Ιωάννης Χρυσόστομος
Τόμος 53
Λόγος παραινετικός είς τήν είσοδο της Αγίας Τεσσαρακοστής
ΟΜΙΛΙΑ ΛΓ’. «Ἄβραμ δὲ ἦν, πλούσιος σφόδρα κτήνεσι, καὶ ἀργυρίῳ, καὶ χρυσίῳ. Καὶ ἐπορεύθη, ὅθεν ἦλθεν, εἰς τὴν ἐρήμων Βεθήλ, ἕως τοῦ τόπου, οὐ ἦν ἡ σκηνὴ αὐτοῦ τὸ πρότερον ἀνὰ μέσον Βεθήλ, καὶ ἀνὰ μέσον Ἀγγαί, εἰς τὸν τόκον τοῦ θυσιαστηρίου, οὐ ἐποίησεν ἐκεῖ τὴν ἀρχήν».
α’. Ὁρῶν ὑμῶν σήμερον τὴν μετὰ προθυμίας ἐνταῦθα σύναξιν, καὶ τὸν περὶ τὴν ἀκρόασιν πόθον, βούλομαι χρέος ὑμῖν καταθεῖναι, ὅπερ ὀφείλομεν τῇ ὑμετέρᾳ ἀγάπῃ. Καὶ οἶδα ὅτι αὐτοὶ μὲν ἴσως ἐπιλέλησθε, διὰ τὸ πολλὰς ἐν τῷ μεταξὺ παρελθεῖν ἡμέρας, καὶ ἐφ’ ἑτέρα ἡμῖν ἐξελκυσθῆναι τὴν διάλεξιν. Ἡ γὰρ τῆς ἁγίας ἑορτῆς παρουσία τὴν ἀκολουθίαν ἡμῖν διέκοψεν. Οὐδὲ γὰρ ἦν εὔλογον τὸν σταυρὸν ἡμᾶς ἑορτάζοντας τοῦ Δεσπότου, περὶ ἕτερα ἡμῖν τὴν διδασκαλίαν γίνεσθαι· ἀλλ’ ἐχρῆν καθ· ἕκαστον καιρὸν τὴν ἁρμόττουσαν ὑμῖν παρατιθέναι τράπεζαν. Διὰ τοι τοῦτο ἡνίκα ἡ τῆς παραδόσεως ἔφθασεν ἡμέρα, τὴν ἀκολουθίαν διατεμόντες τῆς διδασκαλίας, τοῦ κατεπείγοντος γενόμενοι, ἐπὶ τὸν προδότην τὴν γλῶτταν ἐπαφήκαμεν, καὶ πάλιν τὰ κατὰ τὸν σταυρὸν ὑμῖν εἰς μέσον προεθήκαμεν. Εἶτα ἀναστάσεως ἡμέρας καταλαβούσης, ἀναγκαῖον ἦν τὰ περὶ τῆς ἀναστάσεως τοῦ Δεσπότου διδάξαι τὴν ὑμετέραν ἀγάπην, καὶ πάλιν ἐν ταῖς ἐφεξῆς ἡμέραις τῆς ἀναστάσεως τὴν ἀπόδειξιν ὑμῖν παρασχεῖν διὰ τῶν μετὰ ταῦτα γεγενημένων θαυμάτων, ὅτε καὶ τῶν Πράξεων τῶν ἀποστολικῶν ἐπιλαβόμενοι, ἐκεῖθεν, ὑμῖν συνεχῆ τὴν ἑστίασιν παρεθήκαμεν, πολλὴν τὴν παραίνεσιν καθ’ ἑκάστην πρὸς τοὺς νεωστὶ τῆς χάριτος ἀξιωθέντας ποιησάμενοι. Νῦν οὖν ἀναγκαῖον τοῦ χρέους ὑμᾶς ὑπομνῆσαι, καὶ τότε τὴν ἔκτισιν ποιήσασθαι.
Εἰ γὰρ καὶ αὐτοὶ διὰ τὸ ὑπὸ πολλῶν περιέλκεσθαι φροντίδων οὐδὲ ἴστε τοῦ χρέους τὴν φύσιν, ἅτε καὶ γυναικὸς φροντίδα ἔχοντες, καὶ παίδων ἐπιμελούμενοι, καὶ καὶ ὑπὲρ τῆς καθημερινῆς τροφῆς σπουδάζοντές, καὶ ἑτέραις πολλαῖς βιωτικαῖς περιελκόμενοι φροντίσιν· ἀλλ’ ὑμεῖς ὑπ’ οὐδενὸς τούτων ὀχλούμενοι, καὶ τοῦ χρέους ὑμᾶς ὑπομιμνήσκομεν, καὶ πρὸς τὴν ἀπόδοσιν παρασκευαζόμεθα. Καὶ μὴ θαυμάσητε, εἰ τοσαύτην εὐγνωμοσύνην ἐπιδεικνύμεθα. Ἀπ’ ἐναντίας γὰρ ταῖς αἰσθητοῖς χρήμασιν ἐστι τούτου τοῦ χρέους ἡ φύσις. Ἐκεῖ μὲν γὰρ οὐκ ἂν ποτε ταχέως ὁ ὀφείλων τοσαύτην εὐγνωμοσύνῃ ἐπιδείξηται, εἰδὼς ὅτι τὸ καταθεῖναι
τὰ ὀφειλόμενα αὐτῷ μὲν ἐλαττοῖ τὴν οὐσίαν, τῷ δὲ λαμβάνοντι αὔξει τὴν περιουσίαν· ἐπὶ δὲ τοῦ χρέους τούτου τοῦ πνευματικοῦ τοιοῦτον οὐδέν· ἀλλὰ ταύτῃ μᾶλλον καὶ ὁ ὀφείλων καταθεὶς πολλῷ πλέον εὐπορώτερος ἔσται, καὶ τοῖς λαμβάνουσι μείζων ἡ εὐπορία. Διὰ τοῦτο ἐπ’ ἐκείνων μὲν πολλὴ ἡ ἀγνωμοσύνη γίνεται· ἐνταῦθα δὲ ἑκατέροις πολὺ τὸ κέρδος, καὶ τῷ κατὰ τιθέντι, καὶ τοῖς ὑποδεχομένοις. Ὅπερ καὶ ἐπὶ τῆς ἀγάπης παρῄνεσεν ὁ μακάριος Παῦλος λέγων. «Μηδενὶ μηδὲν ὀφείλητε, εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾷν»· δεικνὺς ὅτι τοῦτο τὸ χρέος ἀεὶ μὲν καταβάλλεσθαι λέγεται, μηδέποτε δὲ παύεσθαι. Μήτε ὑμᾶς ἀμελεῖν δεῖ πρὸς τὴν ὑποδοχὴν παρασκευαζομένους· τοῦτο γὰρ καὶ ἡμᾶς τοὺς καταβάλλοντας εὐπορωτέροις καθίστησι, καὶ ὑμῖν πλείονος ὠφελείας
ὑπόθεσις γενήσεται. Ἐπεὶ οὖν τοιαύτη τούτου τοῦ χρέους ἡ φύσις, καὶ ὅσῳ ἂν καταβάλλωμεν, τοσούτῳ μᾶλλον τῇ πλείονι καταβολῇ τὴν ἑαυτῶν περιουσίαν αὔξομεν, φέρε δὴ λοιπὸν διδάξωμεν ὑμᾶς καὶ τοῦ χρέους τὴν ὑπόθεσιν, ἵνα καὶ αὐτοὶ προθυμότερον ὑποδέξησθε τὰ λεγόμενα, καὶ τὴν ἡμετέραν εὐγνωμοσύνην ἀποδειξάμενοι, ἀμείψησθε ἡμᾶς τῷ μετὰ σπουδῆς προσέχειν τοῖς λεγομένοις. Τὶ οὖν ἐστι τοῦ χρέους ἡ ὑπόθεσις; Ἴστε καὶ μέμνησθε, ὅτι τὰ κατὰ τὸν πατριάρχην εἰς μέσον ἀγαγόντες, καὶ τὴν
διὰ τὸν λιμὸν γενομένην αὐτῷ κάθοδον εἰς Αἰγύπτου, καὶ τῆς Σάρας τὴν ἁρπαγὴν τὴν ὑπὸ τοῦ Φαραὼ γεγενημένην καὶ τὴν τοῦ Θεοῦ κατ’ αὐτοῦ ἀγανάκτησιν, ἣν διὰ τὴν περὶ τὸν δίκαιον πρόνοιαν ἐποιήσατο, καὶ κατ’ αὐτοῦ καὶ κατὰ παντὸς τοῦ οἴκου αὐτοῦ, παρασκευάσας μετὰ πολλῆς τῆς περιφανείας τὴν ἀπὸ τῆς Αἰγύπτου ἐπάνοδον ποιήσασθαι τὸν πατριάρχην· «Ἐνετείλατο γάρ, φησί, Φαραὼ ἀνδράσι, περὶ Ἄβραμ συμπροπέμψαι αὐτόν, καὶ τὴν γυναῖκα αὐτοῦ, καὶ πάντα ὅσα ἦν αὐτῷ, καὶ Λὼτ μετ’ αὐτοῦ». Ἀνέβη δὲ Ἄβραμ ἐξ Αἰγύπτου, αὐτὸς καί, ἡ γυνὴ αὐτοῦ, καὶ πάντα τὰ αὐτοῦ, καὶ Λὼτ μὲτ’ αὐτοῦ, εἰς τὴν ἔρημον ἐνταῦθα τὸν λόγον καταλύσαντες, τὰς μεταξὺ πάσας ἡμέρας εἰς τὴν περὶ τῶν κατεπειγόντων διδασκαλίαν αὐτὸν μετηγάγομεν. Διόπερ σήμερον ἀναγκαῖον τῆς ἀκολουθίας ἅψασθαι, καὶ καθάπερ σῶμα ἐν συνάψαι καὶ τὰ μέλλοντα ῥηθήσεσθαι τοῖς ἤδη λεχθεῖσιν· οὕτω γὰρ εὐσύνοπτος ὑμῖν γενήσεται ὁ τῆς διδασκαλίας λόγος. Ἀλλ’ ἵνα σαφέστερα ὑμῖν γένηται τὰ λεγόμενα, ἀκόλουθον ἂν εἴη καὶ αὐτὴν τὴν ἀρχὴν τῶν σήμερον ἀναγνωσθέντων προθεῖναι ἐπὶ τῆς ὑμετέρας ἀγάπης. «Ἄβραμ δε, φησίν, ἦν πλούσιος σφόδρα κτήνεσιν, ἀργυρίῳ, καὶ χρυσίῳ. Καὶ ἐπορεύθη, ὅθεν ἦλθεν, εἰς τὴν ἔρημον ἕως βεφηλ, ἕως τοῦ τόπου οὗ ἦν ἡ σκηνὴ αὐτοῦ τὸ πρότερον, ἀνὰ μέσον Βεθὴλ καὶ ἀνὰ μέσον·Ἀγγαί, εἰς τὸν τόπον τοῦ θυσιαστηρίου, οὗ ἐποίησεν ἐκεῖ τὴν ἀρχήν· καὶ ἐπεκαλέσατο ἐκεῖ Ἄβραμ τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ». Μὴ ἁπλῶς παραδράμωμεν τὰ ἀνεγνωσμένα, ἀλλὰ καταμάθωμεν σαφῶς τῆς θείας Γραφῆς τὴν ἀκρίβειαν, ὅπως οὐδὲν ἡμῖν παρέργως διηγεῖται. Ἄβραμ δέ, φησίν, ἦν πλούσιος σφόδρα. Σκόπει πρῶτον αὐτὸ τοῦτο, ὅτι οὐχ ἁπλῶς ἐπεσημήνατο, οὐδὲ μάτην, οὐδὲ εἰκῆ νῦν πλούσιον αὐτὸν καλεῖ. Οὐδαμοῦ γὰρ ἑτέρωθι ἐμνημόνευσεν ὅτι πλούσιος ἥν, ἀλλὰ νῦν πρῶτον. Τίνος ἕνεκεν καὶ διὰ τί; Ἵνα μάθῃς τῇς τοῦ Θεοῦ σοφίας τὸ εὐμήχανον, καὶ τῆς προνοίας, ἣν περὶ τὸν δίκαιον ἐποιεῖτο, τὴν ὑπερβάλλουσάν τε καὶ ἄπειρον δύναμιν. Ὁ γὰρ διὰ τὴν ἀνάγκηντοῦ λιμοῦ τὴν ἀποδημίαν ποιησάμενος τὴν εἰς Αἴγυπτον, καὶ διὰ τὸ μὴ φέρειν τὴν ἐν τῇ Χαναναίᾳ στενοχωρίαν, ἀθρόον πλούσιος γέγονε, καὶ πλούσιος οὐχ ἁπλῶς, ἀλλὰ σφόδρα, καὶ οὐ κτήνεσι μόνον, ἀλλὰ καὶ ἀργυρίῳ καἰ χρυσίῳ,
β’. Εἶδες ὅση τοῦ Θεοῦ πρόνοια; Ἀπῆλθε λιμοῦ παραμυθίαν εὑρέσθαι, καὶ ἐπανῆλθεν οὐ τὸν λιμὸν μόνον παραμυθησάμενος, ἀλλὰ καὶ πλοῦτον πολὺν περιβαλλόμενος καὶ δόξαν ἄφατον, καὶ πᾶσι κατάδηλος γεγονώς, ὅστις ἦν· καὶ λοιπὸν καὶ οἱ τὴν Χαναναίαν οἰκοῦντες ἀκριβέστερον ἐμάνθανον τοῦ δικαίου τὴν ἀρετήν, ὁρῶντες οὕτως ἀθρόαν γεγενημένην τὴν μεταβολήν, καὶ τοσούτῳ πλούτῳ περιῤῥεόμενον τὸν ξένον, τὸν καθάπερ φυγάδα καὶ ἀλήτην εἰς τὴν Αἴγυπτον κατελθόντα. Καὶ ὅρα αὐτὸν οὐδὲ ὑπὸ τῆς πολλῆς εὐημερίας καὶ τῆς τοῦ πλούτου περιουσίας χαυνότερον γεγονότα, οὐδὲ ῥᾳθυμότερον,ἀλλὰ πάλιν εἰς ἐκεῖνον τὸν τόπον ἐπειγόμενον, ἔνθα καὶ πρότερον ἦν, πρὶν ἣ τὴν Αἴγυπτον καταλαβεῖν. «Ἦλθε γάρ, φησίν, εἰς τὴν ἔρημον ἕως τοῦ τόπου οὗ ἣν ἡ σκηνὴ
αὐτοῦ τὸ πρότερον, εἰς τὸν τόκον τοῦ θυσιαστηρίου, οὗ ἐποίησεν ἐκεῖ τὴν ἀρχήν, καὶ ἐπεκαλέσατο τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ». Ἐννόει μοι πῶς ἦν ἡσυχίας ἐραστὴς καὶ ἀπραγμοσύνης, καὶ διηνεκῶς ἀνακείμενος τῇ πρὸς τὸ θεῖον θεραπείᾳ. Ἐκεῖνον γάρ, φησί, τὸν τόπον κατέλαβεν, ἔνθα ἦν πρότερον τὸ θυσιαστήριον οἰκοδομήσας, καὶ
ἐπικαλεσάμενος τὸ ὄνομα τοῦ Θεοῦ, καὶ προλαβὼν ἤδη ἄνωθεν καὶ ἐξ ἀρχῆς ἐπλήρου τὸ παρὰ τοῦ Δαυῒδ εἰρημένον, ὅτι «Ἐξελεξάμην τὸ παραῤῥιπτεῖσθαι ἐκ τῷ οἴκῳ τοῦ Θεοῦ μου μᾶλλον, ἣ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν». Ἡ γὰρ ἐρημία διὰ τὴν ἐπίκλησιν τοῦ ὀνόματος τοῦ Θεοῦ προτιμοτέρα αὐτῷ ἐτύγχανε τῶν πόλεων. ᾜδει γάρ, ᾔδει ὅτι πόλεως μέγεθος οὐκ οἰκοδομημάτων ποιεῖ κάλλος, οὐδὲ οἰκητόρων πλῆθος, ἀλλ’ ἡ τῶν ἐνοικούντων ἀρετή, δι’ ἦν καὶ ἡ ἔρημος τῶν πόλεων τιμιωτέρα ἐτύγχανεν ὑπὸ τῆς τοῦ δικαίου ἀρετῆς κοσμουμένη, καὶ λαμπροτέρα τῆς οἰκουμένης φαινομένη. «Καὶ Λώτ,φησί, τῷ συμπορευομένῳ μετὰ Ἄβραμ ἦν καὶ πρόβατα, καὶ βόες, καὶ κτήνη· καὶ οὐκ ἐχώρει αὐτοὺς ἡ γῆ κατοικεῖν ἅμα, ὅτι ἦν τὰ ὑπάρχοντα αὐτῶν πολλά, καὶ οὐκ ἡδύναντο κατοικεῖν ἅμα». Οὐ μόνον τῷ πατριάρχῃ τᾷ τῇς περιουσίας ηὔξετο, ἀλλὰ «Καὶ τῷ Λὼτ ἦν, φησί, πρόβατα καὶ βόες, καὶ κτήνη». Ἴσως τὸ μὲν αὐτός φιλότιμος ὥν, ἐδωρεῖτο τῷ ἀδελφιδῷ, τὰ δὲ καὶ ἕτεροι αὐτῷ παρεῖχον διὰ τὴν εἰς τὸν πατριάρχην τιμήν. «Καὶ οὐκ ἐχώρει αὐτούς, φησίν, ἡ γῇ, ὅτι ἦν τὰ ὑπάρχοντα αὐτῶν πολλά»· Ὅρα τὸ πλῆθος τῆς περιουσίας εὐθέως διαστάσεως αἴτιον γινόμενον καὶ τὴν διαίρεσιν ἐργαζόμενον, καὶ τὴν ὁμόνοιαν διακόπτον, καὶ τῆς συγγενείας τὸν σύνδεσμον διαιροῦν. «Καὶ ἐγένετο μάχη ἀνὰ μέσον τῶν ποιμένων τῶν κτηνῶν τοῦ Ἄβραμ, καὶ ἀνὰ μέσον τῶν ποιμένων τοῦ Λώτ. Οἱ
δὲ Χαναναῖοι καὶ οἱ Φερεζαῖοι τότε κατῴκουν τὴν γῆν». Σκόπει πῶς οἱ προσήκοντες τὴν ἀρχὴν τῆς διαστάσεως ἀργάζονται. Ἐντεῦθεν γὰρ ἀεὶ παντὶ φύεται τὰ κακὰ ἀπὸ τῆς τῶν οἰκείων μοχθηρίας. «Ἐγένετο γάρ, φησί, μάχη ἀνὰ μέσον τῶν ποιμένων. Οὗτοί εἰσιν οἱ τῆς διαιρέσεως τὴν ἀφορμὴν παρέχοντες, οἱ τὴν ὁμόνοιαν διασπῶντες, οἱ πολλὴν τὴν ἀγνωμοσύνην ἐπιδεικνύμενοι. Οἱ δὲ Χαναναῖοι καὶ οἱ Φερεζαῖοι τότε κατῴκουν τὴν γῆν». Τίνος ἕνεκεν ἡμῖν τοῦτο ἐπεσημήνατο; Ἐπειδὴ εἶπεν, ὅτι «Οὐκ ἐχώρει αὐτοὺς ἡ γῆ κατοικεῖν ἅμα», τὴν αἰτίαν ἡμᾶς διδάξαι ἠθέλησεν ἡ θεῖα Γραφή, ὅτι διὰ τοῦτο αὐτοὺς οὐκ ἐχώρει, ἐπειδὴ ἔτι προκατείχετο ὑπὸ τούτων τῶν ἐθνῶν. Ἀλλ’ ἴδωμεν τοῦ πατριάρχου τὴν φιλόθεον γνώμην, ὅπως καταστέλλει τὴν μέλλουσαν ἐξάπτεσθαι πυρὰν διὰ τῆς οἰκείας ἐπιεικείας. «Εἶπε δέ, φησίν, Ἄβραμ τῷ Λώτ· Μὴ ἔστω μάχη ἀνὰ μέσον ἐμοῦ καὶ σου, καὶ ἀνὰ μέσον τῶν ποιμένων μου καὶ τῶν, ποιμένων σου, ὅτι ἀδελφοὶ ἡμεῖς ἐσμεν». Ὅρα ταπεινοφροσύνης, ὑπερβολήν, ὅρα φιλοσοφίας ὕψος. Ὁ γέρων, ὁ πρεσβύτης τὸν νέον, τὸν ἀδελφιδοῦν ἀδελφὸν προσαγορεύει, καὶ εἰς τὴν αὐτὴν αὐτῷ τιμὴν ἀνάγει, καὶ οὐδὲν ἑαυτῷ πλέον νέμει· ἀλλὰ φησι, «Μὴ ἔστω μάχη ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, καὶ τῶν ποιμένων μου καὶ τῶν ποιμένων σου». Οὐδὲ γὰρ ἂν εἴη, φησίν, εὔλογον τοῦτο γενέσθαι, ἐπειδὴ ἀδελφοὶ ἐσμεν, Εἶδες ἀποστολικὸν νόμον αὐτὸν πληροῦντα, τὸν λέγοντα· «Ἤδη μὲν οὖν ὅλως ἥττημα ὑμῖν ἐστιν, ὅτι κρίματα ἔχετε μεθ’ ἑαυτῶν. Διὰ τὶ οὐχὶ μᾶλλον ἀδικεῖσθε; Διὰ τὶ οὐ μᾶλλον ἀποστερεῖσθε; Ἀλλ’ ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ ταῦτα ἀδελφούς». Ταῦτα πάντα διὰ τῶν ἔργων πληρῶν ὁ πατριάρχης φησί· «Μὴ ἔστω μάχη ἀνὰ μέσον τῶν ποιμένων μου, καὶ τῶν ποιμένων σου, ὅτι ἄνθρωποι ἀδελφοὶ ἡμεῖς ἐσμεν». Τὶ ταύτης τῆς ψυχῆς εἰρηνικώτερον γένοιτ’ ἄν; Ἆρα οὐ μάτην οὐδὲ εἰκῆ ἐνπροοιμίοις ἔλεγον, ὅτι διὰ τὸ ἡσυχίας ἐρᾷν καὶ ἀπραγμοσύνης, διὰ τοῦτο τὴν ἐρημίαν τῆς οἰκουμένης προετίμα. Ὅρα γὰρ αὐτὸν καὶ νῦν, ἐπειδὴ ὅλως εἶδε τοὺς ποιμένας διαπληκτιζομένους, πῶς ἐξ ἀρχῆς εὐθέως πειρᾶται καταστεῖλαι τὴν μέλλουσαν ἐξάπτεσθαι πυράν, καὶ παύει τὴν φιλονεικίαν. Ἔδει γὰρ αὐτὸν πᾶσι τοῖς τὴν Παλαιστίνην οἰκοῦσι διδάσκαλον φιλοσοφίας ἀφιγμένον μηδεμίαν παρέχειν ἀφορμήν, μηδὲ λαβὴν δοῦναι, ἀλλὰ διὰ τῆς τῶν τρόπων ἐπιεικείας σάλπιγγος λαμπρότερον πάντας αὐτοὺς παιδεῦσαι, καὶ μιμητὰς καταστῆσαι τῆς οἰκείας ἀρετῆς. «Μὴ ἔστω φησί, μάχη ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, καὶ ἀνὰ μέσον τῶν ποιμένων μου καὶ τῶν ποιμένων σου, ὅτι ἄνθρωποι ἀδελφοὶ ἡμεῖς ἐσμεν». Πολλὴ τῶν ῥημάτων ἡ ἐπιείκεια, «Ἀνὰ μέσον ἐμοῦ καὶ σου».
γ’. Σκόπει πῶς ἐξ ἰσοτιμίας αὐτῷ διαλέγεται· καίτοι τὰ τῆς μάχης οὐχ ἑτέρωθεν οἶμαι τὴν ἀρχὴν ἐσχηκέναι, ἣ ἀπὸ τοῦ τοὺς ποιμένας τοῦ πατριάρχου μὴ συγχωρεῖν ἐκείνοις τῆς αὐτῆς αὐτοῖς ἀδείας ἀπολαύειν. Ἀλλ’ ὁ δίκαιος ἐπιεικῶς πάντα ποιεῖ, δεικνὺς τῆς οἰκείας φιλοσοφίας τὴν ὑπερβολήν, καὶ παιδεύων οὐ τοὺς τότε παρόντας μόνον, ἀλλὰ καὶ πάντας τοὺς ἑξῆς, μηδέποτε πρὸς τοὺς πλησίον διαπληκτίζεσθαι τοὺς ἡμῖν διαφέροντας,. Ἡ γὰρ ἐκείνων φιλονεικία ἡμῖν πολλὴν προστρίβεται τὴν ἀδοξίαν, καὶ οὐδὲν ἐκείνοις λογιεῖται τὰ γινόμενα, ἀλλ’ εἰς ἡμᾶς ἀνατρέχει τὰ τῆς μέμψεως. Ποῦ οὖν εὔλογον ἀνθρώπους ἀδελφοὺς ὄντας, καὶ τῆς αὐτῇς φύσεως τυγχάνοντας, καὶ τῆς αὐτῆς συγγενείας, καὶ παροικεῖν ἐνταῦθα μέλλοντας, εἰς τοσαύτην ἐμπίπτειν φιλονεικίαν, ὀφείλοντας ἐπιεικείας, καὶ πραΰτητος, καὶ φιλοσοφίας ἁπάσης διδασκάλους καθίστασθαι τούτοις πᾶσιν; Ἀκουέτωσαν ταῦτα οἱ νομίζοντες ἔξω τυγχάνειν ἐγκλημάτων, ἐπειδὰν τοὺς αὐτοῖς προσήκοντας περιορῶσι διὰ τὴν πρὸς αὐτοὺς οἰκειότητα ἁρπάζοντας, πλεονεκτοῦντας, μυρία κακὰ διατιθέντας,καὶ ἐν πόλεσι, καὶ ἐν ἀγροῖς, τοὺς αὐτοῖς γειτνιῶντας, καὶ παρασπωμένους τοῦ μὲν τὸν ἀγρόν, τοῦ δὲ τὴν οἰκίαν, καὶ ταύτῃ πλείονα μᾶλλον τὴν εὔνοιαν περὶ αὐτοὺς ἐπιδεικνύμενοι. Εἰ γὰρ καὶ ἑτέρου τὸ τῆς ἀδικίας ἔργον ἦν, ἀλλ’ αὐτὸς ἐκοινώνησας τοῦ πράγματος, οὐ μόνον τῷ ἐφήδεσθαι τῷ γεγενημένῳ, καὶ νομίζειν ἐκ τούτου σοι τὴν οὐσίαν αὔξεσθαι, καὶ τὴν
περιουσίαν πλείονα γενέσθαι, ἀλλὰ καὶ τῷ μὴ κωλῦσαι μέλλουσαν τὴν ἀδικίαν εἰς ἔργον ἐκβαίνειν. Ὁ γὰρ δυνάμενος κωλῦσαι τὸν ἀδικοῦντα, καὶ μὴ τοῦτο ποιῶν, οὐκ ἔλαττον τοῦ ἀδικοῦντος τὰς εὐθύνας ὑφέξει. Μὴ τοίνυν ἀπατῶμεν ἑαυτούς, παρακαλῶ, ἀλλὰ καὶ αὐτοὶ φεύγωμεν τὰς ἅρπαγάς, τὰς πλεονεξίας, καὶ τὸ ἐκ τῶν τοιούτων αὔξειν ἡμῖν τὴν περιουσίαν, καὶ τοὺς ἡμῖν προσήκοντας παιδεύωμεν μηδὲν τοιοῦτο ἐργάζεσθαι. Οὐδὲ γὰρ ἀνευθύνους ἡμᾶς τοῦτο ἀφίησιν, ἀλλὰ πλείονα τὴν κατάκρισιν ἐργάζεται· πρὸς γὰρ τὴν ἡμετέραν ἀρέσκειαν ἐκεῖνοι τὴν ἑαυτῶν προδιδόντες σωτηρίαν, τὴν ἀδικίαν τολμῶσι, μετὰ τῇ ἑαυτῶν ἀπωλείας καὶ ἡμᾶς συγκατασπῶντες. Εἰ δὲ βουλόμεθα νήφειν, καὶ αὐτοὶ τῆς ἐντεῦθεν λύμης ἀπαλλαγησόμεθα, κἀκείνους ἀποστήσομεν τῆς κακῆς ἐπιχειρήσεως. Καὶ μὴ μοι λέγε τὰ ψυχρὰ ἐκεῖνα ῥήματα. Οὐδὲν μοι μέλει. Μὴ γὰρ ἐγὼ παρεσπασάμην; Οὐδὲν οἶδα· ἕτερος εἰργάσατο, οὐκ ἐκοινώνησα τῆς ἀδικίας. Σκῆψις ταῦτα καὶ πρόφασις. Εἰ βούλει δεῖξαι ὅτι οὐκ ἐκοινώνησας τῆς ἀδικίας, καὶ οὐ συνέπραξας, καὶ τῆς πλεονεξίας οὐ γέγονας ἐργάτης, διορθῶσαι τὸ γεγονός, παραμύθησαι τὸν ἠδικημένον, ἀπόδος τὰ ἀφαιρεθέντα. Οὕτω γὰρ καὶ σαυτὸν ἐλευθερώσεις ἐγκλημάτων, καὶ τὸν ἠδικηκότα διορθώσῃ, δείξας ὡς οὐ κατὰ γνώμην σου τὰ παρ’ αὐτοῦ πέπρακται, καὶ τὸν πένητα παρακαλέσας οὐκ ἀφήσεις ὑπὸ τῆς ἀθυμίας καταποθῆναι, ἦν διὰ τὴν ἀφαίρεσιν ὑφίστασθαι Ἔμελλε. «Μὴ ἔστω, φησί, μάχη ἀνὰ μέσον ἐμοῦ καὶ σου, καὶ τῶν ποιμένων μου καὶ τῶν ποιμένων σου, ὅτι ἄνθρωποι ἀδελφοὶ ἡμεῖς ἐσμεν». Εἶδες πραΰτητα· εἶδες ἐπιείκειαν; Ἄκουε τῶν ἑξῆς, ἵνα μάθῃς αὐτοῦ τῆς φιλοσοφίας τὴν ὑπερβολήν. Πῶς οὖν τὰ τῆς μάχης λύσιν λαδή, καὶ σβεσθῇ τὰ τῇς φιλονεικίας; «Ἰδοὺ πᾶσα ἡ γῆ, φησίν, ἐναντίον σου ἐστί. Διαχωρίσθητι ἀπ’ ἐμοῦ· εἰ σὺ εἰς ἀριστερά, ἐγὼ εἰς δεξιά· εἰ δὲ σὺ εἰς δεξιά, ἐγὼ εἰς ἀριστερά». Σκόπει τοῦ δικαίου τὴν φιλοσοφίαν καὶ τῆς ταπεινοφροσύνης τὴν ἐπίτασιν. Πρὸ δὲ τούτων ἐννόει μοι, ἀγαπητέ, ὅση οὐ πλούτου ἡ λύμῃ, καὶ τῆς περιουσίας τῆς πολλῆς ἡ διαφορά. Ηὐξήθη τὰ ποίμνια, προσεγένετο πλοῦτος πολύς, καὶ εὐθέως διακόπτεται ἡ ὁμόνοια· καὶ ἔνθα ἣν ἡ εἰρήνη καὶ ὁ σύνδεσμος τῆς ἀγάπης, ἐκεῖ μάχη καὶ φιλονεικία. Ὅπου γὰρ τὸ ἐμὸν καὶ τὸ σόν, ἐκεῖ πᾶσα μάχης ἰδέα, καὶ φιλονεικίας ὑπόθεσις· ἔνθα δὲ τοῦτο μὴ ᾗ, τὰ τῆς ὁμονοίας καὶ τὰ τῆς εἰρήνης μετὰ πάσης ἀκριβείας πολιτεύεται. Καὶ ἵνα μάθῃς, ἄκουε τὶ φησὶν ὁ μακάριος Λουκᾶς περὶ τῶν ἐξ ἀρχῆς τῇ πίστει προσιόντων,· «Ἦν, φησί,, πάντων ἡ καρδία καὶ ἡ ψυχὴ μία»· οὐκ ἐπειδὴ ψυχὴν μίαν εἶχον πάντες (πῶς γὰρ ἐν διαφόροις σώμασιν ὄντες, ἀλλὰ τὴν ἐπιτεταμένην ὁμόνοιαν ἡμῖν δείκνυσι. Καὶ ἐξ μὴ σφόδρα μακρόθυμός τις ἣν ὁ δίκαιος καὶ φιλοσοφεῖν εἰδώς, καὶ ἐχαλέπηνεν ἄν, καὶ εἶπε πρὸς αὐτόν· τις ἡ τοσαύτη παροίνια ; Ὅλως γὰρ ἐτόλμησαν οἱ προσήκοντες σοι διᾶραι στόμα πρὸς τοὺς ἐμοὶ διαφέροντας; καὶ οὐκ ἐνενόησαν, ὅσον τὸ μέσον ἐστὶ μεταξὺ ἠμῶν; ;
Πόθεν γὰρ σοι τὰ τῆς εὐπορίας ταύτης, γεγένηται; Οὐκ ἐκ τῆς ἐμῆς κηδεμονίας; Τις δὲ σε εἰς ἀνθρώπους ὀφθῆναι πεποίηκεν ; Οὐκ ἐγὼ ἀντὶ πάντων σοι γεγονώς, καὶ τὴν πατρὸς σοι χρείαν διὰ πάντων ἐπιδειξάμενος ; Ταύτας μοι τἀς ἀμοιβὰς ἀποδίδως τῆς πολλῆς περὶ σε θεραπείας; Ταῦτα ἐλπίζων πανταχοῦ σε μετ’ ἐμοῦ περιῆγον; Ἔστω, οὐδὲν τῶν
ὑπηργμένων σοι παρ’ ἐμοῦ εἰς ἔννοιαν ἔλαβες· κἂν μοὺ γοῦν τὸ γῆρας αἰδεσθῆναί σε οὐκ ἐχρῆν, καὶ τιμῆσαι τἀς πολιὰς τὰς ἐμάς; Ἀλλὰ περιεῖδες τοὺς ποιμένας τοὺς σοὺς ἐμπαροινοῦντας τοῖς ἐμοῖς ποιμέσιν, οὐκ εἰδὼς ὅτι ὥσπερ ἡ εἳς ἐκείνους ὕβρις εἳς ἐμὲ διαβαίνει, οὕτω καὶ ἡ ἐκείνων προπέτεια εἳς σε τὴν ἀναφορὰν ἔχει.
δ’. Ἀλλ’ οὐδὲν τούτων ὁ δίκαιος οὔτε εἳς διάνοιαν λαβεῖν κατεδέξατο, ἀλλὰ πάντα τοιοῦτον λογισμὸν ἀπωσάμενος, ἑνὸς γίνεται μόνου, ὅπως καὶ τὴν μέλλουσαν ἐξάπτεσθαι φιλονεικίαν κατάσβεση, καὶ τὸν χωρισμὸν ἀλύπως ἐπινοήσας πάσης ταραχῆς ἐκτὸς ποιήσῃ τὴν οἰκίαν. Οὐκ ἰδού, φησί, πᾶσα ἡ γῆ ἐναντίον σου ἐστί; Διαχωρίσθητι ἀπ’
ἐμοῦ· εἰ σὺ εἳς δεξιά, ἐγὼ εἰς ἀριστερά· εἰ δὲ σὺ εἲς ἀριστερά, ἐγὼ εἳς δεξιά. Ὅρα τὴν ἐπιείκειαν τοῦ δικαίου. Δεικνὺς γὰρ αὐτῷ διὰ τῶν πραγμάτων, ὅτι οὐχ ἑκὼν τοῦτο ποιεῖ, οὐδὲ βουλόμενος αὐτὸν χωρισθῆναι, ἀλλὰ διὰ τὴν τῆς φιλονεικίας ἀνάγκην, καὶ ὥστε μὴ διηνεκῆ τὸν πόλεμον εἶναι ἐν τῇ οἰκίᾳ, σκόπει πῶς διὰ τῶν λόγων , καταπραΰνει αὐτοῦ τὴν φλεγμονὴν, καὶ αὐτῷ πᾶσαν τὴν ἐξουσίαν δίδωσι τῆς ἐκλογῆς, καὶ προτίθησιν αὐτῷ τὴν γῆν ἅπασαν, καὶ φησίν. «Οὐκ ἰδοὺ πᾶσα ἡ γῆ ἐναντίον σου; Ἣν ἂν βούλῃ, ἐλοῦ, κἀγὼ ἐκείνην καταδέξομαι μετὰ πολλῆς τῆς ἡδονῆς, ἣν ἂν αὐτὸς καταλίπῃς. Μεγάλη τοῦ δικαίου ἡ φιλοσοφία. Διὰ πάντων ἀνεπαχθὴς βούλεται γενέσθαι τῷ ἀδελφιδῷ. Ἐπειδὴ γάρ, φησίν, ὅπερ οὐκ ἐβουλόμην, τοῦτο γίνεται, καὶ ἵνα τὰ τῆς φιλονεικίας παυθῇ τὸν χωρισμὸν ἀνάγκη συμβῆναι· διὰ τοῦτό σε κύριον καθίστημι τῆς αἱρέσεως, καὶ τὴν ἐξουσίαν σοι πᾶσαν δίδωμι, ἵνα ἦν ἂν νομίσῃς εἶναι τιμιωτέραν γῆν, ἐκείνην ἑλόμενος, τὴν λοιπὴν ἐμοὶ καταλίπῃς. Ἆρα ἂν τοῦτο ποιῆσαί ποτὲ τις κατεδέξατο πρὸς ὁμήλικα ἀδελφόν, ὅπερ ὁ πατριάρχης πρὸς τὸν ἀδελφιδοῦν ἐπεδείξατο; Εἲ γὰρ καὶ αὐτὸς προλαβὼν τὴν ἐκλογὴν ποιησάμενος, καὶ τὰ πρωτεῖα λαβὼν παρεχώρησεν ἐκείνῳ τἂ ὑπολειφθέντα, οὐχὶ καὶ οὕτω μέγα ἦν τὸ παρ’ αὐτοῦ γινόμενον ; Ἀλλ’ ὅμως βουλόμενος καὶ τῆς ἀρετῆς δεῖξαι τὴν Ὑπερβολήν, καὶ τοῦ νέου τὴν ἐπιθυμίαν ἐμπλῆσαι, ὥστε μηδεμίαν ἀπὸ τοῦ χωρισμοῦ γενέσθαι λύπης ἀφορμήν, αὐτῷ προθεὶς ἅπασαν τὴν ἐξουσίαν, φησὶν Ἰδοὺ πᾶσα ἡ γῆ ἐναντίον σου»· διαχωρίσθητι ἀπ’ ἐμοῦ, καὶ οἵαν ἂν βούλῃ ἐλοῦ. Δέον τοίνυν τὸν ἀδελφιδοῦν τοσαύτης ἐπιεικείας πειραθέντα ἀντιτιμῆσαι τὸν πατριάρχην, καὶ μᾶλλον αὐτὸν αὐτῷ παραχωρῆσαι τῆς αἱρέσεως τὴν ἐκλογήν. Εἰώθαμεν γὰρ πῶς ἅπαντες οἱ ἄνθρωποι, ἐπειδὰν ἀντιτείνοντας μὲν ἴδωμεν τοὺς μέλλοντας πρὸς ἡμᾶς τὶ διερευνᾶσθαι καὶ φιλονεικοῦντας τοῖς πρωτείοις ἐπιπηδᾷν , μὴ ἀνέχεσθαι ἐλαττοῦσθαι, μηδὲ ἐνδιδόναι αὐτοῖς· ὅταν δὲ παραχωροῦντας θεασώμεθα, καὶ καθυφειμένοις ῥήμασι τὴν ἐξουσίαν ἅπασαν ἡμῖν ἐπιτρέποντας, ὥσπερ αἰδούμενοι τὴν πολλὴν ἐπιείκειαν, καὶ τῆς φιλονεικίας ἀφιστάμεθα, καὶ πάλιν ἀντιστρέφοντες πᾶσαν
τὴν ἐξουσίαν παραχωροῦμεν, κἂν ἐλάττων εἶναι δοκῇ ὁ πρὸς ἡμᾶς διερευνώμενος. Ὀφείλων τοίνυν καὶ ὁ Λὼτ ἐπὶ τοῦ πατριάρχου τοῦτο διαπράξασθαι, καθάπερ νεοστός, καὶ ὑπὸ τῆς τοῦ πλείονος ἐπιθυμίας ἐξελκόμενος, τοῖς πρωτείοις ἐπιπηδᾷ, ὡς ἐνόμιζε, καὶ τὴν ἐκλογὴν ποιεῖται, «Καὶ ἐπάρας, φησί, Λὼτ τοὺς ὀφθαλμοὺς αὐτοῦ, εἶδε πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου, ὅτι πᾶσα ἦν ποτιζομένη, πρὸ τοῦ καταστρέψαι τὸν Θεὸν Σόδομα καὶ Γόμοῤῥα, ὡς ὁ παράδεισος τοῦ Θεοῦ, καὶ ὡς ἡ γῆ Αἰγύπτου, ἕως ἐλθεῖν εἰς Ζόγορα. Καὶ ἐξελέξατο ἑαυτῷ Λὼτ πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου, καὶ ἀπῇρε Λὼτ ἀπὸ ἀνατολῶν, καὶ διεχωρίσθησαν ἕκαστος ἀπὸ τοῦ ἀδελφοῦ αὐτοῦ».Εἶδες τῆς ἀρετῆς
τοῦ δικαίου τὴν ὑπερβολήν, ὅπως οὐ συνεχώρησεν οὐδὲ βλαστῆσαι τὴν ῥίζαν τῆς κακίας, ἀλλ’ εὐθέως καὶ τὰ μέλλοντα φύεσθαι κάτωθεν ἐξέτεμε καὶ ἠφάνισε· πολλῇ τῇ ἐπιεικείᾳ χρησάμενος, καὶ δι’ ἀρετὴν τῶν ἄλλων ὑπεροψίαν ἄφατον ἐπιδειξάμενος, καὶ δεικνὺς ἅπασιν ὅπως πάσης αὐτῷ περιουσίας προτιμοτέρα τυγχάνει ἡ εἰρήνη, καὶ τὸ φιλονεικίας ἀπηλλάχθαι; Ἵνα γὰρ μὴ τις καταγνῷ τοῦ δικαίου ὡς ἀγνώμονος γενομένου περὶ τὸν Λώτ, καὶ ὅτι οἴκοθεν αὐτὸν ἀναστήσας, καὶ ἀγαγὼν ἐπὶ τῆς ἀλλοτρίας, ἐκβάλλει τῆς οἰκίας, μηδὲ νομίσῃ τις ἀπεχθείας αὐτὸν ἕνεκεν ταῦτα ἐργάζεσθαι, ἀλλὰ μάθωμεν ἅπαντες, ὅτι εἰρήνης ἀπεχόμενος ταῦτα ποιεῖ, διὰ τοῦτο καὶ τὴν ἐκλογὴν αὐτῷ παρεχώρησε, καὶ τὰ πρωτεῖα ἐκείνου ἑλομένου οὐκ ἐδυσχέρανεν, ἵνα πάντες εἰδέναι ἔχωμεν τῆς τοῦ δικαίου γνώμης τὸ φιλάγαθον, καὶ τῆς εἰρηνικῆς αὐτοῦ ψυχῆς τὸν
σκοπόν. Ἄλλως δὲ καὶ ἕτερόν τι μυστήριον ἦν προοικονομούμενον ὥστε πολλὰ κατ’ αὐτὸν γενέσθαι, καὶ τὸν Λὼτ διὰ τῶν πραγμάτων παιδευθῆναι, ὡς οὐ δεόντως τὴν ἐκλογὴν ποιήσατο, καὶ τοὺς ἐν Σοδόμοις μαθεῖν τοῦ Λὼτ τὴν ἀρετήν, καὶ τοῦ χωρισμοῦ γενομένου, τὴν ἐπαγγελίαν τὴν εἰς τὸν πατριάρχην γεγενημένην εἰς ἔργον ἐκβῆναι, τὴν λέγουσαν· «Σοὶ καὶ τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην»· καί, ταῦτα κατὰ μικρὸνὀψόμεθα, τῆς θείας Γραφῆς ἡμῖν ἅπαντα κατάδηλα ποιούσης. «Καὶ Ἄβραμ φησί, παρῴκησεν ἐν γῇ Χαναᾶν· Λὼτ δὲ κατῴκησεν ἐν πόλει τῶν περιχώρων, καὶ ἐσκήνωσεν ἐν Σοδόμοις. Οἱ δὲ ἄνθρωποι οἱ ἐν Σοδόμοις πονηροὶ καὶ ἁμαρτωλοὶ ἐναντίον τοῦ Θεοῦ σφόδρα». Ὁρᾷς τὸν Λὼτ πρὸς τὴν τῆς γῆς φύσιν μόνον ἀπιδόντα, καὶ οὐ σκοπούμενον τῶν ἐνοικούντων τὴν πονηρίαν; Τὶ γὰρ ὄφελος, εἰπὲ μοι, γῆς ἐπιτηδειότης καὶ καρπῶν εὐφορία, ὅταν οἱ ἐνοικοῦντες ὦσί μοχθηροὶ τὸν τρόπον; Τὶ δὲ βλάβος ἀπ’ ἐρημίας ἂν γένοιτο καὶ γῆς φαυλοτάτης, ὅταν οἱ ἐνοικοῦντες ὦσιν ἐπιεικέστεροι; Τὸ γὰρ κεφάλαιον τῶν ἀγαθῶν ἡ τῶν ἐνοικούντων ἐστὶν εὐγνωμοσύνη. Ἀλλ’ ὁ Λὼτ πρὸς ἓν μόνον εἶδε, τῆς γῆς τὴν εὐφορίαν. Διὰ τοῦτο ἡ Γραφὴ σημᾶναι ἡμῖν βουλομένη τῶν αὐτόθι οἰκούντων τὴν πονηρίαν, φησίν· «Οἱ δὲ ἄνθρωποι οἱ ἐκ Σοδόμοις πονηροὶ καὶ ἁμαρτωλοὶ ἐναντίον τοῦ Θεοῦ σφόδρα». Οὐ μόνον, φησί, Πονηροί, ἀλλὰ
Καὶ ἁμαρτωλοί, καὶ οὐχ ἁπλῶς Ἁμαρτωλοί, ἀλλὰ καὶ Ἐναντίον τοῦ Θεοῦ, τοῦτ’ ἔστι, πολλὴ τῶν ἁμαρτημάτων αὐτῶν ἡ ἐπίτασις, καὶ ὑπερβάλλουσα αὐτῶν ἡ πονηρία· δι’ ὃ καὶ ἐπήγαγεν· «Ἐναντίον τοῦ Θεοῦ σφόδρα». Εἶδες κακίας μέγεθος; Εἶδες ὅσον ἐστὶ κακὸν τὸ τοῖς πρωτείοις ἐπιπηδᾷν, καὶ τὸ μὴ συμφέρον σκοπεῖν; Εἶδες ὅσον ἐστὶν ἐπιεικείᾳ, καὶ τὸ τῶν πρωτείων παραχωρεῖν, καὶ ἐλαττοῦσθαι; Ἰδοὺ γὰρ προϊούσης τῆς διδασκαλίας ὀψόμεθα τὸν μὲν τὰ πρῶτα ἐκλεξάμενον, οὐδεμίαν ἐκεῖθεν ὄνησιν προσλαμβάνοντα, τὸν δὲ ἐλάττονα ἑλόμενον, περιφανέστερον καθ’ ἑκάστην γινόμενον, καὶ διὰ πάντων αὐξανομένην αὐτοῦ τὴν εὐπορίαν, καὶ πᾶσι περίβλεπτον καθιστάμενον.
ε’. Ἀλλ’ ἵνα μὴ εἰς πολὺ μῆκος ἐκτείνωμεν, τὴν διδασκαλίαν, μέχρι τούτου στήσαντες τὸν λόγον, εἰς τὴν ἑξῆς ταμιευσώμεθα τὰ λειπόμενα, ἐκεῖνο παρακαλέσαντες ὑμᾶς, ὥστε ζηλῶσαι τὸν πατριάρχην, καὶ μηδέποτε τῶν πρωτείων ἐφίεσθαι, ἀλλὰ πείθεσθαι τῷ μακαρίῳ Παύλῳ λέγοντι; «Τῇ τιμῇ ἀλλήλους προηγούμενοι ὑπερέχοντας ἑαυτῶν, καὶ σπουδάζειν ἐν ἅπασιν ἐλαττοῦσθαι». Τοῦτο γὰρ ἐστι τὸ τὰ πρωτεῖα ἔχειν, καθάπερ καὶ ὁ Χριστὸς φησίν· «Ὁ ταπεινῶν ἑαυτόν, ὑψωθήσεται». Τὶ οὖν ἂν εἴη τούτου ἴσον ὅταν δι’ ὢν ἑτέροις τῶν πρωτείων παραχωροῦμεν, αὐτοὶ μείζονος ἀπολαύωμεν τῆς τιμῆς, καὶ δι’ ὢν ἑτέρους προτιμῶμεν, ἑαυτοὺς εἰς τὴν ἀνωτάτω τιμὴν ἀνάγωμεν; Τοῦτο τοίνυν, παρακαλῶ, σπουδάζωμεν, ὥστε μιμεῖσθαι τοῦ πατριάρχου τὴν ταπεινοφροσύνην, καὶ κατ’ ἴχνος τούτου τοῦ πρὸ τοῦ νόμου τὴν τοιαύτην ἐπιδειξαμένου φιλοσοφίαν ἡμεῖς οἱ ἐν τῇ χάριτι πορευώμεθα. Ταπεινοφροσύνη γὰρ ἀληθῶς αὕτη ἐστίν, ἥνπερ ὁ θαυμάσιος οὗτος ἀνὴρ ἐπεδείξατο περὶ τὸν πολὺ αὐτοῦ λειπόμενον, οὐ κατὰ τὸν τῆς ἀρετῆς λόγον μόνον, ἀλλὰ καὶ κατὰ τὴν ἡλικίαν καὶ τὰ ἀλλὰ πάντα. Ἐννόησον γὰρ ὅτι ὁ πρεσβύτης τῷ νέῳ παρεχώρησε, καὶ ὁ θεῖος τῷ ἀδελφιδῷ, καὶ ὁ τοσαύτης ἀπολαύων παρὰ τοῦ Θεοῦ εὐνοίας τῷ μηδὲν μηδέπω μέγα τι ἐπιδειξαμένῳ καὶ ἅπερ ἐχρῆν ἐκεῖνον εἰπεῖν, ὡς νέον πρὸς τὸν πρεσβύτην καὶ θεῖον ἑαυτοῦ, ταῦτα ὁ πατριάρχης πρὸς τὸν νέο ἔλεγε. Καὶ ἡμεῖς τοίνυν μὴ περὶ τοὺς ὑπερβεβηκότας ἡμᾶς, ἣ εἰς τοὺς ἴσους ἡμῖν τυγχάνοντας μόνον τὰ τῆς τιμῆς ἐπιδειξώμεθα. Τοῦτο γὰρ οὐκ ἂν εἴη ταπεινοφροσύνη· ὅταν γὰρ τις τὸ ἐξ ἀνάγκης ὀφειλόμενον ποιῇ, οὐ ταπεινοφροσύνη τοῦτο ἐστιν, ἀλλ’ ὀφειλή. Ἡ δὲ ἀληθὴς ταπεινοφροσύνη, ὅταν τοῖς ἐλάττοσιν εἶναι δοκοῦσι παραχωρῶμεν, καὶ ἐκείνους προτιμῶμεν τοὺς πολὺ καταδεεστέρους εἶναι νομιζομένους. Ἂν δέ, νήφωμεν, οὐδὲ ἐλάττους ἡμῶν εἶναί τινας νομίσομεν, ἀλλὰ πάντας ἀνθρώπους ὑπερβαίνειν ἡμᾶς. Καὶ τοῦτο λέγω, οὐ περὶ ἡμῶν τῶν μυρίοις ἁμαρτήμασι βεβαπτισμένων, ἀλλὰ κἂν μυρία τις ᾗ κατορθώματα ἑαυτῷ συνειδώς, μὴ τοῦτο δὲ λογίζοιτο καθ’ ἑαυτόν, ὅτι πάντων ἐστὶν ἔσχατος,οὐδὲν αὐτῷ ὄφελος ἂν γένοιτο τῶν τοσούτων κατορθωμάτων. Τοῦτο γὰρ ἐστι ταπεινοφροσύνῃ, ὅταν τις ἀφορμὰς ἔχων τοῦ ἐπαίρεσθαι, καταστέλλῃ ἑαυτὸν καὶ ταπεινοί, καὶ μετριάζῃ. Τότε γὰρ καὶ εἰς τὸ ἀληθὲς ὕψος ἀναχθήσεται, κατὰ τὴν τοῦ Κυρίου ὑπόσχεσιν τήν, λέγουσαν, ὅτι «Ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται». Σπουδάσωμεν τοίνυν, παρακαλῶ, πάντες τοῦ ὕψους ἐπιτυχεῖν τοῦ διὰ τῆς ταπεινοφροσύνης, ἵνα τῆς αὐτῆς τῷ δικαίῳ εὐνοίας ἀπολαύσωμεν παρὰ τοῦ Δεσπότου, καὶ τῶν ἀπόῤῥητών
ἐκείνων ἀγαθῶν ἀξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρί, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμή, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν,
ΟΜΙΛΙΑ ΚΔ’. «Εἶπε δὲ Κύριος τῷ Ἄβραμ μετὰ τὸ χωρισθῆναι τὸν Λὼτ ἂπ’ αὐτοῦ· Ἀναβλέψας τοῖς ὀφθαλμοῖς σου ἴδε ἀπὸ τοῦ τόπου, οὗ σὺ νῦν εἶ, πρός, βοῤῥᾶν καὶ λίβα, καὶ ἀνατολὰς καὶ θάλασσαν, ὅτι πᾶσαν τὴν γῆν, ἣν σὺ ὁρᾷς, σοὶ δώσω αὐτήν».
α’. Κατεμάθετε χθές, ἀγαπητοί, τοῦ πατριάρχου τὴν ὑπερβάλλουσαν ταπεινοφροσύνην, εἴδετε ἐπιεικείας ὑπερβολήν. Οὐδὲ γὰρ ἦν τὸ τυχὸν τὸ τὸν πρεσβύτην, τὸν τοσαῦτα εὐεργετηκότα, τὸν τοσαύτης ἀπολαύοντα τῆς εὐνοίας παρὰ τοῦ πάντων Δεσπότου, τοσαύτην ἐπιδείξασθαι περὶ τὸν νέον, τὸν ἀδελφιδοῦν, τὴν ἰσοτιμίαν, ὥστε καὶ τῶν πρωτείων αὐτῷ παραχωρῆσαι, καὶ τὰ ἐλάττονα ἑλέσθαι, καὶ πάντα καταδέξασθαι ὑπὲρ τοῦ τὸν πόλεμον ἀναστείλαι, καὶ τὴν τῆς φιλονεικίας ὑπόθεσιν ἑκποδὼν ποιῆσαι, Τοῦτον ἅπαντες ζηλοῦν σπουδάζωμεν, καὶ μηδέποτε κατὰ τῶν πλησίον ἐπαιρώμεθα, μηδὲ μέγα φρονῶμεν· ἀλλὰ πολλὴν τὴν ταπεινοφροσύνην ἐπιδεικνύμενοι παραχωρῶμεν, καὶ ἐλαττοῦσθαι μᾶλλον σπεύδωμεν ἐν πράγμασι καὶ ἐν ῥήμασι, καὶ μήτε πρὸς τοὺς ἀδικοῦντας ἀπεχθανώμεθα, κάη εὐηργετημένοι τύχωσι παρ’ ἡμῶν ὄντες (τοῦτο γὰρ ἀρίστη φιλοσοφία), μήτε πρὸς τὰς ὕβρεις ἀγριαίνωμεν, κἂν ὑποδεέστεροι εἷεν οἱ πρὸς ἡμᾶς διαπληκτιζόμενοι, ἀλλὰ τῇ ἐπιεικείᾳ καὶ τῇ πραΰτητι τὸν θυμὸν καταστέλλωμεν.Οὐδὲν γὰρ ταύτης ἰσχυρότερον, οὐδὲν ταύτης δυνατώτερον. Αὕτη τὴν ἡμετέραν ψυχὴν ἐν διηνεκεῖ καθίστησι τῇ γαλήνῃ, καθάπερ ἐν λιμένι αὐτὴν ὁρμίζεσθαι παρασκευάζουσα, καὶ πάσης ἀναπαύσεως ὑπόθεσις ἡμῖν γινομένη. Διὰ τοῦτο καὶ ὁ Χριστὸς τὴν θείαν ἐκείνην διδασκαλίαν ποιούμενος ἔλεγε· «Μάθετε ἂπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν». Οὐδὲν γὰρ οὕτω τὴν ψυχὴν ἐν ἀναπαύσει καθίστησι καὶ πολλῇ τῇ ἡσυχίᾳ, ὡς πραότης καὶ ταπεινοφροσύνη. Τοῦτο παντὸς διαδήματος τιμιώτερον ἂν γένοιτο τῷ ταύτην κεκτημένῳ, τοῦτο πάσης περιφανείας καὶ δόξης λυσιτελέστερον. Τὶ γὰρ ἂν γένοιτο μακαριώτερον τοῦ ἀπηλλαγμένου τοῦ ἔνδοθεν τικτομένου πολέμου; Κἂν γὰρ μυριάκις εἰρήνης ἔξωθεν ἀπολαύωμεν καὶ θεραπείας, ἔνδοθεν οἱ τίκτηται ἡμῖν ἐκ τῆς τῶν λογισμῶν ταραχῆς θόρυβος καὶ ζάλη, οὕδεν ὄφελος τῆς ἔξωθεν εἰρήνης· ὥσπερ οὐδὲ πόλεώς τι ἐλεεινότερον, κἂν μυρία τις τείχη καὶ χαρακώματα αὐτὴν περιβάλλῃ, ἐκ δὲ τῶν ἔνδοθεν ἐνοικούντων τὴν προδοσίαν ὑπομένῃ. Τοῦτο τοίνυν, παρακαλῶ, πρὸ πάντων σπουδάζωμεν, ἀτάραχον ἔχειν τὴν ψυχήν,ἓν ἡσυχίᾳ αὐτὴν καθιστάναι, πάσης ἀηδίας ἀπηλλάχθαι, ἵνα καὶ αὐτοὶ πολλῆς τῆς ἀναπαύσεως ἀπολαύωμεν, καὶ τοῖς συγγινομένοις ἡμῖν προσηνεῖς γινώμεθα. Τοῦτο γὰρ μάλιστα γνώρισμα ἀνθρώπου τοῦ λόγῳ τετιμημένου, τὸ ἥμερον, τὸ ἐπιεικές, τὸ πρᾶον, τὸ ταπεινόν, τὸ ἥσυχον, τὸ μὴ καθάπερ ἀνδράποδον οὕτως ἕλκεσθαι καὶ σύρεσθαι, ἣ ὑπὸ ὀργῆς, ἣ ὑπὸ τῶν ἄλλων παθῶν, ἀλλὰ τῷ λογισμῷ περιγίνεσθαι τῶν ἔνδοθεν σκιρτημάτων, καὶ τὴν οἰκείαν διασῴζειν εὐγένειαν, καὶ μὴ διὰ ῥᾳθυμίας εἰς τὴν τῶν ἀλόγων ἐκπίπτειν θηριωδίαν. Καὶ ἵνα μάθῃς ὅση τῆς πραΰτητος καὶ τῆς ἐπιεικείας ἡ ἰσχύς, καὶ ὡς ἤρκεσεν αὕτη μόνη ἡ ἀρετὴ τὸν αὐτὴν μετὰ ἀκριβείας κατωρθωκότα τῶν ἀποῤῥήτων ἐκείνων ἐπαίνων ἀξιῶσαι, ἄκουε τοῦ μακαρίου Μωϋσέως τὴν ἀνακήρυξιν ἐντεῦθεν γινομένην, καὶ στέφανον αὐτῷ ἐκ ταύτης οὕτω πλεκόμενον. «Καὶ Μωσὴς ἦν, φησί, πραότατος πάντων ἀνθρώπων τῶν ἐπὶ τῆς γῆς». Εἶδες ἐγκωμίου μέγεθος, ὃ πάσης αὐτὸν τῆς ἀνθρωπίνης φύσεως ἰσοστάσιον ἀπέφηνε, μᾶλλον δὲ παντὸς τοῦ τῶν ἀνθρώπων γένους προέκρινε; Καὶ πάλιν περὶ τοῦ Δαυῒδ φησὶν ἡ Γραφή· «Μνήσθητι. Κύριε, τοῦ Δαυΐδ, καὶ πάσης τῆς πραότητος αὐτοῦ». Ἐντεῦθεν καὶ ὁ πατριάρχης πολλῷ πλείονα τὴν ἄνωθεν εὔνοιαν ἐπεσπάσατο, καὶ τὰ
παρ’ ἑαυτοῦ εἰσενεγκών, τῶν μειζόνων ἠξιώθη παρὰ τοῦ φιλανθρώπου Θεοῦ. Καὶ τοῦτο εἴσεσθε, ἐπειδὰν εἰς μέσον προθῶμεν ὑμῖν τὰ ἀκόλουθα τῶν χθὲς εἰρημένων, καὶ τὰ πρῶτον ἀναγνωσθέντα ἀναπτύξωμεν ἐπὶ τ· ἧς ὑμετέρας ἀγάπης. Ἐπειδὴ γὰρ πολλὴν ἐπιδειξάμενος τὴν ἐπιείκειαν παρεχώρησε τῷ Λὼτ τῶν πρωτείων, καὶ τῆς ἐκλογῆς αὐτῷ τὴν ἐξουσίαν δεδωκώς, εἵλετο προθύμως τὴν ἐλάττονα μερίδα ὑπὲρ τοῦ πᾶσαν ἑκποδὼν γενέσθαι φιλονεικίαν· ὅρα ὅσης ἀπολαύει παραχρῆμα παρὰ τοῦ Θεοῦ τῆς ς ἀμοιβῆς, καὶ ὅπως ἐκ πολλῆς τῇς περιουσίας μείζονος ἄξιοί τῆς ἀντιδόσεως τὸν πατριάρχην.«Τοιοῦτος γὰρ ὁ Δεσπότης ὁ ὁ ἡμέτερος»· ἐπειδὰν ἴδῃ μικρὸν τὶ εἰσενεγκόντας ἡμᾶς, δαψιλεῖς ἡμῖν παρέχει τὰς παρ’ ἑαυτοῦ ἀμοιβάς, καὶ τοσαύτην ἐπιδείκνυται τὴν φιλοτιμίαν, ὡς πολλῷ τῷ μέτρῳ ὑπερακοντίσαι τὰ παρ’ ἡμῶν γεγονότα.
β’. Καὶ τοῦτο ἐφ’ ἑκάστῳ τῶν παρ’ ἡμῶν ἐπιτελουμένων εὑρήσει τις παρ’ αὐτοῦ γινόμενον. Τὶ γάρ, εἰπὲ μοι, δύο ὀβολῶν ἂν γένοιτο εὐτελέστερον; Ἀλλ’ ὅμως τὴν χήραν ἐκείνην, τὴν τοὺς δύο ὀβολοὺς καταβαλοῦσαν, ἐξ ἐκείνου μέχρι τοῦ παρόντος εἰς πᾶσαν τὴν οἰκουμένην ἀνακηρύττεσθαι πεποίηκε. Καὶ τὶ λέγω δύο ὀβολούς; Κἂν ποτήριον ψυχροῦ τις δῷ, καὶ ὑπὲρ τούτῳ μεγάλας ὁρίζει τὰς ἀμοιβάς, ἀπὸ τῆς γνώμης ἀεὶ στεφάνων τοὺς τὴν ἀρετὴν κατορθοῦντας. Καὶ ἐπὶ τῆς προσεδρίας δὲ τῶν εὐχῶν τοῦτο ἴδοι τις ἂν παρ’ αὐτοῦ γινόμενον. Ἐὰν γὰρ ἴδῃ μετὰ θερμότητός τινα προσιόντα, εὐθέως ἐρεῖ πρὸς αὐτόν· «Ἔτι λαλοῦντός σου ἰδοὺ πάρειμι». Εἰ δὲ πλείονα τὴν προσεδρίαν ἐπιδείξηται, καὶ μετὰ πολλοῦ τοῦ πόθου καὶ ζεούσης τῆς προθυμίας τὰ τῆς αἰτήσεως φιλοτιμεῖται, καὶ πρὸ τῆς αἰτήσεως ἀνακηρύττει καὶ στεφάνου ὅπερ καὶ ἐπὶ τῆς Χαναναίας πεποίηκεν. Ἐπειδὴ γὰρ εἶδεν αὐτῆς τὸν τόνον καὶ τὴν πολλὴν ἔνστασιν, πρότερον ἀνακηρύξας καὶ στεφανώσας, ὡς εἰπεῖν διὰ τῶν ἐγκωμίων, καὶ πάσῃ τῇ οἰκουμένη κατέδηλον αὐτὴν ποιήσας, τότε καὶ τὰ τῆς αἰτήσεως ἐφιλοτιμήσατο μετὰ πολλῆς τῆς δαψιλείας. Εἰπὼν γάρ, «Ὧ γύναι, μεγάλη σου ἡ πίστις», τότε ἐπήγαγε,«Γενηθήτω σοι ὡς θέλεις». Καὶ εἰ βουλοίμεθα ἕκαστον τῶν ἐν ταῖς θείαις Γραφαῖς ἐκλέγειν, πανταχοῦ πολλὴν ὀψόμεθα τὴν φιλοτιμίαν τοῦ Δεσπότου. Ὅπερ ἀκριβῶς ὁ πατριάρχης ἐπιστάμενος, καὶ εἰδὼς ὅτι ὁ τῶν ἐλαττόνων παραχωρήσας μειζόνων ἐπιτεύξεται, καθάπερ χθὲς ἠκούσατε, παρεχώρησε τῷ Λώτ, καὶ εἵλετο τὴν εὐτελεστέραν χώραν, ἵνα καὶ τῆς φιλονεικίας τὰς ἀφορμὰς περιέλῃ, καὶ τὴν οἰκείαν ἀρετὴν ἐπιδείξηται, καὶ ἐν εἰρήνῃ καταστήσῃ τὴν οἰκίαν ἅπασαν. Ἀλλ’ ἴδωμεν ἐκ τῶν προσφάτως ἀνεγνωσμένων, τινὰς λαμβάνει τὰς ἀμοιβὰς παρὰ τοῦ Δεσπότου ὑπὲρ τῆς τοσαύτης ἐπιεικείας. «Καὶ εἶπε, φησίν, ὁ Θεὸς Ἄβραμ μετὰ τὸ διαχωρισθῆναι τὸν Λὼτ ἀπ’ αὐτοῦ· Ἀναβλέψας σοῖς ὀφθαλμοῖς σου, ἴδε ἀπὸ τοῦ τόπου, οὗ νῦν σὺ εἶ, πρὸς βοῤῥᾶν καί, λίβα, καὶ ἀνατολὰς καὶ θάλασσαν ὅτι πᾶσαν τὴν γῆν, ἣν σὺ ὁρᾷς, σοὶ δώσω αὐτήν, καὶ τῷ σπέρματί σου ἕως τοῦ αἰῶνος». Ὅρα τὸ τάχος τῆς τοῦ Θεοῦ προνοίας καὶ τῆς ἀμοιβῆς, ἧς περὶ τὸν δίκαιον ἐπιδείκνυται. Βουλομένη γὰρ ἡμᾶς διδάξαι ἡ θεῖα Γραφή, ὅσης ἀποδοχῆς ἠξιώθη παρὰ τοῦ φιλανθρώπου Θεοῦ ὁ πατριάρχης ἐπὶ τῇ τοσαύτῃ ταπεινοφροσύνῃ, εἰποῦσα ὅτι διεχωρίσθη ὁ Λώτ, καὶ ἀπῆλθεν εἰς τὴν γῆν, ἣν εἵλετο ὡς καλλιστεύουσαν, εὐθέως ἐπήγαγε· «Καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ Ἄβραμ». Εἶτα ἵνα μάθωμεν μετὰ ἀκριβείας ὅτι ὑπὲρ τῶν εἰς τὸν Λὼτ γεγενημένων ἀμειβόμενος αὐτὸν ταῦτά φησι, προσέθηκε· Καὶ εἶπεν ὁ Θεὸς τῷ Ἄβραμ μετὰ τὸ διαχωρισθῆναι τὸν Λὼτ ἀπ’ αὐτοῦ· μονονουχὶ ταυτὶ πρὸς αὐτὸν φανερῶς λέγων τὰ ῥήματα· παρεχώρησας διὰ
πολλὴν ἐπιείκειαν τῆς καλλιστευομένης χώρας τῷ ἀδελφιδῷ, καὶ τὴν ἄκραν ἐπεδείξω ταπεινοφροσύνην, καὶ τοσαύτην ἐποιήσω τῆς εἰρήνης τὴν πρόνοιαν, ὡς πάντα καταδέξασθαι ὑπὲρ τοῦ μηδεμίαν εἶναι ὑμῶν μεταξὺ φιλονεικίαν· διὰ τοῦτο λάμβανε παρ’ ἐμοῦ δαψιλεῖς τὰς ἀμοιβάς. «Ἀναβλέψας, φησί, τοῖς ὀφθαλμοῖς σου, ἴδε ἀπὸ τοῦ τόπου, οὗ νῦν σὺ εἶ, πρὸς βοῤῥᾶν καὶ λίβα, καὶ ἀνατολὰς καὶ θάλασσαν ὅτι πᾶσαν τὴν γῆν, ἣν ς ὁρᾷς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου ἕως τοῦ αἰῶνος». Εἶδες ἀντίδοσιν πολλῷ τῷ μέτρῳ ὑπερβαίνουσαν τὰ παρ’ αὐτοῦ γινομένα; Δι’ αὐτῶν τῶν ῥημάτων
ἔρχεται ὁ φιλάνθρωπος Δεσπότης, δι’ ὧν καὶ ὁ πατριάρχης τὴν παραχώρησιν ἐποιήσατο. Καθάπερ γὰρ ἐκεῖνος Ἔλεγεν. «Οὐκ ἰδού, πᾶσα ἡ γῆ ἐναντίον σου; Διαχωρίσθητι ἂπ’ ἐμοῦ· εἰ σὺ εἰς δεξιά, ἐγὼ εἰς ἀριστερά· εἰ δὲ σὺ εἰς ἀριστερά, ἐγὼ εἰς δεξιά· οὕτω καὶ ὁ Δεσπότης φησίν· Ἀναβλέψας τοῖς ὀφθαλμοῖς σου, ἴδε ἀπὸ τοῦ τόπου οὗ σὺ εἶ νῦν· ὅτι, πᾶσαν τὴν γῆν, ἣν ὁρᾷς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου ἕως τοῦ αἰῶνος».
Ἐνταῦθά μοι σκόπει τῆς φιλοτιμίας τὴν ὑπερβολήν. Σὺ μὲν γάρ, φησίν, αἵρεσιν δοὺς τὴν τῆς ἐκλογῆς, τὴν μὲν παρεχώρησας, ἥνπερ ἑλέσθαι ἐβουλήθη, τὴν δὲ ὑποληφθεῖσαν αὐτὸς κατεδέξω· ἐγὼ δὲ τοσαύτην ποιοῦμαι τὴν φιλοτιμίαν, ὡς πᾶσαν, τὴν γῆν τὴν ὑποπίπτουσαν τῇ τῶν σῶν ὀφθαλμῶν θέα ἐξ ἑκατέρων τῶν μερῶν, ἀπὸ ἄρκτου καὶ ἀπὸ μεσημβρίας, καὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, πᾶσαν τὴν γῆν, ἣν ὁρᾷς, σοὶ
παραχωρήσειν· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ «Καὶ τῷ σπέρματί σου ἕως τοῦ αἰῶνος». Εἶδες ἀξίαν τῆς τοῦ Θεοῦ ἀγαθότητος τὴν φιλοτιμίαν; Εἶδες ὅσων παραχωρήσας, ὅσων ἠξιώθη; Ἐντεῦθεν παιδευώμεθα πολλὴν ἐπιδείκνυσθαι δαψίλειαν περὶ τὴν ἐλεημοσύνην, ἵνα μικρὰ δόντες μεγάλων ἀξιωθῶμεν. Ποῦ γὰρ ἴσον εἰπὲ μοι, ἀργύριον βραχὺ δοῦναι, καὶ συγχώρησιν ἁμαρτημάτων κομίσασθαι; Θρέψαι πεινῶντα, καὶ παῤῥησίας
ἀξιωθῆναι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τῇ φοβερᾷ, καὶ ἀκοῦσαι τὰ τῆς βασιλείας ἀντάξια ῥήματα, «Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν»; Μὴ γὰρ ὁ σοὶ παρασχὼν τὴν τοσαύτην δαψίλειαν οὐκ κἀκείνου τὴν ἔνδειαν παραμυθήσασθαι; Ἀλλὰ διὰ τοῦτο ἀφίησιν αὐτὸν τῇ πενίᾳ τρύχεσθαι, ἵνα κἀκεῖνος τῆς ὑπομονῆς πολὺν κομίζηται τὸν μισθόν, καὶ σῦς τὴν ἀπὸ τῆς ἐλεημοσύνης σαυτῷ προαποθῇ τὴν παῤῥησίαν.
γ’. Εἶδες φιλανθρωπίαν Δεσπότου, πῶς ἅπαντα διὰ τὴν ἡμετέραν σωτηρίαν οἰκονομεῖ; Ὅταν οὖν ἐννοήσῃς, ὅτι διὰ σε τὴν σὴν ὠφέλειαν ἐκεῖνος τῇ πενίᾳ προσπαλαίων λιμῷ διαφθείρεται, μὴ παρέλθῃς ἀνηλεῶς, ἀλλὰ γενοῦ πιστὸς οἰκονόμος τῶν παρὰ τοῦ Δεσπότου σοι παρασχεθέντων, ἵνα τὴν ἐκείνου ἔνδειαν παραμυθησάμενος πολλὴν ἐπισπάσῃ τὴν ἄνωθεν εὔνοιαν. Καὶ δόξασόν σου τὸν Δεσπότην, ὅτι διὰ σὲ καὶ τὴν σὴν σωτηρίαν συνεχώρησεν ἐκεῖνον ἐν πενίᾳ διάγειν, ἵνα σὺ δυνηθῇς ὁδόν, εὑρεῖν, δι’ ἧς δυνήσῃ καὶ τὰ ἡμαρτημένα ἀπονίψασθαι, καὶ τὰ παρὰ τοῦ Δεσπότου σοι παρασχεθέντα καλῶς οἰκονομήσας, τῶν ἐπαίνων ἐκείνων ἀξιωθῆναι τῶν πάντα λόγον καὶ διάνοιαν ὑπερβαινόντων. Ἀκούσῃ γάρ, «Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπ’ ὀλίγων ἧς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου». Ταῦτα ἐννοοῦντες, καθάπερ εὐεργέτας, καὶ τῆς σωτηρίας ἡμῖν τὰς ἀφορμὰς παρέχειν δυναμένους, οὕτως ὁρῶμεν τοὺς πένητας, καὶ μετὰ δαψιλείας καὶ ἱλαρᾶς τῆς προθυμίας παρέχωμεν, μηδέποτε ἀνανεύοντες περὶ τὴν δόσιν, ἀλλὰ μετὰ πολλῆς τῆς ἐπιεικείας διαλεγόμενοι, καὶ πραότητα πολλὴν δεικνύμενοι, «Κλῖνον γάρ, πτωχῷ τὸ οὓς σου, καὶ ἀποκρίθητι αὐτῷ εἰρηνικὰ ἐκ πραΰτητι, ἵνα καὶ πρὸ τῆς δόσεως τῇ προσηνείᾳ τῶν ῥημάτων τὴν καταβεβλημένην αὐτοῦ ψυχὴν ὑπὸ τῆς πολλῆς ἐνδείας ἀναστήσῃς». «Κρεῖσσον γάρ, φησί, λόγος ἣ δόσις». Οὕτως οἶδε καὶ ῥῆμα νευρῶσαι ψυχήν, καὶ πολλὴν εἰσαγαγεῖν τὴν παραμυθίαν. Μὴ τοίνυν πρὸς τὸν λαμβάνοντα μόνον ὁρῶντες τὴν περὶ τὴν ἐλεημοσύνην φιλοτιμίαν ποιώμεθα, ἀλλὰ λογιζόμενοι τὶς ἐστιν ὁ οἰκειούμενος τὰ εἰς τὸν πένητα γινόμενα, καὶ τὴν ὑπὲρ τῶν διδομένων ἔκτισιν ὑποσχόμενος, οὕτω πρὸς ἐκεῖνον τείνοντες τὴν διάνοιαν μετὰ πάσης προθυμίας παρέχειν σπουδάζωμεν, καὶ σπείρωμεν, ὡς ἔτι καιρός, μετὰ δαψιλείας, ἵνα καὶ μετὰ δαψιλείας θερίσωμεν. «Ὁ σπείρων γάρ, φησί, φειδομένως, φειδομένως καὶ θερίσει». Ἀφειδεῖ τοίνυν τῇ χειρὶ καταβάλλωμεν τὰ καλὰ ταῦτα σπέρματα,ἵνα ἐν καιρῷ μετὰ δαψιλείας θερίσωμεν. Νῦν μὲν γὰρ ἐστιν ὁ τοῦ σπόρου καιρός, ὃν μὴ παραδράμωμεν, παρακαλῶ, ἵνα ἐν τῇ τῇς ἀνταποδόσεως τῶν ἐνταῦθα σπαρέντων ἡμέρᾳ, τοὺς καρποὺς ἀποδρεψώμεθα, καὶ τῆς παρὰ τοῦ Δεσπότου φιλανθρωπίας ἀξιωθῶμεν. Οὐδὲν γάρ, οὐδὲν ἕτερον τῶν κατορθωμάτων οὕτω δυνήσεται σβέσαι τῶν ἁμαρτημάτων ἡμῶν τὴν πυράν, ὡς ἡ τῆς ἐλεημοσύνης δαψίλεια. Αὕτη καὶ
τῶν ἠμαρτημένων ἡμῖν τὸν ἀφανισμὸν ἐργάζεται, καὶ παῤῥησίας ἡμῖν πρόξενος γίνεται, καὶ τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν τὴν ἀπόλαυσιν προευτρεπίζει. Ἀλλὰ ταῦτα μὲν ἱκανῶς εἴρηται πρὸς τὴν ὑμετέραν προτροπήν, καὶ πρὸς τὸ δεῖξαι, ὅτι μικρὰ διδόντες μεγάλων ἀξιούμεθα παρὰ τοῦ Δεσπότου. Ἐντεῦθεν γὰρ ἡμῖν καὶ ὁ λόγος πρὸς τὴν τῆς ἐλεημοσύνης παραίνεσιν ἐξεκυλίσθη· ἐπειδὴ γὰρ ἐλέγομεν, ὅτι μέρους γῆς παραχωρήσας ὁ πατριάρχης, καὶ τὸ κάλλιστον τῆς χώρας προέμενος τῷ Λώτ, καὶ τὴν φαυλοτάτην γῆν ἑλόμενος ἑαυτῷ τοσαύτης ἠξιώθη τῆς παρὰ τοῦ Θεοῦ φιλοτιμίας, ὡς ὑπερβαίνειν πάντα νοῦν καὶ διάνοιαν τὴν ὑπόσχεσιν τὴν παρὰ τοῦ Θεοῦ εἰς αὐτὸν γεγενημένην. «Ἀναβλέψας γάρ, φησί, τοῖς ὀφθαλμοῖς σου, ἴδε ἀπὸ τοῦ τόπου, οὗ σὺ εἶ νῦν, πρός βοῤῥᾶν καί, λίβα· ὅτι πᾶσαν τὴν γῆν, ἦν σὺ ὁρᾷς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου ἕως αἰῶνος». Μέρος γῆς, φησί, παρεχώρησας τῷ ἀδελφιδῷ· ἰδοὺ ἐγὼ ὁλόκληρόν σοι τὴν γῆν ὑπισχνοῡμαι· καἰ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τῷ σπέρματί σου παρέξειν ἐπαγγέλλομαι αὐτήν, καὶ ἕως αἰῶνος, τοῦτ’ ἔστι διηνεκῶς. Εἶδες πῶς φιλοτιμεῖται ἐν ταῖς εὐεργεσίαις; Ἐπειδὴ γὰρ ᾔδει ὅτι τούτου μάλιστα ἐπεθύμει ὁ πατριάρχης, καὶ οὐδὲν αὐτοῦ τὴν προθυμίαν οὕτω νευρώσει, φησί· καὶ τοῦτό σοι παρέξω, ὥστε καὶ τοὺς ἀπὸ σου
τικτομένους διαδέξασθαι τῆς γῆς τὴν ἀπόλαυσιν, καὶ διηνεκῆ ταύτης ἔχειν τὴν ἐξουσίαν. Εἶτα ἵνα μὴ πρὸς τὴν οἰκείαν μόνον φύσιν, καὶ πρὸς τὸ γῆρας τὸ ἑαυτοῦ, καὶ τὴν τῆς Σάρας στείρωσιν ἀπιδών, ναρκήσῃ πρὸς τὴν ὑπόσχεσιν, ἀλλὰ θαῤῥήσῃ τῇ τοῦ ὑποσχομένου δυνάμει, φησί· «Καὶ ποιήσω τὸ σπέρμα σου, ὡς τὴν ἄμμον τῆς γῆς. Εἰ δυνήσεταί τις τὴν ἄμμον τῆς γῆς ἐξαριθμῆσαι, καὶ τὸ σπέρμα σου ἀριθμηθήσεται». Ἀληθῶς ὑπὲρ φύσιν ἀνθρωπίνην ἦν ἡ ὑπόσχεσις· οὐ μόνον γὰρ πατέρα αὐτὸν ποιήσειν ὑπέσχετο, τοσούτων ὄντων τῶν κωλυμάτων, ἀλλὰ καὶ εἰς πλῆθος τοσοῦτον ἐπιδώσειν, ὡς τῇ ἄμμῳ τῆς γῆς παρισωθῆναι, καὶ ἀνώτερον ἀριθμοῦ τὸ πλῆθος γενέσθαι, τὴν ἐπίτασιν τῆς ὑπερβολῆς διὰ τοῦ παραδείγματος ἐμφῆναι βουλόμενος. Σκόπει πῶς ὁ φιλάνθρωπος Δεσπότης κατὰ μικρὸν γυμνάζει τοῦ δικαίου τὴν ἀρετήν. Εἰπὼν γὰρ ἀνωτέρω, ὅτι «Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην»· νῦν πάλιν φησίν. «Καὶ τῷ σπέρματί σου δώσω ἕως αἰῶνος, καὶ ποιήσω αὐτὸ ὡς τὴν ἄμμον τῆς γῆς». Καὶ τέως μέχρι λόγων τὰ τῆς ὑποσχέσεως, καὶ πολὺς ἐν μέσῳ παραγίνεται χρόνος, ἵνα καὶ τῆς γνώμης τοῦ πατριάρχου μάθωμεν τὸ φιλόθεον, καὶ τοῦ Θεοῦ τὴν ὑπερβάλλουσαν δύναμιν. Ἐπίτηδες γὰρ μέλλει καὶ ἀναβάλλεται, ἵνα εἰς βαθὺ γῆρας ἐλάσαντες οἱ τὴν ὑπόσχεσιν δεξάμενοι, καὶ ἀπογνόντες, ὡς εἰπεῖν, τέως κατὰ ἀνθρωπίνην ἀκολουθίαν, τότε καὶ τῆς οἰκείας ἀσθενείας τὴν πεῖραν, καὶ τῆς ἀφάτου δυνάμεως τοῦ Θεοῦ τὴν ὑπερβολὴν ἴδωσιν.
δ’. Ἐννόει δὲ μοι ἐκ τῆς παρατάσεως τοῦ ἐν μέσῳ χρόνου τὸ στεῤῥὸν τῆς τοῦ πατριάρχου γνώμης, πῶς πάντα τὰ ἀνθρώπινα παρατρέχων, πρὸς τὸ δυνατὸν τοῦ ὑποσχομένου τείνας τὴν διάνοιαν, οὐκ ἐθορυβεῖτο, οὐδὲ ἐταράττετο. Ἴστε γὰρ πολλάκις, ὅτι ἐπειδὰν τις ἅπαξ καὶ δεύτερον ὑποσχόμενος μηδέπω εἰς ἔργον ἀγάγῃ τᾷ ἐπαγγελθέντα, πῶς ὀκνηρότεροι γινόμεθα πρὸς τὸ πάλιν αὐτῷ πιστεῦσαι ὑπισχνουμένῳ. Ἀλλ’ ἐπὶ μὲν ἀνθρώπου εἰκότως ἂν τοῦτο γένοιτο ἐπὶ δὲ τοῦ Θεοῦ τοῦ μετὰ πολλῆς σοφίας τὰ ἡμέτερα οἰκονομοῦντος, ἐπειδὰν ἅπαξ ἐπαγγείληται, κἂν μυρία ἐν τῷ μέσῳ κωλύματα παρεμπίπτοι, πρὸς τὸ μέγεθος τῆς τοῦ Θεοῦ δυνάμεως ὁρῶντας θαῤῥεῖν χρή, καὶ ἐστηριγμένον ἔχειν τὸν λογισμόν, καὶ εἰδέναι ὡς πάντως εἰς ἔργον ἐκβῆναι δεῖ τὰ παρ’ αὐτοῦ εἰρημένα· Οὐδὲν γὰρ ἔστιν ὃ δυνήσεταί ποτε διακόψαι τὰ παρ’ αὐτοῦ
ἐπηγγελμένα· Θεὸς γὰρ ἐστιν, ᾧ πάντα δυνατά· καὶ διὰ τοῦτο πρὸς ὃ βούλεται, μεθίστησι τὰ πράγματα, καὶ πόρους ἐξ ἀπόρων εὑρεῖν δυνάμενος, καὶ μετὰ τὴν ἀπόγνωσιν τὴν ἡμετέραν εἰς χρηστὰς ἐλπίδας ἀγών, ἳν’ οὕτω σαφέστερον αὐτοῦ μανθάνωμεν τῆς εὐμηχάνου σοφίας τὴν ὑπερβολήν. «Ἀναστὰς γάρ, φησί, διόδευσον τὴν γῆν, εἰς τε τὸ μῆκος αὐτῆς καὶ εἰς τὸ πλάτος, ὅτι σοι δώσω αὐτήν». Ὅρα πῶς διὰ πάντων τῶν πραγμάτων πολλὴν βούλεται πληροφορίαν ἐνθεῖναι τῷ δικαίῳ. Ἀναστάς, φησί, περίελθε, καὶ κατάμαθε καὶ τὸ μῆκος καὶ τὸ πλάτος, ἵνα εἰδέναι ἔχῃς καὶ τὸ μέγεθος τῆς γῆς, ἧς ἀπολαύειν μέλλεις, καὶ πρὸ τῆς ἀπολαύσεως τῇ ἐλπίδι τρεφόμενος, πολλὴν ἔχῃς τὴν εὐθυμίαν. Ὅσην γὰρ ἂν περιέλθῃς γῆν, σοὶ δώσω αὐτήν, ἵνα μάθῃς ὅτι οὐ τοσαῦτα παρεχώρησας, ὅσα νῦν λαμβάνειν μέλλεις. Μὴ τοίνυν νομίσῃς τὴν ἐλάττονα εἰληφέναι, ἐπειδὴ ἐκεῖνος τοῖς πρωτείοις φαινομένοις ἐπεπήδησεν. Εἴσῃ δὲ μὲτ’ οὐ πολὺ δι’ αὐτῶν τῶν πραγμάτων, ὅτι οὐ λυσιτελὴς ἣν αὐτῷ τῶν πρωτείων ἡ ἐκλογή· καὶ αὐτὸς δὲ ἐκεῖνος μαθήσεται, ὅσον ἐστὶ κακὸν τὸ τῶν πρωτείων ἐρᾷν. Τέως δὲ αὐτὸς κομίζου τῆς
ταπεινοφροσύνης καὶ τῆς ἐπιεικείας, ἣν περὶ τὸν ἀδελφιδοῦν ἐπεδείξω, τὰς ἀμοιβάς, καὶ δέχου τὴν ὑπόσχεσιν, καὶ ἤδη καταμάνθανε τὴν γῆν ἅπασαν, ἧς κύριος εἶ, καὶ μὲτ’ οὐ πολὺ καὶ αὐτὸς καὶ τὸ σπέρμα τὸ σὺν εἰς τὸ διηνεκὲς καθέξετε. «Καὶ σῷ σπέρματί σου γάρ, φησίν, ἕως τοῦ αἰῶνος». Πολὺ τῆς ἐπαγγελίας τοῦ Θεοῦ τὸ μέγεθος, πολλὴ τῆς φιλοτιμίας τοῦ πάντων ἡμῶν Δεσπότου ἡ δαψίλεια, πολλὴ τῆς ἀμοιβῆς τοῦ φιλανθρώπου καὶ πανοικτίρμονος ἡ ὑπερβολή, ἣν περὶ τὸν μακάριον τοῦτον ἐποιήσατο, καὶ τῷ ἐξ αὐτοῦ μέλλοντι τίκτεσθαι σπέρματι. Ταῦτα ἀκούσας ὁ πατριάρχης, καὶ ἐκπλαγεὶς τὴν ἄφατον τοῦ Θεοῦ ἀγαθότητα. «Ἀποσκηνὼσας,φησὶν, ἐλθὼν κατῴκησε, παρὰ τὴν δρῦν
τὴν Μαμβρή, τὴν ἐν Χεβρών». Μετὰ τὸ δέξασθαι, φησί, τὴν ἐπαγγελίαν, καὶ τὸν χωρισμὸν γενέσθαι τοῦ Λώτ, τὴν σκηνὴν αὐτοῦ μετῴκισε παρὰ τὴν δρῦν τὴν Μαμβρή. Ὅρα φιλόσοφον γνώμην, ὅρα φρονήματος ὕψος, πῶς μέτ· εὐκολίας μετανίσταται, καὶ οὐ δυσχεραίνει πρὸς τὸ τόπους ἐκ τόπων ἀμείβειν. Καὶ γὰρ εὑρήσεις αὐτὸν οὐ συνηθείᾳ τινὶ προκατειλημμένον καὶ προστετηκότα, ὃ πολλοὶ πολλάκις ὑπομένουσι καὶ τῶν δοκούντων φιλοσοφεῖν, καὶ τῶν ἐν μέσῳ θορύβων ἀπηλλάχθαι· καὶ εἲ ποτε καιρὸς καλοίη μεταναστῆναι, καὶ εἰς τὴν ἀλλοτρίαν ἀπελθεῖν, πολλάκις καὶ πνευματικοῦ πράγματος ἕνεκα, δυσχεραίνοντας, ἀλύοντος, βαρέως φέροντας τὴν μετάστασιν εὕροις ἂν αὐτούς, διὰ τὸ τῇ συνηθείᾳ προειλῆφθαι. Ἀλλ’ οὐχ ὁ δίκαιος οὕτως, ἀλλ’ ἄνωθεν καὶ ἐκ προοιμίων ἐφιλοσόφει καὶ καθάπερ ξένος καὶ παρεπίδημος,, οὕτως ἐντεῦθεν ἐκεῖ, κἀκεῖθεν ὧδε μετανιστάμενος, καὶ πανταχοῦ τὴν φιλόθεον αὐτοῦ γνώμην διὰ τῶν ἔργων ἐσπούδαζεν ἐπιδείκνυσθαι. Ἐπειδὴ γὰρ κατεσκήνωσε παρὰ τὴν δρῦν τὴν Μαμβρή,
εὐθέως ἐκεῖ θυσιαστήριον ᾠκοδόμησε τῷ Κυρίῳ. Εἶδες εὐχάριστον γνώμην; Ἐπειδὴ γὰρ τὴν σκηνὴν ἐπήξατο, εὐθέως ὑπὲρ τῆς γεγενημένης αὐτῷ ἐπαγγελίας τὰς εὐχαριστίας ἀνέφερε τῷ Δεσπότῃ. Καὶ καθ’ ἕκαστον τύπον, ἔνθα κατεσκήνου, εὑρήσεις αὐτὸν τούτου πρὸ πάντων ἐπιμελούμενον, καὶ θυσιαστήριον οἰκοδομοῦντα, καὶ τὰς εὐχὰς ἀναφέροντα, καὶ ἀποστολικὸν νόμον πληροῦντα, τὸν κελεύοντα ἐν παντὶ τόπῳ εὔχεσθαι ἐπαίροντας ὁσίους χεῖρας. Εἶδες ψυχὴν ἐπτερωμένην πρὸς τὸν τοῦ Θεοῦ πόθον, καὶ ὑπὲρ ἁπάντων εὐχάριστον γινομένην; Οὐδὲ γὰρ ἀνέμενεν εἰς ἔργον ἐλθεῖν τὰ ἐπαγγελθέντα, ἀλλὰ καὶ ὑπὲρ τῆς ὑποσχέσεως εὐχαριστεῖ, καὶ τὰ παρ’ ἑαυτοῦ ἐπιδείκνυται, ἵνα τὴν ἐπὶ τοῖς προλαβοῦσιν εὐγνωμοσύνην ἐπιδειξάμενος, καὶ περὶ τὴν ἐκπλήρωσιν τῶν ἐπαγγελιῶν ἐκκαλέσηται τὸν ἑαυτοῦ Δεσπότην.
ε’. Τοῦτον δὴ καὶ ἡμεῖς μιμώμεθα, καὶ θαῤῥῶμεν ταῖς τοῦ Θεοῦ ὑποσχέσεσι, καὶ μήτε ὁ χρόνος ἀμαυρούτω τὴν προθυμίαν, μήτε τὰ ἐν μέσῳ κωλύματα, ἂν συμβαίη, χαυνούτω ἡμῶν τὸν λογισμόν· ἀλλὰ τῇ τοῦ Θεοῦ δυνάμει θαῤῥοῦντες, ὡς ἤδη πρὸ τῶν ὀφθαλμῶν δρῶντες τὰς ὑποσχέσεις ἐκβεβηκυίας, οὕτω τὴν πίστιν εἰλικρινῆ ἐπιδειξώμεθα. Καὶ γὰρ καὶ ἡμῖν μεγάλα καὶ ὑπέρογκα ἐπηγγείλατο ὁ Δεσπότης, καὶ ὑπερβαίνοντα τὸν ἡμέτερον λογισμόν, τῆς βασιλείας λέγω τὴν ἀπόλαυσιν, τῶν ἀποῤῥήτων ἀγαθῶν τὴν μετουσίαν, τὴν μετὰ ἀγγέλων διαγωγήν, τὴν τῆς γεέννης ἀπαλλαγήν. Ἀλλὰ ὅμως μηδὲν ἀπιστῶμεν, ἐπειδὴ μὴ ὁρᾶται τοῖς σωματικοῖς ὀφθαλμοῖς· ἀλλὰ τὸ ἀψευδὲς ἐννοοῦντες τοῦ ἐπαγγειλαμένου, καὶ τῆς δυνάμεως αὐτοῦ τὸ μέγεθος, τοῖς τῆς πίστεως ὀφθαλμοῖς αὐτὰ κατοπτεύωμεν, καὶ ἐκ τῶν ἤδη παρασχεθέντων καὶ περὶ τῶν μελλόντων χρηστὰς ἔχωμεν τὰς ἐλπίδας· διὰ γὰρ τοῦτο καὶ ἐνταῦθα πολλὰ ἡμῖν ἐδωρήσατο, ἵνα ἐκ τούτων ὁδηγούμενοι καὶ περὶ ἐκείνων θαῤῥεῖν ἔχωμεν. Ὁ γὰρ τὸν ἑαυτοῦ υἱὸν ἐκδοὺς διὰ τὴν περὶ ἡμᾶς ἀγάπην, πῶς οὐχὶ πάντα ἡμῖν τὰ λοιπὰ χαριεῖται; Καθάπερ καὶ Παῦλος
φησίν· «Ὃς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἅ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται»; Εἰ τὸν Υἱὸν αὐτοῦ ἐξέδωκεν ὑπὲρ
ἡμῶν τῶν ἁμαρτωλῶν, εἰ τοῦ βαπτίσματος τὴν δωρεὰν ἐχαρίσατο, εἰ τῶν προλαβόντων ἁμαρτημάτων τὴν ἄφεσιν ἐδωρήσατο, εἰ μετανοίας ὁδὸν ἡμῖν ἔτεμεν, εἰ μυρία ἑτέρα πρὸς τὴν Σωτηρίαν ἡμετέραν ἐπραγματεύσατο, δηλονότι καὶ τὰ ἐν τῷ μέλλοντι ἡμῖν τεταμιευμένα ἀγαθὰ παρέξει. Ὁ γὰρ πρὸ τῆς εἰς τὸ εἶναι ἡμᾶς παρόδου ταῦτα προευτρεπίσας διὰ τὴν οἰκείαν ἀγαθότητα, πῶς οὐχὶ καὶ τὴν ἀπόλαυσιν χαριεῖται; Ὅτι γὰρ προλαβὼν ταῦτα ἡμῖν ἡτοίμασε τὰ ἀγαθά, ἄκουε αὐτοῦ λέγοντος πρὸς τοὺς ἐκ
δεξιῶν ἑστῶτας· «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρὸς μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν πρὸ καταβολῆς κόσμου». Εἶδες ἀγαθότητος ὑπερβολήν, πόσῃ περὶ τὸ ἡμέτερον γένος κέχρηται τῇ φιλανθρωπίᾳ, ὡς καὶ πρὸ τῆς τοῦ κόσμου καταβολῆς ἡμῖν τῆς βασιλείας προευτρεπίσαι τὴν ἀπόλαυσιν; Μὴ τοίνυν ἀγνώμονες γενώμεθα, παρακαλῶ, μηδὲ ἀναξίους ἑαυτοὺς καταστήσωμεν τῶν τοσούτων δωρεῶν, ἀλλὰ ἀγαπήσωμεν, ὡς δεῖ, τὸν ἡμέτερον Δεσπότην, καὶ μηδὲν διαπραττώμεθα τῶν διακοπτόντων τὴν πρὸς ἡμᾶς αὐτοῦ εὔνοιαν. Μὴ γὰρ αὐτοὶ προκατάρχομεν τοῦ πράγματος; Αὐτὸς προλαβὼν πολλὴν καὶ ἄφατον τὴν περὶ ἡμᾶς ἀγάπην ἐπεδείξατο. Πῶς οὖν οὐκ ἄτοπον τὸν οὕτως ἀγαπήσαντα μὴ καὶ ἡμᾶς, ὅσον ἔχομεν δυνάμεως, ἀγαπᾷν; Αὐτὸς γὰρ διὰ τὴν περὶ ἡμᾶς ἀγάπην πάντα μεθ’ ἡδονῆς ὑπέμεινε, καὶ ἐξ αὐτῶν τῶν κόλπων τῶν πατρικῶν ἁλλόμενος, ὡς εἰπεῖν, δούλου μορφὴν ἀναλαβεῖν κατεδέξατο, καὶ διὰ πάντων τῶν ἀνθρωπίνων ἐλθεῖν, καὶ τὰς παρὰ Ἰουδαίων ὕβρεις καὶ ἀτιμίας ὑπομεῖναι, καὶ τὸ τελευταῖον σταυρὸν κατεδέξατο, καὶ θάνατον τὸν ἐπονείδιστον, ἵνα ἡμᾶς τοὺς χαμαὶ συρομένους, καὶ μυρίοις φορτίοις ἁμαρτημάτων βαρουμένους, διὰ τῆς εἰς αὐτὸν πίστεως ἐλευθερώσῃ. Ταῦτα γὰρ ἅπαντα ἐννοῶν ὁ μακάριος Παῦλος, ὁ θερμὸς ἐραστὴς τοῦ Χριστοῦ, ὁ καθάπερ ὑπόπτερος τὴν οἰκουμένην περιτρέχων ἅπασαν, ὁ ἐν σώματι τὰ τῶν ἀσωμάτων ἐπιδείκνυσθαι σπουδάζων, ἐβόα λέγων· «Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς». Ὅρα εὐγνωμοσύνην, ὅρα ἀρετῆς ὑπερβολήν, ὅρα πόθον ζέοντα. Ἡ ἀγάπη, φησί, τοῦ Χριστοῦ συνέχει ἡμᾶς· τοῦτ’ ἐστιν, ὠθεῖ, καταναγκάζει, κατεπείγει. Εἶτα ἑρμηνεῦσαι βουλόμενος τὸ παρ’ ἑαυτοῦ ῥηθέν, φησί· «Κρίναντας τοῦτο, ὅτι εἰ εἷς ὑπὲρ ἁπάντων ἀπέθανεν, ἆρα οἱ πάντες ἀπέθανον. Καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἅλιά τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι». Εἶδες πῶς εἰκότως ἔλεγεν, ὅτι Συνέχει ἡμᾶς ἡ ἀγάπη τοῦ Χριστοῦ; Εἰ γὰρ ὑπὲρ ἡμῶν, φησί, πάντων ἀπέθανε, διὰ τοῦτο ἀπέθανεν, ἵνα ἡμεῖς οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶμεν, ἀλλ’ ἐκείνῳ τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι. Δεχώμεθα τοίνυν τὴν παραίνεσιν τὴν
ἀποστολικήν, καὶ μὴ ἑαυτοῖς ζῶμεν, ἀλλὰ τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι. Καὶ πῶς, φησί, δυνησόμεθα μὴ ἑαυτοῖς ζῆν; Ἄκουε τοῦ μακαρίου τούτου πάλιν λέγοντος· «Ζῶ δὲ οὐκ ἔτι ἕτω, ζῇ δὲ ἐν ἐμοὶ Χριστός». Ὅρα πῶς ἐπὶ γῆς βαδίζων καὶ σαρκὶ συμπεπλεγμένος, καθάπερ τὸν οὐρανὸν οἴκων, καὶ ταῖς ἀσωμάτοις συναναστρεφόμενος δυνάμεσιν, οὕτω διέκειτο. Διὰ τοῦτο ἀλλαχοῦ πάλιν ἔλεγεν· «Οἱ δὲ τοῦ Χριστοῦ, τὴν
σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις». Τοῦτο τοίνυν ἐστὶ τὸ μὴ ἑαυτοῖς ζῆν, ἀλλὰ τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι, ὅταν καθάπερ νεκροὶ ὦμεν τοῦ παρόντος βίου, καὶ πρὸς μηδὲν τῶν ὁρωμένων ὦμεν ἐπτοημένοι. Διὰ γὰρ τοῦτο ὁ Δεσπότης ἡμῶν ἐσταυρώθη, ἵνα ἀντὶ ταύτης τῆς ζωῆς ἐκείνην ἀνταλλαξώμεθα· μᾶλλον δέ, ἵνα διὰ ταύτης ἐκείνην ἑαυτοῖς πραγματευσώμεθα. Ἡ γὰρ παροῦσα ζωή, ἐὰν βουλώμεθα νήφειν καὶ ἐγρηγορέναι, πρὸς τὴν ἀπόλαυσιν τῆς αἰωνίου ζωῆς ἡμᾶς ὁδηγεῖ· καὶ δυνησόμεθα, εἰ βουληθείημεν μικρὸν διεγερθῆναι καὶ διανοίξαι τὸ τῆς διανοίας ὄμμα, τῆς ἐκεῖ λήξεως τὴν ἔννοιαν διὰ παντὸς τρέφειν παρ’ ἑαυτοῖς, καὶ οὕτω τὰ μὲν ὁρώμενα παρατρέχειν καὶ ὑπερίπτασθαι, πρὸς δὲ τὰ μέλλοντα καὶ διαιωνίζοντα τείνειν τὸν λογισμόν· καθάπερ καὶ ὁ μακάριος οὗτος παιδεύων ἡμᾶς ἔλεγεν· «Ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἓν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με, καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ».
ς’. Ὅρα ψυχὴν πεπυρωμένην, ὅρα λογισμὸν ἐπτερωμένον, ὅρα διάνοιαν ἐκκαιομένην τῷ πρὸς τὸν Θεὸν πόθῳ. Ὃ νῦν ζῶ, φησίν, ἐν πίστει ζῶ. Μὴ γὰρ νομίσητέ με, φησί, συντελεῖν τὶ εἰς τὰ τοῦ παρόντος βίου πράγματα. Εἰ γὰρ καὶ σάρκα περίκειμαι, καὶ ταῖς ἀνάγκαις τῆς φύσεως προσδέδεμαι, ἀλλ’ ἐν πίστει ζῶ, τῇ εἰς Χριστόν, πάντων ὑπερορῶν τῶν παρόντων, τῇ ἐλπίδι τῇ εἰς αὐτὸν πάντα παρατρέχων, ἐκτεταμένην ἔχω τὴν διάνοιαν πρὸς αὐτόν. Εἶτα ἵνα μάθῃς αὐτοῦ τοῦ φίλτρου τὴν ὑπερβολήν, φησίν. «Ἐν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με, καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ». Σκόπει πόσης τῆς εὐγνωμοσύνης ἡ ὑπερβολή. Τὶ λέγεις, ὧ μακάριε Παῦλε; Πρὸ μικροῦ ἔλεγες.
«Ὃς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν»· καὶ νῦν λέγεις. «Τοῦ ἀγαπήσαντός με», καὶ ἰδιοποιῇ τὴν κοινὴν εὐεργεσίαν; Ναί,, φησίν· εἰ γὰρ καὶ ὑπὲρ παντὸς τοῦ τῶν ἀνθρώπων γένους ἡ θυσία προσενήνεκται παρ’ αὐτοῦ, ἀλλὰ διὰ τὸ περὶ αὐτὸν φίλτρον μου ἐγὼ ἰδιοποιοῦμαι τὸ γεγονός. Οὕτω καὶ τοῖς προφήταις ἔθος ποιεῖν, καὶ λέγειν· Ὁ Θεὸς ὁ Θεός, μου· καίτοι τῆς οἰκουμένης ἐστὶ Θεός· ἀλλ’ ἴδιον τοῦ πόθου, τὰ κοινὰ ἰδιοποιεῖσθαι. Τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ, φησί, τοῦ ἀγαπήσαντός με. Τὶ λέγεις; Σε μόνον ἠγάπησε; Πᾶσαν μέν, φησί, τὴν τῶν ἀνθρώπων φύσιν, ἀλλ’ ἐγὼ ὡς μόνος ἀγαπηθείς, οὕτως αὐτῷ χάριτας ὀφείλω. Καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ. Τὶ οὖν, ὑπὲρ σου μόνον ἐσταυρώθη; Οὐκ αὐτὸς λέγει. «Ὅταν ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν»; Οὐ σὺ αὐτὸς εἶπας, ὅτι «Ὑπὲρ ἡμῶν πάντων παρέδωκεν ἑαυτόν»; Ναί, φησίν· οὐκ ἐναντιούμενος ἑαυτῷ ταὐτᾷ φημί, ἀλλὰ τὸν ἐμαυτοῦ πόθον παραμυθούμενος. Καὶ ὅρα πάλιν· καὶ ἕτερόν τι διὰ τῶν εἰρημένων ἡμᾶς διδάσκοντα. Ἀνωτέρω γὰρ εἰπὼν περὶ τοῦ Πατρός, ὅτι «Ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν», ἐνταῦθα λέγει, «Ἑαυτὸν παρέδωκεν»· ἐκεῖ μέν, ἵνα τὴν ὁμόνοιαν δείξῃ καὶ τὴν ὁμοτιμίαν Πατρὸς καὶ Υἱοῦ, καὶ τὴν οἰκονομίαν αἰνίξηται· ἐπεὶ καὶ ἀλλαχοῦ φησί, «Γενόμενος ὑπήκοος μέχρι θανάτου», πανταχοῦ τὴν οἰκονομίαν πιστούμενος. Ἐνταῦθα δὲ τὸ «Παρέδωκεν ἑαυτόν», τέθεικεν, ἵνα δείξῃ ὅτι ἑκὼν τὸ πάθος κατεδέξατο, καὶ οὐκ ἀνάγκη οὐδὲ βία, ἀλλὰ βουλόμενος καὶ θέλων παντὶ τῷ τῶν ἀνθρώπων γένει τὴν σωτηρίαν πραγματεύσασθαι, τὸν σταυρὸν ὑπέμεινε. Ποίαν οὖν κατ’ ἀξίαν ἀγάπην ἐπιδείξασθαι δυνησόμεθα, πρὸς τὸν οὕτω πλουσίαν τὴν περὶ ἡμᾶς ἀγάπην ἐπιδειξάμενον; Κἂν γὰρ αὐτὴν τὴν ψυχὴν προέσθαι καταδεξώμεθα ὑπὲρ τε τῶν αὐτοῦ νόμων, καὶ τῆς φυλακῆς τῶν ἐντολῶν τῶν παρ’ αὐτοῦ δοθεισῶν, οὐδὲ οὕτω πρὸς τὸ μέτρον φθάσαι δυνησόμεθα τῆς ἀγάπης, ἣν περὶ τὴν ἡμετέραν ἐπεδείξατο φύσιν. Αὐτὸς μὲν γὰρ Θεὸς ὢν ὑπὲρ ἀνθρώπων τοῦτο κατεδέξατο, καὶ Δεσπότης τυγχάνων ὑπὲρ δούλων, καὶ οὐχ ὑπὲρ δούλων ἁπλῶς, ἀλλὰ καὶ ἀγνωμόνων καὶ πολλὴν καὶ ἄσπονδον τὴν ἔχθραν ἐπιδεικνυμένων Καὶ αὐτὸς μὲν προλαβὼν εἰς Σκόπει πῶς ὁ φιλάνθρωπος Δεσπότης κατὰ μικρὸν γυμνάζει τοῦ δικαίου τὴν ἀρετήν. Εἰπὼν γὰρ ἀνωτέρω ὅτι «Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην»· νῦν πάλιν φησίν, «Καὶ τῷ σπέρματί σου δώσω ἕως αἰῶνος, καὶ ποιήσω αὐτὸ ὡς τὴν ἄμμον τῆς γῆς». Καὶ τέως μέχρι λόγων τὰ τῆς ὑποσχέσεως, καὶ πολὺς ἐν μέσῳ παραγίνεται χρόνος. Ἵνα καὶ τῆς γνώμης τοῦ πατριάρχου μάθωμεν τὸ φιλόθεον. Καὶ τοῦ Θεοῦ τὴν ὑπερβάλλουσαν δύναμιν. Ἐπίτηδες γὰρ μέλλει καὶ ἀναβάλλεται. Ἵνα εἰς βαθὺ γῆρας ἐλάσαντες οἱ τὴν ὑπόσχεσιν δεξάμενοι, Καὶ ἀπογνόντες, ὡς εἰπεῖν, τέως κατὰ ἀνθρωπίνην ἀκολουθίαν, τότε καὶ τῆς οἰκείας ἀσθενείας τὴν πεῖραν, καὶ τῆς ἀφάτου δυνάμεως τοῦ Θεοῦ τὴν ὑπερβολὴν ἴδωσιν.
δ’. Ἐννόει δὲ μοὶ ἐκ τῆς παρατάσεως τοῦ ἐν μέσῳ χρόνου τὸ στεῤῥὸν τῆς τοῦ πατριάρχου γνώμης, πῶς πάντα τὰ ἀνθρώπινα παρατρέχων. Πρὸς τὸ δυνατὸν τοῦ ὑποσχομένου τείνας τὴν διάνοιαν, οὐκ ἐθορυβεῖτο, οὐδὲ ἐταράττετο. Ἴστε γὰρ πολλάκις, ὅτι ἐπειδὰν τις ἅπαξ καὶ δεύτερον ὑποσχόμενος μηδέπω εἰς ἔργον ἀγάγῃ τὰ ἐπαγγελθέντα. Πῶς ὀκνηρότεροι γινόμεθα πρὸς τὸ πάλιν αὐτῷ πιστεῦσαι ὑπισχνουμένῳ. Ἀλλ’ ἐπὶ μὲν ἀνθρώπου εἰκότως ἂν τοῦτο γένοιτο· ἐπὶ δὲ τοῦ Θεοῦ τοῦ μετὰ πολλῆς σοφίας τὰ ἡμέτερα οἰκονομοῦντος. Ἐπειδὰν ἅπαξ ἐπαγγείληται. Κἂν μυρία ἐν τῷ μέσῳ κωλύματα παρεμπίπτοι, πρὸς τὸ μέγεθος τῆς τοῦ Θεοῦ δυνάμεως ὁρῶντας θαῤῥεῖν χρή, καὶ ἐστηριγμένον ἔχειν τὸν λογισμόν, καὶ εἰδέναι ὣς πάντως εἰς ἔργον ἐκβῆναι δεῖ τὰ παρ’ αὐτοῦ εἰρημένα· Οὐδὲν γὰρ ἐστιν ὃ δυνήσεταί ποτε διακόψαι τὰ παρ’ αὐτοῦ
ἐπηγγελμένα· Θεὸς γὰρ ἐστιν, ᾧ πάντα δυνατά· καὶ διὰ τοῦτο πρὸς ὃ βούλεται, μεθίστησι τὰ πράγματα. Καὶ πόρους ἐξ ἀπόρων εὑρεῖν δυνάμενος. Καὶ μετὰ τὴν ἀπόγνωσιν τὴν ἡμετέραν εἰς χρηστὰς ἐλπίδας ἀγών, ἳν’ οὕτω σαφέστερον αὐτοῦ μανθάνωμεν τῆς εὐμηχάνου σοφίας τὴν ὑπερβολήν. «Ἀναστὰς γάρ, φησί, διόδευσον τὴν γῆν, εἰς τε τὸ μῆκος αὐτῆς καὶ εἰς τὸ πλάτος. Ὅτι σοι δώσω αὐτήν». Ὅρα πῶς διὰ πάντων τῶν
πραγμάτων πολλὴν βούλεται πληροφορίαν ἐνθεῖναι τῷ δικαίῳ. Ἀναστάς. Φησί, περίελθε, καὶ κατάμαθε καὶ τὸ μῆκος καὶ τὸ πλάτος, ἵνα εἰδέναι ἔχῃς καὶ τὸ μέγεθος τῆς γῆς, ἧς ἀπολαύειν μέλλεις, καὶ πρὸ τῆς ἀπολαύσεως τῇ ἐλπίδι τρεφόμενος, πολλὴν ἔχῃς τὴν εὐθυμίαν. Ὅσην γὰρ ἂν περιέλθῃς γῆν, σοὶ δώσω αὐτήν, ἵνα μάθῃς ὅτι οὐ τοσαῦτα παρεχώρησας. Ὅσα νῦν λαμβάνειν μέλλεις. Μὴ τοίνυν νομίσῃς τὴν ἐλάττονα εἰληφέναι, ἐπειδὴ ἐκεῖνος τοῖς πρωτείοις φαινομένοις ἐπεπήδησεν. Εἴσῃ δὲ μετ’ οὐ πολὺ δι’ αὐτῶν τῶν πραγμάτων, ὅτι οὐ λυσιτελὴς ἦν αὐτῷ τῶν πρωτείων ἡ ἐκλογή· καὶ αὐτὸς δὲ ἐκεῖνος μαθήσεται, ὅσον ἐστὶ κακὸν τὸ τῶν πρωτείων ἐρᾷν. Τέως δὲ αὐτὸς κομίζου τῆς ταπεινοφροσύνης καὶ τῆς ἐπιεικείας, ἣν περὶ τὸν ἀδελφιδοῦν ἐπεδείξω τὰς ἀμοιβάς. Καὶ δέχου τὴν ὑπόσχεσιν, καὶ ἤδη καταμάνθανε τὴν γῆν ἅπασαν, ἧς κύριος εἰ, καὶ μετ’ οὐ πολὺ καὶ αὐτὸς καὶ τὸ σπέρμα τὸ σὸν εἰς τὸ διηνεκὲς καθέξετε. «Καὶ τῷ σπέρματί σου γάρ, φησίν, ἕως τοῦ, αἰῶνος». Πολὺ τῆς ἐπαγγελίας τοῦ Θεοῦ τὸ μέγεθος. Πολλὴ τῆς φιλοτιμίας τοῦ πάντων ἡμῶν Δεσπότου ἡ δαψίλεια. Πολλὴ τῆς ἀμοιβῆς τοῦ φιλανθρώπου καὶ πανοικτίρμονος ἡ ὑπερβολή, ἣν περὶ τὸν μακάριον τοῦτον ἐποιήσατο, καὶ τῷ ἐξ αὐτοῦ μέλλοντι τίκτεσθαι σπέρματι. Ταῦτα ἄκουσάς ὁ πατριάρχης. Καὶ ἐκπλαγεὶς τὴν ἄφατον τοῦ Θεοῦ ἀγαθότητα, «Ἀποσκηνώσας, φησίν, ἐλθὼν κατῴκησε παρὰ τὴν δρῦν τὴν Μαμβρή, τὴν ἐν Χεβρών». Μετὰ τὸ δέξασθαι, φησί, τὴν ἐπαγγελίαν, καὶ τὸν χωρισμὸν γενέσθαι τοῦ Λώτ, τὴν σκηνὴν αὐτοῦ μήπω παρὰ τὴν δρῦν τὴν Μαμβρή. Ὅρα φιλόσοφον γνώμην ὅρα φρονήματος ὕψος, πῶς μετ’ εὐκολίας μετανίσταται, καὶ σὺ δυσχεραίνει πρὸς τὸ τόπους ἐκ τόπων ἀμείβειν. Καὶ γὰρ εὑρήσεις αὐτὸν οὐ συνηθείᾳ τινὶ προκατειλημμένον καὶ προστετηκότα, ὁ πολλοὶ πολλάκις ὑπομένωσι καὶ τῶν δοκούντων φιλοσοφεῖν, καὶ τῶν ἐν μέσῳ θορύβων ἀπηλλάχθαι· καὶ εἰ ποτε καιρὸς καλοίη μεταναστῆναι, καὶ εἰς τὴν ἀλλοτρίαν ἀπελθεῖν, πολλάκις καὶ πνευματικοῦ πράγματος ἕνεκα, δυσχεραίνοντας, ἀλύοντας. Βαρέως φέροντας τὴν μετάστασιν εὕροις ἂν αὐτούς, διὰ τὸ τῇ συνηθείᾳ προειλῆφθαι. Ἀλλ’ οὐχ ὁ δίκαιος οὕτως, ἀλλ’ ἄνωθεν καὶ ἐκ προοιμίων ἐφιλοσόφει· καὶ καθάπερ ξένος καὶ παρεπίδημος, οὕτως ἐντεῦθεν ἐκεῖ, κἀκεῖθεν ὧδε μετανιστάμενος, καὶ πανταχοῦ τὴν φιλόθεον αὑτοῦ γνώμην διὰ τῶν ἔργων ἐσπούδαζεν ἐπιδείκνυσθαι. Ἐπειδὴ γὰρ κατεσκήνωσε παρὰ τὴν δρῦν τὴν Μαμβρή, εὐθέως ἐκεῖ θυσιαστήριον ᾠκοδόμησε τῷ κυρίῳ. Εἶδες εὐχάριστον γνώμην; Ἐπειδὴ γὰρ τὴν σκηνὴν ἐπὴξατω εὐθέως ὑπὲρ τῆς γεγενημένης αὐτῷ ἐπαγγελίας τὰς εὐχαριστίας ἀνέφερε τῷ Δεσπότῃ. Καὶ καθ’ ἕκαστον τόπον, ἔνθα κατεσκήνου, εὑρήσεις αὐτὸν τούτουπρὸ πάντων ἐπιμελούμενον, καὶ θυσιαστήριον οἰκοδομοῦντα, καὶ τὰς εὐχὰς ἀναφέροντα, καὶ ἀποστολικὸν νόμον πληροῦντα, τὸν κελεύοντα ἐν παντὶ τόπῳ εὔχεσθαι ἐπαίροντας ὁσίους χεῖρας. Εἶδες ψυχὴν ἐπτερωμένην πρὸς τὸν τοῦ Θεοῦ πόθον, καὶ ὑπὲρ ἁπάντων εὐχάριστον γινομένην; Οὐδὲ γὰρ ἀνέμενεν εἰς ἔργον ἐλθεῖν τὰ ἐπαγγελθέντα. Ἀλλὰ καὶ ὑπὲρ τῆς ὑποσχέσεως εὐχαριστεῖ, καὶ τὰ παρ’ ἑαυτοῦ ἐπιδείκνυται, ἵνα τὴν ἐπὶ τοῖς προλαβοῦσιν εὐγνωμοσύνην ἐπιδειξάμενος, καὶ περὶ τὴν ἐκπλήρωσιν τῶν ἐπαγγελιῶν ἐκκαλέσηται τὸν ἑαυτοῦ Δεσπότην.
ε’. Τοῦτον δὴ καὶ ἡμεῖς μιμώμεθα. Καὶ θαῤῥῶμεν ταῖς τοῦ Θεοῦ ὑποσχέσεσι, καὶ μήτε ὁ χρόνος ἀμαυρούτω τὴν προθυμίαν, μήτε τὰ ἐν μέσῳ κωλύματα, ἂν συμβαίη, χαυνούτω ἡμῶν τὸν λογισμὸν ἀλλὰ τῇ τοῦ Θεοῦ δυνάμει θαῤῥοῦντες, ὡς ἤδη πρὸ τῶν ὀφθαλμῶν ὁρῶντες τὰς ὑποσχέσεις ἐκβεβηκυίας. Οὕτω τὴν πίστιν εἰλικρινῆ ἐπιδειξώμεθα. Καὶ γὰρ καὶ ἡμῖν μεγάλα καὶ ὑπέρογκα ἐπηγγείλατο ὁ Δεσπότης, καὶ ὑπερβαίνοντα τὸν ἡμέτερον λογισμόν, τῆς βασιλείας λέγω τὴν ἀπόλαυσιν, τῶν ἀποῤῥήτων ἀγαθῶν τὴν μετουσίαν, τὴν μετὰ ἀγγέλων διαγωγήν, τὴν τῆς γεέννης ἀπαλλαγήν. Ἀλλὰ ὅμως μηδὲν ἀπιστῶμεν, ἐπειδὴ μὴ ὁρᾶται τοῖς σωματικοῖς ὀφθαλμοῖς ἀλλὰ τὸ ἀψευδὲς ἐννοοῦντες τοῦ ἐπαγγειλαμένου. Καὶ τῆς δυνάμεως αὐτοῦ τὸ μέγεθος, τοῖς τῆς πίστεως ὀφθαλμοῖς αὐτὰ κατοπτεύωμεν, καὶ ἐκ τῶν ἤδη παρασχεθέντων καὶ περὶ τῶν μελλόντων χρηστὰς ἔχωμεν τάς ἐλπίδας· διὰ γὰρ τοῦτο καὶ ἐνταῦθα πολλὰ ἡμῖν ἐδωρήσατο, ἵνα ἐκ τούτων ὁδηγούμενοι καὶ περὶ ἐκείνων θαῤῥεῖν ἔχωμεν. Ὁ γὰρ τὸν ἑαυτοῦ υἱὸν ἐκδοὺς διὰ τὴν
περὶ ἡμᾶς ἀγάπην, πῶς οὐχὶ πάντα ἡμῖν τὰ λοιπὰ χαριεῖται, Καθάπερ καὶ Παῦλός φησιν·
«Ὃς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τᾷ πάντα ἡμῖν χαρίσεται»; Εἰ τὸν Υἱὸν αὐτοῦ ἐξέδωκεν ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν, εἲ τοῦ βαπτίσματος τὴν δωρεὰν ἐχαρίσατο, εἰ τῶν προλαβόντων ἁμαρτημάτων τὴν ἄφεσιν ἐδωρήσατο, εἰ μετανοίας ὁδὸν ἡμῖν ἔτεμεν, εἰ μυρία ἕτερα πρὸς τὴν Σωτηρίαν ἡμετέραν ἐπραγματεύσατο, δηλονότι καὶ τὰ ἐν τῷ μέλλοντι ἡμῖν τεταμιευμένα ἀγαθὰ παρέξει. Ὁ γὰρ πρὸ τῆς εἰς τὸ εἶναι ἡμᾶς παρόδου ταῦτα προευτρεπίσας διὰ τὴν οἰκείαν ἀγαθότητα, πῶς οὐχί καὶ τὴν ἀπόλαυσιν χαριεῖται; Ὅτι γὰρ προλαβὼν ταῦτα ἡμῖν ἡτοίμασε τὰ ἀγαθά, ἄκουε αὐτοῦ λέγοντος πρὸς τοὺς ἐκ
δεξιῶν ἑστῶτας· «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρὸς μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν πρὸ καταβολῆς κόσμου». Εἶδες ἀγαθότητος ὑπερβολήν, πόση περὶ τὸ ἡμέτερον γένος κέχρηται τῇ φιλανθρωπίᾳ, ὡς καὶ πρὸ τῆς τοῦ κόσμου καταβολῆς ἡμῖν τῆς βασιλείας προευτρεπίσαι τὴν ἀπόλαυσιν; Μὴ τοίνυν ἀγνώμονες γενώμεθα, παρακαλῶ, μηδὲ ἀναξίους ἑαυτοὺς καταστήσωμεν τῶν τοσούτων δωρεῶν, ἀλλὰ ἀγαπήσωμεν, ὡς δεῖ, τὸν ἡμέτερον Δεσπότην, καὶ μηδὲν διαπραττώμεθα τῶν διακοπτόντων τὴν πρὸς ἡμᾶς αὐτοῦ εὔνοιαν. Μὴ γὰρ αὐτοὶ προκατάρχομεν τοῦ πράγματος; Αὐτὸς προλαβὼν πολλὴν καὶ ἄφατον τὴν περὶ ἡμᾶς ἀγάπην ἐπεδείξατο. Πῶς οὖν οὐκ ἄτοπον τὸν οὕτως ἀγαπήσαντα μὴ καὶ ἡμᾶς, ὅσον ἔχομεν δυνάμεως, ἀγαπᾷν; Αὐτὸς γὰρ διὰ τὴν περὶ ἡμᾶς ἀγάπην πάντα μεθ’ ἡδονῆς ὑπέμεινε, καὶ ἐξ αὐτῶν τῶν κόλπων τῶν πατρικῶν ἁλλόμενος, ὡς εἰπεῖν, δούλου μορφὴν ἀναλαβεῖν κατεδέξατο, καὶ διὰ πάντων τῶν ἀνθρωπίνων ἐλθεῖν, καὶ τὰς παρὰ Ἰουδαίων ὕβρεις καὶ ἀτιμίας ὑπομεῖναι, καὶ τὸ τελευταῖον σταυρὸν κατεδέξατο, καὶ θάνατον τὸν ἐπονείδιστον, ἵνα ἡμᾶς τοὺς χαμαὶ συρομένους. Καὶ μυρίοις φορτίοις ἁμαρτημάτων βαρουμένους, διὰ τῆς εἰς αὐτὸν πίστεως ἐλευθερώσῃ. Ταῦτα γὰρ ἅπαντα ἐννοῶν ὁ μακάριος Παῦλος, ὁ θερμὸς ἐραστὴς τοῦ Χριστοῦ, ὁ καθάπερ ὑπόπτερος τὴν οἰκουμένην περιτρέχων ἅπασαν, ὁ ἐν σώματι τὰ τῶν ἀσωμάτων ἐπιδείκνυσθαι σπουδάζων, ἐβόα λέγων· «Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς· τοῦτ’ ἐστιν, ὠθεῖ, καταναγκάζει, κατεπείγει. Εἶτα ἑρμηνεῦσαι βουλόμενος τὸ παρ’ ἑαυτοῦ ῥηθέν, φησί· «Κρίναντας τοῦτο, ὅτι εἰ εἷς ὑπὲρ ἁπάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον. Καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι». Εἶδες πῶς εἰκότως ἔλεγεν, ὅτι «Συνέχει ἡμᾶς ἡ ἀγάπη τοῦ Χριστοῦ»; Εἰ γὰρ ὑπὲρ ἡμῶν, φησί, πάντων ἀπέθανε, διὰ τοῦτο ἀπέθανεν, ἵνα ἡμεῖς οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶμεν, ἀλλ’ ἐκείνῳ τῷ ὑπὲρ ὑμῶν ἀποθανόντι καὶ ἐγερθέντι. Δεχώμεθα τοίνυν τὴν παραίνεσιν τὴν ἀποστολικήν, καὶ μὴ ἑαυτοῖς ζῶμεν, ἀλλὰ τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι. Καὶ πῶς, φησί, δυνησόμεθα μὴ ἑαυτοῖς ζῆν; Ἄκουε τοῦ μακαρίου τούτου πάλιν λέγοντος«Ζῶ δὲ οὐκ ἔτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός». Ὅρα πῶς ἐπὶ γῆς βαδίζων καὶ σαρκὶ συμπεπλεγμένος, καθάπερ τὸν οὐρανὸν οἰκῶν καὶ ταῖς ἀσωμάτοις συναναστρεφόμενος δυνάμεσιν, οὕτω διέκειτο. Διὰ τοῦτο ἀλλαχοῦ πάλιν ἔλεγεν· «Οἱ δὲ τοῦ Χριστοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις». Τοῦτο τοίνυν ἐστὶ τὸ μὴ ἑαυτοῖς, ἀλλὰ τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι, ὅταν καθάπερ νεκροὶ ὦμεν τοῦ παρόντος βίου, καὶ πρὸς μηδὲν τῶν ὁρωμένων ὦμεν ἐπτοημένοι. Διὰ γὰρ τοῦτο ὁ Δεσπότης ἡμῶν ἐσταυρώθη, ἵνα ἀντὶ ταύτης τῆς ζωῆς ἐκείνην ἀνταλλαξώμεθα· μᾶλλον δέ, ἵνα διὰ ταύτης ἐκείνην ἑαυτοῖς
πραγματευσώμεθα. Ἡ γὰρ παροῦσα ζωή, ἐὰν βουλώμεθα νήφειν καὶ ἐγρηγορέναι, πρὸς τὴν ἀπόλαυσιν τῆς αἰωνίου ζωῆς ἡμᾶς ὁδηγεῖ· καὶ δυνησόμεθα, εἰ βουληθείημεν μικρὸν διεγερθῆναι καὶ διανοίξαι τὸ τῆς διανοίας ὄμμα, τῆς ἐκεῖ λήξεως τὴν ἔννοιαν διὰ παντὸς τρέφειν παρ’ ἑαυτοῖς, καὶ οὕτω τὰ μὲν ὁρώμενα παρατρέχειν καὶ ὑπερίπτασθαι, πρὸς δὲ τὰ μέλλοντα καὶ διαιωνίζοντα τείνειν τὸν λογισμόν· καθάπερ καὶ ὁ μᾶ. Κάριος οὗτος παιδεύων ἡμᾶς ἔλεγεν· «Ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἓν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντος με, καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ».
ς’. Ὅρα ψυχὴν πεπυρωμένην, ὅρα λογισμὸν ἐπτερωμένον, ὅρα διάνοιαν ἐκκαιομένην τῷ πρὸς τὸν Θεὸν πόθῳ.· ὃ νῦν ζῶ, φησίν, ἐν πίστει ζῶ. Μὴ γὰρ νομίσητέ με, φησί, συντελεῖν τι εἰς τὰ τοῦ παρόντος βίου πράγματα. Εἰ γὰρ καὶ σάρκα περίκειμαι, καὶ ταῖς ἀνάγκαις τῆς φύσεως προσδέδεμαι, ἀλλ’ ἐν πίστει ζῶ, τῇ εἰς Χριστόν, πάντων ὑπερορῶν τῶν παρόντων, τῇ ἐλπίδι τῇ εἰς αὐτὸν πάντα παρατρέχων, ἐκτεταμένην ἔχω τὴν διάνοιαν πρὸς αὐτόν. Εἶτα ἵνα μάθῃς αὐτοῦ τοῦ φίλτρου τὴν ὑπερβολήν, φησίν. «Ἓν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με, καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ». Σκόπει πόσης τῆς εὐγνωμοσύνης ἡ ὑπερβολή. Τὶ λέγεις, ὧ μακάριε Παῦλε; Πρὸ μικροῦ ἔλεγες,·
«Ὃς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν» καὶ νῦν λέγεις, «Τοῦ ἀγαπήσαντός με», καὶ ἰδιοποιῇ τὴν κοινὴν εὐεργεσίαν; Ναί, φησίν· εἰ γὰρ καὶ ὑπὲρ παντὸς τοῦ τῶν ἀνθρώπων γένους ἡ θυσία προσενήνεκται παρ’ αὐτοῦ, ἀλλὰ διὰ τὸ περὶ αὐτὸν φίλτρον μου ἐγὼ ἰδιοποιοῦμαι τὸ γεγονός. Οὕτω καὶ τοῖς προφήταις ἔθος ποιεῖν, καὶ λέγειν· Ὁ Θεὸς ὁ Θεὸς μού· καίτοι τῆς οἰκουμένης ἐστὶ Θεός· ἀλλ’ ἴδιον τοῦ πόθου, τὰ κοινὰ ἰδιοποιεῖσθαι. Τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ, φησί, τοῦ ἀγαπήσαντός με.· τὶ λέγεις; Σὲ μόνον ἠγάπησε; Πᾶσαν μέν, φησί, τὴν τῶν ἀνθρώπων φύσιν, ἀλλ’ ἐγὼ ὡς μόνος ἀγαπηθείς, οὕτως αὐτῷ χάριτας ὀφείλω. «Καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ». Τὶ οὖν, ὑπὲρ σου μόνον ἐσταυρώθη; Οὐκ αὐτὸς λέγει, Ὅταν ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν; Οὐ σὺ αὐτὸς εἶπας, ὅτι «Ὑπὲρ ἡμῶν πάντων παρέδωκεν ἑαυτόν»; Ναί, φησίν· οὐκ ἐναντιούμενος ἑαυτῷ ταὐτᾷ φημι, ἀλλὰ τὸν ἐμαυτοῦ πόθον παραμυθούμενος. Καὶ
ὅρα πάλιν καὶ ἕτερόν τι διὰ τῶν εἰρημένων ἡμᾶς διδάσκοντα. Ἀνωτέρω γὰρ εἰπὼν περὶ τοῦ Πατρός, ὅτι «Ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν», ἐνταῦθα λέγει,· «Ἑαυτὸν παρέδωκεν»· ἐκεῖ μέν, ἵνα τὴν ὁμόνοιαν δείξῃ καὶ τὴν ὁμοτιμίαν Πατρὸς καὶ Υἱοῦ, καὶ τὴν οἰκονομίαν ὁ αἰνίξηται· ἐπεὶ καὶ ἀλλαχοῦ φησι, «Γενόμενος ὑπήκοος μέχρι θανάτου», πανταχοῦ τὴν οἰκονομίαν πιστούμενος. Ἐνταῦθα δὲ τό, «Παρέδωκεν ἑαυτόν», τέθεικεν, ἵνα δείξῃ ὅτι ἑκὼν τὸ πάθος κατεδέξατο, καὶ οὐκ ἀνάγκῃ οὐδὲ βία, ἀλλὰ βουλόμενος καὶ θέλων παντὶ τῷ τῶν ἀνθρώπων γένει τὴν σωτηρίαν πραγματεύσασθαι, τὸν σταυρὸν ὑπέμεινε. Ποίαν οὖν κατ’ ἀξίαν ἀγάπην ἐπιδείξασθαι δυνησόμεθα, πρὸς τὸν οὕτω πλουσίαν τὴν περὶ ἡμᾶς ἀγάπην ἐπιδειξάμενον; Κἂν γὰρ αὐτὴν τὴν ψυχὴν
προέσθαι καταδεξώμεθα ὑπὲρ τε τῶν αὐτοῦ νόμων, καὶ τῆς φυλακῆς τῶν ἐντολῶν τῶν παρ’ αὐτοῦ δοθεισῶν, οὐδὲ οὕτω πρὸς τὸ μέτρον φθάσαι δυνησόμεθα τῆς ἀγάπης, ἣν περὶ τὴν ἡμετέραν ἐπεδείξατο φύσιν. Αὐτὸς μὲν γὰρ Θεὸς ὢν ὑπὲρ ἀνθρώπων τοῦτο κατεδέξατο, καὶ Δεσπότης τυγχάνων ὑπὲρ δούλων, καὶ οὐχ ὑπὲρ δούλων ἁπλῶς, ἀλλὰ καὶ ἀγνωμόνων καὶ πολλὴν καὶ ἄσπονδον τὴν ἔχθραν ἐπιδεικνυμένων. Καὶ αὐτὸς μὲνπρολαβὼν εἰς ἀναξίους καὶ μυρία ἐπταικότας τὴν τοσαύτην εὐεργεσίαν ἐπεδείξατο· ἡμεῖς δέ, ὅπερ ἂν ἐπιδείξασθαι δυνηθῶμεν, οὐδὲν μέγα ποιοῦμεν τόν προφθάσαντα ταῖς τοσαύταις εὐεργεσίαις ἡμᾶς ἀμείβεσθαι σπουδάζοντες. Τὰ γὰρ παρ’ ἡμῖν, ἂν ἆρα ἀκολουθῶσιν, ἀμοιβὴ τὶς ἐστι καὶ ὀφειλή· τὰ δὲ παρ’ αὐτοῦ, χάρις καὶ εὐεργεσίαι, καὶ δωρεᾶς μέγεθος. Ταῦτα τοίνυν ἅπαντα λογιζόμενοι, ἀγαπήσωμεν τὸν Χριστόν, καθάπερ Παῦλος αὐτὸν ἠγάπησε, καὶ μηδεὶς ἡμῖν τῶν παρόντων ἔστω λόγος, ἀλλὰ διηνεκῶς τὸν αὐτοῦ πόθον Ἔχωμεν ἱδρυμένον ἡμῖν τῇ ψυχῇ. Οὕτω γὰρ καὶ πάντων καταγελασόμεθα τῶν τοῦ παρόντος βίου, καὶ οὕτω τὴν γῆν καθάπερ τὸν οὐρανὸν οἰκήσομεν, οὔτε ὑπὸ τῶν χρηστῶν ἐνταῦθα χαυνούμενοι, οὔτε ὑπὸ τῶν λυπηρῶν συστελλόμενοι· ἀλλὰ πάντα παρατρέχοντες πρὸς τὸν ποθούμενον ἡμῶν Δεσπότην ἐντεῦθεν ἐπειχθησόμεθα, καὶ μήτε πρὸς αὐτὴν τὴν μέλλησιν δυσχερανοῦμεν, ἀλλ’ ἐροῦμεν κατὰ τὸν μακάριον τοῦτον καὶ ἡμεῖς, ὅτι «Ὃ νῦν ζῶμεν ἐν σαρκί, ἐν πίστει ὦμεν τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ, ἀγαπήσαντος ἡμᾶς, καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἤμων»· ἵνα καὶ τὸν παρόντα βίον ἀλύπως διανύσωμεν, καὶ τῶν μελλόντων ἀγαθῶν ἀπολαῦσαι καταξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὐ τῷ Πατρί, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμή, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁμιλία ΛΕ’. «Ἐγένετο δὲ ἐν τῇ βασιλείᾳ Ἀμαρφὰθ βασιλέως Σενναὰρ. Ἀριὼχ βασιλεὺς Ἀλασάρ, καὶ Χοδολογομὸρ βασιλεὺς Ἐλὰμ, καὶ Θαρθὰκ βασιλεὺς τῶν ἐθνῶν ἐποίησαν πόλεμον μετὰ τοῦ βασιλέως τῶν Σοδόμων»
α’. Μέγα ἀγαθόν, ἀγαπητοί, τῶν θείων Γραφῶν ἡ ἀνάγνωσις.Τοῦτο τὴν ψυχὴν φιλόσοφον ἀπεργάζεται, τοῦτο πρὸς τὸν οὐρανὸν μεθίστησι τὴν διάνοιαν, τοῦτο εὐχάριστον κατασκευάζει τὸν ἄνθρωπον, τοῦτο ποιεῖ πρὸς μηδὲν τῶν παρόντων ἐπτοῆσθαι, τοῦτο διηνεκῶς ἐκεῖ ποιεῖ διαιτᾶσθαι τὸν λογισμὸν τὸν ἡμέτερον, καὶ πρὸς τὴν τοῦ Δεσπότου ἀμοιβὴν ὁρῶντας ἅπαντα ἡμᾶς διαπράττεσθαι,καὶ πρὸς τοὺς τῆς ἀρετῆς πόνους μετὰ πολλῆς ἐγχειρεῖν τῆς προθυμίας Ἐντεῦθεν γὰρ ἐστι μαθεῖν ἀκριβῶς τῆς ταχείας ἀντιλήψεως τοῦ Θεοῦ τὴν πρόνοιαν, τῶν δικαίων τὴν ἀνδρείαν, τοῦ Δεσπότου τὴν ἀγαθότητα, καὶ τῶν ἀμοιβῶν τὸ μέγεθος. Ἐντεῦθέν ἐστιν εἰς ζῆλον καὶ
μίμησιν διεγερθῆναι τῆς φιλοσοφίας τῶν γενναίων ἀνδρῶν, καὶ μὴ ναρκᾷν πρὸς τοὺς τῆς ἀρετῆς ἀγῶνας, ἀλλὰ θαῤῥεῖν καὶ πρὸ τῆς ἐκβάσεως ταῖς παρὰ τοῦ Θεοῦ ὑποσχέσεσι.Δι’ ὅ, παρακαλῶ, μετὰ πολλῆς σπουδῆς τὴν ἀνάγνωσιν τῶν θείων Γραφῶν ποιώμεθα. Οὕτω γὰρ καὶ τῆς γνώσεως ἐπὶ τευξόμεθα, εἰ συνεχῶς ἐπίωμεν τὰ ἐγκείμενα. Οὐδὲ γὰρ ἐστι τὸν μετὰ σπουδῆς καὶ πολλοῦ πόθου τοῖς θείοις ἐντυγχάνοντα λόγοις περιοφθῆναί ποτε· ἀλλὰ κἂν ἄνθρωπος ἡμῖν μὴ γένηται διδάσκαλος, αὐτὸς ὁ Δεσπότης ἄνωθεν ἐμβατεύων ταῖς καρδίαις ταῖς ἡμετέραις φωτίζει τὴν διάνοιαν, καταυγάζει τὸν λογισμόν, ἐκκαλύπτει τὰ λανθάνοντα, διδάσκαλος ἡμὶν γίνεται τῶν ἀγνοουμένων· μόνον ἐὰν ἡμεῖς τὰ παρ’ ἑαυτῶν εἰσφέρειν βουλώμεθα. «Μὴ καλέσητε γάρ, φησί, διδάσκαλον ἐπὶ τῆς γῆς». Ἐπειδὰν οὖν λάβωμεν μετὰ χεῖρας βιβλίον πνευματικόν, συντείναντες ἑαυτῶν τὴν διάνοιαν, καὶ συναγαγόντες τὸν λογισμόν, καὶ πᾶσαν βιωτικὴν ἔννοιαν ἀπωσάμενοι, οὕτω τὴν ἀνάγνωσιν ποιώμεθα μετὰ πολλῆς τῆς εὐλαβείας, μετὰ πολλῆς τῆς προσοχῆς, ἵνα δυνηθῶμεν ὑπὸ τοῦ ἁγίου Πνεύματος ὁδηγηθῆναι ἐπὶ τὴν κατανόησιν τῶν γεγραμμένων, καὶ πολλὴν ἐκεῖθεν τὴν ὠφέλειαν καρπώσασθαι. Καὶ γὰρ ὁ εὐνοῦχος ἐκεῖνος ὁ βάρβαρος, ὁ τῆς βασιλίσσης Αἰθιόπων, ἐν τοσαύτῃ τυγχάνων περιφανείᾳ, καὶ ἐπὶ τοῦ ὀχήματος φερόμενος, οὐδὲ ἐν ἐκείνῳ τῷ καιρῷ τῆς ἀναγνώσεως ἠμέλει, ἀλλὰ τὸν προφήτην ἔχων μετὰ χεῖρας, πολλὴν ἐποιεῖτο τὴν σπουδὴν πρὸς τὴν ἀνάγνωσιν, καὶ ταῦτα οὐκ εἰδὼς τὰ ἐγκείμενα· ἀλλ’ ὅμως ἐπειδὴ τὰ παρ’ ἑαυτοῦ πάντα εἰσήνεγκε, τὴν σπουδήν, τὴν προθυμίαν, τὴν προσοχήν, ἐπέτυχε τοῦ καθοδηγήσαντος. Ἐννόησον γὰρ μοι ὅσον ἦν, μήτε ὁδοιποροῦντα ἀμελῆσαι τῆς ἀναγνώσεως, καὶ ταῦτα ἐπ’ ὀχήματος καθήμενον. Ἀκουέτωσαν οἱ μηδὲ ἐπὶ τῆς οἰκίας τοῦτο ποιῆσαι καταδεχόμενοι, ἀλλὰ νομίζοντες πάρεργον εἶναι τὴν τούτων ἀνάγνωσιν, καὶ διὰ τὸ γυναικὶ συνοικεῖν, καὶ στρατεία κατειλῆφθαι, καὶ παιδίων φροντίζειν, καὶ οἰκετῶν ἐπιμελεῖσθαι, καὶ ἑτέρων πραγμάτων ἔχειν φροντίδα, μὴ προσήκειν αὐτοῖς περὶ τὴν τῶν θείων Γραφῶν ἀνάγνωσιν ἔχειν σπουδήν. Ἰδοὺ γὰρ εὐνοῦχος, ἄνθρωπος βάρβαρος, ἀμφότερα ἱκανὰ εἰς πολλὴν ῥαθυμίαν ἐμβαλεῖν, καὶ μετὰ τούτου ἡ πολλὴ περιφανείᾳ, τοῦ πλούτου ἡ περιουσία, αὐτὸ
τὸ ἐν ὁδοιπορίᾳ εἶναι καὶ ἐπ’ ὀχήματος φέρεσθαι· οὐδὲ γὰρ ῥᾴδιον ἀναγνώσει προσέχειν τῷ οὕτως ὁδοιποροῦντι, ἀλλὰ καὶ σφόδρα δυσχερές· ἀλλ’ ὅμως ὁ πόθος καὶ ἡ πολλὴ σπουδὴ πάντα τὰ κωλύματα ἑκποδὼν ἐποιεῖτο, καὶ εἴχετο τῆς ἀναγνώσεως, καὶ οὐκ ἔλεγε ταῦτα, ἃ νῦν πολλοὶ λέγουσιν οὐ νοῶ τὰ ἐγκείμενα, οὐ δύναμαι συνιέναι τὸ βάθος τῶν γεγραμμένων· τίνος ἕνεκεν ἁπλῶς καὶ εἰκῆ τὸν κάματον ὑπομενῶ, ἀναγινώσκων καὶ οὐκ ἔχων τὸν ὁδηγῆσαι δυνάμενον; Οὐδὲν τούτων ἐλογίσατο ὁ βάρβαρος μὲν τὴν γλῶσσαν, φιλόσοφος δὲ τὴν διάνοιαν ἀλλ’ ἐννοήσας ὡς οὐ περιοφθήσεται, ἀλλὰ ταχέως ἀπολαύσει τῆς ἄνωθεν ῥοπῆς, εἰ τὰ παρ’ ἑαυτοῦ καὶ τὰ εἰς δύναμιν ἐπιδείξαιτο, εἴχετο τῆς ἀναγνώσεως. Διὰ τοῦτο ὁ φιλάνθρωπος Δεσπότης ὁρῶν αὐτοῦ τὸν πόθον, οὐ περιεῖδεν, οὐ κατέλιπεν ἀπρονόητον, ἀλλ’ εὐθέως αὐτῷ τὸν διδάσκαλον ἔπεμψε.Σὺ δὲ μοι σκόπει τὴν τοῦ Θεοῦ σοφίαν, πῶς ἔμενεν ἐκεῖνον πρότερον τὰ παρ’ ἑαυτοῦ εἰσενεγκεῖν, καὶ τότε τὴν οἰκείαν ἀντίληψιν ἐπιδείκνυται. Ἐπεὶ οὖν τὰ παρ’ ἑαυτοῦ πάντα ἀπήρτιστο, λοιπὸν ὤφθη ὁ ἄγγελος Κυρίου λέγων τῷ Φιλίππῳ· «Ἀναστὰς πορεύου ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἱερουσαλὴμ εἰς Γάζαν,αὕτη ἐστὶν ἔρημος. Καὶ ἰδού, ἀνὴρ Αἰθίοψ δυνάστης εὐνοῦχος Κανδάκης, τῆς βασιλίσσης Αἰθιόπων, ὃς ἐλήλυθε προσκυνήσων εἰς Ἱερουσαλήμ, καὶ οὗτος ὑπέστρεψε καθήμενος ἐστι τοῦ ἅρματος αὐτοῦ, καὶ ἀνεγίνωσκε τὸν προφήτην Ἠσαίαν». Ὅρα πῶς ἀκριβῶς ἡμῖν διηγήσατο ὁ τὴν βίβλον γράψας, εἰπών, ὅτι Αἰθίοψ, ἵνα γνῶμεν ὅτι βάρβαρος ἦν· εἶτά φησιν, ὅτι Δυνάστης, ὅτι ἐν ἀξιώματι μεγίστῳ καὶ περιφανείᾳ ἐτύγχανεν, «Ὃς ἐληλύθει, φησί, προσκυνήσων εἰς Ἱερουσαλήμ». Ὅρα καὶ τὴν πρόφασιν αὐτοῦ τῆς ἀποδημίας, ἱκανὴν οὖσαν δεῖξαι τὸ φιλόθεον αὐτοῦ τῆς γνώμης·ἰδοὺ γὰρ πόσην ὁδὸν στέλλεται ὥστε τὴν προσκύνησιν ἀποδοῦναι τῷ Δεσπότῃ. Ἔτι γὰρ ἐνόμιζον ἐν ἑνὶ τόπῳ συγκεκλεῖσθαι τὴν λατρείαν, καὶ διὰ τοῦτο πολλὴν ὁδὸν στελλόμενοι ἐκεῖ τὰς εὐχὰςἀνέφερον· διὰ τοι τοῦτο καὶ οὗτος παρεγένετο, ἔνθα ὁ ναὸς ἦν καὶ ἡ λατρεία ἡ Ἰουδαϊκὴ ἵνα τὴν προσκύνησιν ἀποδῷ τῷ Δεσπότῃ. Καὶ ἐπειδὴ ἐπλήρωσε τὸ ποθούμενον,
«Ὑποστρέφων, φησί, καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ ἀνεγίνωσκεν».
β’. Εἶτα ἐπιστὰς ὁ φίλιππός φησι πρὸς αὐτόν. «Ἄρα γε γινώσκεις ἃ ἀναγινώσκεις»; Εἶδες ψυχὴν μεμεριμνημένην, οὐκ εἰδυῖαν μὲν τὰ ἐγκείμενα, ἐχομένην δὲ τῆς ἀναγνώσεως, καὶ ποθοῦσαν ἐπιτυχεῖν τοῦ ὁδηγοῦντος διδασκάλου; Καὶ γὰρ εὐθέως ὁ ἀπόστολος διὰ τῆς ἐρωτήσεως διεγείρει αὐτοῦ τὸν πόθον· ὅτι γὰρ ἄξιος ἦν τυχεῖν τοῦ ὁδηγοῦντος πρὸς τὴν τῶν ἐγκειμένων κατανόησιν, αὐτὴ ἡ ἀπόκρισις τοῦ ἀνδρὸς δηλοῖ. Τοῦ γὰρ ἀποστόλου εἰπόντος, «Ἅρα γε γινώσκεις»; Καὶ μετὰ εὐτελοῦς σχήματος προσίοντος, οὐκ ἐδυσχέρανεν, οὐκ ἠγανάκτησεν, οὐκ ἐνόμισεν ὑβρίσθαι, ὃ πολλοὶ τῶν ἀνοήτων πάσχουσι, καὶ πολλάκις αἱροῦνται ἐν διηνεκεῖ ἀγνοίᾳ τυγχάνειν, αἰσχυνόμενοι τὴν ἄγνοιαν ὁμολογῆσαι, καὶ παρὰ τῶν διδάξαι δυναμένων μαθεῖν. Ἀλλ’ οὗτος οὐδὲν τούτων πέπονθεν· ἀλλὰ μετὰ πάσης ἐπιεικείας καὶ εὐλαβείας τὴν ἀπόκρισιν ποιεῖται, δεικνὺς αὐτοῦ τῆς ψυχῆς τὴν κατάστασιν, καὶ φησί· «Πῶς γὰρ ἂν δυναίμην, ἐὰν μὴ τις ὁδηγήσῃ με»; Καὶ οὐ μόνον ἀπεκρίνατο μὲν μετ’ ἐπιεικείας, παρέδραμε δέ, ἀλλὰ μᾶλλον τῶν οἰκείων τρόπων ἐνδεικνύμενος ἡμῖν τὴν ἀρετήν, ταῦτα εἰπὼν παρεκάλεσεν ὁ δυνάστης, ὁ βάρβαρος, ὁ ἐπ’ ὀχήματος φερόμενος τὸν εὐτελῆ φαινόμενον, τὸν ἀπὸ τῆς ἐσθῆτος εὐκαταφρόνητον, ἀναβάντα καθίσαι σὺν αὐτῷ. Εἶδες ψυχῆς προθυμίαν; Εἶδες εὐλαβείας ἐπίτασιν; Εἶδες βαρβάρου γνώμην φιλόθεον, πῶς ἐπλήρου ἐκεῖνο τὸ παρὰ σοφοῦ τινος εἰρημένην· «Ἐὰν ἴδῃς συνετόν, ὄρθριζε πρὸς αὐτόν, καὶ βαθμοὺς θυρῶν αὐτοῦ ἐκτριβέτω ὁ ποὺς σου»; Εἶδες πῶς δικαίως οὐ περιωθῇ; Εἶδες πῶς δικαίως ἀπήλαυσε τῆς ἄνωθεν προνοίας; Εἶδες πῶς οὐδὲν ἐνέλιπε τῶν ὀφειλόντων παρ’ αὐτοῦ εἰσενεχθῆναι; Διὰ τοῦτο λοιπὸν ἐπιτυχὼν τοῦ διδασκάλου, ἐμάνθανε μετὰ ἀκριβείας καὶ τῶν ἐγκειμένων τὴν δύναμιν, καὶ ἐφωτίζετο τὴν διάνοιαν.
Ἴδετε ὅσον ἐστὶν ἀγαθὸν τὸ μετὰ προσοχῆς καὶ σπουδῆς τὴν ἀνάγνωσιν ποιεῖσθαι τῶν θείων Γραφῶν; Διὰ γὰρ τοῦτο καὶ τὴν κατὰ τὸν βάρβαρον τοῦτον ἱστορίαν εἰς μέσον ὑμῖν παρήγαγον, ἵνα μὴ ἐπαισχυνθῶμεν ἅπαντες ζηλωταὶ γενέσθαι τοῦ Αἰθίοπος, τοῦ εὐνούχου, τοῦ μηδὲ ἐν ὁδοιπορίᾳ τῆς ἀναγνώσεως ἀμελοῦντος. Ἱκανὸς γὰρ οὗτος ὁ βάρβαρος ἅπασιν ἡμῖν διδάσκαλος γενέσθαι, καὶ τοῖς τὸν ἰδιωτικὸν βίον ἐπανῃρημένοις, καὶ τοῖς ἐν στρατιᾷ κατειλεγμένοις, καὶ ἐν περιφανείᾳ τυγχάνουσι, καὶ πᾶσιν ἁπαξαπλῶς οὐκ ἀνδράσιν, ἀλλὰ καὶ γυναιξίν, ὅσῳ καὶ διηνεκῶς οἶκοι διατρίβουσιν, ἀλλὰ καὶ τοῖς τὸν μοναχικὸν βίον ἐπανῃρημένοις, ἵνα μανθάνωσι πάντες, ὡς οὐδεὶς καιρὸς κώλυμα γίνεται πρὸς τὴν τῶν θείων λογίων ἀνάγνωσιν, ἀλλὰ δυνατὸν μὴ μόνον ἐπὶ οἰκίας, ἀλλὰ καὶ ἐπ’ ἀγορᾶς βαδίζοντας, καὶ ὁδοιπορίαν ποιουμένους, καὶ ἐν συνουσίᾳ πλειόνων τυγχάνοντες, καὶ πράγμασι συμπλεκομένους τῆς τούτων ἔχεσθαι σπουδῆς, ἵνα τὰ παρ’ ἑαυτῶν εἰσφέροντες, ταχέως καὶ τοῦ ὁδηγοῦντος ἐπιτύχωμεν. Ὁρῶν γὰρ ἡμῶν ὁ Δεσπότης τὴν περὶ τὰ πνευματικὰ ἐπιθυμίαν, οὐ περιόψεται, ἀλλὰ παρέξει τὴν ἄνωθεν ἔλλαμψιν, καὶ φωτιεῖ ἡμῶν τὴν διάνοιαν. Μὴ τοίνυν ἀμελῶμεν, παρακαλῶ, τῆς ἀναγνώσεως, ἀλλὰ κἂν τε εἰδῶμεν τῶν ἐγκειμένων τὴν δύναμιν, κἂν τε ἀγνοῶμεν, συνεχῶς αὐτὰ ἐπίωμεν. Ἡ γὰρ διηνεκὴς μελέτη ἀνεξάλειπτον ἐργάζεται τὴν μνήμην· καὶ πολλάκις ὅπερ σήμερον εὑρεῖν οὐκ ἰσχύσαμεν ἀναγνόντες, τοῦτο πάλιν
αὔριον ἐπελθόντες ἀθρόον εὕρομεν, τοῦ φιλανθρώπου Θεοῦ ἀοράτως ἡμῶν τὴν διάνοιαν φωτίζοντος. Ἀλλὰ ταῦτα μὲν νῦν πρὸς τὸ συνεχῆ ποιεῖσθαι τὴν ἀνάγνωσιν τῶν θείων Γραφῶν εἰρήκαμεν· ἵνα δὲ μάθητε, ὅτι καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων τοῦτο τῷ Δεσπότῃ Ἔθος, ἐπειδὰν τὰ πὰρ’ ἑαυτῶν εἰσενέγκωμεν, μετὰ δαψιλείας τὰ παρ’ ἑαυτοῦ χορηγεῖ
καὶ αὐτός, καὶ ὅπερ ἐπὶ τῆς ἀναγνώσεως πεποίηκε μετὰ πολλῆς τῆς ταχύτητος πέμψας τὸν διδάσκαλον τῷ βαρβάρῳ, τοῦτο καὶ ἐπὶ τῶν τὴν ἀρετὴν μετιέναι βουλομένων ἐργάζεται, ἄκουσον τῶν νῦν λεγομένων. Ἀλλ’ ἵνα σαφέστερος ἡμῖν ὁ λόγος γίνηται οὗτος, ἀκόλουθον ἂν εἴη πάλιν τὰ κατὰ τὸν πατριάρχην εἰς μέσον ἀγαγεῖν, καὶ τῆς ἀκολουθίας τῶν χθὲς ἡμῖν εἰρημένων νῦν ἐπιλαθέσθαι. Καὶ γὰρ ἔγνωτε ἐκ τῶν ἤδη ῥηθέντων, πῶς
τῆς πολλῆς ἐκείνης ταπεινοφροσύνης, ἦν περὶ τὸν Λὼτ ἐπεδείξατο παραχωρήσας αὐτῷ τῶν πρωτείων, πολλῆς ἀπήλαυσε τῆς ἄνωθεν ἀμοιβῆς, ὑπόσχεσιν δεξάμενος πολλῷ τῷ μέτρῳ ὑπερβαίνουσαν τὰ παρ’ αὐτοῦ γεγενημένα. Ἴδωμεν δὲ λοιπὸν καὶ ἐκ τῶν σήμερον ἀνεγνωσμένων πάλιν τοῦ δικαίου τὴν ἀρετήν, ἳν’ οὕτω προϊόντες καταμάθωμεν τὴν ἄφατον τοῦ Θεοῦ περὶ αὐτὸν γεγενημένην κηδεμονίαν. Παιδεύων γὰρ ἅπαντας ἡμᾶς διὰ τῆς τοῦ πατριάρχου φιλοσοφίας, ἀφίησιν αὐτὸν καθ’ ἕκαστον καιρὸν πρότερον ἐπιδείκνυσθαι τῆς οἰκείας γνώμης τὸ φιλόθεον, καὶ τότε τὴν παρ’ ἑαυτοῦ ἀμοιβὴνεἰσφέρει, ἵνα σπουδάσωμεν καὶ αὐτοὶ μιμούμενοι τὸν πατριάρχην πρότερον ἐγχειρεῖν τοῖς τῆς ἀρετῆς πόνοις, καὶ οὕτως ἀναμένειν τῶν παρ’ αὐτοῦ ἀμοιβῶν τὴν ἀντίδοσιν.
γ’. Ἀλλ’ ὥρα λοιπὸν αὐτὰ ὑμῖν προτιθέναι τὰ σήμερον ἀνεγνωσμένα· οὐδὲ γὰρ ἑρμηνείας δεῖται σχεδόν, ἀλλὰ καὶ αὐτὴ ἡ ἀνάγνωσις ἱκανὴ δεῖξαι τῆς τοῦ δικαίου ἀρετῆς τὴν ὑπερβολήν. «Ἐγένετο δέ, φησίν, ἐν τῇ Βασιλείᾳ τῇ Ἁμαρφὰθ βασιλέως Σενναὰρ. Ἁριὼχ βασιλεὺς Ἐλασάρ, καὶ Χοδολογομὸρ βασιλεὺς Ἐλὰμ, καὶ Θαρθὰκ
βασιλεὺς ἐθνῶν, ἐποιήσαντο πόλεμον μετὰ Βαλὰκ, βασιλέως Σοδόμων, καὶ μετὰ Βαρσὰκ Βασιλέως Γομόῤῥας, καὶ μετὰ Σεναὰρ, βασιλέως Ἄδαμά, καὶ Συμοβόρ, βασιλέως Σεδοεὶμ, καὶ βασιλέως Βαλὰκ· αὕτη ἐστὶ Σηγώρ». Πάντες οὗτοι ι συνεφώνησαν ἐπὶ τὴν φάραγγα τὴν ἁλυκήν· αὕτη ἡ θάλασσα τῶν ἁλῶν. Σκόπει τῆς Γραφῆς τὴν ἀκρίβειαν, ὅπως καὶ τῶν ὀνομάτων τῶν βασιλέων ἐμνημόνευσε, καὶ τῶν ἐθνῶν· οὐχ ἁπλῶς, ἀλλ’ ἵνα μάθῃς ἐκ τῆς τούτων προσηγορίας τὴν βάρβαρον αὐτῶν γνώμην. Οὗτοι γάρ, φησί, πρὸς τὸν Σοδόμων βασιλέα καὶ τοὺς λοιποὺς ἐποίησαν πόλεμον. Εἶτα καὶ τὴν αἰτίαν διδάσκει τοῦ πολέμου, ὅθεν τὴν ἀρχὴν ἔσχε, «Δώδεκα γὰρ ἔτη, φησίν, ἐδούλευον τῷ Χοδολογομὸρ βασιλεῖ Ἐλὰμ· τῷ δὲ τρισκαιδεκάτῳ ἔτει ι στῆσαν,· Βν δὲ τῷ τεσσαρεσκαιδεκάτῳ ἦλθε Χοδολογομὸρ καὶ οἱ βασιλεῖς οἱ μὲτ’ αὐτοῦ, καὶ κατέκοψαν τοὺς γίγαντας τοὺς ἐν Ἀστορὼθ καὶ Καρναεὶμ, καὶ ἔθνη ἰσχυρὰ ἅμα αὐτοῖς, καὶ τοὺς Ὀμμαίους ἐν Σαυῇ τῇ πόλει, καὶ τοὺς Χοῤῥαίους τοὺς ἐν τοῖς ὄρεσι Σηεὶρ, ἕως τῆς τερεβίνθου τῆς Φαρᾶν, ἣ ἐστιν ἐν τῇ ἐρήμῳ. Καὶ ἀναστρέψαντες ἦλθον ἐπὶ τήν, πηγὴν
τῆς κρίσεως αὕτη ἐστι Κάδης· καὶ κατέκοψαν πάντας τοὺς ἄρχοντας Ἀμαλὴκ καὶ τοὺς Ἀμοῤῥαίους τοὺς κατοικοῦντας ἐν Ἂσασυνθαμάρ». Μὴ ἁπλῶς παραδράμωμεν, ἀγαπητοί, τὰ εἰρημένα, μηδὲ νομίσωμεν ἀνωφελῆ εἶναι τὴν διήγησιν. Ἐπίτηδες γὰρ ἡ θεία Γραφὴ μετὰ ἀκριβείας ἅπαντα ἡμῖν διηγήσατο, ἵνα μάθωμεν τῶν βαρβάρων τούτων τὴν ἰσχύν, καὶ ὅσην τὴν ἀνδρείαν ἐπεδείξαντο, καὶ μετὰ πόσης σφοδρότητος πρὸς τὸν πόλεμον ὥρμησαν, ὡς καὶ τοὺς γίγαντας, τοῦτ’ ἔστι τοὺς ἰσχυροὺς κατὰ τὴν τοῦ σώματος ἕξιν, καταγωνίσασθαι, καὶ πάντα τὰ ἐκεῖσε οἰκοῦντα ἔθνη τροπώσασθαι. Καθάπερ γὰρ χειμάῤῥους σφοδρῶς ἐπελθὼν ἅπαντα παρασύρει καὶ ἀπόλλυσι, τὸν αὐτὸν δὴ τρόπον
καὶ οὗτοι οἱ βάρβαροι πᾶσι τούτοις τοῖς ἔθνεσιν ἐπελθόντες, πάντας ἄρδην ἀπώλεσαν, ὡς καὶ τοὺς ἄρχοντας τῶν Ἀμαληκιτῶν, καὶ τοὺς ἄλλους ἅπαντας τροπώσασθαι. Ἀλλ’ ἴσως εἴποι τις ἄν· καὶ τὶ μοι ὄφελος ἀπὸ τοῦ γνῶναι τῶν βαρβάρων τὴν ἰσχύν; Οὐχ ἁπλῶς οὐδὲ εἰκῆ ἡ Γραφῇ ταύτᾳ τῇ διηγήσει ἐγκατέμιξεν, οὐδὲ μάτην ἡμεῖς νῦν προλαβόντες παρεγγυῶμεν ὑμῖν μεμνῆσθαι τῆς τούτων ἀνδρείας· ἀλλ’ ἵνα προιούσης τῆς διδασκαλίας μάθητε καὶ τῆς τοῦ Θεοῦ δυνάμεως τὴν ὑπερβολήν, καὶ τοῦ πατριάρχου τὴν ἀρετήν. Πρὸς τούτους οὖν, φησί, τοὺς τοσαύτην δύναμιν κεκτημένους, καὶ τοσαῦτα ἔθνη τροπωσαμένους «Ἐξῆλθε παρατάξασθαι ὁ βασιλεὺς Σοδόμων, παῖ Γομόῤῥας, καὶ
Ἄδαμά, καὶ Σεβοεὶμ, καὶ Βαλάκ· αὕτη ἐστι Σηγώρ; Καὶ παρετάξαντο αὐτοῖς ἐν τῇ κοιλάδι τῇ ἁλυκῇ εἰς πόλεμον, πρὸς Χολοδογομόρ, καὶ Θαρθάκ, καὶ Ἁμαρφὰθ, καὶ Ἀρίωχ. Οἱ τέσσαρες, βασιλεῖς πρὸς τοὺς πέντε. Κοιλὰς δὲ ἡ ἁλυκή, φρέατα ἀσφάλτου». Εἶτα ἵνα μάθωμεν, πῶς καταπλαγέντες αὐτῶν τὴν ἀνδρείαν, καὶ τῆς δυνάμεως τὴν ἰσχύν, εἰς φυγὴν ἐτράπησαν, φησὶν ἡ Γραφή· «Καὶ ἔφυγεν ὃ βασιλεὺς Σοδόμων, παῖ Γομόῤῥας,
καὶ ἐνέπεσον ἐκεῖ, ἔνθα τὰ φρέατα· οἱ δὲ καταλειφθέντες εἰς τὴν ὀρεινὴν ἔφυγον». Εἶδες πόση τῶν ἀνδρῶν ἡ ἰσχύς; Πῶς καὶ ἐξ αὐτῆς τῆς προσόψεως καταπλαγῆναι αὐτοὺς παρεσκεύασαν, καὶ εἰς φυγὴν τραπῆναι πεποιήκασιν; Ὅρα λοιπὸν πῶς μετὰ πάσης εὐκολίας, φυγάδων ἁπάντων γεγενημένων, τὰ αὐτῶν ἅπαντα λαβόντες ἐκεῖνοι ἐπανῄεσαν. «Ἔλαβον δέ, φησί, καὶ τὴν ὀρεινήν, καὶ πᾶσαν τὴν ἵππον Σοδόμων καὶ Γομόῤῥας, καὶ πάντα τὰ βρώματα αὐτῶν, καὶ ἀπῆλθον. Ἔλαβον δὲ καὶ τὸν Λὼτ τὸν υἱὸν τοῦ ἀδελφοῦ Ἄβραμ καὶ τὴν ἀποσκευὴν αὐτοῦ, καὶ ἀπῴχοντο. ᾞν γὰρ κατοικῶν ἐν Σοδόμοις». Ἰδοὺ ὅπερ χθὲς ἔλεγον, εἰς ἔργον ἐξέβη νῦν· ὅτι οὐδὲν ἀπώνατο ὁ Λὼτ ἀπὸ τῆς τῶν πρωτείων ἐκλογῆς, ἀλλὰ δι’ αὐτῶν τῶν πραγμάτων ἐπαιδεύετο τῶν πρωτείων μὴ ἐρᾷν. Οὐ μόνον γὰρ αὐτῷ ἐκ τούτου οὐδὲν ὄφελος γέγονεν, ἀλλ’ ἰδοὺ καὶ αἰχμάλωτος ἀπήχθη, καὶ ἐμάνθανε διὰ τῶν ἔργων, ὅτι πολλῷ βέλτιον ἣν αὐτῷ τῇς τοῦ δικαίου συνουσίας ἀπολαύειν, ἣ χωρισθέντι, καὶ ἐν ἐλευθερίᾳ γεγονότι τοσούτων πειραθῆναι
τῶν συμφορῶν. Ἰδοὺ γὰρ ἐχωρίσθη τοῦ πατριάρχου, καὶ ἐνόμισεν ἐν πλείονι εἶναι ἀδείᾳ, καὶ τῶν πρωτείων ἐπιτετυχηκέναι, καὶ ἐν πολιῇ τυγχάνειν τῇ εὐπορίᾳ, καὶ ἀθρόον αἰχμάλωτος, ἅοικος, ἀνέστιος γίνεται· ἵνα μάθῃς ὅσον ἐστὶ κακὸν ἡ διαίρεσις, καὶ ὅσον ἐστιν ἀγαθὸν ἡ ὁμόνοια· καὶ ὅτι προσήκει μὴ ἐπιπηδᾷν τοῖς μείζοσιν, ἀλλ’ ἀγαπᾷν ἐλαττοῦσθαι μᾶλλον. «Ἔλαβον γάρ, φησί, τὸν Λώτ, καὶ τὴν ἀποσκευὴν αὐτοῦ». Πόσῳ μᾶλλον βέλτιον ἦν συνεῖναι τῷ πατριάρχῃ, καὶ πάντα καταδέχεσθαι ὑπὲρ τοῦ μὴ διασπασθῆναι τὴν μεταξὺ ὁμόνοιαν, ἣ χωρισθέντα, καὶ τὰ πρωτεῖα ἐκλεξάμενον, εὐθέως τοσούτοις κινδύνοις περιβληθῆναι, καὶ ὑπὸ βαρβάροις γενέσθαι; «Παραγενόμενος δὲ
τις, φησί, τῶν ἀνασωθέντων, ἀπήγγειλε τῷ Ἄβραμ τῷ περάτῃ. Αὐτὸς δὲ κατῴκει πρὸς τῇ δρυὶ τῇ Μαμβρῇ Ὅμορού, τοῦ ἀδελφοῦ Ἐσχὼλ, καὶ ἀδελφοῦ Αὐνάν, οἳ ἦσαν συνωμόται τῷ Ἄβραμ». Πῶς τοσούτου πολέμου συγκροτηθέντος οὐκ ἔγνω ὁ πατριάρχης ἴσως πολὺ τὸ ἐν μέσῳ διάστημα ἐτύγχανε, δι’ ὃ καὶ ἠγνόησεν. «Ἐλθὼν δὲ τις ἀπήγγειλε τῷ Ἄβραμ τῷ περάτῃ»· ἵνα ἡμᾶς ἀνάμνηση, ὅτι τῷ ἀπὸ τῆς Χαλδαίας ἐπανελθόντι. Ἐπειδὴ γὰρ
πέραν τοῦ Εὐφράτου τὴν κατοίκησιν εἶχε, διὰ τοῦτο καὶ περάτης ἐλέγετο. Καὶ ἄνωθεν ναὶ ἐξ ἀρχῆς οἱ γονεῖς τὸ ὄνομα αὐτῷ ἐπέθεσαν, προμηνύοντες αὐτῷ τὴν ἐκεῖθεν αὐτοῦ μετανάστασιν. Ἐπειδὴ γὰρ περᾷν ἔμελλε τὸν Εὐφράτην, καὶ ἐπὶ τὴν Παλαιστίνην ἔρχεσθαι, διὰ τοῦτο καὶ Ἄβραμ ἐκαλεῖτο.
δ’. Σκόπει πῶς καὶ ἄπιστοι ὄντες οἱ γονεῖς οὐκ εἰδότες, ἀλλ’ ὑπὸ τῆς τοῦ εὐμηχάνου Θεοῦ σοφίας ὁδηγούμενοι, τὸ ὄνομα ἐπέθεσαν τῷ παιδί, καθάπερ καὶ ὁ Λάμεχ τῷ Νῶε. Καὶ τοῦτο γὰρ τῆς τοῦ Θεοῦ φιλανθρωπίας, τὸ καὶ διὰ ἀπίστων πολλάκις προμηνύειν τὰ μετὰ πολὺν ἐσόμενα χρόνον,· Ἀπήγγειλεν οὖν ἐλθών, φησί, τις τῷ περάτῃ τὰ γεγονότα, τοῦ ἀδελφιδοῦ τὴν αἰχμαλωσίαν, καὶ τῶν βασιλέων ἐκείνων τὴν πολλὴν δυναστείαν, καὶ τὴν ἐν Σοδόμοις πόρθησιν, καὶ τὴν μὲτ’ αἰσχύνης φυγήν. «Αὐτὸς δὲ κατῴκει, παρὰ τῇ δρυὶ τῇ Μαμβρὴ Ὅμορού, τοῦ ἀδελφοῦ Ἐσχὼλ, καὶ Αὐνάν, οἱ ἦσαν συνωμόται τῷ Ἄβραμ»· ἀλλ’ ἴσως ἐνταῦθα ἂν τις ζητήσειε· τίνος ἕνεκεν μόνος τῶν ὃν Σοδόμοις πεφευγότων ὁ δίκαιος Λὼτ εἰς τὴν αἰχμαλωσίαν ἀπάγεται; Οὐχ ἁπλῶς οὐδὲ τοῦτο, οὐδὲ εἰκῆ, ἀλλ’ ἵνα μάθῃ δι’ αὐτῶν τῶν πραγμάτων ὁ Λὼτ καὶ τοῦ πατριάρχου τὴν ἀρετήν, καὶ δι’ αὐτοῦ καὶ ἕτεροι διασωθῶσι, καὶ ἵνα παιδευθῇ μὴ τῶν πρωτείων ἐφίεσθαι, ἀλλὰ
παραχωρεῖν τῶν μειζόνων. Ἀκούσωμεν δὲ λοιπὸν τῶν ἑξῆς, ἵνα μάθωμεν καὶ τοῦ δικαίου τὴν ἀρετήν, καὶ τοῦ Θεοῦ τὴν ἄφατον συμμαχίαν. Ἀλλὰ προσέχετε μετὰ ἀκριβείας τοῖς λεγομένοις, καὶ συντείνατε ὑμῶν τὴν διάνοιαν. Πολλὰ γὰρ ἐστι κατὰ ταὐτὸν ἐντεῦθεν κερδάναι, καὶ ἐκ τῶν τῷ Λὼτ συμβάντων ἐκεῖθεν παιδευθῆναι μηδέποτε διαπορεῖν, εἴποτε δίκαιοι μὲν πειρασμοῖς περιπέσοιεν, φαῦλοι δὲ καὶ πονηροὶ διαφύγοιεν, μήτε ἐκ παντὸς τρόπον τὰ πρωτεῖα ἐπιζητεῖν, μήτε τῆς μετὰ τῶν δικαίων συνουσίας ἕτερόν τι προτιμότερον ἡγεῖσθαι, ἀλλὰ κἂν δουλεύειν δέοι, συνεῖναι δὲ
ἐναρέτοις ἀνδράσι, τοῦ ἐν ἐλευθερίᾳ εἶναι τοῦτο λυσιτελέστερον εἶναι νομίζειν. Καὶ μετὰ τούτων δὲ καὶ τοῦ πατριάρχου μαθεῖν ἐντεῦθεν ἐστι τὴν πολλὴν ἀνεξικακίαν, τῆς φιλοστοργίας τὴν ὑπερβολήν, τῆς ἀνδρείας τὸ μέγεθος, τῶν χρημάτων τὴν ὑπεροψίαν, τῆς περὶ αὐτὸν τοῦ Θεοῦ βοηθείας τὴν ἄφατον δύναμιν. Ἀκούσας δέ, φησίν. «Ἄβραμ ὅτε ᾐχμαλώτευται Λὼτ ἀδελφιδοῦς αὐτοῦ, ἠρίθμησε τοὺς ἰδίους οἰκογενεῖς τριακοσίους δέκα καὶ ὀκτώ, καὶ κατεδίωξεν ὀπίσω αὐτῶν ἕως Δᾶν, καὶ ἐπέπεσεν ἀπ’ αὐτοὺς τὴν νύκτα αὐτός, καὶ οἱ, παῖδες αὐτοῦ, καὶ ἐπάταξεν αὐτοὺς ἕως Χωβαλ, ἢ ἐστιν ἀριστερὰ Δαμάσκου. Καὶ ἐπέστρεψε, πᾶσαν τὴν ἵππον Σοδόμων καὶ Λὼτ τὸν ἀδελφιδοῦν αὐτοῦ ἀπέστρεψε, καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ, καὶ τὸν λαόν, καὶ τὰς γυναῖκας». Ἐννόει μοι ἐνταῦθα ἀγαπητέ, τῆς τοῦ δικαίου ἀνδρείας τὴν μεγαλοψυχίαν, ὅπως θαῤῥήσας τῇ τοῦ Θεοῦ δυνάμει οὐ κατεπλάγη τῶν ἀνδρῶν τὴν ἰσχύν, μαθὼν τὴν τροπὴν ἣν ἐποιήσαντο, πρότερον μὲν κατὰ τῶν ἐθνῶν ἁπάντων ὁρμήσαντες, καὶ τοὺς Ἀμαληκίτας καὶ τοὺς λοιποὺς ἅπαντας καταγωνισάμενοι, ἔπειτα δὲ πρὸς τοὺς ἐν Σοδόμοις συμβαλόντες, καὶ εἰς φυγὴν αὐτοὺς τρέψαντες, καὶ πᾶσαν αὐτῶν ἀφελόμενοι τὴν ὕπαρξιν. Διὰ γὰρ τοῦτο προδιδοῦσα ἡ θεῖα Γραφὴ πάντα ταῦτα ἡμῖν διηγήσατο, καὶ ὅσα διὰ τῆς αὐτῶν ἀνδρείας κατώρθωσαν, ἵνα μάθης ὡς οὐ σωματικὴ ἰσχύϊ ὁ πατριάρχης τούτους κατηγωνίσατο, ἀλλὰ τῇ πίστει τῇ εἰς τὸν Θεόν, καὶ τῇ ἄνωθεν βοηθείᾳ τειχιζόμενος πάντα ταῦτα κατώρθωσεν, οὐχ ὅπλα κινήσας, καὶ βέλη, καὶ δόρατα, καὶ τόξα τείνας, καὶ ἀσπίδας προβαλόμενος, ἀλλὰ μετὰ τῶν οἰκογενῶν.
Καὶ τίνος ἕνεκεν, φησίν, ἠρίθμησε τριακοσίους δέκα καὶ ὀκτὼ οἰκογενεῖς; Ἵνα μάθῃς, ὅτι οὐχ ἁπλῶς πάντες ἔλαβεν, ἀλλὰ τοὺς οἰκογενεῖς, τοὺς συνανατραφέντας τῷ Λώτ, ἵνα μετὰ πολλῆς εὐνοίας τὴν ἐκδίκησιν ποιήσωνται, ὡς ὑπὲρ οἰκείου Δεσπότου δασὺν ἀγωνιζόμενοι. Καὶ θέα μοι τῆς δυνάμεως τοῦ Θεοῦ τὴν ὑπερβολήν, μεθ’ ὅσης ταχύτητος τὰ τῆς νίκης γεγένηται. «Ἐπέπεσε γὰρ αὐτοῖς, φησί, τὴν νύκτα αὐτός, κοὶ οἱ παῖδας
αὐτοῦ, καὶ ἐπάταξεν αὐτούς, καὶ ἐδίωξεν αὐτούς». Ἡ γὰρ ἄνωθεν χεὶρ ἦν συνεφαπτομένη καὶ συστρατηγοῦσα τοῖς γινομένοις. Δι’ ὃ οὐδὲ ὅπλων αὐτοῖς ἐδέησεν, οὐδὲ μηχανημάτων, ἀλλὰ μόνον φανεὶς μετὰ τῶν οἰκετῶν τοὺς μὲν ἐπάταξε, τοὺς δὲ εἰς φυγὴν ὁρμήσαι παρεσκεύασε, καὶ ἑκάτερον ἐποίησε μετὰ ἀδείας ἁπάσης, οὐδενὸς ὄντος τοῦ ἐνοχλοῦντος, τὴν τε ἵππον τοῦ βασιλέως Σοδόμων ἐπέστρεψε, καὶ τὸν Λὼτ τὸν ἀδελφιδοῦν αὖ, καὶ πάντα τὰ ὑπάρχοντα καὶ τὰς γυναῖκας. Ὁρᾷς διὰ τὶ συνεχωρήθη τῶν ἄλλων πεφευγότων ὁ Λὼτ μόνος αἰχμάλωτος γενέσθαι; Ἵνα καὶ τοῦ πατριάρχου κατάδηλος γένηται ἡ ἀρετή, καὶ δι’ αὐτὸν καὶ ἕτεροι πολλοὶ τῆς σωτηρίας ἐπιτύχωσι.
Καὶ ἐπανῄει λοιπὸν μέγα καὶ λαμπρὸν τρόπαιον ἐπαγόμενος, μετὰ τοῦ Λὼτ καὶ τὴν ἵππον, καὶ τὰς γυναῖκας, καὶ τὰ ὑπάρχοντα ἐπιφερόμενος, καὶ πᾶσι λαμπρᾷ τῇ φωνῇ κηρύττων, καὶ σάλπιγγος μεγαλοφωνότερον βοῶν, ὅτι οὐκ ἀνθρωπίνη δυνάμει, οὐδὲ ἰσχύϊ σωμάτων τὴν τροπὴν εἰργάσατο καὶ τὴν νίκην ἤρατο, ἀλλὰ τῆς ἄνωθεν χειρὸς πάντα ἐργαζομένης. Εἶδες διὰ πάντων τὸν δίκαιον περιφανέστερον γινόμενον, καὶ καθ’ ἕκαστον καιρὸν πᾶσι δεικνύντα τὴν περὶ αὐτὸν τοῦ Θεοῦ πρόνοιαν; Ὅρα αὐτὸν λοιπὸν καὶ διδάσκαλον θεοσεβείας γενέσθαι σπουδάζοντα τοῖς ἐν Σοδόμοις. «Ἐξῆλθε γὰρ φησίν, ὁ βασιλεὺς Σοδόμων εἰς συνάντησιν αὐτῷ μετὰ τὸ ἀναστρέψαι αὐτὸν ἀπὸ τῆς κοπῆς τοῦ Χοδολογομορ, καὶ τῶν βασιλέων τῶν μὲτ’ αὐτοῦ»· Σκόπει πόσον ἐστὶν ἡ ἀρετή, καὶ τὸ τῆς παρὰ τοῦ Θεοῦ συμμαχίας ἀπολαύειν. Ὁ βασιλεὺς τῷ ξένῳ, τῷ
πρεσβύτῃ εἰς συνάντησιν ἔξεισι, καὶ πᾶσαν δυνάμει τιμήν. Ἐμάνθανε γὰρ ὡς οὐδὲν αὐτῷ τῇς βασιλείας ὄφελος τῆς ἄνωθεν συμμαχίας ἠρημωμένῳ, καὶ ὡς οὐδὲν ὃν γένοιτο δυνατώτερον τοῦ ὑπὸ τῆς τοῦ Θεοῦ χειρὸς βοηθουμένου. «Καὶ Μελχισεδέκ, φησί, βασιλεὺς Σαλὴμ ἐξήνεγκεν ἄρτους καὶ οἶνον· ἦν δὲ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου».
ε’. Τὶ βούλεται ἡμῖν αὕτη ἡ παρατήρησις. «Βασιλεὺς Σαλήμ, καὶ Ἱερεὺς τοῦ Θεοῦ τοῦ ὕψιστου»; Βασιλεὺς μὲν ἦν, φησί, τῆς Σαλὴμ Τοῦτον γὰρ καὶ ὁ μακάριος Παῦλος πρὸς τοὺς ἐξ Ἑβραίων πεπιστευκότας ἐπιστέλλων εἰς μέσον παράγων, καὶ τὸ ὄνομα αὐτοῦ περιστρέφων καἰ πόλιν, ὁμοῦ ἑρμηνεύει τοῦ ὀνόματος τὴν σημασίαν, καὶ ἐτυμολογία τινὶ κέχρηται λέγων, «Μελχισεδέκ, βασιλεὺς δικαιοσύνης». Καὶ γὰρ κατὰ τὴν Ἑβραικὴν γλῶτταν τὸ μὲν Μελχὶ βασιλείαν σημαίνει, τὸ δὲ Σεδὲκ, δικαιοσύνην. Εἶτα καὶ εἰς τὸ ὄνομα τῆς πόλεως ἐλθὼν φησί. Βασιλεὺς εἰρήνης· τὸ γὰρ Σαλὴμ εἰρήνην ἐμφαίνει. Ἱερεὺς δὲ ἦν ἴσως αὐτοχειροτόνητος· οὕτω γὰρ ἦσαν τότε οἱ ἱερεῖς· ἤτοι οὖν διὰ τὸ τῇ ἡλικίᾳ προβῆναι οἱ προσήκοντες αὐτῷ ἀπονενεμήκασι τὴν τιμήν· ἣ καὶ αὐτὸς ἱερατεύειν ἐπετήδευσε, καθάπερ ὁ Νῶε, καθάπερ ὁ Ἄβελ, καθάπερ ὁ Ἀβραάμ, ἡνίκα τὰς θυσίας προσῆγον. Ἄλλως δὲ καὶ τύπος ἔμελλεν εἶναι τοῦ Χριστοῦ. Διὰ τοῦτο καὶ Παῦλος οὕτως αὐτὸν ἐκλαμβάνει λέγων· «Ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἔχων ἡμερῶν, μήτε ζωῆς τέλος, ἀφωμοιωμένος δὲ τῷ Υἱῷ τοῦ Θεοῦ, μένει ἱερεὺς εἰς τὸ διηνεκές». Καὶ πῶς, φησίν, οἷόν τε ἄνθρωπον ὄντα ἀπάτορα εἶναι καὶ ἀμήτορα, καὶ μήτε ἀρχὴν ἡμερῶν ἔχειν, μήτε ζωῆς τέλος; Ἤκουσας ὅτι τύπος ἦν· μὴ τοίνυν ξενίζου, μηδὲ πάντα ἀπαιτεῖ ἐν τῷ τύπῳ. Οὐδὲ γὰρ ἂν εἴη τύπος, εἰ μέλλοι πάντα ἔχειν τὰ τῇ ἀληθεῖᾳ συμβαίνοντα. Τὶ
οὖν ἐστι τὸ εἰρημένους ὥσπερ οὗτος, φησί, διὰ τὸ μὴ μνημονευθῆναι τοὺς γεγεννηκότας αὐτόν, ἀπάτωρ λέγεται καὶ ἀμήτωρ, καὶ διὰ τὸ μὴ γενεαλογηθῆναι, ἀγενεαλόγητος· οὕτω καὶ ὁ Χριστός, διὰ τὸ μὴ ἐσχηκέναι μήτε ἐν οὐρανοῖς μητέρα, μήτε ἐπὶ τῆς γῆς πατέρα, ἀγενεαλόγητος λέγεται καὶ ἐστι. Καὶ ὅρα διὰ τῆς εἰς τὸν πατριάρχην τιμῆς, ὅπως μυστήριόν τι ἡμῖν δι’ αὐτῆς αἰνίττεται. Ἐξήνεγκε γὰρ ἄρτους καὶ οἶνον. Ὁρῶν τὸν τύπον, νόει μοι τὴν ἀλήθειαν, καὶ θαύμαζε τῆς θείας Γραφῆς τὴν δύναμιν, πῶς ἄνωθεν καὶ ἐκ προοιμίων τὰ μέλλοντα ἔσεσθαι προεμήνυε. «Καὶ εὐλόγησε, φησί, τὸν Ἀβραὰμ καὶ εἶπεν· Εὐλογητὸς Ἀβραὰμ τῷ Θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν. Καὶ
εὐλογητὸς ὁ Θεὸς ὁ ὕψιστος, ὅς, παρέδωκε τοὺς ἐχθροὺς σου ὑποχειρίους σοι». Οὐ μόνον αὐτὸν εὐλόγησεν, ἀλλὰ καὶ τὸν Θεὸν ἐδόξασεν. Εἰπὼν γάρ, «Εὐλογητὸς Ἄβραμ τῷ Θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ ἀπὸ τῶν δημιουργημάτων τοῦ Θεοῦ
τὴν δύναμιν ἡμῖν ἀνέφηνεν». Εἰ γὰρ αὐτὸς ἐστι Θεός, ὁ τὸν οὐρανὸν καὶ τὴν γῆν παραγαγών, οἱ ὑπὸ τῶν ἀνθρώπων θεραπευόμενοι οὐκ ἂν εἶεν θεοί· «Θεοὶ γάρ, φησίν, οἱ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν». Εὐλογητός, φησίν, ὁ Θεός, ὃς παρέδωκε τοὺς ἐχθροὺς σου ὑποχειρίους σοι. Θέα μοι πῶς οὐ μόνον τὸν δίκαιον ἀνακηρύττει, ἀλλὰ καὶ τοῦ Θεοῦ τὴν συμμαχίαν ἐπιγινώσκει. Οὐδὲ γὰρ ἄνευ τῆς ἐκεῖθεν
ῥοπῆς ἠδυνήθη τῶν τοσαύτην δυναστείαν περιβεβλημένων περιγενέσθαι. «Ὃς παρέδωκε, φησί, τοὺς ἐχθροὺς σου»· αὐτὸς ἐστιν ὁ τὸ πᾶν ἐργασάμενος, αὐτὸς ἐστιν ὁ τοὺς ἰσχυροὺς ἀσθενεῖς καταστήσας, αὐτὸς ἐστιν ὁ διὰ τῶν ἄοπλων τοὺς ὡπλισμένους κατενεγκών· ἐκεῖθέν ἐστιν ἡ ῥοπὴ ἡ τοσαύτην σοι τὴν δύναμιν παρασχομένη. «Ὃς παρέδωκε, φησί, τοὺς ἐχθροὺς σου ὑποχειρίους σοι». Ὁρᾷς πῶς δείκνυσιν αὐτοῦ τὴν ὁμόνοιαν καὶ τὴν φιλοστοργίαν τὴν περὶ τὸν Λώτ, καὶ πῶς ἐμφαίνει, ὅτι καὶ ὁ Ἀβραὰμ οἰκείους αὐτοὺς ἐχθροὺς ἡγεῖτο διὰ τὰ εἰς τὸν ἀδελφιδοῦν γεγενημένα; «Καὶ ἔδωκεν αὐτῷ, φησί, δεκάτην ἀπὸ πάντων». Τοῦτο καὶ Παῦλός φησι· «Θεωρεῖτε δὲ πηλίκος οὗτος, ᾧ καὶ δεκάτην Ἀβραὰμ ἔδωκεν ἐκ τῶν ἀκροθινίων, ὁ, πατριάρχης»· δηλονότι ἐκ τῶν λαφύρων, ὧν ἐπήγετο, ἠμείψατο τὸν Μελχισεδέκ, καὶ δεκάτην αὐτῷ ἀφώρισεν ἀπὸ πάντων ὧν ἐπεφέρετο· ἐντεῦθεν ἤδη διδάσκαλος ἅπασι γενόμενος, πολλὴν ἐπιδείκνυσθαι εὐγνωμοσύνην, καὶ τὰς ἀπαρχὰς προσάγειν τῶν παρὰ τοῦ Θεοῦ ἡμῖν παρασχεθέντων. Εἶτα ἐκπλαγεὶς τοῦ πατριάρχου τὴν μεγαλοψυχίαν ὁ βασιλεὺς Σοδόμων φησὶ πρὸς αὐτόν·
«Δὸς μοι τοὺς ἄνδρας, τὴν δὲ ἵππον λάβε σεαυτῷ». Καλὴ τοῦ βασιλέως ἡ εὐγνωμοσύνη· ἀλλ’ ὅρα τοῦ δικαίου τὴν φιλοσοφίαν. «Εἶπε δὲ Ἄβραμ πρὸς τὸν βασιλέα Σοδόμων· Ἐκτενῶ τὴν χεῖρά μου πρὸς τὸν Θεὸν τὸν ὕψιστον, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ ἑὴν γῆν, εἰ ἀπὸ σπαρτίου ἕως σφαιφωτῆρος ὑποδήματος, λήψομαι ἀπὸ πάντων τῶν σῶν, ἵνα μὴ εἴπῃς, ὅτι Ἐγὼ πεπλούτικα τὸν Ἄβραμ». Πολλὴ τοῦ πατριάρχου ἡ περὶ τὰ χρήματα ὑπεροψία. Καὶ τίνος ἕνεκεν μεθ’ ὅρκου τὴν ἀπαγόρευσιν ποιεῖται, καὶ φησίν. «Ἐκτενῶ τὴν χεῖρά μου, πρὸς τὸν Θεὸν τὸν ὕψιστον, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν»;
ς’. Ἀμφότερα βούλεται παιδεῦσαι τὸν τῶν Σοδόμων βασιλέα, καὶ ὅτι κρείττων ἐστὶ τῶν παρ’ αὐτοῦ δεδομένων, καὶ πολλὴν ἐπιδείκνυται τὴν φιλοσοφίαν, καὶ θεοσεβείας αὐτῷ διδάσκαλος γενέσθαι σπουδάζει μονονουχὶ διδάσκων αὐτόν, ὅτι ἐκεῖνόν σοι παρέχω μάρτυρα, ὅτι οὐδὲν τῶν παρὰ σου λήψομαι, τὸν ἁπάντων δημιουργόν, ἵνα εἰδέναι Ἔχοις τὸν ἐπὶ πάντων Θεόν, καὶ μὴ νομίσῃς εἶναι θεοὺς τὰ ὑπὸ χειρῶν ἀνθρώπων κατασκευαζόμενα. Οὗτος γὰρ ὁ οὐρανοῦ καἰ γῆς ποιητής, αὐτὸς καὶ τὸν πόλεμον τοῦτον ἐτροπώσατο, καὶ τῆς νίκης αἴτιος κατέστη. Μὴ τοίνυν προσδοκήσῃς ἐμὲ ἀνέξεσθαί τι λαβεῖν τῶν παρὰ σου διδομένων, Οὐδὲ γὰρ ἐπὶ μισθῷ τὴν ἐκδικίαν
ἐποιησάμην, ἀλλὰ πρότερον μὲν διὰ τὴν περὶ τὸν ἀδελφιδοῦν φιλοστοργίαν, ἔπειτα δὲ καὶ δι’ αὐτὴν τοῦ δικαίου τὴν φύσιν, ὥστε τοὺς ἀδίκως ἀπηγμένους ἐξαρπάσαι τῶν βαρβαρικῶν χειρῶν. «Εἰ ἀπὸ σπαρτίου, φησίν, ἕως σφαιρωτῆρος, λήψομαι ἀπὸ πάντων τῶν σῶν»· τοῦτ’ ἐστιν, οὐδὲ τὸ τυχόν, οὐδὲ τὸ εὐτελές, οὐδὲ τὸ εὐκαταφρόνητον νομιζόμενον. Καὶ γὰρ σφαιρωτῆρα εἰώθασι λέγειν τὸ ἄκρον τοῦ ὑποδήματος τὸ εἰς ὀξὺ λῆγον· τοιούτοις γὰρ ἔθος ἔχουσι κεχρῆσθαι οἱ βάρβαροι. Εἶτα καὶ τὴν αἰτίαν τῆς παραιτήσεώς φησιν. «Ἵνα μὴ εἴπῃς. Ἐγώ, πεπλούτικα τὸν Ἄβραμ». Ἔχω τὸν χορηγὸν
τῶν μυρίων ἀγαθῶν, πολλῆς ἀπολαύω τῆς ἄνωθεν ῥοπῆς, οὐ δέομαι τοῦ παρὰ σου πλούτου, οὐ χρῄζω ἀνθρωπίνης εὐπορίας, ἀρκοῦμαι τῇ παρὰ τοῦ Θεοῦ εἰς ἐμὲ φιλοτιμίᾳ, οἶδα αὐτοῦ τὸ δαψιλὲς τῶν δωρεῶν. Τῶν μικρῶν καὶ εὐτελῶν παραχωρήσας τῷ Λώτ, μεγάλων καὶ ἀποῤῥήτων ἠξιώθην ὑποσχέσεων· καὶ νῦν μείζονα πλοῦτον ἑαυτῷ πραγματευόμενος, καὶ πλείονα πάρ’· αὐτοῦ εὔνοιαν ἐπισπώμενος, τὸν παρὰ σοῦ πλοῦτον οὐ προσίεμαι. Διὰ τοῦτο δέ, ὡς οἶμαι, καὶ τὸν ὅρκον προσέθηκε, καὶ εἶπεν. ’Εκτενῶ τὴν χεῖρά μου πρὸς τὸν Θεὸν τὸν ὕψιστον, ἵνα μὴ νομίσῃ ἁπλῶς αὐτὸν σχηματίζεσθαι, οἷα συμβαίνειν εἰκὸς ἀλλ’ ἵνα μάθῃ ὅτι τοῦτο αὐτῷ δέδοκται, τὸ μηδὲ τὸ τυχὸν ἐκεῖθεν νοσφίσασθαι. Καὶ ἐπλήρου τὸ παράγγελμα ἐκεῖνο τὸ παρὰ τοῦ Χριστοῦ τοῖς μαθηταῖς εἰρημένον· «Δωρεὰν ἐλάβετε, δωρεὰν δότε». Μὴ γὰρ ἐγὼ τὶ πλεῖον, φησίν, εἰσήνεγκα εἰς τὴν τοῦ πολέμου ὑπόθεσιν, ἣ μόνον τὴν γνώμην καὶ τὴν προθυμίαν; Τὴν δὲ νίκην καὶ τὸ τρόπαιον, καὶ τὰ ἀλλὰ πάντα αὐτὸς εἰργάσατο τῇ ἀοράτῳ δυνάμει. Εἶτα ἵνα μὴ νομίσῃ ὁ βασιλεύς, ὅτι δι’ ὑπεροψίαν καὶ καταφρόνησιν οὐ προσίεται τὰ παρ’ αὐτοῦ διδόμενα, δεικνὺς αὐτοῦ καὶ ἐν τούτῳ τὸ ἥμερον, καὶ τῆς γνώμης τὸ φιλόσοφον, φησίν· «οὐ λήψομαι, Πλὴν ὧν ἔφαγον οἱ νεανίσκοι, καὶ τῆς μερίδος τῶν ἀνδρῶν τῶν συμπορευθέντων μὲτ’ ἐμοῦ. Ἐσχὼλ. Αὐνᾶν, Μαμβρή· οὗτοι λήψονται μερίδα». Τούτοις, φησί, συγχωρήσω λαβεῖν τινὰ μερίδα, ἐπειδὴ πολλῆς φιλίας τεκμήρια ἐπεδείξαντο. Οὗτοι γάρ, φησί, συνωμόται τοῦ Ἄβραμ, τοῦτ’ ἐστιν, εἰς φιλίαν συνημμένοι· καὶ τοῦ, τὸ δείκνυσι τὸ ἑλέσθαι αὐτοὺς κοινωνῆσαι αὐτῷ τῶν κινδύνων. Διὰ τοῦτο καὶ αὐτὸς ἄμειβομενος αὐτοὺς παρασκευάζει μερίδα τινὰ λαβεῖν, καὶ ἐν τούτῳ πάλιν τὸν ἀποστολικὸν νόμον πληρῶν τὸν λέγοντα, «Ἄξιος ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστιν». Οὐδὲ γὰρ τι πλέον τῆς χρείας αὐτοὺς λαβεῖν ἀφίησι· «Πλὴν γάρ, φησίν, ὧν ἔφαγον οἱ νεανίσκοι, καὶ τῆς
μερίδος τῶν συμπορευθέντων μετ’ ἐμοῦ, Ἐσχὼλ, Αὐνᾶν, Μαμβρή· οὗτοι λήψονται μερίδα». Ἴδετε τῆς ἀρετῆς τοῦ πατριάρχου τὴν ἀκρίβειαν, πῶς καὶ τὴν φιλοσοφίαν ἐπεδείξατο τὴν περὶ τὴν ὑπεροψίαν τῶν χρημάτων, καὶ τὴν ταπεινοφροσύνην, καὶ πάντα ποιεῖ, ὥστε μὴ δόξαι ἀλαζονεία τινὶ καὶ καταφρονήσει τοῦτο πεποιηκέναι, καὶ διὰ τοῦτο μέγα φρονεῖν ἐπὶ τῇ νίκῃ τῇ γεγενημένῃ;
Ζ’.Τοῦτον δὴ καὶ ἡμεῖς μιμώμεθα, παρακαλεῖν, καὶ σπουδάζωμεν ἀλήπτους ἑαυτοὺς φυλάττειν, καὶ μήτε προφάσει τῆς ἀρετῆς ἀπονοίας ἑαυταῖς περιτιθέναι δόξαν, μηδὲ προφάσει ταπεινοφροσύνης τῆς ἀρετῆς καταμελεῖν ἀλλὰ πανταχοῦ τὸ μέτρον διασώζειν, καὶ τοῖς κατορθώμασι τοῖς ὑφ’ ὑμῶν γινομένοις καθάπερ θεμέλιον τινα καὶ ὑποβάθραν, τὴν ταπεινοφροσύνην ὑποτιθέναι, ἵνα μετὰ ἀσφαλείας ἡμῖν οἰκοδομῆται τὰ τῆς ἀρετῆς. Τοῦτο γὰρ ἀρετή, ὅταν ἔχῃ ταύτην συνεζευγμένην. Ὁ γὰρ τοῦτον μετὰ ἀσφαλείας τὸν θεμέλιον καταβαλῶν δυνήσεται πρὸς ὅσον βούλεται, ὕψος ἐγεῖραι τὴν οἰκοδομήν. Αὕτη μεγίστη ἀσφάλεια, αὕτη τεῖχος ἀῤῥαγές, αὕτη πύριος ἀκαταμάχητος, αὕτη πᾶσαν συσφίγγει τὴν οἰκοδομήν, οὐκ ἀφιεῖσα οὔτε ὑπὸ ἀνέμων σφοδρότητος, οὔτε ὑπὸ τῆς τῶν ὄμβρων φορᾶς, οὔτε ὑπὸ τῆς τῶν πνευμάτων βίας αὐτὴν καταπεσεῖν, ἀλλ’ ἀνωτέραν καθίστησι πάσης ἐπιβουλῆς, κα· ι καθάπερ ἐξ ἀδάμαντός τινος κατεσκευασμένην, οὕτως αὐτὴν ἀχείρωτον ἐργάζεται, καὶ μεγάλας ἡμῖν ἀμοιβὰς παρὰ τῆς τοῦ φιλανθρώπου Θεοῦ δωρεᾶς ἡμῖν ἕλκεται· δι’ ἧς πατριάρχης τοσούτων τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ τὸ μέγεθος ἐδέξατο. Εἴσεσθε γάρ, τοῦ Θεοῦ ἐπιτρέποντος, καὶ ἐκ τῆς ἀκολουθίας τῶν ἑξῆς μελλόντων ῥηθήσεσθαι, πῶς καὶ νῦν ὑπεριδὼν τῶν παρὰ τοῦ βασιλέως Σοδόμων αὐτῷ διδομένων, μεγάλων καὶ ἀφάτων ἠξιώθη τῶν τοῦ Θεοῦ δωρεῶν. Διὰ ταύτης οὐκ αὐτὸς μόνος, ἀλλὰ καὶ τῶν ἄλλων δικαίων ἕκαστος εὐδοκίμησε. Καὶ τοῦτο, ὅσοι φιλόπονοι περὶ τὴν ἀνάγνωσιν τῶν θείων Γραφῶν ἐστε, δυνήσεσθε καταμαθεῖν πανταχοῦ γινόμενον. Ὁ γὰρ φιλάνθρωπος ἡμῶν Δεσπότης, ὅταν ἴδῃ ὑπερορῶντας ἡμᾶς τῶν παρόντων, μετὰ δαψιλείας καὶ ταῦτα παρέχει, καὶ τῶν μελλόντων ἡμῖν ἀγαθῶν τὴν ἀπόλαυσιν ταμιεύεται. Καὶ τοῦτο καὶ ἐπὶ χρημάτων, καὶ ἐπὶ τῆς δόξης τοῦ παρόντος βίου, καὶ ἐπὶ πάντων τῶν ἐπικήρων πραγμάτων ἐστὶν ἰδεῖν γινόμενον. Καταφρονῶμεν
τοίνυν τοῦ παρόντος πλούτου, ἵνα τὸν ἀληθῆ πλοῦτον εὑρεῖν δυνηθῶμεν· ὑπερίδωμεν τῆς κενῆς ταύτης δόξης,ἵνα τῆς ἀληθοῦς ἐκείνης καὶ βεβαίας ἀπολαύωμεν· καταγελάσωμεν τῆς παρούσης εὐημερίας, ἵνα τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν ἐπιτύχωμεν; Μηδὲν ἡγώμεθα τὰ παρόντα, ἵνα πρὸς τὸν τῶν μελλόντων πόθον διεγερθῆναι δυνηθῶμεν. Οὐδὲ γὰρ οἷόν τε τὸν τοῖς παροῦσι προσηλωμένον ἐκεῖνον τῶν ἀποῤῥήτων ἀγαθῶν τὸν πόθον καταδέξασθαί ποτε, καθάπερ λήμης τινὸς τοῖς ὀφθαλμοῖς τοῦ σώματος ἐπικειμένης οὕτω τῆς ὧν παρόντων ἐπιθυμίας σκοτούσης τὸν λογισμόν, καὶ οὐκ ἀφιείσης συνιδεῖν τι τῶν δεόντων. Οὐδ’ αὖ πάλιν δυνατὸν τὸν περὶ ἐκεῖνα τὰ ἀκίνητα καὶ βεβαία ἀγαθὰ τὸν
πόθον ἔχοντα, τούτων τῶν ἐπικήρων, καὶ πρὶν ἣ φανῆναι ἀφιπταμένων, καὶ μαραινομένην ἐπιθυμίαν τινὰ λαβεῖν. Ὁ γὰρ τρωθεὶς τῷ πρὸς τὸν θέον πόθῳ, καὶ τὴν τῶν μελλόντων ἐπιθυμίαν κτησάμενος, ἑτέροις ὀφθαλμοῖς ὁρᾷ τῶν παρόντων τὴν κατάστασιν, καὶ οἶδεν ὅτι σχῆμα ἅπας ὁ παρὼν βίος, καὶ ἀπάτη, καὶ ὀνειράτων οὐδὲν διενήνοχε. Διὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος ἔλεγε γραφῶν· «Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου», δεικνὺς ὅτι ἕκαστον τῶν ἀνθρωπίνων ἐν σχήματι μόνον ἐστί, καὶ καθάπερ σκιὰ καὶ ὄναρ παρατρέχει, οὐδὲν ἀληθὲς οὐδὲν βέβαιον ἔχον. Πῶς οὖν οὐκ ἂν εἴη παιδικῆς διανοίας περὶ τὰς σκιὰς ἐπτοῆσθαι, καὶ ἐπὶ ὀνείρασι μίγα φρονεῖν, καὶ τούτοις προστετηκέναι ταῖς βαθὺν ὕστερον παρερχομένοι; «Παράγει γάρ, φησί, τὸ σχῆμα τοῦ κόσμου τούτου». Ὅταν ἀκούσῃς ἡμῖν, τὶ λοιπὸν πλέον ζητεῖς; Ὅταν ἀκούσῃς ὅτι σχῆμα μόνον ἐστὶ πάντα τὰ ἀνθρώπινα, ἀληθείας ἔρημα τυγχάνοντα, τίνος ἕνεκεν ἑκὼν τὴν ἀπάτην ὑπομένεις, οὐκ ἐννοῶν τὸ εὐμετάβλητον, τὸ ἀβέβαιον, ταῦτα μὲν
παρατρέχεις, περὶ ἐκεῖνα δὲ τὴν ἐπιθυμίαν μετάγεις τὰ διαιωνίζοντα, τὰ ἀκίνητα, τὰ βεβαία, τὰ μεταβολὴν οὐκ ἐπιδεχόμενα;
η’.Ἵνα γὰρ μάθῃς τὴν σύνεσιν τοῦ διδασκάλου τῆς οἰκουμένης, ὅρα αὐτὸν ἀλλαχοῦ πάλιν βουλόμενον δεῖξαι πάντων τῶν ἐν τῷ παρόντι βίῳ φαιδρῶν τὸ οὐδαμινόν, οἷα λίξει ἐχρήσατο εἰπών· «Τὰ γὰρ βλεπόμενα κἂν τὴν τοῦ πλούτου περιουσίαν εἴπῃς, κἂν τὴν δόξαν, κἂν τὴν περιφάνειαν, καὶ τὴν ἀρχήν, καὶ τὴν δυναστείαν, κἂν αὐτὴν τὴν βασιλείαν, καὶ τὸν τὸ διάδημα περικείμενον, καὶ τὸν θρόνον τὸν ἀνωτάτω, πάντα ταῦτα τὸ βλεπόμενα πρόσκαιρα», ἐν βραχεῖ χρόνῳ τὴν διαμονὴν ἐπιδεικνύμενα, οὐ μέχρι πολλοῦ τὴν ἀπόλαυσιν ἡμῖν ἐμπαρέχοντα. Τίνα οὖν ἡμᾶς βούλει ἐπιζητεῖν, εἰ πάντα ταῦτα τὰ βλεπόμενα πρόσκαιρα τυγχάνει; Ἐκεῖνα, φησί, τὰ μὴ βλεπόμενα, μὴ ταῦτα τὰ βλεπόμενα, ἀλλ’ ἐκεῖνα ἅπερ τούτοις ταῖς ὀφθαλμοῖς τοῖς σωματικοῖς οὐχ ὁρᾶται. Καὶ
τὶς ἄη, φησί, τοῦτο συμβουλεύσειεν, ὥστε τὰ ὁρώμενα παρατρέχειν, καὶ τὰ μὴ ὁρώμενα ἐπιζητεῖν; Αὐτή, φησί, διδασκέτω τῶν πραγμάτων ἡ φύσις, ὅτι ταῦτα μέν, εἰ καὶ ὁρᾶται, ἀλλὰ ταχέως παραῤῥεῖ ἐκεῖνα δέ, εἰ καὶ μὴ νῦν ὁρᾶν δυνάμεθα, ἀλλ’ αἰώνια τυγχάνει, καὶ διηνεκῆ τὴν διαμονὴν ἔχει, πέρας οὐκ ἐπίσταται, τέλος οὐκ ἐπιδέχεται, μεταβολὴν οὐκ οἶδε, παγία μένει καὶ ἀκίνητα. Τάχα λοιπὸν καὶ ἐπαχθὴς εἶναι δοκῶ καθ’ ἑκάστην ἡμέραιν μάτην συμβουλεύων ἀλλὰ τὶ πάθω; Πολλὴ τῆς κακίας ἡ λύμῃ, πολλὴ τῶν χρημάτων ἡ τυραννίς, πολλὴ ἡ σπάνις τῆς ἀρετῆς. Διὰ τοῦτο βούλομαι κἂν τῇ συνεχείᾳ
τῇς παραινέσεως περιγενέσθαι τῆς νόσου, καὶ πρὸς τελείαν ὑγίειαν ἀγαγεῖν τοὺς ἐνταῦθα συνιόντας. Διὰ γὰρ τοῦτο καὶ τῶν Γραφῶν τὰς ἐξηγήσεις ποιεῖσθαι σπουδάζομεν, καὶ τῶν δικαίων τὰς ἀρετὰς εἰς τὸ μέσον παράγομεν, καὶ τὰ αὐτὰ ἐνηχεῖν οὐ παραιτούμεθα, ἵνα διὰ πάντων ἐναγαγεῖν ὑμᾶς δυνηθῶμεν εἰς τὸν τῶν δικαίων ζῆλον.
Καὶ ὀψὲ γοῦν ποτε τῆς οἰκείας σωτηρίας πρόνοιαν ποιησώμεθα, καὶ τῷ καιρῷ τῷ δεδομένῳ ἡμῖν εἰς προθεσμίαν ζωῆς δεόντως χρησώμεθα, καὶ ὡς ἔτι καιρός, πρὸς μετάνοιαν καὶ διόρθωσιν τῶν ἐπταισμένων ἐπειχθῶμεν, καὶ τῇ τῶν χρημάτων περιουσίᾳ εἰς ὠφέλειαν τῶν ἡμετέρων ψυχῶν ἀποχρησώμεθα, καὶ τὰ περιττὰ τοῖς δεομένοις ἀναλίσκωμεν. Τίνος γὰρ ἕνεκεν, εἰπὲ μοι, συγχωρεῖς ὑπὸ τοῦ ἰοῦ καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον καταναλίσκεσθαι, δέον εἰς τὰς τῶν πενήτων γαστέρας αὐτὸ κενοῦν, ἵνα εἰς ἀσφαλὲς αὐτὸ ταμεῖον ἀποθαμένος ἐν καιρῷ τῷ δέοντι, ὅτε μάλιστα χρῄζεις τῆς ἀπ’ αὐτοῦ παραμυθίας, ἀπολαύσῃς τῇς ἐντεῦθεν βοηθείας· καὶ οἱ ἐνταῦθα τραφέντες ὑπὸ σοῦ κατ’ ἐκείνην τὴν ἡμέραν τἀς θύρας σοι τῆς παῤῥησίας ἀνοίξωσι, καὶ δέξωνταί σε εἰς τὰς αἰωνίους αὐτῶν σκηνάς. Ἀλλὰ μηδὲ τὰ ἱμάτια ἑῶμεν σητόβρωτα γενέσθαι, καὶ εἰκῆ ἐν τοῖς κιβωτίοις κατασήπεσθαι, τοσούτων ὄντων τῶν δεομένων καὶ γυμνῶν περιιόντων· ἀλλὰ προτιμῶμεν τῶν σητῶν γυμνητεύοντα τὸν Χριστόν, καὶ ἐνδύωμεν τὸν δι’ ἡμᾶς καὶ τὴν σωτηρίαν τὴν ἡμετέραν γυμνὸν περιιόντα, ἵνα ἡμεῖς καταξιωθέντες αὐτὸν ἔνδυσαι, ἀκούσωμεν κατὰ τὴν ἡμέραν ἐκείνην «Γυμνὸς ἤμην, καὶ περιεβάλετέ με». Μὴ γὰρ φορτικὰ ἐστι τὰ ἐπιτάγματα, μὴ γὰρ ὑπέρογκα; Τὰ ἀπολλύμενα, φησί, τὰ σηπόμενα, τὰ εἰκῆ καὶ μάτην δαπανώμενα, ταῦτα χρησίμως διανεμηθῆναι σπούδασον, ἵνα καὶ τὴν ἐκ ζημίας βλάβην διαφύγῃς, καὶ τὸ ἂπ’ αὐτῶν κέρδος μέγιστον ἑαυτῷ προξενήσῃς. Πολλῆς γὰρ καὶ ὑπερβαλλούσης ἀπανθρωπίας μετὰ τοσαύτην ἀπόλαυσιν κιβωτίοις καὶ τοίχοις ἐναποκλείειν τὰ περιττά, καὶ μὴ ἀνέχεσθαι τῶν ὁμογενῶν τὴν ἔνδειαν παραμυθεῖσθαι, ἀλλ’ αἱρεῖσθαι μᾶλλον ὑπὸ ἰοῦ καὶ σητῶν διαφθείρεσθαι, καὶ ταῖς τῶν λῃστῶν χερσὶ προκεῖσθαι, καὶ τὰς ὑπὲρ τούτων εὐθύνας διδόναι, ἣ δεόντως οἰκονομήσαντα τὴν ὑπὲρ τούτων ἀμοιβὴν κομίζεσθαι. Μὴ δή, παρακαλῶ, οὕτως ἀμελῶς διατεθῶμεν περὶ τὴν σωτηρίαν τῶν ἡμετέρων ψυχῶν, ἀλλὰ τὰ περιττὰ κενώσαντες τοῖς δεομένοις, πολλὴν ἑαυτοῖς προαποθώμεθα τὴν παῤῥησίαν, ἵνα τῶν ἀποῤῥήτων ἀγαθῶν ἀπολαῦσαι καταξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρί, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμή, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη Eισαγωγή και δημοσίευση Κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου