Ιωάννης Χρυσόστομος
Επιστολαί Ιδιαίτεραι
Τόμος 52
ΡΞΑʹ Πρεσβυτέροις Ῥωμαίοις ἐλθοῦσι μετὰ τῶν ἐπισκόπων.
Πολὺν ὑπομεμενήκατε πόνον, μακρὰν οὕτω καὶ διαπόντιον ἀποδημίαν στειλάμενοι, πολὺν τὸν ἱδρῶτα, ἀλλ' οὐχ ὑπὲρ τῶν βιωτικῶν καὶ ἐπικήρων πραγμάτων, ἀλλ' ὑπὲρ τῶν ταῖς Ἐκκλησίαις συμφερόντων, ὑπὲρ ὧν καὶ πολλῷ μείζονα τῶν πόνων λήψεσθε τὰ βραβεῖα παρὰ τοῦ φιλανθρώπου Θεοῦ. Οὐ μικρὰ τοίνυν καὶ ὑμῖν καὶ ἡμῖν ἔσται παράκλησις ὁ πόνος ὑμῶν καὶ ἡ σπουδή· ὑμῖν μὲν, ὅτι ὑπὲρ εἰρήνης τοσούτων Ἐκκλησιῶν ὁ καλὸς οὗτος ὑμῖν ἀγὼν, καὶ ἐπὶ πολλῷ μείζοσι στεφάνοις ἡ ἀντίδοσις· ἡμῖν δὲ, ὅτι τοσαύτης παρ' ὑμῶν ἀπηλαύσαμεν ἀγάπης, καὶ παρὰ τῶν τοσούτων καὶ τηλικούτων ἀνδρῶν πολλῆς τετυχήκαμεν τῆς σπουδῆς, καὶ τῷ σώματι τοσοῦτον διῳκισμένους ὁδοῦ μῆκος τῇ τῆς ἀγάπης ἁλύσει ὑμῖν αὐτοῖς συνεδήσατε μετὰ πολλῆς τῆς ἀκριβείας. ∆ιὰ ταῦτα χάριτας ὑμῖν ἴσμεν πολλὰς, καὶ ἀνακηρύττοντες ὑμῶν τὴν πολλὴν εὔνοιαν οὐ παυόμεθα. Βοᾷ μὲν γὰρ αὐτὴν καὶ αὐτὴ τῶν πραγμάτων ἡ φωνὴ, οὐ διαλιμπάνομεν δὲ καὶ ἡμεῖς διὰ τῆς ἡμετέρας τοῦτο ἐργαζόμενοι γλώττης. Εἰ δὲ νῦν πρῶτον ὑμῖν ἐπεστάλκαμεν, οὐκ ἀπὸ τῆς ῥᾳθυμίας, ἀλλ' ἀπὸ τῆς τοῦ τόπου ἐρημίας τοῦτο πεπόνθαμεν. Νῦν γοῦν ἐπιλαβόμενοι τοῦ κυρίου τοῦ τιμιωτάτου καὶ εὐλαβεστάτου πρεσβυτέρου, διαβαίνοντος οἷ διάγετε, τήν τε ὀφειλομένην ὑμῖν ἀποδιδόαμεν πρόσρησιν, καὶ παρακαλοῦμεν ὑμᾶς μετὰ τῆς πρεπούσης ὑμῖν ἀγάπης αὐτὸν ὑποδέξασθαι, καὶ ἐπανιόντος, τὰ περὶ τῆς ὑγείας ἡμῖν δηλῶσαι τῆς ὑμετέρας, περὶ ἧς σφόδρα περισπούδαστον ἡμῖν μανθάνειν. Ὑπὲρ δὲ τοῦ τὴν προσήκουσαν σπουδὴν ἐπιδείξασθαι εἰς τὴν τοῦ πράγματος ὑπόθεσιν, εἰς ἥν ἐστε ἀφιγμένοι, οὐδὲν οἶμαι δεῖσθαι τὴν εὐλάβειαν ὑμῶν τῆς ἑτέρωθεν ὑπομνήσεως· καὶ τοῦτο δῆλον πεποιήκατε διὰ τῆς σπουδῆς, ἣν διὰ παντὸς ἐπεδείξασθε τοῦ χρόνου.
ΡΞΒʹ. Ἀνυσίῳ ἐπισκόπῳ Θεσσαλονίκης.
Ὀψὲ μὲν καὶ βραδέως ἐπεστάλκαμέν σου τῇ ἀγάπῃ· ἀλλ' οὐχ ἑκουσίως ἡμῶν ἡ μακρὰ αὕτη σιγὴ γέγονεν, ἀλλὰ διὰ τὴν τοῦ χωρίου ἐρημίαν, ἐν ᾧ καθείργμεθα, οὐ διὰ τὴν ῥᾳθυμίαν τὴν περὶ τὴν ὑμετέραν ἀγάπην. Νῦν γοῦν ἐπιλαβόμενοι τοῦ κυρίου μου τοῦ τιμιωτάτου καὶ εὐλαβεστάτου πρεσβυτέρου, τὴν πάλαι ὀφειλομένην ἀποδεδώκαμεν πρόσρησιν τῇ τιμιότητί σου, χάριτας πολλὰς ὁμολογοῦντές σου τῇ εὐλαβείᾳ ὑπὲρ τῆς ἐνστάσεως, καὶ τῆς ἀνδρείας τῆς ὑπὲρ τῶν Ἐκκλησιῶν. ∆εξάμενος τοίνυν αὐτὸν, δέσποτά μου τιμιώτατε, ὥς σοι πρέπον ἐστὶ, καὶ τὴν προσήκουσαν περὶ αὐτὸν φιλοφροσύνην ἐπιδειξάμενος, μὴ ἀποκάμῃς τὰ συντελοῦντα τῇ κοινῇ διορθώσει τῶν Ἐκκλησιῶν ποιῶν καὶ πραγματευόμενος. Οἶσθα γὰρ τοῦ κατορθώματος τὸ μέγεθος, καὶ ὑπὲρ ὅσων Ἐκκλησιῶν τὸν καλὸν τοῦτον ἀγῶνα ἀνεδέξασθε, καὶ ὅσοι ὑπὲρ τῆς κοινῆς εἰρήνης πονησαμένοις ὑμῖν ἀπόκεινται παρὰ τῷ φιλανθρώπῳ Θεῷ οἱ στέφανοι.
ΡΞΓʹ. Ἀνυσίῳ, Νουμερίῳ, Θεοδοσίῳ, Εὐτροπίῳ, Εὐσταθίῳ, Μαρκέλλῳ, Εὐσεβίῳ, Μαξιμιανῷ, Εὐγενίῳ, Γεροντίῳ, καὶ Θύρσῳ, καὶ πᾶσι τοῖς κατὰ Μακεδονίαν ὀρθοδόξοις ἐπισκόποις.
Πολλὴ μὲν ὑμῶν τῆς ἀγάπης καὶ ἡ ἔμπροσθεν σπουδὴ, καὶ χάριτας ὑπὲρ τούτων ὁμολογοῦμεν, ὅτι ἐν οὕτω χρόνῳ μακρῷ ἔστητε μετὰ τῆς προσηκούσης ὑμῖν ἀνδρείας, μηδενὶ εἴκοντες τῶν συναρπάζειν ἐπιχειρούντων· παρακαλοῦμεν δὲ καὶ τὸ τέλος ἐπιθεῖναι οἷον προσῆκόν ἐστιν. Ὅσῳ γὰρ πλείονα τὰ τῶν καμάτων ὑμῖν, μείζονα καὶ τὰ τῶν ἀντιδόσεων ἔσται, καὶ τῶν ἀμοιβῶν παρὰ τοῦ φιλανθρώπου Θεοῦ. Καὶ ἐπεθυμοῦμεν κατὰ πρόσωπον ὑμῶν θεάσασθαι τὴν τιμιότητα. Ἐπειδὴ δὲ τὰ τῆς ἐξορίας δεσμὰ τοῦτο ἡμᾶς παρείλετο, καὶ ἐν ἑνὶ καθεῖρξε χωρίῳ, τὸν κύριόν μου τὸν τιμιώτατον καὶ εὐλαβέστατον πρεσβύτερον ἀπεστάλκαμεν, καὶ δι' αὐτοῦ τήν τε ὀφειλομένην πρόσρησιν ἀποδιδόαμεν, καὶ δηλοῦμεν, ὅτι χάριτας πολλὰς καὶ μεγάλας ὁμολογοῦντες ὑμῶν τῇ θεοσεβείᾳ οὐ διαλιμπάνομεν, καὶ ἀξιοῦντες ὑπὲρ τῆς μακρᾶς σιγῆς τῆς ἔμπροσθεν συγγνώμην ἡμῖν νεῖμαι. Οὐ γὰρ δὴ ῥᾳθυμοῦντες, οὐδὲ κατολιγωροῦντες ὑμῶν, τοσοῦτον ἐσιγήσαμεν χρόνον· ἀλλ' ἐπειδὴ νῦν πρῶτον εὕρομεν τὸν δυνάμενον ἐκεῖσε διαβῆναι, ἔνθα διατρίβετε νῦν, καὶ τὰ παρ' ἡμῶν διακομίσαι γράμματα, γράφομεν ὑμῖν δηλοῦντες, ἐν οἷς ἐσμεν. ∆εξάμενοι τοίνυν αὐτὸν μετ' εὐνοίας καὶ διαθέσεως γνησίας, τὰ περὶ τῆς ὑγείας ὑμῶν δηλοῦν ἡμῖν παρακλήθητε. Μεγίστην γὰρ ἀπὸ τῶν τοιούτων γραμμάτων, καὶ ἐν ἐρημίᾳ καθήμενοι, ἕξομεν παραμυθίαν.
ΡΞ∆ʹ.Ἀλεξάνδρῳ ἐπισκόπῳ Κορίνθου
Οἶσθα τὴν ἀγάπην, ἣν ἐπεδειξάμεθα περὶ τὴν σὴν τιμιότητα, καὶ πῶς ὀλίγα σοι συγγενόμενοι, συνεδέθημέν σου τῷ πόθῳ. ∆ιὸ καὶ σφόδρα ἐθαυμάσαμεν, ὅτι ἐν οὕτω χρόνῳ μακρῷ οὐδὲ ἅπαξ ἡμῖν ἐπιστεῖλαι κατεδέξω. Καὶ οἶδα μὲν ὅτι γραμματηφόρων προβαλῇ σπάνιν, καὶ οὐδὲν ἀπεικός. Εἰ γὰρ καὶ πολλοὶ οἱ ἐκεῖθεν ἀφικνούμενοι, ἀλλ' ἔνθα καθήμεθα νῦν οὐδεὶς ἂν ταχέως παραγένοιτο τῶν ἐκεῖθεν ἐρχομένων. Πλὴν ἀλλ' οὐκ ἀρκεῖ τοῦτο ἡμῖν εἰς τὸ μηδὲ ἅπαξ δέξασθαι γράμματα. Ἐπεὶ καὶ ἡμεῖς εἰς ταύτην ἔχοντες ἀναχωρῆσαι τὴν πρόφασιν, οὐδὲ οὕτως ἐσιγήσαμεν, ἀλλὰ τὸν κύριόν μου τὸν τιμιώτατον καὶ εὐλαβέστατον πρεσβύτερον ἀναστήσαντες, ἐντεῦθεν ἐπέμψαμεν, ὥστε καὶ τῇ σῇ συντυχεῖν τιμιότητι, καὶ ταύτην ἡμῶν τὴν προσηγορίαν ἀποκομίσαι, καὶ μαθεῖν περὶ τῆς ὑγείας τῆς σῆς, περὶ ἧς σφόδρα περισπούδαστον ἡμῖν μανθάνειν. Ἰδὼν τοίνυν αὐτὸν μετ' εὐνοίας, καὶ ἀγάπης, καὶ τῆς προσηκούσης φιλοφροσύνης, ὡς μέλος ἡμέτερον, ἡνίκα ἂν ἐπανίῃ, τὰ περὶ τῆς ῥώσεώς σου δηλῶσαι ἡμῖν μὴ κατοκνήσῃς. Μεγίστην γὰρ ἡμῖν ἀπὸ τῶν γραμμάτων, καὶ ἐν ἐρημίᾳ καθεζομένοις, παρέξεις τὴν παράκλησιν.
ΡΞΕʹ. Ἐπισκόποις ἐλθοῦσι μετὰ τῶν ἀπὸ τῆς ∆ύσεως ἐλθόντων ἐπισκόπων.
Ἐθαυμάσαμεν ὑμῶν καὶ τὴν ἔμπροσθεν προθυμίαν τε καὶ σπουδὴν, ἣν ὑπὲρ τῶν ταῖς Ἐκκλησίαις συμφερόντων ἐπεδείξασθε. Ἐπεὶ δὲ καὶ μακρὰν οὕτως ἀποδημίαν προσεθήκατε, καὶ πάντα ὄκνον ἐκβαλόντες, μετὰ τῆς προσηκούσης ὑμῖν ἀνδρείας τοσαύτην ὁδὸν ἐστείλασθε, οὐχ ὡς ἔτυχε καὶ διὰ τοῦτο ὑμᾶς κπληττόμεθα, καὶ εὐχαριστοῦντες οὐ διαλιμπάνομεν, καὶ διὰ γραμμάτων νῦν, καὶ χωρὶς γραμμάτων. Οὐχ ἡμεῖς δὲ μόνον, ἀλλὰ καὶ πάντες οἱ κατὰ τὴν Ἀνατολὴν θαυμάζονται, καὶ κήρυκες ὑμῶν γίνονται διαπαντὸς τῆς στεῤῥότητος τῆς ἀκλινοῦς, καὶ θερμῆς ἀγάπης, καὶ τῆς ἀπεριτρέπτου γνώμης. Καὶ οὔτε ὁδοῦ μῆκος,οὔτε ταλαιπωρίαν ἀποδημίας ἡγοῦνταί τι βαρὺ λοιπὸν καὶ ἐπαχθὲς, ὑπὲρ τοῦ δραμεῖν, καὶ ἰδεῖν ὑμῶν τὰ τοσαῦτα κατορθώματα. ∆ιὸ δὴ καὶ ὁ κύριός μου ὁτιμιώτατος καὶ εὐλαβέστατος πρεσβύτερος, καίτοι γε ἀσθενεῖ κεχρημένος σώματι, πάντα εἵλετο παθεῖν ὑπὲρ τούτου παραγενόμενος καὶ τῆς κατ' ὄψιν ἀπολαῦσαι συνουσίας ὑμῶν. ∆εξάμενοι τοίνυν αὐτὸν μετὰ τῆς πρεπούσης ὑμῖν ἀγάπης, κἂν ἐπὶμεῖζον αἴρηται τὰ δεινὰ, παρακαλοῦμεν μὴ κατοκνῆσαι διορθουμένους αὐτὰ, ἀλλ' ἄξιον τῶν προοιμίων ἐπιθεῖναι τὸ τέλος. Ἴστε γὰρ ἡλίκος ὑμῖν ἔσται ὁ μισθὸς παρὰ τοῦ φιλανθρώπου Θεοῦ, ὑπὲρ τοσούτων Ἐκκλησιῶν ταραττομένων πονουμένοις,καὶ πάντα ποιουμένοις, ὥστε εἰς εὐδιεινὸν αὐτὰς ὁρμίσαι λιμένα.
ΡΞ ʹ. Ἐπισκόποις ἐλθοῦσι μετὰ τῶν ἀπὸ τῆς ∆ύσεως ἐπισκόπων.
Καὶ τὰ ἔμπροσθεν παρὰ τῆς τιμιότητος ὑμῶν γεγενημένα μεγάλα, τὸ δικαίαν καὶ πρέπουσαν ὑμῖν ἀγανάκτησιν ὑπὲρ τῶν τοσαύτας Ἐκκλησίας κατειληφότων κακῶν ἀγανακτῆσαι, τὸ συναλγῆσαι, τὸ μὴ μέχρι τούτου στῆναι μόνον, ἀλλὰ καὶ τὰ παρ' ἑαυτῶν εἰσενεγκεῖν. Πολὺ δὲ μέγιστον καὶ τὸ νῦν γεγενημένον παρὰ τῆς ἀγάπης ὑμῶν, τὸ ἀναστῆναι ἕκαστον ὑμῶν οἴκοθεν, τὸ μακρὰν οὕτως ἀποδημίαν στείλασθαι, τὸ διατρίβειν ἐπ' ἀλλοτρίας, καὶ τοὺς ἀπὸ τῆς μακρᾶς ἀποδημίας ὑπομένειν καμάτους, ὑπὲρ τῶν ταῖς Ἐκκλησίαις συμφερόντων. ∆ιὰ ταῦτα ὑμῖν εὐχαριστοῦντες οὐ παυόμεθα, θαυμάζοντες, μακαρίζοντες, ὅσους ἑαυτοῖς ὑπὲρ τούτων παρὰ τοῦ φιλανθρώπου Θεοῦ προαποτίθεσθε τοὺς μισθούς. Καὶ ἐπειδὴ οὔτε συγγενέσθαι ὑμῖν δυνατὸν νῦν ὑπὸ ἐξορίας κατεχομένῳ, οὔτε συνεχῶς ἐπιστέλλειν, τῷ μὴ ταχέως εὐπορεῖν γραμματοφόρων ἦ γὰρ ἂν νιφάδας ἐπέμψαμεν γραμμάτων, τὸν κύριόν μου τὸν τιμιώτατον καὶ εὐλαβέστατον πρεσβύτερον. καὶ αὐτὸν οἴκοθεν ὁρμώμενον ἐλθεῖν, καὶ θεάσασθαι τὴν εὐλάβειαν τὴν ὑμετέραν, παρεκαλέσαμεν, ὥστε καὶ πρὸς ἡμᾶς γραμμάτων ἐπιτυχεῖν, καὶ αὐτὸν καὶ κατὰ πρόσωπον ἀπολαῦσαι τῆς ἀγάπης τῆς ὑμετέρας. ∆εξάμενοι τοίνυν αὐτὸν ὡς ὑμῖν πρέπον ἐστὶν, ἡνίκα ἂν ἐξῇ, καὶ ἡμῖν δηλοῦν μὴ κατοκνεῖτε τὰ περὶ τῆς ὑγείας τῆς ὑμετέρας. Σφόδρα γὰρ ἡμῖν περισπούδαστον τοῦτο μανθάνειν, καὶ οὐ μικρὰ τῆς ἐρημίας, ἐν ᾗ καθήμεθα, τοῦτο ἡμῖν ἔσται παράκλησις.
ΡΞΖʹ. Τοῖς αὐτοῖς.
Χάριν ὑμῖν ἴσμεν πολλὴν τῆς τοσαύτης εὐτονίας, καὶ σπουδῆς, καὶ φροντίδος, καὶ τῶν πόνων, καὶ τῶν ἱδρώτων καὶ τῆς μακρᾶς ταύτης ἀποδημίας, ἣν ὑπὲρ τῶν συμφερόντων τῇ Ἐκκλησίᾳ πεποίησθε. Ὅσῳ γὰρ τοῖς ταράττουσιν ἅπαντα μεῖζον τὸ κρῖμα, τοσούτῳ καὶ ὑμῖν πλείων ὁ μισθὸς, τοσαύτῃ κεχρημένοις ὑπομονῇ καὶ σπουδῇ εἰς διόρθωσιν τῶν κακῶς παρ'ἑτέρων γεγενημένων. Καὶ ἐβουλόμεθα μὲν καὶ παρόντες κατὰ πρόσωπον συντυχεῖν ὑμῶν τῇ εὐλαβείᾳ· ἐπειδὴ δὲ τοῦτο ἀφῃρήμεθα ἀπὸ τῆς κατὰ τὴν ἐξορίαν ἀνάγκης, ὀψέ ποτε καὶ μόλις ἐπιτυχόντες τοῦ πρὸς ὑμᾶς ἀφικνουμένου, τοῦ κυρίου μου τοῦ τιμιωτάτου καὶ εὐλαβεστάτου πρεσβυτέρου, διεπεμψάμεθα ταυτὶ τὰ γράμματα, τήν τε ὀφειλομένην ἀποδιδόντες πρόσρησιν, καὶ εὐχαριστοῦντες ὑπέρ τε τῶν παρελθόντων, ὑπέρ τε τῶν νῦν, ὑπέρ τε ὁλοκλήρου τῆς διορθώσεως τῶν κακῶν. Κἂν γὰρ μηδὲν γένηται πλέον, ὑμεῖς τὸ ὑμέτερον πεποιήκατε. ∆ιὸ καὶ ἀπηρτισμένον ἔχετε παρὰ τοῦ φιλανθρώπου Θεοῦ τὸν μισθὸν, τοσαύτῃ καὶ σπουδῇ καὶ προθυμίᾳ πρὸς τὸ τὰ κακῶς γεγενημένα ἰάσασθαι διὰ παντὸς χρησάμενοι τοῦ χρόνου.
ΡΞΗʹ. Πρόβῃ ἐλευθέρᾳ, ἐν Ῥώμῃ.
Εἰ καὶ πολλῷ διῳκίσμεθα τῷ μέσῳ τῆς ὁδοῦ, ἀλλὰ τῆςγνησίας σου καὶ θερμῆς ἀγάπης, ὡς παρόντες, καὶ πάντα τὰ σὰ ὁρῶντες, οὕτως ἀκριβῆ πεῖραν εἰλήφαμεν, τῶν ἐκεῖθεν ἀφικνουμένων πρὸς ἡμᾶς ἀπαγγελλόντων περὶ τῆς σῆς ἐμμελείας ταῦτα, ἅπερ ἐπεθυμοῦμεν μανθάνειν. ∆ιὰ τοῦτό σοι χάριτας ἴσμεν πολλὰς καὶ μεγάλας, καὶ ἐναβρυνόμεθα, καὶ καλλωπιζόμεθα ἐπὶ τῇ διαθέσει τῆς εὐγενείας σου· καὶ τοὺς ἀγαπητοὺς, τὸν εὐλαβέστατον πρεσβύτερον Ἰωάννην, καὶ τὸν τιμιώτατον διάκονον Παῦλον παρακατατιθέμεθά σου τῇ κοσμιότητι, ὡς εἰς λιμένα τὰς σὰς αὐτοὺς παραπέμποντες χεῖρας. Ἰδεῖν τοίνυν αὐτοὺς ὥς σοι πρέπον ἐστὶ, δέσποινά μου τιμιωτάτη καὶ εὐγενεστάτη, παρακλήθητι. Οἶσθα γὰρ, ὅσος ἔσται σοι τῆς φιλοφροσύνης ταύτης ὁ μισθός. Καὶ ἡνίκα ἂν ἐξῇ, συνεχέστερον ἡμῖν δήλου τὰ περὶ τῆς ὑγείας τῆς σῆς, περὶ ἧς σφόδρα περισπούδαστον ἡμῖν μανθάνειν, ἐπειδήπερ σφόδρα αὐτῆς ἀντεχόμεθα.
ΡΞΘʹ. Ἰουλιανῇ, καὶ ταῖς σὺν αὐτῇ.
Ὅσῳ χαλεπώτερον τὸ κρῖμα γεγένηται τοῖς τὰ τοιαῦτα παρανομήσασι, τοσούτῳ πλείων ὑμῖν ἔσται ὁ μισθὸς, τοῖς τοσαύτας παρανομίας λύειν ἐσπουδακόσι, καὶ τοσοῦτον ἐπιδεικνυμένοις πόνον καὶ κάματον. Οὐδὲ γὰρ ἔλαθεν ἡμᾶς τῆς ὑμετέρας διαθέσεως ἡ εὐποιία, καὶ ἡ σπουδὴ, ἣν καὶ εἰς τὴν προκειμένην ὑπόθεσιν ἐπεδείξασθε, καὶ εἰς τὴν φιλοφροσύνην τῶν παρ' ἡμῶν ἐκεῖσε ἀφιγμένων. ∆ιὸ καὶ χάριτας ὑμῖν ἔχομεν, καὶ παρακαλοῦμεν τῇ αὐτῇ ἐπιμένειν προθυμίᾳ, καὶ ἐῤῥωμενεστέραν ἐπιδείξασθαι εὐτονίαν τε καὶ ἀνδρείαν. Ἴστε γὰρ ἡλίκον τοῦ κατορθώματος τὸ μέγεθος, καὶ ὅσον λήψεσθε τὸν μισθὸν, τοσαύτην ταραχὴν, καὶ οὕτω κύματα ἄγρια, τό γε εἰς ὑμᾶς ἧκον, καταστέλλουσαι, καὶ τὴν προσήκουσαν εἰς τὴν τῶν γεγενημένων κακῶν εἰσφέρουσαι διόρθωσιν.
ΡΟʹ. Ἰταλικῇ.
Ἐπὶ μὲν τῶν ἔξωθεν πραγμάτων, ὥσπερ τῇ φύσει, οὕτω καὶ τῇ πράξει καὶ τῇ μεταχειρίσει διῄρηται ταῦτα τὰ γένη, ἀνὴρ λέγω καὶ γυνή. Τῇ μὲν γὰρ οἰκουρεῖν νενόμισται, τῷ δὲ τῶν πολιτικῶν καὶ τῶν ἐν ἀγορᾷ πραγμάτων ἅπτεσθαι. Ἐπὶ δὲ τῶν τοῦ Θεοῦ ἀγώνων, καὶ τῶν ὑπὲρ τῆς Ἐκκλησίας πόνων οὐκ ἔνι τοῦτο, ἀλλ' ἔστι καὶ γυναῖκα ἀνδρὸς ἐῤῥωμενέστερον τῶν καλῶν τούτων ἀντέχεσθαι ἀγώνων καὶ πόνων. Καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἐν τῇ πρὸς τὴν πατρίδα τὴν ὑμετέραν ἐπιστολῇ, πολλὰς ἀνακηρύττει γυναῖκας, λέγων αὐτὰς οὐ μικρὰ πεπονηκέναι ἐν τῷ ἄνδρας διορθοῦν, καὶ ἐνάγειν ἐπὶ τὰ προσήκοντα. Τίνος ἕνεκεν ταῦτά φημι; Ἵνα μὴ νομίσητε ἀλλότριον ὑμῶν εἶναι τὸ τῆς σπουδῆς ἅπτεσθαι, καὶ τῶν πόνων τῶν εἰς τὴν ἐκκλησιαστικὴν διόρθωσιν συντελούντων, ἀλλ' ὡς πρέπον ὑμῖν ἐστι, καὶ δι' ἑαυτῶν, καὶ δι' ἑτέρων, ὧν ἂν οἷόν τε ᾖ, τὴν προσήκουσαν εἰσενέγκητε σπουδὴν, εἰς τὸ λῦσαι τὴν κοινὴν ζάλην καὶ ταραχὴν τὴν τὰς Ἐκκλησίας τῆς Ἀνατολῆς καταλαβοῦσαν, Ὅσῳ γὰρ χαλεπωτέρα γέγονεν ἡ ζάλη, καὶ βαρύτερος ὁ χειμὼν, τοσούτῳ καὶ ὑμῖν πλείων ἔσται ὁ μισθὸς, ταῖς πάντα πρᾶξαι καὶ παθεῖν αἱρουμέναις, ὑπὲρ τοῦ τὴν διαταραχθεῖσαν εἰρήνην ἐπαναγαγεῖν, καὶ ἐν καταστάσει τῇ προσηκούσῃ σπουδάσαι καταστῆσαι διαταραχθέντα ἅπαντα.
ΡΟΑʹ. Μοντίῳ.
Πόῤῥω μέν σου καθήμεθα τῇ παρουσίᾳ τοῦ σώματος, ἐγγὺς δὲ τῇ διαθέσει τῆς ψυχῆς, καὶ σύνεσμέν σοι, καὶ συμπεπλέγμεθα καθ' ἑκάστην ἡμέραν, τὸν θερμόν σου περὶ ἡμᾶς ἔρωτα, τὴν φιλοξενίαν, τὴν φιλοφροσύνην, τὴν τοσαύτην θεραπείαν καὶ σπουδὴν, ἣν διὰ πάντων ἐπεδείξω, καθ' ἑαυτοὺς ἀναλογιζόμενοι, καὶ ἐντρυφῶντες τῇ μνήμῃ τῆς εὐγενείας τῆς σῆς, καὶ πρὸς ἅπαντας ἀνακηρύττοντές σου τὴν εἰλικρινῆ διάθεσιν, καὶ δόλον οὐκ ἔχουσαν. ∆ιὸ καὶ γραμμάτων ἐπιθυμοῦμεν τῆς εὐγενείας τῆς σῆς, καί σε παρακαλοῦμεν συνεχῶς ἡμῖν ἐπιστέλλειν, καὶ τὰ περὶ τῆς ὑγείας τῆς σῆς εὐαγγελίζεσθαι, ἵνα καὶ ἐκ τούτου πολλὴν καρπωσώμεθα τὴν παράκλησιν, μανθάνοντες τὰ περὶ τῆς ῥώσεως τῆς σῆς. Πάνυ γὰρ ἡμῖν τοῦτο περισπούδαστον εἰδέναι. Μὴ τοίνυν ἀποστερήσῃς ἡμᾶς ταύτης τῆς εὐφροσύνης· ἀλλ' ὁσάκις ἂν ἐξῇ γράφε, ταῦτα εὐαγγελιζόμενος.
ΡΟΒʹ. Ἑλλαδίῳ.
Ὀλίγα μέν σοι συνεγενόμεθα, πολλὴν δὲ τὴν πειράν σου τῆς γνησίας καὶ θερμῆς εἰλήφαμεν ἀγάπης. Καὶ γὰρ αἱ γενναῖαι ψυχαὶ ἐν βραχεῖ καιρῷ τοὺς ἐντυγχάνοντας χειροῦνται. Ὃ δὴ καὶ αὐτὸς πεποίηκας ἐν ὀλίγῳ σφοδροὺς ἡμᾶς ποιήσας ἐραστὰς τῆς εὐγενείας τῆς σῆς. ∆ιὸ καὶ ἐπιστέλλομεν, καὶ τὰ καθ' ἡμᾶς αὐτοὺς δηλοῦμεν, ὅτι ἐν ἡσυχίᾳ καὶ ἀπραγμοσύνῃ διάγομεν πολλῇ, πάντων ἡμᾶς ἐνταῦθα θεραπευόντων μετὰ σπουδῆς, καὶ μετὰ πολλῆς ὁρώντων τῆς εὐνοίας. Ἵν' οὖν καὶ τὰ ὑμέτερα μανθάνοντες εὐφραινώμεθα, συνεχῶς ἡμῖν ἐπιστέλλειν μὴ κατόκνει, καὶ τὰ περὶ τῆς ὑγείας τῆς σῆς εὐαγγελίζεσθαι, ἵνα καὶ ἐκ τούτου πολλὴν καρπωσώμεθα τὴν παράκλησιν, τοιαῦτα παρὰ τῆς σῆς εὐγενείας δεχόμενοι γράμματα.
ΡΟΓʹ. Εὐηθίῳ.
Εἰ καὶ τῷ σώματι κεχωρίσμεθά σου τῆς εὐγενείας, ἀλλὰ τῇ ἀγάπῃ συνδεδέμεθά σου τῇ ψυχῇ. Τοιαῦτα ἐνέχυρα φιλίας ἡμῖν ἐναπέθου, πολλὴν περὶ ἡμᾶς τὴν θεραπείαν καὶ τὴν διάθεσιν ἐπιδειξάμενος αὐτόθι. ∆ιὰ τοῦτο ὅπουπερ ἂν ἀφικώμεθα, οὐ παυόμεθα χάριτας ὁμολογοῦντες τῇ εὐγενείᾳ τῇ σῇ. Καί σε παρακαλοῦμεν συνεχῶς ἡμῖν καὶ αὐτὸν ἐπιστέλλειν, καὶ τὰ περὶ τῆς ὑγείας τῆς σῆς εὐαγγελίζεσθαι. Ἡμεῖς γὰρ τὴν ὁδὸν ἅπασαν ἀπραγμόνως καὶ μετὰ ἀσφαλείας διανύσαντες ἐν τῇ Κουκουσῷ διατρίβομεν, ἐντρυφῶντες τῇ ἡσυχίᾳ τοῦ χωρίου, καὶ τῇ ἀπραγμοσύνῃ, καὶ πολλῆς ἀπολαύοντες θεραπείας τε καὶ εὐνοίας. Ἵν' οὖν καὶ περὶ τῆς ῥώσεως τῆς ὑμετέρας μανθάνοντες εὐφραινώμεθα, πυκνὰ καὶ συνεχῆ πέμπειν ἡμῖν τὰ γράμματα σπούδασον, εὐαγγελιζόμενα ἡμᾶς περὶ τῆς ὑγείας τῆς σῆς καὶ τοῦ οἴκου σου παντός. Οὕτω γὰρ μεγίστην ἐντεῦθεν καρπωσόμεθα τὴν παράκλησιν.
ΡΟ∆ʹ. ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ∆ΙΑΦΟΡΟΥΣ
Ἐπιστολαὶ ξη Τοῖς ἐν Χαλκηδόνι ἐγκεκλεισμένοις ἐπισκόποις, πρεσβυτέροις τε καὶ διακόνοις.
Μακάριοι καὶ τῶν δεσμῶν ὑμεῖς, καὶ τῆς γνώμης, μεθ' ἧς φέρετε τὰ δεσμὰ, ἀποστολικὴν ἀνδρείαν ἐν τούτοις ἐπιδεικνύμενοι· ἐπεὶ κἀκεῖνοι καὶ μαστιγούμενοι, καὶ ἐλαυνόμενοι, καὶ δεσμούμενοι, μετὰ πολλῆς ταῦτα ἔφερον τῆς ἡδονῆς· οὐ μόνον δὲ μετὰ πολλῆς ἔφερον τῆς ἡδονῆς, ἀλλὰ καὶ τὰ αὑτῶν ἐποίουν ἐν ταῖς ἁλύσεσιν ὄντες, καὶ τὴν οἰκουμένην μεριμνῶντες ἅπασαν. ∆ιὸ δὴ παρακαλῶ τὴν ὑμετέραν ἀγάπην μηδὲν ἐντεῦθεν ἀναπεσεῖν, ἀλλ' ὅσῳ πλείων ὑμῖν ἡ ὀδύνη γίνεται ἐξ ὧν πάσχετε, πλείονα καὶ τὴν προθυμίαν ἐπιδείξασθαι, καὶ καθ' ἑκάστην ἡμέραν μεριμνᾷν ὑπὲρ τῶν κατὰ τὴν οἰκουμένην Ἐκκλησιῶν, ὅπως ἂν γένοιτό τις διόρθωσις ἡ προσήκουσα, μηδὲ εἰς τὴν ὀλιγότητα ὑμῶν ἀπιδόντες, καὶ τῷ περιελαύνεσθαι πανταχόθεν, ὑπτιώτεροι γένησθε. ∆ι' ὧν γὰρ πάσχετε, μείζονα τὴν παρὰ τῷ Θεῷ παῤῥησίαν κτώμενοι, πλείονα εὔδηλον ὅτι καὶ τὴν δύναμιν ἕξετε. Χρήσασθε τοίνυν εἰς καιρὸν τῇ προθυμίᾳ, καὶ δι' ἑαυτῶν, καὶ δι' ἑτέρων, ὧν ἂν οἷόν τε ᾖ, ταῦτα καὶ πρᾶξαι καὶ εἰπεῖν σπουδάσατε, ἵνα τὸ κατέχον κλυδώνιον καταστεῖλαι δυνήσεσθε. Μάλιστα μὲν γὰρ ἔσται τι καὶ πλέον σπουδαζόντων ὑμῶν· εἰ δ' ἄρα μηδὲν γένοιτο πλέον, τῆς προθυμίας καὶ τῆς γνώμης ἕξετε παρὰ τοῦ φιλανθρώπου Θεοῦ τὸν μισθόν.
ΡΟΕʹ. Ἀγαπητῷ.
Πολλοὺς καὶ συνεχεῖς ἱδρῶτας ἵδρωσεν ὁ κύριός μου ὁ εὐλαβέστατος καὶ τιμιώτατος πρεσβύτερος Ἐλπίδιος, τοὺς τὸ ὄρος οἰκοῦντας, τὸ Ἀμανὸν λέγω, σπουδάζων ἀπαλλάξαι τῆς κατεχούσης αὐτοὺς ἀσεβείας. Καὶ ἀπήλλαξε, καὶ μετέθηκεν αὐτοὺς ἀπὸ τῆς πλάνης, καὶ ἐκκλησίας ᾠκοδόμησε, καὶ μοναστήρια συνεστήσατο· καὶ ἔξεστι ταῦτα τῇ εὐγενείᾳ σου καὶ παρ' ἑτέρων μανθάνειν. Ἐπεὶ οὖν οἶδα ὅτι τῶν εὐλαβῶν ἀνδρῶν καὶ γενναίων σφόδρα γέγονας ἐραστὴς, εἰδὼς ὅτι σοι χαριοῦμαι γνώριμον ποιῶν τὸν τοσαῦτα κατωρθωκότα, ὁμοῦ καὶ προσειπεῖν σε δι' ἑκάστης προφάσεως ἐπειγόμενος, προστέθεικα ταῦτα τὰ γράμματα, τήν τε ὀφειλομένην πρόσρησιν ἀποδιδοὺς, καὶ τὸν ἄνδρα παρακατατιθέμενός σου τῇ εὐγενείᾳ. Ἰδὼν τοίνυν αὐτὸν ὥς σοι πρέπον ἐστὶ, δέσποτά μου τιμιώτατε καὶ θαυμασιώτατε, δεῖξον αὐτῷ διὰ τῶν ἔργων,ὡς οὐ μάτην οὐδὲ εἰκῆ ταύτην ἦλθεν ἔχων παρ' ἡμῶν τὴν ἐπιστολὴν, ἀλλ' ἴσχυσε ταυτὶ τὰ γράμματα πολλῆς αὐτὸν ποιῆσαι ἀπολαῦσαι εὐνοίας τε καὶ ἀγάπης. Οὕτω γὰρ καὶ ἡμεῖς χάριν πολλὴν ὁμολογήσομεν τῇ ἀγχινοίᾳ τῇ σῇ, ὅτι καὶ ἐκ τοσούτου καθήμενοι διαστήματος, ἀπὸ τῆς ἐπιστολῆς δυνάμεθα συνάπτειν σου τῇ ἀγάπῃ γνησίως τοὺς ἐπιθυμοῦντας αὐτῆς ἀπολαύειν· ὧν εἷς οὗτός ἐστι, σφοδρὸς ἐραστὴς ὤν σου τῆς κοσμιότητος· διὸ καὶ μετὰ πολλῆς τῆς σπουδῆς ταύτην παρ' ἡμῶν ᾔτησε τὴν ἐπιστολήν.
ΡΟς ʹ. Ἡσυχίῳ.
Ἡμεῖς ἐπιθυμοῦμεν καὶ παρόντα σε θεάσασθαι, καὶ τῆς γλυκυτάτης καὶ ἡδίστης σου ἀπολαῦσαι συνουσίας. Ἀλλ' ἐπειδὴ τοῦτο ἐργῶδες, καὶ διὰ τὴν τῆς ὁδοῦ δυσκολίαν καὶ διὰ τὴν τῶν πραγμάτων ἀσχολίαν, καὶ τὴν τοῦ σώματος ἀσθένειαν, τὴν ἀπὸ τῶν γραμμάτων ζητοῦμεν παράκλησιν, ἣν οὔτε σώματος ἀῤῥωστία, οὐδὲ ὁδοῦ τραχύτης διακωλῦσαι δύναται. ∆ίδου δὴ τὴν χάριν ἡμῖν κούφην τε οὖσαν καὶ ἀνεπαχθῆ, καὶ πολλὴν κομίζουσαν ἡμῖν τὴν ἡδονὴν, καὶ οὐ μικρὸν τῆς ἀθυμίας, τῆς ἐκ τοῦ σωματικοῦ χωρισμοῦ, ὑποτεμνομένην. Ἂν γὰρ ταύτης ἀπολαύσωμεν τῆς παρακλήσεως, καὶ πλησίον ἡγησόμεθα εἶναι, καὶ ἀεὶ μετὰ τῆς τιμιότητός σου. Ἀρκεῖ μὲν γὰρ καὶ ἡ ἀγάπη τοῦτο ποιῆσαι· πλείονα δὲ αὐτὴ ἡ φαντασία λαμβάνει προσθήκην, ὅταν καὶ τὴν ἀπὸ τῶν γραμμάτων ἔχῃ συμμαχίαν.
ΡΟΖʹ. Ἀρτεμιδώρῳ.
Πολλῆς ἐνόμισεν ἀπολαύσεσθαι εὐνοίας ὁ κύριός μου Ἀντίοχος, εἰ μετὰ γραμμάτων ἡμετέρων φανείη τῇ ἐμμελείᾳ τῇ σῇ. ∆εῖξον τοίνυν, δέσποτά μου τιμιώτατε, ὡς οὐ τηνάλλως ταῦτα ἐνόμισε, καὶ δεξάμενος αὐτὸν μετὰ τῆς σοι προσηκούσης εὐνοίας, ἄν τι δίκαιον νομίζῃ, καὶ λόγον ἔχον, ἕτοιμον σεαυτὸν αὐτῷ παρασχεῖν παρακλήθητι, καὶ δεῖξον διὰ τῶν ἔργων αὐτῷ ὡς οὐ μάτην οὐδὲ εἰκῆ ταύτην ἦλθε φέρων παρ' ἡμῶν τὴν ἐπιστολὴν, ἀλλὰ γέγονέ τι πλέον αὐτῷ εἰς εὐνοίας καὶ συμμαχίας δικαίας λόγον ἀπὸ τῶν γραμμάτων τῶν ἡμετέρων. Οὕτω γὰρ ἀπολαύσεται μὲν τῆς εὐεργεσίας οὗτος, καρπώσομαι δὲ ἐγὼ τιμὴν δι' ὧν καὶ οὗτος τῆς εὐεργεσίας ἀπήλαυσε.
ΡΟΗʹ. Εὐθαλίᾳ.
Σφόδρα γνησίας καὶ θερμῆς ἀγάπης ἀνακέχρωσταί σου τὰ γράμματα, εἰλικρινοῦς καὶ ἀδόλου διαθέσεως. ∆ιὰ ταῦτά σοι πολλὰς χάριτας ὁμολογοῦμεν, καὶ ὅτι γράφεις, καὶ ὅτι τῆς γνησίας σου φιλίας τῆς περὶ ἡμᾶς μέγιστον δεῖγμα ἐκφέρεις. Ὁ Θεός σοι τὸν μισθὸν δῴη τῆς τοιαύτης διαθέσεως καὶ ἐνταῦθα, καὶ ἐν τῷ μέλλοντι αἰῶνι, καὶ τειχίσειέ σε, καὶ φρουρήσειε, καὶ ἐν πάσῃ καταστήσειεν ἀσφαλείᾳ, καὶ εὐθυμίᾳ. Οἶσθα γὰρ αὐτὴ, κυρία μου τιμιωτάτη, ὡς οὐ μικρὰν ἡμῖν εὐφροσύνην φέρει, καὶ ταῦτα ἐν ἐρημίᾳ καθημένοις, τὸ συνεχῶς ἀκούειν κατὰ νοῦν σοι τὰ πράγματα φέρεσθαι. Ταῦτα δὴ δήλου συνεχῶς ἡμῖν, καὶ μὴ διαλείπῃς περὶ τῆς ὑγιείας τῆς σῆς εὐαγγελιζομένη, ἵνα καὶ ἐν ἐρημίᾳ καθήμενοι πολλὴν ἐντεῦθεν καρπωσώμεθα τὴν παράκλησιν.
ΡΟΘʹ. Ἀδολίᾳ.
Τὸ μὲν παραγενέσθαι ἴσως ἐργῶδες διὰ τὴν τοῦ σώματος ἀσθένειαν· οὐδὲν γὰρ ἕτερον κώλυμα, τὰ γὰρ τῶν λῃστῶν πάντα πέπαυται· τὸ δὲ γράφειν ποῖον ἔχει πόνον; Οὐ γὰρ δὴ καὶ ἐνταῦθα εἰς ἐκεῖνο καταφυγεῖν ἔχεις. Ταῦτα δὲ λέγω, ὅτι ἕκτην, ὡς ἔγωγε οἶμαι, ταύτην διαπεμψάμενος τὴν ἐπιστολὴν, δύο μόνας ἐδεξάμην παρὰ τῆς εὐγενείας τῆς σῆς. Πλὴν ἀλλὰ ἄν τε γράφῃς, ἄν τε σιγᾷς, ἡμεῖς τὰ ἑαυτῶν ποιοῦντες οὐ διαλιμπάνομεν. Οὐ γὰρ δυνησόμεθα ἐπιλαθέσθαι σου τῆς ἀρχαίας ἐκείνης καὶ γνησίας φιλίας, ἀλλ' ἀνθοῦσαν αὐτὴν διηνεκῶς διατηροῦμεν, καὶ ἡνίκα ἂν ἐξῇ, γράφομεν. Ἐπειδὴ δὲ σφόδρα μεριμνῶμεν τὰ σὰ, σφόδρα ἐπιθυμοῦμεν καὶ γράμματα παρὰ σοῦ δέχεσθαι, περὶ τῆς ὑγιείας ἡμῖν εὐαγγελιζόμενα τῆς σῆς. Μὴ δὴ ταύτης ἡμᾶς ἀποστέρει τῆς παραμυθίας· ἀλλ' εἰδυῖα ὅσον χαρίζῃ, κἂν ἐπίπονόν σοι ᾗ τὸ γράφειν, δι' ἡμᾶς τοὺς σφόδρα σε ἀγαπῶντας καὶ τοῦτον καταδέχου τὸν πόνον· καὶ δήλου τὰ περὶ τῆς ῥώσεως ἡμῖν τῆς σῆς, σφόδρα ἐπιθυμοῦσι καθ' ἑκάστην ἡμέραν περὶ ταύτης μανθάνειν.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου