν. Τοῦτο δὲ ὅμοιόν ἐστι τῷ τινα πλοῦτον συναγαγόντα καὶ περιφέροντα, ἐκ τῶν χειρῶν ἅπαντα ῥίψαι τὰ συλλεγέντα. Ὁ γὰρ μετὰ ἀπονοίας τὶ ἐργαζόμενος, καὶ οὕτω ποιῶν ὡς παρέχων μᾶλλον ἣ λαμβάνων, οὐκ οἶδεν ὃ διαπράττεται· διὰ τοῦτο ἀπόλλυσι καὶ τὸν ἐκ τούτου μισθόν. Ἀλλ’ ὁ δὲ δίκαιος οὗτος εἰδὼς ὑπὲρ εἰργάζετο, διὰ τῶν γινομένων ἁπάντων ἐδείκνυ τῆς ψυχῆς τὴν προθυμίαν. Καὶ ἐπειδὴ μετὰ δαψιλείας καὶ πολλῆς τῆς ἱλαρότητος ἔσπειρε τὴν φιλοξενίαν, παραχρῆμα δαψιλεῖ τῇ χειρὶ τὰ δράγματα ἐδέχετο. Ἐπειδὴ γὰρ ἅπαντα τὰ παρ’ ἑαυτοῦ ἐπλήρωσε, καὶ οὐδὲν ἐγκατέλιπεν, ἀλλὰ τέλος ἔλαβε τὰ τῆς φιλοξενίας, καὶ ἐδείχθη τοῦ δικαίου ἡ ἀρετή· τότε λοιπόν, ἵνα μάθῃ ὁ δίκαιος οἵων ἐπέτυχε, καὶ ὅσον αὐτῷ τῶν ἀγαθῶν αἰτία γεγένηται ἡ τῆς φιλοξενίας ὑπόθεσις, ἐκκαλύπτει ἑαυτὸν ὁ παραγεγονώς, καὶ κατὰ μικρὸν ὑποδείκνυσι τῷ δικαίῳ τῆς οἰκείας δυνάμεως τὸ μέγεθος. Ἰδὼν γὰρ αὐτὸν παρεστῶτα παρὰ τὴν δρῦν, καὶ διὰ τῆς στάσεως τὴν πολλὴν τιμὴν καὶ τὴν θεραπείαν ἐπιδεικνύμενον, φησὶ πρὸς αὐτόν· «Ποῦ Σάῤῥα ἡ γυνὴ σου»; Εὐθέως διὰ τῆς ἐρωτήσεως παρῄνιξεν αὐτῷ, δεικνὺς ὡς οὐχ ὁ τυχὼν ἐστιν ὁ παραγεγονώς, εἲ γε καὶ τῆς γυναικὸς αὐτοῦ τὴν προσηγορίαν ἠπίστατο, ὁ δὲ φησίν· «Ἰδοὺ ἐν τῇ σκηνῇ». Καὶ ἐπεὶ ἔμελλε λοιπόν, ὡς Θεός, ὑπισχνεῖσθαι αὐτῷ τᾷ ὑπὲρ φύσιν, διὰ τοῦτο καὶ τῷ εἰπεῖν τὴν προηγορίαν τῆς Σάῤῥας ἐσήμανεν, ὅτι ὑπὲρ ἄνθρωπόν ἐστιν ὁ εἰς τὴν σκηνὴν αὐτοῦ καταχθείς. «Ἐπαναστρέφων γάρ, φησίν, ἥξω πρὸς σὲ κατὰ τὸν καιρὸν τοῦτον εἰς ὥρας, καὶ ἕξει υἱὸν Σάῤῥα ἡ γυνὴ σου»· Ἰδοὺ τῆς φιλοξενίας οἱ καρποί, ἰδοὺ τῆς προθυμίας τῆς ἐπιτεταμένης ὁ μισθός, ἰδοὺ τῶν καμάτων τῆς Σάῤῥας αἱ ἀμοιβαί. Ἐκείνη δέ, φησίν, ἤκουσε παρὰ τὴν θύραν τῆς σκηνῆς, ἑστῶσα ὄπισθεν. Καὶ τοῦτο ἀκούσασα, ἐγέλασε καθ’ ἑαυτήν, λέγουσα· «Οὔπω μὲν μοι γέγονεν ἕως τοῦ νῦν· ὁ δὲ κύριός μου πρεσβύτερος». Καὶ ἵνα ἀπολογήσηται ἡ θεῖα Γραφὴ ὑπὲρ τῆς Σάῤῥας, προλαβοῦσα ἐπεσημήνατο, ὅτι Ἀβραὰμ καὶ Σάῤῥα, προβεβηκότες ἦσαν ἐν ταῖς ἡμέρως αὐτῶν. Καὶ οὐδὲ μέχρι τούτου ἔστη, ἀλλὰ φησίν· «Ἐξέλιπε δὲ Σάῤῥα γίνεσθαι τὰ γυναικεῖα». Ἐξηραμμένη ἦν, φησίν, ἡ πηγή, τετύφλωτο ὁ ὀφθαλμός, αὐτὸ τὸ ἐργαστήριον ἦν πεπηρωμένον. Δι’ ὃ ἀφορῶσα πρὸς ταῦτα ἡ Σάῤῥα, καθ’ ἑαυτὴν ἐλογίζετο τὴν τε ἡλικίαν, τὸ τε γῆρας τοῦ πατριάρχου. Ἀλλ’ ἐκείνης κατὰ τὴν σκηνὴν ταῦτα λογιζομένης, ὁ τὰ ἀπόῤῥητα τῆς διανοίας ἐπιστάμενος, δεῖξαι βουλόμενος καὶ τῆς οἰκείας δυνάμεως τὴν ὑπερβολήν, καὶ ὅτι οὐδὲν αὐτὸν λανθάνει τῶν ἀποῤῥήτων, φησὶ πρὸς τὸν Ἀβραάμ· «Τὶ ὅτι ἐγέλασε Σάῤῥα ἐν ἔαυτῇ λέγουσα· Ἆρα γε ἀληθῶς τέξομαι, ἐγὼ δὲ γεγήρακα». Ταῦτα γὰρ ἐκείνη ἐν ἑαυτῇ ἐλογίζετο. Μὴ ἀδυνατεῖ, φησί, παρὰ τῷ Θεῷ ῥῆμα; Ἰδοὺ φανερῶς ἑαυτὸν ἐξεκάλυψεν. Οὐκ ἴστε, φησίν, ὅτι φύσεως ὣν Δεσπότης πάντα δύναμαι, ἅπερ ἂν βουληθῶ, καὶ τὴν νεκρωθεῖσαν μήτραν ζωογονῆσαι, καὶ ἐπιτηδείαν κατασκευάσαι; Μὴ ἀδυνατεῖ, φησίν, ἀδύνατόν τι τῷ Θεῷ; Οὐχὶ πάντα ποιῶ, καὶ μετασκευάζω; Οὐχὶ ζωῆς καὶ θανάτου ἐξουσίαν ἔχω; Μὴ ἀδυνατεῖ παρὰ τῷ Θεῷ πᾶν ῥῆμα; Οὐ φθάσας ὑπεσχόμην δὴ τοῦτο; Μὴ ἐγχωρεῖ τὸ παρ’ ἐμοῦ ῥηθὲν μὴ εἰς ἔργον ἐλθεῖν; Ἄκουε τοίνυν, ὅτι «Εἰς τὸν καιρὸν τοῦτον ἀναστρέψω πρὸς σὲ εἰς ὥρας, καὶ ἔσται τῇ Σάῤῥα υἱός». Ἐπειδάν, φησίν, ἀναστρέψω κατὰ τὸν καιρὸν τοῦτον, τότε γνώσεται διὰ τῶν πραγμάτων ἡ Σάῤῥα, ὅτι οὔτε τὸ γῆρας αὐτῆς κώλυμα γενήσεται, οὔτε ἡ στείρωσις· ἀλλὰ τὸ ῥῆμα τὸ ἐμὸν ἀπαράβατον ἔσται, καὶ ὁ τόκος αὐτὴν διδάξει τῶν παρ’ ἐμοῦ ῥηθέντων τὴν δύναμιν. Εἶτα ἐκείνη ἀκούσασα, ὅτι οὔτε τὰ ἐν τῇ διανοίᾳ αὐτῆς κινηθέντα ἔλαθε τὸν παρόντα. «Ἠρνήσατο, λέγουσα· Οὐκ ἐγέλασα». Ὁ γὰρ φόβος κατέσεισεν αὐτῆς τὴν διάνοιαν. Διὰ τοῦτο τῇ ἀσθενείᾳ, αὐτῆς ἡ Γραφὴ τὸ πᾶν λογιζομένη φησίν. «Ἐφοβήθη γάρ». Ἀλλ’ ὁ πατριάρχης φησὶ πρὸς αὐτήν. «Οὐχί, ἀλλὰ ἐγέλασας», Μὴ νομίσῃς, φησίν, εἰ καὶ ἐν διανοίᾳ ταύτᾳ ἐβουλεύσω, καὶ κατὰ τὸ λεληθὸς γέλωτα ἐποιήσω, ὅτι τοῦ παραγενομένου τὴν δύναμιν λαθεῖν εἶχες. Μὴ τοίνυν ἀρνοῦ τὸ γεγονός, μηδὲ προσθήκην ἐργάζου τῷ ἁμαρτήματι. Μεγάλα γὰρ ἡμᾶς σήμερον διαδέξεται ἀγαθά, τῆς φιλοξενίας ἡμῖν τούτων πάντων αἰτίας γινομένης.
ζ’. Τοῦτον ἅπαντες μιμησώμεθα, καὶ πολλὴν περὶ τὴν φιλοξενίαν τὴν σπουδὴν ποιώμεθα, οὐχ ἵνα τῶν ἐπικήρων τούτων καὶ φθειρομένων λάβωμεν τὴν ἀντίδοσινμόνον, ἀλλ’ ἵνα καὶ τῶν ἀθανάτων ἀγαθῶν τὴν ἀπόλαυσιν ἑαυτοῖς ἀποθώμεθα. Ἐὰν γὰρ τοῦτο ποιῶμεν, ὑποδεξόμεθα καὶ ἡμεῖς ἐνταῦθα τὸν Χριστόν, καὶ ὑποδέξεται ἡμᾶς καὶ αὐτὸς ἐν ταῖς μοναῖς ἐκείναις ταῖς ἡτοιμασμέναις τοῖς ἀγαπῶσιν αὐτόν, καὶ ἀκουσόμεθα παρ’ αὐτοῦ «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρὸς μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Τίνος ἕνεκεν καὶ διὰ τί; Ἐπείνασα γάρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ξένος ἤμην, καὶ συνηγάγετέ με· ἐν φυλακῇ, καὶ ἐπεσκέψασθέ με». Τὶ τούτων ἀνεπαχθέστερον; Μὴ γὰρ ἐπέταξεν ἡμῖν περιεργάζεσθαι καὶ πολυπραγμονεῖν τοὺς παρ’ ἡμῶν μέλλοντας θεραπεύεσθαι; Σὺ τὸ σαυτοῦ, φησίν, ἐπιδεῖξαι, κἂν εὐτελὴς ᾗ, κἂν ἀπεῤῥιμμένος κατὰ τὸ φαινόμενον· τὰ γὰρ εἰς τούτους γινόμενα ἐγὼ οἰκειοῦμαι. Διὰ τοῦτο προσέθηκεν· «Ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε». Μὴ τοίνυν τοῦ ἀπὸ τῆς φιλοξενίας τοσούτου κέρδους ἐπιγενομένου καταφρονήσωμεν, ἀλλὰ καθ’ ἑκάστην ἡμέραν ἐμπορεύεσθαι τὴν καλὴν ταύτην ἐμπορίαν σπουδάζωμεν, εἰδότες ὅτι ὁ Δεσπότης ὁ ἡμέτερος προθυμίας δαψίλειαν, οὐ βρωμάτων ὄγκον ἀπαιτεῖ, οὐ τράπεζαν πολυτελῆ, ἀλλὰ γνώμην ἱλαράν, οὐ θεραπείαν ἁπλῶς τὴν διὰ τῶν ῥημάτων μόνον, ἀλλὰ καὶ τὴν ἀπὸ καρδίας καὶ εἰλικρινοῦς διανοίας ἀγάπην. Διὰ τοῦτο καὶ τις σοφὸς ἔλεγε·
«Κρεῖσσον λόγος, ἣ δόσις». Πολλάκις γὰρ λόγου θεραπεία πλέον τῆς δόσεως ἀνεκτήσατο τὸν δεόμενον. Ταῦτα οὖν εἰδότες μηδέποτε δυσχεραίνωμεν πρὸς τοὺς προσιόντας ἀλλ’ ἂν μὲν δυνηθῶμεν παραμυθεῖσθαι αὐτῶν τὴν πενίαν, τοῦτο ποιῶμεν μετὰ χαρᾶς καὶ πολλῆς τῆς εὐφροσύνης, οὐχ ὡς παρέχοντες, ἀλλ’ ὡς τὰ μέγιστα κερδαίνοντες εἰ δὲ μὴ δυνάμεθα, μὴ τραχυνώμεθα πρὸς αὐτούς· ἀλλὰ κἂν τὴν διὰ τοῦ λόγου θεραπείαν παρέχωμεν, καὶ μετὰ ἐπιεικείας αὐτοῖς ἀποκρινώμεθα. Τίνος γὰρ ἕνεκεν τραχέως αὐτῷ προσφέρῃ;Μὴ γὰρ ἀναγκάζει; Μὴ γὰρ βιάζεται; Ἄξιοί, ἱκετεύει, παρακαλεῖ· ὁ δὲ ταῦτα ποιῶν, οὐχ ὕβρεως ἄξιος. Τὶ λέγω, ἀξιοῖ καὶ παρακαλεῖ; Μυρία ἐπεύχεται, καὶ πάντα ταῦτα ποιεῖ ὑπὲρ ἑνὸς ὀβολοῦ, καὶ οὐδὲ τοῦτον προϊέμεθα. Καὶ ποίας ἂν τύχοιμεν συγγνώμης; Ποίαν δὲ σχοίημεν ἀπολογίαν, αὐτοὶ μὲν οὕτω καθ’ ἑκάστην ἡμέραν δαψιλῆ τράπεζαν παρατιθέμενοι, καὶ πολλάκις τὴν χρείαν ὑπερβαίνοντες, ἐκείνοις δὲ μηδὲ τοῦ τυχόντος μεταδιδόντες, καὶ ταῦτα μυρία ἀγαθὰ διὰ τούτου κομιζόμενοι; Ἀλλ’ ὧ τῆς πολλῆς ῥᾳθυμίας! Οἷα γὰρ ἀπ’ αὐτῆς ζημιούμεθα; Καὶ ὅσον κέρδος ἐκ τῶν ἡμετέρων χειρῶν προϊέμεθα; Καἰ τὴν ὑπόθεσιν τῆς σωτηρίας ἡμῶν τὴν παρὰ τοῦ Θεοῦ ἡμῖν παρασχεθεῖσαν ἀποπεμπόμεθα οὔτε ἐννοοῦμεν, οὔτε μὴν λογιζόμεθα οὔτε τῶν διδομένων τὸ εὐτελές, οὔτε τὴν ὑπὲρ τῶν τοιούτων ἀμοιβῶν ὑπερβολήν, ἀλλὰ πάντα τοῖς κιβωτίοις ἐναποκλείομεν, καὶ τὸ μὲν χρυσίον ὑπὸ τοῦ ἰοῦ δαπανᾶσθαι συγχωροῦμεν· μᾶλλον δὲ
ταῖς τῶν κλεπτὼν χερσὶ προτίθεμεν· τὰ δὲς ἱμάτια τὰ ποικίλα ὑπὸ τοῦ σητὸς ἀναλίσκεσθαι ἀφίεμεν, καὶ οὐκ ἀνεχόμεθα τὰ ἁπλῶς κείμενα δέοντος οἰκονομεῖσθαι, ἵνα πάλιν ἡμῖν διαφυλάττηται, καὶ διὰ τούτων τῶν ἀποῤῥήτων ἀγαθῶν ἀξιωθῶμεν δυνηθῶμεν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρί, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμή, νῦν καὶ ἀεί, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη Eισαγωγή και δημοσίευση Κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου