ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Κεφ. ιςʹ. Ὅτι τὸν ἑαυτὸν μὴ ἀδικοῦντα οὐδεῖς παραβλάψαι δύναται ἕτερος

Πέμπτη 29 Σεπτεμβρίου 2016

Κεφ. ιςʹ. Ὅτι τὸν ἑαυτὸν μὴ ἀδικοῦντα οὐδεῖς παραβλάψαι δύναται ἕτερος




Ιωάννης Χρυσόστομος
Τόμος 52


Κεφ. ιςʹ. Ὅτι τὸν ἑαυτὸν μὴ ἀδικοῦντα οὐδεῖς παραβλάψαι δύναται ἕτερος

Τί γὰρ ὁ Ἄβελ ἐβλάβη, εἰπέ μοι, ὑπὸ ἀδελφικῆς κατενεχθεὶς  δεξιᾶς καὶ ἄωρον καὶ βίαιον  ὑπομείνας  θάνατον;  ἀλλ' οὐχὶ μᾶλλον  ἐκέρδανε, λαμπρότερον ἀναδησάμενος στέφανον; Τί δὲ ὁ Ἰακώβ, ὁ τοσαῦτα παθὼν παρὰ τοῦ ἀδελφοῦ καὶ ἄπολις  καὶ φυγὰς  καὶ μετανάστης  καὶ δοῦλος  γενόμενος  καὶ εἰς  ἔσχατον  λιμὸν κατενεχθείς; . Τί δαὶ ὁ Ἰωσήφ, ὁμοίως καὶ αὐτὸς ἄπολις, ἄοικος καὶ αἰχμάλωτος καὶ δοῦλος καὶ δεσμώτης γεγονὼς  καὶ περὶ τῶν  ἐσχάτων  κινδυνεύσας  καὶ ἐν τῇ οἰκείᾳ καὶ ἐν τῇ ἀλλοτρίᾳ καὶ τοιαύτας ὑπομείνας διαβολάς; Τί δαὶ ὁ Μωυσῆς ὑπὸ τοσούτου  δήμου  μυριάκις  καταλευσθεὶς  καὶ  παρὰ  τῶν  εὐεργετηθέντων ἐπιβουλευθείς; Τί δαὶ οἱ προφῆται  πάντες  τοσαῦτα παρὰ τῶν  Ἰουδαίων  παθόντες κακά; Τί δαὶ ὁ Ἰώβ, ὑπὸ τοῦ διαβόλου μυρίαις μηχαναῖς πολεμηθείς; . Τί δαὶ οἱ παῖδες οἱ τρεῖς; Τί δαὶ ὁ ∆ανιήλ, περὶ ζωῆς, περὶ ἐλευθερίας,  περὶ τῶν  ἐσχάτων κινδυνεύσας αὐτῶν; Τί δαὶ ὁ Ἠλίας ἐσχάτῃ πενίᾳ συζῶν, ἐλαυνόμενος, δραπετεύων, τὰς ἐρήμους οἰκῶν, φυγὰς ἀεὶ καὶ μετανάστης γινόμενος; Τί δαὶ ὁ ∆αυΐδ, τοσαῦτα μὲν παρὰ τοῦ Σαούλ, τοσαῦτα δὲ ὕστερον παρὰ τοῦ ἰδίου παιδὸς παθών; οὐχὶ μᾶλλον διέλαμψε, τὰ ἔσχατα πάσχων κακά, ἢ ὅτε εὐημερίας ἀπήλαυε;



Τί δαὶ ὁ Ἰωάννης ἀποτμηθείς;  Τί δαὶ  οἱ  ἀπόστολοι,  οἱ  μὲν  ἀποτμηθέντες,  οἱ  δὲ  ἑτέραις  τιμωρίαις παραδοθέντες; Τί δαὶ οἱ μάρτυρες, οἱ δειναῖς  βασάνοις τὴν ψυχὴν  ἀπορρήξαντες;
οὐχὶ πάντες οὗτοι τότε μάλιστα ἔλαμψαν, ὅτε ἐπηρεάζοντο; ὅτε ἐπεβουλεύοντο; ὅτε τὰ ἔσχατα πάσχοντες γενναίως εἱστήκεισαν;

Κεφ. ιζʹ. Ὅτι μεγίστης προνοίας καὶ ἀγαθότητος καὶ ἀγάπης Θεοῦ ὁ σταυρὸς δεῖγμα

Τὸν δὲ κοινὸν ἡμῶν ∆εσπότην διὰ τὰ ἄλλα πάντα ἀνυμνοῦντες, οὐ διὰ τοῦτο μάλιστα ἀνυμνοῦμεν,  δοξάζοντες, ἐκπληττόμενοι  διὰ τὸν σταυρόν, διὰ τὸν θάνατον ἐκεῖνον τὸν ἐπάρατον; Οὐ τοῦτο ἄνω καὶ κάτω σημεῖον ὁ Παῦλος ποιεῖται τῆς ἀγάπης αὐτοῦ τῆς περὶ ἡμᾶς, τὸ ἀποθανεῖν; τὸ ὑπὲρ τοιούτων  ἀποθανεῖν;  καὶ παρεὶς εἰπεῖν τὸν οὐρανόν, τὴν γῆν, τὴν θάλατταν, τὰ ἄλλα πάντα ἅπερ ἐποίησεν ὁ Χριστὸς εἰς χρείαν ἡμῶν καὶ ἀνάπαυσιν, ἄνω καὶ κάτω περιστρέφει τὸν σταυρόν, λέγων. . «Συνέστησε δὲ τὴν ἑαυτοῦ ἀγάπην ὁ Θεὸς εἰς ἡμᾶς, ὅτι, ἔτι ἁμαρτωλῶν ὄντων  ἡμῶν, Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε»·  καὶ ἐντεῦθεν  ἡμῖν χρηστὰς ὑποτείνει τὰς ἐλπίδας λέγων· «Εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ.» . Οὐκ ἐπὶ τούτῳ μάλιστα καὶ αὐτὸς καλλωπίζεται  καὶ μέγα φρονεῖ καὶ σκιρτᾷ καὶ πέταται ὑπὸ τῆς ἡδονῆς, Γαλάταις γράφων οὕτως· «Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ;» Καὶ τί θαυμάζεις, εἰ Παῦλος ἐπὶ τούτῳ σκιρτᾷ καὶ πηδᾷ καὶ καλλωπίζεται;  Αὐτὸς ὁ ταῦτα παθών, δόξαν τὸ πρᾶγμα καλεῖ. «Πάτερ γάρ, φησίν, ἐλήλυθεν ἡ ὥρα, δόξασόν σου τὸν Υἱόν.» . Καὶ ὁ μαθητὴς δὲ ὁ ταῦτα γράψας οὕτως ἔλεγεν· «Οὔπω γὰρ ἦν ἐν αὐτοῖς Πνεῦμα ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω   ἐδοξάσθη»,  δόξαν  καλῶν   τὸν   σταυρόν.  Ὅτε  δὲ  αὐτοῦ  τὴν   ἀγάπην παραστῆσαι ἐβουλήθη, καὶ αὐτὸς τί εἶπε; σημεῖα, θαύματα, τεράστιά τινα; Οὐδαμῶς, ἀλλὰ τὸν σταυρὸν εἰς μέσον φέρει, λέγων· «Οὕτως ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον ὅτι τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων ἐπ' αὐτὸν μὴ ἀπόληται, ἀλλ'  ἔχῃ  ζωὴν  αἰώνιον.»  . Καὶ Παῦλος πάλιν·  «Ὅς γε  τοῦ  ἰδίου  Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν  πάντων  παρέδωκεν αὐτόν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται.» Καὶ εἰς ταπεινοφροσύνην  δὲ ὅταν ἐνάγῃ, ἐντεῦθεν κατασκευάζει τὴν  παραίνεσιν,  οὕτω  λέγων·  «Εἴ τις  παράκλησις ἐν  Χριστῷ, εἴ τι παραμύθιον  ἀγάπης, εἴ τις κοινωνία  Πνεύματος, εἴ τινα  σπλάγχνα  καὶ οἰκτιρμοί, πληρώσατέ  μου  τὴν  χαράν,  ἵνα  τὸ  αὐτὸ  φρονῆτε,  τὴν  αὐτὴν  ἀγάπην  ἔχοντες σύμψυχοι, τὸ ἓν φρονοῦντες, μηδὲν κατ' ἐριθείαν ἢ κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους προηγούμενοι ὑπερέχοντας ἑαυτῶν.» . Εἶτα εἰσάγων τὴν συμβουλήν, φησί· «Τοῦτο γὰρ φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ  Θεοῦ ὑπάρχων,  οὐχ  ἁρπαγμὸν  ἡγήσατο  τὸ  εἶναι  ἴσα Θεῷ, ἀλλ'  ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπου γενόμενος καὶ ἐν σχήματι εὑρεθεὶς ὡς  ἄνθρωπος· ἐταπείνωσεν  ἑαυτόν,  γενόμενος  ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.» . Καὶ περὶ ἀγάπης δὲ πάλιν συμβουλεύων τοῦτο εἰς μέσον παράγει· «Ἀγαπᾶτε, λέγων,  ἀλλήλους,  καθὼς  καὶ ὁ Χριστὸς ἠγάπησεν  ἡμᾶς καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας.» Καὶ γυναῖκας συνάπτων ἀνδράσιν εἰς ὁμόνοιαν, οὕτω λέγει· «Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας  ἑαυτῶν,  καθὼς  καὶ ὁ Χριστὸς ἠγάπησε τὴν  Ἐκκλησίαν καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ αὐτῆς.» . Καὶ αὐτὸς δὲ δεικνὺς πῶς αὐτῷ τὸ πρᾶγμα περισπούδαστον ἦν καὶ πῶς σφόδρα ἤρα τοῦ πάθους, τὸν πρῶτον τῶν ἀποστόλων, τὴν κρηπῖδα τῆς Ἐκκλησίας, τὸν κορυφαῖον τοῦ χοροῦ τῶν ἀποστόλων καὶ ταῦτα ἐξ ἀγνοίας εἰπόντα «Ἵλεώς σοι, Κύριε, οὐ μὴ ἔσται σοι τοῦτο», ἄκουσον τί ἐκάλεσεν· «Ὕπαγε ὀπίσω μου, Σατανᾶ, σκάνδαλόν μου εἶ»· τῇ ὑπερβολῇ τῆς ὕβρεώς τε καὶ τῆς ἐπιτιμήσεως τὴν πολλὴν περὶ τὸ πρᾶγμα αὐτοῦ σπουδὴν ἐνδεικνύμενος.  . Καὶ τὴν μὲν ἀνάστασιν λάθρα καὶ ἐν παραβύστῳ πεποίηκεν, ἐπιτρέπων αὐτῆς τὴν ἀπόδειξιν τῷ μετὰ ταῦτα χρόνῳ παντί· τὸν δὲ σταυρὸν ἐν μέσῃ τῇ πόλει, ἐν μέσῃ τῇ ἑορτῇ, ἐν μέσῳ τῷ δήμῳ τῶν Ἰουδαίων, ἑκατέρων τῶν δικαστηρίων παρόντων, Ῥωμαϊκῶν τε καὶ Ἰουδαϊκῶν, τῆς ἑορτῆς πάντας συναγούσης, ἐν ἡμέρᾳ μέσῃ, ἐν κοινῷ τῆς οἰκουμένης θεάτρῳ ὑπέμεινε. . Καὶ ἐπειδὴ οἱ παρόντες μόνον ἑώρων τὸ γινόμενον, ἐπέταξε τῷ ἡλίῳ κρυβέντι πανταχοῦ  τῆς οἰκουμένης ἀπαγγεῖλαι  τὸ τόλμημα. Καίτοι πολλοῖς, ὅπερ ἔφθην  εἰπών, σκάνδαλον τὸ πρᾶγμα ἐγίνετο· ἀλλ' οὐ δεῖ τούτοις προσέχειν, ἀλλὰ τοῖς σωζομένοις, τοῖς κατωρθωκόσι. . Καὶ τί θαυμάζεις, εἰ ἐν τῷ παρόντι βίῳ οὕτω λαμπρὸς ὁ σταυρὸς ὡς καὶ δόξαν αὐτὸν καλεῖσθαι Χριστὸν καὶ τὸν Παῦλον ἐπ' αὐτῷ  καυχᾶσθαι; Ἐν γὰρ ἐκείνῃ  τῇ φοβερᾷ καὶ φρικώδει  ἡμέρᾳ, ὅταν  ἔλθῃ  τὴν δόξαν ἐνδεικνύμενος  τὴν ἑαυτοῦ, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ, ὅταν τὸ φοβερὸν  παρῇ  κριτήριον,  ὅταν  πᾶσα ἡ  τῶν  ἀνθρώπων  παραστήκῃ  φύσις,  ὅταν ποταμοὶ πυρὸς καχλάζοντες, ὅταν ἀγγέλων  δῆμοι καὶ τῶν ἄνω δυνάμεων  ἀθρόον ἐκχέωνται  κάτω μετ' αὐτοῦ, ὅταν βραβεῖα τὰ μυρία ἐκεῖνα, ὅταν οἱ μὲν ὡς ἥλιος λάμπωσιν,  οἱ δὲ ὡς  ἀστέρες, . ὅταν  συμμορίαι μαρτύρων,  ὅταν  ἀποστόλων χοροί, ὅταν προφητῶν τάγματα, ὅταν γενναίων  ἀνδρῶν σύλλογοι πάντες εἰς μέσον ἄγωνται,  τότε δή, τότε ἐν ἐκείνῃ τῇ λαμπρότητι, ἐν ἐκείνῃ τῇ περιφανείᾳ, αὐτὸν ἔρχεται φέρων  λαμπρὰς ἀφιέντα  ἀκτῖνας. «Τότε γάρ, φησί, φανήσεται τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ, καὶ ὁ ἥλιος σκοτισθήσεται καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος  αὐτῆς, τὸ δὲ σημεῖον τοῦ σταυροῦ φανήσεται.» . Ὢ πάθους λαμπρότης, ὢ σταυροῦ φαιδρότης· ἥλιος σκοτίζεται καὶ ἄστρα πίπτει ὥσπερ φύλλα, ὁ δὲ σταυρὸς πάντων  ἐκείνων  φανότερον  διαλάμπει, ὅλον κατέχων  τὸν οὐρανόν. Ὁρᾷς πῶς  ἐγκαλλωπίζεται   τούτῳ  ὁ ∆εσπότης;  πῶς  δόξαν  αὐτοῦ  τὸ  πρᾶγμα  ὂν ἀποφαίνει,  ὅταν  ἐν  ἐκείνῃ  δεικνύῃ  αὐτὸν  τῇ  ἡμέρᾳ  τῇ  οἰκουμένῃ  πάσῃ  μετὰ τοσαύτης λαμπηδόνος;

Κεφ. ιηʹ. Ὅτι οὐ μικρὸν ἀπὸ τῶν συμβάντων κέρδος τῇ ἐκκλησίᾳ γέγονεν

Καὶ σὺ τοίνυν, ὅταν ἴδῃς τινὰς ἀπὸ τῶν συμβάντων σκανδαλιζομένους, πρῶτον  μὲν ἐκεῖνο λογίζου ὅτι οὐκ ἐντεῦθεν,  ἀλλ' ἀπὸ τῆς οἰκείας ἀσθενείας τὰ σκάνδαλα ἔχουσι· καὶ δηλοῦσιν οἱ τοῦτο μὴ παθόντες. Ἔπειτα σκόπει ὅτι πολλοὶ καὶ διέλαμψαν ἐντεῦθεν μειζόνως, τὸν Θεὸν δοξάζοντες καὶ μετὰ πάσης εὐχαριστοῦντες σπουδῆς αὐτῷ καὶ ἐπὶ τούτοις. Οὐκοῦν μὴ τοὺς σαλευομένους ὅρα, ἀλλὰ καὶ τοὺς παγίως  ἑστῶτας καὶ ἀκινήτους  μένοντας  καὶ ταύτῃ ἰσχυροτέρους γινομένους·  μὴ τοὺς θορυβουμένους, ἀλλὰ καὶ τοὺς ἐξ οὐρίων πλέοντας καὶ πολλῷ πλείους ὄντας τῶν  παρασυρέντων.  Εἰ δὲ πλείους  ἦσαν ἐκεῖνοι,  κρείττων  εἷς  ποιῶν  τὸ θέλημα Κυρίου ἢ μύριοι παράνομοι.


Κεφ. ιθʹ. Ὅτι πολλοὶ μάρτυρες ἐν τῇ ὑποθέσει ταύτῃ ἐγένοντο καὶ ζῶντες καὶ τετελευτηκότες

 Ἐννόησον  ὅσοι  καὶ  μαρτυρίου  στέφανον  ἀνεδήσαντο.  Οἱ  μὲν  γὰρ ἐμαστιγώθησαν, οἱ δὲ εἰς δεσμωτήριον ἐνεβλήθησαν, οἱ δὲ ἁλύσεις ὡς κακοῦργοι περιέκειντο,  οἱ  δὲ  πατρίδος  ἐξέπεσον,  οἱ  δὲ  οὐσίαν  ἀπέβαλον,  οἱ  δὲ  πρὸς  τὴν ὑπερορίαν μετῳκίσθησαν, οἱ δὲ ἐσφάγησαν, οἱ μὲν καὶ τῇ πείρᾳ, οἱ δὲ τῇ γνώμῃ. .Καὶ γὰρ δοράτων γυμνουμένων  καὶ ξιφῶν ἠκονημένων  καὶ ἀπειλῶν καθ' ἑκάστην ἡμέραν γινομένων καὶ τῶν ἐν ἀρχαῖς θυμοῦ πνεόντων καὶ φόνων ἐπανατεινομένων καὶ μυρίων εἰδῶν κολάσεων καὶ τιμωριῶν, οὐκ εἶξαν, οὐδὲ ἐνέδωκαν, ἀλλ' ἔστησαν ἐπὶ τῆς πέτρας ἀκίνητοι, πάντα καὶ ποιῆσαι καὶ παθεῖν αἱρούμενοι, ὥστε μὴ κοινωνῆσαι  τῇ παρανομίᾳ  τῶν  τὰ τοιαῦτα  τετολμηκότων,  οὐκ ἄνδρες δὲ μόνον, ἀλλὰ καὶ γυναῖκες. . Καὶ γὰρ καὶ γυναῖκες πρὸς τὸν ἀγῶνα ἀπεδύσαντο τοῦτον καὶ ἀνδρῶν πολλαχοῦ μᾶλλον ἠνδρίσαντο. Οὐ γυναῖκες δὲ μόνον, ἀλλὰ καὶ νέοι καὶ μειράκια κομιδῆ. Ταῦτ'  οὖν, εἰπέ μοι, μικρά, τοσοῦτον δῆμον μαρτύρων κερδᾶναι τὴν  Ἐκκλησίαν; Μάρτυρες γὰρ  ἅπαντες  οὗτοι.  Οὐ γὰρ  δὴ  μόνον  ἐκεῖνοι  οἱ  εἰς δικαστήριον ἑλκυσθέντες καὶ θῦσαι κελευσθέντες καὶ μὴ πεισθέντες, παθόντες ἅπερ ἔπαθον, μάρτυρες ἂν εἶεν· ἀλλὰ κἀκεῖνοι οἱ ὑπὲρ ὁτουοῦν τῶν τῷ Θεῷ δοκούντων παθεῖν  τι  καταδεξάμενοι·  καὶ  εἴ  τις  μετὰ  ἀκριβείας  ἐξετάσειεν  οὗτοι  μᾶλλον  ἢ ἐκεῖνοι.   .  Οὐ  γάρ   ἐστιν   ἴσον   ὀλέθρου   τοιούτου   καὶ   ἀπωλείας   ψυχῆς προτεινομένης  καταδέξασθαι παθεῖν  τι καὶ μὴ παραπολέσθαι καὶ ὑπὲρ ἐλάττονος κατορθώματος  τὴν  αὐτὴν  ταύτην  ὑπομεῖναι  τιμωρίαν.  Ὅτι δὲ οὐχ οἱ σφαγέντες μόνον, ἀλλὰ καὶ οἱ παρεσκευασμένοι καὶ γενόμενοι πρὸς τοῦτο ἕτοιμοι, μαρτυρίου στέφανον ἀνεδήσαντο, τοῦτό τε αὐτὸ καὶ ὃ πρότερον εἴρηκα ὅτι ὁ ὑπὲρ ἐλαττόνων σφαγεὶς μάρτυς ἐστὶν ἀπηρτισμένος, ἀπὸ τῆς Παύλου φωνῆς ἀποδεῖξαι τοῦτο πειράσομαι. . Ἀρξάμενος γὰρ ἀπαριθμεῖσθαι τοὺς ἐπὶ τῶν προγόνων λάμψαντας ὁ μακάριος Παῦλος καὶ τὴν ἀρχὴν ἀπὸ τοῦ Ἄβελ ποιησάμενος, εἶτα προελθὼν εἰς τὸν Νῶε, τὸν  Ἀβραάμ, τὸν  Ἰσαάκ, τὸν  Ἰακώβ, ἐπήγαγελέγων·  «Τοιγαροῦν καὶ ἡμεῖς τοσοῦτον ἔχοντες  περικείμενον  ἡμῖν  νέφος  μαρτύρων.» . Καίτοιγε οὐ πάντες ἐσφάγησαν οὗτοι, μᾶλλον  δὲ οὐδὲ εἷς, πλὴν  δυοῖν  ἢ τριῶν,  τοῦ  Ἄβελ  καὶ  τοῦ Ἰωάννου· οἱ δὲ ἄλλοι πάντες οἰκείᾳ τελευτῇ τὸν βίον κατέλυσαν. Καὶ Ἰωάννης  δὲ αὐτὸς οὐ θῦσαι κελευσθεὶς καὶ μὴ καταδεξάμενος ἐσφάγη, οὐδὲ εἰς βωμὸν ἀχθείς, οὐδὲ πρὸς εἴδωλον ἑλκυσθείς, ἀλλ' ὑπὲρ ῥήματος ἑνός. Ἐπειδὴ γὰρ εἶπε τῷ Ἡρώδῃ.«Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου», καὶ τὸ δεσμωτήριον ᾤκησε καὶ τὴν  σφαγὴν  ἐκείνην  ὑπέμεινεν.  . Εἰ δὲ ὁ γάμον  παρανομούμενον ἐκδικήσας, τό γε εἰς αὐτὸν ἧκον–οὐδὲ γὰρ διώρθωσε τὸ κακῶς γεγενημένον,  ἀλλ' εἶπε μόνον, παῦσαι δὲ οὐκ ἴσχυσεν–εἰ τοίνυν  ὁ μόνον εἰπὼν  καὶ μηδὲν οἴκοθεν ἢ τοῦτο εἰσενεγκών, ἐπειδὴ ἀπετμήθη, μάρτυς καὶ μαρτύρων ἐστὶ πρῶτος· οἱ τοσαύτας σφαγὰς ὑπομείναντες καὶ οὐχὶ πρὸς Ἡρώδην, ἀλλὰ πρὸς τοὺς κρατοῦντας τῆς οἰκουμένης  ἁπάσης ἀποδυσάμενοι  καὶ  οὐχὶ  γάμῳ  παρανομουμένῳ,  ἀλλὰ  νόμοις πατρῷοις καὶ θεσμοῖς Ἐκκλησίας ἐπηρεασθεῖσι παραστάντες καὶ διὰ τῶν ῥημάτων καὶ διὰ τῶν πραγμάτων παρρησίαν ἐπιδειξάμενοι καὶ καθ' ἑκάστην ἡμέραν ἀποθνήσκοντες  καὶ  ἄνδρες  καὶ  γυναῖκες  καὶ  παῖδες,  πῶς  οὐκ  ἂν  εἶεν  δίκαιοι μυριάκις εἰς τὸν τῶν  μαρτύρων καταλεγῆναι  χορόν. . Ἐπεὶ καὶ ὁ Ἀβραάμ, μὴ σφάξας τῇ πείρᾳ τὸν υἱόν, τῇ προθέσει ἔσφαξε καὶ φωνῆς ἤκουσεν ἄνωθεν λεγούσης ὅτι· «Οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι' ἐμέ». Οὕτω πανταχοῦ καὶ ἡ γνώμη, ὅταν ἀπηρτισμένη ᾖ ἐπὶ τῆς ἀρετῆς, ὁλόκληρον λαμβάνει τὸν στέφανον. . Εἰ δὲ ἐκεῖνος, υἱοῦ μὴ φεισάμενος, οὕτως  ἀνεκηρύττετο,  οὗτοι ἑαυτῶν  μὴ φεισάμενοι, ἐννόησον   πόσον  λήψονται   μισθόν,  οὐ  μίαν,  οὐ  δύο  καὶ  τρεῖς  ἡμέρας,  ἀλλ' ὁλόκληρον τὸν βίον ἐπὶ τῆς παρατάξεως ἱστάμενοι ταύτης, βαλλόμενοι λοιδορίαις, ὕβρεσιν, ἐπηρείαις, συκοφαντίαις. Οὐδὲ γὰρ τοῦτο μικρόν. ∆ιὸ καὶ ὡς μέγα Παῦλος αὐτὸ θαυμάζει λέγων· «Τοῦτο μὲν ὀνειδισμοῖς καὶ θλίψεσι θεατριζόμενοι, τοῦτο δὲ κοινωνοὶ  τῶν οὕτω πασχόντων γενηθέντες.» . Τί ἄν τις εἴποι τοὺς καὶ αὐτοὺς ἀποθνήσκοντας   καὶ  τοὺς  τὰ  τοιαῦτα  ἀθλοῦντας,   ἀλείφοντας   καὶ  ἄνδρας  καὶ γυναῖκας; Καλῶς δὲ αὐτοὺς καὶ θαυμάζει. Καὶ γὰρ καὶ οὐσίας ἐπέδωκαν πολλοί, ὥστε τοὺς   δεσμώτας   καὶ   τοὺς   ἐξορίστους   ἔχειν   τινὰ   παραμυθίαν   τῆς   τοσαύτης ταλαιπωρίας καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων  μετὰ χαρᾶς προσεδέξαντο κατὰ τὸ ἀποστολικὸν ἐκεῖνο λόγιον· ἕτεροι, οἱ μὲν πατρίδος, οἱ δὲ καὶ αὐτῆς ἐξεβλήθησαν τῆς  ζωῆς.  . Ὁρῶν  τοίνυν  τοσοῦτον  πλοῦτον,  τοσοῦτον  κέρδος,  τοσαύτην ἐμπορίαν  τῇ Ἐκκλησίᾳ συνηγμένην,  τοσούτους θησαυροὺς ἀποτιθεμένους,  πυρὸς σφοδροτέρους γινομένους τοὺς πρότερον ἀναπεπτωκότας καὶ τοὺς θεάτροις προσηλωμένους  εἰς  τὰς  ἐρημίας  ἐξιόντας  καὶ  τὰς  νάπας  καὶ  τὰ  ὄρη ποιοῦντας ἐκκλησίαν  καὶ  οὐδενὸς  ἐξάγοντος   τὴν  ἀγέλην,  εἰς  τὴν  τῶν   ποιμένων   τάξιν μεταστάντα  τὰ πρόβατα καὶ τοὺς στρατιώτας  εἰς τὴν  τοῦ στρατηγοῦ, παρρησίας ἕνεκεν  καὶ  ἀνδρείας  καὶ  πάντας  μετὰ  τῆς  προσηκούσης θερμότητος,  σπουδῆς, ἐμμελείας, τὰς συνάξεις ἐπιτελοῦντας, οὐκ ἐκπλήττῃ καὶ θαυμάζεις, ὅσον ἐκ τούτου κατόρθωμα γέγονεν; . Οὐ γὰρ δὴ μόνον οἱ ὀρθῶς βιοῦντες, ἀλλὰ πολλοὶ καὶ τῶν περὶ τὰ θέατρα μεμηνότων  καὶ ἱπποδρομίας προσεχόντων,  ὑπὸ τοῦ ζήλου πυρὸς σφοδροτέρου πυρωθέντες, πᾶσαν ἐκείνην ἀπέθεντο τὴν μανίαν καὶ κατ' αὐτῶν τῶν ξιφῶν   σχεδὸν  ἐπήδησαν,  πρὸς  ἄρχοντας  παρρησιαζόμενοι,  βασάνων καταφρονοῦντες, ἀπειλῶν καταγελῶντες, δεικνύντες ὅσον ἰσχύει ἀρετὴ καὶ πῶς ἔνι τὸν σφόδρα ἀπολλύμενον, μετανοήσαντα καὶ μεταστάντα αὐτῆς ἅψασθαι τῶν οὐρανῶν  τῆς  ἁψῖδος.  . Τοσαῦτα οὖν  βραβεῖα  ὁρῶν,  τοσούτους  στεφάνους πλεκομένους, τοσαύτην διδασκαλίαν γινομένην,  πόθεν, εἰπέ μοι, σκανδαλίζῃ; Ἀπὸ τῶν ἀπολωλότων,  φησίν. Ἀλλ', ὅπερ ἔφην καὶ λέγων  οὐ παύσομαι, οὗτοι ἑαυτοῖς λογιζέσθωσαν τῆς ἀπωλείας τὴν ὑπόθεσιν. Τοῦτο γὰρ δι' ὅλου ὁ λόγος ἡμῖν ἀγωνιζόμενος  ἔδειξεν. Εἴπω καὶ ἕτερον κατόρθωμα. Πόσοι προσωπεῖον εὐλαβείας περικείμενοι, πόσοι πεπλασμένην πραότητα ἔχοντες, πόσοι μεγάλοι τινὲς εἶναι νομιζόμενοι, καὶ οὐκ ὄντες, ἀθρόον ἐπὶ τοῦ παρόντος διηλέγχθησαν  καιροῦ καὶ τὰ τῆς ἀπάτης αὐτοῖς  διερρύη καὶ ὅπερ ἦσαν ἐφάνησαν,  οὐχ ὅπερ ὑπεκρίνοντο  καὶ ἠπάτων; . Οὐ μικρὸν δὲ τοῦτο, ἀλλὰ καὶ σφόδρα μέγιστον εἰς ὠφέλειαν  τῶν ἐθελόντων  προσέχειν, τὸ διαγνῶναι  τοὺς ἔχοντας τῶν προβάτων τὰς δορὰς καὶ μὴ ἀναμίγνυσθαι τοὺς λύκους τοὺς οὕτω κρυπτομένους τοῖς ὄντως προβάτοις. Καὶ γὰρ κάμινος γέγονεν ὁ καιρὸς οὗτος, τὰ χαλκὸν ἔχοντα τῶν νομισμάτων διελέγχων, τὸν μόλιβδον κατατήκων, τὴν καλάμην κατακαίων, τὰς τιμίας ὕλας τιμιωτέρας ἀποφαίνων.  Τοῦτο καὶ ὁ Παῦλος σημαίνων ἔλεγε· «∆εῖ δὲ καὶ αἱρέσεις εἶναι, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν.»

Κεφ. κʹ. Ὅτι καὶ ἐπὶ τῶν ἀποστόλων χαλεπώτερα συνέβη

Μηδὲν οὖν σε τούτων σκανδαλιζέτω, μὴ ἱερεὺς νῦν φαῦλος γεγενημένος καὶ λύκου παντὸς ἀγριώτερον ἐπιπηδῶν τῇ ἀγέλῃ, μὴ τῶν κρατούντων  τις πολλὴν ὠμότητα ἐνδεικνύμενος. Ἐννόησον γὰρ ὅτι καὶ ἐπὶ τῶν ἀποστόλων συνέβη τούτων χαλεπώτερα. . Ὅ τε γὰρ κρατῶν τότε τὸ σκῆπτρον, τὸ μυστήριον τῆς ἀνομίας ἦν– οὕτω  γὰρ  αὐτὸν   ὁ  Παῦλος  ἐκάλεσε–πᾶν  εἶδος  κακίας  ἐπελθὼν   καὶ  πάντας ἀποκρύψας  τῇ  πονηρίᾳ,  ἀλλ'  οὐδὲν  οὔτε  τὴν  Ἐκκλησίαν, οὔτε  τοὺς  γενναίους ἐκείνους ἄνδρας τοῦτο παρέβλαψεν, ἀλλὰ καὶ λαμπροτέρους ἀπέφηνεν· οἵ τε ἱερεῖς τῶν Ἰουδαίων οὕτω φαῦλοι καὶ πονηροί τινες ἦσαν ὡς κελεύεσθαι τοὺς λαοὺς τὸν ζῆλον  αὐτῶν  τοῦ βίου φεύγειν·  . «Ἐπὶ γὰρ τῆς Μωυσέως καθέδρας, φησὶν  ὁ Σωτήρ, ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι· πάντα οὖν ὅσα ἂν λέγωσιν ὑμῖν ποιεῖν, ποιεῖτε· κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε»· καίτοι τί γένοιτ' ἂν πονηρότερον ἱερέων, ὧν ὁ ζῆλος ἀπολλύειν  ἔμελλε τοὺς μιμουμένους; Ἀλλ' ὅμως καὶ τοιούτων ὄντων  τῶν  τότε  κρατούντων,  οἱ  λάμψαντες,  οἱ  στεφανωθέντες  οὐδὲν παρεβλάβησαν,  ἀλλὰ   μειζόνως   ἐδοξάσθησαν.  Οὐ  τοίνυν   ξενίζεσθαι  χρὴ  τοῖς γινομένοις.  Πανταχοῦ γὰρ πειρασμοὶ τοῖς  νήφουσίν  εἰσι παρεζευγμένοι  ἀπὸ τῶν οἰκείων,  ἀπὸ τῶν  ἀλλοτρίων.  . ∆ιὰ τοῦτο καὶ Παῦλος τὰς νιφάδας  ὁρῶν τῶν κινδύνων  τὰς ἐπαγομένας  αὐτοῖς  καὶ δεδοικὼς  μή τινες  τῶν  μαθητῶν  ἐντεῦθεν θορυβηθῶσι, γράφων  ἔλεγεν· «Ἔπεμψα ὑμῖν Τιμόθεον εἰς τὸ μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσι ταύταις· αὐτοὶ γὰρ οἴδατε ὅτι εἰς τοῦτο κείμεθα.» Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. . Οὗτος ἡμῶν  ὁ βίος, αὕτη τῆς ἀποστολικῆς πολιτείας  ἡ ἀκολουθία, τὸ μυρία πάσχειν κακά. «Εἰς τοῦτο γὰρ κείμεθα,» φησί. Τί ἐστιν· «Εἰς τοῦτο κείμεθα»; Ὥσπερ τὰ ὤνια εἰς τοῦτο παρῆκται εἰς τὸ πωλεῖσθαι, οὕτω καὶ ὁ ἀποστολικὸς βίος εἰς τὸ λοιδορεῖσθαι  καὶ εἰς τὸ πάσχειν  κακῶς, εἰς τὸ μηδέποτε ἀναπνεῖν,  εἰς τὸ μηδεμίαν  ἔχειν  ἀνακωχήν.  . Καὶ ὅσοι νήφουσιν,  οὐ  μόνον  οὐδὲν  ἐντεῦθεν βλάπτονται,  ἀλλὰ καὶ μειζόνως κερδαίνουσι. ∆ιὸ καὶ τούτους, μετὰ τὸ μαθεῖν ὅτι ἑστήκασι γενναίως,  θαυμάζει· καὶ περὶ ἑτέρων δὲ ταῦτα λέγει  ὅτι μετὰ τὰ δεσμὰ αὐτοῦ καὶ τὰς ἁλύσεις περισσοτέρως ἐτόλμων ἀφόβως τὸν λόγον λαλεῖν. . Τί δαὶ ἐπὶ Μωυσέως, εἰπέ μοι; ἐν μέσῃ βαρβάρων χώρᾳ οὐκ ἀφῆκεν ὁ Θεὸς καὶ μάγους τὰ αὐτῶν ἐπιδείξασθαι; οὐχὶ καὶ ταύτης μέμνηται τῆς ἱστορίας ὁ Παῦλος; «Ὃν τρόπον δὲ Ἰαννῆς καὶ Ἰαμβρῆς, φησίν, ἀντέστησαν Μωυσεῖ, οὕτω καὶ οὗτοι ἀντιστήσονται τῇ ἀληθείᾳ.» Οὗτος οὐδέποτε ἐπέλιπεν  οὔτε τὰ σκάνδαλα, οὔτε οἱ στεφανούμενοι διὰ τούτων. Ταῦτ' οὖν ἅπαντα λογίζου καὶ μὴ ταῦτα μόνον, ἀλλὰ καὶ ὅσον κέρδος ἀπὸ τοῦ πράγματος γέγονε. . Κἀκεῖνο σκόπει ὅτι καὶ ἕτεροί τινές εἰσιν ἀπόρρητοι λόγοι τούτων· οὐ γὰρ ἅπαντα εἰδέναι ἡμᾶς δυνατόν· καὶ ὅτι τὰ χρηστότερα ἀπαντήσεται μετὰ ταῦτα καὶ πλείων ἡ παραδοξοποιΐα· ὥσπερ οὖν ἐπὶ τοῦ Ἰωσὴφ ἡ μὲν ἀρχὴ δυσκολίαν εἶχε καὶ μέχρι πολλοῦ προῄει τὰ πράγματα, ἀπεναντίας  εἶναι δοκοῦντα τῇ ὑποσχέσει· ὕστερον δὲ μείζονα τῶν προσδοκηθέντων ἐγένετο. Καὶ ἐπὶ τοῦ σταυροῦ δὲ οὐκ εὐθέως, οὐδὲ ἐν προοιμίοις καὶ ἐν ἀρχῇ τὸ κατόρθωμα ἅπαν ἐβλάστησεν, ἀλλὰ τὸ μὲν σκάνδαλον προῄει καὶ ὀλίγα τινὰ γέγονε σημεῖα θαύματος ἕνεκεν   καὶ   τῆς   διορθώσεως   τῶν   ταῦτα   τολμησάντων   καὶ   εὐθέως   ἅπαντα παρέδραμεν. . Εἰ γὰρ καὶ τὸ καταπέτασμα ἐσχίσθη τοῦ ναοῦ  τότε  καὶ πέτραι ἐρράγησαν καὶ ἥλιος ἐσκοτίσθη, ἀλλὰ ταῦτα ἐν μιᾷ ἡμέρᾳ καὶ ἐν λήθῃ γέγονε παρὰ τοῖς πολλοῖς. Μετὰ δὲ ταῦτα εὐθέως ἐν φυγῇ οἱ ἀπόστολοι, ἐν διώξεσι, ἐν πολέμοις, ἐν ἐπιβουλαῖς, λανθάνοντες,  κρυπτόμενοι, δεδοικότες, οὕτω τὸν λόγον ἐκήρυττον· καὶ ἐν δυναστείᾳ πολλῇ τῶν Ἰουδαίων ὁ δῆμος, ἀγόντων, περιαγόντων, ἑλκόντων, σπαραττόντων τοὺς πιστεύοντας. Καὶ γὰρ τοὺς ἄρχοντας μεθ' ἑαυτῶν ἔχοντες, καθ' ἑκάστην  ἡμέραν  ἦγον  καὶ  περιῆγον  τοὺς  ἀποστόλους.  . Καὶ τί  λέγω  τῶν Ἰουδαίων τὸν δῆμον καὶ ἄρχοντας; Εἷς σκηνορράφος, περὶ δέρματα ἠσχολημένος, ὁ Παῦλος –τί δὲ σκηνορράφου εὐτελέστερον; –τοσαύτῃ ἐκέχρητο τῇ μανίᾳ ὡς σύρειν ἄνδρας καὶ γυναῖκας καὶ παραδιδόναι εἰς φυλακήν· καὶ ὁ σταυρωθεὶς ἠνείχετο ταῦτα ὁρῶν. Ἀλλὰ ὅρα πῶς μετὰ ταῦτα οὗτός τε ὁ διώκτης πάντας ὑπερηκόντισε καὶ τὸ πρᾶγμα ὑπὲρ τὸν ἥλιον διέλαμψε καὶ πᾶσαν κατέσχε τὴν οἰκουμένην.

Κεφ. καʹ. Ὅτι καὶ ἐν τῇ παλαιᾷ καὶ ἐν τῇ καινῇ πολλοὶ οἱ πειρασμοί.

Εἰ δὲ λέγοις·  «Καὶ τίνος  ἕνεκεν  καὶ ἐν  τῇ Παλαιᾷ καὶ ἐν  τῇ  Καινῇ τοσοῦτοι  κίνδυνοι,  τοσοῦτοι  πειρασμοί, τοσαῦται  ἐπιβουλαί;»  μάνθανε  καὶ  τὴν αἰτίαν.  Τίς  οὖν  ἡ  αἰτία;  Παλαίστρα ὁ  παρὼν  βίος  ἐστί,  γυμνάσιον  καὶ  ἀγών, χωνευτήριον,  βαφεῖον ἀρετῆς. Ὥσπερ οὖν οἱ σκυτοδέψαι τὰ δέρματα λαμβάνοντες στύφουσι πρότερον, κατατείνουσι, παίουσι καὶ τοίχοις καὶ λίθοις  προσαράσσοντες καὶ ἑτέραις μυρίαις θεραπείαις αὐτὰ ποιήσαντες ἐπιτήδεια πρὸς τὴν ὑποδοχὴν τῆς
βαφῆς, οὕτω τὸ χρῶμα τὸ τίμιον ἐπάγουσιν· . οἵ τε χρυσοχόοι τὸ χρυσίον εἰς τὸ πῦρ   ἐμβάλλοντες,    τῇ   βασάνῳ   τῆς   καμίνου    παραδιδόασιν,   ὥστε   ποιῆσαι καθαρώτατον· οἵ τε παιδοτρίβαι, ἐν τῇ παλαίστρᾳ πολλοῖς πόνοις τοὺς ἀθλοῦντας γυμνάζουσι, τῶν ἀντιπάλων  σφοδρότερον αὐτοῖς ἐμπίπτοντες,  ἵνα ἐν τῇ γυμνασίᾳ τὸ πᾶν κατορθώσαντες ἐν τοῖς αὐτῶν σώμασιν, ἐπὶ τῶν ἀγώνων  εὐτρεπεῖς ὧσι καὶ παρεσκευασμένοι πρὸς τὰς λαβὰς τῶν ἐχθρῶν καὶ ῥᾳδίως αὐτὰς διαλύσωσιν, οὕτω καὶ  ὁ Θεὸς ἐν  τῷ  παρόντι  βίῳ  ποιεῖ.  . Πρὸς ἀρετὴν  ἐπιτηδείαν  βουλόμενος μετασκευάσαι τὴν ψυχήν, καὶ στύφει καὶ χωνεύει καὶ βασάνῳ πειρασμῶν παραδίδωσιν, ὥστε τούς τε ἀναπεπτωκότας  καὶ διαλελυμένους  σφιγγῆναι, τούς τε δοκίμους δοκιμωτέρους γενέσθαι καὶ ἀχειρώτους ταῖς τῶν δαιμόνων ἐπιβουλαῖς καὶ ταῖς τοῦ διαβόλου παγίσι, καὶ σφόδρα ἐπιτηδείους πρὸς τὴν τῶν μελλόντων  ἀγαθῶν ὑποδοχὴν ἅπαντας. . Ἀνὴρ γάρ, φησίν, ἀπείραστος, ἀδόκιμος· καὶ ὁ Παῦλος· «Ἡ θλῖψις  ὑπομονὴν  κατεργάζεται·  ἡ  δὲ  ὑπομονὴ  δοκιμήν.»  Καρτερικοὺς οὖν  καὶ ὑπομονητικοὺς  ποιῆσαι θέλων, ἀφίησι τὸ νόμισμα διακωδωνίζεσθαι  παντὶ τρόπῳ.. Ταύτης ἕνεκεν  τῆς αἰτίας καὶ τὸν Ἰὼβ ἀφῆκε παθεῖν  ἅπερ ἔπαθεν, ὥστε καὶ δοκιμώτερον  φανῆναι  καὶ ἐμφράξαι τοῦ διαβόλου  τὸ στόμα· διὰ τοῦτο καὶ τοὺςἀποστόλους  ἀφῆκεν  ὥστε  κἀκείνους  ἀνδρειοτέρους  γενέσθαι  καὶ  τὴν  οἰκείαν δύναμιν ταύτῃ ἐπιδείξασθαι. Καὶ γὰρ καὶ αὕτη αἰτία οὐ μικρά. ∆ιὸ καὶ Παύλῳ ἔλεγε ζητοῦντι ἄνεσιν καὶ ἀπαλλαγὴν τῶν κατεχόντων  κακῶν· «Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται.»

 Κεφ. κβʹ. Ὅτι καὶ τοὺς εὐγνωμόνως δικάζοντας οὐ μόνον οὐ σκανδαλίζει ἀλλὰ καὶ ὠφελεῖ τὰ τῶν πειρασμῶν, κἂν Ἕλληνες τύχωσιν ὄντες

Καὶ γὰρ  οἱ  μηδέπω  τῷ  λόγῳ  τοῦ  Χριστιανισμοῦ προσελθόντες  καὶ ἐντεῦθεν  μειζόνως, ἐὰν νήφωσι, κερδαίνουσι. Καὶ γὰρ ὅταν ἴδωσιν ἀδικουμένους, λοιδορουμένους, δεσμωτήριον οἰκοῦντας, ἐπηρεαζομένους, ἐπιβουλευομένους, ἀποτεμνομένους, καιομένους, καταποντιζομένους  καὶ μηδενὶ τῶν δεινῶν εἴκοντας, ἐννόησον ὅσον ἔχοντες θαῦμα τῶν παραδόξων τούτων ἀθλητῶν ἀπήρχοντο καὶ οἱ τότε  καὶ  οἱ  νῦν,  ὥστε οὐ  μόνον  οὐκ  ἐργάζεται  σκάνδαλον  τὰ  γεγενημένα  τοῖς νήφουσιν,  ἀλλὰ καὶ πλείονος  διδασκαλίας ὑπόθεσις γίνεται.  . ∆ιὸ καὶ Παῦλος ἤκουσε ταῦτα, ὅτι· «Ἡ δύναμίς  μου ἐν ἀσθενείᾳ τελειοῦται.»  Τοῦτο καὶ ἐπὶ τῆς Παλαιᾶς καὶ ἐπὶ τῆς Καινῆς ἔστιν εὑρεῖν. Ἐννόησον γὰρ τί πάσχειν εἰκὸς ἦν τὸν Ναβουχοδονόσορ ὑπὸ τριῶν παίδων, δούλων, αἰχμαλώτων,  δεδεμένων, πυρπολουμένων,  τοσούτου στρατοπέδου παρόντος  ἡττώμενον  καὶ μὴ δυνάμενον τριῶν  περιγενέσθαι σωμάτων  δεδουλωμένων,  ὑποκειμένων,  πατρίδος ἐκπεπτωκότων, ἐλευθερίας, τιμῆς, δυναστείας, χρημάτων, πόρρω τῶν οἰκείων ἀπῳκισμένων. Εἰ δὴ μὴ συνεχωρήθη ὁ ἐμπρησμὸς ἐκεῖνος, οὐκ ἂν οὕτω λαμπρὸν τὸ βραβεῖον ἐγένετο, οὐκ ἂν οὕτω φαιδρὸς ὁ στέφανος. . Ἐννόησον τί πάσχειν εἰκὸς ἦν  τὸν  Ἡρώδην  ὑπὸ δεσμώτου ἐλεγχόμενον  καὶ ὁρῶντα  οὐδὲ ἀπὸ τῆς ἁλύσεως ἐνδιδόντα   τῇ  παρρησίᾳ,  ἀλλ'  αἱρούμενον   σφαγῆναι   μᾶλλον   ἢ  προέσθαι  τὴν καλλίστην ἐλευθεροστομίαν ἐκείνην. . Ἐννόησον τίς ὁρῶν ταῦτα καὶ ἀκούων καὶ τῶν  τότε ζώντων  καὶ τῶν  μετὰ ταῦτα γενομένων,  κἂν σφόδρα ἀναπεπτωκὼς  ᾖ, νοῦν  δέ  τινα  ἔχων  βραχύν,  πῶς  τὰ  μέγιστα  κερδάνας  ἄπεισι.  Μὴ γάρ  μοι  τὰ καθάρματα τῶν  ἀνοήτων  εἴπῃς, τοὺς βλᾶκας καὶ αὐτόσαρκας ὄντας καὶ φύλλων κουφοτέρους.  Οὗτοι γὰρ  οὐχὶ  τούτοις  μόνον,  ἀλλὰ  καὶ  παντὶ  σχεδὸν  γενομένῳ προσπταίουσιν· ὡς  καὶ ὁ Ἰουδαίων  δῆμος καὶ μάννα  ἐσθίων  καὶ ἄρτον,  ὁμοίως δυσάρεστος ἦν, καὶ ἐν Αἰγύπτῳ ὢν καὶ ἀπαλλαγεὶς Αἰγύπτου καὶ παρόντος Μωυσέως καὶ  ἀπελθόντος.  . Ἀλλ'  ἐκείνους  εἰς  μέσον  ἄγε  μοι,  τοὺς  νήφοντας,   τοὺς ἐγρηγορότας καὶ λογίζου πόσην εἰκὸς αὐτοὺς ἐντεῦθεν καρπώσασθαι τὴν ὠφέλειαν, ὁρῶντας ψυχὴν ἀπερίτρεπτον, φρόνημα ἀδούλωτον, γλῶτταν παρρησίας γέμουσαν, ἄνθρωπον ἐρημοπολίτην βασιλέως περιγενόμενον, δεσμούμενον καὶ οὐκ ἐνδιδόντα, ἀποτεμνόμενον  καὶ οὐ σιωπῶντα· καὶ μηδὲ μέχρι τούτων  στῇς, ἀλλὰ καὶ τὰ μετὰ ταῦτα ἐξέταζε. . Ἀπέτεμεν ὁ Ἡρώδης, ἀπετμήθη ὁ Ἰωάννης. Τίς οὖνἐστιν ἐν τοῖς ἁπάντων  μακαρισμοῖς; τίς ζηλωτός; τίς ἀνακηρύττεται; τίς στεφανοῦται; τίς ἐγκωμιάζεται; τίς ἐπαινεῖται; τίς θαυμάζεται; τίς μέχρι σήμερον ἐλέγχει; . Οὐ καθ' ἑκάστην Ἐκκλησίαν ὁ μὲν βοᾷ· «Οὐκ ἔξεστί σοι ἔχειν  τὴν γυναῖκα  Φιλίππου τοῦ ἀδελφοῦ σου·» ὁ δὲ στηλιτεύεται καὶ μετὰ τελευτὴν ἐπὶ τῇ μοιχείᾳ καὶ τῇ παρανομίᾳ καὶ τῇ θρασύτητι; Σκόπει δὲ μετὰ τῶν εἰρημένων, ὅση τοῦ δεσμώτου ἡ δύναμις καὶ τοῦ τυράννου ἡ ἀσθένεια. . Ὁ μὲν γὰρ οὐκ ἴσχυσε μίαν ἐπιστομίσαι γλῶτταν, ἀλλ' ἀνελὼν  αὐτήν, μυρία ἀντ' ἐκείνης καὶ μετ' ἐκείνης ἠνέῳξε στόματα· ὁ δὲ καὶ τότε αὐτὸν εὐθέως ἐφόβησε μετὰ τὴν σφαγήν –οὕτω γὰρ αὐτοῦ τὸ συνειδὸς κατέσειεν ὁ φόβος, ὡς νομίζειν αὐτὸν τότε καὶ ἐκ νεκρῶν ἀναστάντα θαυματουργεῖν–, καὶ νῦν δὲ καὶ ἐξ ἐκείνου διὰ παντὸς τοῦ χρόνου κατὰ πᾶσαν αὐτὸν ἐλέγχει τὴν οἰκουμένην καὶ δι' ἑαυτοῦ καὶ δι' ἑτέρων. . Ἕκαστος γὰρ τὸ Εὐαγγέλιον ἀναγινώσκων τοῦτο, λέγει·  «Οὐκ ἔξεστί σοι ἔχειν  τὴν  γυναῖκα  Φιλίππου  τοῦ ἀδελφοῦ  σου»·  καὶ τοῦ Εὐαγγελίου  χωρὶς  ἐν  συλλόγοις  καὶ  συνουσίαις, ταῖς  οἴκοι,  ταῖς  ἐν  ἀγορᾷ, ταῖς ἁπανταχοῦ, κἂν εἰς τὴν Περσῶν χώραν ἀπέλθῃς, κἂν εἰς τὴν Ἰνδῶν,  κἂν εἰς τὴν Μαύρων, κἂν ὅσην ἥλιος ἐφορᾷ γῆν καὶ πρὸς αὐτὰς τὰς ἐσχατιάς, ταύτης ἀκούσῃς τῆς φωνῆς  καὶ ὄψει τὸν δίκαιον ἐκεῖνον  ἔτι καὶ νῦν βοῶντα, ἐνηχοῦντα  καὶ τὴν κακίαν ἐλέγχοντα τοῦ τυράννου καὶ οὐδέποτε σιγῶντα, οὐδὲ τῷ πλήθει τοῦ χρόνου τὸν ἔλεγχον μαραινόμενον. . Τί τοίνυν ἀπὸ τῆς τελευτῆς παρεβλάβη ὁ δίκαιος ἐκεῖνος; τί δὲ ἀπὸ τοῦ βιαίου θανάτου; τί δὲ ἀπὸ τῆς ἁλύσεως; τί δὲ ἀπὸ τοῦ δεσμωτηρίου; Τίνας  δὲ  οὐκ  ὤρθωσε τῶν  νοῦν  ἐχόντων,  ἀφ' ὧν  εἶπεν,  ἀφ' ὧν ἔπαθεν, ἀφ' ὧν ἔτι καὶ νῦν κηρύττει τὰ αὐτὰ ἃ καὶ τότε ζῶν; Μὴ τοίνυν λέγε· «∆ιὰ τί συνεχωρήθη ἀποθανεῖν;» Οὐ γὰρ θάνατος ἦν, ἀλλὰ στέφανος τὸ γεγενημένον,  οὐ τελευτή, ἀλλὰ μείζονος ζωῆς προοίμια. Μάθε φιλοσοφεῖν  καὶ οὐ μόνον οὐδὲν ἐκ τῶν τοιούτων βλαβήσῃ, ἀλλὰ καὶ τὰ μέγιστα κερδανεῖς. . Τί δὲ ἡ Αἰγυπτία γυνή; Οὐ κατηγόρησεν; οὐκ ἐσυκοφάντησεν; οὐκ ἔδησε τὸν δίκαιον; οὐκ εἰς δεσμωτήριον ἐνέβαλεν; οὐ τὸν περὶ τῶν ἐσχάτων ἐπεκρέμασεν αὐτῷ κίνδυνον; οὐκ ἀνεῖλε, τό γε εἰς αὐτὴν ἦκον; οὐ πονηρὰν περιέθηκε δόξαν; Τί οὖν αὐτὸν παρέβλαψεν ἢ τότε, ἢ νῦν; Καθάπερ γὰρ πυρὸς ἄνθρακες ὑπὸ ἀχύρων καλυφθέντες,  παρὰ μὲν τὴν ἀρχὴν σκιάζεσθαι δοκοῦσιν, ἀθρόον δὲ διαφαγόντες τὰ ἐπικείμενα, δι' αὐτῶν ἐκείνων τῶν ἀχύρων ὑψηλοτέραν ἀνάπτουσι τὴν φλόγα· οὕτω δὴ καὶ ἡ ἀρετή, κἂν ἐπηρεάζεσθαι δοκῇ, ὕστερον δὴ δι' αὐτῶν τῶν κωλυμάτων  μειζόνως ἀνθεῖ καὶ εἰς αὐτὸν φθάνει τὸν οὐρανόν. . Τί γὰρ μακαριώτερον γένοιτ' ἂν τοῦ νεανίσκου ἐκείνου διὰ τὴν συκοφαντίαν, διὰ τὴν ἐπιβουλήν, οὐ διὰ τὸν θρόνον τὸν ἐν Αἰγύπτῳ, οὐδὲ διὰ τὴν ἐκεῖ βασιλείαν; Πανταχοῦ  γὰρ τοῖς  πάθεσιν  αἱ δόξαι καὶ αἱ εὐδοκιμήσεις καὶ οἱ στέφανοί  εἰσι  συγκεκληρωμένοι.  Οὐχὶ  καὶ  τοῦτον  . πάντες  πανταχοῦ  τῆς οἰκουμένης  ᾄδουσι; . Καὶ χρόνου τοσούτου πλῆθος οὐκ ἐμάρανεν αὐτοῦ τὴν μνήμην,  ἀλλὰ  τῶν  βασιλικῶν  εἰκόνων  λαμπρότερόν  τε καὶ διαρκέστερον αἱ τῆς ἀρετῆς καὶ τῆς σωφροσύνης αὐτοῦ πανταχοῦ τῆς οἰκουμένης ἀνάκεινται εἰκόνες, ἐν τῇ Ῥωμαίων, ἐν τῇ βαρβάρων χώρᾳ, ἐν τῷ ἑκάστου συνειδότι, ἐν τῇ ἑκάστου . γλώττῃ. . Καὶ ὁρῶμεν αὐτὸν ἅπαντες κατεχόμενον, ἀρχόμενον, συμβουλεύοντα τῇ ἀθλίᾳ καὶ ταλαιπώρῳ πόρνῃ τὰ δέοντα καὶ τὰ παρ' ἑαυτοῦ πάντα εἰσφέροντα εἰς τὴν   ἐκείνης   σωτηρίαν,   ἐντρέποντα   αὐτῆς  τὴν   ἀναισχυντίαν,   σβεννύντα   τὴν κάμινον, χειμῶνος ἐξαρπάσαι ἐπιχειροῦντα χαλεποῦ καὶ εἰς τὴν γαλήνην ὁρμίζοντα· εἶτα ἐπειδὴ τὸ κλυδώνιον  ὑπερέσχε καὶ ὑπέραντλον τὸ πλοῖον γέγονε, ναυαγούσης ἐκείνης, φεύγοντα τὰ κύματα καὶ ἐπὶ τὴν στερεὰν τῆς σωφροσύνης πέτραν τρέχοντα καὶ τὰ ἱμάτια ἐν ταῖς ἐκείνης καταλιμπάνοντα  χερσὶ καὶ τῶν τὰς πορφυρίδας περιβεβλημένων  λαμπρότερον  ἐν τῇ γυμνότητι  φαινόμενον  καὶ καθάπερ ἀριστέα τινὰ  καὶ τροπαιοῦχον  φαιδρόν,  τὸ τρόπαιον  ἱστῶντα  τῆς σωφροσύνης. . Καὶ οὐδὲ ἐν τούτοις καταλύομεν τὴν μνήμην, ἀλλὰ περαιτέρω προϊόντες, ὁρῶμεν αὐτὸν πάλιν  εἰς δεσμωτήριον ἀπαγόμενον, δεδεμένον, αὐχμῶντα,  πολὺν ἐκεῖ τηκόμενον χρόνον.  Καὶ διὰ ταῦτα  μάλιστα θαυμάζομεν πάλιν  αὐτόν,  μακαρίζομεν, ἐκπληττόμεθα,  ἐπαινοῦμεν.  Κἂν σώφρων  τις  ᾖ,  ἐννοῶν   αὐτὸν  σωφρονέστερος γίνεται· κἂν ἀκόλαστος, τάχιον τῷ διηγήματι πρὸς σωφροσύνην μεθίσταται καὶ ὑπὸ τῆς ἱστορίας ἀμείνων  καθίσταται. . Ταῦτα τοίνυν  ἅπαντα ἀναλέγοντες,  μηδὲν θορυβεῖσθε, ἀλλὰ καὶ κερδαίνετε ἐκ τῶν γινομένων· καὶ ἡ τῶν ἀθλούντων  ὑπομονὴ γινέσθω καρτερίας ὑμῖν διδάσκαλος καὶ πάντα τὸν βίον τῶν γενναίων  καὶ ὑψηλῶν ἀνδρῶν ὁρῶντες διὰ τοιούτων  ὑφαινόμενον,  μὴ συγχεῖσθε, μηδὲ ταράττεσθε, μήτε τοῖς ἰδίοις, μήτε τοῖς κοινοῖς πειρασμοῖς· καὶ γὰρ καὶ ἡ Ἐκκλησία ἐξ ἀρχῆς οὕτως ἐτράφη, οὕτως ηὐξήθη. Μηδὲν οὖν ξενίζεσθε· οὐδὲν γὰρ ἀπεικὸς γέγονεν. . Ἀλλ' ὥσπερ ἐπὶ τῶν βιωτικῶν, οὐκ ἔνθα ἄχυρα καὶ χόρτος, οὐδὲ ἔνθα ἄμμος, ἀλλ' ἔνθα χρυσίον καὶ μαργαρῖται, ἐκεῖ πειραταὶ καὶ καταποντισταὶ καὶ λῃσταὶ καὶ τοιχωρύχοι συνεχῶς ἐνοχλοῦσι καὶ ἐπιβουλεύουσιν, οὕτω καὶ ὁ διάβολος ἔνθα ἂν ἴδῃ πλοῦτον συναγόμενον τὸν κατὰ ψυχὴν καὶ εὐπορίαν εὐσεβείας ἐπιτεινομένην,  ἐκεῖ τὰ μηχανήματα ἵστησι καὶ προσάγει. Ἀλλ' ἐὰν οἱ ἐπιβουλευόμενοι νήφωσιν, οὐ μόνον οὐδὲν ἐλαττοῦνται ἐντεῦθεν, ἀλλὰ καὶ μείζονα τὸν πλοῦτον τῆς ἀρετῆς συνάγουσιν· ὃ δὴ καὶ νῦν γέγονε.

Κεφ. κγʹ. Ὅτι μέγιστον σημεῖον τῆς εὐδοκιμήσεως τῆς Ἐκκλησίας τὰ γινόμενα καὶ πολλοὺς ταῦτα ὠφέλησεν


Καὶ μέγιστον ἄν τις τοῦτο σημεῖον καὶ τοῦ πλούτου τῶν κατορθωμάτων καὶ τῆς ἀνδρείας, τῆς Ἐκκλησίας ποιήσειεν. Ὅτε γὰρ εἶδεν αὐτὴν ὁ πονηρὸς δαίμων ἐκεῖνος ἀνθοῦσαν, εὐδοκιμοῦσαν, ἐν βραχείᾳ καιροῦ ῥοπῇ πρὸς ὕψος ἀνενεχθεῖσαν, πολλὴν σπουδὴν ἐν αὐτῇ γινομένην καὶ τὴν μὲν τῶν εὐδοκιμούντων ἐπὶ τὸ βέλτιον ἐπίδοσιν, τῶν ἐν ἁμαρτίαις ζώντων τὴν εἰς μετάνοιαν μετάστασιν, πᾶσαν τὴν οἰκουμένην ἀπὸ τῆς πόλεως ταύτης κατηχουμένην· πάντα ἐκίνησεν αὐτοῦ τὰ μηχανήματα καὶ ἐμφυλίους ἀνῆψε πολέμους. . Καὶ καθάπερ ἐπὶ τοῦ Ἰώβ, νῦν μὲν τὴν  ἀποβολὴν  τῶν  χρημάτων,  νῦν  δὲ τὴν  ἀπαιδίαν,  νῦν  δὲ τὴν  ἀρρωστίαν τοῦ σώματος, νῦν δὲ τῆς γυναικὸς  τὴν γλῶτταν,  νῦν δὲ τῶν φίλων  τὰ ὀνείδη καὶ τὰ σκώμματα καὶ τὰς λοιδορίας ἐκίνει κατὰ τοῦ δικαίου καὶ πᾶν εἶδος μηχανημάτων προσῆγεν· οὕτω καὶ ἐπὶ τῆς Ἐκκλησίας, διὰ φίλων,  δι' ἐχθρῶν, διὰ τῶν εἰς κλῆρον τελούντων,  διὰ τῶν εἰς στρατείαν καταλεγομένων,  διὰ τῶν ἐπισκοπῇ τετιμημένων, διὰ πολλῶν  καὶ παντοδαπῶν  προσώπων τὰ παρ' ἑαυτοῦ ἐκίνησεν. . Ἀλλ' ὅμως καὶ   τοσαῦτα   μηχανησάμενος,   οὐ   μόνον   αὐτὴν   οὐκ   ἐσάλευσεν,   ἀλλὰ   καὶ λαμπροτέραν ἐποίησεν. Οὐ γὰρ οὕτω τότε μὴ ἐνοχλουμένη  πάντας ἐπαίδευσεν ὡς νῦν   τὴν   οἰκουμένην   διδάσκει  καρτερεῖν,  ἐγκρατεύεσθαι,  φέρειν   πειρασμούς, ὑπομονὴν ἐπιδείκνυσθαι, καταφρονεῖν τῶν βιωτικῶν, μηδὲν ἡγεῖσθαι πλοῦτον, καταγελᾶν   τιμῆς,   ὑπερορᾶν   θανάτου,   καταφρονεῖν   ζωῆς,   πατρίδα   παρορᾶν, οἰκείους, φίλους, συγγενεῖς, πρὸς σφαγὰς ἀποδύεσθαι παντοδαπάς, κατὰ ξιφῶν κυβιστᾶν,  τὰ  λαμπρὰ  ἅπαντα  τοῦ  παρόντος  βίου,  τιμὰς  λέγω  καὶ  δόξας  καὶ δυναστείαν καὶ τρυφήν,  τῶν  ἠρινῶν  ἀνθῶν  εὐτελέστερα εἶναι  νομίζειν.  . Καὶ ταῦτα  οὐχ εἷς παιδεύει  μόνον,  οὐδὲ δύο καὶ τρεῖς, ἀλλὰ  πᾶς ὁ λαὸς καὶ οὐ διὰ ῥημάτων μόνον, ἀλλὰ καὶ διὰ πραγμάτων  δι' ὧν πάσχουσι, δι' ὧν νικῶσι, δι' ὧν περιγίνονται  τῶν ἐπιβουλευόντων,  δι' ὧν ἀδάμαντος στερρότερον καὶ πέτρας ἰσχυρότερον ἅπαντα στέγουσιν, οὐχ ὅπλα κινοῦντες, οὐ πόλεμον ἀναρριπίζοντες, οὐ τόξον, οὐ βέλη ἀφιέντες, ἀλλ' ὑπομονῆς τεῖχος ἕκαστος περιβεβλημένος, ἐμμελείας, πραότητος, ἀνδρείας, τῷ πάσχειν κακῶς τοὺς ποιοῦντας ἐκ πολλοῦ τοῦ περιόντος καταισχύνοντες.

Κεφ. κδʹ. Ὅτι οἱ ταῦτα παρανομήσαντες καὶ ἐντεῦθεν δίκην διδόασι

Νῦν γοῦν οὗτοι μὲν φαιδρῷ τῷ προσώπῳ, ἐλευθέροις τοῖς ὀφθαλμοῖς, παρρησίᾳ ἀφάτῳ κεχρημένοι, εἰς ἀγορὰν ἐμβάλλουσιν, ἐν οἰκίαις στρέφονται, πρὸς τὴν   σύναξιν   αὐτομολοῦσιν·   οἱ   δὲ   ταῦτα   ἐργασάμενοι,   καθ'   ἕκαστον   τῶν μηχανημάτων   ὧν   προσάγουσιν,  ἐγκαλυπτόμενοι   καὶ  πονηρὸν   ἔνδον   ἔχοντες συνειδός, τρέμοντες, δεδοικότες, οὕτω περιίασι. . Καὶ καθάπερ τὰ δυσθάνατα τῶν θηρίων μετὰ προτέραν καὶ δευτέραν πληγὴν σφοδροτέρως ἐπιπίπτοντα ταῖς αἰχμαῖς τῶν δοράτων, χαλεπωτέραν καθ' ἑαυτῶν ὠθεῖ τὴν πληγήν, τὰ τραύματα εἰς αὐτὰ τὰ σπλάγχνα δεχόμενα· καὶ τὰ κύματα ταῖς πέτραις ῥηγνύμενα, τῇ σφοδροτέρᾳ ῥύμῃ ἑαυτὰ  ἀφανίζει  καὶ  διαλύει·  οὕτω  δὴ καὶ  οὗτοι  δι' ὧν  ἐπιβουλεύουσιν,  ἑαυτοῖς μᾶλλον ἢ ἑτέροις τὰ βάραθρα ἀνορύττουσιν. . Οἱ μὲν γὰρ ἐπιβουλευόμενοι τὴν οἰκουμένην,  ἐραστὰς  ἔχουσιν,  ἐπαινέτας,  θαυμαστάς,  ἀνακηρύττοντας, στεφανοῦντας, τοὺς εἰδότας, τοὺς οὐκ εἰδότας, τοὺς ἀπὸ τῶν πραγμάτων, τοὺς ἀπὸ τῆς φήμης τὰ ἐκείνων μανθάνοντας, τοὺς συναλγοῦντας μυρίους, τοὺς συναγωνιζομένους, τοὺς τὰ χρηστὰ συνευχομένους αὐτοῖς πάντας· οἱ δὲ ἐπιβουλεύοντες  τοὺς μισοῦντας τοσούτους καὶ πολλῷ  πλείους, τοὺς κατηγόρους, τοὺς  διαβάλλοντας,  τοὺς  ἐλέγχοντας,  τοὺς  καταισχύνοντας,  τοὺς  ἐπαρωμένους μυρία, τοὺς ἐπιθυμοῦντας αὐτοὺς ἰδεῖν ἐν κολάσει καὶ τιμωρίᾳ. . Καὶ ταῦτα μὲν ἐνταῦθα· τὰ δὲ ἐκεῖ ποῖος παραστήσει λόγος; Εἰ γὰρ ἕνα τις σκανδαλίσας τοσαύτῃ κολάσει κατακρίνεται, ὡς συμφέρειν μύλον κρεμασθῆναι ἐπὶ τὸν τράχηλον  αὐτοῦ καὶ καταποντισθῆναι εἰς τὴν θάλασσαν· ἐννόησον πόσας δώσουσιν οὗτοι δίκας ἐν τῷ φοβερῷ δικαστηρίῳ τότε ἐκείνῳ, πόσας ὑποστήσονται τιμωρίας, τό γε εἰς αὐτοὺς ἧκον, τὴν οἰκουμένην ταράξαντες ἅπασαν, τοσαύτας ἀνατρέψαντες Ἐκκλησίας, τοσαύτῃ πολεμήσαντες εἰρήνῃ, μυρία πανταχοῦ  σκάνδαλα θέντες; . Οἱ δὲ παρ' ἐκείνων  παθόντες  ἅπερ ἔπαθον, μετὰ τῶν  μαρτύρων, μετὰ τῶν  ἀποστόλων, μετὰ τῶν γενναίων  καὶ ὑψηλῶν ἀνδρῶν στήσονται, λάμποντες ἀπὸ τῶν κατορθωμάτων, ἀπὸ τῶν παθῶν, ἀπὸ τῶν στεφάνων, ἀπὸ τῶν βραβείων, ἀπὸ τῆς πολλῆς παρρησίας.
Καὶ ὄψονται μὲν αὐτοὺς κολαζομένους, ἐξαρπάσαι δέ, κἂν μυριάκις βουληθῶσι, τῆς  κολάσεως  οὐ  δυνήσονται·  ἀλλὰ  θήσουσι  μὲν  ἱκετηρίαν   οὗτοι,  οὐδὲν  δὲ ὀνήσουσιν. Εἰ γὰρ ὁ πένητα ἕνα παραδραμὼν τὸν Λάζαρον τοσαύτην ὑπέμεινε δίκην καὶ οὐδεμιᾶς ἔτυχε παραμυθίας, τί πείσονται οὗτοι, τοσούτους διώξαντες καὶ σκανδαλίσαντες; . Ταῦτ' οὖν ἅπαντα λογιζόμενοι  καὶ ὅσα τούτοις ἐοικότα ἀπὸ τῶν θείων συλλέγοντες Γραφῶν, ἑαυτοῖς μὲν τεῖχος ἀσφαλές, τοῖς δὲ ἀσθενεστέροις ἔτι   φάρμακα   ταῦτα   κατασκευάζοντες   τὰ   διηγήματα,   στήκετε   ἑδραῖοι   καὶ ἀμετακίνητοι,  τὰ ὑποκείμενα  ὑμῖν ἀγαθὰ ἀναμένοντες.  . Πάντως γάρ, πάντως κείσεται ὑμῖν ἀμοιβή, οὐ τῶν  πόνων  ἴση, ἀλλ' ἐκ πολλοῦ τοῦ περιόντος  ἄφατος. Τοιοῦτος γὰρ ὁ φιλάνθρωπος  Θεός· μετὰ πολλῆς  τῆς φιλοτιμίας  τοὺς ἀγαθόν  τι ποιεῖν   ἢ   λέγειν   προαιρουμένους   ταῖς   ἀντιδόσεσι   καὶ   ταῖς   ἀμοιβαῖς   νικᾶν ἐσπούδακεν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |