ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: 23.ΟΜΙΛΙΑ ΚΓ.Νῶε δὲ εὗρε χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ

Πέμπτη 29 Σεπτεμβρίου 2016

23.ΟΜΙΛΙΑ ΚΓ.Νῶε δὲ εὗρε χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ



Ιωάννης Χρυσόστομος - Τόμος 53
Είς τήν Γένεσιν
Λόγος παραινετικός είς τήν είσοδο της
Αγίας Τεσσαρακοστής

ΟΜΙΛΙΑ ΚΓʹ

.Νῶε δὲ εὗρε χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ. Αὗται δὲ αἱ γενέσεις Νῶε. Νῶε ἄνθρωπος δίκαιος, τέ λειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ· τῷ Θεῷ εὐηρέστησε Νῶε.

αʹ. Εἴδετε ἐν τοῖς ἤδη ῥηθεῖσιν, ὅσον τῆς φιλανθρωπίας τοῦ Θεοῦ τὸ μέγεθος, καὶ πόση αὐτοῦ τῆς ἀνεξικακίας ἡ ὑπερβολή; εἴδετε τῶν τότε ἀνθρώπων τῆς κακίας τὴν ἐπίτασιν; κατεμάθετε ἐν μέσῳ τοσούτῳ πλήθει ὅση τοῦ δικαίου γέγονεν ἡ ἀρετὴ, καὶ ὅτι οὐδὲν αὐτὸν ἐλυμήνατο, οὔτε ἡ συμφωνία ἐκείνων ἐπὶ τὴν κακίαν ῥέπουσα, οὔτε τὸ μόνον ἐν μέσῳ τούτων ἀπειλῆφθαι, καὶ τὴν ἐναντίαν ὁδεύειν ὁδόν; Καθάπερ γὰρ κυβερνήτης ἄριστος τοὺς τῆς διανοίας οἴακας μετὰ πολλῆς τῆς ἀγρυπνίας μετα χειριζόμενος, οὐκ ἠφίει καταβαπτισθῆναι τὸ σκάφος ὑπὸ τῆς σφοδρότητος τῶν τῆς κακίας κυμάτων, ἀλλὰ ἀνώ τερος τοῦ χειμῶνος γεγονὼς, καὶ πελάγιος σαλεύων, ὡς ἐν λιμένι καθήμενος, οὕτω τῆς ἀρετῆς τὸ πηδάλιον ἰθύνων ἐκτὸς ἑαυτὸν κατέστησε τοῦ μέλλοντος κλυδωνίου τοὺς κατὰ τὴν οἰκουμένην ἅπαντας καταλήψεσθαι. 



Τοσοῦτόν ἐστιν ἀρετὴ πρᾶγμα, ἀθάνατον, καὶ ἀχείρωτον, οὐκ εἶκον ταῖς τοῦ παρόντος βίου ἀνωμαλίαις, ἀλλ᾽ ὑπεράνω τῶν τῆς κακίας δικτύων ἀφιπταμένη, καθάπερ ἀφ᾽ ὑψη λῆς τινος σκοπιᾶς, οὕτως ἅπαντα τὰ ἀνθρώπινα καθ ορῶσα, οὐδενὸς ἐπαισθάνεται τῶν τοῖς ἄλλοις λυπηρῶν φαινομένων. Ἀλλ᾽ ὥσπερ ὁ ἐπὶ πέτρας τινὸς ὑψηλῆς ἑστὼς καταγελᾷ τῶν κυμάτων, ἐπειδὰν ἴδῃ ταῦτα προσ ρηγνύμενα μὲν τῇ πέτρᾳ, εἰς ἀφρὸν δὲ εὐθὺς διαλυό μενα· οὕτω δὴ καὶ ὁ τὴν ἀρετὴν μετιὼν, ἐν ἀσφαλεῖ χωρίῳ καθεστὼς οὐδὲν ἀηδὲς ὑπομένει ὑπὸ τῆς τῶν πρα γμάτων ταραχῆς, ἀλλ᾽ ἐν ἡσυχίᾳ κάθηται τῇ τῶν οἰκείων λογισμῶν ἐντρυφῶν γαλήνῃ, καὶ ἐννοῶν, ὡς οὐδὲν τῶν ποταμίων ῥευμάτων διενήνοχε τὰ τοῦ παρόντος βίου πράγματα μετὰ τοσαύτης εὐκολίας καὶ ῥύμης παρατρέ χοντα. Καθάπερ γὰρ ἔστιν ἰδεῖν τὰ τῆς θαλάσσης κύ ματα νῦν μὲν εἰς ὕψος ἄφατον αἰρόμενα, ἀθρόον δὲ πά λιν ταπεινούμενα· τὸν αὐτὸν δὴ τρόπον καὶ τοὺς ἀρετῆς ἀμελοῦντας, καὶ τὴν κακίαν μετιόντας ὁρῶμεν, νῦν μὲν μεγαλοφρονοῦντας, καὶ τὰς ὀφρῦς ἀνασπῶντας, καὶ περὶ τὰ τοῦ παρόντος βίου πράγματα ἐπτοημένους, ἀθρόον δὲ ταπεινουμένους, καὶ εἰς ἐσχάτην ἐλαυνομένους πενίαν. Τούτους γὰρ καὶ ὁ μακάριος Δαυῒδ ὁ προφήτης αἰνιττόμενος ἔλεγε· Μὴ φοβοῦ ὅταν πλουτήσῃ ἄν θρωπος, ἢ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ· ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα. Καὶ καλῶς εἶπε, Μὴ φοβοῦ. Μή σε θορυβείτω, φησὶν, ἡ τοῦ πλούτου περιουσία, καὶ ἡ τῆς δόξης περιφάνεια. Ὄψει γὰρ μετ᾽ οὐ πολὺ χαμαὶ κείμενον, ἀνενέργητον, νεκρὸν, ἐῤῥιμμένον, σκωλήκων γιγνόμενον τροφὴν, γυ μνὸν τούτων ἁπάντων γιγνόμενον, καὶ οὐδὲν ὅλως μεθ᾽ ἑαυτοῦ ἀπενεγκεῖν δυνηθέντα, ἀλλ᾽ ἐνταῦθα ἅπαντα κα ταλιπόντα. Μὴ τοίνυν τὰ παρόντα ἰδὼν ἀγωνιάσῃς, μηδὲ μακαρίσῃς τὸν μετὰ βραχὺν χρόνον ἐν ἐρημίᾳ τούτων μέλλοντα γίνεσθαι. Τοιοῦτον γὰρ ἡ παροῦσα εὐημερία, καὶ ἡ τοῦ πλούτου φύσις· οὐ συναποδημεῖ τοῖς ἐντεῦθεν μεθισταμένοις, ἀλλ᾽ ἐνταῦθα αὐτὴν ἅπασαν καταλιπόν τες, γυμνοὶ καὶ ἔρημοι ἀπίασι, μόνην τὴν κακίαν περι βεβλημένοι, καὶ τὰ ἐκ ταύτης αὐτοῖς συλλεγέντα ἁμαρ τημάτων φορτία. Ἐπὶ δὲ τῆς ἀρετῆς τοιοῦτον οὐδέν· ἀλλὰ καὶ ἐνταῦθα ἀνωτέρους τῶν ἐπιβουλευόντων καθ ίστησι, καὶ ἀναλώτους ἐργάζεται, καὶ διηνεκῆ τὴν ἡδο νὴν χαρίζεται, καὶ οὐκ ἀφίησι τῆς τῶν πραγμάτων ἀνω μαλίας αἴσθησιν λαβεῖν, καὶ ἐντεῦθεν ἀποδημοῦσι συμ μεθίσταται, καὶ τότε μάλιστα, ὅτε χρῄζομεν τῆς παρ᾽ αὐτῆς συμμαχίας, καὶ κατὰ τὴν ἡμέραν ἐκείνην τὴν φοβερὰν πολλὴν ἡμῖν παρέχει τὴν βοήθειαν, ἥμερον ἡμῖν καθιστῶσα τοῦ δικαστοῦ τὸ ὄμμα· καὶ καθάπερ ἐνταῦθα παρόντων τῶν δεινῶν ἀνωτέρους καθίστησι τῶν δεινῶν, οὕτω καὶ ἐν τῷ μέλλοντι ἐξαρπάζει τοὺς αὐτὴν ἐπιφερομένους τῶν κολαστηρίων ἐκείνων. Καὶ οὐ τοῦτο μόνον, ἀλλ᾽ ἔτι καὶ τῆς τῶν ἀποῤῥήτων ἀγαθῶν ἀπολαύ σεως πρόξενος ἡμῖν γίνεται. Καὶ ἵνα μάθῃς, ὅτι ταῦτα οὕτως ἔχει, καὶ οὐχ ἁπλῶς καὶ εἰκῆ ψυχαγωγοῦντες ὑμᾶς τούτοις κεχρήμεθα τοῖς ῥήμασιν, ἐκ τῶν νῦν προ κειμένων δεῖξαι πειράσομαι τῇ ὑμετέρᾳ ἀγάπῃ. Ὅρα γὰρ πῶς ὁ θαυμάσιος οὗτος, ὁ Νῶε λέγω, παντὸς τοῦ τῶν ἀνθρώπων γένους εἰς τὴν κατ᾽ αὐτῶν ἀγανάκτησιν ἐκκαλεσαμένου τὸν φιλάνθρωπον Δεσπότην, οὗτος διὰ τῆς οἰκείας ἠδυνήθη ἀρετῆς καὶ τῆς ἀγανακτήσεως τὴν πεῖραν διαφυγεῖν, καὶ πολλὴν τὴν παρ᾽ αὐτοῦ εὔνοιαν ἐφελκύσασθαι. Καὶ εἰ βούλει, τέως περὶ τῶν ἐν τῷ παρ όντι βίῳ διαλεχθῶμεν. Ἴσως γάρ τινες τοῖς μέλλουσι καὶ μὴ ὁρωμένοις διαπιστοῦσιν. Ἴδωμεν τοίνυν ἐκ τῶν ἐν ταῦθα γινομένων, τίνα μὲν τοὺς πρὸς τὴν κακίαν αὐτο μολήσαντας διεδέξατο, τίνων δὲ ὁ τὴν ἀρετὴν ἑλόμενος ἠξιώθη. Ἐπειδὴ γὰρ διὰ τὴν πολλὴν τῆς κακίας ἐπίτα σιν ἀπεφήνατο ὁ ἀγαθὸς Θεὸς πανωλεθρίᾳ τὸ τῶν ἀν θρώπων γένος καταδικάσειν, εἰπὼν, Ἀπαλείψω τὸν ἄνθρωπον, ὃν ἐποίησα, ἀπὸ προσώπου τῆς γῆς, καὶ δεικνὺς τῆς ἀγανακτήσεως αὐτοῦ τὴν ὑπερβολὴν, οὐ κατὰ τοῦ τῶν ἀνθρώπων γένους μόνον τὴν ἀπόφασιν ἐξήνεγ κεν, ἀλλὰ καὶ κατὰ πάντων τῶν κτηνῶν, καὶ τῶν ἑρπε τῶν, καὶ τῶν πετεινῶν· τῶν γὰρ ἀνθρώπων, δι᾽ οὓς ταῦτα παρήχθη, ἀπόλλυσθαι μελλόντων, καὶ ὑπο βρυχίων γίνεσθαι, εἰκότως καὶ ταῦτα τῆς τιμωρίας συναπήλαυσεν· ἐπειδὴ οὖν ἡ ἀπόφασις ἀόριστος ἦν, καὶ οὐδεμίαν ἔχουσα διαίρεσιν, ἵνα μάθῃς τὸ ἀπροσωπόλη πτον τοῦ Θεοῦ, καὶ ὅτι ταῖς καρδίαις ταῖς ἡμετέραις ἐμβατεύων οὐδένα περιορᾷ, ἀλλὰ κἂν μικράν τινα ἀφορ μὴν εὕρῃ παρ᾽ ἡμῶν εἰσφερομένην, ἄφατον αὐτοῦ ἐπι δείκνυται τὴν φιλανθρωπίαν, φησὶν ἡ Γραφὴ, ἵνα μὴ νομίσωμεν ὅτι παντελὴς ἀφανισμὸς γίνεται τοῦ τῶν ἀνθρώπων γένους, ἀλλὰ γνῶμεν, ὅτι διὰ τὴν οἰκείαν αὐ τοῦ ἀγαθότητα ἀφίησι σπινθῆρά τινα σώζεσθαι, καὶ ῥί ζαν τῷ τῶν ἀνθρώπων γένει, ὥστε πάλιν εἰς μακροὺς ἐκταθῆναι κλάδους· Νῶε δὲ, φησὶν, εὗρε χάριν ἐναν τίον τοῦ Θεοῦ.


 βʹ. Σκόπει τῆς Γραφῆς τὴν ἀκρίβειαν, ὅπως οὐδὲ τὴν τυχοῦσαν συλλαβὴν ἔστιν εὑρεῖν ἁπλῶς κειμένην. Ἐπειδὴ γὰρ ἐδίδαξεν ἡμᾶς τὴν ὑπερβολὴν τῆς κακίας τῶν ἀν θρώπων, καὶ τῆς τιμωρίας τὸ μέγεθος τῆς μελλούσης ἐπάγεσθαι τοῖς ταύτης ἐργάταις, διδάσκει ἡμᾶς καὶ τὸν ἐν τοσούτῳ πλήθει δυνηθέντα τὴν ἀρετὴν ἀκέραιον δια σῶσαι. Ἔστι μὲν γὰρ καὶ καθ᾽ ἑαυτὴν ἡ ἀρετὴ θαυμα στή. Ὅταν δὲ καὶ ἐν μέσῳ τῶν κωλυόντων τυγχάνων τις ταύτην μετίῃ, πολλῷ μᾶλλον θαυμαστοτέραν αὐτὴν ἀποφαίνει. Διὰ τοῦτο ὥσπερ θαυμάζουσα τὸν δίκαιον ἡ θεία Γραφή φησιν, ὅτι μεταξὺ τῶν τοσούτων διὰ τὴν κακίαν μελλόντων ἀγανακτήσεως πειρᾶσθαι, Νῶε δὲ εὗρε χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ. Εὗρε χάριν, ἀλλ᾽ Ἐναντίον τοῦ Θεοῦ· οὐχ ἁπλῶς, Εὗρε χάριν, ἀλλ᾽, Ἐναντίον Κυρίου τοῦ Θεοῦ· ἵνα ἡμᾶς διδάξῃ ὅτι ἕνα τοῦτον εἶχε τὸν σκοπὸν, ὥστε τὸν ἀκοίμητον ἐκεῖ νον ὀφθαλμὸν ἐπαινέτην ἔχειν, καὶ οὐδεὶς αὐτῷ λόγος τῆς τῶν ἀνθρώπων δόξης, οὐδὲ τῆς ἀτιμίας, καὶ τοῦ γέλωτος. Εἰκὸς γὰρ αὐτὸν ἀπεναντίας ἅπασι τὴν ἀρετὴν μετιέναι βουλόμενον πολλὴν ὑπομένειν τὴν χλεύην καὶ τὸν γέ λωτα, πάντων τῶν τὴν κακίαν μετιόντων εἰωθότων ἀεὶ ἐπισκώπτειν τοὺς ταύτην φεύγειν βουλομένους, καὶ ἀρε τὴν αἱρουμένους, ὅπερ καὶ νῦν πολλάκις γίνεται. Καὶ πολλοὺς τῶν ῥᾳθύμων ὁρῶμεν μὴ φέροντας τὸν γέλωτα καὶ τὴν χλευασίαν, ἀλλὰ προτιμῶντας τὴν παρὰ τῶν ἀνθρώπων δόξαν τῆς ἀληθοῦς καὶ ἀεὶ μενούσης, ὑποσυ ρομένους καὶ συγκατασπωμένους τῇ τῶν ἑτέρων ἀνθρώ πων κακίᾳ. Ψυχῆς γάρ ἐστι γενναίας καὶ στεῤῥῷ τῷ φρονήματι κεχρημένης τὸ δυνηθῆναι ἀντισχεῖν πρὸς τοὺς διασύρειν βουλομένους, καὶ μὴ πρὸς ἀρέσκειαν τῶν ἀν θρώπων τι διαπράττεσθαι, ἀλλὰ πρὸς τὸν ἀκοίμητον ἐκεῖνον ὀφθαλμὸν τείνειν τὸ ὄμμα, καὶ τὴν παρ᾽ ἐκείνου εὐφημίαν μόνον ἀναμένειν, καὶ τούτων ὑπερορᾷν, καὶ μηδὲν ἡγεῖσθαι αὐτῶν τὸν ἔπαινον, μήτε τὸν ψόγον, ἀλλὰ καθάπερ σκιὰς καὶ ὀνείρατα παρατρέχειν. Καὶ ἐνταῦθα μὲν πολλοὶ πολλάκις τὴν ὕβριν οὐ φέροντες δέκα ἢ εἴκοσι ἀνθρώπων, ἢ καὶ ἐλαττόνων, ὑπεσκελίσθησαν καὶ κατ έπεσον. Ἔστι γὰρ αἰσχύνη ἐπάγουσα ἁμαρτίαν. Οὐδὲ γὰρ τὸ τυχόν ἐστιν ὑπεριδεῖν τῶν ὀνειδιζόντων, καὶ κα ταγελώντων, καὶ κωμῳδεῖν βουλομένων· ἀλλ᾽ ὁ δίκαιος οὗτος οὐχ οὕτως. Οὐ μόνον γὰρ δέκα καὶ εἴκοσι καὶ ἑκατὸν ἀνθρώπων, ἀλλὰ καὶ πάσης τῆς τῶν ἀνθρώ πων φύσεως, καὶ μυριάδων τοσούτων ὑπερεῖδεν. Εἰκὸς γὰρ ἅπαντας αὐτοὺς καταγελᾷν, κωμῳδεῖν, χλευάζειν, πολλὴν τὴν παροινίαν περὶ αὐτὸν ἐπιδείκνυσθαι, ἴσως δὲ ἢ καὶ βούλεσθαι διασπᾷν, εἰ οἷόν τε ἦν. Πολλὴν γὰρ ἀεὶ τὴν μανίαν ἐπιδείκνυται ἡ κακία κατὰ τῆς ἀρετῆς· ἀλλ᾽ οὐ μόνον οὐδὲν αὐτὴν βλάπτει, ἀλλὰ καὶ τὸ πολεμεῖν ἰσχυροτέραν αὐτὴν ἀπεργάζεται. Τοσαύτη γὰρ τῆς ἀρε τῆς ἡ ἰσχὺς, ὅτι ἐν τῷ πάσχειν τῶν ποιούντων περιγί νεται, καὶ ἐν τῷ πολεμεῖσθαι τῶν πολεμούντων ἀνω τέρα καθίσταται. Καὶ τοῦτο ἔνεστι μὲν ἐκ πολλῶν συν ιδεῖν. Ἵνα δὲ ἀφορμὰς ὑμῖν παράσχωμεν (Δίδου γὰρ φησὶ, σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται), ἀναγ καῖον καὶ ἐκ τῆς Παλαιᾶς καὶ ἐκ τῆς Καινῆς τὰ παρα δείγματα ὑμῖν παραγαγεῖν. Ἐννόει μοι τοίνυν τὸν Ἄβελ· οὐχὶ ἀνῃρέθη ὑπὸ τοῦ Κάϊν; οὐχὶ ἐπὶ τοῦ ἐδάφους ἦν ἐῤῥιμμένος; Ἀλλὰ μὴ τοῦτο σκόπει, ὅτι ἐκράτησε καὶ περιεγένετο, καὶ ἀνεῖλε τὸν φθονούμενον, καὶ οὐδὲν ἠδι κηκότα· ἀλλὰ τὰ μετὰ ταῦτα λογίζου, ὅτι ὁ μὲν ἀναι ρεθεὶς, ἐξ ἐκείνου μέχρι τοῦ νῦν ἀνακηρύττεται, καὶ στεφανοῦται, καὶ ὁ τοσοῦτος χρόνος τὴν μνήμην οὐκ ἐμάρανεν· ὁ δὲ ἀνελὼν, καὶ περιγενόμενος, καὶ τότε ζωὴν θανάτου βαρυτέραν ὑπέμενε, καὶ ἐξ ἐκείνου μέχρι τοῦ νῦν οὗτος μὲν στηλιτεύεται, καὶ τὰς παρὰ πάντων κατηγορίας δέχεται, ἐκεῖνος δὲ καθ᾽ ἑκάστην ἡμέραν ἐν τοῖς ἁπάντων ᾄδεται στόμασι. Καὶ ταῦτα μὲν ἐν τῷ παρ όντι βίῳ, τὰ δὲ ἐν τῷ μέλλοντι αἰῶνι ποῖος λόγος, ποία διάνοια παραστῆσαι δυνήσεται; Καὶ οἶδα μὲν ὅτι συνετοὶ ὄντες πολλὰ καὶ διάφορα ἕτερα τοιαῦτα εὑρήσετε ἐν ταῖς Γραφαῖς κείμενα. Διὰ γὰρ τοῦτο γέγραπται πρὸς ὠφέλειαν τὴν ἡμετέραν, ὥστε ταῦτα μανθάνοντας φεύ γειν μὲν τὴν κακίαν, προτιμᾷν δὲ τὴν ἀρετήν. Βούλει καὶ ἐν τῇ Καινῇ τὸ αὐτὸ τοῦτο ἰδεῖν; Ἄκουε τοῦ μακα ρίου Λουκᾶ τὸ αὐτὸ τοῦτο διηγουμένου περὶ τῶν ἀποστό λων, ὅτι μαστιγωθέντες ἀνεχώρουν ἀπὸ τοῦ συνεδρίου χαίροντες, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἀτιμασθῆναι. Καίτοι γε αἱ μάστιγες οὐ χαρᾶς ἦσαν ἀφορμαὶ, ἀλλὰ λύπης καὶ ἀθυμίας· ἀλλὰ αἱ διὰ τὸν Θεὸν μάστιγες, καὶ ἡ ὑπόθεσις, δι᾽ ἣν ἐμαστίζοντο, τὴν χαρὰν αὐτοῖς ἔτικτε. Καὶ οἱ μὲν μαστιγώσαντες ἐν ἀπορίᾳ πολλῇ καὶ ἀμηχανίᾳ καθεστήκεισαν, οὐκ εἰδότες ὅ τι πράξωσιν. Ἄκουε γὰρ αὐτῶν καὶ μετὰ τὰς μάστι γας διαπορούντων, καὶ λεγόντων· Τί ποιήσομεν τοῖς ἀνθρώποις τούτοις; Τί λέγεις; Ἐμαστίξατε, μυρία κακὰ διεθήκατε, καὶ ἔτι ἀπορεῖτε; Τοσοῦτόν ἐστιν ἰσχυ ρὸν πρᾶγμα καὶ ἀχείρωτον ἡ ἀρετὴ, καὶ ἐν αὐτῷ τῷ πάσχειν τῶν ποιούντων περιγινομένη.            
   γʹ. Ἀλλ᾽ ἵνα μὴ μακρὸν ποιῶμεν τὸν λόγον, ἀναγκαῖον πάλιν ἐπανελθεῖν ἐπὶ τὸν δίκαιον τοῦτον, καὶ ἐκπλαγῆναι αὐτοῦ τῆς ἀρετῆς τὴν ὑπερβολὴν, πῶς ἴσχυσε τοσούτου δήμου καταγελῶντος, ἐπεμβαίνοντος, χλευάζοντος, κωμ ῳδοῦντος (πάλιν γὰρ τὰ αὐτὰ λέγω, καὶ λέγων οὐ παύ σομαι) ὑπεριδεῖν, καὶ ἀνώτερος γενέσθαι. Πῶς; Ἐγὼ λέγω· Ἐπειδὴ διηνεκῶς ἑώρα πρὸς τὸν ἀκοίμητον ὀφθαλ μὸν, ἐκεῖ τεταμένον εἶχε τῆς διανοίας τὸ ὄμμα, καὶ λοιπὸν τούτων ἁπάντων ὡς οὐδὲν ὄντων ἐφρόντιζε. Καὶ γὰρ οὕτως ἔχει· ἐπειδὰν γάρ τις τρωθῇ τῷ ἔρωτι ἐκείνῳ, καὶ εἰς τὸν πρὸς τὸν Θεὸν πόθον ἑαυτὸν ἐκτείνῃ, οὐδὲν ἕτερον ὁρᾷ τῶν ὁρωμένων, ἀλλὰ διηνεκῶς ἐκεῖνον φαντάζεται τὸν ποθούμενον, καὶ ἐν νυκτὶ, καὶ ἐν ἡμέρᾳ, καὶ κοιταζόμενος, καὶ διανιστάμενος. Μὴ τοίνυν σε ξενι ζέτω, εἰ καὶ ὁ δίκαιος οὗτος ἅπαξ ἐκεῖ τείνας αὑτοῦ τὴν διάνοιαν, οὐδενὸς ἐφρόντιζε τῶν ὑποσκελίζειν ἐπιχει ρούντων. Τὰ γὰρ παρ᾽ ἑαυτοῦ ἐπιδειξάμενος, καὶ τὴν ἄνωθεν χάριν ἐπισπασάμενος ἀνώτερος ἁπάντων ἐγί νετο· Νῶε γὰρ, φησὶν, εὗρε χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ. Εἰ καὶ πάσῃ τῇ τῶν τότε ἀνθρώπων φύσει οὐκ ἦν ἐπίχαρις, οὐδὲ ποθεινὸς, διὰ τὸ μὴ βούλεσθαι τὴν αὐτὴν αὐτοῖς ὁδεύειν ὁδὸν, ἀλλὰ πρὸς ἐκεῖνον τὸν τὰς καρδίας ἐμβατεύοντα χάριν εὗρε, καὶ ἐκεῖνος αὐτοῦ τὴν γνώμην ἀπεδέξατο. Τί γὰρ, εἰπέ μοι, βλάβος ἐντεῦθεν ἐγένετο ἀπὸ τῆς τῶν ὁμογενῶν χλεύης καὶ τοῦ καταγέλωτος, τοῦ πλάσαντος τὰς καρδίας ἡμῶν, καὶ συνιέντος εἰς πάντα τὰ ἔργα ἡμῶν, ἀνακηρύττοντος τὸν ἄνδρα καὶ στεφα νοῦντος; Τί δὲ ὄφελος ἀνθρώπῳ γένοιτ᾽ ἂν παρὰ πάσης   τῆς οἰκουμένης θαυμαζομένῳ καὶ ἐπαινουμένῳ, παρὰ δὲ τοῦ τῶν ὅλων δημιουργοῦ καὶ τοῦ ἀπαραλογίστου δικα στοῦ ἐπὶ τῆς ἡμέρας ἐκείνης τῆς φοβερᾶς κρινομένῳ; Ταῦτα τοίνυν εἰδότες, ἀγαπητοὶ, μηδένα λόγον ποιώμεθα τοῦ παρὰ τῶν ἀνθρώπων ἐπαίνου, μηδὲ τὴν παρὰ τού των εὐφημίαν ἐκ παντὸς τρόπου ζητῶμεν, ἀλλὰ καὶ δι᾽ ἐκεῖνον μόνον τὸν ἐτάζοντα καρδίας καὶ νεφροὺς, καὶ τὰ τῆς ἀρετῆς ἔργα μετίωμεν, καὶ τὴν κακίαν φεύγωμεν. Διὰ γὰρ τοῦτο καὶ ὁ Χριστὸς παιδεύων ἡμᾶς μὴ κεχη νέναι πρὸς τὰς παρὰ τῶν ἀνθρώπων εὐφημίας, μετὰ πολλὰ ἕτερα τελευταῖον καὶ τοῦτο ἐπήνεγκε λέγων· Οὐαὶ ὑμῖν, ὅταν καλῶς εἴπωσιν ὑμᾶς πάντες οἱ ἄν θρωποι. Σκόπει πῶς διὰ τοῦ, Οὐαὶ, ἡμῖν ἐνεφάνισε πο ταπὴ τοῖς τοιούτοις κείσεται τιμωρία. Τὸ γὰρ οὐαὶ τοῦτο θρηνῶδές ἐστιν ἐπίφθεγμα· μονονουχὶ γὰρ ταλανίζων αὐτούς φησιν· Οὐαὶ ὑμῖν, ὅταν καλῶς εἴπωσιν ὑμᾶς πάντες οἱ ἄνθρωποι. Καὶ ὅρα τοῦ ῥητοῦ τὴν ἀκρίβειαν. Οὐκ εἶπεν ἁπλῶς, οἱ ἄνθρωποι, ἀλλὰ, Πάντες οἱ ἄν θρωποι. Οὐδὲ γὰρ οἷόν τε τὸν ἐνάρετον, καὶ τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν ὁδεύοντα, καὶ ταῖς ἐντολαῖς τοῦ Χριστοῦ κατακολουθοῦντα παρὰ πάντων ἀνθρώπων ἐπαι νεῖσθαι καὶ θαυμάζεσθαι. Πολλὴ γὰρ τῆς κακίας ἡ ἐπί τασις, καὶ ἡ πρὸς τὴν ἀρετὴν ἐναντίωσις. Εἰδὼς οὖν ὁ Δεσπότης, ὅτι τὸν μετὰ ἀκριβείας τὴν ἀρετὴν μετιόντα, καὶ τὸν παρ᾽ αὐτοῦ μόνον ἐκδεχόμενον ἔπαινον, τῶν ἀδυνάτων ἂν εἴη παρὰ πάντων ἀνθρώπων ἐπαινεῖσθαι, καὶ καλῶς ἀκούειν, διὰ τοῦτο ταλανίζει τοὺς διὰ τὸν παρὰ τούτων ἔπαινον τῆς ἀρετῆς ἀμελοῦντας. Ἡ γὰρ παρὰ πάντων εὐφημία τεκμήριον ἂν εἴη μέγιστον τοῦ μὴ πολὺν τῆς ἀρετῆς λόγον ποιεῖσθαι. Πῶς γὰρ παρὰ πάντων ἐπαινεθείη ὁ ἐνάρετος, εἰ βούλοιτο τοὺς ἀδικου μένους ἐξαρπάζειν τῶν ἀδικούντων, τοὺς ἐπηρεαζομένους τῶν κακῶς ποιεῖν βουλομένων; Πάλιν εἰ βούλοιτο διορ θοῦν τοὺς ἁμαρτάνοντας, καὶ ἐπαινεῖν τοὺς κατορ θοῦντας, οὐκ εἰκὸς τοὺς μὲν ἐπαινεῖν, τοὺς δὲ ψέγειν; Διὰ τοῦτό φησιν· Οὐαὶ ὑμῖν, ὅταν καλῶς ὑμᾶς εἴπωσι πάντες οἱ ἄνθρωποι. Πῶς οὖν οὐκ ἄξιον θαυμάζειν καὶ ἐκπλήττεσθαι τὸν δίκαιον τοῦτον, ὅτι ἅπερ ὁ Χριστὸς παραγενόμενος ἐδίδασκε, ταῦτα προλαβὼν ὑπὸ τοῦ ἐν τῇ φύσει ἐγκειμένου νόμου παιδευθεὶς μετὰ πολλῆς μετῄει τῆς ὑπερβολῆς, καὶ τὸν παρὰ τῶν ἀνθρώπων ἔπαινον ἀποπεμψάμενος, διὰ τῆς τῶν βεβιωμένων ἀρετῆς τὴν παρὰ τῷ Θεῷ χάριν εὑρεῖν ἐσπούδαζε; Νῶε γὰρ, φη σὶν, εὗρε χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ. Ἀλλ᾽ ὅτι μὲν διὰ τὴν προσοῦσαν αὐτῷ ἀρετὴν εὗρε χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ, διηγήσατο ἡμῖν ὁ θαυμάσιος οὗτος προφήτης ἐνηχούμενος ὑπὸ τοῦ ἁγίου Πνεύματος· ἀναγ καῖον δὲ καὶ τὰ ἑξῆς εἰρημένα καταμαθεῖν, καὶ ἰδεῖν καὶ τὴν ψῆφον τὴν παρὰ τοῦ Θεοῦ περὶ αὐτοῦ γινομένην. Αὗται δὲ, φησὶν, αἱ γενέσεις Νῶε· Νῶε ἄνθρωπος δί καιος, τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ· τῷ Θεῷ εὐηρέ στησε Νῶε. Ξένος γενεαλογίας τρόπος. Εἰποῦσα γὰρ ἡ θεία Γραφὴ, Αὗται δὲ αἱ γενέσεις Νῶε, καὶ τὰς ἀκοὰς ἡμῶν ἀναπτερώσασα, ὡς μέλλουσα τὴν γενεαλογίαν αὐ τοῦ διηγεῖσθαι, καὶ τίς μὲν αὐτοῦ πατὴρ ἐγένετο, πόθεν δὲ τὸ γένος κατῆγε, καὶ ὅπως εἰς τὸν βίον παρήχθη, καὶ τὰ ἄλλα ἅπαντα, ἅπερ ἔθος τοῖς τὰς γενεαλογίας ἐξηγου μένοις διηγεῖσθαι, ταῦτα πάντα καταλιποῦσα, καὶ τῆς συνηθείας ἀνωτέρω γενομένη, φησί· Νῶε ἄνθρωπος δίκαιος, τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ· τῷ Θεῷ εὐ ηρέστησε Νῶε. Εἶδες θαυμαστὴν γενεαλογίαν; Νῶε, φη σὶν, ἄνθρωπος. Ὅρα καὶ τὸ κοινὸν ὄνομα τῆς φύσεως ἀντ᾽ ἐγκωμίου τῷ δικαίῳ γινόμενον. Ἐπειδὴ γὰρ ἐκεῖνοι καὶ τὸ ἄνθρωποι εἶναι ἀπώλεσαν διὰ τὸ πρὸς τὰ τῆς σαρκὸς ἡδονὰς ὀλισθῆσαι, οὗτος, φησὶν, ἐν τοσούτῳ δήμῳ τοῦ ἀνθρώπου τὴν εἰκόνα διέσωσε. Τοῦτο γὰρ ἄνθρωπος, ὅταν ἀρετὴν μετίῃ. Οὐδὲ γὰρ τὸ μορφὴν ἔχειν τοῦ ἀν θρώπου, καὶ ὀφθαλμοὺς, καὶ ῥῖνα, καὶ στόμα, καὶ πα ρειὰς, καὶ τὰ λοιπὰ μέλη, τοῦτο ἄνθρωπον ἀποδείκνυσι· ταῦτα γὰρ μέλη τυγχάνει τοῦ σώματος. Ἄνθρωπον γὰρ ἐκεῖνον ἂν καλέσαιμεν τὸν τὴν εἰκόνα τοῦ ἀνθρώπου διασώζοντα. Τί δέ ἐστι τοῦ ἀνθρώπου ἡ εἰκών; Τὸ λογι κὸν εἶναι. Τί οὖν; φησίν· ἐκεῖνοι οὐκ ἂν εἶεν λογικοί; Ἀλλ᾽ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὸ ἐνάρετον εἶναι, καὶ τὸ τὰ κακὰ διαφεύγειν, καὶ τῶν ἀτόπων παθῶν κρατεῖν, τὸ ταῖς ἐντολαῖς τοῦ Δεσπότου κατακολουθεῖν, τοῦτο ἄν θρωπος. δʹ. Καὶ ἵνα μάθῃς, ὅτι ἔθος τῇ Γραφῇ τοὺς τὴν κακίαν μετιόντας καὶ τῆς ἀρετῆς ἀμελοῦντας μηδὲ τῆς τοῦ ἀν θρώπου προσηγορίας ἀξιοῦν, ἄκουε τοῦ Θεοῦ λέγοντος, καθάπερ χθὲς ἐλέγομεν· Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας. Ἐγὼ γὰρ, φησὶ, μετὰ τῆς σαρκὸς καὶ τῆς ψυχῆς τὴν ἐξουσίαν ἐδωρησάμην· αὐτοὶ δὲ ὡς σάρκα μόνον περικείμενοι, οὕτω τῆς κατὰ τὴν ψυχὴν ἀρετῆς ἀμελοῦντες ὅλοι τῆς σαρκὸς λοιπὸν γεγόνασιν. Εἶδες πῶς διὰ τὴν κακίαν σάρκα αὐτοὺς καλεῖ, καὶ οὐκ ἀνθρώπους; Καὶ πάλιν προϊοῦσα, ὡς αὐτίκα μάλα εἴσε σθε, γῆν αὐτοὺς ὀνομάζει ἡ θεία Γραφὴ, διὰ τὸ τοῖς γηΐ νοις φρονήμασι καταδεδαπανῆσθαι· φησὶ γὰρ, Ἐφθάρη δὲ ἡ γῆ ἐναντίον τοῦ Θεοῦ· οὐ περὶ τῆς γῆς τῆς αἰ                        σθητῆς λέγουσα, ἀλλὰ τοὺς ἐνοικοῦντας γῆν ὀνομάζουσα. Ἀλλαχοῦ δὲ οὔτε σάρκα, οὔτε γῆν ὀνομάζει, οὐδὲ εἶναι αὐτοὺς ἡγεῖται ἐν τῷ παρόντι βίῳ, διὰ τὸ τῆς ἀρετῆς ἐρήμους εἶναι. Ἄκουε γὰρ τοῦ προφήτου βοῶντος, καὶ λέγοντος ἐν μέσῃ τῇ μητροπόλει τῶν Ἱεροσολύμων, ὅπου μυριάδες τοσαῦται, ὅπου ἄπειρα πλήθη· Ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος· ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπ ακουσόμενος· οὐκ ἐπειδὴ μὴ παρῆσαν, ἀλλ᾽ ἐπειδὴ παρόντες τῶν μὴ παρόντων οὐδὲν ἄμεινον διέκειντο. Καὶ πάλιν ἑτέρωθι, Περιδράμετε, φησὶ, καὶ ἴδετε, εἰ ἔστιν εἷς ποιῶν κρῖμα καὶ δικαιοσύνην, καὶ ἵλεως ἔσομαι. Εἶδες πῶς ἐκεῖνον μόνον οἶδε καλεῖν ἄνθρωπον ἡ ἁγία Γραφὴ τὸν τὴν ἀρετὴν μετιόντα, τοὺς δὲ λοιποὺς οὐδὲ εἶναι νομίζει, ἀλλὰ ποτὲ μὲν σάρκας ὀνομάζει, ποτὲ δὲ γῆν; Διὰ τοῦτο καὶ νῦν τὴν γενεαλογίαν τοῦ δικαίου διηγεῖσθαι ἐπαγγελλομένη ἡ θεία Γραφή φησι· Νῶε ἄν θρωπος· οὗτος γὰρ μόνος ἄνθρωπος, οἱ δὲ λοιποὶ οὐκ ἄν θρωποι, ἀλλὰ μορφὴν μὲν ἔχοντες ἀνθρώπων, τῇ δὲ πονηρίᾳ τῆς προαιρέσεως τὴν εὐγένειαν τῆς φύσεως προδεδωκότες, καὶ ἀντὶ ἀνθρώπων πρὸς τὴν τῶν θηρίων ἀλογίαν ἐκπεσόντες. Ὅτι γὰρ καὶ ἀνθρώποις τοῖς λογι κοῖς, ἐπειδὰν πρὸς κακίαν ἀποκλίνωσι, καὶ τῶν ἀλό γων παθῶν αἰχμάλωτοι γένωνται, τῶν θηρίων τὰς προσ ηγορίας ἐπιτίθησιν αὐτοῖς ἡ θεία Γραφὴ, ἄκουε ποτε μὲν αὐτῆς λεγούσης, Ἵπποι θηλυμανεῖς ἐγένοντο. Ὅρα πῶς διὰ τὴν ἄμετρον λαγνείαν τὴν τοῦ ἀλόγου προσηγορίαν ἐπιτίθησιν. Ἄλλοτε δὲ, Ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν· ἐνταῦθα τοὺς τοῦ θηρίου τὸ ὕπουλον καὶ δολερὸν μιμουμένους ἐμφαίνει. Καὶ πάλιν κύνας ἐνεοὺς ἑτέρους καλεῖ. Καὶ πάλιν, Ὡσεὶ ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς, τοὺς πρὸς τὴν διδασκα λίαν τῆς ἀρετῆς τὰς ἀκοὰς ἀποφράττοντας αἰνιττομένη. Καὶ πολλὰ εὕροι τις ἂν ὀνόματα ἐπιτιθέμενα παρὰ τῆς θείας Γραφῆς τοῖς διὰ ῥᾳθυμίαν πρὸς τὰ τῶν ἀλόγων καταφερομένοις πάθη. Καὶ οὐκ ἐν τῇ Παλαιᾷ μόνον τοῦτο ἔστιν ἰδεῖν, ἀλλὰ καὶ ἐν τῇ Καινῇ. Ἄκουε γὰρ τοῦ Βαπτιστοῦ Ἰωάννου λέγοντος τοῖς Ἰουδαίοις, Γεν νήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς                         μελλούσης ὀργῆς; Εἶδες πῶς καὶ ἐνταῦθα τῆς γνώ μης αὐτῶν τὸ δολερὸν ἀπὸ τῆς τοῦ θηρίου προσηγορίας ᾐνίξατο; Τί οὖν ἐλεεινότερον γένοιτο τῶν τὴν κακίαν μετιόντων, ὅταν καὶ αὐτῆς τῆς προσηγορίας τοῦ καλεῖ σθαι ἄνθρωποι ἀποστερῶνται, καὶ διὰ τοῦτο πλείονα τὴν τιμωρίαν ὑπέχωσιν, ὅτι πολλὰς ἀπὸ τῆς φύσεως ἀφορμὰς δεξάμενοι, ταύτας προδεδώκασιν ἑκόντες ὑπο συρέντες καὶ πρὸς τὴν κακίαν αὐτομολοῦντες, Ἐπεὶ οὖν οἱ τότε πάντες ἀναξίους ἑαυτοὺς τῆς προσηγορίας κατέστησαν καὶ τοῦ ὀνομάζεσθαι ἄνθρωποι, ὁ δὲ δίκαιος οὗτος ἐν τοσούτῳ ἀρετῆς αὐχμῷ τοσαύτην ἐπεδείξατο τῆς οἰκείας ἀρετῆς τὴν ὑπερβολὴν, ἀρξαμένη διηγεῖσθαι ἡ θεία Γραφὴ τοῦ ἀνδρὸς τὴν γενεαλογίαν φησί· Νῶε δὲ ἄνθρωπος. Ἔστι καὶ ἐπ᾽ ἄλλου δικαίου ταύτην εὑρεῖν τὴν προσηγορίαν ἀντὶ μεγίστου ἐγκωμίου ἐγκειμένην, καὶ πρὸ τῶν ἄλλων ἁπασῶν ἀπὸ ταύτης τῆς προσηγορίας ἀνακηρυττόμενον, τὸν τὴν ἀρετὴν μετὰ ἀκριβείας ἐπι δεικνύμενον. Τίς οὖν ἐστιν; Ὁ μακάριος Ἰὼβ, ὁ τῆς εὐσεβείας ἀθλητὴς, ὁ τῆς οἰκουμένης στεφανίτης, ὁ μόνος τὰ ἀνήκεστα ἐκεῖνα ὑπομείνας, καὶ τὰ μυρία βέλη δε ξάμενος παρὰ τοῦ πονηροῦ δαίμονος ἐκείνου, καὶ ἄτρω τος διαμείνας, καὶ καθάπερ ἀδάμας τις οὕτω πάσας τὰς προσβολὰς ἐνεγκεῖν δυνηθεὶς, καὶ οὐ μόνον οὐ καταβαπτι σθεὶς ὑπὸ τῶν τοσούτων κυμάτων, ἀλλὰ καὶ ἀνώτερος τῶν κυμάτων γενόμενος· καὶ τὰ τῆς οἰκουμένης πάθη ἐν τῷ οἰκείῳ σώματι δεξάμενος, ταύτῃ μᾶλλον λαμπρό τερος ἀνεδείκνυτο. Οὐ μόνον γὰρ οὐ κατέπτηξεν αὐτὸν ἡ συνέχεια τῆς τῶν δεινῶν ἐμβολῆς, ἀλλὰ καὶ εἰς μεί ζονα εὐχαριστίαν αὐτὸν διήγειρε, καὶ δι᾽ ἁπάντων τὴν οἰκείαν εὐγνωμοσύνην ἐπεδείκνυτο, καιρίαν τῷ διαβόλῳ διδοὺς τὴν πληγὴν, καὶ δεικνὺς ὡς ἀνηνύτοις ἐπιχειρεῖ καὶ πρὸς κέντρα λακτίζει. Τοῦτον τοίνυν τὸν ἅγιον καὶ πρὸ τῶν ἄθλων καὶ πρὸ τῶν ἀγώνων τῶν τοσούτων ἐπαι νῶν ὁ φιλάνθρωπος Θεὸς καὶ ἀνακηρύττων, φησὶ πρὸς τὸν διάβολον· Προσέσχες τῇ διανοίᾳ σου τῷ θερά ποντί μου Ἰὼβ, ὅτι οὐκ ἔστι κατ᾽ αὐτὸν ἄνθρωπος τῶν ἐπὶ τῆς γῆς, ἄνθρωπος ἄμεμπτος, δίκαιος, ἀλη θινὸς, θεοσεβὴς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος; Εἶδες καὶ τοῦτον ἀπὸ τοῦ κοινοῦ τῆς φύσεως ὀνόματος πρότερον ἀνακηρυττόμενον; Προσέσχες, φησὶ, τῷ θεράποντί μου Ἰὼβ, ὅτι οὐκ ἔστιν ὅμοιος αὐτῷ ἄνθρωπος; Καὶ μὴν ἅπαντες ὅμοιοι, ἀλλ᾽ οὐχὶ κατὰ τὴν ἀρετὴν, ἀλλὰ κατὰ τὸν τῆς μορφῆς λόγον· οὐ τοῦτο δὲ ἄνθρωπος, ἀλλ᾽ ὅταν τις κακίας ἀπεχόμενος τὴν ἀρε τὴν μετίῃ. εʹ. Εἶδες τίνας ἀνθρώπους οἶδε καλεῖν ἡ θεία Γραφή; Διὰ τοῦτο καὶ ἐξ ἀρχῆς ἰδὼν τὸν ὑπ᾽ αὐτοῦ δημιουργη θέντα ὁ τῶν ὅλων Δεσπότης ἔλεγε· Ποιήσωμεν ἄνθρω πον κατ᾽ εἰκόνα ἡμετέραν, καὶ καθ᾽ ὁμοίωσιν, τοῦτ᾽ ἔστιν, ἵνα ἄρχων ᾖ καὶ τῶν ὁρωμένων ἁπάντων καὶ τῶν ἐν αὐτῷ τικτομένων παθῶν· ἵνα ἄρχῃ, καὶ μὴ ἄρχηται. Ἐὰν μέντοι προδοὺς τὴν ἀρχὴν ἄρχηται μᾶλλον, ἢ ἄρχῃ, ἀπόλλυσι καὶ τὸ εἶναι ἄνθρωπος, καὶ πρὸς τὴν τῶν ἀλόγων προσηγορίαν ἑαυτὸν μετατίθησι. Διά τοι τοῦτο καὶ νῦν τὴν ἀρετὴν τοῦ δικαίου τούτου ἀνακηρῦξαι βουλομένη ἡ θεία Γραφή φησιν, Αὗται αἱ γενέσεις Νῶε· Νῶε ἄνθρωπος δίκαιος. Ἰδοὺ καὶ ἕτερον ἐγκω μίου μέγιστον εἶδος, Δίκαιος· διὰ ταύτης τῆς προσ ηγορίας τὴν καθόλου ἀρετὴν ταύτην ἐμφαίνει. Τὸ γὰρ δί καιος ὄνομα ἔθος ἡμῖν ἐπὶ τῶν πᾶσαν ἀρετὴν μετιόν των λέγειν. Εἶτα ἵνα μάθῃς ὅπως πρὸς αὐτὸ τὸ ἄκρον τῆς ἀρετῆς ἔφθασεν, ὅπερ καὶ τότε ἀπῃτεῖτο παρὰ τῆς φύσεως τῆς ἡμετέρας, φησὶ, Δίκαιος, τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ. Πάντα πληρώσας, φησὶν, ἅπερ ἐχρῆν ἄνθρωπον ἐπιδείξασθαι ἀρετὴν ἑλόμενον (τοῦτο γάρ ἐστι, Τέλειος), οὐδὲν ἐλλελοιπὼς, ἐν οὐδενὶ χωλεύων. Οὐ τὸ μὲν κατορθώσας, ἐν τῷ δὲ διαμαρτὼν, ἀλλ᾽ ἐν πάσῃ ἀρετῇ τέλειος ἦν· τοῦτο γὰρ ἐχρῆν αὐτὸν ἐπι δείξασθαι. Εἶτα, ἵνα ἐκ τοῦ χρόνου καὶ ἐκ τῆς συγκρίσεως περιφανέστερον ἡμῖν τὸν δίκαιον ἀπεργάσηται, φησί· Τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ· ἐν τῷ καιρῷ ἐκείνῳ, ἐν τῇ γενεᾷ αὐτοῦ τῇ διεστραμμένῃ, τῇ πρὸς τοσαύτην κακίαν ἀποκλινάσῃ, τῇ μηδὲ ἴχνος τῆς ἀρετῆς ἐπιδείξα σθαι βουληθείσῃ. Ἐν ἐκείνῃ τοίνυν τῇ γενεᾷ, ἐν ἐκείνοις τοῖς χρόνοις οὗτος ὁ δίκαιος οὐ μόνον ἀρετὴν ἐπεδείξατο, ἀλλὰ καὶ εἰς τὴν ἄκραν κορυφὴν τῶν ἀρετῶν ἔφθασε τέλειος γεγονὼς, καὶ ἐν ἅπασιν ἀπηρτισμένος. Ὅπερ γὰρ ἔφθην εἰπὼν, μείζονα δείκνυσιν ἀεὶ τῆς ἀρετῆς τὸν ὄγκον τὸ μεταξὺ τῶν πολεμούντων αὐτὴν κατορθοῦσθαι, καὶ ἐν μέσῳ τῶν κωλυόντων τὴν αὐτὴν ἐπιδείκνυσθαι ἀκρίβειαν. Διὸ δὴ καὶ ὁ δίκαιος οὗτος πλειόνων ἀξιοῦται τῶν ἐπαίνων. Καὶ οὐδὲ μέχρι τούτου ἵσταται ἀνακηρύτ τουσα αὐτὸν ἡ θεία Γραφὴ, ἀλλὰ δεικνύουσα ἡμῖν τῆς ἀρετῆς αὐτοῦ τὴν ὑπερβολὴν, καὶ ὅτι τὴν ψῆφον ἄνω θεν ἐδέξατο, εἰποῦσα, Τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ, φησί· Τῷ Θεῷ εὐηρέστησε Νῶε. Τοσαύτη ἦν τῆς ἀρε τῆς αὐτοῦ ἡ περιουσία, ὡς τὸν παρὰ τοῦ Θεοῦ ἔπαινον ἐπισπάσασθαι. Τῷ Θεῷ γὰρ, φησὶν, εὐηρέστησε Νῶε· ἵνα εἴπῃ ὅτι ἀπόδεκτος παρὰ τῷ Θεῷ γέγονεν, ἤρεσε τῷ ἀκοιμήτῳ ἐκείνῳ ὀφθαλμῷ διὰ τῶν αὐτῷ κατορθωμέ νων, καὶ ἐκείνου τὴν εὔνοιαν ἐφελκύσατο ἡ τῶν βεβιω μένων πρᾶξις, καὶ οὐ μόνον τῆς μελλούσης κατὰ πάν των ἐκφέρεσθαι ἀγανακτήσεως ἠλευθέρωσεν, ἀλλὰ καὶ ἑτέρων προστάτην αὐτὸν ἀπειργάσατο. Τῷ Θεῷ, γὰρ, φησὶν, εὐηρέστησε Νῶε. Τίς ἂν τούτου μακαριστότερος γένοιτ᾽ ἂν, τοῦ δυνηθέντος τοσαύτην ἐπιδείξασθαι τὴν ἀρετὴν, ὡς τὸν ἁπάντων Δεσπότην ἐπαινέτην ἔχειν; Τῶν μὲν οὖν αὐτῷ πεπραγμένων τοῦτο παντὸς πλού του, πάσης δόξης, καὶ δυναστείας, καὶ τῆς ἄλλης ἁπά σης ἀνθρωπίνης εὐημερίας τῷ νοῦν ἔχοντι προτιμότερον ἂν εἴη· τοῦτο τῷ γνησίαν περὶ τὸν Θεὸν ἀγάπην ἐπι δεικνυμένῳ βασιλείας ἂν εἴη ποθεινότερον. Ἡ γὰρ ἀλη θὴς βασιλεία ἐστὶν αὕτη, τὸ δυνηθῆναι ἡμᾶς διὰ τῆς ἀρίστης πολιτείας εὐμενῆ καὶ ἵλεω καταστῆσαι ἑαυτοῖς τὸν Δεσπότην. Οὐδὲ γὰρ γέενναν διὰ τοῦτο φοβεῖσθαι         ὀφείλομεν καὶ δεδοικέναι, διὰ τὸ πῦρ ἐκεῖνο τὸ ἄσβεστον καὶ τὰς φοβερὰς τιμωρίας, καὶ τὰς διηνεκεῖς κολάσεις, ἀλλὰ διὰ τὸ προσκροῦσαι τῷ οὕτως ἀγαθῷ Δεσπότῃ, καὶ τῆς ἐκείνου εὐνοίας ἐκτὸς ἡμᾶς στῆναι· ὥσπερ οὖν καὶ ἐπὶ τὴν βασιλείαν διὰ τοῦτο σπεύδειν ἡμᾶς χρὴ, διὰ τὸν περὶ αὐτὸν πόθον, ἵνα τῆς ἐκείνου ῥοπῆς ἀπολαύω μεν. Ὥσπερ γὰρ βασιλείας ποθεινότερον τὸ εὐνοϊκῶς περὶ ἡμᾶς διακεῖσθαι τὸν φιλάνθρωπον ἡμῶν Δεσπότην, οὕτω γεέννης χαλεπώτερον τὸ τῆς ἐκεῖθεν εὐνοίας ἐκ πεσεῖν. Εἴδετε πόσης ἡμῖν ὠφελείας γέγονεν ὑπόθεσις ἡ προσ ηγορία μόνη τοῦ δικαίου, καὶ ὅσον ἡμῖν θησαυρὸν νοη μάτων ἔτεκεν ἡ γενεαλογία τοῦ θαυμασίου τούτου ἀνδρός; Μιμώμεθα τοίνυν τῆς θείας Γραφῆς τοὺς κανό νας, καὶ ἐὰν βουλώμεθά τινων γενεαλογίας ἐξηγεῖσθαι, μὴ πατέρας, καὶ πάππους, καὶ ἐπιπάππους εἰς μέσον φέρωμεν, ἀλλὰ τοῦ γενεαλογουμένου τὴν ἀρετὴν ἐκκα λύπτωμεν. Οὗτος γὰρ ἄριστος γενεαλογίας τρόπος. Τί γὰρ ὄφελος ἐκ πατέρων εἶναι λαμπρῶν καὶ ἐναρέτων, αὐτὸν δὲ ἔρημον εἶναι τῆς ἀρίστης πολιτείας; ἢ πάλιν τί βλάβος ἂν γένοιτο ἐκ πατέρων εἶναι καὶ προγόνων δυσγε νῶν, καὶ ἀφανῶν, αὐτὸν δὲ πολλῇ κομᾷν τῇ ἀρετῇ; Ἐπεὶ καὶ ὁ δίκαιος οὗτος τοιοῦτος γεγονὼς, καὶ τὴν τοῦ Θεοῦ εὔνοιαν ἐπισπασάμενος, οὐκ ἀπὸ τοιούτων γέγονε προγόνων· οὐδὲ γὰρ ὡς ἐναρέτων αὐτῶν ἐμνημόνευσεν ἡ θεία Γραφή· καὶ ὅμως ἴσχυσε τοσούτων ὄντων κωλυ μάτων, καὶ ὑπὸ τοσούτων ἐμποδιζόμενος, εἰς αὐτὴν τὴν ἄκραν ἀνελθεῖν τῆς ἀρετῆς· ἵνα μάθῃς ὅτι τὸν βουλό μενον νήφειν, καὶ ἐγρηγορέναι, καὶ πολλὴν τῆς οἰκείας σωτηρίας ποιεῖσθαι τὴν πρόνοιαν, οὐδέν ἐστι τὸ διακω λύον. Ὥσπερ γὰρ εἰς ῥᾳθυμίαν ἀποκλίναντες καὶ ὑπὸ τῶν τυχόντων βλαπτόμεθα, οὕτως ἐὰν βουληθῶμεν νή φειν, κἂν μυρίοι ὦσιν οἱ πρὸς τὴν κακίαν ἕλκοντες, οὐ δὲν ἡμῶν τῇ σπουδῇ λυμήνασθαι δυνήσονται, καθάπερ οὐδὲ τὸν δίκαιον τοῦτον ἴσχυσαν τοσοῦτοι ὄντες ὀκνηρό τερον περὶ τὴν ἀρετὴν ἐργάσασθαι. Μηδεὶς τοίνυν ἕτερόν τινα αἰτιάσθω, καὶ ἐφ᾽ ἑτέρους τὴν αἰτίαν μεταγαγέτω, ἀλλὰ τῇ οἰκείᾳ ῥᾳθυμίᾳ τὸ πᾶν ἐπιγραφέτω. Καὶ τί λέγω ἐφ᾽ ἑτέρους; Μηδὲ αὐτὸν τὸν διάβολον νομιζέτω τις ἱκα νὸν εἶναι κωλῦσαι τὴν ἐπὶ τὴν ἀρετὴν φέρουσαν ὁδὸν δύνασθαι· ἀλλ᾽ ἀπατᾷ μὲν καὶ ὑποσκελίζει τοὺς ῥᾳθυ μοτέρους, οὐ μὴν κωλύει καὶ βιάζεται· καὶ τοῦτο αὐτὴ τῶν πραγμάτων ἡ πεῖρα δείκνυσιν, ὅτι ἡνίκα μὲν ἂν βουλώμεθα νήφειν, τοσοῦτον τὸν τόνον ἐπιδεικνύμεθα. ὡς μηδὲ πολλῶν ὄντων τῶν προτρεπόντων ἐπὶ τὴν τῆς κακίας ὁδὸν, ἀνέχεσθαι τῆς συμβουλῆς, ἀλλὰ παντὸς ἀδάμαντος στεῤῥοτέρους ἡμᾶς γίνεσθαι, καὶ ἀποφράτ τειν τοῖς τὰ φαῦλα συμβουλεύουσι τὰς ἀκοάς. Ὅταν δὲ ῥᾳθυμῶμεν, καὶ μηδενὸς ὄντος τοῦ συμβουλεύοντος ἢ ὑποσκελίζοντος, οἴκοθεν κινούμενοι ἐπὶ τὴν κακίαν ὁρμῶ μεν. Εἰ γὰρ μὴ ἐν τῇ προαιρέσει ἡμῶν ἔκειτο, μηδὲ ἐν τῇ τῆς γνώμης ἐξουσίᾳ, μηδὲ αὐτεξούσιον ἡμῶν τὴν φύσιν ὁ φιλάνθρωπος Θεὸς κατεσκεύασεν, ἐχρῆν ἢ ἅπαν τας εἶναι κακοὺς τοὺς τῆς αὐτῆς φύσεως κοινωνοῦντας καὶ τοῖς αὐτοῖς πάθεσιν ὑποκειμένους, ἢ πάντας εἶναι ἐναρέτους. Ὅταν δὲ ἴδωμεν τοὺς ὁμογενεῖς ἡμῖν, καὶ ὑπὸ τῶν αὐτῶν παθῶν ἐνοχλουμένους, οὐ τὰ αὐτὰ ἡμῖν ὑπομένοντας, ἀλλὰ καὶ ἐῤῥωμένῳ τῷ λογισμῷ ἡνιοχοῦν τας τὴν φύσιν, καὶ περιγινομένους τῶν ἀτάκτων σκιρτη μάτων, καὶ χαλινοῦντας ἐπιθυμίαν, κρατοῦντας ὀργὴν, βασκανίαν φεύγοντας, φθόνον ἐξορίζοντας, τῆς λύσσης τῶν χρημάτων ὑπερορῶντας, δόξης ἔλαττον φροντίζον τας, πάσης τῆς τοῦ παρόντος βίου εὐημερίας καταγε λῶντας, καὶ πρὸς τὴν ἀληθῆ δόξαν ἐπτοημένους, καὶ τὸν παρὰ τοῦ Θεοῦ ἔπαινον πάντων τῶν ὁρωμένων προτι μῶντας· οὐκ εὔδηλον ὅτι τῇ οἰκείᾳ σπουδῇ ταῦτα κατορθοῦν δυνήσονται μετὰ τὴν ἄνωθεν χάριν, καὶ ἡμεῖς τῇ οἰκείᾳ ῥᾳθυμίᾳ κεχρημένοι προδιδόαμεν ἡμῶν τὴν σωτηρίαν, ἐρήμους ἑαυτοὺς καθιστῶντες τῆς ἐκεῖθεν εὐνοίας; ϛʹ. Διὸ παρακαλῶ ταῦτα λογιζομένους, καὶ συνεχῶς κι νοῦντας ἐν τῇ διανοίᾳ, μηδέποτε τὸν διάβολον αἰτιᾶσθαι, ἀλλὰ τὴν ῥᾴθυμον ἡμῶν γνώμην. Καὶ ταῦτα λέγω οὐκ ἐκεῖνον ἀπαλλάξαι βουλόμενος κατηγορίας· μὴ γένοιτο· καὶ γὰρ ἔρχεται ὡς λέων ἁρπάσαι, καὶ ὠρυόμενος, καὶ τίνα καταπίῃ ζητῶν· ἀλλὰ καὶ ἡμᾶς ἀσφαλεστέρους ποιῆσαι θέλων, ἵνα μὴ νομίζωμεν ἐκτὸς εἶναι ἐγκλημά των, οὕτως εὐκόλως πρὸς τὴν κακίαν αὐτομολοῦντες, καὶ μὴ τὰ ψυχρὰ ἐκεῖνα λέγωμεν ῥήματα· Τίνος ἕνεκεν ἀφῆκεν αὐτὸν ὁ Θεὸς τοιοῦτον ὄντα πονηρὸν, ὥστε ὑποσκελίζειν καὶ καταβάλλειν; Μεγίστης γὰρ ἂν εἴη ταῦτα τὰ ῥήματα ἀγνωμοσύνης. Ἀλλ᾽ ἐκεῖνο σὺν ἑαυτῷ σκόπει, ὅτι διὰ τοῦτο μάλιστα αὐτὸν κατέλιπεν, ἵνα τῷ φόβῳ συνωθούμενοι, καὶ τοῦ πολεμίου τὴν ἔφοδον προσ δοκῶντες, πολλὴν ἀγρυπνίαν καὶ διηνεκῆ τὴν νῆψιν ἐπι δεικνυώμεθα, τῇ τῶν ἀμοιβῶν ἐλπίδι, καὶ τῇ ἀντιδόσει τῶν αἰωνίων ἐκείνων καὶ ἀποῤῥήτων ἀγαθῶν πάντα τῆς ἀρετῆς τὸν κάματον ὑποτεμνόμενοι. Καὶ τί θαυμάζεις εἰ τὸν διάβολον διὰ τοῦτο κατέλιπε κηδόμενος ἡμῶν τῆς σωτηρίας, καὶ διεγείρων ἡμῶν τὴν ῥᾳθυμίαν, καὶ ὑπό θεσιν ἡμῖν στεφάνων κατασκευάζων; Αὐτὴν τὴν γέενναν διὰ τοῦτο παρεσκεύασεν, ἵνα ὁ τῆς τιμωρίας φόβος καὶ τῆς κολάσεως τὸ ἀφόρητον πρὸς τὴν βασιλείαν ἡμᾶς συν ωθήσῃ. Εἶδες εὐμήχανον τοῦ Δεσπότου φιλανθρωπίαν; πῶς πάντα ποιεῖ καὶ πραγματεύεται, ὡς μὴ μόνον σῶσαι τοὺς ὑπ᾽ αὐτοῦ δημιουργηθέντας, ἀλλὰ καὶ τῶν ἀποῤῥήτων ἀγα θῶν ἀξιῶσαι; Διὰ τοῦτο καὶ τὸ αὐτεξούσιον ἡμῖν δεδώρη ται, καὶ ἐν τῇ φύσει καὶ ἐν τῷ συνειδότι ἡμῶν ἐναπ έθετο τὴν γνῶσιν τῆς κακίας καὶ τῆς ἀρετῆς, καὶ τὸν διάβολον συνεχώρησεν εἶναι, καὶ τὴν γέενναν ἠπείλησεν, ἵνα μήτε τῆς γεέννης πεῖραν λάβωμεν καὶ τῆς βασιλείας ἐπιτύχωμεν. Καὶ τί θαυμάζεις εἰ ταῦτα ἅπαντα διὰ τοῦτο ἐπραγματεύσατο, καὶ μυρία ἕτερα; Δούλου μορφὴν ὁ ἐν τοῖς κόλποις τοῖς πατρικοῖς τυγχάνων λαβεῖν κατ εδέξατο, καὶ πάντα τὰ ἄλλα ὑπομεῖναι τὰ σωματικὰ, καὶ ἐκ γυναικὸς γεννηθῆναι, καὶ ἐκ παρθένου τεχθῆναι, καὶ ἐννεαμηνιαῖον κυοφορηθῆναι χρόνον, καὶ σπάργανα δέ ξασθαι, καὶ πατέρα αὐτοῦ νομισθῆναι τὸν Ἰωσὴφ τὸν μνηστῆρα τῆς Μαρίας, καὶ κατὰ μικρὸν αὐξηθῆναι, καὶ περιτμηθῆναι, καὶ θυσίαν ἀνενεγκεῖν, καὶ πεινῆσαι, καὶ διψῆσαι, καὶ κοπιάσαι, καὶ τελευταῖον καὶ θάνατον ὑπο μεῖναι, καὶ θάνατον οὐχ ἁπλῶς, ἀλλὰ τὸν ἐπονείδιστον νομιζόμενον, τὸν σταυροῦ λέγω· καὶ ταῦτα ἅπαντα δι᾽ ἡμᾶς καὶ τὴν σωτηρίαν τὴν ἡμετέραν κατεδέξατο ὁ τῶν ἁπάντων δημιουργὸς, ὁ ἀναλλοίωτος, ὁ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ πάντα παραγαγὼν, ὁ ἐπιβλέπων ἐπὶ τὴν                      γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν, οὗ τῆς δόξης τὴν ἀστρα πὴν οὐδὲ τὰ Χερουβὶμ, αἱ ἀσώματοι δυνάμεις ἐκεῖναι, ἰδεῖν δύνανται, ἀλλ᾽ ἀποστρέφουσαι τὰς ὄψεις τῇ προ βολῇ τῶν πτερύγων τὸ θαῦμα ἡμῖν ἐπιδείκνυνται· ὃν διὰ παντὸς ὑμνοῦσιν ἄγγελοι, ἀρχάγγελοι, καὶ μυρίαι μυ ριάδες· οὗτος δι᾽ ἡμᾶς, καὶ τὴν σωτηρίαν τὴν ἡμετέραν, ἄνθρωπος γενέσθαι κατεδέξατο, καὶ τῆς ἀρίστης πολιτείας ἡμῖν τὴν ὁδὸν ἔτεμε, καὶ δι᾽ ὧν αὐτὸς ἦλθε τὴν αὐτὴν ἡμῖν φύσιν ἀναλαβὼν, ἀρκοῦσαν διδασκαλίαν ἐναπέθετο. Ποία τοίνυν ἡμῖν λείπεται λοιπὸν ἀπολογία, τοσούτων διὰ τὴν ἡμετέραν σωτηρίαν προηγουμένων, εἰ μέλλοιμεν ἀνόνητα ἅπαντα δεικνύναι, διὰ τῆς ῥᾳθυμίας τῆς τούτων προδιδόντες ἡμῶν τὴν σωτηρίαν; Διὸ παρα καλῶ νήφειν, καὶ μὴ ἁπλῶς συνηθείᾳ τῶν ἄλλων κατ ακολουθεῖν, ἀλλὰ τὴν ἑαυτῶν ζωὴν καθ᾽ ἑκάστην ἡμέραν πολυπραγμονεῖν, καὶ εἰδέναι, τί μὲν ἡμῖν ἡμάρτηται, τί δὲ κατώρθωται· καὶ οὕτω τῶν ἡμαρτημένων τὴν διόρθω σιν ποιώμεθα, ἵνα καὶ τὴν ἄνωθεν ῥοπὴν ἐπισπασώ μεθα, καὶ εὐάρεστοι τῷ Θεῷ γενώμεθα, καθάπερ ὁ δί καιος οὗτος, καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτύχω μεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα καὶ τῷ ἁγίῳ Πνεύματι δόξα, τιμὴ, κράτος νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 ΟΜΙΛΙΑ ΚΔʹ.

Ἐγέννησε δὲ Νῶε τρεῖς υἱοὺς, τὸν Σὴμ, τὸν Χὰμ, τὸν Ἰάφεθ· ἐφθάρη δὲ ἡ γῆ ἐναντίον τοῦ Θεοῦ, καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας.αʹ. Οὐ τὰ τυχόντα ἡμᾶς ὠφέλησε χθὲς ἡ τοῦ δικαίου Νῶε γενεαλογία. Καὶ γὰρ ἔγνωμεν θαυμαστὸν γενεαλογίας τρόπον, καὶ εἴδομεν τὸν δίκαιον ἀνακηρυττόμενον οὐκ ἀπὸ τῆς τῶν προγόνων περιφανείας, ἀλλ᾽ ἀπὸ τῆς τῶν οἰκείων τρόπων ἀρετῆς, δι᾽ ἣν καὶ τοσαύτην ἐδέξατο μαρτυρίαν παρὰ τῆς θείας Γραφῆς· Νῶε γὰρ, φησὶν, ἄνθρωπος δίκαιος, τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ· τῷ Θεῷ εὐηρέστησε Νῶε. Εἰς ταῦτα γὰρ βραχέα τὰ ῥή ματα ἅπασαν διδασκαλίαν χθὲς κατηναλώσαμεν. Ἡ γὰρ τῶν θείων λογίων φύσις ἐν ὀλίγοις ῥήμασι πολὺν ἐπι δείκνυται τῶν νοημάτων τὸν πλοῦτον, καὶ ἄφατον χαρί ζεται τὸν θησαυρὸν τοῖς μετὰ ἀκριβείας τὴν ἔρευναν ποιεῖσθαι βουλομένοις. Διὸ δὴ, παρακαλῶ, μηδὲν ἁπλῶς διατρέχωμεν τῶν ἐν τῇ θείᾳ Γραφῇ κειμένων, ἀλλὰ κἂν ὀνομάτων κατάλογος ᾖ, κἂν ἱστορίας διήγησις, τὸν ἐγκε κρυμμένον ἀνιχνεύωμεν θησαυρόν. Διὰ γὰρ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγεν· Ἐρευνᾶτε τὰς Γραφάς. Ἐπειδὴ οὐ πανταχοῦ ἐξ ἐπιπολῆς ἔστιν εὑρεῖν τὸν νοῦν τῶν ἐγγε γραμμένων, ἀλλὰ χρεία καὶ πολλῆς ἐρεύνης ἐστὶν ἡμῖν, ὥστε μηδὲν ἡμᾶς λαθεῖν τῶν ἐν τῷ βάθει κειμένων. Εἰ δὲ ἡ προσηγορία μόνη τῆς φύσεως, τὸ ἄνθρωπος ὄνομα λέγω, τοσαύτην ἡμῖν ἔτεκε χθὲς ὠφελείας ὑπόθεσιν, πό σον οὐ καρπωσόμεθα κέρδος, εἰ ἕκαστον τῶν ἐν τῇ Γραφῇ μετὰ προσοχῆς καὶ ἀγρύπνου διανοίας ἐπίωμεν; Καὶ γὰρ φιλάνθρωπον ἔχομεν Δεσπότην, καὶ ἐπειδὰν ἴδῃ μεριμνῶντας ἡμᾶς, καὶ πόθον πολὺν ἐπιδεικνυμένους πρὸς τὴν τῶν θείων λογίων κατανόησιν, οὐκ ἀφίησιν ἑτέρου τινὸς δεηθῆναι, ἀλλ᾽ εὐθέως φωτίζει τὸν ἡμέτερον λογισμὸν, καὶ τὴν παρ᾽ αὑτοῦ ἔλλαμψιν χαρίζεται, καὶ κατὰ τὴν εὐμήχανον αὑτοῦ σοφίαν πᾶσαν τὴν ἀληθῆ δι δασκαλίαν ἐντίθησι τῇ ἡμετέρᾳ ψυχῇ. Διὰ τοῦτο καὶ προτρέπων ἡμᾶς ἐπὶ τοῦτο, καὶ προθυμοτέρους ἐργαζό μενος, μακαρισμῶν ἀξίους ἀπέφηνε τοὺς τὸν τοιοῦτον πόθον ἐπιδεικνυμένους, λέγων, Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθή σονται. Ὅρα σοφίαν διδασκάλου· οὐ διὰ τοῦ μακαρι σμοῦ μόνον προέτρεψεν, ἀλλὰ καὶ τῷ εἰπεῖν, Οἱ πεινῶν τες καὶ διψῶντες τὴν δικαιοσύνην, ἐδίδαξε τοὺς ἀκούοντας μεθ᾽ ὅσης προθυμίας προσήκει πρὸς τὴν τῶν πνευματικῶν λογίων ἔρευναν ὁρμᾷν. Καθάπερ γὰρ, φησὶν, οἱ πείνης προηγησαμένης μετὰ προθυμίας ἀφά του ἐπὶ τὴν τροφὴν ἐπείγονται, καὶ οἱ ἀπὸ τοῦ πολλοῦ δίψους ἐκκαιόμενοι τῷ πόματι μετὰ σπουδῆς προσίασι· κατὰ τὸν αὐτὸν δὴ τρόπον προσήκει, καθάπερ πεινῶν τας καὶ διψῶντας, οὕτω τῇ διδασκαλίᾳ τῇ πνευματικῇ προσιέναι. Οἱ γὰρ τοιοῦτοι οὐ μόνον μακαρισμῶν ἄξιοι, ἀλλὰ καὶ τῶν σπουδαζομένων ἐπιτεύξονται. Καὶ γὰρ, Χορτασθήσονται, φησὶ, τοῦτ᾽ ἔστιν, ἐμπλησθήσονται· πληρώσουσιν αὑτῶν τὴν ἐπιθυμίαν τὴν πνευματικήν. Ἐπεὶ οὖν τοιοῦτον ἔχομεν Δεσπότην, οὕτως ἀγαθὸν, οὕτω φιλότιμον, φέρε καὶ ἡμεῖς ἐπ᾽ αὐτὸν καταφύγωμεν, καὶ τὴν παρ᾽ αὐτοῦ ῥοπὴν ἐπισπασώμεθα, ἵνα καὶ αὐτὸς τὴν οἰκείαν φιλανθρωπίαν μιμούμενος φωτίσῃ ἡμῶν τὸν λογισμὸν, πρὸς τὸ κατοπτεύειν τῶν θείων Γραφῶν τὴν δύναμιν· καὶ ὑμεῖς δὲ μετὰ πολλῆς τῆς προθυμίας, καθάπερ πεινῶντες καὶ διψῶντες, οὕτω τὴν πνευματι κὴν διδασκαλίαν ὑποδέξασθε. Ἴσως γὰρ, ἴσως ὁ ἀγαθὸς καὶ εὐμήχανος Δεσπότης, κἂν ἡμεῖς εὐτελεῖς ὦμεν, καὶ μηδενὸς λόγου ἄξιοι, ἀλλὰ δι᾽ ὑμᾶς καὶ τὴν ὠφέλειαν τὴν ὑμετέραν χορηγήσει λόγον ἡμῖν ἐν ἀνοίξει τοῦ στό ματος εἰς δόξαν αὐτοῦ, καὶ εἰς οἰκοδομὴν ὑμετέραν. Εἰς τὴν ἄνωθεν τοίνυν χάριν τὸ πᾶν ἐπιῤῥίψαντες, κἀκεῖνον ἐπικαλεσάμενοι τὸν σοφίζοντα τοὺς τυφλοὺς, καὶ τρα νοῦντα τὰς γλώσσας τῶν μογιλάλων, ἁψώμεθα καὶ τῶν προσφάτως ἀνεγνωσμένων, ἵν᾽ ἅπερ ἂν αὐτὸς χορηγήσῃ τὴν οἰκείαν φιλανθρωπίαν μιμούμενος, ταῦτα παραθῶ μεν τῇ ὑμετέρᾳ ἀγάπῃ. Ἀλλὰ συντείνατέ μοι, παρα καλῶ, τὴν διάνοιαν, καὶ μετὰ ἀκριβείας προσέχετε τοῖς λεγομένοις, πάντα βιωτικὸν λογισμὸν ἑαυτῶν ἀποστή σαντες, ἵνα καθάπερ εἰς λιπαρὰν καὶ βαθύγεων ἄρου ραν, τῶν βοτανῶν καὶ τῶν ἀκανθῶν ἐκκεκαθαρμένων, οὕτω τὸν πνευματικὸν σπόρον καταβάλωμεν. Αὗται δὲ, φησὶν, αἱ γενέσεις Νῶε· Νῶε ἄνθρωπος δίκαιος, τέ λειος ἐν τῇ γενεᾷ αὐτοῦ· τῷ Θεῷ εὐηρέστησε Νῶε. Ἄχρι τούτου τέλος ἔσχε τὰ τῆς διδασκαλίας χθές· διὸ χρὴ τὰ λειπόμενα εἰς μέσον προθεῖναι. Ἐγέννησε δὲ, φησὶ, Νῶε τρεῖς υἱοὺς, τὸν Σὴμ, τὸν Χὰμ, τὸν Ἰάφεθ. Οὐχ ἁπλῶς ἡμῖν ἡ θεία Γραφὴ καὶ τὸν καιρὸν καὶ τὸν ἀριθμὸν ἐπεσημήνατο τῶν παίδων τοῦ δικαίου, ἀλλὰ καὶ ἐντεῦθεν ἡμῖν λανθανόντως παραδηλῶσαι βουλομένη τῆς πολλῆς αὐτοῦ ἀρετῆς τὴν ὑπερβολήν. Ἀνωτέρω γὰρ εἰποῦσα, ὅτι Νῶε ἦν ἐτῶν πεντακοσίων, τότε ἐπήγαγε, Καὶ ἐγέννησε τρεῖς υἱούς· διδάσκουσα ἡμᾶς τῆς ἐγκρα τείας αὐτοῦ τὸ ὑπεράγαν μέγεθος, καὶ ὅτι πάντων τῶν τότε ὄντων ἀνθρώπων τοσαύτῃ ἀκρασίᾳ κεχρημέ νων, καὶ πολλὴν τὴν λαγνείαν ἐπιδεικνυμένων, καὶ πά σης, ὡς εἰπεῖν, τῆς ἡλικίας ἐπὶ τὴν κακίαν αὐτομολη σάσης· ἀκούετε γὰρ τῆς θείας Γραφῆς λεγούσης, Ἰδὼν δὲ Κύριος ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς, καὶ πᾶς τις διανοεῖται τὰ πονηρὰ ἐπι μελῶς ἐν τῇ καρδίᾳ αὐτοῦ ἐκ νεότητος, καὶ σαφῶς ἡμῖν δεικνυούσης, ὅτι καὶ νέοι ἐνίκων τοὺς προβεβηκό τας, καὶ οἱ γέροντες τῶν νέων οὐκ ἔλαττον ἐμάνησαν, καὶ ὅτι καὶ αὐτὴ ἡ ἀπειρόκακος ἡλικία πρὸς τὴν κακίαν πολλὴν εἶχε τὴν ῥοπήν. βʹ. Ἵνα τοίνυν μάθωμεν, ὅπως τούτων ἁπάντων πολλὴν τὴν λύσσαν καὶ τὴν μανίαν ἐπιδεικνυμένων, ὁ δίκαιος οὗτος ἔμεινε μόνος τὸν τῆς σωφροσύνης ἆθλον μετὰ τῆς ἄλλης ἀρετῆς κατορθῶν, μέχρις ὅτε εἰς τὸ πεντακο σιοστὸν ἔτος ἔφθασε. Μετὰ τὸ εἰπεῖν γὰρ, Ἦν Νῶε ἐτῶν πεντακοσίων, τότε φησὶ, Καὶ ἐγέννησε Νῶε τρεῖς υἱούς. Εἶδες, ἀγαπητὲ, τοῦ δικαίου τὴν ὑπερβάλλουσαν ἐγκράτειαν; Μὴ γὰρ δὴ ἁπλῶς αὐτὰ παραδράμωμεν, ἀλλὰ καὶ τὸν καιρὸν ἐννοήσαντες ἐκεῖνον, καὶ τὴν κα κίαν τὴν κατὰ παντὸς τοῦ τῶν ἀνθρώπων γένους διὰ τὴν πολλὴν ῥᾳθυμίαν ἐπιπολάζουσαν, σκοπήσωμεν πόσης ἦν ἀρετῆς καὶ φιλοθέου γνώμης, ἐν τοσούτῳ μήκει χρόνου τῆς ἐπιθυμίας τὴν λύτταν χαλινῶσαι, καὶ ἀπεναντίας τοῖς ἄλλοις ἅπασιν ἐλθεῖν, καὶ μὴ μόνον τῆς παρανόμου μίξεως ἀποσχέσθαι, ἀλλὰ καὶ τῆς νενομισμένης, καὶ τῆς ἔξω τυγχανούσης ἐγκλημάτων. Καὶ ἐγέννησε, φησὶ, Νῶε τρεῖς υἱοὺς τὸν Σὴμ, τὸν Χὰμ, τὸν Ἰάφεθ, Ἐφθάρη δὲ ἡ γῆ ἐναντίον τοῦ Θεοῦ, καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας. Ἐμοὶ δοκεῖ τῇ τοῦ Θεοῦ οἰκονομίᾳ ὑπηρε τούμενον τὸν δίκαιον τοῦτον καὶ νῦν τῆς μίξεως ἀνασχέ σθαι, καὶ τοὺς παῖδας τούτους ἔχειν. Ἐπειδὴ γὰρ διὰ τὸ τῆς κακίας μέγεθος καὶ τὴν ὑπερβάλλουσαν πονηρίαν πανωλεθρία ἔμελλε τὴν οἰκουμένην καταλήψεσθαι, ὁ δὲ φιλάνθρωπος Θεὸς καθάπερ ῥίζαν τινὰ καὶ ζύμην ἐβού λετο τὸν δίκαιον καταλιπεῖν, ἵνα ἀπαρχὴ γένηται μετὰ τὸν ἐκείνων ἀφανισμὸν τῶν μετὰ ταῦτα μελλόντων ἔσε σθαι· ταύτης ἕνεκεν τῆς αἰτίας, μετὰ πεντακόσια ἔτη τούτους τοὺς τρεῖς παῖδας ἐσχηκὼς, μέχρι τούτων ἵστα ται, δεικνὺς δι᾽ αὐτῶν τῶν πραγμάτων, ὅτι τῇ μελλούσῃ παρὰ τοῦ Θεοῦ φιλανθρωπίᾳ εἰς τὸ τῶν ἀνθρώπων γένος ἔσεσθαι ὑπηρετούμενος τοῦτο πεποίηκε. Καὶ ἵνα μάθῃς, ὅτι οὐχ ἁπλῶς στοχασμός ἐστι ταυτὶ τὰ ῥήματα, σκόπει τῆς Γραφῆς τὴν ἀκρίβειαν. Ἐπειδὴ γὰρ εἶπε, ὅτι ἔσχεν ὁ δίκαιος τοὺς τρεῖς υἱοὺς, εὐθέως ἐπήγαγεν· Ἐφθάρη δὲ ἡ γῆ ἐναντίον τοῦ Θεοῦ, καὶ ἐπλήσθη ἡ γῆ ἀδι κίας. Εἶδες ἐπὶ τῆς αὐτῆς φύσεως πολλὴν καὶ ἄφατον τὴν διαφοράν; Ἐπὶ μὲν γὰρ τοῦ δικαίου ἔλεγεν ἡ Γραφὴ, Νῶε ἄνθρωπος δίκαιος, τέλειος ἐν τῇ γενεᾷ αὐτοῦ· ἐπὶ δὲ τῶν λοιπῶν ἁπάντων φησὶν, Ἐφθάρη δὲ ἡ γῆ ἐναντίον τοῦ Θεοῦ, καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας. Τῷ ὀνόματι τῆς γῆς τὸ τῶν ἀνθρώπων πλῆθος ὀνομάζει. Ἐπειδὴ γὰρ πᾶσαι αὐτῶν αἱ πράξεις γήϊναι ἐτύγχανον, διὰ τοῦτο τῷ τῆς γῆς ὀνόματι τὴν εὐτέλειαν αὐτῶν ἐμφαίνει, καὶ τῆς κακίας τὴν ὑπερβολήν. Καθάπερ γὰρ ἐπὶ τοῦ πρωτοπλάστου, μετὰ τὴν παράβασιν καὶ τὴν ἀφαίρεσιν τῆς δόξης τῆς πρότερον περιστελλούσης αὐτὸν, τῷ ἐπιτιμίῳ τοῦ θανάτου αὐτὸν ὑπαγαγὼν ἔλεγε, Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ· οὕτω δὴ καὶ ἐνταῦθα, ἐπειδὴ ἦν πολλὴ τῶν κακῶν ἡ ἐπίτασις, φησὶν, Ἐφθάρη δὲ ἡ γῆ. Καὶ οὐχ ἁπλῶς εἶπεν, Ἐφθάρη δὲ ἡ γῆ, ἀλλ᾽ Ἐναντίον τοῦ Θεοῦ, καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας. Τῷ εἰπεῖν, Ἐφθάρη, πᾶσαν τὴν κακίαν αὐτῶν ἐνέφηνεν. Οὐδὲ γὰρ ἔστιν εἰπεῖν, ὅτι ἑνὶ καὶ δύο ἁμαρτήμασιν ὑπευθύνους ἑαυτοὺς κατέστησαν, ἀλλὰ πάσας τὰς παρα νομίας μετὰ πολλῆς τῆς δαψιλείας διεπράττοντο· διὸ καὶ ἐπήγαγε, Καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας. Οὐχ ἁπλῶς, οὐδὲ ὡς ἔτυχε τὴν κακίαν ἐπετήδευον, ἀλλ᾽ ἑκάστην ἁμαρ τίαν μετὰ πολλῆς τῆς ἐπιτάσεως ἐπεδείκνυντο. Καὶ ὅρα πῶς λοιπὸν οὐδὲ μνήμης αὐτοὺς ψιλῆς ἀξιῶσαι ἀνέχεται, ἀλλὰ τῷ τῆς γῆς ὀνόματι αὐτοὺς καλεῖ, δεικνῦσα καὶ τῆς κακίας τὴν ὑπερβολὴν, καὶ τῆς τοῦ Θεοῦ ἀγανακτή σεως τὸ μέγεθος. Ἐφθάρη δὲ ἡ γῆ, φησὶν, ἐναντίον τοῦ Θεοῦ, τοῦτ᾽ ἔστιν, ἀπεναντίας τοῖς τοῦ Θεοῦ προσ τάγμασιν ἅπαντα διεπράττοντο, καταπατοῦντες τοῦ Θεοῦ τὰς ἐντολὰς, καὶ τὸν ἐν τῇ φύσει κείμενον τῇ ἀν θρωπίνῃ διδάσκαλον διὰ τῆς οἰκείας ῥᾳθυμίας προδεδω κότες. Καὶ ἐπλήσθη, φησὶν, ἡ γῆ ἀδικίας. Εἶδες, ἀγαπητὲ, ὅσον κακὸν ἁμαρτία, πῶς καὶ αὐτῆς τῆς προσ ηγορίας, καὶ τοῦ ἀνθρώπους ὀνομάζεσθαι λοιπὸν ἀνα ξίους ἀπεργάζεται; Ἄκουε πάλιν καὶ τῶν ἑξῆς· Καὶ εἶδε Κύριος ὁ Θεὸς τὴν γῆν, καὶ ἦν κατεφθαρμένη. Ὅρα πάλιν γῆν αὐτοὺς ὀνομαζομένους. Εἶτα, ἐπειδὴ καὶ ἅπαξ καὶ δεύτερον καὶ τρίτον γῆν αὐτοὺς ὠνόμασεν, ἵνα μή τις ὑπολάβῃ περὶ τῆς γῆς τῆς αἰσθητῆς ταῦτα εἰ ρῆσθαι, φησὶν, Ὅτι κατέφθειρε πᾶσα σὰρξ τὴν ὁδὸν αὐτοῦ ἐπὶ τῆς γῆς. Οὐδὲ νῦν ἀνθρώπους αὐτοὺς καλέσαι κατηξίωσεν, ἀλλὰ τῷ τῆς σαρκὸς ὀνόματι μόνον ἐνδεί ξασθαι ἡμῖν βούλεται, ὅτι οὐ περὶ τῆς γῆς ταῦτά φη σιν, ἀλλὰ περὶ τῶν ἀνθρώπων τῶν σάρκα περικειμένων, καὶ ταῖς γηΐναις πράξεσιν ἑαυτοὺς καταναλωσάντων. Ἔθος γὰρ τῇ Γραφῇ, καθάπερ πολλάκις εἴπομεν ἐπὶ τῆς ὑμετέρας ἀγάπης, τοὺς σαρκικὸν φρόνημα ἐπιδειξα μένους, καὶ μηδὲν ὑψηλὸν φανταζομένους τῷ τῆς σαρκὸς ὀνόματι προσαγορεύειν, καθάπερ καὶ ὁ μακάριος Παῦλός φησιν· Οἱ δὲ ἐν σαρκὶ ὄντες Θεῷ ἀρέσαι οὐ δύνανται. Τί οὖν; αὐτὸς ὁ ταῦτα λέγων οὐχὶ σάρκα περιέκειτο; Ἀλλ᾽ οὐ τοῦτό φησιν, ὅτι οἱ σάρκα περικείμενοι, οὐ δύ νανται ἀρέσαι οὗτοι τῷ Θεῷ, ἀλλ᾽ ὅτι οἱ μηδένα τῆς ἀρετῆς λόγον ποιούμενοι, ἀλλὰ πάντα τὰ σαρκικὰ φρο νοῦντες, καὶ περὶ τὰς ταύτης ἡδονὰς κατασπώμενοι, καὶ μηδεμίαν τῆς ψυχῆς τῆς ἀσωμάτου καὶ νοερᾶς φροντίδα ποιούμενοι. Ἐπεὶ οὖν διὰ τῶν εἰρημένων ἐδί δαξεν ἡμᾶς ἡ θεία Γραφὴ τῶν ἁμαρτημάτων τὸ πλῆθος,                        τῆς κακίας τὴν ὑπερβολὴν, τῆς ἀγανακτήσεως τοῦ Θεοῦ τὸ μέγεθος, καὶ ὅτι διὰ τὴν τῶν παρανόμων ἔργων ἐπιτή δευσιν καὶ ἅπαξ καὶ δεύτερον καὶ τρίτον γῆν αὐτοὺς ὠνόμασε, καὶ τῷ τῆς σαρκὸς ὀνόματι προσηγόρευσεν, ἀποστερήσασα τοῦ τῆς κοινῆς φύσεως ὀνόματος, διὰ τῶν ἐπαγομένων τὴν ἄφατον ἡμῖν τοῦ Θεοῦ φιλανθρωπίαν ἐνδείκνυται, καὶ τῆς συγκαταβάσεως τὴν ὑπερβολήν. Τί γάρ φησι; Καὶ εἶπεν ὁ Θεὸς πρὸς Νῶε. γʹ. Ὅρα ἀγαθότητος ὑπερβολήν. Καθάπερ γὰρ φίλος φίλῳ, οὕτω λοιπὸν κοινοῦται τῷ δικαίῳ περὶ τῆς τιμωρίας, ἣν ἐπάγειν μέλλει τῷ τῶν ἀνθρώπων γένει, καί φησι· Καιρὸς παντὸς ἀνθρώπου ἥκει ἐναντίον ἐμοῦ, ὅτι ἐπλήσθη ἡ γῆ ἀδικίας ἀπ᾽ αὐτῶν. Καὶ ἰδοὺ ἐγὼ καταφθείρω αὐτοὺς καὶ τὴν γῆν. Τί ἐστι, Καιρὸς παντὸς ἀνθρώπου ἥκει ἐναντίον ἐμοῦ; Πολλὴν, φη σὶν, ἐπεδειξάμην τὴν μακροθυμίαν, πολλὴν τὴν ἀνεξικα κίαν, οὐ βουλόμενος ταύτην ἐπάγειν τὴν τιμωρίαν, ἣν ἐπάγειν μέλλω· ἀλλ᾽ ἐπειδὴ πολλὴ τῶν ἡμαρτημένων αὐτοῖς ἡ ὑπερβολὴ εἰς αὐτὸν ἤγαγεν αὐτοὺς τὸν καιρὸν, καὶ τέλος δεῖ λοιπὸν ἐπιτεθῆναι, καὶ ἐκκοπῆναι αὐτῶν τὴν κακίαν, ὥστε μὴ περαιτέρω προβῆναι· Καιρὸς γὰρ, φησὶ, παντὸς ἀνθρώπου ἥκει ἐναντίον ἐμοῦ. Ὅρα καὶ ἐνταῦθα, πῶς καθάπερ ἀνωτέρω ἔλεγε, Πᾶς τις διανοεῖται, οὕτω καὶ νῦν, Παντὸς ἀνθρώπου. Πάντες γὰρ συμφωνοῦσι, πρὸς τὴν παρανομίαν ηὐτομόλησαν, φησὶ, καὶ οὐκ ἔστιν εὑρεῖν ἐν τοσούτῳ πλήθει τινὰ τῆς ἀρετῆς λόγον ποιούμενον. Καιρὸς γὰρ, φησὶ, παντὸς ἀνθρώπου ἥκει ἐναντίον ἐμοῦ. Καιρὸς, τοῦτ᾽ ἔστιν, ἔφθασεν ὁ καιρὸς, καθ᾽ ὃν δεῖ τὴν τομὴν ἐπιθεῖναι, καὶ τὴν νομὴν τοῦ ἕλκους ἐπισχεῖν. Καιρὸς παντὸς ἀνθρώ που ἥκει ἐναντίον ἐμοῦ· ὡσανεὶ μηδενὸς ἐφορῶντος, καὶ μέλλοντος εὐθύνας ἀπαιτεῖν τῶν αὐτοῖς πεπλημμε λημένων, οὕτω πρὸς τὰς παρανόμους πράξεις ἑαυτοὺς ἐξέδωκαν, οὐκ ἐννοοῦντες ὅτι ἐμὲ λαθεῖν οὐχ οἷόν τε τὸν τὴν σύστασιν τῆς ζωῆς χαριζόμενον, καὶ σῶμα καὶ ψυ χὴν χαρισάμενον, καὶ τοσούτων ἀγαθῶν τὴν χορηγίαν παρεσχηκότα. Καιρὸς τοίνυν παντὸς ἀνθρώπου ἥκει ἐναντίον ἐμοῦ. Εἶτα ὥσπερ ἀπολογούμενος τῷ δικαίῳ, καὶ δεικνὺς ὅτι ἡ τῶν ἡμαρτημένων αὐτοῖς ὑπερβολὴ εἰς ταύτην αὐτὸν ἐκκαλεῖται τὴν ἀγανάκτησιν, φησὶν, Ὅτι ἐπλήσθη ἡ γῆ ἀδικίας ἀπ᾽ αὐτῶν. Μὴ γὰρ παρ έλιπόν τι, φησὶ, τῶν εἰς κακίαν συντεινόντων; Τοσοῦ τον ἐπεδείξαντο τὸ μέγεθος, ὡς καὶ ὑπερβλύζειν λοι πὸν τὴν κακίαν, καὶ πᾶσαν τὴν γῆν τῆς κακίας ἐμ πεπλῆσθαι. Διά τοι τοῦτο καὶ αὐτοὺς καταφθείρω, καὶ τὴν γῆν, Καὶ ἰδοὺ, φησὶν, ἐγὼ καταφθείρω αὐτοὺς καὶ τὴν γῆν. Ἐπειδὴ αὐτοὶ προλαβόντες διὰ τῶν παρανό μων πράξεων ἑαυτοὺς κατέφθειραν, διὰ τοῦτο παν τελῆ πανωλεθρίαν ἐπάγω, καὶ ἀφανισμὸν ἐργάζο μαι, καὶ αὐτῶν, καὶ τῆς γῆς, ἵνα καθαρμόν τινα δυ νηθῇ δέξασθαι ἡ γῆ, καὶ ἀποκαθήρασθαι τοῦ ῥύπου τῶν τοσούτων ἁμαρτημάτων. Ἐννόει μοι λοιπὸν ποίαν  εἰκὸς ἔχειν ψυχὴν τὸν δίκαιον τοῦτον ταῦτα ἀκούοντα παρὰ τοῦ Δεσπότου. Εἰ γὰρ καὶ πολλὴν ἀρετὴν ἑαυτῷ συνῄδει, ἀλλ᾽ ὅμως οὐκ ἀναλγήτως ἐδέχετο τὰ λεγόμενα. Φιλόστοργον γὰρ τῶν δικαίων τὸ γένος, καὶ ὑπὲρ τῆς τῶν ἄλλων σωτηρίας πάντα ἂν ἕλοιντο εὐκόλως ὑπομεῖ ναι. Πῶς τοίνυν εἰκὸς ἦν ἐκ τῶν ῥημάτων τούτων συν έχεσθαι τὸν θαυμάσιον τοῦτον ὑπογράφοντα ἤδη τῷ λο γισμῷ τὴν ἁπάντων ἀπώλειαν, καὶ τὴν τῆς κτίσεως ἁπά σης φθορὰν, ἴσως οὐδὲ περὶ αὑτοῦ τι χρηστὸν ὑπο πτεύοντα; Οὐδέπω γὰρ ἦν αὐτῷ τοῦτο φανερόν. Ἵν᾽ οὖν μὴ διαταράττηται τὸν λογισμὸν, ἀλλὰ μικράν τινα πα ραμυθίαν ἐν τῷ τοιούτῳ μεγέθει τῆς ἀθυμίας σχεῖν δυ νηθῇ, ἐπειδὴ ἐδίδαξεν αὐτὸν τῆς κακίας αὐτῶν τὴν ὑπερβολὴν, καὶ ὅτι καιρὸς κατεπείγει λοιπὸν ἀπαιτῶν βαθεῖαν αὐτοὺς δέξασθαι τὴν τομὴν, φησὶ πρὸς αὐτόν· Ἐκείνους μὲν κοινὸς ὄλεθρος ἐκδέξεται, Σὺ δὲ ποίησον σεαυτῷ κιβωτόν. Τί ἐστι, Σὺ δέ; Ἐπειδὴ οὐκ ἐκοινώ νησας αὐτοῖς τῆς κακίας, ἀλλὰ καὶ μετὰ ἀρετῆς τὸν βίον ὅλον διήνυσας, διὰ τοῦτό σοι προστάττω κιβωτὸν κατασκευάσαι. Ἐκ ξύλων τετραγώνων, ἀσήπτων. Νοσσιὰς ποιήσεις τὴν κιβωτὸν, καὶ ἀσφαλτώσεις ἔξωθεν καὶ ἔσωθεν αὐτὴν τῇ ἀσφάλτῳ. Ἔστω δὲ τριακοσίων πηχῶν τὸ μῆκος, καὶ πεντήκοντα τὸ πλάτος, καὶ τριάκοντα τὸ ὕψος. Ἐπισυνάγων ποιή σεις τὴν κιβωτὸν, καὶ εἰς πῆχυν συντελέσεις αὐτὴν ἄνωθεν, τὴν δὲ θύραν ποιήσεις ἐκ πλαγίων, κατά γαια διώροφα καὶ τριώροφα ποιήσεις αὐτήν. Σκόπει Θεοῦ συγκατάβασιν καὶ δύναμιν ἄφατον, καὶ φιλανθρω πίαν πάντα λόγον ὑπερβαίνουσαν. Ὁμοῦ καὶ τὴν περὶ τὸν δίκαιον πρόνοιαν ἐπιδείκνυται προστάττων αὐτῷ τὴν κιβωτὸν κατασκευάσαι, καὶ διαταξάμενος καὶ τὸν τρόπον τῆς κατασκευῆς, καὶ τὸ πλάτος, καὶ τὸ ὕψος, καὶ πα ραμυθίαν αὐτῷ χαρίζεται μεγίστην, ἐλπίδας αὐτῷ σω τηρίας ὑπογράφων διὰ τῆς κατασκευῆς, κἀκείνους τοὺς τοσαῦτα ἡμαρτηκότας βουλόμενος διὰ τῆς κατασκευῆς τῆς κιβωτοῦ εἰς ἔννοιαν ἐλθόντας τῶν αὐτοῖς εἰργασμέ νων, καὶ μετάνοιαν ἐπιδειξαμένους τῆς ἀγανακτήσεως τὴν πεῖραν μὴ λαβεῖν. Οὐδὲ γὰρ ὀλίγος χρόνος πάλιν αὐτοῖς πρὸς μετάνοιαν παρεσχέθη διὰ τῆς κατασκευῆς τῆς κιβωτοῦ, ἀλλὰ καὶ σφόδρα πολὺς, καὶ ἱκανὸς, εἰ μὴ σφόδρα ἦσαν ἀγνώμονες, καταπτῆξαι πρὸς τὴν διόρ θωσιν τῶν ἐπταισμένων. Εἰκὸς γὰρ ἕκαστον αὐτῶν, ὁρῶντα τὸν δίκαιον τεκταινόμενον τὴν κιβωτὸν, τὴν αἰ τίαν πυνθάνεσθαι τῆς κατασκευῆς, εἶτα μαθόντα τοῦ Θεοῦ τὴν ἀγανάκτησιν, εἰς αἴσθησιν ἐλθεῖν τῶν οἰκείων ἁμαρτημάτων, εἴπερ ἐβούλοντο. Ἀλλ᾽ ἐκεῖνοι οὐδὲ ἐν τεῦθεν ἐκέρδανάν τι πλέον, οὐκ ἐπειδὴ οὐκ ἠδύναντο, ἀλλ᾽ ἐπειδὴ οὐκ ἠβουλήθησαν. δʹ. Ἐπειδὴ τοίνυν τὰ περὶ τῆς κατασκευῆς τῆς κιβωτοῦ τῷ δικαίῳ διετάξατο, κοινοῦται αὐτῷ καὶ τῆς τιμωρίας τὸ εἶδος, ἧς ἤμελλεν ἐπάγειν, καί φησι· Σὺ μὲν ταύτην κατασκεύασον καθὰ διεταξάμην, ἐγὼ δὲ, ἐπειδὰν πλη ρώσῃς τὴν κατασκευὴν, καὶ τὰ κατὰ σὲ ἐν ἀσφαλείᾳ καταστήσω. Ἐγὼ δὲ ἰδοὺ ἐπάγω τὸν κατακλυσμὸν, ὕδωρ ἐπὶ τὴν γῆν, καταφθεῖραι πᾶσαν σάρκα, ἐν ᾗ ἐστι πνεῦμα ζωῆς ὑποκάτω τοῦ οὐρανοῦ, καὶ ὅσα ἂν ᾖ ἐπὶ τῆς γῆς τελευτήσει. Ὅρα πῶς καὶ διὰ τῆς ἀπειλῆς δείκνυσι τῶν ἡμαρτημένων αὐτοῖς τὸ μέγεθος, καί φησι· Καὶ τὴν αὐτὴν τιμωρίαν ἐπάξω καὶ τοῖς λο γικοῖς, καὶ τοῖς ἀλόγοις. Ἐπειδὴ γὰρ τὴν αὑτῶν προ εδρίαν προδεδώκασι, καὶ πρὸς τὴν τῶν ἀλόγων μετέπεσον κακίαν, οὐδεμίαν διαφορὰν ἕξει ἡ τιμωρία. Ἐπάγω γὰρ κατακλυσμὸν ὕδατος καταφθεῖραι πᾶσαν σάρκα, ἐν ᾗ ἐστι πνεῦμα ζωῆς ὑποκάτω τοῦ οὐρανοῦ. Καὶ τὰ κτήνη, φησὶ, καὶ τὰ πετεινὰ, καὶ τὰ θηρία, τὰ καὶ τε τράποδα, καὶ ὅσα ἐστὶν ὑποκάτω τοῦ οὐρανοῦ, καταφθα ρήσεται. Καὶ ἵνα μάθῃς, ὅτι οὐδὲν καταλειφθήσε ται, φησὶ, Καὶ ὅσα ἐστὶν ἐπὶ τῆς γῆς τελευτήσει. Καὶ γὰρ καθαρσίου λοιπὸν δεῖται ἡ οἰκουμένη, ἀλλὰ τοῦτο μή σε ταραττέτω, μηδὲ συγχείτω σου τὸν λογι σμόν. Ὁρῶν γὰρ αὐτῶν τοῦ ἕλκους τὸ ἀνίατον, στῆσαι βούλομαι τὰ τῆς κακίας ῥεύματα, ἵνα μὴ μείζοσι τιμω ρίαις ἑαυτοὺς ὑπευθύνους καταστήσωσι. Διὸ καὶ νῦν τὴν ἑαυτοῦ φιλανθρωπίαν μιμούμενος, καὶ ἀγαθότητι κεραν νὺς τὴν ἀγανάκτησιν, τοιαύτην ἐπάγω τὴν τιμωρίαν, ὡς ἀνώδυνον αὐτοῖς γενέσθαι καὶ ἀνεπαίσθητον. Οὐδὲ γὰρ πρὸς τὸ τῶν ἡμαρτημένων αὐτοῖς μέγεθος ἀφορῶν, οὐδὲ τίνων ἄξιοι τυγχάνουσιν, ἀλλὰ τὰ μετὰ ταῦτα προορῶν, καὶ τούτοις βούλομαι τὴν ἁρμόττουσαν τιμωρίαν ἐπαγα γεῖν, καὶ τοὺς ἑξῆς μέλλοντας ἔσεσθαι τῆς ἐκ τούτων ἀπαλλάξαι λύμης. Μὴ τοίνυν κατηφὴς ἔσο, μηδὲ θορυ βοῦ ταῦτα ἀκούων. Εἰ γὰρ καὶ ἐκείνους ἀξία τῶν ἡμαρ τημένων δίκη καταλήψεται, ἀλλὰ Στήσω τὴν διαθήκην μου μετὰ σοῦ. Ἐπειδὴ πάντες οἱ προλαβόντες ἀναξίους ἑαυτοὺς κατέστησαν, καὶ οὐ γεγόνασιν εὐγνώμονες περὶ τὰς ἐμὰς ἐντολὰς, μετὰ σοῦ λοιπὸν στήσω τὴν διαθή κην μου. Καὶ γὰρ ὁ πρωτόπλαστος, μετὰ τοσαύτας εὐερ γεσίας ἀπάτην ὑπομείνας, παρέβη μου τὰς ἐντολὰς, καὶ ὁ ἐξ ἐκείνου πάλιν τεχθεὶς εἰς αὐτὸν τῆς κακίας τὸν πυθμένα ὤλισθε· διὸ καὶ διηνεκῆ τὴν τιμωρίαν ἐδέξατο μετὰ τῆς κατάρας. Ἀλλ᾽ οὐδὲ ταῖς τούτου τιμωρίαις οἱ μετ᾽ αὐτὸν ἐσωφρονίσθησαν, ἀλλὰ καὶ ἐπεδαψιλεύσαντο, ὡς καὶ τῆς γενεαλογίας αὐτοὺς ἀποδοκιμασθῆναι. Μετὰ δὴ ταῦτα εὑρὼν τὸν Ἐνὼχ τῆς ἀρετῆς τὴν εἰκόνα δια σώζοντα, διὰ τὴν πολλὴν εὐαρέστησιν ζῶντα αὐτὸν μετ έθηκα, δεικνὺς καὶ τοῖς τὴν ἀρετὴν μετιοῦσιν, ὅσων καταξιοῦνται τῶν ἀμοιβῶν, καὶ βουλόμενος τοὺς ἑξῆς ζηλωτὰς ἐκείνου καταστῆσαι, καὶ τὴν αὐτὴν ἐκείνῳ βαδίσαι ὁδόν. Ἐπεὶ τοίνυν, πάντων λοιπὸν ἐπὶ τὴν κα κίαν αὐτομολησάντων, σὲ μόνον εὗρον ἐν τοσούτῳ πλή θει δυνάμενον ἀνακαλέσασθαι τοῦ προπάτορος τὴν πα ράβασιν, μετὰ σοῦ στήσω τὴν διαθήκην μου. Ἡ γὰρ τῶν βεβιωμένων σοι πρᾶξις ἀξιόπιστόν σε δείκνυσι πρὸς τὸ δέξασθαι τὰς παρ᾽ ἐμοῦ ἐντολάς. Εἶτα ἵνα μὴ καὶ ταῦτα ἀκούων ὁ δίκαιος ἐκεῖνος ἔτι ἀθυμῇ, ὡς μόνος μέλλων καταλειφθήσεσθαι, παραμυθούμενος αὐτὸν, ὡς εἰπεῖν, πάλιν φησίν· Εἰσελεύσῃ δὲ εἰς τὴν κιβωτὸν σὺ, καὶ οἱ υἱοί σου, καὶ ἡ γυνή σου, καὶ αἱ γυναῖ κες τῶν υἱῶν σου μετὰ σοῦ. Εἰ γὰρ καὶ πολὺ τῆς τοῦ                        δικαίου ἀρετῆς ἐλείποντο, ἀλλ᾽ ὅμως τῆς ὑπερβαλλού σης ἐκείνων κακίας ἐκτὸς ἦσαν. Ἄλλως δὲ καὶ διὰ δύο ταύτας τὰς αἰτίας τῆς σωτηρίας ἀπολαύουσι, μίαν μὲν, εἰς τιμὴν τοῦ δικαίου· ἔθος γὰρ τῷ φιλανθρώπῳ Θεῷ τιμᾷν τοὺς αὑτοῦ δούλους, καὶ χαρίζεσθαι αὐτοῖς πολ λάκις τὴν ἑτέρων σωτηρίαν, ὃ καὶ ἐπὶ τοῦ μακαρίου Παύλου πεποίηκε, τοῦ διδασκάλου τῆς οἰκουμένης, τοῦ πανταχοῦ τὰς ἀκτῖνας τῆς οἰκείας διδασκαλίας ἀφιέντος. Ἡνίκα γὰρ οὗτος ἐπὶ τὴν Ῥώμην ἀνήγετο, χειμῶνος κατὰ τὴν θάλατταν πολλοῦ γενομένου, καὶ πάντων τῶν ἐν τῷ πλοίῳ περὶ αὐτῆς τῆς σωτηρίας δεδοικότων, καὶ οὐδεμίαν ἐλπίδα χρηστὴν ἐχόντων διὰ τὸ τοῦ κλυ δωνίου μέγεθος, καλέσας ἅπαντάς φησιν· Εὐθυμεῖτε, ἄνδρες. Ἀποβολὴ γὰρ ψυχῆς οὐδεμία ἔσται ἐξ ἡμῶν πλὴν τοῦ πλοίου. Παρέστη γάρ μοι ταύτῃ τῇ νυκτὶ τοῦ Θεοῦ, οὗ εἰμι καὶ λατρεύω, ἄγγελος λέγων, Μὴ φοβοῦ, Παῦλε, κεχάρισται γάρ σοι ὁ Θεὸς πάντας τοὺς πλέοντας μετὰ σοῦ. Εἶδες πῶς ἡ ἀρετὴ τοῦ ἀν δρὸς τὴν σωτηρίαν ἐκείνοις προεξένησε; μᾶλλον δὲ οὐχ ἡ ἀρετὴ μόνον, ἀλλὰ καὶ ἡ φιλανθρωπία τοῦ Δεσπότου. Τὸν αὐτὸν δὴ τρόπον καὶ νῦν διὰ μίαν μὲν αἰτίαν ταύ την· δι᾽ ἑτέραν δὲ, ἐπειδὴ ἐβούλετο ζύμην τινὰ καὶ ῥί ζαν τοῦ μέλλοντος εἰς τὸ ἑξῆς συνίστασθαι γένους κα ταλειφθῆναι· οὐκ ἐπειδὴ ἀδύνατον ἦν τῷ Θεῷ καὶ ἄνωθεν πάλιν διαπλάσαι, καὶ ἐξ ἑνὸς μόνου τὸ γένος αὐξῆσαι· ἀλλ᾽ ἐπειδὴ οὕτως ἐδοκίμασε, τὴν οἰκίαν ἀγα θότητα μιμούμενος. εʹ. Σκόπει δὲ καὶ διὰ τῶν ἑξῆς τοῦ Θεοῦ τὴν ἀγαθότητα. Ὥσπερ γὰρ ἐν τῇ ἀπειλῇ τῆς τιμωρίας, μετὰ τοῦ τῶν ἀνθρώπων γένους καὶ τὰ κτήνη καὶ τὰ ἑρπετὰ, καὶ τὰ πετεινὰ, καὶ τὰ θηρία ἀπολέσθαι εἶπεν· οὕτω καὶ ἐν ταῦθα διὰ τὸν δίκαιον καὶ ἐκ τούτων εἰσαχθῆναι εἰς τὴν κιβωτὸν ἀφ᾽ ἑκάστου γένους προστάττει μίαν συζυγίαν, ὥστε σπέρμα καὶ ἀπαρχὴν γενέσθαι τοῦ μετὰ ταῦτα μέλλοντος ἔσεσθαι πλήθους. Καὶ ἀπὸ πάντων, φησὶ, τῶν κτηνῶν, καὶ ἀπὸ πάντων τῶν θηρίων, καὶ ἀπὸ πάσης σαρκὸς, δύο δύο ἀπὸ πάντων εἰσάξεις εἰς τὴν κιβωτὸν, ἵνα τρέφῃς μετὰ σεαυτοῦ· ἄρσεν καὶ θῆλυ ἔσονται. Ἀπὸ πάντων τῶν ὀρνέων τῶν πετει νῶν κατὰ γένος, καὶ ἀπὸ τῶν κτηνῶν κατὰ γένος, καὶ ἀπὸ τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς κατὰ γένος, δύο δύο ἀπὸ πάντων εἰσελεύσονται πρὸς σὲ, τρέφεσθαι μετὰ σεαυτοῦ, ἄρσεν καὶ θῆλυ. Τοῦτο μὴ ἁπλῶς παραδράμῃς, ἀγαπητέ· ἐννόησον γὰρ ὅσον ἔτικτε τῷ δικαίῳ τὸν θόρυβον, ἐννοοῦντι τὴν τούτων ὅλων ἐπιμέλειαν. Οὐ γὰρ ἤρκει αὐτῷ ἡ φροντὶς τῆς γυ ναικὸς, καὶ τῶν παίδων, καὶ τῶν τούτων γυναικῶν, ἀλλὰ καὶ ἡ μέριμνα τῶν τοσούτων ἀλόγων καὶ ἡ δια τροφὴ προσετίθετο. Ἀλλ᾽ ἀνάμεινον μικρὸν, καὶ ὄψει τοῦ Θεοῦ τὴν ἀγαθότητα, καὶ ὅπως ἐπικουφίζει τὴν ἐπι κειμένην φροντίδα τῷ δικαίῳ. Σὺ δὲ λήψῃ σεαυτῷ, φησὶν, ἀπὸ πάντων τῶν βρωμάτων ὧν ἔδεσθε, καὶ συνάξεις πρὸς σεαυτὸν, καὶ ἔσται σοι καὶ ἐκείνοις φαγεῖν. Μὴ νομίσῃς, φησὶν, ἀπρονόητόν σε καταλιμ πάνεσθαι. Ἰδοὺ γὰρ προστάττω καὶ τὰ πρὸς τὴν ὑμε τέραν τροφὴν ἀρκοῦντα, καὶ τὰ πρὸς διατροφὴν τῶν ἀλόγων ἅπαντα εἰσαχθῆναι εἰς τὴν κιβωτὸν, ὥστε μήτε ὑμᾶς λιμοῦ καὶ στενοχωρίας πεῖραν λαβεῖν, μήτε τὰ ἄλογα διαφθαρῆναι οὐκ ἔχοντα τὴν κατάλληλον τροφήν. Καὶ ἐποίησε, φησὶ, Νῶε πάντα ὅσα ἐνετείλατο αὐτῷ Κύριος ὁ Θεὸς, οὕτως ἐποίησεν. Ὅρα μοι πάλιν καὶ ἐνταῦθα ἐγκωμίου μέγεθος. Ἐποίησε, φησὶ, Νῶε πάντα ὅσα ἐνετείλατο αὐτῷ Κύριος ὁ Θεός. Οὐ τὸ μὲν τῶν ἐπιταχθέντων εἰς ἔργον ἤγαγε, τοῦ δὲ ἠμέλησεν, ἀλλὰ πάντα τὰ ἐνταλθέντα ἐποίησε, καὶ Οὕτως ἐποίησεν, ὥσπερ ἐνετείλατο αὐτῷ· οὐδὲν παρέλιπεν, ἀλλὰ πάντα ἐπλήρωσε, καὶ ἔδειξε καὶ δι᾽ αὐτῶν τῶν ἔργων, ὅτι δι καίως ἠξιώθη εὐνοίας παρὰ τοῦ Δεσπότου. Πόσων στε φάνων οὐκ ἀξία ἂν γένοιτο ἡ μαρτυρία αὕτη, ἧς ἀπήλαυσε παρὰ τῆς θείας Γραφῆς ὁ δίκαιος; Τίς ἂν γένοιτο μακαριστότερος τοῦ πάντα εἰς ἔργον ἀγαγόντος τὰ παρὰ τοῦ Θεοῦ ἐνταλθέντα, καὶ τοσαύτην ὑπακοὴν περὶ τὰ ἐπιταχθέντα ἐπιδειξαμένου; Καὶ ἵνα μάθῃς ὅσης ἀξιοῦται διὰ τοῦτο τῆς προῤῥήσεως παρὰ τοῦ τῶν ἁπάν των δημιουργοῦ, ἄκουε τῶν ἑξῆς· Καὶ εἶπε, φησὶ, Κύ ριος ὁ Θεὸς πρὸς Νῶε· Εἴσελθε σὺ καὶ πᾶς ὁ οἶκός σου εἰς τὴν κιβωτόν. Εἶτα ἵνα μάθωμεν, ὡς οὐ χάριτι μόνον σώζει τὸν δίκαιον, ἀλλὰ καὶ τῶν πόνων τὰς ἀμοι βὰς αὐτῷ δίδωσι, καὶ τῆς ἀρετῆς τὰς ἀντιδόσεις, φησί· Διὰ τοῦτό σε προστάττω εἰς τὴν κιβωτὸν εἰσελθεῖν μετὰ τοῦ οἴκου σου, Ὅτι σε εἶδον δίκαιον ἐναντίον ἐμοῦ ἐν τῇ γενεᾷ ταύτῃ. Μεγάλη καὶ ἀξιόπιστος ἡ μαρτυ ρία. Τί γὰρ ἂν γένοιτο ταύτης μεῖζον, ὅταν αὐτὸς ὁ Δη μιουργὸς, ὁ καὶ εἰς τὸ εἶναι παραγαγὼν, τοιαῦτα ψηφί ζηται περὶ τοῦ δικαίου; Ὅτι σε, φησὶν, εἶδον δίκαιον ἐναντίον ἐμοῦ. Ἡ ἀληθὴς ἀρετὴ αὕτη, ὅταν ἐναντίον τοῦ Θεοῦ τις ταύτην ἐπιδείκνυται, ὅταν ὁ ὀφθαλμὸς ἐκεῖ νος ὁ ἀπαραλόγιστος τὴν ψῆφον φέρῃ. Εἶτα διδάσκων ἡμᾶς ὁ φιλάνθρωπος Θεὸς τὸ μέτρον τῆς ἀρετῆς, ὅπερ ἀπῄτει τότε παρὰ τοῦ δικαίου (οὐ γὰρ τὸ αὐτὸ μέτρον παρ᾽ ἑκάστου βούλεται τῆς ἀρετῆς εἰσφέρεσθαι, ἀλλὰ τῇ διαφορᾷ τῶν χρόνων καὶ τὴν διαφορὰν τῆς ἀρετῆς ἐπι ζητεῖ), φησὶν, Ὅτι σε εἶδον δίκαιον ἐναντίον ἐμοῦ ἐν τῇ γενεᾷ ταύτῃ, εἰς κακίαν ἀποκλινάσῃ τοσαύτην, ἐν τῇ γενεᾷ ταύτῃ τῇ πονηρᾷ, τὴν τοσαύτην ἀγνωμοσύ νην ἐπιδειξαμένῃ. Σὲ εἶδον δίκαιον, σὲ μόνον εὗρον εὐγνώμονα, σὲ εἶδον τῆς ἀρετῆς πολὺν ποιούμενον λόγον· σὺ μόνος ἐναντίον μου δίκαιος ὤφθης, τούτων ἁπάντων ἀπολλυμένων· σὲ προστάττω εἰσελθεῖν μετὰ τοῦ οἴκου σου παντὸς εἰς τὴν κιβωτόν· ἀπὸ δὲ τῶν κτηνῶν τῶν καθαρῶν κελεύω σε εἰσαγαγεῖν ἑπτὰ ἑπτά. Ἐπειδὴ προ λαβὼν προσέταξεν ἀδιορίστως ἀπὸ πάντων μίαν συζυ γίαν εἰσαχθῆναι· διὰ τοῦτο νῦν φησιν, Ἀπὸ δὲ τῶν καθαρῶν ἑπτὰ ἑπτὰ, ἀπὸ δὲ τῶν μὴ καθαρῶν δύο δύο, ἄρσεν καὶ θῆλυ. Εἶτα τὴν αἰτίαν διδάσκων ἐπ ήγαγε, Διαθρέψαι σπέρμα ἐπὶ πᾶσαν τὴν γῆν. Ἄξιον δὲ ἐνταῦθα διερευνῆσαι καὶ ἰδεῖν, πόθεν ᾔδει ὁ δίκαιος τίνα μὲν ἦν καθαρὰ, τίνα δὲ ἀκάθαρτα. Οὐδέπω γὰρ ἦν ἡ διαίρεσις αὕτη γεγενημένη, ἣν μετὰ ταῦτα ὁ Μωϋσῆς ἐνομοθέτησε τοῖς Ἰουδαίοις. Πόθεν οὖν ᾔδει; Οἴκοθεν, κινούμενος ἀπὸ τῆς ἐν τῇ φύσει ἐναποκειμένης διδασκα λίας, μετὰ δὲ ταύτης καὶ ὁ λογισμὸς ὑπηγόρευσεν. Οὐ δὲν γὰρ ἀκάθαρτον τῶν παρὰ τοῦ Θεοῦ γεγενημένων. Πῶς γὰρ ἀκάθαρτον καλέσαιμέν τι τῶν δημιουργηθέν των, ἅπαξ τῆς ἄνωθεν ψήφου περὶ αὐτῶν γεγενημένης καὶ εἰπούσης τῆς θείας Γραφῆς, ὅτι Εἶδεν ὁ Θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν; Ἀλλὰ λοι πὸν ἡ φύσις ἀφ᾽ ἑαυτῆς κινουμένη τὴν διάκρισιν ταύ την ἐπεδείξατο. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἐννόησόν μοι ἔτι καὶ νῦν, ὅπως ἔν τισι μὲν τόποις τινῶν ἀπέχον ται ἔνιοι ὡς ἀκαθάρτων καὶ μὴ νενομισμένων, ἔνιοι δὲ τούτων πάλιν τὴν μετάληψιν ποιοῦνται, τῆς συνηθείας αὐτοὺς ἐπὶ τοῦτο ἀγούσης. Οὕτως οὖν καὶ τότε αὐτὴ ἡ ἐναποκειμένη γνῶσις τῷ δικαίῳ ἐδίδασκε, τίνα μὲν ἦν πρὸς βρῶσιν ἐπιτήδεια, τίνα δὲ ἀκάθαρτα, οὐκ ὄντα, ἀλλὰ νομιζόμενα. Τίνος ἕνεκεν, εἰπέ μοι, ὄνον ἀκάθαρτον ἡγούμεθα, καίτοι οὐδὲν ἕτερον σιτούμενον ἢ σπέρματα, ἕτερα δὲ τῶν τετραπόδων πρὸς βρῶσιν ἐπι τήδεια νομίζομεν, καίτοι ἀκαθάρτου τροφῆς μεταλαμβά νοντα; Οὕτως ἡ παρὰ τοῦ Θεοῦ χορηγηθεῖσα τῇ φύσει γνῶσις τούτων διδάσκαλος ἐγίνετο. Ἑτέρως δὲ ἔστιν εἰ πεῖν, ὅτι καὶ ὁ προστάξας Θεὸς τὴν γνῶσιν αὐτῷ τούτων δήλην ἐποίησεν. Ἀλλὰ περὶ μὲν τῶν καθαρῶν καὶ ἀκα θάρτων ἀρκούντως εἰρήκαμεν.


 ϛʹ. Πάλιν δὲ ἕτερον ἡμῖν ἀνακύπτει ζήτημα· Τί δήποτε ἀπὸ μὲν τῶν ἀκαθάρτων δύο δύο, ἀπὸ δὲ τῶν καθαρῶν ἑπτὰ ἑπτά; καὶ πάλιν· Τίνος ἕνεκεν οὐχ ἓξ, οὐδὲ ὀκτὼ, ἀλλ᾽ ἑπτά; Τάχα εἰς πολὺ μῆκος ὁ λόγος ἡμῖν ἐκτείνεται· ἀλλ᾽ εἰ μὴ ἀπεκάμετε, καὶ βούλεσθε, συντόμως καὶ περὶ τούτων διδάξομεν τὴν ὑμετέραν ἀγάπην, ἅπερ ἂν ἡ τοῦ Θεοῦ χάρις χορηγήσῃ. Πολλοὶ γὰρ πολλὰ περὶ τού των μυθολογοῦσι, καὶ ἐντεῦθεν ἀφορμὴν λαμβάνοντες παρατηρήσεις ἀριθμῶν ἐπιδείκνυνται. Ὅτι δὲ οὐκ ἔστι παρατήρησις, ἀλλ᾽ ἡ ἄκαιρος φιλοπραγμοσύνη τῶν ἀν θρώπων ταῦτα ἀναπλάττειν ἐπιχειρεῖ, ὅθεν καὶ αἱ πλείους τῶν αἱρέσεων ἐτέχθησαν, αὐτίκα μάλα εἴσεσθε. Καὶ γὰρ ὡς ἐπὶ τὸ πλεῖστον (ἵνα δόξωμεν ὡς ἐκ περιου σίας ἐπιστομίζειν τοὺς τὰ ἀπὸ τῶν οἰκείων λογισμῶν ἐπεισφέροντας) εὑρίσκομεν ἐν ταῖς Γραφαῖς μᾶλλον τὸν τῆς συζυγίας ἀριθμὸν σωζόμενον. Καὶ γὰρ ἡνίκα ἀπ έστελλε τοὺς μαθητὰς, δύο δύο αὐτοὺς ἀπέστελλε, καὶ αὐτοὶ δὲ πάντες δώδεκα ἦσαν, καὶ τὰ Εὐαγγέλια τέσ σαρα τὸν ἀριθμόν ἐστιν. Ἀλλὰ ταῦτα περιττὸν κινεῖν ἐπὶ τῆς ὑμετέρας ἀγάπης, δεδιδαγμένης ἅπαξ τοῖς τοιούτοις ἀποφράττειν τὰς ἀκοάς. Ἀναγκαῖον δὲ λοιπὸν εἰπεῖν, τίνος ἕνεκεν ἑπτὰ ἑπτὰ ἀπὸ τῶν καθαρῶν εἰσ αχθῆναι εἰς τὴν κιβωτὸν προσέταξε. Τὸ μὲν πλείονα προσ τάξαι τῶν καθαρῶν εἰσαχθῆναι, διὰ τὸ παραμυθίαν τινὰ ἔχειν καὶ τὸν δίκαιον, καὶ τοὺς σὺν αὐτῷ τῆς ἐξ ἐκείνων ἀπολαύσεως μετέχοντας τὸ δὲ ἑπτὰ ἑπτὰ, καὶ τοῦτο πάλιν, εἰ τὴν αἰτίαν μάθοιτε, ἀπόδειξις ἂν εἴη μεγίστη τῆς φιλοθέου γνώμης τοῦ δικαίου. Ἐπειδὴ γὰρ ᾔδει ὁ φιλάνθρωπος Θεὸς τοῦ ἀνδρὸς τὴν ἀρετὴν, καὶ ὅτι δί καιος ὢν, καὶ τοσαύτης ἀπολαύσας παρὰ τοῦ Δεσπότου φιλανθρωπίας, καὶ τοῦ τοσούτου κλυδωνίου διαφυγὼν τὴν πεῖραν, ἤμελλε μετὰ τὴν ἀπαλλαγὴν τῶν δεινῶν, καὶ τὸ ἐλευθερωθῆναι τῆς ἐν τῇ κιβωτῷ διαγωγῆς, τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδείκνυσθαι, καὶ βούλεσθαι θυ σίας ἀνενέγκαι ὑπὲρ εὐχαριστίας τῶν γεγενημένων καὶ ὑπηργμένων αὐτῷ, ἵνα μὴ τοῦτο ποιῶν ἀκρωτηριάσῃ τὰς συζυγίας, διὰ τοῦτο προειδὼς αὐτοῦ τῆς γνώμης τὸ εὐ χάριστον κελεύει ἑπτὰ ἑπτὰ εἰσάγεσθαι ἀφ᾽ ἑκάστου γένους τῶν ὀρνέων, ἵνα τῆς πανωλεθρίας παυσαμέ νης καὶ τὸν οἰκεῖον σκοπὸν ἐπιδείξηται, καὶ τῇ συ ζυγίᾳ τῶν πετεινῶν καὶ τῶν λοιπῶν ὀρνέων μὴ λυ μήνηται, ὃ δὴ καὶ προϊούσης τῆς διδασκαλίας μα θήσεσθε, ἐπειδὰν εἰς αὐτὸν τὸν τόπον παραγενώ μεθα. Ὄψεσθε γὰρ τὸν δίκαιον τοῦτον τοῦτο πεποιηκότα. Ἐμάθετε τὴν αἰτίαν, δι᾽ ἣν ἑπτὰ ἑπτὰ εἰσαγαγεῖν προσετάχθη. Μηκέτι λοιπὸν ἀνέχεσθε τῶν μυ θολογεῖν ἐπιχειρούντων, καὶ καταστοιχειουμένων τῆς θείας Γραφῆς, καὶ τὰ ἀπὸ τοῦ οἰκείου νοὸς ἐπεισφερόν των τοῖς θείοις διδάγμασιν. Ἐπειδὴ τοίνυν διετάξατο πάντα σαφῶς, καὶ περὶ τῶν ὀρνέων, καὶ περὶ τῶν καθα ρῶν, καὶ περὶ τῶν ἀκαθάρτων, καὶ τῆς τούτων διατρο φῆς, φησὶ πρὸς τὸν δίκαιον· Ἔτι γὰρ ἡμερῶν ἑπτὰ, καὶ ἰδοὺ ἐγὼ ἐπάγω ὑετὸν ἐπὶ τὴν γῆν τεσσαρά κοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας, καὶ ἐξ αλείψω πᾶσαν τὴν ἐξανάστασιν, ἣν ἐποίησα, ἀπὸ προσώπου τῆς γῆς, ἀπὸ ἀνθρώπου ἕως κτήνους. Σκόπει μοι καὶ ἐκ τῶν νῦν εἰρημένων τῆς ἀγαθό τητος αὐτοῦ τὴν ὑπερβολὴν, πῶς μετὰ τὴν τοσαύ την μακροθυμίαν καὶ νῦν πρὸ ἑπτὰ ἡμερῶν προλέγει, βουλόμενος τῷ φόβῳ σωφρονεστέρους αὐτοὺς ποιῆ σαι, καὶ εἰς μετάνοιαν ἀγαγεῖν. Καὶ ὅτι διὰ τοῦτο προλέγει, ἵνα μὴ ἐπαγάγῃ τὰ παρ᾽ αὐτοῦ εἰρημένα, ἐννόει μοι τοὺς Νινευΐτας, καὶ βλέπε πόση ἡ διαφορὰ τούτων κἀκείνων. Μετὰ γὰρ τοσαῦτα ἔτη ἀκούσαντες ὅτι ἐπὶ θύραις ἐστὶ τὰ δεινὰ, οὐδὲ οὕτω τῆς κακίας ἔστησαν. Καὶ μὴν εἰώθαμέν πως, μελλούσης μὲν τῆς τιμωρίας, ῥᾳθυμεῖν καὶ διαναβάλλεσθαι· ἐπειδὰν δὲ πλησίον ὦμεν τῶν λυπεῖν δυναμένων, τότε συστέλλεσθαι καὶ πολλὴν ἐπιδείκνυσθαι τὴν μεταβολήν· ὃ δὴ καὶ ἐπὶ τῶν Νινευϊτῶν γέγονεν. Ἐπειδὴ γὰρ ἤκουσαν, ὅτι Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται, οὐ μόνον οὐκ ἀπηγόρευ σαν, ἀλλὰ καὶ διανέστησαν πρὸς τὸ ῥηθὲν, καὶ τοσαύτην τῶν κακῶν τὴν ἀποχὴν ἐποιήσαντο, καὶ οὕτως ἀκριβῆ τὴν ἐξομολόγησιν ἐπεδείξαντο, ὡς καὶ μέχρι τῶν ἀλόγων ἐπεκτεῖναι αὐτοὺς τὰ τῆς ἐξομολογήσεως· οὐχ ὅτι δὲ τὰ ἄλογα ἐξωμολογήσαντο (πῶς γὰρ τὰ λόγων ἔρημα;), ἀλλ᾽ ἵνα διὰ τούτων ἐπισπάσωνται εἰς τὴν περὶ αὑτοὺς φιλαν θρωπίαν τὸν ἀγαθὸν Δεσπότην. Κηρύξαντες γὰρ, φησὶ, νηστείαν, προσέταξαν οἱ περὶ τὸν βασιλέα, καὶ τὰ κτήνη, καὶ τοὺς βόας, καὶ πάντα τὰ ἄλογα μήτε νομῆς μετα σχεῖν, μήτε ὕδατος, ἀλλὰ πᾶσα τότε ἡ τῶν ἀνθρώπων φύσις σάκκον περιβαλ[λ]ομένη, καὶ αὐτὸς ὁ ἐπὶ τοῦ θρό νου καθήμενος βασιλεὺς, πολλὴν καὶ σύντονον τὴν ἐξ ομολόγησιν ἐποιήσαντο, καὶ ταῦτα οὐκ εἰδότες ὅτι δια φεύξονται τὴν τιμωρίαν. Ἔλεγον γὰρ, Τίς οἶδεν, εἰ ἄρα μετανοήσει ὁ Θεὸς ἐπὶ τῇ κακίᾳ, ᾗ ἐλάλησε ποιῆσαι ἡμῖν; ζʹ. Εἶδες βαρβάρων εὐγνωμοσύνην; εἶδες πῶς οὐδὲ ἡ τῶν ἡμερῶν στενοχωρία αὐτοὺς ὀκνηροτέρους εἰργάσατο, οὐδὲ ἀπαγορεῦσαι πεποίηκεν; Ὅρα καὶ τούτους μετὰ τοσ οῦτον ἀριθμὸν ἐτῶν ἀκούσαντας, ὅτι ἔτι ἑπτὰ ἡμέραι, καὶ ὁ κατακλυσμὸς ἐπάγεται, οὐδὲ οὕτως ἐπιστρεφομένους, ἀλλ᾽ ἀναλγήτως διακειμένους, ὅθεν ὡμολογημένον ἂν εἴη, ὅτι ἡ προαίρεσις ἡ ἡμετέρα τῶν κακῶν ἁπάντων αἰτία. Ἰδοὺ γὰρ καὶ οὗτοι ἄνθρωποι, κἀκεῖνοι ἄνθρωποι, καὶ τῆς αὐτῆς φύσεως, ἀλλ᾽ οὐ τῆς αὐτῆς προαιρέσεως. Διὸ οὐδὲ τῶν αὐτῶν ἀπήλαυσαν, ἀλλ᾽ οἱ μὲν διέφυγον τὴν καταστροφὴν, τοῦ ἀγαθοῦ Θεοῦ ἀρκεσθέντος αὐτῶν τῇ μετανοίᾳ διὰ τὴν οἰκείαν φιλανθρωπίαν, οἱ δὲ ὑπο βρύχιοι γενόμενοι πανωλεθρίᾳ παρεδόθησαν. Ἔτι γὰρ, φησὶν, ἡμερῶν ἑπτὰ, ἐπάγω ὑετὸν ἐπὶ τῆς γῆς. Εἶτα αὐξῆσαι τὸν φόβον βουλόμενός φησι· Τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας. Τί γάρ; οὐκ ἦν αὐτῷ δυνατὸν, εἴπερ ἐβούλετο, ἐν μιᾷ ἡμέρᾳ πάντα τὸν ὑετὸν ἐπαγαγεῖν; Τί δὲ λέγω ἐν μιᾷ ἡμέρᾳ; Ἐν μιᾷ ῥοπῇ. Ἀλλ᾽ ἐπίτηδες τοῦτο ποιεῖ βουλόμενος ὁμοῦ καὶ τὸν φόβον ἐπιτεῖναι, καὶ ἀφορμὴν αὐτοῖς παρασχεῖν τοῦ κἂν πρὸς αὐταῖς ταῖς θύραις γενομένους τὴν τιμωρίαν διαφυγεῖν. Καὶ ἐξαλείψω, φησὶ, πᾶσαν τὴν ἐξανάστα σιν, ἣν ἐποίησα ἀπὸ προσώπου τῆς γῆς, ἀπὸ ἀν θρώπου ἕως κτήνους. Ὅρα πῶς καὶ ἅπαξ καὶ δεύτερον προλέγει, καὶ οὐδὲ οὕτω καθικνεῖται. Ταῦτα δὲ πάντα ἐποίει, ἵνα ἡμᾶς διδάξῃ, ὅτι δικαίως αὐτοῖς τὴν τοσαύ την τιμωρίαν ἐπήγαγε, καὶ μηδεὶς ἔχῃ μέμφεσθαι τῶν ἀνοήτων, καὶ λέγειν, ὅτι Εἰ ἐμακροθύμησεν, ἄρα ἂν ἀπέσχοντο τῆς κακίας, καὶ ἐπανῆλθον πρὸς τὴν ἀρετήν. Διὸ καὶ τῶν ἐτῶν τὸν ἀριθμὸν δῆλον ἡμῖν ποιεῖ, καὶ τῆς κιβωτοῦ τὴν κατασκευὴν προστάττει. Καὶ μετὰ ταῦτα ἅπαντα καὶ πρὸ τῶν ἑπτὰ ἡμερῶν προλέγει, ἵνα πάντων τῶν ἀπερισκέπτως φθέγγεσθαι βουλομένων ἐπιστομίσῃ τὴν ἀναίσχυντον γλῶσσαν. Καὶ ἐποίησε, φησὶ, Νῶε πάντα ὅσα ἐνετείλατο αὐτῷ Κύριος ὁ Θεός. Ὅρα πῶς καὶ νῦν ἀνακηρύττει τοῦ δικαίου τὴν εὐγνωμο σύνην καὶ τὴν ὑπακοὴν ἡ θεία Γραφὴ, διδάσκουσα ὡς οὐδὲν τῶν ἐπιταχθέντων παρέλιπεν, ἀλλὰ πάντα πληρώ σας, τῆς οἰκείας ἀρετῆς καὶ διὰ τούτου τὴν ἀπόδειξιν παρέσχετο. ηʹ. Τοῦτον τοίνυν καὶ ἡμεῖς μιμησώμεθα τὸν δίκαιον, καὶ τὰς παρὰ τοῦ Θεοῦ ἐντολὰς ἡμῖν δεδομένας πληροῦν σπουδάζωμεν, καὶ μὴ καταφρονῶμεν τῶν παρὰ τοῦ Θεοῦ δεδομένων ἡμῖν νόμων, ἀλλ᾽ ἔναυλον ἔχοντες τούτων τὴν μνήμην, πρὸς τὴν τούτων κατόρθωσιν ἐπειγώμεθα, καὶ μὴ ῥᾳθύμως τὰ κατὰ τὴν ἑαυτῶν σωτηρίαν οἰκονομῶμεν, καὶ μάλιστα ὅτι πολλῷ μεῖζον μέτρον ἀρετῆς νῦν ἀπαι τούμεθα, ὅσῳ καὶ μειζόνων ἀπηλαύσαμεν. Διὸ καὶ ὁ Χριστὸς ἔλεγεν, Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Σκοπῶμεν τοίνυν καθ᾽ ἑαυτοὺς, καὶ μὴ ἁπλῶς παρατρέχωμεν τὸ εἰρημένον, ἀλλὰ ἐννοήσωμεν, ὅση κείσεται κόλασις τοῖς μὴ μόνον ὑπερβαίνειν ἐκείνους μὴ σπουδάζουσιν, ἀλλὰ καὶ ἔλαττον αὐτῶν ἔχουσι, καὶ μὴ ἀνεχομένοις μήτε ὀργὴν ἀφεῖναι τῷ πλησίον, μήτε καθαρὰν τὴν γλῶτταν διατηρεῖν ἀπὸ τῶν ὅρκων, μήτε τῷ ὀφθαλμῷ βουλομέ νοις ἀποτειχίζειν τὴν ἐπιβλαβῆ θέαν, καὶ τοῦ Δεσπότου προστάττοντος, μὴ μόνον ἀδικούμενον φέρειν γενναίως, ἀλλὰ καὶ ἐπιδαψιλεύεσθαι· Τῷ θέλοντι γάρ σοι, φησὶ, κριθῆναι, καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον. Ἡμεῖς δὲ πολλάκις καὶ ἀδικεῖν ἐπιχει ροῦμεν τὸν πλησίον, ἢ καὶ ἀμύνασθαι τὸν ἀδικοῦντα, καίτοι προσταττόμενοι μὴ μόνον τοὺς ἀγαπῶντας ἀγα πᾷν (Τοῦτο γὰρ καὶ οἱ τελῶναι, φησὶ, ποιοῦσιν), ἀλλὰ καὶ πρὸς τοὺς ἐχθραίνοντας γνησίως διακεῖσθαι, οὐδὲ πρὸς τοὺς ἀγαπῶντας τὴν ἴσην ἀγάπην ἐπιδεικνύμεθα. Διὰ ταῦτα ἀλγῶ καὶ ὀδυνῶμαι ὁρῶν τῆς μὲν ἀρετῆς τοσαύτην ἐν ἡμῖν τὴν σπάνιν, τῆς δὲ κακίας καθ᾽ ἑκά στην ἡμέραν τὴν ἐπίτασιν γινομένην, καὶ οὔτε τῆς γεέννης τὸν φόβον ἐκκόπτοντα ἡμῶν τὴν ἐπὶ τὴν κακίαν ὁρμὴν, οὔτε τῆς βασιλείας τὸν πόθον προτρεπόμενον ἐπὶ τὴν τῆς ἀρετῆς ὁδὸν, ἀλλὰ πάντας, ὡς εἰπεῖν, βοσκημάτων δίκην ἀπαγομένους, καὶ οὐδεμίαν ἔννοιαν λαμβάνοντας οὔτε τῆς φοβερᾶς ἐκείνης ὥρας, οὔτε τῶν παρὰ τοῦ Θεοῦ τεθέντων ἡμῖν νόμων, ἀλλὰ πρὸς τὴν τῶν ἀνθρώπων ὑπόληψιν ἅπαντας ἐπτοημένους, καὶ τὸν παρὰ τούτων ἔπαινον θηρωμένους, καὶ μηδὲ ἀκούειν τοῦ Εὐαγγελίου λέγοντος, Πῶς δύνασθε ὑμεῖς πιστεῦ σαι δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες, καὶ τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες; Ὥσπερ δὲ οἱ ταύτης ἐφιέμενοι, ἐκείνης παντελῶς ἐκπίπτουσιν, οὗτος οἱ ἐκείνης διηνεκῶς ἐξηρτημένοι, οὐδὲ ταύτης ἀποστε ροῦνται. Καὶ γὰρ αὐτὸς προλαβὼν ἐπηγγείλατο λέγων, Ζητεῖτε πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν· καὶ τῷ περὶ ἐκείνην ἔχοντι τὸν πόθον ταῦτα πάντα ἕπεται. Ὁ γὰρ ἐκεῖ πτερώσας αὐτοῦ τὴν διάνοιαν, πάσης τῆς παρούσης εὐημερίας, ὡς οὐδὲ οὔσης, ὑπερορᾷ. Οἱ γὰρ τῆς πίστεως ὀφθαλμοὶ ὅταν ἐκεῖνα κατοπτεύωσι τὰ ἀπόῤῥητα ἀγαθὰ, οὐδὲ αἴσθησιν λαμβάνουσι τῶν ὁρωμένων· τοσοῦτο τὸ μέσον ἐκείνων καὶ τούτων. Ἀλλ᾽ οὐδένα ὁρῶ προτιμῶντα τῶν ὁρωμένων τὰ μὴ ὁρώμενα. Διὸ λύπη μοί ἐστι, καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου, ὅτι οὐδὲ ἡ πεῖρα τῶν πραγμάτων ἡμᾶς ἐπαίδευσεν, οὐδὲ αἱ τοῦ Θεοῦ ὑπο σχέσεις, οὐδὲ τῶν δωρεῶν τὸ μέγεθος πρὸς τὸν τῆς βα σιλείας πόθον μεταστῆναι παρεσκεύασεν, ἀλλ᾽ ἔτι χαμαὶ συρόμενοι προτιμῶμεν τὰ γήϊνα τῶν οὐρανίων, τὰ πρόσκαιρα τῶν μελλόντων, τὰ πρὶν ἢ φανῆναι ἀφιπτά μενα τῶν διαιωνιζόντων, καὶ τὴν πρόσκαιρον ἡδονὴν τῆς διηνεκοῦς ἡδονῆς, καὶ τὴν βραχεῖαν εὐημερίαν ταύτην τοῦ παρόντος βίου τῶν ἀτελευτήτων αἰώνων ἐκείνων. Οἶδα ὅτι δάκνει τὴν ἀκοὴν ταυτὶ τὰ ῥήματα, ἀλλὰ σύγ γνωτε. Ἐπιθυμῶν τὴν ὑμῶν σωτηρίαν ταῦτα φθέγγομαι, καὶ βουλόμενος ἐνταῦθα μικρὸν ὑμᾶς δηχθέντας τὴν αἰώνιον κόλασιν διαφυγεῖν, ἢ πρὸς ὀλίγον ψυχαγωγηθέν τας διηνεκῆ τὴν τιμωρίαν ὑπέχειν. Εἰ γὰρ ἀνάσχησθε τῶν ἐμῶν λόγων, καὶ τὴν προλαβοῦσαν ἀθυμίαν ἀπο σείσεσθε, καὶ μάλιστα νῦν ὡς ἔτι ὁ βραχὺς οὗτος καιρὸς τῆς ἁγίας ὑμῖν ὑπολέλειπται τεσσαρακοστῆς, δυνήσεσθε καὶ τὰ ἡμαρτημένα ἀπονίψασθαι, καὶ πολλὴν παρὰ τοῦ Θεοῦ τὴν φιλανθρωπίαν ἐπισπάσασθαι, οὐδὲ γὰρ πολλῶν ἡμερῶν δεῖται ὁ Δεσπότης, οὐδὲ χρόνου, ἀλλ᾽ ἐὰν θελήσωμεν καὶ ἐν ταῖς δυσὶ ταύταις ἑβδομάσι πολλὴν τὴν διόρθωσιν τῶν ἐπταισμένων ἡμῖν ποιησόμεθα. Εἰ γὰρ τοὺς Νινευΐτας, ἐπειδὴ τριῶν ἡμε ρῶν τὴν μετάνοιαν ἐπεδείξαντο, τοσαύτης ἠξίωσε φι λανθρωπίας, πολλῷ δὴ μᾶλλον ἡμᾶς οὐ περιόψεται· μόνον ἐὰν τὴν ἀληθῆ μετάνοιαν ἐπιδειξώμεθα, καὶ τῆς κακίας ἀποστάντες ἁψώμεθα τῆς ἐπὶ τὴν ἀρετὴν φερού σης ὁδοῦ. Καὶ γὰρ περὶ ἐκείνων, τῶν Νινευϊτῶν λέγω, μαρτυροῦσα ἡ θεία Γραφὴ, τοῦτό φησιν, ὅτι Εἶδεν ὁ Θεὸς ὅτι ἀπέστη ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονη ρᾶς. Ἐὰν τοίνυν καὶ ἡμᾶς ἴδῃ μεταταξαμένους πρὸς τὴν ἀρετὴν, καὶ ἐκκλίναντας μὲν ἀπὸ τῆς κακίας, ἐπὶ δὲ τὴν τῶν ἀγαθῶν ἐργασίαν σπεύδοντας. δέξεται καὶ ἡμῶν τὴν ἐπιστροφὴν, καὶ τῶν φορτίων ἐλευθερώσας τῶν ἁμαρτημάτων παρέξει τὰς παρ᾽ ἑαυτοῦ δωρεάς. Οὐδὲ γὰρ ἡμεῖς οὕτω τῆς τῶν ἁμαρτημάτων ἀπαλλαγῆς ἐπιθυμοῦμεν, καὶ σωτηρίας ἐφιέμεθα, ὡς αὐτὸς σπεύδει καὶ ἐπείγεται κἀκείνων ἡμῖν τὴν ἀπαλλαγὴν δωρήσα σθαι, καὶ τῆς σωτηρίας τὴν ἀπόλαυσιν παρασχεῖν. Διὰ τοῦτο, παρακαλῶ, διεγείρωμεν ἑαυτῶν τὸν λογισμὸν, καὶ ἕκαστος ἐξεταστὴς ἑαυτῷ γινέσθω, εἴ τι πλέον αὐτῷ κατώρθωται ἐν τῷ παρελθόντι χρόνῳ, εἴ τινα ὄνησιν ἔσχεν ἐκ τῆς συνεχοῦς ταύτης διδασκαλίας, εἴ τι ἐκαρ πώσατο εἰς τὴν τοῦ πλησίον κατάστασιν, εἴ τινα τῶν ἐλαττωμάτων διώρθωσε τῶν ἑαυτοῦ, εἴ τινα πρὸς φιλο σοφίαν προτροπὴν ἐδέξατο ἐκ τῆς καθημερινῆς ἡμῶν παραινέσεως· καὶ τοῖς μὲν ἤδη κατωρθωμένοις προσ θήκην ἐπινοείτω, καὶ μηδέποτε παυέσθω τῆς καλῆς ταύτης ἐργασίας. Εἰ δέ τις ὑπὸ τῆς συνηθείας τῆς περὶ αὐτὸν κεκρατημένος ὁρᾷ ἑαυτὸν τοῖς αὐτοῖς ἐπιμένοντα, βιασάσθω ἑαυτοῦ τὸν λογισμὸν, δίκην ἀπαιτήσας τῆς τοσαύτης ῥᾳθυμίας, καὶ μὴ ἀνάσχοιτο περαιτέρω προελθεῖν, ἀλλὰ μέχρι τούτου στήσας τὰ τῆς πονηρᾶς συνηθείας, ἐκκοπτέτω τὴν ὁρμὴν, ἀναχαιτιζέτω τὸν λογισμὸν, εἰς ἔννοιαν ἑαυτὸν ἀγέτω τῆς φοβερᾶς ἐκείνης ἡμέρας, ἀναλογιζέσθω τῆς φρικτῆς ταύτης τραπέζης τὴν ἀπόλαυσιν, καὶ τοῦ ἐντεῦθεν ἐκπηδῶντος πυρὸς τὴν φαιδρότητα, καὶ τὴν καυστικὴν δύναμιν, καὶ οἵαν ἀπαι τεῖ τοῦ προσιόντος εἶναι τὴν διάνοιαν, παντὸς ῥύπου, πάσης κηλῖδος καθαρεύουσαν, καὶ τῶν ἀτόπων λογισμῶν τὴν συνουσίαν ἐκτρεπομένην, ἵν᾽ οὕτως ἑαυτοὺς εὐτρε πίσαντες ταῖς μεταξὺ ταύταις ἡμέραις δυνηθῶμεν, καθ᾽ ὅσον οἷόν τε ἐκκαθάραντες ἑαυτοὺς, καὶ τῆς ἐντεῦθεν ἀπολαύσεως μετασχεῖν, καὶ τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν ἀξιωθῆναι, ὧν ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐ τὸν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΚΕʹ.

Νῶε δὲ ἦν ἐτῶν ἑξακοσίων, καὶ ὁ κατακλυσμὸς τοῦ ὕδατος ἐγένετο ἐπὶ τῆς γῆς.αʹ. Τῆς ὑποθέσεως βούλομαι πάλιν ἅψασθαι, περὶ ἧς πρώην διελέχθην ὑμῶν τῇ ἀγάπῃ, καὶ τὴν κατὰ τὸν δίκαιον Νῶε πάλιν ἱστορίαν εἰς μέσον ἀγαγεῖν. Πολὺς γὰρ ὁ τῆς ἀρετῆς τοῦ δικαίου πλοῦτος, καὶ προσήκει ἡμᾶς κατὰ δύναμιν ἡμετέραν πάντα κατὰ μικρὸν διερευ νησαμένους πολλὴν ὑμῖν τὴν εὐπορίαν ἐντεῦθεν παρα σχεῖν. Ἀλλὰ συντείνατε μοι, παρακαλῶ, τὴν διάνοιαν, ἵνα μηδὲν ὑμᾶς διαφύγῃ τῶν ἐγκειμένων νοημάτων. Ἀναγκαῖον δὲ πρότερον ὑπομνῆσαι ὑμῶν τὴν ἀγάπην, μέχρι τίνος ἡμῖν πρώην ἔληξε τὰ τῆς διδασκαλίας, ἵνα ἐκεῖθεν πάλιν ἀναλαβόντες σήμερον τὸν λόγον, οὕτως ὑφάνωμεν τοῖς εἰρημένοις καὶ τὰ νῦν μέλλοντα ῥηθήσε σθαι. Οὕτω γὰρ ὑμῖν εὐσύνοπτα ἔσται καὶ τὰ νῦν λεγόμενα. Ποῦ οὖν τὸ τέλος ἔσχεν ἡμῖν τὰ τῆς διδασκα λίας; Εἶπε, φησὶ, Κύριος ὁ Θεὸς τῷ Νῶε· Εἴσελθε σὺ καὶ πᾶς ὁ οἶκός σου εἰς τὴν κιβωτὸν, ὅτι σε εἶδον δίκαιον ἐναντίον ἐμοῦ ἐν τῇ γενεᾷ ταύτῃ· ἀπὸ δὲ τῶν κτηνῶν τῶν καθαρῶν εἰσάγαγε πρὸς σὲ ἑπτὰ ἑπτὰ, καὶ ἀπὸ τῶν κτηνῶν τῶν μὴ καθαρῶν δύο δύο. Ἔτι γὰρ ἑπτὰ ἡμερῶν, ἐπάγω ὑετὸν ἐπὶ τὴν γῆν τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας, καὶ ἐξαλείψω πᾶσαν τὴν ἐξανάστασιν, ἣν ἐποίησα, ἀπὸ προσώπου τῆς γῆς, ἀπὸ ἀνθρώπου ἕως κτή νους. Καὶ ἐποίησε Νῶε πάντα ὅσα ἐνετείλατο αὐτῷ Κύριος ὁ Θεός. Μέχρι τούτου στήσαντες τὸν λόγον ἐν ταῦθα κατεπαύσαμεν τὴν διδασκαλίαν. Μέμνησθε γὰρ ἴσως καὶ αὐτοὶ, ὅτε τὴν αἰτίαν εἰρήκαμεν ὑμῶν τῇ ἀγάπῃ, τίνος ἕνεκεν ἀπὸ μὲν τῶν καθαρῶν ἑπτὰ προσ έταξεν εἰσαχθῆναι, ἀπὸ δὲ τῶν ἀκαθάρτων δύο δύο. Φέρε οὖν λοιπὸν σήμερον τοῖς ἑξῆς ἀναγνωσθεῖσιν ἐπεξέλθω μεν, καὶ ἴδωμεν τί διηγεῖται ἡμῖν ἡ θεία Γραφὴ μετὰ τὴν εἴσοδον τοῦ Νῶε εἰς τὴν κιβωτόν. Νῦν γὰρ, εἰ καί ποτε ἄλλοτε, μάλιστα πολλὴν ἐπιδείκνυσθαι ἡμᾶς προσ ήκει τὴν σπουδὴν, ὅτε διὰ τὸν τῆς νηστείας καιρὸν καὶ τῆς ἡδίστης ὑμῶν συντυχίας συνεχῶς ἀπολαύομεν, καὶ τῆς περὶ τὴν τρυφὴν ἀδηφαγίας ἀπηλλάγμεθα, καὶ διεγηγερμένων ἔχοντες τὸν λογισμὸν δυνάμεθα μετὰ ἀκριβείας προσέχειν τοῖς λεγομένοις. Πόθεν οὖν ἡμῖν ἡ ἀρχὴ γέγονε τῶν σήμερον ἀναγνωσθέντων, ἀναγκαῖον εἰπεῖν. Νῶε δὲ ἦν ἐτῶν ἑξακοσίων, φησὶ, καὶ ὁ κατα κλυσμὸς τοῦ ὕδατος ἐγένετο ἐπὶ τῆς γῆς. Προσέχετε, παρακαλῶ, καὶ μὴ ἁπλῶς παραδράμωμεν τὸ εἰρημένον· ἔχει γάρ τινα πλοῦτον ἐγκεκρυμμένον ταυτὶ τὰ βραχέα ῥήματα, καὶ ἐὰν συντείνωμεν ἡμῶν τὴν διάνοιαν, καὶ ἐξ αὐτοῦ τούτου δυνησόμεθα καταμαθεῖν τῆς τε φιλαν θρωπίας τοῦ Δεσπότου τὴν ὑπερβολὴν, καὶ τῆς τῶν τότε ἀνθρώπων κακίας τὴν πολλὴν ἐπίτασιν. Νῶε δὲ ἦν ἐτῶν, φησὶν, ἑξακοσίων. Οὐχ ἁπλῶς ἡμᾶς τὸν ἀριθμὸν τῶν ἐτῶν ἐδίδαξε τοῦ δικαίου, οὐδὲ ἵνα αὐτὸ τοῦτο μά θωμεν, πόσων ἦν ἐτῶν ὁ δίκαιος, ἀλλ᾽ ἐπειδὴ προλαβοῦσα ἐδίδαξεν ἡμᾶς ἡ θεία Γραφὴ ἤδη εἰποῦσα, ὅτι Νῶε δὲ ἦν ἐτῶν πεντακοσίων, καὶ μετὰ τὸ γνώρι μον ἡμῖν ποιῆσαι τῶν ἐτῶν τὸν ἀριθμὸν, τότε διηγήσατο τῶν ἀνθρώπων τὴν πολλὴν περὶ τὴν κακίαν ῥοπὴν, καὶ ὅτι ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος· διό φησιν ὁ Θεὸς, Οὐ μὴ κατα μείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας, προμηνύων αὐτοῖς τῆς ἀγανακτήσεως αὐτοῦ τὴν ὑπερβολήν· εἶτα ἵνα δῷ αὐτοῖ, καιρὸν ἀρκοῦντα πρὸς τὸ μεταβαλέσθαι, καὶ τὴν πεῖραν διαφυγεῖν τῆς ἀγανακτήσεως, φησίν· Ἔσονται δὲ αἱ ἡμέραι αὐτῶν ἔτη ἑκατὸν εἴκοσι· ἀντὶ τοῦ, μακροθυ μήσω ἔτι μετὰ τὰ πεντακόσια ἔτη. Οὐδὲ γὰρ ἐπαύσατο ὁ δίκαιος οὗτος ἐν τοῖς πεντακοσίοις ἔτεσι διὰ τῆς οἰκείας προσηγορίας πάντας αὐτοὺς ὑπομιμνήσκων, καὶ ἐνάγων, εἴπερ ἐβούλοντο προσέχειν, ὥστε καὶ τῆς κακίας ἀπο στῆναι καὶ πρὸς τὴν ἀρετὴν μετατάξασθαι. Ἀλλ᾽ ὅμως, φησὶ, καὶ νῦν ἔτι ἑκατὸν εἴκοσι ἐτῶν ἀριθμὸν ὑπισχνοῦ μαι μακροθυμήσειν, ἵνα τῷ μεταξὺ χρόνῳ εἰς δέον χρη σάμενοι, καὶ τὴν κακίαν φύγωσι, καὶ τῆς ἀρετῆς ἀντι λάβωνται. Καὶ οὐ μόνον τῇ ὑποσχέσει τῶν ἐτῶν ἑκατὸν εἴκοσι ἠρκέσθη, ἀλλὰ καὶ τῷ δικαίῳ προστάττει κιβωτὸν τεκτήνασθαι, ἵνα καὶ αὐτὴ ἡ ὄψις τῆς κιβωτοῦ πάλιν ἀρκοῦσαν αὑτοῖς ὑπόμνησιν παράσχῃ, καὶ μηδεὶς ἀγνοήσῃ τῆς μελλούσης τιμωρίας ἐπάγεσθαι τὸ μέγεθος. Αὐτὸ γὰρ τοῦτο τὸν δίκαιον ἐκεῖνον καὶ εἰς τὴν ἄκραν τῆς κορυφῆς φθάσαντα τοσαύτην ποιεῖσθαι σπουδὴν περὶ τὴν τῆς κιβωτοῦ κατασκευὴν, ἱκανὸν πάντας τοὺς νοῦν ἔχοντας εἰς ἀγωνίαν καὶ φόβον ἐμβαλεῖν, καὶ πεῖσαι ἐξευμενίσασθαι τὸν οὕτως ἥμερον καὶ φιλάνθρωπον Δε σπότην. Εἰ γὰρ οἱ βάρβαροι ἐκεῖνοι, οἱ Νινευῖται λέγω· πάλιν γὰρ αὐτοὺς ἀναγκαῖον εἰς μέσον ἀγαγεῖν, ἵνα ταύτῃ καὶ μᾶλλον δειχθῇ καὶ τούτων ἡ ὑπερβάλλουσα κακία, κἀκείνων ἡ πολλὴ εὐγνωμοσύνη. Καὶ γὰρ ὁ Δε σπότης ἡμῶν τότε ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τῇ φοβερᾷ, τῇ τῆς κρίσεως λέγω, δούλους καὶ δούλους εἰς μέσον ἄγων, οὕτω τὴν κατάκρισιν ἐργάζεται, ὅταν δειχθῶσιν οἱ τῶν αὐτῶν ἀπολαύσαντες καὶ τῶν αὐτῶν μετασχόντες μὴ τὴν αὐτὴν ἀρετὴν μετελθόντες· πολλάκις δὲ καὶ ἐξ ἀνίσων ποιεῖται τὰς συγκρίσεις, ἵνα πλείονα τὴν κατάκρισιν τοῖς ἐῤῥᾳθυμηκόσιν ἐπαγάγῃ. Διὰ τοῦτο καὶ ἐν τοῖς Εὐαγγελίοις ἔλεγεν· Ἄνδρες Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης, καὶ κατακρι νοῦσιν αὐτὴν, ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε· μονονουχὶ λέγων, ὅτι οἱ βάρβαροι οἱ μηδεμιᾶς ἐπιμελείας ἀπολαύσαντες, οἱ μὴ προφητικῶν διδαγμάτων ἀκούσαντες, οἱ σημεῖα μὴ θεα σάμενοι, οἱ θαύματα μὴ ἰδόντες, ἀλλ᾽ ἑνὸς ἀνθρώπου ἐκ ναυαγίου διασωθέντος ῥήματα ἀκούσαντες πολλὴν αὐτοῖς τὴν ἀπόγνωσιν παρασχεῖν δυνάμενα, καὶ εἰς ἀμη χανίαν ἐμβαλεῖν, ὡς καὶ ὑπεριδεῖν τῶν παρ᾽ αὐτοῦ λεγο μένων, οὐ μόνον οὐ κατεφρόνησαν τῶν τοῦ προφήτου ῥημάτων, ἀλλὰ καὶ εἰς τριῶν ἡμερῶν στενοχωρίαν ἀποληφθέντες, οὕτως ἀκριβῆ καὶ συντεταμένην τὴν μετάνοιαν ἐπεδείξαντο, ὥστε τὴν ἀπόφασιν ἀνακαλέσα σθαι τοῦ Δεσπότου. Οὗτοι οὖν, φησὶ, κατακρινοῦσι ταύ την τὴν γενεὰν, τὴν τοσαύτης ἀπολαύσασαν ἐπιμελείας, τὴν προφητικαῖς ἐντραφεῖσαν βίβλοις, τὴν σημεῖα καὶ τέρατα καθ᾽ ἑκάστην ἡμέραν θεωμένην. Εἶτα ἵνα καὶ τούτων τῆς ἀπιστίας δείξῃ τὴν ὑπερβολὴν, κἀκείνων τὴν ἄφατον εὐγνωμοσύνην, ἐπήγαγεν, Ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε· ἐκεῖνοι μὲν, φησὶν, εὐτελῆ ἄνθρωπον θεασάμενοι τὸν Ἰωνᾶν, καὶ ἐδέξαντο τὸ παρ᾽ αὐτοῦ κήρυγμα, καὶ ἀκρι βεστάτην ἐπεδείξαντο τὴν μετάνοιαν· οὗτοι δὲ οἱ πολλῷ πλείω τοῦ Ἰωνᾶ, καὶ αὐτὸν τὸν τῶν ὅλων δημιουργὸν ὁρῶντες σὺν αὐτοῖς συναναστρεφόμενον, καὶ τοσαῦτα καὶ τοιαῦτα θαυμάσια ἐφ᾽ ἑκάστης ἐργαζόμενον, λεπροὺς καθαίροντα, νεκροὺς ἐγείροντα, τὰ πηρώματα τῆς φύ σεως διορθούμενον, δαίμονας ἐλαύνοντα, νόσους ἰώμε νον, μετ᾽ ἐξουσίας πολλῆς ἁμαρτημάτων ἄφεσιν χαριζό μενον, οὐδὲ τὴν αὐτὴν τοῖς βαρβάροις πίστιν ἐπεδεί ξαντο.


 βʹ. Ἀλλ᾽ ἐπὶ τὴν ἀκολουθίαν ἐπανέλθωμεν τοῦ λόγου, ἵνα εἰδῇς καὶ τούτων τῆς ἀγνωμοσύνης τὴν ἐπίτασιν, καὶ ἐκείνων τῆς εὐγνωμοσύνης τὸ ἐπίπονον· καὶ ὅτι κἀκεῖνοι μὲν ἐν τρισὶν ἡμέραις στενοχωρηθέντες, οὐδὲ οὕτως ἀπ ηγόρευσαν αὐτῶν τὴν σωτηρίαν, ἀλλ᾽ ἐπὶ τὴν μετάνοιαν σπεύσαντες καὶ τὰ ἡμαρτημένα ἀπενίψαντο, καὶ τῆς φιλανθρωπίας τοῦ Δεσπότου ἀξίους ἑαυτοὺς κατέστησαν· οὗτοι δὲ αὐτοὶ ἑκατὸν εἴκοσι ἐτῶν προθεσμίαν λαβόντες πρὸς μετάνοιαν, οὐδὲ οὕτως ἀπώναντό τι πλέον. Διὸ καὶ ὁ Δεσπότης ὁρῶν αὐτῶν τῆς κακίας τὴν ὑπερβολὴν, καὶ ἐπειδὴ εἶδεν εἰς πολλὴν κακίαν ἐξοκείλαντας, ταχεῖαν αὐτοῖς ἐπάγει τὴν διόρθωσιν, τῆς κακῆς αὐτῶν ζύμης τὴν πονηρίαν ἀφανίσας, καὶ ἐκποδὼν ποιήσας. Διὰ τοῦτό φησι· Νῶε δὲ ἦν ἐτῶν ἑξακοσίων, καὶ ὁ κατακλυσμὸς τοῦ ὕδατος ἐγένετο ἐπὶ τῆς γῆς. Τέως ἐμάθομεν ὅτι ἡνίκα μὲν ἡ ἀγανάκτησις γέγονε τοῦ Δεσπότου, καὶ ἡ πρόῤῥησις, πεντακοσίων ἦν ἐτῶν. Ὅτε δὲ ἐπήχθη ὁ κατακλυσμὸς, ἑξακοσίων, ὡς ἑκατὸν ἔτη ἐν τῷ μέσῳ γενέσθαι, καὶ μηδὲ ἐν τοῖς ἑκατὸν ἔτεσι κερδᾶναι αὐτούς τι πλέον, τοσαύτης ἀπολαύοντας διδασκαλίας ἐκ τῆς κατασκευαζομένης ὑπὸ τοῦ Νῶε κιβωτοῦ. Ἀλλ᾽ ἴσως ἄν τις μαθεῖν ἐπιζητήσειε, τίνος ἕνεκεν εἰπὼν, Ἑκατὸν εἴ κοσι ἔτη ἔσονται αἱ ἡμέραι αὐτῶν, καὶ ἐπαγγειλάμενος τοσαῦτα μακροθυμήσειν, πρὸ τῆς τούτων συμπληρώ σεως τὴν πανωλεθρίαν ἐπήγαγε. Καὶ τοῦτο τῆς αὐτοῦ φιλανθρωπίας μέγιστον ἂν εἴη δεῖγμα. Ἐπειδὴ γὰρ εἶδε καθ᾽ ἑκάστην ἡμέραν ἀνίατα ἁμαρτάνοντας, καὶ οὐ μόνον οὐδὲν κερδαίνοντας ἐκ τῆς ἀφάτου μακροθυμίας, ἀλλὰ καὶ ἐπιτείνοντας τὰ ἕλκη, διὰ τοῦτο συνέτεμε τὸν χρόνον, ὥστε μὴ μείζονι τιμωρίᾳ ὑπευθύνους αὐτοὺς καταστῆ ναι. Καὶ ποία, φησὶ, μείζων ἦν ταύτης τιμωρία; Ἔστιν, ἀγαπητὲ, καὶ μείζων, καὶ φοβερωτέρα, καὶ διαρκὴς, ἡ κατὰ τὸν μέλλοντα αἰῶνα. Ὅτι γὰρ κἂν ἐνταῦθα δίκην τινὲς ὑποσχῶσιν, οὐδὲ τὴν ἐκεῖ τιμωρίαν διαφεύ ξονται, ἀλλὰ κουφοτέραν ὑποστήσονται διὰ τῶν ἐνταῦθα συμβάντων, τὸ μέγεθος τῶν ἐκεῖ κολαστηρίων ὑποτεμνό μενοι, ἄκουε τοῦ Χριστοῦ λέγοντος καὶ ταλανίζοντος τὴν Βηθσαϊδᾶ· Οὐαί σοι, Χωραζεὶμ, φησὶν, οὐαί σοι, Βη θσαϊδᾶ, ὅτι εἰ ἐν Σοδόμοις ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ μετενόησαν. Διὸ λέγω ὑμῖν, ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόῤῥας ἐν ἡμέρᾳ κρίσεως ἢ ὑμῖν. Ὁρᾷς, ἀγαπητὲ, πῶς τῷ εἰπεῖν, Ἀνεκτότερον, ἔδειξεν ὅτι καὶ οἱ τοσαύτην ἐνταῦθα δίκην δόντες, καὶ τὸν ἐμ πρησμὸν ἐκεῖνον τὸν καινὸν καὶ ξένον ὑπομείναντες, κἀκεῖ τινα τιμωρίαν ὑποστήσονται, κουφοτέραν δὲ ὅμως διὰ τὸ προλαβόντας ἐνταῦθα τοσαύτης πειραθῆναι τῆς ἀγανακτήσεως; Ἵν᾽ οὖν μὴ καὶ οὗτοι ἐπιτείνοντες τὰ ἁμαρτήματα μείζονος τιμωρίας ἑαυτοὺς ὑπευθύνους καταστήσωσιν, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Δεσπότης ὁρῶν αὐτῶν τὸ ἀμετανόητον, ὃν ὑπέσχετο μακροθυμή σειν, χρόνον συνέτεμεν. Ὥσπερ γὰρ ἐπὶ τῶν τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδεικνυμένων διὰ τὴν προσοῦσαν αὐτῷ ἀγαθότητα ἀνακαλεῖται τὰς παρ᾽ αὐτοῦ ἀποφάσεις, καὶ μεταβαλλομένους προσίεται, καὶ τῆς ἐπικειμένης ἀπαλ λάττει τιμωρίας· οὕτω πάλιν ἐπειδὰν ἐπαγγέλληται ἢ ἀγαθά τινα παρέξειν, ἢ προθεσμίαν μετανοίας, ἴδῃ δὲ ἀναξίους γεγονότας, καὶ τότε πάλιν ἀνακαλεῖται αὐτοῦ τὰς ὑποσχέσεις. Διὰ τοῦτο καὶ διὰ τοῦ προφήτου ἔλεγε· Πέρας λαλήσω ἐπὶ ἔθνη, καὶ ἐπὶ βασιλείας, τοῦ ἀπολ λύειν καὶ κατασκάπτειν· καὶ ἐὰν μετανοήσωσι, μετανοήσω κἀγὼ ἐφ᾽ οἷς ἐλάλησα ποιῆσαι αὐτοῖς· καὶ πάλιν, Πέρας λαλήσω ἐπὶ ἔθνη καὶ ἐπὶ βασιλείας, τοῦ ἀνοικοδομεῖν· καὶ ἐὰν ἁμάρτωσι, μετανοήσω κἀγὼ ἐφ᾽ οἷς ἐλάλησα ποιῆσαι αὐτοῖς. Εἶδες πῶς παρ᾽ ἡμῶν τὰς ἀφορμὰς λαμβάνει καὶ τῆς φιλανθρωπίας ἣν περὶ ἡμᾶς ἐπιδείκνυται, καὶ τῆς ἀγανακτήσεως; Διά τοι τοῦτο καὶ νῦν ἐπειδὴ οὐκ εἰς δέον ἐχρήσαντο τῇ τοῦ χρόνου παρατάσει, συντέμνει τὸν καιρόν. Διὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος ἔλεγε πρὸς τοὺς ἀναλγήτως διακει μένους, καὶ τὴν διὰ τῆς μετανοίας δεδομένην ἡμῖν σω τηρίαν οὐ προσιεμένους. Ἢ τοῦ πλούτου τῆς χρηστό τητος αὐτοῦ, καὶ τῆς ἀνοχῆς, καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν, ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει; Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ; Εἶδες πῶς καὶ ὁ θαυμάσιος οὗτος τῆς οἰκου μένης διδάσκαλος σαφῶς ἡμᾶς ἐδίδαξεν, ὅτι οἱ τῇ μα κροθυμίᾳ τοῦ Θεοῦ τῇ πρὸς μετάνοιαν ἡμῖν παρασχε θείσῃ μὴ χρώμενοι εἰς δέον, μείζονι δίκῃ καὶ τιμωρίᾳ ἑαυτοὺς ὑπευθύνους καθιστῶσι; Διὰ τοῦτο καὶ νῦν ὁ φιλάνθρωπος Θεὸς μονονουχὶ ἀπολογούμενος. καὶ δεικνὺς τὴν αἰτίαν, δι᾽ ἣν πρὸ τῆς τῶν καιρῶν συμπληρώσεως ἐπήγαγε τὸν κατακλυσμὸν, ἐπισημαίνεται ἡμῖν τῶν                           ἐτῶν τοῦ δικαίου τὸν ἀριθμὸν, καί φησι· Νῶε δὲ ἦν ἐτῶν ἑξακοσίων. Οἱ γὰρ ἐν τοῖς ἑκατὸν ἔτεσι μεταβα λέσθαι μὴ βουληθέντες, τί πλέον ἂν ἐκέρδανον ἀπὸ τῶν εἴκοσι ἐτῶν, ἢ τὸ πλείονα τὴν προσθήκην ἐργάσασθαι; Δεικνὺς γὰρ αὐτοῦ τῆς ἀφάτου φιλανθρωπίας καὶ ἀγαθότητος τὴν ὑπερβολὴν, καὶ πρὸ ἑπτὰ ἡμερῶν μηνῦ σαι αὐτοῖς τὴν ἐπαγωγὴν τοῦ κατακλυσμοῦ οὐ παρῃτή σατο, ἵνα κἂν τῇ στενοχωρίᾳ τοῦ καιροῦ συσταλέντες τινὰ μεταβολὴν ἐπιδείξωνται. γʹ. Καὶ ὅρα φιλανθρωπίαν Δεσπότου, πῶς διαφόρως καθάπερ ἰατρὸς ἄριστος μεθώδευσεν αὐτῶν τὴν νόσον. Ἐπειδὴ γὰρ ἀνίατα ἦν αὐτῶν τὰ τραύματα, τοσοῦτον μῆκος αὐτοῖς προθεσμίας παρέσχετο, βουλόμενος κἂν διὰ τοῦ πλήθους τοῦ χρόνου εἰς αἴσθησιν αὐτοὺς ἐλθόν τας ἀνακαλέσασθαι αὐτοῦ τῆς ἀγανακτήσεως τὴν ἀπό φασιν. Ἔθος γὰρ αὐτῷ ἀεὶ, ἐπειδὴ κήδεται τῆς σωτη ρίας τῆς ἡμετέρας, προλέγειν ἃς μέλλει ἐπάγειν τιμω ρίας, διὰ τοῦτο μόνον, ἵνα μὴ ἐπαγάγῃ· ὡς εἴ γε ἐπ αγαγεῖν ἐβούλετο, οὐκ ἂν εἶπεν· ἀλλ᾽ ἐπίτηδες προλέγει, ἵνα ἡμεῖς μαθόντες, καὶ τῷ φόβῳ σωφρονισθέντες μετα βάλωμεν αὐτοῦ τὴν ἀγανάκτησιν, καὶ τὰς ἀποφάσεις αὐτοῦ ἀκύρους καταστήσωμεν. Οὐδὲν γὰρ οὕτως αὐτὸν εὐφραίνει ὡς ἡ ἐπιστροφὴ ἡ ἡμετέρα, καὶ ἡ ἀπὸ τῆς κα κίας ἐπὶ τὴν ἀρετὴν ἐπάνοδος. Σκόπει οὖν πῶς καὶ τού των τὴν νόσον ἐμεθόδευσε, πρότερον μὲν τῷ τοσοῦτον δοῦ ναι χρόνον προθεσμίας πρὸς μετάνοιαν, ἔπειτα ἐπειδὴ εἶ δεν ἀναισθήτως διακειμένους, καὶ οὐδὲν ἀπὸ τοῦ πλήθους τοῦ χρόνου κερδαίνοντας, καὶ πρὸς αὐταῖς ταῖς θύραις, ὡς εἰπεῖν, τοῦ κατακλυσμοῦ, προλέγει οὐ πρὸ τριῶν ἡμε ρῶν, καθάπερ ἐπὶ τῶν Νινευιτῶν, ἀλλὰ πρὸ ἑπτά. Καὶ γὰρ θαῤῥῶν ἂν εἴποιμι διὰ τὸ εἰδέναι τοῦ Δεσπότου τοῦ ἡμετέρου τῆς φιλανθρωπίας τὴν ὑπερβολὴν, ὅτι καὶ ἐν ταῖς ἑπτὰ ἡμέραις, εἰ ἐβουλήθησαν ἀκριβῆ τὴν μετά νοιαν ἐπιδείξασθαι, διέφυγον ἂν τοῦ κατακλυσμοῦ τὴν πεῖραν. Ἐπεὶ οὖν οὔτε ἡ παράτασις τοῦ τοσούτου χρό νου, οὔτε ἡ στενοχωρία τοῦ καιροῦ καθικέσθαι αὐτῶν τῆς κακίας ἠδυνήθη, ἐπήγαγε κατακλυσμὸν ἐν τῷ ἑξα κοσιοστῷ ἔτει τοῦ Νῶε. Νῶε δὲ, φησὶ, ἦν ἐτῶν ἑξα κοσίων, καὶ ὁ κατακλυσμὸς τοῦ ὕδατος ἐγένετο ἐπὶ τῆς γῆς. Εἴδετε, ἀγαπητοὶ, πόσης ἡμῖν ὠφελείας ὑπόθεσις γέγονε τὸ γνῶναι τὸν ἀριθμὸν τῶν ἐτῶν τοῦ δικαίου, καὶ ὅσων ἐτῶν ἦν, ἡνίκα ὁ κατακλυσμὸς ἐπῆλθε; Φέρε δὴ καὶ τοῖς ἀκολούθως εἰρημένοις ἐπεξέλθωμεν. Ἐπειδὴ γὰρ ἤρξατο ὁ κατακλυσμὸς, φησὶν, Εἰσῆλθε δὲ Νῶε, καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ ἡ γυνὴ αὐτοῦ, καὶ αἱ γυναῖκες τῶν υἱῶν αὐτοῦ εἰς τὴν κιβωτὸν, διὰ τὸ ὕδωρ τοῦ κατακλυσμοῦ. Καὶ ἀπὸ τῶν πετεινῶν τῶν καθαρῶν, καὶ ἀπὸ τῶν πετεινῶν τῶν μὴ καθαρῶν, καὶ ἀπὸ τῶν ἑρπετῶν δύο δύο. Ἀπὸ πάντων εἰσῆλθε πρὸς Νῶε εἰς τὴν κιβωτὸν ἄρσεν καὶ θῆλυ, καθ᾽ ἃ ἐνετείλατο Κύριος τῷ Νῶε. Οὐχ ἁπλῶς προσ έθηκε τὸ, Καθ᾽ ἃ ἐνετείλατο Κύριος τῷ Νῶε, ἀλλ᾽ ἵνα πάλιν αὐξήσῃ τοῦ δικαίου τὸν ἔπαινον, καὶ ὅτι πάντα οὕτως ἐπλήρωσε, καθάπερ διετάξατο ὁ Δεσπό της, καὶ οὐδὲν παρέλιπε τῶν παρ᾽ αὐτοῦ εἰρημένων αὐτῷ. Καὶ ἐγένετο μετὰ τὰς ἑπτὰ ἡμέρας, καθάπερ ὑπέσχετο, φησὶν, ὁ Δεσπότης, καὶ τὸ ὕδωρ τοῦ κατα κλυσμοῦ ἐγένετο ἐπὶ τῆς γῆς, ἐν τῷ ἑξακοσιοστῷ ἔτει ἐν τῇ ζωῇ τοῦ Νῶε, τοῦ δευτέρου μηνὸς, ἑβδό μῃ καὶ εἰκάδι τοῦ μηνός. Ὅρα τῆς Γραφῆς τὴν ἀκρί βειαν, πῶς οὐ μόνον τὸν ἐνιαυτὸν ἡμᾶς ἐδίδαξε, καθ᾽ ὃν ὁ κατακλυσμὸς γέγονεν, ἀλλὰ καὶ τὸν μῆνα κατά δηλον ἐποίησε καὶ τὴν ἡμέραν. Εἶτα ἵνα τῇ διηγήσει τοὺς μετὰ ταῦτα σωφρονεστέρους ἐργάσηται, καὶ τὸν φόβον αὐξήσῃ τῶν γεγενημένων, φησίν· Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐῤῥάγησαν πᾶσαι αἱ πηγαὶ τῆς ἀβύσσου, καὶ οἱ                              καταῤῥάκται τοῦ οὐρανοῦ ἠνεῴχθησαν, καὶ ἐγένετο ὁ ὑετὸς ἐπὶ τῆς γῆς τεσσαράκοντα ἡμέρας καὶ τεσ σαράκοντα νύκτας. Ὅρα πόσῃ κέχρηται καὶ νῦν ἡ ἁγία Γραφὴ τῇ συγκαταβάσει, καὶ πρὸς τὴν συνήθειαν τὴν ἀνθρωπίνην πάντα διαλέγεται. Οὐκ ἐπειδὴ καταῤ ῥάκται εἰσὶν ἐν τῷ οὐρανῷ, ἀλλ᾽ ἀπὸ τῶν συντρόφων ἡμῖν ὀνομάτων ἅπαντα διαλέγεται, μονονουχὶ λέγουσα, ὅτι προσέταξε μόνον ὁ Δεσπότης, καὶ εὐθέως ἡ τῶν ὑδάτων φύσις ὑπήκουσε τῷ ἐπιτάγματι τοῦ δημιουργοῦ, καὶ πάντοθεν συῤῥέουσα πάντα τὸν κόσμον ἐπέκλυσε. Καὶ τὸ ἐν τεσσαράκοντα ἡμέραις καὶ νυξὶν ἐπαγαγεῖν τὸν κατακλυσμὸν, καὶ τοῦτο πάλιν μέγιστον εἶδος τῆς αὐτοῦ φιλανθρωπίας. Ἐβούλετο γὰρ διὰ πολλὴν ἀγα θότητα κἂν ἐνίους ἐξ αὐτῶν σωφρονισθέντας διαφυγεῖν τὴν παντελῆ ἀπώλειαν, ὁρῶντας ἐν ὀφθαλμοῖς καὶ τῶν ὁμογενῶν τὴν ἀπώλειαν, καὶ τὴν μέλλουσαν αὐτοὺς κα ταλήψεσθαι πανωλεθρίαν. Εἰκὸς γὰρ ἐν μὲν τῇ πρώτῃ ἡμέρᾳ φανερόν τι μέρος ἐπικλυσθῆναι, καὶ ἐν τῇ δευ τέρᾳ προσθήκην τινὰ γενέσθαι· ὡσαύτως καὶ ἐν τῇ τρίτῃ, καὶ ἐφεξῆς. Καὶ διὰ τοῦτο εἰς τεσσαράκοντα ἡμέρας παρέτεινε καὶ τεσσαράκοντα νύκτας, ἵνα πᾶσαν αὐτῶν ἀπολογίας πρόφασιν περικόψῃ. Εἰ γὰρ ἐβούλετο καὶ προσέταξεν, ἠδύνατο καὶ ἐν μιᾷ ῥοπῇ τὰ πάντα ἐπι κλύσαι, ἀλλὰ τὴν οἰκείαν φιλανθρωπίαν μιμούμενος καὶ τῇ τοσαύτῃ παρατάσει τῶν ἡμερῶν ἐχρήσατο. Εἶτά φησιν, Ἐν τῇ ἡμέρᾳ ταύτῃ εἰσῆλθε Νῶε εἰς τὴν κι βωτὸν, καὶ Σὴμ, καὶ Χὰμ, καὶ Ἰάφεθ, καὶ ἡ γυνὴ τοῦ Νῶε, καὶ αἱ τρεῖς γυναῖκες τῶν υἱῶν αὐτοῦ, καὶ πάντα τὰ θηρία κατὰ γένος, καθάπερ ἐνετείλατο Κύριος ὁ Θεὸς τῷ Νῶε. Ὅτε, φησὶν, ἀρχὴν ἔλαβε τὰ τοῦ κατακλυσμοῦ κατὰ τὸ πρόσταγμα τοῦ Δεσπότου, εἰσῆλθε Νῶε εἰς τὴν κιβωτὸν μετὰ τῶν υἱῶν καὶ τῆς γυναικὸς αὐτοῦ, καὶ τῶν γυναικῶν τῶν υἱῶν αὐτοῦ, καὶ πάντα τὰ θηρία κατὰ γένος. Καὶ ἔκλεισε, φησὶ, Κύριος ὁ Θεὸς ἔξωθεν αὐτοῦ τὴν κιβωτόν. δʹ. Σκόπει καὶ ἐνταῦθα λέξεως συγκατάβασιν. Ἔκλεισεν ὁ Θεὸς ἔξωθεν αὐτοῦ τὴν κιβωτὸν, ἵνα διδάξῃ ἡμᾶς ὅτι ἐν ἀσφαλείᾳ πολλῇ κατέστησε τὸν δίκαιον. Τὸ δὲ, Ἔκλεισε, διὰ τοῦτο προσέθηκε, καὶ Ἔξωθεν, ὥστε μὴ ἐξεῖναι τῷ δικαίῳ ὁρᾷν τὴν πανωλεθρίαν γινομένην, καὶ πλείονα καὶ αὐτὸν τὴν συντριβὴν ὑπομένειν. Εἰ γὰρ καὶ ἀναλογιζόμενος ἐν διανοίᾳ τὸ χαλεπὸν ἐκεῖνο κλυ δώνιον, καὶ ὑπογράφων τῷ λογισμῷ τὴν ἀπώλειαν τοῦ τῶν ἀνθρώπων γένους, τῶν ἀλόγων ἁπάντων τὴν κοινὴν τελευτὴν, καὶ ἀνθρώπων, καὶ κτηνῶν, καὶ αὐ τῆς τῆς γῆς, ὡς εἰπεῖν, τὸν ἀφανισμὸν, συνεχεῖτο καὶ διεταράττετο. Εἰ γὰρ καὶ πονηροὶ ἦσαν οἱ ἀπολλύμενοι, ἀλλ᾽ αἱ τῶν δικαίων ψυχαὶ πολλὴν εἰώθασι τὴν συμπά θειαν ἐπιδείκνυσθαι, ἐπειδὰν ἴδωσι τιμωρουμένους τοὺς ἀνθρώπους· καὶ εὑρήσεις ἕκαστον τῶν δικαίων καὶ τῶν προφητῶν πολλὴν ὑπὲρ αὐτῶν τὴν ἱκετηρίαν τιθε μένους, καθάπερ ὁ πατριάρχης πεποίηκεν ἐπὶ τῶν Σοδόμων, καθάπερ οἱ προφῆται πάντες ποιοῦντες διετέ λεσαν. Καὶ γὰρ ὁ μὲν ἔλεγεν· Οἴ μοι, Κύριε, ἐξαλεί φεις σὺ τὸ κατάλοιπον τοῦ Ἰσραήλ; ἕτερος δέ φησι· Ποιήσεις τοὺς ἀνθρώπους ὡς τοὺς ἰχθύας τῆς θα λάσσης οὐκ ἔχοντας ἡγούμενον; Ἐπεὶ οὖν καὶ ἄνευ τούτου ὁ δίκαιος οὗτος διεταράττετο τὸν λογισμὸν, καὶ συνεχεῖτο τὴν διάνοιαν, ἵνα μὴ καὶ ἡ ὄψις καὶ ἡ θέα εἰς                   πλείονα αὐτὸν ἐμβάλῃ συντριβὴν, καθάπερ ἐν δεσμω τηρίῳ κατακλείει αὐτὸν ἐν τῇ κιβωτῷ, ὥστε μὴ τοῖς ὀφθαλμοῖς ὁρᾷν τὰ γινόμενα, μηδὲ εἰς δειλίαν κατα στῆναι. Εἰκὸς γὰρ ἦν αὐτὸν ὁρῶντα τῶν ὑδάτων τὴν πλημμύραν ἀγωνιᾶσαι μὴ καὶ αὐτὸς ὑποβρύχιος γέ νηται. Κηδόμενος τοίνυν αὐτοῦ ὁ φιλάνθρωπος Θεὸς, οὐ συγχωρεῖ οὐδὲ θεάσασθαι τῶν ὑδάτων τὴν φορὰν, οὔτε ἰδεῖν τὴν γινομένην ἀπώλειαν, καὶ τὴν τῆς οἰκου μένης πανωλεθρίαν. Ἐγὼ δὲ ὅταν λογίσωμαι τὴν ἐν τῇ κιβωτῷ τοῦ δικαίου τούτου διαγωγὴν, ἐκπλήττομαι καὶ θαυμάζω, καὶ πάλιν τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ τὸ πᾶν λογίζομαι. Εἰ μὴ γὰρ ἐκείνη ἦν ἡ νευροῦσα αὐτοῦ τὸν λογισμὸν, καὶ τὰ δύσκολα εὔκολα ἐργαζομένη, πῶς ἂν, εἰπέ μοι, ἐνεγκεῖν ἠδυνήθη καθάπερ ἐν εἱρκτῇ τινι καὶ δεσμωτηρίῳ χαλεπῷ οὕτως αὐτόθι ἐγκεκλεισμένος; πῶς δὲ ἴσχυσεν, εἰπέ μοι, ἀντισχεῖν πρὸς τὸν τοσοῦτον πάταγον τῶν κυμάτων; Εἰ γὰρ ἐν πλοίῳ τυγχάνοντες οἱ ἄνθρωποι, καὶ ἱστίῳ κεχρημένοι. καὶ τὸν κυβερνή την ὁρῶντες ἐπὶ τῶν οἰάκων καθήμενον, καὶ τῇ οἰκείᾳ τέχνῃ πρὸς τὴν τῶν ἀνέμων ῥύμην ἱστάμενον, ἐπει δὰν ἴδωσι κυμάτων σφοδρότητα, ἀποθνήσκουσι τῷ δέει, καὶ περὶ αὐτῆς, ὡς εἰπεῖν, σωτηρίας δεδοίκασι· τί ἂν εἴποι τις περὶ τοῦ δικαίου τούτου; Καθάπερ γὰρ ἐν δεσμωτηρίῳ, ὡς ἔφθην εἰπὼν, τυγχάνων ἐν τῇ κιβωτῷ, ὧδε κἀκεῖσε περιεφέρετο, οὐ τὸν οὐρανὸν ἰδεῖν δυνάμε νος, οὐχ ἑτέρωθί που τοὺς ὀφθαλμοὺς ἀνατεῖναι, ἀλλ᾽ ἔνδον συνεχόμενος καὶ οὐδὲν ὅλως ἰδεῖν ἔχων ὃ παραμυ θίαν αὐτῷ τινα φέρειν ἠδύνατο. Ἐπὶ μὲν γὰρ τῶν τὴν θάλατταν πλεόντων, κἂν τὰ κύματα κορυφωθῇ, ἔξεστι καὶ εἰς τὸν οὐρανὸν ἀναβλέποντα πολλάκις, καὶ κορυφὴν ὅρους θεασάμενον, καὶ πόλιν μακρὰν κατοπτεύσαντα μικράν τινα παραψυχὴν λαβεῖν· εἰ δὲ πολὺς καὶ ἀφό ρητος ὁ χειμὼν γένοιτο, ἐν δέκα ἢ ὀλίγῳ πλείοσιν ἡμέ ραις, καὶ μετὰ τοὺς πολλοὺς χειμῶνας ἐκείνους καὶ τοὺς κινδύνους, εἰς τὴν γῆν ἐκριφέντες, καὶ μικρὸν ἀνέντες, πάντων ἐκείνων τῶν λυπηρῶν λήθην λαμβά νουσιν. Ἐνταῦθα δὲ οὐδὲν τοιοῦτο, ἀλλ᾽ ἐπὶ ἐνιαυτὸν ὁλόκληρον τὸ καινὸν καὶ ξένον ᾤκει δεσμωτήριον, οὐδὲ τὸν ἀέρα ἀναπνεῦσαι δυνάμενος. Πῶς γὰρ, πανταχόθεν ἠσφαλισμένης τῆς κιβωτοῦ; Πῶς ἀντέσχεν, εἰπέ μοι; πῶς διήρκεσεν; Εἰ γὰρ ἀπὸ σιδήρου καὶ ἀδάμαντος αὐ τοῖς συνειστήκει τὰ σώματα, πῶς ἂν ἠδυνήθησαν μήτε ἀέρος ἀπολαύοντες μήτε ἀνέμου, οἳ τοῦ ἀέρος οὐκ ἔλατ τον τὰ σώματα ἡμέτερα ἀνακτήσασθαι πεφύκασι, μήτε τοὺς ὀφθαλμοὺς ἑστιᾶσαι ἔχοντες πρὸς τὴν τοῦ οὐρανοῦ θέαν, ἢ πρὸς τὴν τῶν ἀνθῶν τῶν ἀπὸ τῆς γῆς ποικιλίαν; Πῶς δὲ οὐχὶ καὶ ἀπετυφλώθησαν τὰς ὄψεις ἐπὶ τοσοῦτον οὕτω διάγοντες; Καὶ εἰ ἀνθρωπίνοις λο γισμοῖς ταῦτα βουληθείημεν καταμαθεῖν, κἀκεῖνο δεῖ ἐννοῆσαι, πόθεν ὕδατος ποτίμου χορηγίαν ἔσχον ἐν τῇ κιβωτῷ διάγοντες. Καὶ ἵνα ταῦτα παρῶ, πῶς ἠδυνήθη ὁ δίκαιος οὗτος μετὰ τῶν υἱῶν καὶ τῶν γυναικῶν τὴν μετὰ τῶν ἀλόγων καὶ τῶν θηρίων καὶ τῶν λοιπῶν πτη νῶν ἀνασχέσθαι διαγωγήν; πῶς ἤνεγκε τὴν δυσωδίαν; πῶς ἠνέσχετο τὴν σὺν αὐτοῖς οἴκησιν; Καὶ τί ταῦτα λέγω; Πῶς αὐτὰ τὰ ἄλογα ἠδυνήθη ἀντισχεῖν, καὶ μὴ διαφθαρῆναι ἐν τοσούτῳ μήκει χρόνου, μήτε ἀέρος σπάσαι δυνάμενα, μήτε κινούμενα, ἀλλ᾽ ἐν ἑνὶ τόπῳ καθειργμένα; Ἴστε γὰρ, ἴστε, ὅτι καὶ ἐπὶ τῆς ἡμετέρας φύσεως καὶ ἐπὶ τῆς τῶν ἀλόγων, κἂν ἀέρος ἀπολαύω μεν, κἂν τῶν ἄλλων ἁπάντων, διηνεκῶς δὲ ἑνὶ τόπῳ ὦμεν συγκεκλεισμένοι, οὐδὲν τὸ κωλύον ἀπολέσθαι καὶ διαφθαρῆναι. Πόθεν οὖν ἠδυνήθη ὁ δίκαιος οὗτος μετὰ πάντων τῶν ἐν τῇ κιβωτῷ τοσοῦτον διαρκέσαι χρόνον; Οὐδαμόθεν ἑτέρωθεν ἢ ἀπὸ τῆς ἄνωθεν ῥοπῆς τῆς πάντα δυναμένης. Αὐτὸ γὰρ τὸ τὴν κιβωτὸν ὧδε κἀκεῖσε περι φερομένην μὴ καταποντισθῆναι ὑπὸ τῆς τοσαύτης τῶν ὑδάτων φορᾶς, οὐδενὸς ὄντος τοῦ κυβερνῶντος, οὐ τῆς ἄνωθεν γέγονε ῥοπῆς; Οὐδὲ γὰρ ἔχεις εἰπεῖν, ὅτι ἐν πλοίου σχήματι ἦν, ὡς δύνασθαι τέχνῃ τινὶ ἡνιοχεῖν αὐτῆς τὴν πορείαν. Κιβωτὸς ἦν πάντοθεν πεφραγμένη· καὶ διὰ τὸ πρόσταγμα τοῦ δημιουργοῦ, οὐ μόνον οὐδὲν αὐτὴν ἐλυμήνατο ἡ τῶν ὑδάτων φορὰ, ἀλλὰ καὶ ὑψη λοτέρα γενομένη ἐν πολλῇ ἀσφαλείᾳ καθίστη τοὺς ἐνοι κοῦντας. Ὅταν οὖν ὁ Θεὸς ἐργάσηταί τι, ἀγαπητὲ, μὴ βούλου λογισμοῖς ἀνθρωπίνοις ἐξετάζειν τὰ παρ᾽ αὐτοῦ γινό μενα· ὑπερβαίνει γὰρ τὴν ἔννοιαν τὴν ἡμετέραν, καὶ οὐκ ἄν ποτε δυνηθείη ἀνθρωπίνη διάνοια ἐφικέσθαι καὶ καταλαβεῖν τὸν λόγον τῶν ὑπ᾽ αὐτοῦ δημιουργηθέντων. εʹ. Διὸ προσήκει ἀκούοντας ἡμᾶς ὅτι ὁ Θεὸς προσέ ταξε, πείθεσθαι καὶ εἴκειν τοῖς παρ᾽ αὐτοῦ λεγομένοις. Δημιουργὸς γὰρ ὢν τῆς φύσεως κατὰ τὸ αὐτῷ δοκοῦν ἅπαντα μεταῤῥυθμίζει καὶ μεταπλάττει. Καὶ ἔκλεισε Κύριος ὁ Θεὸς ἔξωθεν αὐτοῦ τὴν κιβωτόν. Πολλὴ τοῦ δι καίου τούτου ἡ ἀρετὴ, καὶ τῆς πίστεως ἡ ὑπερβολή. Αὕτη γὰρ, αὕτη καὶ τεκτήνασθαι τὴν κιβωτὸν παρ εσκεύασε, καὶ τὴν οἴκησιν πράως ἐνεγκεῖν, καὶ τῆς στε νοχωρίας ἀνασχέσθαι καὶ τῆς μετὰ τῶν θηρίων διαγω γῆς καὶ τῶν ἀλόγων ἁπάντων. Διὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος εἰς μνήμην αὐτοῦ ἐλθὼν, καὶ ἀνακηρύττων αὐ τὸν, ἐβόα λέγων· Πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων, εὐλαβηθεὶς κατεσκεύασε κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ, δι᾽ ἧς κατέκρινε τὸν κόσμον, καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κλη ρονόμος. Εἶδες πῶς ἡ πίστις ἡ εἰς τὸν Θεὸν καθάπερ ἄγκυρά τις ἀσφαλὴς παρεσκεύασεν αὐτὸν, καὶ τῆς κι βωτοῦ τὴν κατασκευὴν ποιήσασθαι, καὶ τῆς οἰκήσεως ἀνασχέσθαι; Αὕτη γὰρ αὐτῷ καὶ τῆς σωτηρίας ὑπόθεσις γέγονε, «Δι᾽ ἧς, φησὶ, κατέκρινε τὸν κόσμον, καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος·» οὐκ ἐπειδὴ αὐτὸς ἔκρινεν, ἀλλ᾽ ἐπειδὴ ὁ Δεσπότης συγκρίσεως τὴν κατάκρισιν ἐπάγει· τῶν γὰρ αὐτῶν ἀπολαύσαντες τῷ δικαίῳ, οὐ τὴν αὐτὴν αὐτῷ μετῆλθον τῆς ἀρετῆς ὁδόν· διὰ τῆς πίστεως μὲν οὖν, ἣν ἐπεδεί ξατο, κατέκρινεν ἐκείνους τοὺς πολλὴν τὴν ἀπιστίαν ἐπιδειξαμένους, καὶ μὴ πιστεύσαντας τῇ προῤῥήσει. Ἐγὼ δὲ μετὰ πάντων καὶ τοῦ δικαίου ἐκπλήττομαι τὴν ἀρετὴν, καὶ τοῦ Δεσπότου τὴν ἀγαθότητα καὶ τὴν ἄφατον φιλανθρωπίαν, ὅταν ἐννοήσω πῶς ἠδυνήθη μεταξὺ τῶν θηρίων διάγειν, τῶν λεόντων λέγω, καὶ τῶν παρ δάλεων, καὶ τῶν ἄρκτων, καὶ τῶν λοιπῶν τῶν ἀγρίων καὶ ἀτιθάσσων. Ἀναμνήσθητί μοι ἐνταῦθα, ἀγαπητὲ, τῆς ἀξίας ἧς ἀπήλαυεν ὁ πρωτόπλαστος πρὸ τῆς παρακοῆς, καὶ λο γίζου τοῦ Θεοῦ τὴν ἀγαθότητα. Ἐπειδὴ γὰρ ἡ παρά βασις ἐκείνου ἠκρωτηρίασε τὴν δεδομένην ἐξουσίαν, εὗρε δὲ ὁ ἀγαθὸς Δεσπότης ἕτερον ἄνδρα δυνάμενον ἀνακαλέ σασθαι τὴν ἀρχαίαν εἰκόνα, καὶ διασώζοντα τῆς ἀρετῆς τοὺς χαρακτῆρας, καὶ πολλὴν περὶ τὰς ἐντολὰς τὴν ὑπακοὴν ἐπιδεικνύμενον, πάλιν εἰς τὴν ἀρχαίαν τιμὴν αὐτὸν ἀνάγει, μονονουχὶ διδάσκων ἡμᾶς δι᾽ αὐτῶν τῶν πραγμάτων τῆς ἐξουσίας τοῦ Ἀδὰμ τὸ μέγεθος, ἢν εἶχε πρὸ τῆς παρακοῆς. Ἡ ἀρετὴ τοίνυν τοῦ δικαίου ἐπιλαβομένη τῆς τοῦ Θεοῦ φιλ ανθρωπίας, ἀνεκαλέσατο τὴν προτέραν ἀρχὴν, καὶ πάλιν τὰ θηρία τὴν ὑποταγὴν ἐπεγίνωσκον. Ἔνθα γὰρ ἂν ἴδῃ θηρία δίκαιον, ἐπιλανθάνεται τῆς οἰκείας φύσεως, μᾶλλον δὲ οὐ τῆς φύσεως, ἀλλὰ τῆς θηριωδίας, καὶ μένοντα ἐν τῇ φύσει τὴν θηριωδίαν εἰς τὴν ἡμερότητα μεταβάλλει. Καὶ ὅρα τοῦτο ἐπὶ τοῦ Δανιὴλ γινόμενον. Ὑπὸ γὰρ τῶν λεόντων κυκλούμενος, ὥσπερ ὑπὸ προβάτων δορυφορού μενος, οὕτως ἀδεῶς διῆγεν· ἡ γὰρ τοῦ δικαίου παῤῥησία ἐχαλίνου τῶν θηρίων τὴν φύσιν, καὶ οὐκ εἴα τὰ τῶν θηρίων αὐτοὺς ἐπιδείκνυσθαι. Τὸν αὐτὸν δὴ τρόπον ὁ θαυμάσιος οὗτος τὴν μετὰ τῶν θηρίων διαγωγὴν μετ᾽ εὐκολίας ἔφερε, καὶ οὔτε ἡ στενοχωρία, οὔτε ἡ τοῦ χρό νου παράτασις, οὔτε τὸ οὕτως ἐγκεκλεῖσθαι, καὶ μήτε τὸν ἀέρα ἀναπνεῖν ναρκῆσαι αὐτὸν παρεσκεύασεν, ἀλλὰ τῇ πίστει τῇ εἰς τὸν Θεὸν ἅπαντα κοῦφα αὐτῷ ἐφαίνετο, καὶ οὕτω διῆγεν ἐν τῷ χαλεπῷ ἐκείνῳ δεσμωτηρίῳ, ὡσανεὶ ἡμεῖς ἐν λειμῶσι καὶ δενδρικοῖς τόποις. Τὸ γὰρ ἐπίταγμα τοῦ Δεσπότου τὰ δυσχερῆ ῥᾴδια αὐτῷ φαίνε σθαι παρεσκεύασε. Τοιοῦτον γὰρ τῶν δικαίων τὸ ἔθος· ὅταν τι δι᾽ αὐτὸν ὑπομένουσιν, οὐ τῇ ὄψει τῶν γινομένων προσέχουσιν, ἀλλὰ τὴν ὑπόθεσιν λογιζόμενοι μετ᾽ εὐκο λίας ἅπαντα φέρουσιν. Ἐπεὶ καὶ Παῦλος, ὁ τῶν ἐθνῶν διδάσκαλος, τὰ δεσμωτήρια, τὰς ἀπαγωγὰς, τοὺς καθ ημερινοὺς κινδύνους, τὰς πολλὰς ἐκείνας καὶ ἀφορήτους θλίψεις ἐλαφρὰς ἐκάλει, οὐκ ἐπειδὴ τῇ φύσει τοιαῦται ἦσαν, ἀλλ᾽ ἐπειδὴ ἡ ὑπόθεσις τῶν γινομένων τοσαύτην αὐτῷ τὴν γνώμην κατεσκεύαζεν, ὡς μηδὲ ἐπιστρέφε σθαι πρὸς τὰ ἐπιόντα δεινά. Ἄκουε γὰρ αὐτοῦ λέγοντος· Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν καθ᾽ ὑπερβολὴν αἰώνιον βάρος δόξης ἡμῖν κατεργάζεται. Ἡ προσδοκία, φησὶ, τῆς μελλούσης καταλήψεσθαι δόξης, καὶ τῆς διηνεκοῦς ἐκείνης ἀνέσεως κούφως ἡμᾶς ποιεῖ φέρειν τὰς ἐπαλλήλους ταύτας θλίψεις, καὶ ἐλαφρὰς αὐτὰς ἡγεῖσθαι. Εἶδες ὅπως ὑποτέμνεται ὁ πρὸς τὸν Θεὸν πόθος τὴν τῶν δεινῶν ἐπίτασιν, καὶ οὐδὲ αἴσθησιν συγ χωρεῖ λαβεῖν τῶν ἐπιόντων; Διά τοι τοῦτο καὶ ὁ μακά ριος οὗτος πάντα πράως ἔφερε, τῇ πίστει τῇ εἰς τὸν Θεὸν καὶ τῇ ἐλπίδι τρεφόμενος. Καὶ ἔκλεισε, φησὶ, Κύ ριος ὁ Θεὸς ἔξωθεν αὐτοῦ τὴν κιβωτόν. Καὶ ἐγένετο ὁ κατακλυσμὸς τεσσαράκοντα ἡμέρας καὶ τεσσαρά κοντα νύκτας ἐπὶ τῆς γῆς, καὶ ἐπεφέρετο ἡ κιβωτός. Σκόπει πάλιν πῶς τῇ διηγήσει αὔξει τὸν φόβον, καὶ ἐξ ογκοῖ τὸ γεγενημένον. Ἐγένετο γὰρ, φησὶν, ὁ κατα κλυσμὸς τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας, καὶ ἐπληθύνθη τὸ ὕδωρ, καὶ ἐπῆρε τὴν κι βωτὸν, καὶ ὑψώθη ἀπὸ τῆς γῆς. Καὶ ἐπεκράτει τὸ ὕδωρ, καὶ ἐπληθύνετο σφόδρα ἐπὶ τῆς γῆς, καὶ ἐπ εφέρετο ἡ κιβωτὸς ἐπάνω τοῦ ὕδατος· τὸ δὲ ὕδωρ ἐπεκράτει σφόδρα σφοδρῶς ἐπὶ τῆς γῆς.


ϛʹ. Ὅρα πῶς ἀκριβῶς ἡμῖν διηγεῖται τὴν πολλὴν τῶν ὑδάτων φορὰν, καὶ ὅτι ἐφ᾽ ἑκάστης αὔξησιν ἐλάμβανεν ἡ πλημμύρα τῶν ὑδάτων. Ἐπεκράτει γὰρ τὸ ὕδωρ, φησὶ, σφόδρα σφοδρῶς, καὶ ἐπεκάλυψε πάντα τὰ ὄρη τὰ ὑψηλὰ, ἃ ἦν ὑποκάτω τοῦ οὐρανοῦ. Δεκαπέντε πή χεις ἐπάνω ὑψώθη τὸ ὕδωρ, καὶ ἐπέκλυζεν ἅπαντα τὰ ὄρη. Εἰκότως ᾠκονόμησεν ὁ φιλάνθρωπος Δεσπότης κλεισθῆναι τὴν κιβωτὸν, ὥστε μὴ ὁρᾷν τὸν δίκαιον τὰ γινόμενα. Εἰ γὰρ ἡμεῖς μετὰ τοσοῦτον ἐτῶν ἀριθμὸν, καὶ μετὰ τοσαύτας γενεὰς ἀκούοντες μόνον τῆς Γραφῆς τὴν διήγησιν συστελλόμεθα, καὶ ἐν ἀμηχανίᾳ γινόμεθα, τί εἰκὸς ἦν τὸν δίκαιον ἐκεῖνον παθεῖν, εἴ γε τοῖς ὀφθαλμοῖς ἑώρα τὴν ἄβυσσον ἐκείνην τὴν ἀφόρητον; Πῶς γὰρ ἂν ἠδυνήθη κἂν πρὸς βραχὺ ἀντισχεῖν; οὐχὶ δὲ εὐ θέως ἐκ πρώτης ὄψεως ἂν ἐξέστη τῆς ψυχῆς ἀποστάσης, καὶ μηκέτι δυνηθείσης ἐνεγκεῖν τῶν τοσούτων δεινῶν τὴν θέαν; Ἐννόει γάρ μοι, ἀγαπητὲ, πῶς νῦν μικρᾶς ἐπομβρίας γενομένης ἐναγώνιοι γινόμεθα, περὶ τοῦ παν τὸς δεδοίκαμεν, περὶ αὐτῆς, ὡς εἰπεῖν, τῆς ζωῆς ἀπα γορεύομεν. Τί τοίνυν εἰκὸς ἦν τὸν δίκαιον ἐκεῖνον τότε παθεῖν πρὸς τοσοῦτον ὕψος ὁρῶντα τὰ ὕδατα κορυφού μενα; Ἐπάνω γὰρ, φησὶ, τῶν ὀρέων δεκαπέντε πή χεις ὑψώθη τὸ ὕδωρ. Ἀναμνήσθητί μοι ἐνταῦθα, ἀγα πητὲ, τῶν παρὰ τοῦ Δεσπότου ῥηθέντων, ὅτε ἔλεγεν· Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας· καὶ πάλιν· Ἐφθάρη ἡ γῆ, καὶ ἐπλήσθη ἡ γῆ τῆς ἀδικίας· καὶ, Εἶδε Κύριος τὴν γῆν, καὶ ἦν κατεφθαρμένη, ὅτι κατ έφθειρε πᾶσα σὰρξ τὴν ὁδὸν αὐτῆς. Ἐπεὶ τοίνυν ὁλοκλήρου καθαρσίου ἐδεῖτο ἡ οἰκουμένη, καὶ ἐχρῆν αὐ τὴν ἅπαντα τὸν ῥύπον ἀποκαθάρασθαι, καὶ τὴν ζύμην ἅπασαν τῆς προλαβούσης πονηρίας ἀναιρεθῆναι, καὶ μηδὲ ἴχνος τῆς κακίας ἀπολειφθῆναι, ἀλλ᾽ ὥσπερ ἀνα στοιχείωσίν τινα γενέσθαι, καθάπερ τεχνίτης ἄριστος, ἐπειδὰν λάβῃ σκεῦος ὑπὸ τοῦ χρόνου παλαιωθὲν καὶ κα ταδαπανηθὲν, ὡς εἰπεῖν, ὑπὸ τοῦ ἰοῦ, καὶ εἰς τὸ πῦρ ἐμβαλὼν, καὶ παρασκευάσας πάντα τὸν ἰὸν ἀποθέ σθαι, μεταπλάττει καὶ μετασκευάζει, καὶ εἰς τὴν ἀρχαίαν εὐμορφίαν ἐπανάγει· οὕτω καὶ ὁ Δεσπότης ὁ ἡμέτερος ἅπασαν τὴν οἰκουμένην διὰ τοῦ τότε κατακλυσμοῦ κα θάρας, καὶ ὡς εἰπεῖν, ἐλευθερώσας τῆς κακίας τῶν ἀν θρώπων, καὶ τοῦ μολυσμοῦ, καὶ τῆς φθορᾶς τῆς πολλῆς, λαμπροτέραν αὐτὴν ἀπειργάσατο, ἄνωθεν ἡμῖν δείξας αὐτῆς φαιδρὸν τὸ πρόσωπον, καὶ οὐ συγχωρήσας οὐδὲ ἴχνος τῆς προτέρας ἀμορφίας καταλειφθῆναι. Ὑψώθη, φησὶν, ἐπάνω τῶν ὀρέων δεκαπέντε πήχεις τὸ ὕδωρ. Οὐχ ἁπλῶς ἡμῖν ταῦτα διηγεῖται ἡ Γραφὴ, ἀλλ᾽ ἵνα μά θωμεν, ὅτι οὐ μόνον ἄνθρωποι, καὶ κτήνη, καὶ τετρά ποδα, καὶ ἑρπετὰ ὑποβρύχια γέγονεν, ἀλλὰ καὶ τὰ πε τεινὰ τοῦ οὐρανοῦ, καὶ ὅσα ἐν τοῖς ὄρεσι διῃτᾶτο, θηρία λέγω καὶ ἕτερα ἄλογα ζῶα. Διὰ τοῦτό φησι, Καὶ ὑψώθη ἐπάνω τῶν ὀρέων δεκαπέντε πήχεις, ἵνα μάθῃς ὅτι τὰ τῆς ἀποφάσεως τοῦ Δεσπότου εἰς ἔργον ἐξῆλθεν· ἔλεγε γὰρ, ὅτι Ἔτι ἑπτὰ ἡμέραι, καὶ ἐπάγω κατακλυσμὸν ἐπὶ τὴν γῆν, καὶ ἐξαλείψω ἅπασαν τὴν ἐξανάστα σιν, ἢν ἐποίησα, ἀπὸ προσώπου τῆς γῆς, ἀπὸ ἀν θρώπου ἕως κτήνους, καὶ ἀπὸ ἑρπετῶν ἕως πετεινῶν τοῦ οὐρανοῦ. Οὐχ ἵνα τοίνυν ἁπλῶς τὴν εἰς ὕψος τῶν ὑδάτων κορυφὴν ἡμᾶς διδάξῃ, ἡ θεία Γραφὴ ταῦτα δι ηγεῖται, ἀλλ᾽ ἵνα μετὰ τούτου συνιδεῖν δυνηθῶμεν, ὅτι οὐδὲν ὅλως, οὐ τῶν ἀλόγων, οὐ τῶν θηρίων, οὐ τῶν κτη νῶν ὑπελείφθη, ἀλλὰ πάντα ἐξηλείφθη μετὰ τοῦ τῶν ἀνθρώπων γένους. Ἐπειδὴ δι᾽ αὐτὸν ἅπαντα ταῦτα παρ ήχθη, τούτου μέλλοντος ἀφανίζεσθαι, εἰκότως καὶ ταῦτα συναπολαύει τῆς ἀπωλείας. Εἶτα ἐπειδὴ ἐδίδαξεν ἡμᾶς εἰς ὅσον ὕψος ἐκορυφώθη τῶν ὑδάτων ἡ φύσις, καὶ ὅτι ὑπερανέβη τὰς κορυφὰς τῶν ὁρέων ἑτέρους δέκα πέντε πήχεις, τὴν ἑαυτῆς ἀκρίβειαν μιμουμένη πάλιν φησί· Καὶ ἀπέθανε πᾶσα σὰρξ κινουμένη ἐπὶ τῆς γῆς, καὶ πετεινῶν, καὶ τῶν θηρίων, καὶ πᾶν ἑρπετὸν κινού μενον ἐπὶ τῆς γῆς, καὶ πᾶς ἄνθρωπος, καὶ πάντα ὅσα ἔχει πνοὴν ζωῆς, καὶ πᾶς ὃς ἦν ἐπὶ τῆς ξηρᾶς ἀπέθανεν. Οὐχ ἁπλῶς ᾐνίξατο λέγουσα, Καὶ πᾶς ὃς ἦν ἐπὶ τῆς ξηρᾶς, ἀλλ᾽ ἵνα σε διδάξῃ, ὅτι πάντες μὲν ἀπ ολώλασιν, ὁ δὲ δίκαιος μόνος μετὰ τῶν ἐν τῇ κιβωτῷ πάν των διεσώθη. Ἐκεῖνοι γὰρ προλαβόντες, κατὰ τὴν τοῦ Θεοῦ διαταγὴν καταλιπόντες τὴν ξηρὰν, τὴν κιβωτὸν κατέλα βον. Καὶ ἐξήλειψε πᾶν τὸ ἀνάστημα, ὃ ἦν ἐπὶ προσ ώπου πάσης τῆς γῆς, ἀπὸ ἀνθρώπου ἕως κτήνων, καὶ ἑρπετῶν, καὶ πετεινῶν τοῦ οὐρανοῦ, καὶ ἐξηλεί φθησαν ἀπὸ τῆς γῆς. Ὅρα πῶς καὶ ἅπαξ καὶ δεύτερον καὶ πολλάκις τὴν πανωλεθρίαν διδάσκει τὴν γεγενημένην, καὶ ὅτι οὐδὲν τῶν ὄντων διέφυγεν, ἀλλὰ πάντες ὑπὸ τῶν ὑδάτων ἀπεπνίγησαν, καὶ τὸ τῶν ἀνθρώπων γένος, καὶ τὸ τῶν ἀλόγων. Καὶ κατελείφθη, φησὶ, μόνος Νῶε, καὶ οἱ μετ᾽ αὐτοῦ ἐν τῇ κιβωτῷ. Καὶ ὑψώθη τὸ ὕδωρ ἐπὶ τῆς γῆς ἑκατὸν πεντήκοντα ἡμέρας. Ἐπὶ το σαύτας, φησὶν, ἡμέρας ἔμεινε κορυφούμενον τὸ ὕδωρ. Ἐννόει μοι πάλιν ἐνταῦθα τοῦ δικαίου τὴν μεγαλοψυχίαν καὶ τῆς ἀνδρείας τὴν ὑπερβολήν. Τί οὐκ ἂν ἔπαθεν ὑπο γράφων τῇ διανοίᾳ καὶ ὁρῶν, ὡς εἰπεῖν, τῷ λογισμῷ τὰ σώματα τὰ ἀνθρώπινα, καὶ τὰ τῶν κτηνῶν, τῶν καθαρῶν καὶ τῶν ἀκαθάρτων, τὸν κοινὸν θάνατον ὑπο μείναντα, καὶ ὁμοῦ πεφυρμένα, καὶ οὐδεμίαν διαφορὰν γενομένην; Καὶ μετὰ τούτου πάλιν, ἐπειδὰν τὸ καθ᾽ ἑαυτὸν ἀναλογιζόμενος, τὴν μόνωσιν, τὴν ἐρημίαν, τὴν διαγωγὴν ἐκείνην τὴν ὀδυνηρὰν, καὶ οὐδεμίαν οὐδαμόθεν παραμυθίαν, οὐκ ἀπὸ συντυχίας, οὐκ ἀπὸ θέας, ἀλλ᾽ οὐδὲ τὸν χρόνον εἰδὼς ἀκριβῶς, πόσον ἤμελλεν ἀνέχεσθαι τῆς ἐν τῷ δεσμωτηρίῳ ἐκείνῳ διαγωγῆς; Ἕως γὰρ ὁ κτύπος τῶν ὑδάτων καὶ ὁ πάταγος ἦν, καθ᾽ ἑκάστην ἡμέ ραν ἀκμάζοντα αὐτῷ τὸ φόβον ἐνειργάζετο. Τί γὰρ ἦν εἰκὸς αὐτὸν χρηστὸν ὑποπτεῦσαι, ὁρῶντα ἐπὶ ἑκατὸν πεντήκοντα ἡμέρας ἐπὶ τῆς ταυτότητος τὰ ὕδατα μέ νοντα, καὶ εἰς ὕψος ἐγειρόμενα, καὶ οὐδὲ τὸ τυχὸν λήγον τα; Ἀλλ᾽ ὅμως ἔφερε γενναίως, εἰδὼς τοῦ Δεσπότου τὸ εὐμήχανον, καὶ ὅτι δημιουργὸς ὢν τῆς φύσεως ἅπαντα ποιεῖ καὶ μετασκευάζει πρὸς ὃ βούλεται, καὶ οὐκ ἐδυσχέ ραινε πρὸς τὴν ἐκεῖσε διαγωγήν. Ἡ γὰρ τοῦ Θεοῦ ῥοπὴ συνεφαπτομένη ἐνεύρου αὐτοῦ τὴν προθυμίαν, καὶ ἀρ κοῦσαν παρεῖχε παραμυθίαν, οὐκ ἀφιεῖσα καταπεσεῖν τοὺς λογισμοὺς, καὶ οὐδὲ ἀγεννές τι καὶ ἄνανδρον λογί σασθαι. Ἐπειδὴ γὰρ προλαβὼν τὰ παρ᾽ ἑαυτοῦ παρέσχε, τῆς ἀρετῆς τὴν ἀκρίβειαν, τῆς δικαιοσύνης τὴν ἐπίτασιν, τῆς πίστεως τὴν ὑπερβολὴν, καὶ τὰ παρὰ τοῦ Δεσπότου λοιπὸν αὐτῷ μετὰ δαψιλείας ἐχορηγεῖτο, ἡ ὑπομονὴ, ἡ ἀνδρεία, τὸ πράως ἅπαντα φέρειν, τὸ ἀνασχέσθαι τῆς οἰκήσεως τῆς ἐν τῇ κιβωτῷ, τὸ μηδεμίαν λύμην ἐκεῖθεν δέξασθαι, τὸ μὴ διαφθαρῆναι, μηδὲ δυσχερᾶναι τὴν μετὰ τῶν ἀλόγων διαγωγήν. ζʹ. Τοῦτον οὖν, παρακαλῶ, τὸν δίκαιον καὶ ἡμεῖς μιμώ μεθα, καὶ τὰ παρ᾽ ἑαυτῶν σπουδάζωμεν εἰσφέρειν, ἵνα ἀξίους ἑαυτοὺς κατασκευάσωμεν τῶν παρὰ τοῦ Θεοῦ δω ρεῶν. Διὰ τοῦτο γὰρ ἀναμένει τὰς παρ᾽ ἡμῶν ἀφορμὰς, ἵνα πολλὴν ἐπιδείξηται τὴν φιλοτιμίαν. Μὴ τοίνυν διὰ ῥᾳθυμίαν ἀποστερῶμεν ἑαυτοὺς τῶν παρ᾽ αὐτοῦ δωρεῶν. ἀλλὰ σπεύδωμεν, καὶ ἐπειγώμεθα τῆς ἀρχῆς ἐπιλαβέ σθαι, καὶ τῆς ὁδοῦ τῆς ἐπὶ τὴν ἀρετὴν ἅψασθαι, ἵνα τῆς ἄνωθεν συμμαχίας ἀπολαύοντες, καὶ πρὸς τὸ τέλος φθά σαι δυνηθῶμεν. Οὐδὲ γὰρ οἷόν τέ τι χρηστὸν ἡμᾶς ποτε κατορθῶσαι μὴ τῆς ἄνωθεν ῥοπῆς ἀπολαύσαντας. Καθά περ οὖν εἰς ἄγκυραν ἀσφαλῆ καὶ βεβαίαν ἐξαρτήσαντες ἑαυτοὺς τῆς εἰς τὸν Θεὸν ἐλπίδος, οὕτως ὦμεν, καὶ μὴ πρὸς τὸν πόνον βλέπωμεν τῆς ἀρετῆς, ἀλλὰ τὴν μετὰ τὸν πόνον ἀμοιβὴν λογιζόμενοι κούφως ἅπαντα φέρωμεν. Ἐπεὶ καὶ ἔμπορος, ἐπειδὰν τὸν λιμένα ἐκβαίνῃ, καὶ τοῦ πελάγους ἐν μέσῳ γένηται, οὐ τοὺς πειρατὰς, καὶ τὰ ναυάγια, καὶ τὰ θηρία τὰ κατὰ θάλασσαν, καὶ τὰς τῶν ἀνέμων ἐμβολὰς, καὶ τοὺς ἐπαλλήλους χειμῶνας, καὶ ἀποτυχίας λογίζεται μόνον, ἀλλὰ καὶ τὰ μετὰ τὸ διαφυγεῖν ταῦτα προσγινόμενα κέρδη, καὶ τῇ ἐλπίδι τρεφό μενος ἅπαντα μετ᾽ εὐκολίας καταδέχεται τὰ προλαβόντα μοχθηρὰ, ἵνα πλείονα περιβάληται χρήματα, καὶ οὕτως οἴκαδε ἐπανέλθῃ. Καὶ ὁ γηπόνος δὲ οὐ τοὺς κατὰ τὴν γεωργίαν μόχθους ἐννοεῖ μόνον, καὶ τὰς ἐπομβρίας, καὶ τῆς γῆς τὴν ἀποτυχίαν, καὶ τῆς ἐρυσίβης τὴν ἔφοδον, καὶ τῶν ἀκρίδων τὴν λύμην, ἀλλὰ καὶ τὴν ἅλω καὶ τὰ δράγματα ὑπογράφων τοῖς λογισμοῖς, ἅπαντα φέρει γεν ναίως, οὐδεμίαν τῶν πόνων αἴσθησιν λαμβάνων διὰ τὴν τῶν χρηστῶν προσδοκίαν, καίτοι ἀδήλου τῆς ἐλπίδος οὔσης, ἀλλ᾽ ὅμως ταῖς χρηστοτέραις ἐλπίσι τρεφόμενος, οὐκ ἀπαγορεύει πρὸς τοὺς πόνους, ἀλλὰ πάντα τὰ παρ᾽ ἑαυτοῦ εἰσφέρει, ἀναμένων τῶν πόνων λαβεῖν τὰς ἀμοι βάς. Καὶ ὁ στρατιώτης δὲ πάλιν ὅπλα περιτίθεται, καὶ εἰς τὸν πόλεμον ἔξεισι, καὶ οὐκ ἐννοεῖ μόνον τὰ τραύ ματα καὶ τὰς σφαγὰς, καὶ τὰς τῶν πολεμίων ἐφόδους, καὶ τὰς ἄλλας ταλαιπωρίας, ἀλλὰ τὴν νίκην καὶ τὰ τρό παια ἑαυτῷ ὑπογράφων, οὕτω τὴν τῶν ὅπλων παντευ χίαν περιβάλλεται, καὶ ἀδηλίας πολλῆς οὔσης καὶ ἀπο τυχίας, πάντα τοιοῦτον ἀπωσάμενος λογισμὸν, καὶ χρη στὰς ἐλπίδας ἑαυτῷ ὑπογράφων, πάντα ὄκνον ἀποτίθε ται, καὶ λαβὼν τὰ ὅπλα πρὸς τὴν τῶν πολεμίων παρά ταξιν ὁρμᾷ. Εἰ τοίνυν, ἀγαπητοὶ, καὶ ἔμπορος, καὶ γηπόνος, καὶ στρατιώτης, ἔνθα καὶ ἄδηλος ἡ ἐλπὶς, καὶ ἀποτυχίαι πλείους, καὶ τὰ κωλύματα, καθάπερ ἠκού σατε, πολλὰ καὶ διάφορα, καὶ ὅμως οὐδεὶς τούτων ἀπ αγορεύων πρὸς τοὺς πόνους ἀφίσταται τῆς χρηστοτέρας ἐλπίδος, ποίας ἂν ἡμεῖς συγγνώμης τύχοιμεν ἀποκνοῦν τες πρὸς τὴν ἀρετὴν, καὶ οὐχὶ πάντα πόνον αὐτομάτως καταδεχόμενοι, οὕτως ἀσφαλοῦς οὔσης τῆς ἐλπίδος, καὶ τοσούτων ἀποκειμένων ἡμῖν τῶν ἀγαθῶν, καὶ μετὰ πολλῆς τῆς περιουσίας νικώσης τῆς ἀμοιβῆς πάντα τὰ παρ᾽ ἡμῶν γινόμενα; Ἄκουε τοίνυν τοῦ μακαρίου Παύ λου λέγοντος μετὰ τοσαύτας καὶ τηλικαύτας θλίψεις, καὶ τὰς ἀπαγωγὰς, καὶ τὰ δεσμωτήρια, καὶ τοὺς θανάτους τοὺς καθημερινούς· Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Κἂν καθ᾽ ἑκάστην ἡμέραν, φησὶ, θανάτοις ἑαυτοὺς ἐκδῶμεν, ὅπερ ἡ φύσις οὐ δέχεται, εἰ καὶ ἡ γνώμη νικῶσα τὴν φύσιν διὰ τὴν τοῦ Δεσπότου φιλαν θρωπίαν στεφανοῦται, οὐδὲν ἄξιον ὑπομένομεν τῶν μελ λόντων ἡμᾶς, φησὶ, διαδέχεσθαι τῶν ἀγαθῶν, καὶ τῆς δόξης τῆς μελλούσης ἀποκαλύπτεσθαι εἰς ἡμᾶς. Ὅρα πόσον τῆς δόξης τὸ μέγεθος ἧς ἀπολαύουσιν οἱ τὴν ἀρε τὴν μεταδιώκοντες, ὡς νικᾷν αὐτὴν πάντα, ὅσαπερ ἄν τις ἐπιδείξασθαι δυνηθῇ· κἂν γὰρ εἰς αὐτὴν τὴν κορυ φὴν φθάσῃ, καὶ οὕτω λείπεται. Τί γὰρ τοσοῦτον ἄνθρω πος ἐπιδείξασθαι δύναται, ὡς ἐπαξίως ἀθλῆσαι τῆς τοῦ Δεσπότου φιλοτιμίας; Εἰ δὲ Παῦλος ὁ τοσοῦτος καὶ τη λικοῦτος ἔλεγεν, Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν και ροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ἡμᾶς, ὁ λέγων, Καθ᾽ ἡμέραν ἀποθνήσκω, καὶ πάλιν, Περισσότερον πάντων ἐκοπίασα· τί ἂν εἴποιμεν ἡμεῖς, οἱ μηδὲ τὸν τυχόντα κάματον ὑπὲρ τῆς ἀρετῆς ἀναδέ ξασθαι βουλόμενοι, ἀλλ᾽ ἀεὶ τὴν ἄνεσιν μεταδιώκοντες, καὶ τοῦτο περισκοποῦντες, ὅπως μηδεμίαν πεῖραν λάβωμεν τῶν λυπηρῶν, καὶ ταῦτα εἰδότες, ὅτι οὐχ οἷόν τε ἑτέρως τῆς ἐκεῖ τυχεῖν ἀνέσεως, μὴ πρότερον ἐνταῦθα τὸν διὰ τῆς ἀθλήσεως ποθήσαντας βίον; Αἱ γὰρ θλίψεις αὗται πρόξενοι γίνονται τῆς πρὸς τὸν Θεὸν εὐαρεστήσεως, καὶ τὸ μικρὸν ἐνταῦθα κάμνειν πολλὴν ἡμῖν ἐκεῖ τὴν παῤ ῥησίαν χαρίζεται, μόνον ἐὰν βουλώμεθα κατὰ τὴν συμ βολὴν τούτου τοῦ τῆς οἰκουμένης διδασκάλου πορεύεσθαι. Ἐννόει, ἀγαπητὲ, ὅτι κἂν λυπηρὰ ᾖ τὰ συμπίπτοντα, ἀλλὰ πρόσκαιρα· τὰ μέντοι ἐκεῖ διαδεξόμενα ἡμᾶς ἀγα θὰ, ἀθάνατα καὶ αἰώνια. Τὰ γὰρ βλεπόμενα, φησὶ, πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα, αἰώνια. Ἐνέγκω μεν τοίνυν γενναίως τὰ πρόσκαιρα, καὶ μὴ ἀποκάμωμεν πρὸς τοὺς τῆς ἀρετῆς πόνους, ἵνα τῶν αἰωνίων ἀπολαύ σωμεν, καὶ ἀεὶ μενόντων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Κϛʹ.

Καὶ ἐμνήσθη ὁ Θεὸς τοῦ Νῶε, καὶ πάντων τῶν θη ρίων, καὶ πάντων τῶν κτηνῶν, καὶ πάντων τῶν πετεινῶν, καὶ πάντων τῶν ἑρπετῶν, ὅσα ἦν μετ᾽ αὐτοῦ ἐν τῇ κιβωτῷ. Καὶ ἐπήγαγεν ὁ Θεὸς πνεῦμα ἐπὶ τὴν γῆν, καὶ ἐκόπασε τὸ ὕδωρ.αʹ. Μεγάλη καὶ ἄφατος ἐν τοῖς πρόσφατον ἀναγνωσθεῖσι δείκνυται ἡ τοῦ Θεοῦ φιλανθρωπία, καὶ τῆς ἀγαθότητος αὐτοῦ ἡ ὑπερβολὴ, ἣν οὐ μόνον περὶ τὸ λογικὸν τοῦτο ζῶον ἐπιδείκνυται, τὸν ἄνθρωπον λέγω, ἀλλὰ καὶ περὶ τὴν τῶν ἀλόγων ζώων φύσιν. Δημιουργὸς γὰρ τῶν ἁπάν των τυγχάνων, εἰς πάντα τὰ ὑπ᾽ αὐτοῦ δημιουργηθέντα τὴν οἰκείαν ἐκτείνει ἀγαθότητα, διὰ πάντων ἡμῖν ἐνδει κνύμενος, ὅσην ποιεῖται πρόνοιαν τοῦ τῶν ἀνθρώπων γένους, καὶ ὅτι πάντα ἄνωθεν καὶ ἐξ ἀρχῆς ἐπραγματεύ σατο διὰ τὴν σωτηρίαν τὴν ἡμετέραν. Κἂν κολάζῃ τοί νυν, κἂν τιμωρῆται, ἀπὸ τῆς αὐτῆς ἀγαθότητος καὶ ταῦτα κἀκεῖνα ποιεῖ. Οὐδὲ γὰρ πάθει καὶ ὀργῇ τὰς τι μωρίας ἐπάγει, ἀλλὰ τὴν κακίαν ἐγκόψαι βουλόμενος, καὶ ὥστε μὴ πάνυ αὐτὴν προβῆναι. Ἐπεὶ καὶ νῦν, ὡς ἀκούετε, κατακλυσμὸν δι᾽ οὐδὲν ἕτερον ἐπήγαγεν, ἀλλὰ κηδόμενος τῶν πρὸς τοσαύτην κακίαν ἑαυτοὺς ἐκδεδω κότων. Καὶ ποία, φησὶ, κηδεμονία, τὸ πάντας ὑπὸ τῶν ὑδάτων ἀναιρεθῆναι; Μὴ ἀπερισκέπτως φθέγγου, ἄν θρωπε, ἀλλ᾽ εὐγνώμονι διανοίᾳ τὰ παρὰ τοῦ Δεσπότου γινόμενα δέχου, καὶ τότε γνώσῃ, ὅσης καὶ τοῦτο μάλιστα κηδεμονίας. Τὸ γὰρ τοὺς τὰ ἀνήκεστα ἁμαρτάνοντας, καὶ καθ᾽ ἑκάστην ἡμέραν τὰ τραύματα ἐπιτείνοντας, καὶ τὰ ἕλκη ἀνίατα ἐργαζομένους, ἐκ τῆς κακίας ἀπαλλάτ τειν, οὐχὶ κηδεμονίας ἦν τῆς μεγίστης; Καὶ αὐτὸς δὲ ὁ τῆς τιμωρίας τρόπος οὐ πάσης γέμει φιλανθρωπίας; Τὸ γὰρ τοὺς καὶ ἄνευ τούτου μέλλοντας τὸ τῆς φύσεως χρέος ἐκτίνειν, οὕτως ἀλύπως ἐν μέρει τιμωρίας τὴν ζωὴν ἀποθέσθαι, καὶ μήτε αἴσθησιν τοῦ γεγενημέ νου λαβεῖν, ἀλλ᾽ ἀνωδύνως καὶ ἀναλγητὶ τὴν τιμωρίαν δέξασθαι, πόσης οὐκ ἂν εἴη σοφίας καὶ ἀγαθότητος; Καὶ αὐτὸ γὰρ πάλιν εἴ τις εὐσεβεῖ λογισμῷ καταμάθοι τὸ γε γενημένον, ὅτι οὐκ εἰς τοὺς τιμωρηθέντας μόνον τὰ τῆς εὐεργεσίας γέγονεν, ἀλλὰ καὶ οἱ εἰς τὸ ἑξῆς μέλλοντες ἔσεσθαι δύο τὰ μέγιστα ἐντεῦθεν ἐκαρπώσαντο ἀγαθὰ, [τό τε μὴ ἁλῶναι ἐν τοῖς αὐτοῖς, καὶ τὸ ἐκ τούτων τῶν γεγενημένων σωφρονεστέρους γεγενῆσθαι,] πόσην οὐκ ὤφειλον τῷ Θεῷ χάριν ὑπὲρ τούτων ὁμολογεῖν, ὅτι καὶ τῇ τιμωρίᾳ ἐκείνων καὶ τῷ δέει τοῦ μὴ τὰ αὐτὰ παθεῖν σωφρονέστεροι γεγόνασιν οἱ μετὰ ταῦτα, καὶ τῷ ἁπά σης τῆς κακίας καὶ πονηρίας τὴν ζύμην ἀναιρεθῆναι, καὶ μηδένα καταλειφθῆναι διδάσκαλον αὐτοῖς τῆς κακίας καὶ τῆς πονηρίας; Εἶδες πῶς καὶ αἱ κολάσεις αὐτοῦ καὶ αἱ τιμωρίαι εὐεργεσίαι μᾶλλόν εἰσι, καὶ τὴν πρόνοιαν αὐτοῦ μάλιστα τὴν περὶ τὴν τῶν ἀνθρώπων φύσιν δει κνύουσι; Καὶ εἴ τις βουληθείη ἄνωθεν καὶ ἐξ ἀρχῆς ταῦτα ἀπαριθμήσασθαι, εὑρήσει ἀπὸ τοῦ αὐτοῦ σκοποῦ ἁπάσας τὰς τιμωρίας ἐπάγοντα τοῖς ἡμαρτηκόσιν. Ἐπεὶ καὶ τὸν Ἀδὰμ, ἡνίκα παρέβη, οὐ κολάζων μόνον, ἀλλὰ καὶ εὐ εργετῶν ἐξέβαλε τοῦ παραδείσου. Καὶ ποία, φησὶν, εὐ εργεσία τὸ ἐκπεσεῖν τῆς ἐν τῷ παραδείσῳ διαγωγῆς; Μὴ ἁπλῶς τοῖς γινομένοις πρόσεχε, ἀγαπητὲ, μηδὲ παρ έργως τὰ παρὰ τοῦ Θεοῦ γινόμενα καταμάνθανε, ἀλλὰ πρὸς τὸ βάθος κατόπτευε τῆς πολλῆς αὐτοῦ ἀγαθότητος, καὶ εὑρήσεις ἅπαντα διὰ τοῦτο παρ᾽ αὐτοῦ γινόμενα. Εἰπὲ γάρ μοι, εἰ καὶ μετὰ τὴν παράβασιν τῶν αὐτῶν ἀπήλαυσεν ὁ Ἀδὰμ, ποῦ οὐκ ἂν ἐξεκυλίσθη; Εἰ γὰρ μετὰ τοσαύτας παραγγελίας ἀνασχέσθαι κατεδέξατο τῆς ἀπάτης τοῦ ὄφεως, καὶ τὴν ἐπιβουλὴν δέξασθαι τοῦ δια βόλου, ἣν δι᾽ αὐτοῦ προσήγαγε τῇ τῆς ἰσοθεῖας ἐλπίδι φυσήσας αὐτοὺς, καὶ εἰς τὴν τῆς παραβάσεως ἁμαρτίαν ἐμβαλὼν, εἰ καὶ μετὰ ταῦτα ἐπὶ τῆς αὐτῆς ἔμενεν ἀξίας καὶ διαγωγῆς, πῶς οὐκ ἂν πολλῷ μᾶλλον ἀξιοπιστότερον ἡγήσατο τὸν πονηρὸν ἐκεῖνον δαίμονα τοῦ τῶν ὅλων δη μιουργοῦ, καὶ μείζονα τῆς οἰκείας ἀξίας πάλιν ἐφαντά σθη; Καὶ γὰρ τοιαύτη τῶν ἀνθρώπων ἡ φύσις· ὅταν ἁμαρτάνουσα μὴ ἀναχαιτίζηται, ἀλλ᾽ ἀδείας ἀπολαύει, περαιτέρω προϊοῦσα κατὰ κρημνῶν ἄπεισιν. Ἄλλως δὲ καὶ ἑτέρωθεν ἔχω δεῖξαι, ὅτι φιλανθρωπίαν τὴν ἑαυτοῦ ἐπιδεικνύμενος καὶ ἐξελθεῖν αὐτὸν τοῦ παραδείσου προσ έταξε, καὶ τῷ τοῦ θανάτου ἐπιτιμίῳ ὑπεύθυνον κατ έστησε, τῇ μὲν ἐκβολῇ, καὶ τῷ πλησίον κατοικίσαι σω φρονέστερον ἐργαζόμενος καὶ εἰς τὸ ἑξῆς ἀσφαλέστερον, καὶ διὰ τῶν ἔργων αὐτὸν διδάσκων τοῦ ἀπατεῶνος τὴν ἐπιβουλήν. Τὸ δὲ τοῦ θανάτου ἐπιτίμιον πάλιν διὰ τοῦτο ἐπήγαγεν, ἵνα μὴ λοιπὸν διὰ τῆς παρακοῆς τῇ ἁμαρτίᾳ ὑπεύθυνος γεγονὼς ἀθάνατα ἁμαρτάνῃ. Οὐ δοκεῖ οὖν σοι ταῦτα πάντα τῆς μεγίστης εἶναι φιλανθρωπίας, καὶ τὸ ἐκβαλεῖν τοῦ παραδείσου, καὶ τὸ τιμωρήσασθαι τῷ τοῦ θανάτου ἐπιτιμίῳ; Ἔχω δὲ καὶ ἕτερόν τι προσθεῖναι. Ποῖον δὴ τοῦτο; Ὅτι καὶ ταύτην αὐτῷ τὴν ἀγανά κτησιν ἐπήγαγεν, οὐκ εἰς αὐτὸν μόνον περιιστῶν τὰ τῆς εὐεργεσίας, ἀλλὰ καὶ τοὺς ἑξῆς βουλόμενος διὰ τῶν εἰς ἐκεῖνον γεγενημένων σωφρονίσασθαι. Εἰ γὰρ, καὶ τούτων γενομένων, ὁ ἐξ αὐτοῦ τεχθεὶς, ὁ Κάϊν λέγω, ὁρῶν ἐν ὀφθαλμοῖς τοῦ πατρὸς τὴν ἐκ τοῦ παραδείσου ἐκβολὴν, τῆς δόξης ἐκείνης τῆς ἀφάτου τὴν ἔκπτωσιν, τῆς κατάρας ἐκείνης τὸ μέγεθος τῆς λεγούσης, Γῆ εἰ, καὶ εἰς γῆν ἀπελεύσῃ, οὐδὲ οὕτως ἐσωφρονίσθη, ἀλλὰ μείζοσι κακοῖς ἑαυτὸν περιέπειρεν· εἰ μὴ εἶδε τὰ εἰς τὸν πατέρα γεγενημένα, ποῦ οὐκ ἂν μανίας ἤλασε; Καὶ τὸ δὴ θαυμαστὸν, ὅτι καὶ αὐτὸν τὸν τὰ τοιαῦτα ἡμαρτη κότα καὶ τῷ ἐναγεῖ φόνῳ τὴν δεξιὰν μολύναντα τιμωρού μενος, φιλανθρωπίᾳ τὴν τιμωρίαν ἐκέρασε.


βʹ. Καὶ ἵνα μάθῃς ἐκ τῶν εἰς τοῦτον γεγενημένων τῆς ἀγαθότητος τοῦ Θεοῦ τὸ μέγεθος, ἡνίκα μὲν εἰς αὐτὸν ὕβρισε, καὶ τὴν θυσίαν μέλλων προσάγειν πολλὴν τὴν καταφρόνησιν ἐπεδείξατο, οὐκ ὀρθῶς διελὼν, ἀλλ᾽ ἁπλῶς καὶ ὡς ἔτυχε τὴν προσαγωγὴν ποιησάμενος, οὐδὲν πρὸς αὐτὸν εἶπε βαρὺ οὐδὲ ἐπαχθές· καίτοι γε τὸ ἁμαρτηθὲν οὐ τὸ τυχὸν ἦν, ἀλλὰ καὶ σφόδρα μέγα. Εἰ γὰρ ἀνθρώ πους τοὺς ὁμογενεῖς οἱ τιμᾷν βουλόμενοι, τῶν πρωτείων καὶ τῶν ἐξαιρέτων αὐτοῖς παραχωροῦσι, κἀκεῖνα προσ άγειν σπουδάζουσιν, ἃ μάλιστα πάντων αὐτοῖς τιμιώτερα εἶναι δοκεῖ· ἄνθρωπον δὲ ὄντα καὶ Θεῷ προσάγοντα πῶς οὐκ ἐχρῆν τὰ τιμιώτερα καὶ ἐξαίρετα προσάγειν; Τοσοῦτον τοίνυν αὐτοῦ ἁμαρτόντος, καὶ τοσαύτην ἐπι δειξαμένου τὴν καταφρόνησιν, οὐκ ἀπῄτησε δίκην, οὐδὲ τιμωρίαν ὑπὲρ τῶν γεγενημένων εἰσεπράξατο, ἀλλ᾽ ὡσα νεὶ φίλος φίλῳ μετὰ πάσης ἡμερότητος διαλεγόμενος οὕτω διελέχθη λέγων· Ἥμαρτες, ἡσύχασον. Μόνον τὸ ἁμαρτηθὲν αὐτῷ ἔδειξε, καὶ συνεβούλευσε μὴ περαιτέρω προβῆναι. Εἶδες ὑπερβολὴν ἀγαθότητος; Ἀλλ᾽ ἐπειδὴ ἐκεῖνος οὐ μόνον οὐκ ἐκέρδανέ τι ἐκ τῆς τοσαύτης ἀνεξι κακίας, ἀλλὰ καὶ τοῖς προλαβοῦσι μείζονα προσέθηκε, καὶ ἐπὶ τὴν σφαγὴν ἠπείχθη τοῦ ἀδελφοῦ, καὶ οὕτω μὲν πολλὴν εἰς αὐτὸν ἐπιδείκνυται τὴν μακροθυμίαν, πυν θανόμενος πρότερον καὶ διδοὺς αὐτῷ τόπον ἀπολογίας· ἐπειδὴ δὲ ἐνέμεινεν ἀναισχυντῶν, τότε τὴν τιμωρίαν ἐπάγει σωφρονισμοῦ ἕνεκεν, πολλὴν καὶ αὐτὴν ἔχουσαν μεμιγμένην τὴν παρ᾽ αὐτοῦ φιλανθρωπίαν. Ὁρᾷς πῶς, ἡνίκα μὲν εἰς αὐτὸν ἥμαρτε, καὶ ἁμαρ τίαν οὐ τὴν τυχοῦσαν, ἀπεπέμψατο· ὅτε δὲ κατὰ τοῦ ἀδελφοῦ τὴν δεξιὰν ὥπλισε, τότε καὶ τὴν ἐπιτίμησιν καὶ τὴν κατάραν ἐδέξατο. Οὕτω νῦν καὶ ἡμεῖς ποιῶμεν, καὶ μιμώμεθα τὸν Δεσπότην τὸν ἡμέτερον· καὶ τὰ μὲν εἰς ἡμᾶς ἁμαρτήματα παραπέμπωμεν, καὶ συγχωρῶμεν τοῖς εἰς ἡμᾶς πλημμελοῦσιν· ὅταν δὲ εἰς τὸν Θεὸν συν τείνῃ, τότε δίκας ἀπαιτῶμεν. Ἀλλ᾽ οὐκ οἶδ᾽ ὅπως ἀπ εναντίας. ἅπαντα διαπραττόμεθα, καὶ τὰ μὲν εἰς τὸν Θεὸν διαβαίνοντα ἁμαρτήματα οὐδὲ ὅλως ἐκδικεῖν σπου δάζομεν, ἂν δέ τι τῶν τυχόντων εἰς ἡμᾶς ἁμαρτηθείη, τούτου σφοδροὶ γινόμεθα ἐξετασταὶ καὶ κατήγοροι, οὐκ εἰδότες ὅτι ταύτῃ καὶ μειζόνως καθ᾽ ἡμῶν μᾶλλον παρ οξύνομεν τὸν φιλάνθρωπον Δεσπότην. Ὅτι γὰρ ἔθος τῷ Θεῷ τὰ μὲν εἰς αὑτὸν πολλάκις ἀποπέμπεσθαι, τὰ δὲ εἰς τοὺς πλησίον γινόμενα ἁμαρτήματα, ταῦτα μετὰ πολλῆς ἐκδικεῖν τῆς σφοδρότητος, ἄκουε τοῦ μὲν μακαρίου Παύλου λέγοντος· Εἴ τις γυναῖκα ἔχει ἄπι στον, καὶ αὐτὴ συνευδοκεῖ οἰκεῖν μετ᾽ αὐτοῦ, μὴ                           ἀφιέτω αὐτήν. Καὶ γυνὴ εἴ τις ἔχει ἄνδρα ἄπιστον, καὶ αὐτὸς συνευδοκεῖ οἰκεῖν μετ᾽ αὐτῆς, μὴ ἀφιέτω αὐτόν. Εἶδες πόση ἡ συγκατάβασις; Κἂν Ἕλλην ᾖ, φησὶ, κἂν ἄπιστος, καταδέχεται δὲ τὸ συνοικέσιον, μὴ παραιτήσῃ. Καὶ πάλιν· Κἂν ἐθνικὴ τυγχάνῃ ἡ γυνὴ, κἂν ἄπιστος, βούλεται δὲ συνοικεῖν, μὴ ἀπώσῃ. Τί γὰρ, φησὶν, οἶδας, ὦ γύναι, εἰ τὸν ἄνδρα σώσεις, ἢ τί οἶδας, ἄνερ, εἰ τὴν γυναῖκα σώσεις; Ὅρα πῶς οὐ κωλύει τὸν ἀπιστοῦντα αὐτῷ ἢ τὴν ἀπιστοῦσαν καταδέ χεσθαι εἰς τὸν τοῦ συνοικεσίου νόμον. Ἄκουε δὲ πάλιν αὐτοῦ τοῦ Χριστοῦ λέγοντος τοῖς μαθηταῖς; Λέγω γὰρ ὑμῖν, ὅτι πᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ παρ εκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι. Πολλὴ τῆς φιλανθρωπίας ἡ ὑπερβολή. Κἂν ἄπιστος ᾖ, φησὶν, ἢ ἐθνικὴ, καταδέχεται δὲ, κάτεχε· ἂν δὲ εἰς σὲ ἁμάρτῃ. καὶ τῶν συνθηκῶν ἐπιλάθηται, καὶ τὴν ἑτέρων κοινωνίαν προτιμήσῃ, ἔξεστί σοι ἐκβαλεῖν καὶ ἀπώσα σθαι Ταῦτα λογιζόμενοι σπουδάζωμεν καὶ ἡμεῖς ἀμεί βεσθαι τὸν Δεσπότην τῆς εἰς ἡμᾶς εὐνοίας, καὶ ὥσπερ αὐτὸς τὰ μὲν εἰς αὐτὸν ἀποπέμπεσθαι καταδέχεται, τὰ δὲ ἡμέτερα ἐκδικεῖ καὶ μετὰ πολλῆς τῆς σφοδρότητος, τὸν αὐτὸν δὴ τρόπον καὶ αὐτοὶ ποιῶμεν· καὶ ὅσα μὲν εἰς ἡμᾶς ἁμαρτάνουσιν οἱ πλησίον συγχωρῶμεν, ὅσα δὲ εἰς τὸν Θεὸν συντείνει, ταῦτα μετὰ πολλῆς τῆς σπουδῆς ἐκδικεῖν σπουδάζωμεν. Τοῦτο γὰρ καὶ ἡμᾶς ὠφελήσει τὰ μέγιστα, καὶ τοὺς τὴν διόρθωσιν δεχομένους οὐ τὰ τυχόντα ὀνίνησι. Τάχα εἰς πολὺ μῆκος ἡμῖν ἐξετάθη σήμερον τὰ προοίμια. Καὶ τί πάθω; Οὐχ ἑκὼν τοῦτο ὑπέμεινα, ἀλλ᾽ ὑπὸ τῆς ἀκολουθίας τοῦ λόγου παρασυ ρείς. Ἐπειδὴ δὲ περὶ τοῦ κατακλυσμοῦ πᾶς ὁ λόγος ἐκι νήθη ἡμῖν, ἀνάγκην ἔσχομεν δεῖξαι τῇ ὑμετέρᾳ ἀγάπῃ, ὅτι καὶ αἱ τιμωρίαι αἱ παρὰ τοῦ Θεοῦ φιλανθρωπίαι μᾶλλόν εἰσιν ἢ τιμωρίαι, ὥσπερ οὖν αὐτὸς ὁ κατακλυ σμός. Καθάπερ γὰρ πατὴρ φιλόστοργος, κηδεμονίᾳ τῇ περὶ τὴν ἡμετέραν φύσιν πάντα διαπράττεται. Ἵνα δὲ καὶ ἐκ τῶν νῦν ἡμῖν προκειμένων καὶ ἐκ τῶν σήμε ρον ἀναγνωσθέντων μάθητε αὐτοῦ τῆς φιλανθρωπίας τὸ μέγεθος, ἀκούσωμεν αὐτῶν τῶν τῆς θείας Γραφῆς ῥη μάτων. Ἐπειδὴ γὰρ χθὲς ἐδίδαξεν ἡμᾶς ὁ μακάριος Μωϋσῆς λέγων, ὅτι Ὑψώθη τὸ ὕδωρ ἐπὶ τῆς γῆς ἡμέ ρας ἑκατὸν πεντήκοντα (μέχρι γὰρ τούτου ἡμῖν ἐπλη ρώθη τὰ τῆς διδασκαλίας), σήμερόν φησι, Καὶ ἐμνή σθη ὁ Θεὸς τοῦ Νῶε, καὶ πάντων τῶν θηρίων, καὶ πάντων τῶν κτηνῶν, καὶ πάντων τῶν πετεινῶν, καὶ πάντων τῶν ἑρπετῶν, ὅσα ἦν μετὰ αὐτοῦ ἐν τῇ κιβωτῷ. γʹ. Θέα μοι πάλιν τῆς θείας Γραφῆς τὴν συγκατάβα σιν. Καὶ ἐμνήσθη, φησὶν, ὁ Θεός. Θεοπρεπῶς νοῶμεν, ἀγαπητοὶ, τὰ λεγόμενα, καὶ μὴ τῇ ἀσθενείᾳ τῆς ἡμετέρας φύσεως λογιζώμεθα τῶν λέξεων τὴν παχύτητα. Ὅσον γὰρ πρὸς τὴν ἄῤῥητον φύσιν ἐκείνην, ἀνάξιον τὸ ῥῆμα· ὅσον δὲ πρὸς τὴν ἡμετέραν ἀσθένειαν, ἀκολούθως εἴρη ται. Ἐμνήσθη, φησὶν, ὁ Θεὸς τοῦ Νῶε. Ἐπειδὴ γὰρ διηγήσατο ἡμῖν ἐν τοῖς ἤδη ῥηθεῖσι, καθάπερ προλα βόντες ἐδιδάξαμεν ὑμῶν τὴν ἀγάπην, ὅτι ἐν ταῖς τεσσα ράκοντα ἡμέραις καὶ τοσαύταις· νυξὶν ὁ ὑετὸς γέγονε, καὶ ἐν ἑκατὸν πεντήκοντα ἡμέραις ἐπὶ τῆς ταυτότητος διέμεινε δέκα πέντε πήχεις ὑψούμενον ἐπάνω τῶν ὀρέων, καὶ ὅτι τούτων γινομένων ὁ δίκαιος ἐν τῇ κιβωτῷ ἐτύγ χανεν, οὐδὲ τὸν ἀέρα ἀναπνεῖν δυνάμενος, συνόντων αὐτῷ καὶ τῶν ἀλόγων ἁπάντων, διὰ τοῦτό φησι, Καὶ ἐμνή σθη ὁ Θεὸς τοῦ Νῶε. Τί ἐστιν, Ἐμνήσθη; ᾬκτειρε, φησὶν, ὁ Θεὸς τὸν δίκαιον ἐν τῇ κιβωτῷ διάγοντα, ἠλέησεν αὐτὸν ἐν τοσαύτῃ στενοχωρίᾳ τυγχάνοντα, καὶ ἐν ἀμηχανίᾳ καθεστῶτα, καὶ οὐκ εἰδότα μέχρι τίνος στήσεται τὰ δεινά. Ἐννόει γάρ μοι ποίους ἀνεκίνει καθ᾽ ἑαυτὸν λογισμοὺς μετὰ τὰς τεσσαράκοντα ἡμέρας καὶ τὰς τεσσαράκοντα νύκτας, ἃς ἡ τῶν ὑδάτων φορὰ κατ εφέρετο, ὁρῶν ἐπὶ ἑκατὸν πεντήκοντα ἡμέρας ἐπὶ τοῦ αὐτοῦ μέτρου τὰ ὕδατα μένοντα, καὶ οὐδὲ ὅλως λήγοντα καὶ τὸ δὴ χαλεπώτερον, ὅτι οὐδὲ αὐτοῖς ὀφθαλμοῖς εἶχεν ἰδεῖν τὰ γεγενημένα, ἀλλ᾽ ἐγκεκλεισμένος, καὶ οὐ δυνά μενός ποθεν τῇ ὄψει ὑποβαλεῖν τὰ κατειληφότα δεινὰ, μείζονα τὴν ὀδύνην ὑπέμενε, καὶ βαρύτερα καθ᾽ ἑκάστην ἀνελογίζετο. Ἐγὼ δὲ καὶ θαυμάζω πῶς ὑπὸ τῆς ἀθυ μίας αὐτῆς οὐ κατεπόθη, εἰς ἔννοιαν ἐρχόμενος καὶ τῆς ἀπωλείας τοῦ τῶν ἀνθρώπων γένους, καὶ τῆς μονώσεως τῆς οἰκείας, καὶ τῆς χαλεπῆς ἐκείνης διαγωγῆς. Ἀλλ᾽ ἡ αἰτία πάντων αὐτῷ τῶν ἀγαθῶν ἡ πίστις ἦν ἡ εἰς τὸν Θεὸν, δι᾽ ἣν καὶ ἀντεῖχε καὶ πάντα γενναίως ἔφερε, καὶ τῇ ἐλπίδι τρεφόμενος οὐδενὸς ἐπῄσθετο τῶν λυπηρῶν. Ἐπεὶ οὖν τὰ παρ᾽ ἑαυτοῦ παρέσχε, καὶ τὴν ὑπομονὴν ἐπεδείξατο, καὶ δαψιλῆ τὴν πίστιν εἰσήνεγκε, πολλὴν τὴν καρτερίαν ἐπιδειξάμενος, σκόπει τοῦ ἀγαθοῦ Θεοῦ τὴν πολλὴν περὶ αὐτὸν φιλανθρωπίαν. Καὶ ἐμνήσθη, φησὶν, ὁ Θεὸς τοῦ Νῶε. Οὐχ ἁπλῶς εἶπε, Καὶ ἐμνήσθη· ἀλλ᾽ ἐπειδὴ προλαβοῦσα ἡ θεία Γραφὴ τὴν μαρτυρίαν τὴν παρὰ τοῦ Θεοῦ δήλην ἡμῖν ἐποίησε περὶ τοῦ δικαίου, λέγοντος, Εἴσελθε εἰς τὴν κιβωτὸν, ὅτι σε εἶδον δί καιον ἐν τῇ γενεᾷ ταύτῃ, διὰ τοῦτο νῦν φησι· Καὶ ἐμνήσθη ὁ Θεὸς τοῦ Νῶε, τοῦτ᾽ ἔστι, τῆς μαρτυρίας, ἢν περὶ αὐτοῦ ἐποιήσατο, ἀνεμνήσθη, καὶ οὐ περιεῖδεν ἐπὶ πολὺ τὸν δίκαιον, ἀλλὰ μέχρι τοσούτου μακροθυ μήσας, μέχρις ὅτε ἀντισχεῖν ἠδύνατο, τότε λοιπὸν τὴν παρ᾽ ἑαυτοῦ δωρεῖται χάριν. Εἰδὼς γὰρ ἡμῶν τῆς φύ σεως τὴν ἀσθένειαν, ἐπειδὰν συγχωρήσῃ πειρασμόν τινα ἐπενεχθῆναι, μέχρι τοσούτου ἀφίησι, μέχρις ὅτε οἶδε δυναμένους ὑπενεγκεῖν, ἵνα καὶ ἡμῖν τῆς καρτερίας ἀρκοῦσαν τὴν ἀμοιβὴν χαρίσηται, καὶ τὴν οἰκείαν φιλαν θρωπίαν ἐπιδείξηται· καθάπερ καὶ Παῦλός φησι· Πι στὸς δὲ ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δύνασθαι ὑμᾶς ὑπενεγκεῖν. Ἐπεὶ οὖν καὶ ὁ δίκαιος οὗτος τὴν καρτερίαν καὶ τὴν ὑπομονὴν ἐπεδείξατο, πίστει τῇ εἰς τὸν Θεὸν τὴν ἐν τῇ κιβωτῷ οἴκησιν ἀνασχόμενος, Καὶ ἐμνήσθη, φησὶν, ὁ Θεὸς τοῦ Νῶε. Εἶτα ἵνα μάθῃς αὐτοῦ τῆς φιλανθρωπίας τὴν ἄβυσσον, προσέθηκεν ἡ θεία Γραφή· Καὶ πάντων τῶν θηρίων, καὶ πάντων τῶν κτηνῶν, καὶ πάντων τῶν πετεινῶν, καὶ πάντων τῶν ἑρπετῶν, ὅσα ἦν μετ᾽ αὐτοῦ ἐν τῇ κιβωτῷ. Ὅρα πῶς ἅπαντα διὰ τὴν εἰς τὸν ἄνθρωπον τιμὴν ἐργάζεται. Καθάπερ γὰρ ἐπὶ τῶν ἀπολωλότων ὑπὸ τοῦ κατακλυσμοῦ ἀνθρώπων, μετ᾽ ἐκείνων καὶ τὴν τῶν ἀλό γων ζώων φύσιν ἅπασαν διέφθειρεν, οὕτω καὶ ἐνταῦθα μέλλων τὴν οἰκείαν φιλανθρωπίαν ἐπιδείκνυσθαι περὶ τὸν δίκαιον, διὰ τὴν εἰς αὐτὸν τιμὴν, καὶ περὶ τὴν τῶν ἀλόγων φύσιν, καὶ τὰ θηρία καὶ τὰ πετεινὰ καὶ τὰ ἑρ πετὰ ἐκτείνει αὐτοῦ τὴν ἀγαθότητα. Καὶ ἐμνήσθη, φησὶν, ὁ Θεὸς τοῦ Νῶε, καὶ πάντων τῶν θηρίων, καὶ πάντων τῶν κτηνῶν, καὶ τῶν ἑρπετῶν, καὶ ὅσα ἦν μετ᾽ αὐτοῦ ἐν τῇ κιβωτῷ. Καὶ ἐπήγαγεν ὁ Θεὸς πνεῦμα ἐπὶ τὴν γῆν, καὶ ἐκόπασε τὸ ὕδωρ. Μνη σθεὶς, φησὶ, τοῦ Νῶε, καὶ τῶν μετ᾽ αὐτοῦ ὄντων ἐν τῇ κιβωτῷ προσέταξεν ἐπισχεθῆναι τῶν ὑδάτων τὴν φορὰν, ἵνα κατὰ μικρὸν τὴν οἰκείαν ἐπιδείξηται φιλανθρωπίαν, καὶ λοιπὸν τὸν δίκαιον ἀναπνεῦσαι ποιήσῃ, καὶ τῆς τῶν λογισμῶν ταραχῆς ἐλευθερώσας εἰς γαλήνην αὐτὸν κα ταστήσῃ, χαρισάμενος καὶ τοῦ φωτὸς τὴν ἀπόλαυσιν καὶ τοῦ ἀέρος τὴν ἀναπνοήν. Καὶ ἐπήγαγεν ὁ Θεὸς, φησὶ, πνεῦμα ἐπὶ τὴν γῆν, καὶ ἐκόπασε τὸ ὕδωρ. Καὶ ἐπ εκαλύφθησαν αἱ πηγαὶ τῆς ἀβύσσου καὶ οἱ καταῤ ῥάκται τοῦ οὐρανοῦ. Ὅρα πῶς ἀνθρωπίνως ἡμῖν ἅπαντα διαλέγεται. Ἐπεκαλύφθησαν, γὰρ, φησὶν, αἱ πηγαὶ τῆς ἀβύσσου καὶ οἱ καταῤῥάκται τοῦ οὐρανοῦ, καὶ συνεσχέθη ὁ ὑετὸς τοῦ οὐρανοῦ, μονονουχὶ λέ γουσα ὅτι ἔδοξε τῷ Δεσπότῃ, καὶ πάλιν ἐπὶ τῆς οἰκείας χώρας τὰ ὕδατα ἔμεινε, καὶ οὐκ ἔτι πλεονασμὸς ἐγένετο, ἀλλὰ κατὰ μικρὸν ἔληγε. Καὶ ἐνεδίδου τὸ ὕδωρ πο ρευόμενον ἀπὸ τῆς γῆς, καὶ ἠλαττοῦτο τὸ ὕδωρ μετὰ πεντήκοντα καὶ ἑκατὸν ἡμέρας. Ποῖος λογισμὸς τοῦτο καταλαβεῖν ἂν δυνηθείη ποτέ; Ἔστω, ὁ ὑετὸς ἐπεσχέθη, αἱ πηγαὶ οὐκέτι πλεονασμὸν εἰργάσαντο, καὶ οἱ καταῤ ῥάκται τοῦ οὐρανοῦ ἐπεσχέθησαν· τὸ ὕδωρ τὸ τοσοῦτον πῶς ἔληξε; Πάντα ἄβυσσος ἦν. Πῶς οὖν ἡ τοσαύτη τῶν ὑδάτων ῥύμη ἀθρόον ἐλάττων ἐγίνετο; Τίς ἂν τοῦτο ἀνθρωπίνῳ λογισμῷ εὑρεῖν δυνηθείη ποτέ; Τί οὖν ἔστιν εἰπεῖν; Τὸ τοῦ Θεοῦ πρόσταγμα ἦν, τὸ ἐργαζόμενον τὰ πάντα. δʹ. Μὴ τοίνυν ἡμεῖς περιεργαζώμεθα τὸ πῶς, ἀλλὰ τοῦτο μόνον πιστεύωμεν, ὅτι ἐκέλευσε καὶ ὑψώθη ἡ ἄβυσσος· προσέταξε, καὶ πάλιν τὴν οἰκείαν ἐπέσχε φορὰν, καὶ πρὸς τὸν οἰκεῖον τόπον ὑπανεχώρησεν, ὃν αὐτὸς οἶδε μόνος ὁ δημιουργήσας αὐτὴν Δεσπότης. Καὶ ἐκάθισε, φησὶν, ἡ κιβωτὸς ἐν τῷ ἑβδόμῳ μηνὶ, ἑβδόμῃ καὶ εἰ κάδι τοῦ μηνὸς, ἐπὶ τὰ ὄρη τὰ Ἀραράτ. Τὸ δὲ ὕδωρ ἠλαττοῦτο ἕως τοῦ δεκάτου μηνός· καὶ ὤφθησαν αἱ κεφαλαὶ τῶν ὀρέων ἐν τῷ δεκάτῳ μηνὶ, τῇ πρώτῃ τοῦ μηνός. Σκόπει πῶς ἀθρόον ἡ μεταβολὴ γέγονε, καὶ πόσον ἔληξεν ἡ τῶν ὑδάτων φύσις, ὡς ἐπὶ τὰ ὄρη τὴν κιβωτὸν καθίσαι. Ἀνωτέρω γὰρ εἰποῦσα ἡ Γραφὴ, ὅτι δέκα πέντε πήχεις ἐπάνω τῶν ὀρέων ὑψώθη τὸ ὕδωρ, νῦν φησιν, ὅτι ἐκάθισεν ἡ κιβωτὸς ἐπὶ τὰ ὄρη τὰ Ἀραρὰτ, καὶ κατὰ μικρὸν λοιπὸν μέχρι τοῦ δεκάτου μηνὸς ἠλαττοῦτο, καὶ τότε τῷ δεκάτῳ μηνὶ ὤφθησαν αἱ κεφαλαὶ τῶν ὀρέων. Ἐννόει μοι τοῦ δικαίου τὴν εὐτονίαν, πῶς διήρκεσεν ἐν τοσούτοις μησὶ καθάπερ ἐν σκότῳ κα τακεκλεισμένος. Καὶ ἐγένετο, φησὶ, μετὰ τὰς τεσσα ράκοντα ἡμέρας, καὶ ἀνέῳξε Νῶε τὴν θυρίδα τῆς κιβωτοῦ, ἣν ἐποίησε, καὶ ἀπέστειλε τὸν κόρακα ἰδεῖν, εἰ κεκόπακε τὸ ὕδωρ. Ὅρα τὸν δίκαιον οὐδέπω τολμῶντα κατοπτεῦσαι δι᾽ ἑαυτοῦ, ἀλλὰ τὸν κόρακα ἀπέστειλε, δι᾽ ἐκείνου μαθεῖν βουλόμενος, εἴ τινα ἔστι προσδοκῆσαι χρηστὴν μεταβολήν· Καὶ ἐξελθὼν, φησὶν, οὐκ ἀνέστρεψεν, ἕως τοῦ ξηρανθῆναι τὸ ὕδωρ ἀπὸ τῆς γῆς. Οὐκ ἐπειδὴ μετὰ ταῦτα ἀνέστρεψε, τὸ, Ἕως, προσέθηκεν ἡ θεία Γραφή· ἀλλ᾽ ἰδίωμα τοῦτό ἐστι τῆς θείας Γραφῆς. Καὶ πολλαχοῦ ἄν τις εὕροι ταύτην τὴν συνήθειαν, καὶ ἐνῆν πολλὰ τοιαῦτα εὑρεῖν καὶ παραγα γεῖν εἰς μέσον· ἀλλ᾽ ἵνα μὴ πάντα παρ᾽ ἡμῶν μανθάνον τες ῥᾳθυμότεροι γίνησθε. ὑμῖν καταλιμπάνομεν διερευ νᾶσθαι τὴν Γραφὴν, καὶ εὑρεῖν ὅπου τοῖς ἰδιώμασι τού τοις κέχρηται. Τέως δὲ ἡμᾶς ἀναγκαῖον εἰπεῖν τὴν αἰτίαν, δι᾽ ἣν οὐκ ἀνέστρεψε τὸ ὄρνεον. Ἴσως ληξάντων τῶν ὑδάτων ἀκάθαρτον ὂν τὸ ὄρνεον, καὶ σώμασιν ἐντυχὸν τοῖς τε ἀνθρωπίνοις, τοῖς τε τῶν ἀλόγων, καὶ τὴν κατ άλληλον εὑρὸν ἑαυτῷ τροφὴν, ἐναπέμεινεν· ὅπερ καὶ αὐτὸ οὐ μικρὸν ἐγίνετο τῷ δικαίῳ τεκμήριον τῆς χρη στῆς ἐλπίδος. Εἰ γὰρ μὴ τοῦτο ἦν, μηδὲ εὗρε μικράν τινα παραμυθίαν, ὑπέστρεψεν ἄν. Καὶ ὅτι τοῦτό ἐστιν ἀλη θὲς, ἐντεῦθεν λοιπὸν τὴν χρηστὴν προσδοκίαν ἐσχηκὼς ὁ δίκαιος ἐκπέμπει τὴν περιστερὰν, ὄρνεον ἥμερον καὶ φιλοσύνηθες, καὶ πολλὴν εὐγνωμοσύνην ἐπιδεικνύμενον, καὶ οὐκ ἀνεχόμενον ἕτερόν τι σιτεῖσθαι ἢ σπέρματα· τῶν γὰρ καθαρῶν τυγχάνει. Καὶ ἀπέστειλε τὴν περι στερὰν, φησὶ, παρ᾽ αὐτοῦ, ἰδεῖν, εἰ κεκόπακε τὸ ὕδωρ ἀπὸ προσώπου τῆς γῆς. Καὶ μὴ εὑροῦσα ἡ περιστερὰ ἀνάπαυσιν τοῖς ποσὶν αὐτῆς, ὑπέστρεψε πρὸς αὐτὸν εἰς τὴν κιβωτὸν, ὅτι ὕδωρ ἦν ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς. Ἄξιον ἐνταῦθα διερευνήσασθαι πῶς ἀνωτέρω εἰποῦσα ἡ ἁγία Γραφὴ, ὅτι αἱ κεφαλαὶ τῶν ὀρέων ὤφθησαν, νῦν φησιν, ὅτι οὐχ εὑροῦσα ἡ περι στερὰ ἀνάπαυσιν ὑπέστρεψε πρὸς αὐτὸν εἰς τὴν κιβωτὸν, ὅτι τὸ ὕδωρ ἦν ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς. Μετὰ ἀκριβείας ἀναγνῶμεν τὸ εἰρημένον, καὶ εἰσόμεθα τὴν αἰτίαν. Οὐ γὰρ εἶπεν ἁπλῶς, Οὐχ εὑροῦσα ἀνάπαυσιν, ἀλλὰ, Τοῖς ποσὶν αὐτῆς, προσέθηκεν, ἵνα διδάξῃ ἡμᾶς, ὅτι εἰ καὶ ἔληξεν ἐκ μέρους τὰ ὕδατα καὶ αἱ κεφαλαὶ τῶν ὀρέων ὤφθησαν, ἀλλ᾽ ἔτι ἀπὸ τῆς πλησμονῆς τῶν ὑδάτων καὶ αὐταὶ τῶν ὀρέων αἱ κεφαλαὶ βορβορώδεις, ἢ τελματώδους ἰλύος ἦσαν πεπληρωμέναι. Διὸ οὐδὲ στῆναί που ἰσχύσασα ἡ περιστερὰ, οὐδὲ τροφὴν κατάλ ληλον εὑρεῖν δυναμένη, ὑπέστρεψε, διὰ τῆς ἐπανόδου διδάσκουσα τὸν δίκαιον, ὡς ἔτι πολλὴ τῶν ὑδάτων ἐστὶν ἡ φορά. Καὶ ἐκτείνας, φησὶ, τὴν χεῖρα ἔλαβεν αὐτὴν, καὶ εἰσήγαγεν αὐτὴν πρὸς ἑαυτὸν εἰς τὴν κιβωτόν. Εἶδες πόση τοῦ ὀρνέου ἡ εὐγνωμοσύνη, πῶς ἐπανελ θοῦσα διὰ τῆς παρουσίας ἐδίδασκε τὸν δίκαιον ἔτι τινὰ μικρὰν μακροθυμίαν ἐνδείξασθαι; Διὸ, Καὶ ἐπισχὼν, φησὶν, ἔτι ἑπτὰ ἡμέρας ἐξαπέστειλε τὴν περιστερὰν ἐκ τῆς κιβωτοῦ. Καὶ ἀνέστρεψε πρὸς αὐ τὸν ἡ περιστερὰ πρὸς ἑσπέραν, καὶ εἶχε φύλλον ἐλαίας κάρφος ἐν τῷ στόματι αὐτῆς. Οὐχ ἁπλῶς ἐν ταῦθα οὐδὲ εἰκῇ κεῖται τὸ, Πρὸς ἑσπέραν, ἀλλ᾽ ἵνα μά θωμεν ὅτι διὰ πάσης τῆς ἡμέρας διατραφεῖσα, καὶ εὑ ροῦσά τινα κατάλληλον δίαιταν, κατὰ τὴν ἑσπέραν ἐπανῆλθεν ἐπὶ τοῦ στόματος φέρουσα κάρφος ἐλαίας. Τοιοῦτον γὰρ τὸ ζῶον, ἥμερον, καὶ ἀεὶ τὴν συνήθειαν ἐπιζητοῦν· διά τοι τοῦτο καὶ ὑπέστρεψε, καὶ διὰ τοῦ κάρφους τῆς ἐλαίας πολλὴν παραμυθίαν ἐκόμισε τῷ δι καίῳ. Ἀλλ᾽ ἴσως ἄν τις εἴποι· καὶ πόθεν εὗρε τὸ φύλλον τῆς ἐλαίας; Τὸ μὲν πᾶν ἐγίνετο τῆς τοῦ Θεοῦ οἰκονο μίας, καὶ τὸ εὑρεθῆναι, καὶ τὸ τὴν περιστερὰν λαβοῦσαν ἐπὶ τοῦ στόματος ἐπανελθεῖν πάλιν πρὸς τὸν δίκαιον· ἄλλως δὲ καὶ τὸ δένδρον ἀειθαλές ἐστι, καὶ εἰκὸς, τῶν ὑδάτων ὑπονοστησάντων, ἔτι τὸ δένδρον τὴν τῶν φύλλων ἔχειν κόμην. Καὶ ἐπισχὼν, φησὶν, ἔτι ἑπτὰ ἡμέρας ἑτέρας ἐξαπέστειλε τὴν περιστερὰν, καὶ οὐ προ έθετο τοῦ ἐπιστρέψαι πρὸς αὐτὸν ἔτι. Ὅρα διὰ πάν των τὸν δίκαιον ἱκανὴν παραμυθίαν λαμβάνοντα. Ὥσπερ γὰρ ἐπανελθούσης αὐτῆς, καὶ ἐπὶ τοῦ στόματος φερού σης τὸ φύλλον τῆς ἐλαίας, χρηστὰς εἶχε τὰς ἐλπίδας, οὕτω καὶ νῦν τὸ ἐξελθοῦσαν μὴ ὑποστρέψαι πάλιν, δεῖγμα μέγιστον αὐτῷ παρεῖχε τοῦ πολλὴν αὐτὴν εὑρηκέναι τὴν ἄνεσιν, καὶ λῆξιν γεγενῆσθαι τῶν ὑδάτων παντελῆ. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἄκουσον τῶν ἑξῆς. Καὶ ἐγένετο, φησὶ, τῷ ἑνὶ καὶ ἑξακοσιοστῷ ἔτει ἐν τῇ ζωῇ τοῦ Νῶε, τοῦ πρώτου μηνὸς, ἐξέλιπε τὸ ὕδωρ ἀπὸ προσ ώπου τῆς γῆς. Καὶ ἀπεκάλυψε Νῶε τὴν στέγην τῆς κιβωτοῦ, ἣν ἐποίησε, καὶ εἶδεν ὅτι ἐξέλιπε τὸ ὕδωρ ἀπὸ προσώπου τῆς γῆς. εʹ. Πάλιν ἐνταῦθα ἔπεισί μοι θαυμάζειν καὶ ἐκπλήτ τεσθαι καὶ τοῦ δικαίου τὴν ἀρετὴν, καὶ τοῦ Θεοῦ τὴν φιλανθρωπίαν. Πῶς γὰρ, εἰπέ μοι, μετὰ τοσοῦτον χρόνον προσβαλὼν τῷ ἀέρι, καὶ τὰς ὄψεις ἀνατείνας εἰς τὴν τοῦ οὐρανοῦ θέαν οὐκ ἀπετυφλώθη καὶ ἐπη ρώθη τὰς ὄψεις; Ἴστε γὰρ, ἴστε, ὅτι μάλιστα τοῦτο πάσχειν ἔθος τοῖς ἀνθρώποις, κἂν πρὸς βραχὺ μέρος τῆς ἡμέρας ἐν σκοτεινοῖς τόποις καὶ ζοφωδεστέροις διάγοντες πρὸς τὴν τοῦ φωτὸς ἀθρόον αὐγὴν ἀτενίσαι βουληθῶσιν. Ἀλλ᾽ ὁ δίκαιος οὗτος ἐν ἐνιαυτῷ ὁλοκλήρῳ  καὶ ἐν τοσούτοις μησὶ, καθάπερ ἐν σκότῳ, διάγων ἐν τῇ κιβωτῷ, καὶ νῦν ἀθρόον πρὸς τὴν τοῦ φωτὸς αὐγὴν ἐπιδὼν, οὐδὲν τοιοῦτον ἔπασχεν. Ἡ γὰρ τοῦ Θεοῦ χάρις ἦν μετὰ τῆς παρασχεθείσης αὐτῷ ὑπομονῆς, ἡ καὶ τοῦ σώματος τὰς αἰσθήσεις ἰσχυρὰς ἀπεργαζομένη, καὶ ἀνωτέρας τῶν σωματικῶν ἀναγκῶν ταύτας ποιοῦσα. Ἐν δὲ τῷ δευτέρῳ μηνὶ ἐξηράνθη ἡ γῆ, ἑβδόμῃ καὶ εἰ κάδι τοῦ μηνός. Οὐχ ἁπλῶς τὴν τοσαύτην ἀκρίβειαν ποιεῖται ἡ θεία Γραφὴ, ἀλλ᾽ ἵνα μάθωμεν, ὅτι μέχρι μιᾶς ἡμέρας τοῦ ἐνιαυτοῦ ἐκείνου ἡ συμπλήρωσις γεγέ νηται, καθ᾽ ὃν τοῦ δικαίου ἐδείχθη ἡ ὑπομονὴ, καὶ τῆς οἰκουμένης ἁπάσης τὸ καθάρσιον γέγονεν. Εἶτα ἐπειδὴ καθάπερ τινὰ ῥύπον ἀπεπλύνατο ἡ κτίσις ἅπασα, ἀποθε μένη τὴν ἅπασαν κηλῖδα, ἣν ἡ τῶν ἀνθρώπων κακία ἐν αὐτῇ κατεσκεύασε, καὶ φαιδρὸν αὐτῆς γέγονε τὸ πρόσ ωπον, τότε λοιπὸν προστάττει τὸν δίκαιον ἐξελθεῖν ἐκ τῆς κιβωτοῦ, καὶ ἐλευθεροῖ αὐτὸν τοῦ χαλεποῦ ἐκείνου δε σμωτηρίου, καί φησιν· Εἶπε Κύριος ὁ Θεὸς τῷ Νῶε· Ἔξελθε σὺ, καὶ οἱ υἱοί σου, καὶ ἡ γυνή σου, καὶ αἱ γυναῖκες τῶν υἱῶν σου μετὰ σοῦ· καὶ πάντα τὰ θηρία ὅσα ἐστὶ μετὰ σοῦ, καὶ πᾶσα σὰρξ ἀπὸ πετεινῶν ἕως κτηνῶν, καὶ πᾶν ἑρπετὸν κινούμενον ἐπὶ τῆς γῆς ἐξάγαγε μετὰ σεαυτοῦ, καὶ αὐξάνεσθε καὶ πλη θύνεσθε ἐπὶ τῆς γῆς. Σκόπει Θεοῦ ἀγαθότητα, πῶς διὰ πάντων παραμυθεῖται τὸν δίκαιον. Ἐπειδὴ γὰρ προσ έταξεν αὐτὸν ἐξελθεῖν ἐκ τῆς κιβωτοῦ, καὶ τοὺς υἱοὺς, καὶ τὴν γυναῖκα, καὶ τὰς γυναῖκας τῶν υἱῶν αὐτοῦ, καὶ τὰ θηρία πάντα, ἵνα μὴ καὶ αὐτὸ τοῦτο πάλιν πολλὴν αὐτῷ κατασκεδάσῃ τὴν ἀθυμίαν, καὶ ἐναγώνιον αὐτὸν καταστήσῃ λογιζόμενον, ὡς ἐν ἐρημίᾳ ἔσται, ἐν τοσούτῳ πλάτει τῆς γῆς μόνος οἰκῶν, οὐδενὸς ὄντος ἑτέρου· εἰ πὼν, ἔξελθε ἐκ τῆς κιβωτοῦ, καὶ ἐξάγαγε ἅπαντα μετὰ σεαυτοῦ, προσέθηκε, Καὶ αὐξάνεσθε καὶ πληθύνεσθε ἐπὶ τῆς γῆς. Ὅρα πῶς πάλιν ἄνωθεν ὁ δίκαιος οὗτος ἐκείνην δέχε ται τὴν εὐλογίαν, ἣν πρὸ τῆς παραβάσεως ὁ Ἀδὰμ ἐδέ ξατο. Ὥσπερ γὰρ ἡνίκα ἐκεῖνος ἐδημιουργήθη, ἤκουσε· Καὶ εὐλόγησεν αὐτοὺς ὁ Θεὸς λέγων, Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ κατακυριεύσατε τῆς γῆς· οὕτω καὶ οὗτος νῦν, Αὐξάνεσθε καὶ πληθύνεσθε ἐπὶ τῆς γῆς. Ὥσπερ γὰρ ἐκεῖνος ἀρχὴ καὶ ῥίζα γέγονε πάντων τῶν γε γονότων πρὸ τοῦ κατακλυσμοῦ, οὕτω καὶ ὁ δίκαιος οὗτος ζύμη τις καὶ ἀρχὴ καὶ ῥίζα γίνεται πάντων τῶν μετὰ τὸν κατακλυσμόν. Καὶ ἐντεῦθεν λοιπὸν τὰ τῆς τῶν ἀν θρώπων συστάσεως ἀρχὴν λαμβάνει, καὶ ἡ κτίσις ἅπασα τὸν οἰκεῖον ἀπολαμβάνει κόσμον, ἥ τε γῆ πρὸς καρπο φορίαν διεγειρομένη, καὶ τὰ ἄλλα πάντα ὅσα διὰ τὴν τοῦ ἀνθρώπου ὑπηρεσίαν ἐδημιουργήθη. Καὶ ἐξῆλθε Νῶε, φησὶ, καὶ ἡ γυνὴ αὐτοῦ, καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ αἱ γυναῖκες τῶν υἱῶν αὐτοῦ μετ᾽ αὐτοῦ· καὶ πάντα τὰ θηρία, καὶ πάντα τὰ κτήνη, καὶ πᾶν πετεινὸν, καὶ πᾶν ἑρπετὸν κινούμενον ἐπὶ τῆς γῆς κατὰ γένος αὐ τῶν ἐξῆλθον ἐκ τῆς κιβωτοῦ. Κατὰ τὸ τοῦ Δεσπότου, φησὶ, πρόσταγμα δεξάμενος τὴν εὐλογίαν τὴν λέγουσαν, Αὐξάνεσθε καὶ πληθύνεσθε, ἐξῆλθεν ἐκ τῆς κιβωτοῦ μετὰ τῶν ἄλλων ἁπάντων. Καὶ ἦν λοιπὸν ἐν πάσῃ τῇ γῇ ὁ δίκαιος μόνος διάγων μετὰ τῆς γυναικὸς, καὶ τῶν παιδίων, καὶ τῶν τούτων γυναικῶν. Καὶ εὐθέως ἐξελθὼν τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδείκνυται, καὶ ὑπέρ τε τῶν παρεληλυθότων, ὑπέρ τε τῶν μελλόντων τὰς εὐχα ριστίας ἀναφέρει τῷ ἑαυτοῦ Δεσπότῃ. Ἀλλ᾽ εἰ δοκεῖ, ἵνα μὴ μακρὸν ποιῶμεν τὸν λόγον, εἰς τὴν ἑξῆς ταμιευσώ μεθα τὰ κατὰ τὴν εὐγνωμοσύνην τοῦ δικαίου, μέχρι τού του στήσαντες τὸν λόγον, καὶ παρακαλέσαντες ὑμῶν τὴν ἀγάπην διηνεκῶς τοῦτον τὸν μακάριον ἐν διανοίᾳ περι στρέφειν, καὶ τῆς ἀρετῆς αὐτοῦ μετὰ ἀκριβείας τὴν εὐ μορφίαν καταμανθάνειν, καὶ ζηλωτὰς αὐτοῦ γίνεσθαι. Σκόπει γάρ μοι πόσος αὐτοῦ τῆς ἀρετῆς ὁ πλοῦτος, ὅτι σήμερον ἐν τοσαύταις ἡμέραις τὰ κατ᾽ αὐτὸν διηγούμε νοι, οὐδέπω καὶ νῦν τέλος ἐπιθεῖναι ἰσχύσαμεν τῇ κατ᾽ αὐτὸν ὑποθέσει. Καὶ τί λέγω τέλος ἐπιθεῖναι; Ὅσα ἂν εἴπωμεν, οὐ δυνάμεθα ἐφικέσθαι· ἀλλὰ κἂν ἡμεῖς πολλὰ δυνηθῶμεν εἰπεῖν, κἂν οἱ μεθ᾽ ἡμᾶς, οὐδὲ οὕτω πρὸς τὸ τέλος φθάσαι δυνησόμεθα· τοσοῦτόν ἐστιν ἀρετή. Ἐὰν γὰρ βουληθῶμεν, ἅπασαν ἡμῶν τὴν φύσιν οὗτος παιδεῦσαι δυνήσεται, καὶ πρὸς τὸν τῆς ἀρετῆς ζῆλον ἐναγαγεῖν. Ὅταν γὰρ καὶ μεταξὺ τοσούτων πονηρῶν ἀναστρεφόμενος οὗτος ὁ δίκαιος, καὶ μηδένα ἔχων εὑρεῖν ὁμότροπον, πρὸς τοσοῦτον μέτρον εὑρέθη φθάνων τῆς ἀρετῆς, τίς ἡμῖν ἔσται ἀπολογία τοῖς μηδὲ τοσαῦτα κω λύματα ἔχουσι, καὶ ῥᾳθυμοῦσι πρὸς τὴν ταύτης κατόρ θωσιν; Μὴ γάρ μοι τὴν ἐν τοῖς πεντακοσίοις ἔτεσι δια γωγὴν λέγε μόνον, ὅτι κωμῳδούμενος καὶ χλευαζόμε νος διετέλει ὑπὸ τῶν τὴν κακίαν μετιόντων, ἀλλὰ καὶ τὴν ἐν τῇ κιβωτῷ διατριβήν. Ὁ γὰρ ἐνιαυτὸς ἐκεῖνος ἀντίῤῥοπος εἶναί μοι δοκεῖ τοῦ παντὸς χρόνου· τοσαύ την ἐκεῖ τὴν θλίψιν ὑπομένειν ὁ δίκαιος ἠναγκάζετο, ἐν στενοχωρίᾳ τοιαύτῃ τυγχάνων, καὶ μηδὲ ἀναπνεῖν δυ νάμενος, καὶ τῆς μετὰ τῶν θηρίων καὶ τῶν ἀλόγων δια γωγῆς ἀνεχόμενος, καὶ διὰ πάντων δεικνὺς αὐτοῦ τῆς γνώμης τὸ στεῤῥὸν, καὶ τὸ ἀκλινὲς τῆς προαιρέσεως, καὶ τὴν πίστιν ἣν περὶ τὸν Θεὸν ἐπεδείκνυτο, δι᾽ ἣν πάντα πράως καὶ κούφως ἔφερε. Δία τοι τοῦτο, ἐπειδὴ τὰ παρ᾽ αὐτοῦ πάντα εἰσήνεγκε, καὶ τῶν παρὰ τοῦ Θεοῦ μετὰ δαψι λείας ἀπήλαυσεν. Εἰ γὰρ καὶ στενοχωρίαν πολλὴν ὑπ έμενεν ἐν τῇ διαγωγῇ τῆς κιβωτοῦ, ἀλλ᾽ ὅμως τὸ κλυδώ νιον τὸ φοβερὸν καὶ τὴν πανωλεθρίαν ἐκείνην διέφυγε. Καὶ διὰ τοῦτο μετὰ τὴν στενοχωρίαν ἐκείνην καὶ τὴν ἀφόρητον εἱρκτὴν, καὶ ἀδείας καὶ ἀνέσεως ἀπήλαυε, καὶ τῆς παρὰ τοῦ Θεοῦ εὐλογίας ἠξιοῦτο, καὶ πάλιν τὴν οἰ κείαν εὐγνωμοσύνην διὰ τῶν ἔργων ἐπλήρου· καὶ παντα χοῦ εὑρήσεις τὰς ἀρχὰς παρ᾽ αὐτοῦ εἰσφερομένας. Ὥσπερ δὲ τὴν πρώτην ἅπασαν ἡλικίαν τὴν ἀρετὴν μεταδιώξας, καὶ τῆς κακίας ἐκείνων ἐκτὸς γεγονὼς, οὐ συναπήλαυσεν αὐτοῖς τῆς τιμωρίας, ἀλλὰ πάντων ὑποβρυχίων γινομέ νων αὐτὸς μόνος διεσώζετο· οὕτω πάλιν ἐπειδὴ πολλὴν τὴν πίστιν εἰσήνεγκε, καὶ μετ᾽ εὐχαριστίας τῆς ἐν τῇ κιβωτῷ οἰκήσεως ἠνέσχετο, πάλιν τὰ παρὰ τοῦ Θεοῦ ἠκολούθησε μετὰ πολλῆς τῆς φιλοτιμίας, καὶ ἐξενεχθεὶς τῆς κιβωτοῦ, καὶ εἰς τὴν προτέραν διαγωγὴν ἀποκατα σταθεὶς, εὐθέως εὐλογίας ἀξιοῦται, καὶ πάλιν τὴν οἰ κείαν εὐγνωμοσύνην ἐπιδειξάμενος, καὶ τὴν κατὰ δύνα μιν εὐχαριστίαν ποιησάμενος, καὶ οὕτω μειζόνων ἀξιοῦ ται παρὰ τοῦ φιλανθρώπου Θεοῦ. Καὶ γὰρ ἔθος τοῦτο τῷ Θεῷ, ἐπειδὰν μικρὰ καὶ εὐτελῆ παρ᾽ ἡμῶν εἰσενεχθῇ, ὅμως δ᾽ οὖν εἰσενεχθῇ, πολλὴν ἡμῖν τὴν παρ᾽ αὐτοῦ δω ρεῖσθαι φιλοτιμίαν. Καὶ ἵνα μάθῃς καὶ τῆς ἀνθρωπίνης εὐτελείας τὴν ὑπερβολὴν, καὶ τοῦ Δεσπότου σου τὴν φι λοτιμίαν, σκόπει μοι ἐνταῦθα. Κἂν γὰρ βουληθῶμέν τι εἰσενεγκεῖν, τί τοσοῦτον δυνησόμεθα, ἢ ὅσον τὴν διὰ τῶν λόγων εὐχαριστίαν ἐπιδείξασθαι; Τὰ μέν τοι παρ᾽ αὐτοῦ διὰ τῶν ἔργων εἰς ἡμᾶς ἐκπληροῦται. Ποῦ οὖν ἂν ἴσον γένοιτο ἔργα καὶ λόγοι; Ἀνενδεὴς γὰρ ὢν ἡμῶν ὁ Δεσπότης, οὐδενὸς δεῖται τῶν παρ᾽ ἡμῶν, εἰ μὴ τῶν ῥη μάτων μόνον· καὶ αὐτὴν δὲ τὴν διὰ τῶν λόγων εὐχαρι στίαν ἀπαιτεῖ, οὐχ ὡς ταύτης χρῄζων αὐτὸς, ἀλλ᾽ ἵνα ἡμᾶς παιδεύσῃ εὐγνώμονας εἶναι, καὶ ἐπιγινώσκειν τὸν τῶν ἀγαθῶν χορηγόν. Διὰ τοῦτο καὶ Παῦλος γράφων ἔλεγεν, Εὐχάριστοι γίνεσθε Οὐδὲν γὰρ οὕτως ἐπιζητεῖ παρ᾽ ἡμῶν ὁ Δεσπότης, ὡς τοῦτο τὸ κατόρθωμα. Μὴ τοίνυν ἀγνώμονες γινώμεθα, μηδὲ δι᾽ ἔργων εὐεργετού μενοι αὐτοὶ, ὀκνῶμεν τὴν διὰ τῶν λόγων εὐχαριστίαν ἀναφέρειν τῷ Δεσπότῃ· πάλιν γὰρ εἰς ἡμᾶς τὸ κέρδος περιίσταται. Ἐὰν γὰρ ἐπὶ τοῖς φθάσασιν εὐχάριστοι γινώμεθα, καὶ πρὸς τὸ τῶν μειζόνων τυχεῖν ἑαυτοῖς πολ λὴν προευτρεπίζομεν τὴν παῤῥησίαν. Μόνον, παρακαλῶ, καθ᾽ ἑκάστην ἡμέραν καὶ ὥραν, εἰ οἷόν τε, ἀναλογιζώ μεθα καθ᾽ ἑαυτοὺς μὴ τὰς κοινὰς μόνον εὐεργεσίας, ἃς πάσῃ τῇ φύσει ὁ τῶν ὅλων δημιουργὸς κεχάρισται, ἀλλὰ  καὶ τὰς ἰδίᾳ καὶ καθ᾽ ἕκαστον ἡμῖν παρεχομένας. Καὶ τί λέγω τὰς ἰδίᾳ καὶ καθ᾽ ἕκαστον παρεχομένας; Καὶ ὑπὲρ ὧν ἀγνοοῦντες εὐεργετούμεθα, καὶ ὑπὲρ τού των εὐχαριστῶμεν. Ἐπειδὴ γὰρ κήδεται τῆς ἡμετέρας σωτηρίας, πολλὰ καὶ μὴ εἰδότας ἡμᾶς εὐεργετεῖ, καὶ πολλάκις καὶ κινδύνων ἐξαρπάζει, καὶ ἑτέρας εὐεργεσίας εἰς ἡμᾶς κατατίθεται. Πηγὴ γάρ ἐστι φιλανθρωπίας, καὶ οὐδέποτε παύεται τὰ ἐκεῖθεν νάματα τῇ τῶν ἀνθρώπων φύσει προχέουσα. Ἂν τοίνυν ταῦτα λογιζώμεθα, καὶ σπουδάζωμεν καὶ ὑπὲρ τῶν φθασάντων τὰς εὐχαριστίας ἀναφέρειν τῷ Δεσπότῃ, καὶ ὑπὲρ τῶν ἑξῆς τοιούτους ἑαυτοὺς κατασκευάζειν, ὥστε μὴ ἀναξίους φανῆναι τῶν παρ᾽ αὐτοῦ εὐεργεσιῶν, δυνησόμεθα καὶ πολιτείαν ἀρί στην ἐπιδείξασθαι, καὶ τῆς κακίας τὴν πεῖραν διαφυ γεῖν. Ἡ γὰρ μνήμη τῶν εὐεργεσιῶν ἱκανὴ διδάσκαλος ἡμῖν ἔσται τῆς κατ᾽ ἀρετὴν πολιτείας, οὐκ ἀφιεῖσά ποτε εἰς ῥᾳθυμίαν ἐμπεσόντας καὶ λήθην, πρὸς τὴν κακίαν αὐτομολῆσαι. Ἡ γὰρ νήφουσα καὶ ἐγρηγορυῖα ψυχὴ οὐ τότε μόνον ἐπειδὰν κατὰ ῥοῦν φέρηται τὰ πράγματα, εὐγνωμοσύνην ἐπιδείκνυται, ἀλλὰ κἂν ἐναντία τις πρα γμάτων περίστασις παρακολουθήσῃ, καὶ τότε τὴν ἴσην εὐχαριστίαν ἀναφέρει, οὐδὲν ἀπὸ τῆς τῶν πραγμάτων μεταβολῆς χαυνουμένη, ἀλλὰ ταύτῃ μᾶλλον νευρουμένη, καὶ τὴν ἄφατον τοῦ Θεοῦ κηδεμονίαν λογιζομένη, καὶ ὡς εὔπορος ὢν καὶ εὐμήχανος δύναται καὶ δι᾽ ἐναντίων πραγμάτων, εἰ καὶ ἡμεῖς τὴν ἀκριβῆ κατάληψιν μὴ ἰσχύωμεν συνιδεῖν, τὴν ἑαυτοῦ κηδεμονίαν ἐπιδείξασθαι. ϛʹ. Οὕτω τοίνυν ἅπαντα τὰ καθ᾽ ἡμᾶς παραχωροῦν τες, ὅπως ἂν φέρηται τὰ πράγματα, ἡμεῖς ἓν μόνον ἔργον ἔχωμεν, τὸ διηνεκῶς αὐτῷ εὐχαριστεῖν ὑπὲρ ἁπάντων. Διὰ γὰρ τοῦτο λογικοί τινες γεγόναμεν, καὶ ταύτῃ τῶν ἀλόγων διεστήκαμεν, ἵνα τὰς εὐφημίας καὶ τοὺς ὕμνους καὶ διηνεκεῖς δοξολογίας ἀναφέρωμεν τῷ τῶν ὅλων δη μιουργῷ. Διὰ τοῦτο καὶ ψυχὴν ἡμῖν ἐνέπνευσε, καὶ γλῶσ σαν ἐχαρίσατο, ἵνα τῶν παρ᾽ αὐτοῦ εἰς ἡμᾶς εὐεργεσιῶν εἰς αἴσθησιν ἐρχόμενοι, καὶ τὴν δεσποτείαν ἐπιγινώσκω μεν, καὶ τὴν εὐγνωμοσύνην ἐπιδειξώμεθα, καὶ τὴν κατὰ δύναμιν εὐχαριστίαν ἀναφέρωμεν τῷ Δεσπότῃ. Εἰ γὰρ ἄνθρωποι οἱ τῆς αὐτῆς ἡμῖν φύσεως κοινωνοῦντες, μικράν τινα πολλάκις καὶ εὐτελῆ εἰς ἡμᾶς εὐεργεσίαν καταθέμενοι, ἀπαιτοῦσι τὴν ὑπὲρ ὧν πεπόνθαμεν εὐχα ριστίαν, οὐ διὰ τὴν ἡμετέραν εὐγνωμοσύνην, ἀλλ᾽ ἵνα καὶ αὐτοὶ ἐντεῦθεν λαμπρότεροι φαίνωνται· πολλῷ μᾶλ λον ἐπὶ τοῦ φιλανθρώπου Θεοῦ τοῦτο πλείω ποιεῖν ἡμᾶς χρὴ, τοῦ διὰ τὴν ἡμετέραν ὠφέλειαν μόνον τοῦτο γίνε σθαι βουλομένου. Ὥσπερ γὰρ ἐπὶ τῶν ἀνθρώπων ἡ γι νομένη εὐχαριστία εἰς τοὺς εὐεργετηκότας, ἐκείνους λαμπροτέρους ἐργάζεται, οὕτως ἐπὶ τοῦ φιλανθρώπου Θεοῦ ὅταν τοῦτο ποιῶμεν, ἑαυτοὺς λαμπροτέρους ἀπερ γαζόμεθα· ἐπειδὴ οὐχὶ τῆς παρ᾽ ἡμῶν δεόμενος εὐφημίας τοῦτο βούλεται γίνεσθαι, ἀλλ᾽ ἵνα πάλιν εἰς ἡμᾶς περι στῇ τὸ κέρδος, καὶ μείζονος συμμαχίας ἑαυτοὺς ἀξίους καταστήσωμεν. Εἰ γὰρ καὶ μὴ δυνάμεθα κατ᾽ ἀξίαν ποτὲ τοῦτο ποιῆσαι· πῶς γὰρ, τοσαύτῃ ἀσθενείᾳ φύσεως συν δεδεμένοι; καὶ τί λέγω τὴν ἀνθρωπίνην φύσιν; ἀλλ᾽ οὐδὲ αὐταὶ αἱ ἀσώματοι καὶ ἀόρατοι δυνάμεις, καὶ αἱ ἀρχαὶ καὶ αἱ ἐξουσίαι, καὶ τὰ Χερουβὶμ, καὶ τὰ Σεραφεὶμ τὴν κατ᾽ ἀξίαν δοξολογίαν ἀναφέρειν εὐχαριστοῦντες δυνήσονται· ἀλλ᾽ ὅμως τὴν κατὰ δύναμιν ἀνενεγκεῖν εὐχαριστίαν δί καιον ἂν εἴη, καὶ διηνεκῶς δοξάζειν τὸν ἡμέτερον Δεσπό την καὶ διὰ τῆς τῶν λόγων εὐφημίας, καὶ διὰ τῆς ἀρί στης πολιτείας. Αὕτη γὰρ μάλιστα καὶ λαμπροτέρα γένοιτο ἡ εὐφημία, ὅταν διὰ μυρίων γλωσσῶν τὴν δοξο λογίαν ἀναφέρωμεν. Ὁ γὰρ ἐνάρετος ἕκαστον τῶν εἰς αὐτὸν ὁρώντων παρασκευάζει τὸν αὐτοῦ Δεσπότην ἀν υμνεῖν· καὶ ἡ παρ᾽ ἐκείνων δοξολογία πολλὴν καὶ ἄφα τον τῷ τὴν αἰτίαν παρέχοντι χαρίζεται τὴν παρὰ τοῦ Δεσπότου εὔνοιαν. Τί οὖν ἂν ἡμῶν μακαριστότερον γέ νοιτο, εἰ μέλλοιμεν μὴ μόνον αὐτοὶ διὰ τῆς οἰκείας γλώτ της δοξάζειν τὸν ἀγαθὸν Θεὸν, ἀλλὰ καὶ πάντας τοὺς ὁμογενεῖς διεγείρειν εἰς τὴν ὑπὲρ ἡμῶν δοξολογίαν; Τοσαύτη γὰρ τῆς ἀρετῆς ἡ ἰσχὺς, ὡς μυρίοις στόμασι δύνασθαι τὸν δημιουργὸν ἀνυμνεῖν. Οὐδὲν γὰρ ἀρίστης πολιτείας ἴσον γένοιτο, ἀγαπητέ. Διὰ τοῦτο καὶ ὁ Κύ ριος ἔλεγε· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Εἶδες πῶς καθάπερ τὸ φῶς φανὲν ἀπελαύνει τὸ σκότος, οὕτω καὶ ἡ ἀρετὴ ὀφθεῖσα καὶ τὴν κακίαν φυγαδεύει, καὶ τῆς πλάνης τὸ σκότος ἀπελάσασα πρὸς δοξολογίαν κινεῖ τῶν ὁρώντων τὴν διάνοιαν; Οὕτω τοίνυν σπουδάζωμεν ἡμῶν λάμπειν τὰ ἔργα, ὡς τὸν ἡμέτερον δοξάζεσθαι Δε σπότην. Ταῦτα δὲ ἔλεγεν ὁ Χριστὸς, οὐχ ἵνα πρὸς ἐπί δειξίν τι πράττωμεν· μὴ γένοιτο· ἀλλ᾽ ἵνα μετὰ ἀκρι βείας καὶ κατὰ τὸ αὐτῷ δοκοῦν πολιτευόμενοι μήτε βλασ φημίᾳ τινὶ χώραν παρέχωμεν, καὶ διὰ τῆς τῶν ἀγα θῶν ἔργων πράξεως παρασκευάζωμεν τοὺς ὁρῶντας δο ξάζειν τὸν τῶν ὅλων Θεόν. Τότε γὰρ, τότε καὶ τὴν παρ᾽ αὐτοῦ εὔνοιαν μειζόνως ἐπισπασόμεθα, καὶ τὴν κόλασιν διαφυγεῖν δυνησόμεθα, καὶ τῶν ἀποῤῥήτων ἀγαθῶν ἐπι τυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα καὶ τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη Eισαγωγή  και δημοσίευση Κειμένων  στο Ορθόδοξο Διαδίκτυο 
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |