Ιωάννης Χρυσόστομος
Είς Πράξεις Αποστόλων
Τόμος 60
Ι∆ʹ Ἀναστὰς δέ τις ἐν τῷ συνεδρίῳ Φαρισαῖος, ὀνόματι Γαμαλιὴλ, νομοδιδάσκαλος, τίμιος παντὶ τῷ λαῷ, ἐκέλευσεν ἔξω βραχὺ τοὺς ἀν θρώπους γενέσθαι.
αʹ. Οὗτος ὁ Γαμαλιὴλ, Παύλου διδάσκαλος ἦν. Καὶ θαυμάσαι ἄξιον, πῶς καὶ τὰς κατὰ νοῦν κρίσεις ἔχων καὶ νομομαθὴς ὢν, οὐδέπω ἐπίστευσεν. Οὐκ ἔστι δὲ αὐτὸν μεῖναι μὴ πιστεύσαντα δι' ὅλου. Καὶ δῆλον ἐκ τῶν ῥημάτων αὐτοῦ, δι' ὧν συμβουλεύει. Ἐκέλευσε γὰρ, φησὶν, ἔξω βραχὺ τοὺς ἀνθρώπους ποιῆσαι. Ὅρα τὴν σύνεσιν τῆς δημηγορίας, καὶ πῶς αὐτοὺς εὐθέως εἰς φόβον ἐσέβαλεν. Ὥστε δὲ μὴ ὑποπτευθῆναι αὐτὸν ὡς τὰ ἐκείνων φρονοῦντα, ὡς πρὸς ὁμογνώμονας διαλέγεται, καὶ οὐ πολλῇ τῇ σφοδρότητι κέχρηται, ἀλλ' ὡς ὑπὸ τοῦ θυμοῦ μεθύουσιν, οὕτω φησίν· Ἄνδρες Ἰσραηλῖται, προσέχετε ἑαυτοῖς, ἐπὶ τοῖς ἀνθρώποις τούτοις τί μέλλετε πράσσειν.
Μὴ ἁπλῶς, φησὶ, μηδὲ ὡς ἔτυχε φέρεσθε. Πρὸ γὰρ τούτων τῶν ἡμερῶν ἀνέστη Θευδᾶς, λέγων, εἶναί τινα ἑαυτὸν, ᾧ προσεκολλήθη ἀριθμὸς ἀνδρῶν ὡς τετρακοσίων· ὃς ἀνηρέθη· καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ, διελύθησαν καὶ ἐγένοντο εἰς οὐδέν. Ἀπὸ παραδειγμάτων αὐτοὺς σωφρονίζει, καὶ τὸν πλείονας ἀποστήσαντα ὕστερον τίθησι παραμυθούμενος αὐτούς. Πρὸ μὲν οὖν τοῦ τὰ παραδείγματα εἰπεῖν, λέγει, Προσέχετε ἑαυτοῖς· ἐπειδὴ δὲ ἔδειξεν, ἀποφαίνεται λέγων· Καὶ τὰ νῦν λέγω ὑμῖν, Ἀπόστητε ἀπὸ τῶν ἀνθρώπων τούτων. Μετὰ τοῦτον ἀνέστη Ἰούδας ὁ Γαλιλαῖος ἐν ταῖς ἡμέραις τῆς ἀπογραφῆς, καὶ ἀπέστησεν ἱκανὸν λαὸν ὀπίσω αὐτοῦ· κἀκεῖνος ἀπώλετο, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ, διεσκορπίσθησαν. Καὶ τανῦν λέγω ὑμῖν, Ἀπόστητε ἀπὸ τῶν ἀνθρώπων τούτων, καὶ ἐάσατε αὐτούς· ὅτι, ἐὰν ᾖ ἐξ ἀνθρώπων ἡ βουλὴ αὕτη ἢ τὸ ἔργον τοῦτο, καταλυθήσεται· εἰ δὲ ἐκ Θεοῦ ἐστιν, οὐ δυνήσεσθε καταλῦσαι αὐτό. Ὡσεὶ ἔλεγεν· Ἀνάσχεσθε, καὶ ἐὰν ἐξ ἑαυτῶν καὶ οὗτοι συνέστησαν, οὐδὲν κωλύσει καὶ αὐτοὺς καταλυθῆναι. Μήποτε καὶ Θεομάχοι εὑρεθῆτε. Καὶ διὰ τοῦ ἀδυνάτου, καὶ διὰ τοῦ ἀσυμφόρου ἀποτρέπει αὐτούς. Οὐκ εἶπε δὲ ὑπὸ τίνος ἀνῃρέθησαν, ἀλλ' ἁπλῶς, ὅτι διελύθησαν, τάχα ὡς παρέλκον. ∆ι' ὧν δὲ ὑποτίθησι, διδάσκει, ὅτι Εἰ μὲν ἀνθρώπινον τὸ ἔργον, οὐδὲν δεήσει πραγμάτων ὑμῖν· εἰ δὲ θεῖόν ἐστιν, οὐδὲ μετὰ πραγμάτων δυνήσεσθε περιγενέσθαι. Οὕτω γοῦν καὶ ὁ λόγος συνετὸς ἔδοξεν, ὅτι καὶ ἐπείσθησαν ὥστε μὴ ἀνελεῖν αὐτοὺς, ἀλλὰ μαστίξαι μόνον. Ἐπείσθησαν γὰρ αὐτῷ, φησί· καὶ προσκαλεσάμενοι τοὺς ἀποστόλους, δείραντες παρήγγειλαν μὴ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ, καὶ ἀπέλυσαν αὐτούς. Ὅρα, μετὰ πόσα μαστίζονται θαύματα. Καὶ ὅμως πάλιν ἡ διδασκαλία ἐπετείνετο· καὶ γὰρ καὶ ἐν οἰκίᾳ καὶ ἐν τῷ ἱερῷ ἐδίδασκον. Οἱ μὲν οὖν ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου, ὅτι ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ κατηξιώθησαν ἀτιμασθῆναι, πᾶσάν τε ἡμέραν ἐν τῷ ἱερῷ καὶ κατ' οἶκον οὐκ ἐπαύοντο διδάσκοντες καὶ εὐαγγελιζόμενοι Ἰησοῦν Χριστόν. Ἐν δὲ ταῖς ἡμέραις ταύταις πληθυνόντων τῶν μαθητῶν, ἐγένετο γογγυσμὸς τῶν Ἑλληνιστῶν πρὸς τοὺς Ἑβραίους, ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν. Οὐκ ἐν ἐκείναις πάντως λέγει ταῖς ἡμέραις· ἀλλ' ἐπεὶ συνήθεια τοιαύτη ἐστὶ τῇ Γραφῇ, καὶ τὰ μέλλοντα συμβαίνειν ὡς ἐφεξῆς γινόμενα λέγει, διὰ τοῦτο οὕτως εἶπεν. Ἑλληνιστὰς δὲ οἶμαι καλεῖν, τοὺς Ἑλληνιστὶ φθεγγομένους· οὗτοι γὰρ Ἑλληνιστὶ διελέγοντο Ἑβραῖοι ὄντες. Ἰδοὺ καὶ ἄλλος πειρασμός· μᾶλλον δὲ καὶ σὺ, εἰ βούλει σκοπεῖν, ὄψει καὶ ἔσωθεν καὶ ἔξωθεν τοὺς πολέμους ὄντας ἐξ ἀρχῆς. Προσκαλεσάμενοι δὲ, φησὶ, οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν, εἶπον· Οὐκ ἀρεστόν ἐστι καταλιπόντας ἡμᾶς τὸν λόγον τοῦ Θεοῦ, διακονεῖν τραπέζαις. Καλῶς· τῶν γὰρ ἀναγκαίων τὰ ἀναγκαιότερα προτιμότερα. Ὅρα δὲ, πῶς εὐθέως καὶ τούτων πρόνοιαν ποιοῦνται, καὶ τοῦ κηρύγματος οὐκ ἀμελοῦσιν. Ὡς αἰδεσιμώτεροι δὲ ἐκεῖνοι ἦσαν, διὸ καὶ προκρίνονται. Ἐπισκέψασθε οὖν, ἀδελφοὶ, ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτὰ, πλήρεις Πνεύματος καὶ σοφίας, οὓς καταστήσομεν ἐπὶ τῆς χρείας ταύτης. Ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν. Καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους. Καὶ ἐξελέξαντο Στέφανον ἄνδρα πλήρη πίστεως καὶ Πνεύματος ἁγίου. Ἄρα καὶ ἐκεῖνοι πλήρεις πίστεως ἦσαν, οὓς καὶ ἐξελέξαντο, ἵνα μὴ τὰ αὐτὰ γένηται, οἷα ἐπὶ Ἰούδα, οἷα ἐπὶ Ἀνανίου καὶ Σαπφείρας. Καὶ Φίλιππον, καὶ Πρόχορον καὶ Νικάνορα, καὶ Τίμωνα, καὶ Παρμενᾶν, καὶ Νικόλαον προσήλυτον Ἀντιοχέα, οὓς ἔστησαν ἐνώπιον τῶν ἀποστόλων, καὶ προσευξάμενοι, ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας. Καὶ ὁ λόγος τοῦ Κυρίου ηὔξανε, καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν ἐν Ἱερουσαλὴμ σφόδρα· πολύς τε ὄχλος τῶν ἱερέων ὑπήκουε τῇ πίστει. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Ἄνδρες, προσέχετε ἑαυτοῖς. Ὅρα δή μοι τὸν Γαμαλιῆλον ἐνταῦθα πῶς μετ' ἐπιεικείας διαλέγεται καὶ βραχέα διέξεισι πρὸς αὐτοὺς, καὶ οὐ λέγει παλαιὰ διηγήματα, καίτοι γε ἔχων, ἀλλὰ νεώτερα, ἃ μάλιστα πρὸς πίστιν ἦσαν ἰσχυρά. ∆ιὸ καὶ μετ' ἐπικρύψεως αἰνίττεται λέγων· Πρὸ γὰρ τούτων τῶν ἡμερῶν· μονονουχὶ δηλῶν, ὡς οὐ πρὸ πολλῶν. Εἰ μὲν οὖν εὐθέως εἶπεν,
Ἄφετε τοὺς ἄνδρας, καὶ αὐτὸς ἔδοξεν ὕποπτος ἂν, καὶ ὁ λόγος οὕτως οὐκ ἦν ἰσχυρός· μετὰ δὲ τῶν παραδειγμάτων τὴν οἰκείαν ἰσχὺν ἐλάμβανε. ∆ιὰ τοῦτο οὐδὲ ἑνὸς μέμνηται, ἀλλὰ καὶ δευτέρου, καίτοι εἶχεν εἰπεῖν καὶ τρίτον, ἐκ περιουσίας καὶ ἑαυτὸν καλῶς λέγοντα δεικνὺς, κἀκείνους ἀπάγων τῆς φονικῆς προαιρέσεως. Ἀπόστητε ἀπὸ τῶν ἀνθρώπων.
βʹ. Ὅρα, πῶς τὸ ἦθος ἐπιεικής. Καὶ οὔτε μακρὸν τὸν λόγον, ἀλλὰ σύντομον ποιεῖ· οὔτε ἐκείνων μετὰ θυμοῦ μέμνηται. Καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ, διεσκορπίσθησαν. Τοῦτο λέγων, οὐδὲν εἰς Χριστὸν βλασφημεῖ, ἀλλ' ὃ βούλεται μάλιστα, κατορθοῖ. Ἐὰν ᾖ, φησὶν, ἐξ ἀνθρώπων, καταλυθήσεται. Ἐνταῦθα καὶ συλλογίζεσθαί μοι αὐτοὺς δοκεῖ, καὶ λέγειν· Οὐκοῦν ἐπεὶ οὐ κατελύθη, οὐκ ἔστιν ἀνθρώπινον. Μήποτε καὶ Θεομάχοι εὑρεθῆτε. Τοῦτο εἶπε, τῷ ἀδυνάτῳ καὶ ἀσυμφόρῳ καταστέλλων αὐτούς. Εἰ δὲ ἐκ Θεοῦ ἐστιν, οὐ δυνήσεσθε. Οὐκ εἶπεν, Ἐὰν ᾖ Θεὸς ὁ Χριστός· τὸ γὰρ ἔργον τοῦτο ἐδήλου· οὐδ' ἀπεφήνατο, ὅτι οὐκ ἀνθρώπινόν ἐστιν, οὔτε ὅτι θεῖον, ἀλλὰ τῷ μέλλοντι καιρῷ τὴν πίστιν ἐπέτρεψεν, ὥστε πεῖσαι. Καὶ εἰ ἔπεισε, τίνος ἕνεκεν, φησὶν, ἐμάστιξαν; Τῇ μὲν ἀναμφισβητήτῳ δικαιολογίᾳ ἀντιβλέψαι οὐκ εἶχον· ὅμως δὲ τὸν θυμὸν ἐπλήρουν τὸν οἰκεῖον· ἄλλως δὲ καὶ πάλιν ταύτῃ φοβήσειν προσεδόκησαν. Καὶ τῷ μὴ παρόντων δὲ αὐτῶν ταῦτα λέγειν, ἐπεσπάσατο μᾶλλον αὐτούς· καὶ ἡ γλυκύτης δὲ τῶν λόγων, καὶ τὸ δίκαιον τῶν λεγομένων ἔπειθε. Μόνον γὰρ οὐχὶ ἐκήρυττε καὶ οὗτος τὸ Εὐαγγέλιον· μᾶλλον δὲ μονονουχὶ τοιαῦτα δικαιολογούμενος πρὸς αὐτοὺς ἀποτείνεται· Ἐπείσθητε, ὅτι οὐκ ἰσχύσατε καταλῦσαι. ∆ιὰ τί οὐκ ἐπιστεύσατε; Οὕτω μέγα τὸ κήρυγμα, ὅτι καὶ παρὰ τῶν ἐχθρῶν ἡ μαρτυρία. Ἐκεῖ τετρακόσιοι ἀνέστησαν, καὶ μετὰ τοῦτο ἱκανὸς ὄχλος· ὧδε δώδεκα ἦσαν οἱ πρῶτοι. Μὴ οὖν ὑμᾶς πτοείτω τὸ πλῆθος τὸ προσγενόμενον. Ἐὰν γὰρ ᾖ ἐξ ἀνθρώπων τὸ ἔργον τοῦτο, καταλυθήσεται. Εἶχε καὶ Αἰγύπτιον εἰπεῖν ἕτερον, ἀλλὰ περιττὸς λοιπὸν ἦν ὁ λόγος αὐτοῦ. Εἶδες, πῶς τῷ φοβερῷ τὸν λόγον κατέκλεισε; ∆ιὸ καὶ οὐκ ἀποφαίνεται ἁπλῶς, ἵνα μὴ δόξῃ ὑπὲρ αὐτῶν λέγειν· ἀλλ' ἀπὸ τῆς τοῦ πράγματος ἐκβάσεως συλλογίζεται. Οὐκ ἐτόλμησε δὲ ἀποφήνασθαι, ὅτι οὐκ ἀνθρώπινόν ἐστιν, οὐδὲ ὅτι ἐκ Θεοῦ· ἐπειδὴ εἰ εἶπεν, ὅτι ἐκ Θεοῦ, ἀντέλεγον ἄν· εἰ δὲ ἐξ ἀνθρώπων, πρόχειροι πάλιν εἰς τὸ ἐπαναστῆναι ἐγίνοντο. ∆ιὰ τοῦτο αὐτοὺς περιμεῖναι τὸ τέλος κελεύει, εἰπών· Ἀπόστητε. Οἱ δὲ ἀπειλοῦσι πάλιν, εἰδότες μὲν, ὅτι οὐδὲν ἀνύουσι, ποιοῦντες δὲ τὸ αὑτῶν. Τοιοῦτον γὰρ ἡ κακία, ἀδυνάτοις πολλάκις ἐπιχειρεῖ. Μετὰ δὲ τοῦτον ἀνέστη Ἰούδας. Ταῦτα τοῖς τοῦ Ἰωσήπου βιβλίοις ἐγκύψαντες μαθήσεσθε ἀκριβέστερον· ἐκεῖνος γὰρ τὴν τούτων ἱστορίαν συντάττων ἀκριβῶς ἱστορεῖ. Εἶδες, ἡλίκον ἐτόλμησεν εἰπεῖν, ὅτι Ἐκ Θεοῦ, ὅτε λοιπὸν ἀπὸ τῶν πραγμάτων τὴν πίστιν ἔλαβεν. Ὄντως πολλὴ ἡ παῤῥησία, πολὺ τὸ ἀπροσωπόληπτον. Ἐπείσθησαν δὲ αὐτῷ, φησί. Καὶ προσκαλεσάμενοι τοὺς ἀποστόλους, δείραντες ἀπέλυσαν αὐτούς. Ἠδέσθησαν τὴν δόξαν τοῦ ἀνδρός· διὸ καὶ τοῦ ἀνελεῖν μὲν τοὺς ἀποστόλους ἀφίστανται· μαστίξαντες δὲ μόνον αὐτοὺς ἀπολύουσιν. Οἱ μὲν οὖν ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου, ὅτι ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ κατηξιώθησαν ἀτιμασθῆναι. Πόσων σημείων τοῦτο οὐ θαυμασιώτερον Οὐδαμοῦ γέγονεν ἐπὶ τῶν παλαιῶν τοῦτο· ἐπεὶ καὶ Ἱερεμίας ἐμαστίχθη διὰ τὸν λόγον τοῦ Θεοῦ, καὶ τῷ Ἠλίᾳ ἠπείλησαν, καὶ τοῖς ἄλλοις· ἀλλ' ἐνταῦθα καὶ ἀπὸ τούτου, οὐκ ἀπὸ τῶν σημείων μόνον, τὴν δύναμιν ἐπεδείκνυντο τοῦ Θεοῦ. Οὐκ εἶπεν, ὅτι οὐκ ἤλγουν, ἀλλ' ὅτι καὶ ἀλγοῦντες ἔχαιρον. Πόθεν δῆλον; Ἐκ τῆς μετὰ ταῦτα παῤῥησίας· οὕτως ἐνεστήκεσαν ἀεὶ καὶ μετὰ τὰς πληγὰς κηρύττοντες. ∆ιὸ καὶ τοῦτο δηλῶν, Ἐν τῷ ἱερῷ, φησὶ, καὶ κατ' οἶκον οὐκ ἐπαύοντο διδάσκοντες καὶ εὐαγγελιζόμενοι Ἰησοῦν Χριστόν. Ἐν δὲ ταῖς ἡμέραις ταύταις. Ποίαις ἡμέραις; Ὅτε ταῦτα ἐγίνετο, ὅτε μάστιγες, ὅτε ἀπειλαὶ, ὅτε ἐπληθύνοντο οἱ μαθηταὶ, τότε Γογγυσμὸς γίνεται. Ἀπὸ τοῦ πλήθους δὲ τάχα συνέβη· οὐ γὰρ ἔστιν ἀκρίβειαν ἐν πλήθει εἶναι. Καὶ πολὺς ὄχλος τῶν ἱερέων ὑπήκουε τῇ πίστει. Τοῦτο αἰνιττομένου ἐστὶ καὶ δεικνύντος, ὅτι ἀφ' ὧν ὁ κατὰ Χριστοῦ θάνατος ἐσκευάσθη, πολλοὶ ἀπὸ τούτων πιστεύουσιν. Ἐγένετο, φησὶ, γογγυσμὸς, ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν. Ἄρα καθημερινὴ διακονία ἦν ταῖς χήραις. Καὶ ὅρα, πῶς καὶ οὗτος διακονίαν καλεῖ, καὶ οὐ ταχέως ἐλεημοσύνην· ἅμα καὶ τοὺς διδόντας, καὶ τοὺς λαμβάνοντας διὰ τούτου ἐπαίρων. Τοῦτο οὐ κακίας ἦν, ἀλλὰ τοῦ πλήθους ἴσως ῥᾳθυμία. ∆ιὰ τοῦτο καὶ προὔθηκεν αὐτὸ εἰς μέσον (οὐ μικρὸν γὰρ κακὸν ἦν), ἵνα ταχέως καὶ διορθωθῇ. Ὁρᾷς, πῶς καὶ ἐν ἀρχῇ τὰ κακὰ οὐχὶ ἔξωθεν μόνον ἦν, ἀλλὰ καὶ ἔσωθεν; Σὺ δὲ μὴ τοῦτο μόνον ἴδῃς, ὅτι διωρθώθη, ἀλλ' ὅτι μέγα κακὸν ὄν. Ἐπισκέψασθε, ἀδελφοὶ, ἄνδρας ἐξ ὑμῶν ἑπτά. Οὐκ οἰκείᾳ γνώμῃ πράττουσιν, ἀλλὰ πρότερον ἀπολογοῦνται τῷ πλήθει. Οὕτω καὶ νῦν γίνεσθαι ἔδει. Οὐκ ἔστι, φησὶν, ἀρεστὸν καταλιπόντας ἡμᾶς τὸν λόγον τοῦ Θεοῦ, διακονεῖν τραπέζαις. Πρῶτον τὸ ἄτοπον τίθησι, δεικνὺς, ὡς οὐκ ἐνὸν μετὰ σπουδῆς ἀμφότερα γίνεσθαι· ἐπεὶ καὶ ὅτε τὸν Ματθίαν χειροτονεῖν ἔμελλον, πρῶτον τὴν χρείαν δεικνύουσι τοῦ πράγματος, ὅτι τε ἔλιπεν εἷς, καὶ ἔδει γενέσθαι δώδεκα. Καὶ ἐνταῦθα τὴν χρείαν ἐδήλωσαν· καὶ οὔτε πρότερον ἐποίησαν, ἀλλὰ περιέμειναν γενέσθαι τὸν γογγυσμὸν, οὔτε μὴν ἠνέσχοντο ἐπὶ πολὺ τοῦτο συμβῆναι.
γʹ. Καὶ ὅρα, τὴν κρίσιν αὐτοῖς ἐπιτρέπουσι, καὶ τοῖς πᾶσιν ἀρέσκοντας καὶ ὑπὸ πάντων μαρτυρουμένους ἐκείνους προβάλλονται. Ὅτε μὲν οὖν τὸν Ματθίαν ἔδει προβάλλεσθαι, ∆εῖ, ἔλεγον, τῶν συνελθόντων ἡμῖν ἀνδρῶν ἐν παντὶ τῷ χρόνῳ· ἐνταῦθα δὲ οὐχ οὕτως· οὐ γὰρ τοιοῦτον ἦν τὸ πρᾶγμα. ∆ιὸ καὶ οὐ κλήρῳ αὐτὸ ἐπέτρεψαν, οὔτε πάλιν, δυνάμενοι αὐτοὶ ἐκλέξαι Πνεύματι κινούμενοι, τοῦτο ποιοῦσιν· ἀπὸ τῆς τῶν πολλῶν μαρτυρίας τὸ δοκοῦν μᾶλλον ἱστῶσιν. Ἄλλως δὲ τὸ
μὲν ὁρίσαι τὸν ἀριθμὸν, καὶ χειροτονῆσαι, καὶ τὸ ἐν χρείᾳ τοιαύτῃ, αὐτῶν ἦν· τὸ δὲ ἑλέσθαι τοὺς ἄνδρας ἐκείνοις ἐπιτρέπουσιν, ἵνα μὴ δόξωσιν αὐτοὶ χαρίζεσθαι· ἐπεὶ καὶ ὁ Θεὸς Μωσῇ ἐπιτρέπει ἑλέσθαι πρεσβυτέρους, οὓς οἶδε. Καὶ γὰρ σοφίας πολλῆς δεῖ ἐν ταῖς τοιαύταις οἰκονομίαις. Μὴ γὰρ δὴ νομίσητε, ἐπειδὴ λόγον οὐκ ἐγκεχείρισται, ὅτι οὐ χρείαν ἔχει σοφίας ὁ τοιοῦτος· χρῄζει γὰρ, καὶ πολλῆς. Ἡμεῖς δὲ, φησὶ, τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν. Καὶ ἀρχό
μενοι καὶ τελευτῶντες ἀπολογοῦνται. Προσκαρτερήσομεν, φασίν. Οὕτω γὰρ ἔδει, οὐχ ἁπλῶς οὐδ' ὡς ἔτυχεν, ἀλλὰ προσκαρτερεῖν. Καὶ ἤρεσε, φησὶν, ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους. Καὶ τοῦτο τῆς αὐτῶν σοφίας ἄξιον. Πάντες ἐπῄνεσαν τὸ λεχθέν· οὕτως ἦν συνετόν. Καὶ ἐξελέξαντο, φησὶ (πάλιν αὐτοὶ ἐκλέγονται), Στέφανον, ἄνδρα πλήρη πίστεως καὶ Πνεύματος ἁγίου, καὶ Φίλιππον καὶ Πρόχορον, καὶ Νικάνορα, καὶ Τίμωνα, καὶ Παρμενᾶν, καὶ Νικόλαον προσήλυτον Ἀντιοχέα· οὓς ἔστησαν ἐνώπιον τῶν ἀποστόλων. Καὶ προσευξάμενοι ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας. Ἐκ τούτου δῆλον, ὅτι ἀφώρισαν αὐτοὺς τοῦ πλήθους, καὶ αὐτοὶ ἕλκουσιν, οὐχ οἱ ἀπόστολοι ἄγουσιν. Ὅρα, πῶς οὐκ ἔστι περιττὸς ὁ συγγραφεύς· οὐ γὰρ λέγει πῶς, ἀλλ' ἁπλῶς, ὅτι ἐχειροτονήθησαν διὰ προσευχῆς· τοῦτο γὰρ ἡ χειροτονία ἐστίν. Ἡ χεὶρ ἐπίκειται τοῦ ἀνδρὸς, τὸ δὲ πᾶν ὁ Θεὸς ἐργάζεται, καὶ ἡ αὐτοῦ χείρ ἐστιν ἡ ἁπτομένη τῆς κεφαλῆς τοῦ χειροτονουμένου, ἐὰν ὡς δεῖ χειροτονῆται. Καὶ ὁ λόγος, φησὶ, τοῦ Θεοῦ ηὔξανε, καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν. Οὐχ ἁπλῶς εἶπε τοῦτο, ἀλλ' ἵνα δείξῃ, ὅση τῆς ἐλεημοσύνης ἡ ἰσχὺς καὶ τῆς διατάξεως. Καὶ μέλλει λοιπὸν διηγεῖσθαι τὰ κατὰ Στέφανον· διὸ καὶ τὰς αἰτίας αὐτῶν προτίθησι· Καὶ πολλοὶ, φησὶ, τῶν ἱερέων ὑπήκουον τῇ πίστει. Ἐπειδὴ γὰρ εἶδον τὸν ἄρχοντα καὶ διδάσκαλον ταῦτα ἀποφηνάμενον, ἀπὸ τῶν ἔργων λοιπὸν τὴν πεῖραν ἐλάμβανον. Καὶ θαυμάσαι ἄξιον, πῶς οὐκ ἐσχίσθη τὸ πλῆθος ἐν τῇ αἱρέσει τῶν ἀνδρῶν, πῶς οὐκ ἀπεδοκιμάσθησαν ὑπ' αὐτῶν οἱ ἀπόστολοι. Ὁποῖον δὲ ἄρα ἀξίωμα εἶχον οὗτοι, καὶ
ποίαν ἐδέξαντο χειροτονίαν, ἀναγκαῖον μαθεῖν. Ἆρα τὴν τῶν διακόνων; Καὶ μὴν τοῦτο ἐν ταῖς Ἐκκλησίαις οὐκ ἔστιν, ἀλλὰ τῶν πρεσβυτέρων ἐστὶν ἡ οἰκονομία· καίτοι οὐδέπω οὐδεὶς ἐπίσκοπος ἦν, ἀλλ' οἱ ἀπόστολοι μόνον. Ὅθεν οὔτε διακόνων,οὔτε πρεσβυτέρων οἶμαι τὸ ὄνομα εἶναι δῆλον καὶ φανερόν· ἀλλὰ τέως εἰς τοῦτο ἐχειροτονήθησαν. Καὶ οὐχ ἁπλῶς ἐνεχειρίσθησαν, ἀλλ' ἐπεύξαντο αὐτοῖς γενέσθαι δύναμιν. Ὅρα δέ μοι, εἰ ἑπτὰ ἀνδρῶν ἐδέησεν εἰς τοῦτο, τοσαῦτα ἴσως ἐπέῤῥει
χρήματα, τοσούτων χηρῶν πλῆθος ἦν. Ἄρα οὐχ ἁπλῶς αἱ εὐχαὶ ἐγίνοντο, ἀλλὰ μετὰ πολλῆς τῆς σχολῆς· καὶ τοῦτο, ὥσπερ τὸ κήρυγμα, οὕτως ἠνύετο· τὰ γὰρ πλείω ταύταις ἤνυον. Οὕτω τὰ πνευματικὰ ἐπελέγοντο, οὕτω καὶ πρὸς ἀποδημίας ἐστέλλοντο, οὕτως ἐνεχειρίσθησαν οὗτοι τὸν λόγον. Καὶ οὐ λέγει, οὐδὲ ἐπαίρει αὐτοὺς, ἀλλ' ὅτι τὸ δοθὲν ἀφεῖναι ἔργον, οὐκ ἀρεστόν. Οὕτως ἦσαν ἀπὸ Μωσέως παιδευθέντες μὴ πάντα αὐτοὶ μεταχειρίζειν. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος, Μόνον τῶν πτωχῶν, φησὶν, ἵνα μνημονεύωμεν. Πῶς δὲ καὶ προῆγον τούτους, μάνθανε· Ἐνήστευον, προσεκαρτέρουν εὐχῇ. Τοῦτο καὶ νῦν γίνεσθαι ἔδει. Οὐχ ἁπλῶς δὲ πνευματικοὺς, ἀλλὰ Πνεύματος πλήρεις καὶ σοφίας εἶπε, δηλῶν, ὅτι μεγάλης φιλοσοφίας ἦν φέρειν κατηγορίας χηρῶν. Τί γὰρ ὄφελος, ὅταν μὴ κλέπτῃ μὲν, ἀπολλύῃ δὲ πάντα; ἢ θρασὺς ᾖ καὶ παροξύνηται; Καὶ ταύτῃ δὲ θαυμαστὸς ἦν ὁ Φίλιππος. Περὶ γὰρ αὐτοῦ φησι· Καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου τοῦ εὐαγγελιστοῦ, ὄντος ἐκ τῶν ἑπτὰ, ἐμείναμεν παρ' αὐτῷ. Ὁρᾷς οὐδὲν ἀνθρωπίνως διοικούμενον; Καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν ἐν Ἱερουσαλήμ. Ἐν Ἱεροσολύμοις ἐπεδί δου τὸ πλῆθος. Τὸ θαυμαστὸν, ἔνθα ἐσφάγη ὁ Χριστὸς, ἐκεῖ ηὔξετο τὸ κήρυγμα. Καὶ οὐ μόνον οὐκ ἐσκανδαλίσθησάν τινες τῶν μαθητῶν, ὁρῶντες τοὺς μὲν ἀποστόλους μαστιζομένους, τοὺς δὲ ἀπειλοῦντας, ἄλλους τὸ Πνεῦμα πειράζοντας, ἑτέρους δὲ γογγύζοντας· ἀλλὰ μάλιστα καὶ προσετίθετο τῶν πιστευσάντων ὁ ἀριθμός· οὕτως ἀπὸ τοῦ περὶ Ἀνανίαν συμβάντος ἐσωφρονίσθησαν, καὶ πλείων ὁ φόβος αὐτοῖς γέγονεν. Ὅρα δέ μοι, πῶς ἐπεδίδου τὸ πλῆθος. Μετὰ τοὺς πειρασμοὺς, τότε ἐπέδωκεν, οὐχὶ πρὸ τούτου. Σκόπει δὲ καὶ πόση φιλανθρωπία τοῦ Θεοῦ. Ἐξ ἐκείνων γὰρ τῶν ἀρχιερέων τῶν πρὸς φόνον τοὺς ὄχλους παροξυνόντων, τῶν τοιαῦτα βοώντων καὶ λεγόντων· Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· ἐκ τούτων Πολλοὶ, φησὶν, ὑπήκουον τῇ πίστει.
δʹ. Αὐτοῦ τοίνυν καὶ ἡμεῖς γενώμεθα μιμηταί. Προσεδέξατο αὐτοὺς, καὶ οὐκ ἐξέβαλεν. Οὕτω τοὺς ἐχθροὺς ἀμειβώμεθα τοὺς τὰ μυρία ἡμᾶς ἐργασαμένους δεινά. Ὅπερ ἂν ἔχωμεν ἀγαθὸν, αὐτοῖς παρέχωμεν· μὴ παρέλθωμεν αὐτοὺς εὐποιοῦντες. Εἰ γὰρ τῷ παθεῖν κακῶς, ἐμπλῆσαι δεῖ τὸν θυμὸν αὐτῶν, πολλῷ μᾶλλον τῷ εὐποιῆσαι· τοῦτο γὰρ ἔλαττον ἐκείνου. Οὐκ ἔστι γὰρ ἴσον εὐποιῆσαι ἐχθρὸν, καὶ μείζονα θελῆσαι παθεῖν ἢ βούλεσθαι· ἀπὸ τούτου καὶ ἐπ' ἐκεῖνα ἥξομεν. Τοῦτο ἀξίωμα τῶν τοῦ Χριστοῦ μαθητῶν. Ἐσταύρωσαν αὐτὸν ἐλθόντα ἐπὶ εὐεργεσίᾳ τῇ αὐτῶν, τοὺς μαθητὰς αὐτοῦ ἐμάστιξαν, καὶ μετὰ ταῦτα εἰς τὴν αὐτὴν αὐτοὺς ἄγει τοῖς μαθηταῖς τιμὴν, ὁμοίως αὐτοῖς μεταδιδοὺς τῶν αὐτοῦ. Μιμηταὶ γενώμεθα, παρακαλῶ, τοῦ Χριστοῦ· κατὰ τοῦτο ἔστι μιμήσασθαι αὐτόν· τοῦτο ἴσον ποιεῖ τῷ Θεῷ, τοῦτο μεῖζον ἢ κατὰ ἄνθρωπόν ἐστιν. Ἐχώμεθα τῆς ἐλεημοσύνης· αὕτη παιδαγωγὸς καὶ διδάσκαλος ἐκείνης τῆς φιλοσοφίας ἐστίν. Ὁ μαθὼν ἐλεεῖν τὸν ἐν συμφορᾷ, μαθήσεται καὶ μὴ μνησικακεῖν· ὁ μαθὼν τοῦτο, καὶ ἐχθροὺς εὐεργετεῖν δυνήσεται. Μάθωμεν κατακλᾶσθαι τοῖς τῶν πλησίον κακοῖς, καὶ μαθησόμεθα καὶ τὰ κακὰ αὐτῶν φέρειν. Αὐτὸν ἐρωτήσωμεν τὸν κακῶς ἡμᾶς διατιθέντα, εἰ μὴ καταγινώσκει ἑαυτοῦ, εἰ μὴ ἐθέλοι φιλοσοφεῖν, εἰ μὴ θυμοῦ τὸ πᾶν εἶναί φησιν, εἰ μὴ μικροψυχίας, εἰ μὴ ταλαιπωρίας, εἰ μὴ βούλοιτο τῶν ὑβριζομένων εἶναι καὶ σιγώντων, ἀλλὰ μὴ τῶν ὑβριζόντων καὶ μαινομένων, εἰ μὴ θαυμάσας ἄπεισι τὸν παθόντα. Μὴ δὴ νομίσῃς, ὅτι τοῦτο εὐκαταφρονήτους ποιεῖ. Οὐδὲν οὕτως εὐκαταφρονήτους ποιεῖ, ὡς τὸ ὑβρίζειν· οὐδὲν οὕτως αἰδεσίμους, ὡς τὸ ὑβριζομένους φέρειν. Ὁ μὲν γάρ ἐστιν ὑβριστὴς, ὁ δὲ φιλόσοφος· καὶ ὁ μὲν ἀνθρώπου χείρων, ὁ δὲ ἀγγέλων ἴσος. Κἄν τε γὰρ ἐλάττων ἦν τοῦ ὑβρίζοντος, καὶ οὕτως, εἰ βούλοιτο, δυνατὸς ὑπῆρχεν ἀμύνασθαι. Ἄλλως δὲ καὶ ἐλεεῖται μὲν παρὰ πάντων οὗτος, ἐκεῖνος δὲ μισεῖται. Τί οὖν; οὐκ ἐντεῦθεν ἄρα πολλῷ βελτίων ἔσται οὗτος; Τῷ μὲν γὰρ ὡς μαινομένῳ, τούτῳ δὲ ὡς νοῦν ἔχοντι προσέξουσιν ἅπαντες. Ὅταν οὖν κακηγορῆσαί τινα ὑπό τινος ἀναγκάζῃ, εἰπὲ πρὸς αὐτόν· Οὐ δύναμαι αὐτὸν εἰπεῖν κακῶς· δέδοικα γὰρ μή πως οὐκ ἦν τοιοῦτος. Μάλιστα μὲν ἐν διανοίᾳ μὴ εἴπῃς· ἀλλὰ μηδὲ πρὸς ἄλλον. Μὴ ἐντύχῃς κατὰ τούτου τῷ Θεῷ· ἂν ἴδῃς κακῶς ἀκούοντα, ἄμυνον· εἰπὲ, τοῦ πάθους ἐστὶ τὰ ῥήματα, οὐ τοῦ ἀνδρός· εἰπὲ, τῆς ὀργῆς, οὐ τοῦ φίλου· τῆς μανίας, οὐ τῆς ψυχῆς. Ταῦτα λογιζώμεθα ἐφ' ἑκάστῳ τῶν ἁμαρτη μάτων. Μὴ περιμείνῃς ἀναφθῆναι τὸ πῦρ, ἀλλὰ πρὸ τούτου κάτασχε· μὴ παροξύνῃς τὸ θηρίον, ἀλλὰ μηδὲ παροξυνθῆναι συγχωρήσῃς· οὐκ ἔτι γὰρ κύριος εἶ κατασχεῖν, ἂν ἡ φλὸξ ἀναφθῇ. Τί γὰρ εἶπεν; ἀνόητε καὶ μωρέ; Τίς οὖν ὑπεύθυνος τῷ ῥήματι, ὁ ἀκούων, ἢ ὁ λέγων; Ὁ μὲν γὰρ κἂν σφόδρα σοφὸς ᾖ, μωροῦ δόξαν ἔλαβεν· ὁ δὲ κἂν ἀνόητος ᾖ, σοφοῦ καὶ φιλοσόφου. Τίς ἀνόητος, εἰπέ μοι, ὁ ἑτέρῳ προφέρων τὰ οὐκ ὄντα, ἢ ὁ μηδὲ οὕτω κινηθείς; Εἰ γὰρ τὸ μηδὲ κινηθέντα κινεῖσθαι, φιλοσοφίας· τὸ μηδὲ κινοῦντος πλήττεσθαι, πόσης ἀνοίας Οὔπω λέγω ποῖος ἀπόκειται τιμωρίας τόπος τοῖς τὰ τοιαῦτα ὀνειδίζουσι καὶ βλασφημοῦσι τὸν πλησίον. Ἀλλὰ τί; ἄτιμον καὶ ἐξ ἀτίμων, καὶ εὐτελῆ καὶ ἐξ εὐτελῶν εἶπεν; Πάλιν εἰς ἑαυτὸν τὸ ὄνειδος περιέτρεψεν. Ὁ μὲν γὰρ τίμιος φανεῖται καὶ αἰδέσιμος, ὁ δὲ εὐτελὴς ὄντως· τὸ γὰρ τὰ τοιαῦτα εἰς τάξιν ὀνείδους προφέρειν, γένους εὐτέλειαν λέγω, μικρᾶς ὄντως ψυχῆς· ὁ δὲ μέγας καὶ θαυμαστὸς ἔσται, ἅτε οὐδὲν ἡγούμενος τὸ τοιοῦτον, ἀλλ' οὕτω διακείμενος, ὡς ἂν εἰ ἤκουεν, ὅτι ἔχοι τι τῶν ἄλλων διαφέρον. Ἀλλὰ μοιχὸν καὶ τὰ ἄλλα ἐρεῖ; Ἐνταῦθα
καὶ γελᾷν χρή· ὅταν γὰρ τὸ συνειδὸς μὴ βάλληται, οὐδὲ καιρὸν ἂν ἔχοι ὁ θυμός. Ἐννοήσαντας δὲ καὶ τίνα ἐξάγει εἰς μέσον πονηρὰ καὶ μιαρὰ ῥήματα, οὐδὲ οὕτως ἀλγεῖν χρή. Ὅπερ γὰρ ἔμελλε μετὰ ταῦτα ἕκαστος μαθήσεσθαι, τοῦτο ἤδη ἐξεκάλυψεν· ἑαυτὸν λοιπὸν ἄπιστον πᾶσι κατέστησεν, ἅτε οὐκ εἰδότα συγκαλύπτειν τὰ τοῦ πλησίον κακὰ, καὶ ἑαυτὸν μᾶλλον ᾔσχυνεν ἢ ἕτερον, καὶ πάντα λιμένα προσέχωσε, τὰς εὐθύνας ἐποίησεν ἑαυτῷ φοβερὰς τοῦ μέλλοντος κριτηρίου. Οὐ γὰρ οὕτω τοῦτον, ὡς ἐκεῖνον ἀποστραφήσονται πάντες, ἅπερ ἐκκαλύψαι οὐκ ἐχρῆν ἀπαμφιάσαντα. Σὺ δὲ μηδὲν εἴπῃς ὧν σύνοιδας, ἀλλὰ σίγησον, εἰ βούλει τὴν λαμπρὰν δόξαν λαβεῖν. Οὐ γὰρ μόνον ἀνατρέψεις τὰ λεχθέντα, οὐδὲ καλύψεις, ἀλλὰ καὶ ἕτερον ἐργάσῃ καλόν· οὐκέτι ποιήσεις γὰρ κατὰ σαυτοῦ τὴν ψῆφον ἐνεχθῆναι. Ὁ δεῖνά σε κακῶς λέγει; Εἰπὲ σύ· Εἰ πάντα ᾔδει, οὐκ ἂν τοσαῦτα εἶπε μόνα. Ἐθαυμάσατε καὶ ἐξεπλάγητε τὸ λεχθέν; Ἀλλὰ μιμεῖσθαι χρή. ∆ιὰ γὰρ τοῦτο πάντα ὑμῖν τὰ ἔξωθεν εἰρημένα λέγομεν, οὐχ ὡς οὐκ ἐχουσῶν μυρία τοιαῦτα τῶν Γραφῶν, ἀλλ' ὡς μᾶλλον ἐντρέψαι δυναμένων τούτων· ἐπεὶ καὶ ἡ Γραφὴ οἶδε πρὸς ἐντροπὴν λέγειν, ὡς ὅταν λέγῃ· Οὐχὶ καὶ οἱ ἐθνικοὶ τὸ αὐτὸ ποιοῦσιν; Ὁ δὲ προφήτης Ἱερεμίας τοὺς τοῦ Ῥηχὰβ υἱοὺςπαρήγαγεν εἰς μέσον τὴν πατρικὴν ἐντολὴν παραβῆναι μὴ καταδεξαμένους. Εἶπον κακῶς οἱ περὶ Μαρίαν τὸν Μωσέα, καὶ τῆς κολάσεως αὐτοὺς εὐθέως ἐξῄτησε, καὶ οὐδὲ ὅσον μαθεῖν τινας, ὅτι ἐκδικίας ἔτυχε, συνεχώρησεν. Ἀλλ' οὐχ ἡμεῖς οὕτως· ἀλλὰ τοῦτο μάλιστα βουλόμεθα πάντας μαθεῖν, ὅτι οὐκ ἀτιμωρητὶ παρῆλθον. Μέχρι τίνος ἀπὸ γῆς πνέομεν; Οὐκ ἔνι μάχην ἐξ ἑνὸς συστῆναι μέρους. Τοὺς μαινομένους ἂν ἐξ ἑκατέρων τῶν μερῶν ἑλκύσῃς, μᾶλλον παροξυνεῖς· ἂν δὲ ἐκ δεξιᾶς ἢ ἐξ ἀριστερᾶς, ἔσβεσας τὸν θυμόν. Ὁ πλήττων ἂν μὲν ἔχῃ τὸν μὴ δεχόμενον, μᾶλλον ἐπαίρεται· ἂν δὲ εἴκοντα, μᾶλλον ἐκλύεται, καὶ εἰς αὐτὸν ἡ πληγὴ περιτρέπεται. Οὐ γὰρ οὕτως ἐκλύει τὴν δύναμιν τοῦ ἀνταγωνιστοῦ ἄνθρωπος παγκρατιάζειν εἰδὼς, ὡς ἄνθρωπος ὑβριζόμενος καὶ μὴ ἀνθυβρίζων. Αἰσχυνθεὶς γὰρ ἐκεῖνος λοιπὸν ἄπεισι καὶ καταγνωσθεὶς, πρῶτον μὲν ἐκ τοῦ συνειδότος, δεύτερον δὲ παρὰ τῶν ὁρώντων ἁπάντων. Καὶ παροι μία δέ τίς ἐστιν, ὅτι δὴ Ὁ τιμῶν, ἑαυτὸν τιμᾷ. Ἄρα καὶ ὁ ὑβρίζων, ἑαυτὸν ὑβρίζει. Οὐδεὶς ἡμᾶς ἀδικῆσαι δυνήσεται, πάλιν ἐρῶ, ἐὰν μὴ ἡμεῖς ἑαυτούς· οὔτε πένητά μέ τις ἐργάσεται, ἐὰν μὴ ἐγὼ ἐμαυτόν. Φέρε γὰρ, οὕτω σκεψώμεθα· Ἔστω μοι ψυχὴ πενιχρὰ, καὶ πάντες κενούτωσαν εἰς ἐμὲ τὰ χρήματα· τί τοῦτο; Ἕως ἂν ἐκείνη μὴ μεταβάληται, πάντα μάτην. Ἔστω μοι ψυχὴ μεγάλη, καὶ πάντες λαμβανέτωσαν τὰ χρήματα· τί τοῦτο; Ἕως ἂν ἐκείνην μὴ ποιήσῃς πενιχρὰν, οὐδὲν βλάβος. Ἔστω μοι βίος ἀκάθαρτος, καὶ πάντες τἀναντία λεγέτωσαν περὶ ἐμοῦ· τί τοῦτο; Κἂν γὰρ λέγωσιν, ἀλλ' οὐχὶ καὶ ἐν διανοίᾳ ταῦτα ψηφίζονται. Πάλιν ἔστω μοι βίος καθαρὸς, καὶ πάντες τἀναντία λεγέτωσαν· καὶ τί τοῦτο; Ἐν γὰρ τῷ συνειδότι ἑαυτῶν καταγνώσονται· οὐ γὰρ δὴ πεπεισμένοι λέγουσιν. Ὥσπερ γὰρ τὰς εὐφημίας οὐ δεῖ προσίεσθαι, οὕτως οὐδὲ τὰς κατηγορίας. Καὶ τί λέγω ταῦτα; Οὐδεὶς ἡμῖν ἐπιβουλεῦσαί ποτε δυνήσεται, οὐδὲ κατηγορίᾳ τινὶ περιβαλεῖν, ἐὰν βουλώμεθα. Ἴδωμεν δὲ καὶ οὕτως· Ἑλκέτω τις εἰς δικαστήριον, συκοφαντείτω, εἰ βούλει, καὶ τὴν ψυχὴν ἐκφερέτω· καὶ τί τοῦτο, πρὸς μικρὸν παρ' ἀξίαν ταῦτα παθεῖν; Τοῦτο μὲν οὖν αὐτὸ κακὸν, φησίν. Αὐτὸ μὲν οὖν τοῦτο καλὸν τὸ μὴ κατ' ἀξίαν παθεῖν. Ἀλλὰ τί; κατ' ἀξίαν ἔδει; Εἴπω τι πάλιν· Φιλόσοφός τις τῶν ἔξωθεν ὡς ἤκουσεν, ὅτι ὁ δεῖνα ἀπέθανε, καί τις εἶπεν αὐτῷ τῶν μαθητῶν· Οἴμοι, ὅτι ἀδίκως· ἐκεῖνος ἐπιστρα φεὶς, Ἀλλὰ τί, ἔφη, δικαίως ἤθελες; Καὶ Ἰωάννης δὲ οὐχὶ ἀδίκως ἀπέθανε; Τίνα οὖν μᾶλλον ἐλεεῖς, τὸν δικαίως ἀποθανόντα, ἢ τὸν οὐχ οὕτως; οὐχὶ τοῦτον μὲν ταλανίζεις, ἐκεῖνον δὲ καὶ θαυμάζεις; Τί οὖν ἠδίκηται ἄνθρωπος καὶ ἀπ' αὐτοῦ τοῦ θανάτου κερδάνας μεγάλα, οὐ μόνον οὐδὲν βλαβείς; Εἰ μὲν γὰρ ἀθάνατον ὄντα θνητὸν ἐποίει, ἴσως ἂν βλάβη ἦν· εἰ δὲ θνητὸν ὄντα, καὶ ἀπὸ τῆς φύσεως μικρὸν ὕστερον τὸν θάνατον ἐκδέχεσθαι μέλλοντα, ἔσπευσεν οὗτος μετὰ δόξης τοῦτον ἐπαγαγεῖν, τί βλάβος; Ἔστω ἡμῖν ἡ ψυχὴ ῥυθμιζομένη καλῶς, καὶ βλάβος οὐδὲν ἔσται ἔξωθεν. Ἀλλ' οὐκ εἶ ἐν δόξῃ; Καὶ τί τοῦτο; Ὅπερ γὰρ ἐπὶ τῶν χρημάτων ἐστὶ, τοῦτο καὶ ἐπὶ τῆς δόξης. Ἂν γὰρ ὦ μεγαλοπρεπὴς, οὐ δεήσομαι οὐδενός· ἂν δὲ κενόδοξος, ὅσῳ ἂν ἐπιτύχω, τοσούτῳ μείζονος δεήσομαι. Τότε δὲ μάλιστα λαμπρὸς ἔσομαι, καὶ μείζονος ἀπολαύσομαι δόξης, εἰ καταφρονήσω δόξης. Ταῦτα οὖν εἰδότες, καὶ χάριν ἔχωμεν τῷ τοιαύτην ἡμῖν χαρισαμένῳ ζωὴν Χριστῷ τῷ Θεῷ ἡμῶν, καὶ μετίωμεν αὐτὴν εἰς δόξαν αὐτοῦ, ὅτι αὐτῷ πρέπει ἡ δόξα σὺν τῷ ἀνάρχῳ Πατρὶ καὶ τῷ ἁγίῳ αὐτοῦ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΙΕʹ. Στέφανος δὲ πλήρης πίστεως καὶ δυνάμεως ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ.
αʹ. Ὅρα, πῶς καὶ ἐν τοῖς ἑπτὰ ἦν τις πρόκριτος καὶ τὰ πρωτεῖα εἶχεν. Εἰ γὰρ καὶ ἡ χειροτονία κοινὴ, ἀλλ' ὅμως οὗτος ἐπεσπάσατο χάριν πλείονα. Πρὸ τούτου δὲ οὐκ ἐποίει σημεῖα, ἀλλ' ὅτε δῆλος γέγονεν, ἵνα δειχθῇ, ὅτι οὐκ ἀρκεῖ μόνη ἡ χάρις, ἀλλὰ δεῖ καὶ τῆς χειροτονίας· ὥστε προσθήκη Πνεύματος ἐγένετο. Εἰ δὲ καὶ πρὸ τούτου πλήρεις Πνεύματος ἦσαν, ἀλλὰ τοῦ ἀπὸ τοῦ λουτροῦ. Ἀνέστησαν δέ τινες τῶν ἐκ τῆς συναγωγῆς. Πάλιν ἀνάστασιν τὸν παροξυσμὸν αὐτῶν λέγει καὶ τὴν ὀργήν. Ὅρα καὶ ἐνταῦθα πολὺ τὸ πλῆθος· μᾶλλον δὲ πῶς ἕτερον τῆς κατηγορίας τὸ σχῆμα. Ἐπειδὴ γὰρ ἐκώλυσεν αὐτοὺς Γαμαλιῆλος μηδὲν ὑπὲρ ἐκείνου ἐγκαλεῖν, ἑτέραν κατηγορίαν εἰσάγουσιν. Ἀνέστησαν δέ τινες, φησὶ, τῶν ἐκ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων καὶ Κυρηναίων καὶ Ἀλεξανδρέων, καὶ τῶν ἀπὸ Κιλικίας καὶ Ἀσίας, συζητοῦντες τῷ Στεφάνῳ· καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ Πνεύματι, ᾧ ἐλάλει. Τότε ὑπέβαλον ἄνδρας λέγοντας, ὅτι Ἀκηκόαμεν αὐτοῦ λαλοῦντος ῥήματα βλάσφημα εἰς Μωσῆν καὶ τὸν Θεόν, Ἵνα τὴν κατηγορίαν συστήσωσι, Κατὰ τοῦ Θεοῦ, φησὶ, καὶ κατὰ Μωσέως λαλεῖ. ∆ιὰ τοῦτο καὶ συνεζήτουν, ἵνα ἀναγκάσωσιν αὐτόν τι εἰπεῖν. Ὁ δὲ γυμνότερον λοιπὸν διελέγετο, καὶ τὴν παῦλαν ἴσως ἔλεγε τοῦ νόμου μόνον· ἢ οὐκ ἔλεγε μὲν, ᾐνίττετο δέ· ἐπεὶ εἰ ἔλεγε φανερῶς, οὐκ ἔδει τῶν ὑποβλητῶν ἀνδρῶν οὐδὲ τῶν ψευδομαρτύρων. ∆ιάφοροι δὲ αἱ συν . αγωγαὶ ἦσαν Λιβερτίνων καὶ Κυρηναίων. Ἀλλὰ Κυρηναῖοι μὲν οἱ ἐπέκεινα Ἀλεξανδρείας εἰσὶν, οἳ καὶ ἐκεῖ κατὰ τὰ ἔθνη εἶχον συναγωγάς· ἴσως δὲ καὶ ἐκεῖ ἔμενον, ἵνα μὴ ἀναγκάζωνται συνεχῶς ἀποδημεῖν. Λιβερτῖνοι δὲ οἱ Ῥωμαίων ἀπελεύθεροι οὕτω καλοῦνται. Ὥσπερ δὲ ᾤκουν ἐκεῖ πολλοὶ ξένοι, οὕτω καὶ συναγωγὰς εἶχον, ἔνθα ἔδει τὸν νόμον ἀναγινώσκεσθαι καὶ εὐχὰς γίνεσθαι. Σὺ δέ μοι σκόπει, πῶς καὶ οὗτος ἀναγκαζόμενος διδάσκειν ἐπιχειρεῖ, κἀκεῖνοι πάλιν διὰ τὰ σημεῖα εἰς φθόνον οὐ μόνον κινοῦνται, ἀλλ' ἐπεὶ καὶ λόγῳ ἐκράτει, καὶ ἀφόρητος ἦν αὐτοῖς, ψευδομάρτυρας συνιστῶσιν. Οὐκ ἐβούλοντο γὰρ ἁπλῶς ἀναιρεῖν, ἀλλὰ μετὰ ψήφου, ἵνα καὶ τὴν δόξαν αὐτῶν βλάψωσι· καὶ ἐκείνους ἀφέντες ἐπὶ τούτους ἔρχονται, ὡς ταύτῃ καταπληξόμενοι κἀκείνους· οἳ καὶ οὐκ εἶπον, ὅτι Λαλεῖ, ἀλλ', Οὐ παύεται λαλῶν, αὔξοντες τὴν κατηγορίαν. Συνεκίνησάν τε τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς, καὶ ἐπιστάντες συνήρπασαν αὐτὸν, καὶ ἤγαγον εἰς τὸ συνέδριον, ἔστησάν τε μάρτυρας ψευδεῖς λέγοντας· Ὁ ἄνθρωπος οὗτος οὐ παύεται ῥήματα λαλῶν κατὰ τοῦ τόπου τοῦ ἁγίου τούτου καὶ τοῦ νόμου. Οὐ παύεται, φασὶν, ὡς ἔργον αὐτοῦ ποιουμένου διὰ τούτου δηλοῦντες. Ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος, ὅτι Ἰησοῦς ὁ Ναζωραῖος οὗτος καταλύσει τὸν τόπον τοῦτον, καὶ ἀλλάξει τὰ ἔθη, ἃ παρέδωκεν ἡμῖν Μωϋσῆς. Ἰησοῦς, φασὶν, ὁ Ναζωραῖος, καὶ ὀνειδιστικῶς, καταλύσει τὸν τόπον τοῦτον, καὶ ἀλλάξει τὰ ἔθη. Τοῦτο καὶ τοῦ Χριστοῦ κατηγοροῦντες ἔλεγον· Ὁ καταλύων τὸν ναὸν τοῦ Θεοῦ. Πολλὴ γὰρ ἦν αὐτοῖς ἡ εὐλάβεια περί τε τὸν ναὸν, ἅτε καὶ μετοικεῖν βουλομένοις, περί τε τὸ ὄνομα Μωϋσέως. Καὶ ὅρα, πῶς διπλῆ ἡ κατηγορία. Καταλύσει, φασὶ, τὸν τόπον, καὶ ἀλλάξει τὰ ἔθη Οὐ μόνον δὲ διπλῆ, ἀλλὰ καὶ πικρὰ, καὶ κινδύνων γέμουσα. Καὶ ἀτενίσαντες εἰς αὐτὸν ἅπαντες οἱ καθεζόμενοι ἐν τῷ συνεδρίῳ, εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου. Οὕτως ἔστι καὶ ἐν ἐλάττονι ὄντας βαθμῷ λάμπειν. Τί γὰρ, εἰπέ μοι, τῶν ἀποστόλων οὗτος ἔλαττον ἔσχεν; οὐχὶ σημεῖα εἰργάσατο; οὐ πολλὴν ἐπεδείξατο τὴν παῤῥησίαν; Εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου, φησί. Τοῦτο ἄρα ἡ χάρις ἦν, τοῦτο καὶ ἡ δόξα Μωϋσέως ἦν. Ἐπίχαριν δὲ αὐτὸν δοκεῖ μοι ποιῆσαι τὸν Θεὸν, τάχα ἐπεὶ ἔμελλέ τινα ἐρεῖν, καὶ ἵνα εὐθέως τῇ προσόψει καταπλήξῃ αὐτούς. Ἔστι γὰρ, ἔστι καὶ πρόσωπα χάριτος γέμοντα πνευματικῆς, ἐπέραστα τοῖς ποθοῦσιν εἶναι, καὶ αἰδέσιμα τοῖς μισοῦσι καὶ φοβερά. Ἢ καὶ ὡς αἰτίαν τοῦτο εἶπε, δι' ἢν ἠνέσχοντο τῆς δημηγορίας αὐτοῦ. Τί δαὶ ὁ ἀρχιερεύς; Εἰ ἄρα, φησὶ, ταῦτα οὕτως ἔχει; Ὁρᾷς, πῶς μετὰ ἐπιεικείας ἡ ἐρώτησις, καὶ οὐδὲν τέως φορτικὸν ἔχουσα; ∆ιὰ τοῦτο Καὶ αὐτὸς ἀπὸ προσηνείας ἄρχεται τῶν ῥημάτων, καί φησιν· Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε· ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ, πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαῤῥάν. Εὐθέως ἐκ τοῦ προοιμίου τὴν δόξαν αὐτῶν ἀναιρεῖ, καὶ κατασκευάζει δι' ὧν φησιν ἀνυπόπτως, ὅτι τε οὐδέν ἐστιν ὁ ναὸς δήπου αὐτὸς, οὐδὲ τὰ ἔθη, καὶ ὅτι οὐ περιέσονται τοῦ κηρύγματος, καὶ ὅτι ἐξ ἀμηχάνων ἀεὶ ὁ Θεὸς πάντα ποιεῖ καὶ κατασκευάζει. Ὅρα γοῦν διὰ τούτων ὑφαινομένην τὴν δημηγορίαν καὶ ἀποδεικνύουσαν, ὅτι πολλῆς ἀπολαύσαντες ἀεὶ φιλανθρωπίας, τοῖς ἐναντίοις τὸν εὐεργέτην ἠμείψαντο, καὶ ὅτι ἀδυνάτοις ἐπιχειροῦσιν. Ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ, καὶ εἶπε πρὸς αὐτόν· Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ δεῦρο εἰς γῆν, ἣν ἄν σοι δείξω.
βʹ. Καὶ ναὸς οὐκ ἦν, καὶ θυσία οὐκ ἦν, καὶ θείας ὄψεως ἠξίωτο Ἀβραὰμ, καὶ προγόνους Πέρσας εἶχε, καὶ ἐν ἀλλοτρίᾳ γῇ ἦν. Καὶ τί δήποτε ἀρχόμενος τὸν Θεὸν, τῆς δόξης Θεὸν ἐκάλεσεν; Ἐπειδὴ τοὺς ἀτίμους ἐνδόξους πεποίηκε· καὶ ἵνα διδάξῃ, ὅτι εἰ ἐκείνους ἐδόξασε, πολλῷ μᾶλλον αὐτούς. Ὁρᾷς, πῶς αὐτοὺς ἀπάγει τῶν σωματικῶν, καὶ ἀπὸ τοῦ τόπου πρῶτον, ἐπειδὴ περὶ τόπου ὁ λόγος ἦν; Ὁ Θεὸς τῆς δόξης. Εἰ δόξης Θεὸς, εὔδηλον, ὅτι οὐ δεῖται τῆς παρ' ἡμῶν δόξης, οὐδὲ τῆς διὰ τοῦ ναοῦ· αὐτὸς γάρ ἐστιν ἡ τῆς δόξης πηγή. Μὴ τοίνυν νομίσητε ταύτῃ δοξάζειν αὐτόν. Καὶ πῶς, φησὶν, ἡ Γραφὴ τοῦτο λέγει περὶ τοῦ πατρὸς Ἀβραάμ; Ὅτι οὐκ ἔστι πρὸς τὰ μὴ σφόδρα ἀναγκαῖα περιττή. Ὃ μὲν γὰρ ἦν χρήσιμον μαθεῖν, τοῦτο μόνον ἡμᾶς ἐδίδαξεν, ὅτι ἀπὸ τῆς ὄψεως τοῦ υἱοῦ συνεξῆλθεν αὐτῷ· τὸ δὲ πλέον τούτου παρέλιπεν ἀδιήγητον, διὰ τὸ θᾶττον ἀποθανεῖν μετὰ τὸ κατοικῆσαι αὐτὸν ἐν Χαῤῥάν· Ἔξελθε ἐκ τῆς συγγενείας σου. Ἐνταῦθα δείκνυσιν, ὅτι οὐκ εἰσὶν οὗτοι τέκνα τοῦ Ἀβραάμ. Πῶς; Ὅτι ἐκεῖνος πειθήνιος ἦν, οὗτοι δὲ ἀπειθεῖς· μᾶλλον δὲ ἐξ ὧν ποιεῖ κελευόμενος μανθάνομεν, ὅτι ἐκεῖνος μὲν τοὺς πόνους ὑπέμεινεν, οὗτοι δὲ τοὺς καρποὺς δρέπονται, καὶ ὅτι πάντες οἱ πρόγονοι ἐν κακουχίᾳ. Καὶ ἐξελ θὼν ἐκ γῆς Χαλδαίων, κατῴκησεν ἐν Χαῤῥάν· κἀκεῖθεν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ, μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην, εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε· καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ, οὐδὲ βῆμα ποδός. Ὅρα, πῶς αὐτοὺς ἀπὸ τῆς γῆς ἀνάγει. Οὐ γὰρ εἶπεν, ∆ώσει, ἀλλ', Οὐκ ἔδωκε, δηλῶν, ὅτι πάντα παρ' ἐκείνου καὶ οὐδὲν παρ' αὐτῶν. Ἦλθε γὰρ καὶ συγγένειαν ἀφεὶς καὶ πατρίδα. ∆ιὰ τί οὖν οὐκ ἔδωκεν; Ὅτι τύπος ἦν ἑτέρας γῆς, καὶ ἐπηγγείλατο δοῦναι αὐτὴν αὐτῷ. Ὁρᾷς, ὅτι οὐχ ἁπλῶς πάλιν τὸν λόγον ἀναλαμβάνει; Οὐκ ἔδωκεν αὐτῷ, φησί. Καὶ ἐπηγγείλατο καὶ τῷ σπέρματι αὐτοῦ μετ' αὐτὸν, οὐκ ὄντος αὐτῷ τέκνου. Πάλιν τὸ δυνατὸν ἐντεῦθεν δείκνυται τοῦ Θεοῦ καὶ τὸ ἐξ ἀμηχάνων πάντα ποιεῖν. Τὸν γὰρ ἐν Περσίδι καὶ τοσοῦτον ἀπέχοντα, τοῦτον ἔφησε κύριον τῆς Παλαιστίνης ποιήσειν. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Ἀτενίσαντες εἰς αὐτὸν, φησὶν, εἶδον τὸ πρόσωπον
αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου. Πόθεν ἡ χάρις τῷ Στεφάνῳ ἐπήνθει; ἆρ' οὐκ ἀπὸ τῆς πίστεως; Εὔδηλον ὅτι· ἐμαρτύρησε γὰρ αὐτῷ ἄνω, ὅτι πλήρης πίστεως ἦν. Ἔστι δὲ χάριν ἔχειν καὶ οὐκ ἐν ἰάσεσι· διὸ καὶ ὁ Ἀπόστολος, Ὧ μὲν χάρις δίδοται, φησὶν, ἰαμάτων, ἄλλῳ δὲ λόγος σοφίας. Ἐνταῦθα δέ μοι δοκεῖ καὶ ἐπίχαριν αὐτὸν εἶναι αἰνίττεσθαι τῷ λέγειν· Εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου· ὃ καὶ Βαρνάβας μαρτυρεῖται. Ὅθεν τοὺς ἀπλάστους τε καὶ ἀπονήρους μάλιστα ἴσμεν θαυμαζομένους, καὶ τούτους μᾶλλον ἐπιχάριτας ὄντας. Τότε ὑπέβαλον ἄνδρας λέγοντας, ὅτι Ἀκηκόαμεν αὐτοῦ λαλοῦντος ῥήματα βλάσφημα. Ἐπὶ μὲν τῶν ἀποστόλων ἔλεγον, ὅτι τὴν ἀνάστασιν κατήγγελλον, καὶ ὅτι πολὺς ὄχλος ἐπέῤῥει· ἐνταῦθα δὲ, ὅτι ἐθεραπεύοντο. Ὢ τῆς ἀνοίας ὑπὲρ ὧν εὐχαριστεῖν ἔδει, ὑπὲρ τούτων ἐμέμφοντο, καὶ τοὺς διὰ τῶν ἔργων κρατοῦντας προσεδόκων κρατήσειν διὰ τῶν λόγων (ὅπερ καὶ ἐπὶ τοῦ Χριστοῦ ἐποίουν), καὶ ἀεὶ εἰς λόγους αὑτοὺς ἐνέβαλλον. Ἁρπάσαι γὰρ αὐτοὺς ἁπλῶς ᾐσχύνοντο, οὐδὲν ἔχοντες ἐγκαλεῖν. Καὶ ὅρα, πῶς οὐδὲ αὐτοὶ οἱ δικάζοντες μαρτυροῦσιν· ἠλέγχθησαν γὰρ ἄν· ἀλλ' ἁπλῶς ἑτέρους μισθοῦνται, ἵνα μὴ δόξῃ ἐπηρείας εἶναι τὸ πρᾶγμα. Τὸ αὐτὸ γεγονὸς ἴδοι τις ἂν καὶ ἐπὶ τοῦ Χριστοῦ. Εἶδες τοῦ κηρύγματος τὴν δύναμιν, καὶ πῶς οὐχὶ μαστιζομένων μόνον, ἀλλὰ καὶ λιθαζομένων κρατεῖ, οὐδὲ εἰς δικαστήριον ἀγομένων, ἀλλὰ καὶ ἐλαυνομένων πάντοθεν; Ἐντεῦθεν, καὶ ψευδομαρτυρούντων αὐτῶν, οὐ μόνον οὐκ ἐκράτουν, ἀλλ' οὐδὲ ἀντιστῆναι ἴσχυον, καίτοι σφόδρα ἀναίσχυντοι ὄντες· οὕτως αὐτοὺς κατὰ κράτος εἷλε, καὶ ταῦτα πολλὰ πράττοντας ἀπίθανα (ὡς καὶ ἐπὶ τοῦ Χριστοῦ), οἳ καὶ πάντα πρὸς θάνατον ἔπραττον τὸν αὐτοῦ, ὡς λοιπὸν δῆλον γενέσθαι πᾶσιν, ὅτι οὐκ ἦν ἀνθρωπίνη ἡ μάχη, ἀλλὰ Θεοῦ πρὸς ἀνθρώπους. Σκόπει δὲ καὶ τί φασιν οἱ συστάντες ψευδομάρτυρες ὑπὸ τῶν φονικῶς συναρπασάντων αὐτὸν εἰς τὸ συνέδριον. Ἀκηκόαμεν αὐτοῦ λαλοῦντος ῥήματα βλάσφημα εἰς Μωσῆν καὶ τὸν Θεόν. Ὦ ἀναίσχυντοι· πράγματα ποιεῖτε βλάσφημα εἰς τὸν Θεὸν, καὶ οὐ φροντίζετε· καὶ Μωσέως φροντίζειν προσποιεῖσθε; ∆ιὰ τοῦτο πρόσκειται Μωσῆς, ἐπειδὴ τὰ τοῦ Θεοῦ οὐ σφόδρα αὐτοῖς ἔμελε, καὶ ἄνω καὶ κάτω Μωσέως μέμνηνται, Ὁ Μωσῆς, λέγοντες, οὗτος, ὃς ἐξήγαγεν ἡμᾶς, τὸ εὐρίπιστον τοῦ ὄχλου ἀνερεθίζοντες. Καίτοι πῶς ἄνθρωπος βλάσ φημος ἂν περιεγένετο; πῶς δὲ καὶ ὁ οὕτω βλάσφημος σημεῖα ἐποίει τοιαῦτα ἐν τῷ λαῷ; Ἀλλὰ τοιοῦτον ἡ βασκανία, ἔκφρονας τοὺς ἁλόντας ποιοῦσα, ὡς μηδὲ ἃ φθέγγονται συνορᾷν. Ἀκηκόαμεν αὐτοῦ, φασὶ, λαλοῦντος ῥήματα βλάσφημα εἰς Μωσῆν καὶ τὸν Θεόν· καὶ πάλιν, Οὗτος ὁ ἄνθρωπος οὐ παύεται ῥήματα λαλῶν κατὰ τοῦ τόπου τοῦ ἁγίου καὶ τοῦ νόμου, καὶ μετὰ προσθήκης, Ἃ παρέδωκεν ἡμῖν Μωσῆς· οὐκέτι ὁ Θεός.
γʹ. Ὁρᾷς, πῶς ἐπὶ ἀνατροπῇ πολιτείας καὶ ἀσεβείας αὐτοῦ κατηγοροῦσιν; Ὅτι δὲ οὐκ ἦν τοῦ τοιούτου τοιαῦτα λέγειν καὶ θρασέως, παντί που δῆλον· οὕτως ἥμερος καὶ ἀπὸ τοῦ προσώπου ἦν. Ἔνθα μὲν οὖν οὐκ ἐσυκοφαντοῦντο, οὐδὲν τοιοῦτόν φησιν ἡ Γραφή· ἐπεὶ δὲ τὸ πᾶν ἐνταῦθα συκοφαντία ἐστὶν, εἰκότως αὐτὴν διορθοῦται ὁ Θεὸς καὶ δι' αὐτῆς τῆς ὄψεως. Ἄρα οἱ ἀπόστολοι οὐκ ἐσυκοφαντοῦντο, ἀλλ' ἐκωλύοντο· οὗτος δὲ συκοφαντεῖται· διά τοι τοῦτο καὶ πρὸ πάντων ἡ ὄψις ἀπολογεῖται. Τάχα τοῦτο καὶ τὸν ἱερέα ἐνέτρεψεν. Εἰπὼν δὲ, ὅτι Ἐπηγγείλατο, δείκνυσι τὴν ἐπαγγελίαν πρὸ τοῦ τόπου γεγενημένην, πρὸ τῆς περιτομῆς, πρὸ θυσίας, πρὸ τοῦ ναοῦ, καὶ ὅτι οὐ κατ' ἀξίαν οὗτοι ἔλαβον οὐδὲ περιτομὴν οὐδὲ νόμον, ἀλλὰ τῆς ὑπακοῆς μόνης μισθὸς ἦν ἡ γῆ. Ἀλλ' οὐδὲ τῆς περιτομῆς δοθείσης, ἡ ἐπαγγελία πληροῦται. Καὶ ὅτι τύποι ἦσαν, καὶ τὸ τὴν πατρίδα ἀφεῖναι, τοῦ Θεοῦ κελεύσαντος, καὶ συγγένειαν (ἐκείνη γὰρ πατρὶς, ἔνθα ἂν ἡγῆται Θεὸς), καὶ τὸ κληρονομίαν ἐνταῦθα μὴ λαβεῖν· καὶ ὅτι, εἴ τις ἀκριβῶς ἐξετάζοι, Πέρσαι εἰσὶν οἱ Ἰουδαῖοι· καὶ ὅτι χωρὶς σημείων πείθεσθαι δεῖ τῷ Θεῷ λέγοντι, κἂν δεινά τινα συμβαίνῃ· ἐπεὶ καὶ ὁ πατριάρχης καὶ τὸν τάφον καταλιπὼν τὸν πατρῷον καὶ πάντα, ἐπείθετο τῷ Θεῷ. Εἰ δὲ ὁ τούτου πατὴρ οὐκ
ἐκοινώνησεν αὐτῷ τῆς ἐπὶ Παλαιστίνην ἀποδημίας, τῷ ἄπιστος εἶναι· πολλῷ μᾶλλον τὰ παιδία οὐ κοινωνήσουσι, κἂν ἐπὶ πολὺ ἔλθωσι τῆς ὁδοῦ, τὴν τοῦ πατρὸς μὴ ζηλώσαντα ἀρετήν. Καὶ ἐπηγγείλατο αὐτὴν δοῦναι αὐτῷ καὶ τῷ σπέρματι αὐτοῦ, φησὶ, μετ' αὐτόν. Πολλὴ ἐνταῦθα καὶ τοῦ Θεοῦ ἡ φιλανθρωπία δείκνυται, καὶ τοῦ Ἀβραὰμ ἡ πίστις. Τὸ γὰρ, Οὐκ ὄντος αὐτῷ τέκνου, πείθεσθαι, τοῦτο δείκνυσι καὶ τὴν ὑπακοὴν καὶ τὴν πίστιν· καίτοι γε τὰ γενόμενα τοὐναντίον ἐδείκνυ· οἷον, μετὰ τὸ ἐλθεῖν οὐκ εἶχε βῆμα ποδὸς, παῖδα οὐκ εἶχεν, ἅπερ ἐναντία ἦν τῇ πίστει. Ταῦτα δὴ κατανοοῦντες καὶ ἡμεῖς, ἅπερ ἂν ἐπαγγέλληται ὁ Θεὸς, δεχώμεθα, κἄν που ἐναντία ᾖ τὰ γινόμενα· καίτοι ἐφ' ἡμῶν οὐκ ἔστιν ἐναντία, ἀλλὰ καὶ σφόδρα ἀκόλουθα. Ἔνθα μὲν γὰρ ἂν ὦσιν ὑποσχέσεις, ὅταν τὰ ἐναντία γένηται, ἐναντία ἐστὶν ὄντως· ἐφ' ἡμῶν δὲ τοὐναντίον· ἐνταῦθα μὲν θλῖψιν εἶπεν, ἐκεῖ δὲ ἄνεσιν. Τί συγχέομεν τοὺς καιρούς; τί τὰ ἄνω κάτω ποιοῦμεν; Θλίβῃ, εἰπέ μοι, ὅτι ἐν πενίᾳ διάγεις, καὶ θορυβῇ διὰ τοῦτο; Μὴ θορυβοῦ· θορύβου γὰρ ἄξιον, εἰ ἐκεῖ μέλλοις θλίβεσθαι· αὕτη γὰρ ἡ θλῖψις, ἀνέσεως αἰτία. Ἡ ἀσθένεια αὕτη, φησὶν, οὐκ ἔστι πρὸς θάνατον. Ἐκείνη ἡ θλῖψις, κόλασις· αὕτη, παιδεία καὶ διόρθωσις. Ἀγών ἐστιν ὁ παρὼν καιρός· οὐκοῦν τοῦ πυκτεύειν χρεία· πόλεμός ἐστι καὶ μάχη. Οὐδεὶς ἐν πολέμῳ ζητεῖ ἄνεσιν, οὐδεὶς ἐν πολέμῳ ζητεῖ τρυφὴν, οὐδεὶς ὑπὲρ χρημάτων μεριμνᾷ, ὑπὲρ γυναικὸς οὐδεὶς φροντίζει, ἀλλ' εἰς ἓν ὁρᾷ μόνον, ὅπως περιγένοιτο τῶν ἐχθρῶν. Τοῦτο καὶ ἡμεῖς ποιῶμεν· καὶ ἂν περιγενώμεθα καὶ ἐπανέλθωμεν μετὰ τροπαίων, πάντα ἡμῖν ὁ Θεὸς δώσει. Τοῦτο μόνον ἡμῖν σπουδαζέσθω, πῶς περιγενώμεθα τοῦ διαβόλου· μᾶλλον δὲ οὐ τῆς ἡμετέρας τὸ πρᾶγμα σπουδῆς, ἀλλὰ τῆς τοῦ Θεοῦ χάριτός ἐστι τὸ πᾶν. Ἓν ἡμῖν σπουδαζέσθω, ὅπως ἐπισπασώμεθα αὐτοῦ τὴν χάριν, ὅπως ἑλκύσωμεν πρὸς ἑαυτοὺς τὴν ῥοπὴν ἐκείνην. Εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ' ἡμῶν, φησίν; Ἓν μόνον σπουδάζωμεν, ὅπως οὗτος ἡμῖν μὴ ἐχθρὸς γένηται, ὅπως ἡμᾶς μὴ ἀποστραφῇ.
δʹ. Οὐ τὸ θλίβεσθαι κακὸν, ἀλλὰ τὸ ἁμαρτάνειν κακόν. Ἡ χαλεπὴ θλῖψις τοῦτό ἐστι, κἂν ἐν τρυφῇ διάγωμεν· οὐ λέγω ἐν τῷ μέλλοντι, ἀλλὰ καὶ ἐν τῷ παρόντι. Πῶς γὰρ οἴει τὸ συνειδὸς ἡμῶν δάκνεσθαι; ποίας βασάνου οὐκ εἶναι χεῖρον; Ἐβουλόμην μετὰ ἀκριβείας ἐρωτῆσαι τοὺς ἐν τοῖς κακοῖς ζῶντας, εἰ μηδέποτε εἰς ἔννοιαν ἔρχονται τῶν οἰκείων ἁμαρτημάτων, εἰ μὴ τρέμουσιν, εἰ μὴ δεδοίκασιν, εἰ μὴ ὀδυνῶνται, εἰ μὴ μακαρίζουσι τοὺς ἐν νηστείᾳ, τοὺς ἐν ὄρεσι, τοὺς ἐν φιλοσοφίᾳ ζῶντας Βούλει ἄνεσιν εὑρεῖν ἐκεῖ; Θλίβηθι ἐνταῦθα διὰ τὸν Χριστόν· οὐδὲν ταύτης τῆς ἀνέσεως ἴσον. Ἔχαιρον οἱ ἀπόστολοι μαστιζόμενοι. Παῦλος τοῦτο παραινεῖ λέγων· Χαίρετε ἐν Κυρίῳ. Καὶ πῶς ἔνι χαίρειν, φησὶν ἔνθα δεσμὰ, ἔνθα βάσανοι, ἔνθα δικαστήρια; Μάλιστα ἐνταῦθα χαίρειν ἔνι. Πῶς δὲ ἔνι χαίρειν, ἔνθα ταῦτα, μάνθανε. Ὁ μηδὲν ἑαυτῷ συνειδὼς, μέγα πως ἡσθήσεται, ὥστε, ὅσῳ ἂν εἴπῃς τὴν θλῖψιν, τοσούτῳ λέγεις τὴν ἡδονήν. Εἰπὲ γάρ μοι, ὁ μυρία τραύματα λαβὼν στρατιώτης καὶ ἐπανιὼν, ἆρ' οὐχὶ μετὰ πολλῆς ἐπανήξει τῆς ἡδονῆς, παῤῥησίας ὑπόθεσιν ἔχων τὰ τραύματα, λαμπρότητός τε καὶ εὐδοκιμήσεως; Καὶ σὺ ἂν δυνηθῇς ῥῆξαι τὴν φωνὴν ἐκείνην, ἣν Παῦλος, ὅτι Τὰ στίγματα τοῦ Ἰησοῦ βαστάζω, δυνήσῃ μέγας γενέσθαι καὶ λαμπρὸς καὶ εὐδόκιμος. Ἀλλ' οὐκ ἔστι διωγμός; Στῆθι πρὸς δόξαν· κἂν εἴπῃ τις ἐναντίον τι, μὴ φοβηθῇς ἀκοῦσαι κακῶς διὰ Χριστόν· στῆθι πρὸς τύφου τυραννίδα, στῆθι πρὸς θυμοῦ μάχην, στῆθι πρὸς ἐπιθυμίας βάσανον. Καὶ ταῦτα στίγματά ἐστι, καὶ αὗται βάσανοι. Εἰπὲ γάρ μοι, τί τὸ δεινότατον τῶν βασάνων; ἆρ' οὐχ ὅτι ἡ ψυχὴ ἀλγεῖ καὶ καίεται; Ἐκεῖ μὲν γὰρ κἂν τὸ σῶμα μερίζεται· ἐνταῦθα δὲ τὸ πᾶν αὐτῆς ἐστι. Περὶ αὐτὴν ἡ ὀδύνη, ὅταν ὀργίζηται, ὅταν βασκαίνῃ, ὅταν τι τοιοῦτον ποιῇ, μᾶλλον δὲ ὅταν πάσχῃ. Οὐ γὰρ ποιεῖν τοῦτό ἐστιν, ἀλλὰ πάσχειν, τὸ ὀργίζεσθαι, τὸ φθόνον ἔχειν· διὰ τοῦτο καὶ πάθη καλεῖται ψυχῆς, καὶ τραύματα, καὶ ὠτειλαί. Ὄντως γὰρ πάθος ἐστὶ, καὶ πάθους χαλεπώτερον. Ἐννοήσατε, οἱ ὀργιζόμενοι, ὅτι πάθει ταῦτα ποιεῖτε. Οὐκοῦν ὁ μὴ ὀργιζόμενος οὐ πάσχει, Ὁρᾷς, ὅτι ὁ ὑβριζόμενος οὐ πάσχει, ἀλλ' ὁ ὑβρίζων, ὅπερ ἔφην καὶ ἤδη; Ὅτι γὰρ πάσχει, δῆλον μὲν καὶ ἀπὸ τοῦ πάθος καλεῖσθαι τὸ τοιοῦτον, δῆλον δὲ καὶ ἐκ τοῦ σώματος· ταῦτα γὰρ ἀπὸ ὀργῆς τίκτεται τὰ πάθη, ἀμβλυωπία, παραπληξία, καὶ μυρία ἕτερα. Ἀλλὰ τὸν παῖδα ὕβρισε, φησὶν, ἀλλὰ τὸν οἰκέτην. Μὴ νομίσῃς εἶναι ἀσθένειαν τὸ μὴ καὶ αὐτὸς τοῦτο ποιῆσαι. Εἰπὲ γάρ μοι, καλῶς γέγονεν; Οὐκ οἶμαι εἰπεῖν· οὐκοῦν μὴ ποιήσῃς τὸ μὴ καλῶς γινόμενον. Οἶδα οἷαι ἐν τοῖς τοιούτοις αἱ ὀργαὶ τίκτονται. Τί οὖν, ἂν καταφρονῇ, φησὶν, ἂν πάλιν εἴπῃ; Ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον· πραότητι ὀργὴ λύεται· προσελθὼν ἐγκάλεσον. Ὑπὲρ μὲν γὰρ τῶν εἰς ἡμᾶς οὐδὲ τοῦτο ποιεῖν χρὴ, ὑπὲρ δὲ τῶν ἄλλων, καὶ ἀνάγκη τοῦτο δὴ ποιεῖν. Μὴ ἰδίαν ὕβριν νομίσῃς τὸ τὸν παῖδα ὑβρισθῆναι· κἂν ἀλγῇς ὑπὲρ ἐκείνου, μὴ ὡς αὐτὸς ὑβρισθείς· οὐ γὰρ ἐπειδὴ ὁ παῖς κακῶς ἔπαθεν, ὑβρίσθης σὺ, ἀλλ' ὁ ποιήσας κακῶς. Σβέσον τὴν μάχαιραν τὴν ὀξεῖαν, ἐν τῇ θήκῃ κείσθω. Ἂν ἔχωμεν αὐτὴν γυμνὴν, πολλάκις καὶ οὐκ ὄντος καιροῦ χρησόμεθα, ἐφελκόμενοι ὑπ' αὐτῆς· ἂν δὲ ᾖ κεκρυμμένη, κἂν χρεία γένηται, σβεσθήσεται ἡ ὀργή. Ὑπὲρ αὑτοῦ οὐ βούλεται ἡμᾶς ὀργίζεσθαι ὁ Χριστὸς (ἄκουσον γὰρ τί φησι πρὸς τὸν Πέτρον· Ἀπόστρεψον τὴν μάχαιράν σου εἰς τὴν θήκην)· καὶ σὺ ὑπὲρ παιδὸς ὀργίζῃ; ∆ίδαξον καὶ τὸν παῖδα φιλοσοφεῖν· εἰπὲ αὐτῷ τὰ τοῦ ∆εσπότου παθήματα· μίμησαί σου τὸν ∆ιδάσκαλον. Ὅτε ἔμελλον καὶ αὐτοὶ ἀτιμάζεσθαι, οὐκ εἶπεν, ὅτι Ἐκδικήσω· ἀλλὰ τί; Ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν. Οὐκοῦν φέρετε γενναίως· οὐ γὰρ ἐμοῦ βελτίους ὑμεῖς. Ταῦτα καὶ σὺ πρὸς τὸν υἱὸν καὶ τὸν παῖδα εἰπέ· Οὐκ εἶ τοῦ ∆εσπότου σου βελτίων. Ἀλλὰ χήρας εἶναι δοκεῖ τὰ ῥήματα τῆς φιλοσοφίας. Οἴμοι, ὅτι λόγῳ παραστῆσαι οὐκ ἔνι, ὡς ὑπὸ τῆς πείρας αὐτῆς διδαχθῆναι ἔνεστι. Καὶ ἵνα μάθῃς, ἐν μέσῳ δύο ἑστὼς διαμαχομένων, γενοῦ τῆς μερίδος τῶν ἀδικουμένων, καὶ μὴ τῶν ἀδικούντων, ἂν μὴ παρὰ σαυτῷ τὰ νικητήρια ἴδῃς, ἂν μὴ λαμπροὺς λάβῃς στεφάνους. Ὅρα, πῶς ὑβρίζεται ὁ Θεὸς, καὶ πῶς ἀποκρίνεται πράως καὶ ἡμέρως. Ποῦ ἔστι, φησὶν, Ἄβελ ὁ ἀδελφός σου; Καὶ τί ἐκεῖνος; Μὴ φύλαξ ἐγώ εἰμι τοῦ ἀδελφοῦ μου; Τί αὐθαδέστερον τούτου; κἂν παρά γε υἱοῦ ἤκουσεν ἄν τις; εἰ γὰρ παρὰ ἀδελφοῦ, οὐχ ὕβριν ἂν ἡγήσατο τὸ πρᾶγμα; Ἀλλ' ὁ Θεὸς πάλιν ἡμέρως ἀποκρίνεται· Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου, φησὶ, βοᾷ πρός με. Ἀλλ' ὁ Θεὸς ἀνώτερός ἐστιν ὀργῆς, φησίν. Ἀλλὰ διὰ τοῦτο κατῆλθεν ὁ τοῦ Θεοῦ Υἱὸς, ἵνα σὲ θεὸν ποιήσῃ κατὰ δύναμιν τὴν ἀνθρωπίνην. Ἀλλ' οὐ δύναμαι, φησὶν, ἄνθρωπος ὤν. Οὐκοῦν φέρε ἀνθρώπους σοι παραγάγωμεν. Καὶ μή με νομίσῃς Παῦλον ἐρεῖν μηδὲ Πέτρον, ἀλλά τινας τῶν ἐλαττόνων καὶ σφόδρα κατωτέρω. Τὸ παιδάριον Ἠλεὶ τὴν Ἄνναν ὕβρισε λέγον· Περιελοῦ τὸν οἶνόν σου. Τί τούτου ὑβριστικώτερον; Τί οὖν ἐκείνη; Γυνὴ ἐν σκληρᾷ ἡμέρᾳ ἐγώ εἰμι. Οὐδὲν ὄντως θλίψεως ἴσον· φιλοσοφίας μήτηρ ἐστίν. Ἡ αὐτὴ δὲ αὕτη καὶ τὴν ἀντίζηλον αὐτῆς ἔχουσα, οὐχ ὕβρισεν αὐτήν· ἀλλὰ τί; Πρὸς τὸν Θεὸν καταφεύγει, καὶ εὐχομένη οὐδὲ μέμνηται αὐτῆς, οὐδὲ λέγει, Ἐπειδὴ ὀνειδίζει με ἡ δεῖνα, ἐπάμυνόν μοι· οὕτω φιλόσοφος ἦν ἡ γυνὴ (αἰσχυνθῶμεν οἱ ἄνδρες)· καίτοι ἴστε, ὅτι ζήλου ἴσον οὐδέν.
εʹ. Ὁ τελώνης ὑβρισθεὶς παρὰ τοῦ Φαρισαίου, οὐκ ἀνθύβρισε, καίτοι γε, εἰ ἐβούλετο, ἠδύνατο· ἀλλὰ φιλοσόφως ἤνεγκε λέγων· Ἱλάσθητί μοι τῷ ἁμαρ τωλῷ. Ὁ Μεμφιβάαλ ὑπὸ τοῦ δούλου κατηγορηθεὶς καὶ συκοφαντηθεὶς, οὐδὲν οὔτε εἶπεν, οὔτε ἔπραξεν εἰς αὐτόν τι πονηρὸν, οὐδὲ ἐπὶ τοῦ βασιλέως αὐτοῦ. Βούλει καὶ πόρνης ἀκοῦσαι φιλοσοφίαν; Ἄκουσον τοῦ Χριστοῦ λέγοντος, ἡνίκα ταῖς θριξὶν αὐτῆς τοὺς πόδας ἀπέμασσε· Τελῶναι καὶ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν. Εἶδες αὐτὴν ἑστῶσαν καὶ δακρύουσαν, καὶ τὰ οἰκεῖα ἁμαρτήματα ἀπολουομένην; Ὅρα, πῶς καὶ πρὸς τὸν Φαρισαῖον οὐκ ὠργίσθη ὀνειδιζομένη· εἰ ᾔδει γὰρ, φησὶν, ὅτι ἁμαρτωλός ἐστιν αὕτη ἡ γυνὴ, οὐκ ἂν εἴασεν αὐτήν. Καὶ οὐκ εἶπε πρὸς αὐτόν· Τί γάρ; εἰπέ μοι· σὺ καθαρὸς ἀπὸ ἁμαρτημάτων εἶ; ἀλλὰ πλέον ἔπασχε, πλέον ὠδύρετο καὶ θερμότερα τὰ δάκρυα ἠφίει. Εἰ δὲ γυναῖκες καὶ τελῶναι καὶ πόρναι φιλοσοφοῦσι, καὶ ταῦτα πρὸ τῆς χάριτος, τίνος ἐσόμεθα ἡμεῖς ἄξιοι συγγνώμης, μετὰ τὴν τοσαύτην χάριν θηρίων μᾶλλον ἐκπολεμούμενοι, δάκνοντες καὶ λακτίζοντες; Οὐδὲν αἰσχρότερον θυμοῦ, οὐδὲν ἀτιμότερον, οὐδὲν δεινότερον, οὐδὲν ἀηδέστερον, οὐδὲν βλαβερώτερον. Ταῦτα λέγω, οὐχ ἵνα πρὸς ἄνδρας ὦμεν ἥμεροι μόνον, ἀλλὰ κἂν γυνὴ λάλος ᾖ, ἵνα φέρῃς· ἔστω σοι παλαίστρα καὶ γυμνάσιον ἡ γυνή. Πῶς γὰρ οὐκ ἄτοπον, γυμνάσια μὲν ἀναδέχεσθαι οὐδὲν κέρδος ἔχοντα, ἔνθα θλίβομεν τὸ σῶμα· γυμνάσια δὲ μὴ ποιεῖν οἴκαδε, καὶ πρὸ τῶν ἀγώνων στέφανον ἡμῖν παρέχοντα; Ὑβρίζει ἡ γυνή; Μὴ γένῃ σὺ γυνή· γυναικῶδες γὰρ τὸ ὑβρίζειν· νόσος ἐστὶ ψυχῆς, ἐλάττωμά ἐστι. Μὴ νομίσῃς ἀνάξιόν σου εἶναι, ὅταν ἡ γυνὴ ὑβρίσῃ. Ἀνάξιον, ὅταν σὺ μὲν ὑβρίζῃς, ἐκείνη δὲ φιλοσοφῇ· τότε ἀσχημονεῖς, τότε ὑβρίσθης· ἂν δὲ ὑβρισθεὶς ἐνέγκῃς, τῆς ἰσχύος τῆς σῆς πολλὴ ἡ ἐπίδειξις. Οὐ τὰς γυναῖκας ἐνάγων εἰς ὕβρεις, ταῦτα λέγω· μὴ γένοιτο· ἀλλ' εἴ που καὶ συμβαίη κατὰ σατανικὴν περίστασιν, ἵνα φέρητε. Ἀνδρῶν ἐστι τὸ φέρειν τῶν ἰσχυρῶν τοὺς ἀσθενεῖς. Κἂν οἰκέτης ἀντείπῃ, φιλοσόφησον σύ· μὴ, τί ἐκεῖνος ἄξιός ἐστιν ἀκοῦσαι, εἴπῃς ἢ πράξῃς, ἀλλὰ τί δεῖ σε καὶ ποιῆσαι καὶ εἰπεῖν. Μηδέποτε κόρην ὑβρίζων, αἰσχρὸν ῥῆμα ἐκβάλῃς· μηδέποτε οἰκέτην μιαρὸν εἴπῃς. Ἐκεῖνος οὐχ ὑβρίσθη, ἀλλὰ σύ. Οὐκ ἔστιν ἐν ἑαυτῷ εἶναι τὸν ὀργιζόμενον, ὥσπερ οὐδὲ πέλαγος κυμαινόμενον, ἢ πηγὴν μένειν καθαρὰν, βορβόρου ποθὲν ἐμπεσόντος αὐτῇ· οὕτω πάντα ἀναμὶξ, μᾶλλον δὲ οὕτω πάντα ἄνω καὶ κάτω γίνεται. Κἂν τυπτήσῃς, κἂν διαῤῥήξῃς τὸν χιτωνίσκον, σὺ μείζονα τὴν βλάβην ὑπέμεινας· ἐκείνῳ μὲν γὰρ περὶ τὸ σῶμα καὶ περὶ τὴν ἐσθῆτα ἡ πληγὴ, σοὶ δὲ περὶ τὴν ψυχήν. Ἐκείνην διέτεμες, ἐκείνην ἔτρωσας, τὸν ἡνίοχον ἔβαλες ἀπὸ τῶν ἵππων κάτω, ὕπτιον σύρεσθαι παρεσκεύασας· καὶ ταυτὸν γίνεται, οἷον ἐὰν ἡνίοχος ἑτέρῳ ὀργιζόμενος ἕλοιτ' ἂν σύρεσθαι. Κἂν ἐπιπλήττῃς, κἂν νουθετῇς, κἂν ὁτιοῦν ποιῇς, ὀργῆς χωρὶς καὶ θυμοῦ. Εἰ γὰρ ὁ ἐπιπλήττων ἰατρός ἐστι τοῦ ἁμαρτάνοντος, πῶς ἂν δύναιτο θεραπεῦσαι ἕτερον, ἑαυτὸν πρότερον κακώσας, ἑαυτὸν μὴ θεραπεύων; Εἴ τις, εἰπέ μοι, ἰατρὸς πορεύοιτο ἕτερον θεραπεύειν, πρότερον τὴν χεῖρα τραυματίσας τὴν ἑαυτοῦ, πρότερον τοὺς ὀφθαλμοὺς πηρώσας, οὕτω ποιεῖται ἐκείνου τὴν ἰατρείαν; Οὐχὶ, φησίν. Οὕτω καὶ σὺ κἂν ἐπιπλήττῃς, κἂν νουθετῇς, καθαρὰ βλεπέτωσάν σου οἱ ὀφθαλμοί. Μὴ θολώσῃς τὸν νοῦν, ἐπεὶ πῶς ἡ θεραπεία γενήσεται; Οὐκ ἔστιν ἐν τῇ αὐτῇ γαλήνῃ εἶναι, ἀόργητον ὄντα καὶ ὀργιζόμενον. Τί τὸν διδάσκαλον ἀπὸ τοῦ θρόνου καταστρέψας, οὕτω διαλέγῃ τῷ χαμαὶ κειμένῳ; Οὐχ ὁρᾷς τοὺς δικάζοντας, οἳ ὅταν μέλλωσι κρίνειν, καθέζονται ἐπὶ τοῦ θρόνου, καὶ ἐν σχήματι τῷ προσήκοντι; Οὕτω καὶ σὺ ποίησον· κόσμησον τὴν ψυχὴν ἐσθῆτι δικαστικῇ (αὕτη δέ ἐστιν ἡ ἐπιείκεια), καὶ τότε ἐπὶ τοῦ θρόνου δικαστὴς κάθισον. Ἀλλ' οὐ φοβηθήσεται, φησί. Μᾶλλον φοβηθήσεται Τότε κἂν δίκαια λέγῃς, τῷ θυμῷ λογιεῖται ὁ οἰκέτης· ἂν δὲ μετὰ ἐπιεικείας, ἑαυτοῦ καταγνώσεται, τὸ δὲ προηγούμενον, ἀποδέξεταί σε ὁ Θεὸς, καὶ οὕτω δυνήσῃ τῶν αἰωνίων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ις ʹ. Ἐλάλησε δὲ οὕτως ὁ Θεὸς λέγων, ὅτι Ἔσται τὸ σπέρμα αὐτοῦ πάροικον ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν ἔτη τετρα κόσια· καὶ τὸ ἔθνος, ᾧ ἐὰν δουλεύσωσι, κρινῶ ἐγὼ, εἶπεν ὁ Θεός· καὶ μετὰ ταῦτα ἐξελεύσον ται, καὶ λατρεύσουσί μοι ἐν τῷ τόπῳ τούτῳ.
αʹ. Ὅρα πρὸ πόσων ἐτῶν ἡ ἐπαγγελία καὶ ὁ τῆς ἐπαγγελίας τρόπος, καὶ οὐδαμοῦ θυσία, οὐδαμοῦ περιτομή. Ἐνταῦθα δείκνυσιν, ὅτι αὐτὸς αὐτοὺς ἠφίει κακῶς πάσχειν, καὶ ὅτι οὐκ ἀτιμωρητὶ ταῦτα ἔσται. Τὸ δὲ ἔθνος, ᾧ ἐὰν δουλεύσωσι, κρινῶ ἐγὼ, εἶπεν ὁ Θεός. Ὁρᾷς; ὁ ἐπαγγειλάμενος, ὁ δοὺς τὴν γῆν, πρότερον τὰ κακὰ συγχωρεῖ· οὕτω καὶ νῦν, εἰ καὶ βασιλείαν ἐπηγγείλατο, ἀλλ' ἀφίησιν ἐγγυμνάζεσθαι τοῖς πειρασμοῖς. Εἰ ἐνταῦθα μετὰ τετρακόσια ἔτη ἡ ἐλευθερία, τί θαυμαστὸν, ἐπὶ τῆς βασιλείας εἰ τὸ αὐτὸ γίνεται; Ὅμως γοῦν ἐποίησε, καὶ οὐκ ἴσχυσεν ὁ χρόνος ὡς ψευδῆ ἐλέγξαι τὸν λόγον, καίτοι οὐ τὴν τυχοῦσαν δουλείαν ὑπέμειναν. Οὐ μὴν οὐδὲ μέχρι τῆς τιμωρίας τῆς ἐκείνων ἔστη, ἀλλὰ καὶ αὐτοῖς χρηστὰ ἐπαγγέλλεται. Ἐμοὶ δὲ δοκεῖ διὰ τούτων αὐτοὺς καὶ ἀναμιμνήσκειν τῆς εὐεργεσίας, ἧς ἔτυχον. Καὶ ἔδωκεν αὐτῷ διαθήκην περιτομῆς, καὶ οὕτως ἐγέννησε τὸν Ἰσαάκ. Ἐνταῦθα λοιπὸν καθυφίησι. Καὶ περιέτεμεν αὐτὸν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ· καὶ ὁ Ἰσαὰκ τὸν Ἰακὼβ, καὶ ὁ Ἰακὼβ τοὺς δώδεκα πατριάρχας. Καὶ οἱ πατριάρχαι ζηλώσαντες τὸν Ἰωσὴφ, ἀπέδοντο εἰς Αἴγυπτον. Τοῦτο καὶ ἐπὶ τοῦ Χριστοῦ γέγονε· καὶ γὰρ αὐτοῦ τύπος ὁ Ἰωσήφ· διὸ καὶ αἰνιττόμενος, τὴν ἱστορίαν δι' ὅλου ἐπέξεισιν. Οὐδὲν γὰρ ἔχοντες ἐγκαλεῖν, ἀλλ' ἐλθόντα ἐπὶ τροφὴν τὴν αὐτῶν, κακῶς διέθηκαν. Καὶ ὅρα, ὅτι καὶ ἐνταῦθα πάλιν ἐπαγγελία μακρὰ, καὶ ὅμως τέλος λαμβάνει. Καὶ ἦν ὁ Θεὸς μετ' αὐτοῦ· τοῦτο καὶ ὑπὲρ αὐτῶν. Καὶ ἐξείλετο αὐτὸν ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ. Ἐνταῦθα δείκνυσιν, ὅτι οὐκ εἰδότες συνέπραττον τῇ προφητείᾳ, καὶ ὅτι αὐτοὶ αἴτιοι ἐγίνοντο, καὶ τὰ κακὰ εἰς αὐτοὺς περιετρέπετο. Καὶ ἔδωκεν αὐτῷ χάριν καὶ σοφίαν ἔναντι Φαραὼ βασιλέως Αἰγύπτου. Χάριν ἔδωκε, καὶ ταῦτα ἐπὶ βαρβάρου ἀνδρὸς, τῷ δούλῳ καὶ αἰχμαλώτῳ· ὃν οἱ μὲν ἀδελφοὶ ἀπέδοντο, ἐκεῖνος δὲ ἐτίμησεν. Ἐγένετο δὲ λιμὸς ἐφ' ὅλην τὴν γῆν Αἰγύπτου καὶ Χαναὰν, καὶ θλῖψις μεγάλη, καὶ οὐχ εὕρισκον χορτάσματα οἱ πατέρες ἡμῶν. Ἀκούσας δὲ Ἰακὼβ ὄντα σῖτα ἐν Αἰγύπτῳ, ἐξαπέστειλε τοὺς πατέρας ἡμῶν πρῶτον. Καὶ ἐν τῷ δευτέρῳ ἀνεγνωρίσθη Ἰωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ. Κατῆλθον ὠνησόμενοι, καὶ ἐκείνου ἐν χρείᾳ κατέστησαν. Τί οὖν αὐτός; Οὐ μέχρι τούτου τὴν φιλανθρωπίαν ἐπεδείξατο, ἀλλὰ καὶ τῷ Φαραὼ ἐγνώρισε, καὶ αὐτοὺς κατήγαγε. Καὶ φανερὸν ἐγένετο τῷ Φαραὼ τὸ γένος τοῦ Ἰωσήφ. Ἀποστείλας δὲ . Ἰωσὴφ, μετεκαλέσατο τὸν πατέρα αὐτοῦ Ἰακὼβ, καὶ πᾶσαν τὴν συγγένειαν ἐν ἑβδομήκοντα καὶ πέντε ψυχαῖς. Κατέβη δὲ Ἰακὼβ εἰς Αἴγυπτον, καὶ ἐτελεύτησεν αὐτὸς καὶ οἱ πατέρες ἡμῶν. Καὶ μετετέθησαν εἰς Συχὲμ, καὶ ἐτέθησαν ἐν τῷ μνήματι, ὃ ὠνήσατο Ἀβραὰμ τιμῆς ἀργυρίου παρὰ τῶν υἱῶν Ἐμμὼρ τοῦ Συχέμ. Καθὼς δὲ ἤγγιζεν χρόνος τῆς ἐπαγγελίας, ἧς ὤμοσεν ὁ Θεὸς τῷ Ἀβραὰμ, ηὔξησεν ὁ λαὸς, καὶ ἐπληθύνθη ἐν Αἰγύπτῳ, ἄχρις οὗ ἀνέστη βασιλεὺς ἕτερος, ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ. Πάλιν ἄλλη ἀνελπιστία· πρώτη μὲν ὁ λιμὸς, δευτέρα τὸ ἐμπεσεῖν εἰς χεῖρας τοῦ ἀδελφοῦ, καὶ τρίτη τὸ ἀναιρεῖσθαι ψῆφον δοθῆναι ὑπὸ τοῦ βασιλέως· καὶ ὅμως διεσώθησαν τούτων ἁπάντων. Εἶτα τὸ εὐμήχανον δεικνὺς τοῦ Θεοῦ, φησίν· Ἐν ᾧ καιρῷ ἐγεννήθη Μωϋσῆς, καὶ ἦν ἀστεῖος τῷ Θεῷ. Εἰ ἐκεῖνο θαυμαστὸν, ὅτι ὑπὸ ἀδελφῶν ἐπράθη, ἀλλὰ τοῦτο θαυμαστότερον, ὅτι βασιλεὺς ἔτρεφεν αὐτὸν τὸν μέλλοντα καθαιρεῖν αὐτοῦ τὴν ἀρχὴν, αὐτὸς ὁ μέλλων ἀπόλλυσθαι. Ὁρᾷς πανταχοῦ τῶν νεκρῶν σχεδὸν διατυπουμένην τὴν ἀνάστασιν; Καίτοι οὐκ ἔστιν ἴσον αὐτόν τι τὸν Θεὸν ποιεῖν, καὶ ἀπὸ προαιρέσεως ἀνθρωπίνης τι γενέσθαι. Ταῦτα γοῦν οὐκ ἀπὸ προαιρέσεως ἀνθρωπίνης ἦν. Καὶ ἦν δυνατὸς ἐν λόγῳ καὶ ἔργῳ. Τοῦτο εἶπε, κἀκεῖνον σωτῆρα καὶ τούτους περὶ τὸν εὐεργέτην ἀγνώμονας δεικνύς. Καθάπερ οὖν τότε ὑπὸ τοῦ κακῶς παθόντος τοῦ Ἰωσὴφ ἐσώθησαν· οὕτω καὶ νῦν ὑπὸ τοῦ κακῶς παθόντος ἐσώθησαν, τοῦ Μωϋσέως λέγω. Τί γὰρ, εἰ μὴ ἀνεῖλον αὐτὸν τῷ πράγματι; Τῷ λόγῳ ἀνεῖλον ὥσπερ κἀκεῖνοι. Καὶ ἐκεῖνοι μὲν ἐκ τῆς αὐτῶν εἰς ἀλλοδαπὴν καὶ ξένην ἀπέδοντο· οὗτοι δὲ ἐκ τῆς ἀλλοτρίας εἰς ἀλλοτρίαν φυγαδεύουσι· καὶ ἐκεῖ μὲν τροφὴν ἀποφέροντα, ἐνταῦθα δὲ συμβουλεύοντα δι' ὧν ἔσονται μετὰ Θεοῦ. Οὕτως ἀληθὲς καὶ ἐκ τῶν νῦν οἰκονομουμένων ἐκεῖνο τὸ ὑπὸ τοῦ Γαμαλιὴλ εἰρημένον, ὅτι Ἐὰν ᾖ ἐκ τοῦ Θεοῦ, οὐ δύνασθε καταλῦσαι αὐτό. Σὺ δὲ τοὺς ἐπιβουλευομένους τῶν ἐπιβουλευόντων αἰτίους σωτηρίας γινομένους μανθάνων, ἐκπλάγηθι τοῦ Θεοῦ τὸ εὐμήχανον καὶ τὴν σύνεσιν· εἰ μὴ γὰρ ἐκεῖνοι ἐπεβουλεύθησαν, οὐκ ἂν οὗτοι ἐσώζοντο. Λιμὸς ἦν, καὶ οὐκ ἀνάλωσεν αὐτούς. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ δι' ἐκείνου ἐσώθησαν τοῦ προσδοκηθέντος ἀπολωλέναι. Πρόσταγμα βασιλικὸν, καὶ οὐκ ἠφάνισεν αὐτούς· ἀλλὰ τότε μᾶλλον ηὔξετο τὸ πλῆθος, ὅτε ἐκεῖνος ἀπέθανεν ὁ εἰδὼς αὐτούς. Τὸν σωτῆρα αὐτῶν ἠβουλήθησαν ἀνελεῖν, καὶ οὐδὲ οὕτως ἴσχυσαν.
βʹ. Ὁρᾷς, ὅτι δι' ὧν ὁ διάβολος ἐπεχείρει καταλύειν τὴν ἐπαγγελίαν τοῦ Θεοῦ, διὰ τούτων ηὔξετο; Τοῦτο καὶ αὐτοὺς ἥρμοττε τότε εἰπεῖν, ὅτι εὐμήχανός ἐστιν ὁ Θεὸς καὶ ἀναγαγεῖν ἡμᾶς δυνατὸς ἐντεῦθεν. Τὸ γὰρ εὐμήχανον τοῦ Θεοῦ μάλιστα τοῦτο [ἦν], ὅτι καὶ ἐν τῇ ἀποστροφῇ ηὔξετο τὸ ἔθνος, δουλούμενον, καὶ κακούμενον, καὶ ἀναιρούμενον. Τὸ μέγα τῆς ἐπαγγελίας τοῦτό ἐστιν. Εἰ γὰρ ἐπὶ τῆς αὐτῶν ηὔξετο, οὐχ οὕτω θαυμαστὸν ἦν. Καὶ οὐδὲ μικρὸν χρόνον ἐπὶ τῆς ἀλλοτρίας ἦσαν, ἀλλὰ τετρακόσια ἔτη. Ἐντεῦθεν μανθάνομεν, ὡς φιλοσοφίαν ἐπεδείξαντο μεγάλην Καὶ γὰρ οὐχ ὡς δεσπόται δούλοις αὐτοῖς ἐχρῶντο, ἀλλ' ὡς ἐχθροὶ καὶ τύραννοι. ∆ιὸ καὶ προεῖπεν, ὅτι ἐν ἐλευθερίᾳ ἔσονται μεγάλῃ· τοῦτο γάρ ἐστι τὸ, Λατρεύσουσί μοι· καὶ ὅτι ἐνταῦθα ἐπανελεύσονται, καὶ οὐκ ἀτιμωρητί. Καὶ ὅρα, πῶς δοκεῖ μέν τι χαρίζεσθαι τῇ περιτομῇ, οὐδὲν δὲ δίδωσιν· εἴ γε ἡ μὲν ἐπαγγελία πρὸ ταύτης, αὕτη δὲ μετὰ ταῦτα. Καὶ οἱ πατριάρχαι, φησὶ, ζηλώσαντες. Ἔνθα οὐ βλάπτει, χαρίζεται αὐτοῖς. Πατριάρχας δέ φησι τοὺς προγόνους, ἐπειδὴ καὶ ἐν τούτοις μέγα ἐφρόνουν. Ἄλλως δὲ καὶ δείκνυσιν, ὅτι οἱ ἅγιοι οὐχὶ ἐκτὸς ἦσαν θλίψεως, ἀλλὰ καὶ ἐν αὐταῖς ὄντες μέσαις ταῖς θλίψεσι βοηθείας ἐτύγχανον. Οἱ δὲ οὐ μόνον οὐκ ἔλυον, ἀλλὰ καὶ συνέπραττον τοῖς θλίβουσιν, ὀφείλοντες μᾶλλον αὐτὰς διακόπτειν. Ὥσπερ οὖν οὗτοι τὸν Ἰωσὴφ ἐνδοξότερον ἐποίησαν ἀποδόμενοι, οὕτως ὁ βασιλεὺς τὸν Μωϋσῆν, κελεύσας ἀναιρεῖσθαι τὰ παιδία· εἰ μὴ γὰρ ἐκέλευσεν, οὐκ ἂν τοῦτο ἐγίνετο. Καὶ σκόπει Θεοῦ κηδεμονίαν. Ἐκεῖνος φυγαδεύει τὸν Μωϋσῆν· ὁ δὲ οὐ κωλύει, τὸ μέλλον οἰκονομῶν, ἵνα ἐκεῖ τῆς ὄψεως τύχῃ ἄξιος γενόμενος. Οὕτω καὶ τὸν δοῦλον τὸν πραθέντα ποιεῖ ἐκεῖ βασιλέα, ἔνθα ἐνομίζετο δοῦλος εἶναι. Ὥσπερ δὲ οὗτος ἐκεῖ βασιλεύει, ἔνθα αὐτὸν ἐπώλησαν· οὕτω καὶ ὁ Χριστὸς ἐν τῷ θανάτῳ τὴν δύναμιν ἐπιδείκνυται. Τοῦτο οὐχὶ τιμῆς μόνον ἦν, ἀλλὰ καὶ τοῦ θαῤῥεῖν τῇ οἰκείᾳ δυνάμει. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Καὶ κατέστησεν αὐτὸν ἡγούμενον ἐπ' Αἴγυπτον καὶ ὅλον τὸν οἶκον αὐτοῦ. Ὅρα διὰ λιμὸν οἷα κατασκευάζει. Ἐν ἑβδομήκοντα καὶ πέντε ψυχαῖς κατέβη, φησὶν, Ἰακὼβ εἰς Αἴγυπτον. Καὶ ἐτελεύτησεν αὐτὸς καὶ οἱ πατέρες ἡμῶν. Καὶ μετετέθησαν εἰς Συχὲμ, καὶ ἐτέθησαν ἐν τῷ μνήματι, ὃ ὠνήσατο Ἀβραὰμ τιμῆς ἀργυρίου παρὰ τῶν υἱῶν Ἐμμὼρ τοῦ Συχέμ. ∆είκνυσιν, ὅτι οὐδὲ μέχρι ταφῆς κύριοι ἦσαν. Καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τῆς ἐπαγγελίας, ἧς ὤμοσεν ὁ Θεὸς τῷ Ἀβραὰμ, ηὔξησεν ὁ λαὸς, καὶ ἐπληθύνθη ἐν Αἰγύπτῳ, ἄχρις οὗ ἀνέστη βασιλεὺς ἕτερος, ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ. Ὅρα, ὅτι οὐδὲ ἐν τοῖς τοσούτοις ἔτεσιν αὐτοὺς αὔξει, ἀλλ' ὅτε ἔμελλεν ἐγγίζειν τὸ τέλος· καίτοι ἤδη τετταρακόσια ἔτη ἦν παρελθόντα καὶ πλείονα ἐν Αἰγύπτῳ. Τὸ γοῦν θαυμαστὸν τοῦτό ἐστιν. Οὗτος, φησὶ, κατασοφισάμενος τὸ γένος ἡμῶν, ἐκάκωσε τοὺς πατέρας ἡμῶν τοῦ ποιεῖν ἔκθετα τὰ βρέφη αὐτῶν εἰς τὸ μὴ ζωογονεῖσθαι. Κατασοφισάμενος εἶπεν, αἰνιττόμενος τὴν λάθρα ἀναίρεσιν· οὐ γὰρ ἐβούλετο φανερῶς αὐτοὺς ἀναιρεῖν· διὸ καὶ ἐπήγαγε τοῦτο δηλῶν· Ποιεῖν ἔκθετα τὰ βρέφη. Ἐν ᾧ καιρῷ ἐγεννήθη Μωϋσῆς, καὶ ἦν ἀστεῖος τῷ Θεῷ. Τοῦτο τὸ θαυμαστὸν, ὅτι ὁ προστάτης μέλλων ἔσεσθαι οὐδὲ μετὰ ταῦτα οὐδὲ πρὸ τούτου, ἀλλ' ἐν αὐτῷ μέσῳ τῷ θυμῷ τίκτεται. Καὶ ἀνατρέφεται μῆνας τρεῖς ἐν τῷ οἴκῳ τοῦ πατρός. Ὅτε τοίνυν τὰ ἀνθρώπινα ἀπηλπίσθη καὶ ἔῤῥιψαν αὐτὸν, τότε τοῦ Θεοῦ ἡ οἰκονομία ἐδείχθη διαλάμπουσα. Ἐκτεθέντα δὲ αὐτὸν ἀνείλετο ἡ θυγάτηρ
Φαραὼ, καὶ ἀνεθρέψατο αὐτὸν ἑαυτῇ εἰς υἱόν. Οὐδαμοῦ ναὸς, οὐδαμοῦ θυσία, τοσούτων οἰκονομιῶν γενομένων. Καὶ ἀνετράφη ἐν οἴκῳ βαρβαρικῷ. Καὶ ἐπαιδεύθη Μωϋσῆς πάσῃ σοφίᾳ Αἰγυπτίων· ἦν δὲ δυνατὸς ἐν λόγοις καὶ ἔργοις. Ἐμοὶ θαυμάζειν ἐπέρχεται, πῶς τεσσαράκοντα ἔτη ἦν ἐκεῖ, καὶ οὐχ ἑάλω ἐκ τῆς περιτομῆς· μᾶλλον δὲ, πῶς ἐν ἀσφαλείᾳ ὄντες τὰ αὑτῶν παρορῶσι καὶ οὗτος καὶ ὁ Ἰωσὴφ, ἵνα καὶ ἑτέρους σώσωσιν. Ὡς δὲ ἐπληροῦτο αὐτῷ τεσσαρακονταετὴς χρόνος, ἀνέβη ἐπὶ τὴν καρδίαν αὐτοῦ ἐπισκέψασθαι τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ἰσραήλ. Καὶ ἰδών τινα ἀδικούμενον, ἠμύνατο, καὶ ἐποίησεν ἐκδίκησιν τῷ καταπονουμένῳ, πατάξας τὸν Αἰγύπτιον. Ἐνόμιζε δὲ συνιέναι τοὺς ἀδελφοὺς αὐτοῦ, ὅτι ὁ Θεὸς διὰ χειρὸς αὐτοῦ δίδωσιν αὐτοῖς σωτηρίαν· οἱ δὲ οὐ συνῆκαν. Ὅρα, πῶς τέως οὐ δοκεῖ φορτικὸς, ἀλλὰ τοσαῦτα δημηγορεῖ, καὶ ἀκούειν ἀνέχονται· οὕτως αὐτοὺς τῇ τοῦ προσώπου χάριτι εἷλεν. Ἐνόμιζε, φησὶ, συνιέναι τοὺς ἀδελφούς. Καίτοι διὰ τῶν ἔργων ἡ προστασία ἐγένετο, καὶ οὐκ ἦν συνέσεως ἐνταῦθα χρεία· ἀλλ' ὅμως οὐδὲ οὕτως συνίεσαν. Ὁρᾷς, πῶς μετὰ ἐπιεικείας διαλέγεται, καὶ πῶς δείξας τὸν θυμὸν ἐπ' ἐκείνου, δείκνυσι τὸ ἥμερον ἐπὶ τούτου; Τῇ τε ἐπιούσῃ ἡμέρᾳ ὤφθη αὐτοῖς μαχομένοις, καὶ συνήλασεν αὐτοὺς εἰς εἰρήνην, εἰπών· Ἄνδρες, ἀδελφοί ἐστε, ἱνατί ἀδικεῖτε ἀλλήλους; Ὁ δὲ ἀδικῶν τὸν πλησίον ἀπώσατο αὐτὸν, εἰπών· Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ' ἡμᾶς; Μὴ ἀνελεῖν με σὺ θέλεις, ὃν τρόπον ἀνεῖλες χθὲς τὸν Αἰγύπτιον; Ἀπὸ τῆς αὐτῆς γνώμης τὰ αὐτὰ καὶ πρὸς τὸν Χριστὸν φαίνονται λέγοντες· Οὐκ ἔχομεν βασιλέα, εἰ μὴ Καίσαρα. Οὕτως ἔθος ἀεὶ ποιεῖν Ἰουδαίοις καὶ εὐεργετουμένοις. Εἶδες ἄνοιαν; τὸν μέλλοντα σώζειν αὐτοὺς διαβάλλουσι, δι' ὧν φασιν, Ὃν τρόπον ἀνεῖλες χθὲς τὸν Αἰγύπτιον. Καὶ ἔφυγε Μωϋσῆς ἐν τῷ λόγῳ τούτῳ· καὶ ἐγένετο πάροικος ἐν γῇ Μαδιὰμ, οὗ ἐγέννησεν υἱοὺς δύο. Φεύγει, καὶ οὐδὲ ἡ φυγὴ ἔσβεσε τὴν οἰκονομίαν, ὥσπερ οὖν οὐδὲ ὁ θάνατος. Καὶ πληρωθέντων ἐτῶν τεσσαράκοντα, ὤφθη αὐτῷ ἐν τῇ ἐρήμῳ τοῦ ὄρους Σινᾶ ἄγγελος Κυρίου ἐν φλογὶ πυρὸς βάτου.
γʹ. Ὁρᾷς, πῶς οὐδὲ χρόνῳ διακόπτεται ἡ οἰκονομία; Ὅτε γὰρ φυγὰς ἦν, ὅτε ξένος, ὅτε πολὺν χρόνον ἐπὶ τῆς ἀλλοτρίας πεποίηκεν, ὡς καὶ παῖδας ποιῆσαι δύο, ὅτε οὐκέτι προσεδόκησεν ἀναστρέφειν, τότε ἄγγελος αὐτῷ ἐπιφαίνεται. Τὸν Υἱὸν τοῦ Θεοῦ ἄγγελον καλεῖ, καθάπερ καὶ ἄνθρωπον. Καὶ ποῦ φαίνεται; Ἐν τῇ ἐρήμῳ, οὐκ ἐν ναῷ. Ὁρᾷς, πόσα γίνεται θαύματα, καὶ οὐδαμοῦ ναὸς, οὐδαμοῦ θυσία; Καὶ οὐδὲ ἐνταῦθα ἐν τῇ ἐρήμῳ ἁπλῶς, ἀλλ' ἐν τῇ βάτῳ. Ὁ δὲ Μωϋσῆς ἰδὼν, ἐθαύμασε τὸ ὅραμα· προσερχομένου δὲ αὐτοῦ κατανοῆσαι, ἐγένετο φωνὴ Κυρίου. Ἰδοὺ καὶ φωνῆς ἠξιώθη. Ἐγὼ ὁ Θεὸς τῶν πατέρων σου, ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ. Οὐ μόνον ἐνταῦθα δείκνυσιν, ὅτι ὁ ὀφθεὶς αὐτῷ ἄγγελος ἦν ὁ μεγάλης βουλῆς Ἄγγελος· ἀλλὰ δείκνυσι καὶ τὴν φιλανθρωπίαν ὅσην ποιεῖται ὁ Θεὸς διὰ τῆς ἐπιφανείας. Ἔντρομος δὲ γενόμενος Μωϋσῆς, οὐκ ἐτόλμα κατανοῆσαι. Εἶπε δὲ αὐτῷ ὁ Κύριος· Λῦσον τὸ ὑπόδημα τῶν ποδῶν σου. Ὁ γὰρ τόπος, ἐν ᾧ ἕστηκας, γῆ ἁγία ἐστίν. Οὐδαμοῦ ναὸς, καὶ ὁ τόπος ἅγιος τῇ ἐπιφανείᾳ καὶ ἐνερ γείᾳ τοῦ Χριστοῦ. Πολλῷ θαυμασιώτερον τοῦτο τοῦ τόπου ἐν τοῖς Ἁγίοις τῶν ἁγίων· ἐκεῖ γὰρ οὐδαμοῦ ἐφάνη οὕτως ὁ Θεὸς, οὐδαμοῦ οὕτως ἔντρομος γέγονε Μωϋσῆς. Εἶδες τὴν φιλανθρωπίαν; Ὅρα λοιπὸν καὶ τὴν κηδεμονίαν. Ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου, φησὶ, τοῦ ἐν Αἰγύπτῳ, καὶ τοῦ στεναγμοῦ αὐτῶν ἤκουσα, καὶ κατέβην ἐξελέσθαι αὐτούς. Καὶ νῦν δεῦρο, ἀποστείλω σε εἰς Αἴγυπτον. Ὅρα, πῶς δείκνυσιν, ὅτι καὶ δι' εὐεργεσιῶν, καὶ διὰ κολάσεων καὶ διὰ θαυμάτων ἐπήγετο αὐτούς· οἱ δὲ οἱ αὐτοὶ ἦσαν. Οὕτως ἐντεῦθεν μανθάνομεν, ὅτι πανταχοῦ πάρεστιν ὁ Θεός. Ταῦτα ἀκούοντες, καὶ ἡμεῖς ἐν ταῖς θλίψεσι πρὸς αὐτὸν καταφεύγωμεν. Καὶ τοῦ στεναγμοῦ γὰρ αὐτῶν, φησὶν, ἤκουσα. Οὐχ ἁπλῶς εἶπεν, Ἤκουσα, ἀλλὰ, διὰ τὰς συμφοράς. Εἰ δέ τις λέγοι, Καὶ τίνος ἕνεκεν αὐτοὺς εἴασε κακωθῆναι οὕτως; ἀκουέτω, ὅτι μάλιστα μὲν οὖν παντὶ δικαίῳ αἱ
κακώσεις αἴτιαι μισθῶν γίνονται· ἢ καὶ διὰ τοῦτο αὐτοὺς ἀφῆκε κακοῦσθαι, ἵνα τὴν αὐτοῦ δύναμιν καὶ ἐντεῦθεν δείξῃ διαλάμπουσαν, κἀκείνους δι' ὧν ἐκακοῦντο εἰς πάντα παιδεύσῃ φιλοσοφεῖν. Ὅρα γοῦν, ὅτε ἦσαν ἐν τῇ ἐρήμῳ, οὐ μόνον ἐλιπάνθησαν, ἐπαχύνθησαν, ἐπλατύνθησαν, ἀλλὰ καὶ ἐγκατέλιπον τὸν Θεόν. Πανταχοῦ γὰρ ἡ ἄνεσις, ἀγαπητὲ, κακόν. ∆ιὰ τοῦτο καὶ ἐξ ἀρχῆς τῷ Ἀδὰμ ἔλεγεν· Ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου. Ἵνα τοίνυν ἐκ τῆς πολλῆς κακώσεως εἰς ἄνεσιν ἐλθόντες μὴ ὑβρίσωσι, θλίβεσθαι αὐτοὺς συγχωρεῖ· μέγα γὰρ ἡ θλῖψις ἀγαθόν. Καὶ ὅτι ἀγαθὸν, ἄκουε τοῦ ∆αυῒδ λέγοντος· Ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με. Εἰ δὲ τοῖς μεγάλοις καὶ θαυμαστοῖς ἀνδράσι μέγα ἡ θλῖψις, πολλῷ μᾶλλον ἡμῖν. Εἰ βούλεσθε δὲ, καὶ αὐτὴν ἐφ' ἑαυτῆς τὴν θλῖψιν ἐξετάσωμεν. Ἔστω τις χαίρων σφόδρα καὶ γεγηθὼς καὶ διαχεόμενος· τί ἀσχημονέστερον, τί ἀνοητότερον τούτου; Ἔστω τις ἀλγῶν καὶ ἀθυμῶν· τί τούτου φιλοσοφώτερον; ∆ιὰ τοῦτο καὶ ὁ σοφὸς παραινεῖ λέγων· Κρεῖττον εἰς οἰκίαν πένθους εἰσελθεῖν, ἢ εἰς οἰκίαν γέλωτος. Τάχα καὶ διαμωκᾶσθε τὰ λεγόμενα. Πλὴν ἴδωμεν, οἷος ἦν ὁ Ἀδὰμ ἐν παραδείσῳ, καὶ οἷος μετὰ ταῦτα ἦν· οἷος ἦν ὁ Κάϊν πρὸ τούτου, καὶ οἷος ἦν μετὰ ταῦτα. Οὐχ ἕστηκεν ἐπὶ τῆς οἰκείας ἕδρας ἡ ψυχὴ, ἀλλ' ὥσπερ ὑπό τινος πνεύματος αἴρεται τῆς ἡδονῆς καὶ κουφίζεται, οὐδὲν ἔχουσα βέβαιον. Καὶ γὰρ καὶ πρὸς ἐπαγγελίας ἐστὶν εὔκολος, καὶ πρὸς ὑποσχέσεις πρόχειρος, καὶ πολὺς ὁ σάλος τῶν λογισμῶν. Ἐντεῦθεν ἄκαιρος γέλως, φαιδρότης οὐκ ἔχουσα λόγον, ῥημάτων ὕθλος πολὺς καὶ περιττός. Καὶ τί λέγω τοὺς ἄλλους; Τῶν ἁγίων ἕνα προχειρισώμεθα, καὶ ἴδωμεν τίς μὲν ἦν ἐν ἡδονῇ ζῶν, τίς δὲ πάλιν ἐν ἀθυμίᾳ. Βούλεσθε οὖν τὸν ∆αυῒδ ἴδωμεν; Ὅτε τοίνυν οὗτος ἐν ἡδονῇ ἦν καὶ ἐν χαρᾷ ἀπὸ τῶν πολλῶν τροπαίων, ἀπὸ τῆς νίκης, ἀπὸ τῶν στεφάνων, ἀπὸ τῆς τρυφῆς, ἀπὸ τοῦ θαῤῥεῖν, ὅρα, οἷα καὶ εἶπε καὶ ἔπραξεν· Ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου, Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. Ἐπειδὴ δὲ ἐν θλίψει γέγονεν, ἄκουσον τί λέγει· Καὶ ἐὰν εἴπῃ μοι· οὐ τεθέληκά σε, ἰδοὺ ἐγὼ, ποιείτω μοι τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ. Τί τούτων φιλοσοφώτερον τῶν ῥημάτων; Ὅ τι ἂν ᾖ τῷ Θεῷ, φησὶ, φίλον, ταύτῃ ἔστω. Καὶ πάλιν τῷ Σαοὺλ, ἔλεγεν· Εἰ δὲ Κύριος ἐπισείει σε ἐπ' ἐμὲ, ὀσφρανθείη ἡ θυσία σου. Καὶ τότε μὲν ἐν θλίψει ὢν, καὶ ἐχθρῶν ἐφείδετο· μετὰ δὲ ταῦτα οὐδὲ φί λων, οὐδὲ τῶν ἠδικηκότων οὐδέν. Πάλιν ὁ Ἰακῶβ, ὅτε ἐν θλίψει γέγονεν, ἔλεγεν· Ἐὰν δῷ μοι Κύριος ἄρτον φαγεῖν, καὶ ἱμάτιον περιβαλέσθαι. Καὶ ὁ τοῦ Νῶε υἱὸς πρὸ μὲν τούτου οὐδὲν τοιοῦτον ἐποίησεν· ἐπειδὴ δὲ ἐθάῤῥησεν ὑπὲρ τῆς σωτηρίας, ἀκούεις οἷος γέγονεν ὑβριστής. Καὶ ὁ Ἐζεκίας ὅτε μὲν ἦν ἐν θλίψει, ὅρα οἷα ἐποίει ὑπὲρ τῆς σωτηρίας· σάκκον γὰρ περιεβάλετο, καὶ εἰς γῆν ἐκάθισεν· ἐπειδὴ δὲ γέγονεν ἐν ἡδονῇ, ἔπεσεν ἀπὸ τοῦ ὕψους τῆς καρδίας αὐτοῦ. ∆ιὰ τοῦτο καὶ Μωϋσῆς παραινεῖ λέγων· Φαγὼν καὶ πιὼν καὶ ἐμπλησθεὶς, μνήσθητι Κυρίου τοῦ Θεοῦ σου. Ἀπόκρημνος γάρ ἐστιν ὁ τόπος ὁ τῆς τρυφῆς, καὶ λήθην τοῦ Θεοῦ ἐμποιεῖ. Ὅτε ἐθλίβοντο οἱ Ἰσραηλῖται, πολλῷ πλείους ἐγίνοντο· ἐπειδὴ δὲ αὐτοὺς εἴασε, τότε πάντες ἀπώλοντο. Καὶ τί λέγω ἀπὸ τῶν παλαιῶν τὰ παραδείγματα; Ἴδωμεν ἀφ' ἡμῶν, εἰ δοκεῖ. Ἡμῶν ὅταν ἐν εὐπραγίᾳ ὦσιν οἱ πλείους, τετυφωμένοι γίνονται, πᾶσιν ἐχθροὶ, ὀργίλοι τῆς ἐξουσίας παρούσης· ἀφαιρεθείσης δὲ, ἥμεροι, ταπεινοὶ, πρᾶοι, τῆς οἰκείας φύσεως εἰς ἔννοιαν ἔρχονται. Καὶ ὅτι οὕτως ἔχει, δείκνυσι καὶ ὁ ∆αυῒδ λέγων· Ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία εἰς τέλος· ἐξελεύσεται ὡς ἐκ στέατος ἡ ἀδικία αὐτῶν. Ταῦτα δή μοι εἴρηται, ἵνα μὴ ἐκ παντὸς τρόπου τὴν χαρὰν ζητῶμεν. Καὶ πῶς, φησὶν, ὁ Παῦλος λέγει, Χαίρετε πάντοτε; Οὐχ ἁπλῶς εἶπε, Χαίρετε, ἀλλὰ προσέθηκεν, Ἐν Κυρίῳ.
δʹ. Αὕτη μεγίστη χαρά· τοιαύτην καὶ οἱ ἀπόστολοι ἔχαιρον· χαρὰ κέρδος φέρουσα, ἡ ἀπὸ δεσμωτηρίων, ἡ ἀπὸ μαστίγων, ἡ ἀπὸ διωγμῶν, ἡ ἀπὸ τοῦ κακῶς ἀκούειν, ἡ ἀπὸ τῶν λυπηρῶν πάντως ἔχουσα τὴν ἀρχὴν καὶ τὴν ῥίζαν καὶ τὴν ὑπόθεσιν· ὅθεν καὶ εἰς χρηστὸν ἀπαντᾷ τέλος. Ἡ δὲ τοῦ κόσμου τοὐναντίον, ἄρχεται μὲν ἀπὸ τῶν ἡδέων, τελευτᾷ δὲ εἰς τὰλυπηρά. Οὐδὲ ἐγὼ κωλύω χαίρειν κατὰ Κύριον, ἀλλὰ καὶ σφόδρα παραινῶ. Ἐμαστίζοντο οἱ ἀπόστολοι, καὶ ἔχαιρον· ἐδέδεντο, καὶ εὐχαρίστουν· ἐλιθάζοντο, καὶ ἐκήρυττον. Ταύτην καὶ ἐγὼ βούλομαι τὴν χαράν· ἀπ' οὐδενὸς σωματικοῦ τὴν ἀρχὴν ἔχει, ἀλλ' ἀπὸ πραγμάτων πνευματικῶν. Οὐκ ἔστι τὸν κατὰ κόσμον χαίροντα ὁμοῦ καὶ κατὰ Θεὸν χαίρειν· πᾶς γὰρ ὁ κατὰ κόσμον χαίρων, ἐπὶ πλούτῳ χαίρει, ἐπὶ τρυφῇ, ἐπὶ δόξῃ καὶ δυναστείᾳ, ἐπὶ ἀλαζονείᾳ· ὁ δὲ κατὰ Θεὸν, ἐπὶ ἀτιμίᾳ τῇ δι' αὐτὸν, ἐπὶ πενίᾳ, ἐπὶ ἀκτημοσύνῃ, ἐπὶ νηστείᾳ, ἐπὶ ταπεινοφροσύνῃ. Ὁρᾷς, ὅτι ἐναντίαι αἱ ὑποθέσεις; Ὅσοι ἔξω χαρᾶς εἰσιν ἐνταῦθα, καὶ λύπης· καὶ ὅσοι ἔξω λύπης ἐνταῦθα, καὶ ἡδονῆς. Καὶ ὄντως ταῦτά ἐστι τὰ ποιοῦντα ἀληθῆ χαρὰν, ἐπεὶ ἐκεῖνα ὄνομα μόνον ἔχει χαρᾶς, τὸ δὲ πᾶν ἐν λύπῃ κεῖται. Πόσην ἀνίαν ὁ ἀλαζὼν ἔχει πῶς διακόπτεται ἐν αὐτῷ τῷ ἀλαζονεύεσθαι, μυρίας ἑαυτῷ μηχανώμενος ὕβρεις, πολὺ τὸ μῖσος, μεγάλην τὴν ἀπέχθειαν, πολὺν τὸν φθόνον, πολλὴν τὴν βασκανίαν κἂν γὰρ παρὰ τῶν μειζόνων ὑβρισθῇ, ἀλγεῖ· κἂν μὴ πάντων κατεξαναστῇ, δάκνεται. Ὁ δὲ ταπεινὸς ἐν πολλῇ ἐστι τῇ ἡδονῇ, παρ' οὐδενὸς προσδοκῶν τιμήν· ἂν μὲν οὖν τιμηθῇ, ἥσθη, ἂν δὲ μὴ τιμηθῇ, οὐκ ἤλγησεν, ἀλλ' ἀγαπᾷ, ὅτι οὐκ ἐτιμήθη. Ἄρ' οὖν ἐκ τοῦ μὴ ζητεῖν τιμὴν καὶ τιμᾶσθαι, πολλὴ ἡ ἡδονή. Ἐκεῖ δὲ τοὐναντίον, καὶ ζητεῖ τιμὴν, καὶ οὐ τιμᾶται. Οὐχ ὁμοίως δὲ ἥδεται τιμὴν ὁ ζητῶν, καὶ ὁ μὴ ζητῶν. Οὗτος ὅσον ἂν λάβη, οὐδὲν ἡγεῖται εἰληφέναι· ἐκεῖνος κἂν τὸ μικρὸν δῷς, ὡς τὸ πᾶν εἰληφὼς δέχεται. Πάλιν ὁ τρυφῶν μυρία πράγματα ἔχει, κἂν ἐξ εὐκολίας καὶ ὥσπερ ἀπὸ πηγῶν αὐτῷ τὰ τῶν προσόδων ἐπιῤῥέῃ, τὰ ἀπὸ τῆς τρυφῆς δεινὰ δέδοικε, καὶ τὸ ἄδηλον τοῦ μέλλοντος· οὗτος δὲ ἀεὶ ἐν ἀσφαλείᾳ ἐστὶ καὶ ἐν ἡδονῇ, ἐθίσας ἑαυτὸν ἐν λιτότητι διαίτης. Οὐ γὰρ οὕτως ἑαυτὸν ταλανίζει, ὅτι μὴ μετέχει τραπέζης πολυτελοῦς, ὡς τρυφᾷ, τὸ τοῦ μέλλοντος ἄδηλον μὴ δεδοικώς. Τὰ δὲ ἐκ τῆς τρυφῆς ὅσα δεινὰ, οὐδεὶς ἀγνοεῖ· ἀναγκαῖον δὲ καὶ νῦν εἰπεῖν. ∆ιπλοῦς ὁ πόλεμος, τοῦ σώματος, λέγω, καὶ τῆς ψυχῆς· διπλοῦς ὁ χειμὼν, διπλᾶ τὰ νοσήματα· καὶ οὐ τοῦτο μόνον, ἀλλ' ὅτι καὶ ἀνίατα· καὶ μεγάλας φέρουσι ταῦτα τὰς συμφοράς. Ἀλλ' οὐχ ἡ εὐτέλεια τοιοῦτον, ἀλλὰ διπλῆ ἡ ὑγεία, διπλᾶ τὰ ἀγαθά. Ὕπνος ὑγείας, φησὶν, ἐν ἐντέρῳ μετρίῳ. Πανταχοῦ γὰρ τὸ μὲν σύμμετρον ποθεινὸν, τὸ δὲ ἄμετρον οὐκέτι. Ὅρα γάρ· Σπινθῆρι μικρῷ πολὺν ξύλων ἐπίθες φορυτὸν, καὶ οὐκέτι πῦρ τὸ λάμπον, ἀλλὰ καπνὸν ὄψει σφόδρα ἀηδῆ. Ἀνδρὶ λίαν ἰσχυρῷ καὶ μεγάλῳ φορτίον ἐπίθες τὸ τὴν ἰσχὺν ὑπερβαῖνον, καὶ ὄψει μετὰ τοῦ φορτίου χαμαὶ κείμενον καὶ ἐῤῥιμμένον.Πολὺν τὸν φόρτον ἔμβαλε τῷ πλοίῳ, καὶ χαλεπὸν εἰργάσω τὸ ναυάγιον. Τοιοῦτο δή τι καὶ ἡ τρυφή ἐστι. Καθάπερ γὰρ ἐπὶ τῶν ὑπεράντλων πλοίων, πολὺς ὁ θόρυβος τῶν ναυτῶν, τοῦ κυβερνήτου, τοῦ πρωρέως, τῶν ἐπιβατῶν, τὰ μὲν ἄνωθεν ῥιπτούντων εἰς τὸ πέλαγος, τὰ δὲ κάτωθεν· οὕτω δὴ καὶ ἐνταῦθα, τὰ μὲν ἄνωθεν ἐμοῦντες, τὰ δὲ κάτωθεν, καὶ ἑαυτοὺς διαφθείροντες, ἀπόλλυνται. Καὶ τὸ δὴ πάντων αἰσχρότερον, ὅτι αὐτὸ τὸ στόμα τὴν χρῆσιν ἀναλαμβάνει τῶν ὄπισθεν μορίων, καὶ γίνεται ἐκείνων ἀτιμότερον. Εἰ δὲ ἐν τῷ στόματι τοσαύτη ἀσχημοσύνη, ἐννόησον ἐν τῇ ψυχῇ. Καὶ γὰρ ἐκεῖ πάντα γνόφος, πάντα θύελλα, πάντα σκότος, πολλὴ τῶν λογισμῶν σύγχυσις, πιεζομένων, θλιβομένων, τῆς ψυχῆς αὐτῆς τὴν ἐπήρειαν βοώσης. Ἐντεῦθεν καὶ αὐτοὶ οἱ γαστριζόμενοι ἀλλήλους αἰτιῶνται, δυσχεραίνουσι, σπεύδουσι τὴν ἔνδον ἀποῤῥίψασθαι κόπρον. Ὅμως καὶ μετὰ τὸ ῥιφῆναι, οὐδὲ οὕτως ὁ σάλος παύεται· ἀλλὰ καὶ πυρετοὶ ἐντεῦθεν καὶ νόσοι. Ναὶ, φησὶ, νοσοῦσι καὶ ἀσχημονοῦσι· λόγος εἰκῆ ταῦτα διεξιὼν, καὶ νόσους ἡμῖν καταλέγων· νοσῶ γὰρ ἐγὼ, καὶ σπῶμαι ἐγὼ, καὶ ἀσχημονῶ ἐγὼ, ὁ μὴ ἔχων φαγεῖν· τούτους δὲ τοὺς τρυφῶντας ἔστιν εὐπαθοῦντας ἰδεῖν, σφριγῶντας, χαίροντας, φερομένους ἐφ' ἵππων. Οἴμοι θρήνων γὰρ ἄξια ταῦτα τὰ ῥήματα. Τοὺς δὲ ποδαλγοῦντας, τοὺς ἐπὶ δίφρων φερομένους, τοὺς καταδεσμουμένους, πόθεν ὁρῶμεν, εἰπέ μοι; Καὶ εἰ μὴ τὸ πρᾶγμα ὕβριν ἐνόμιζον, καὶ ὀνειδιστικῶς με ταῦτα λέγειν ἡγοῦντο, ἤδη ἂν καὶ ὀνομαστὶ παρήγαγον αὐτούς. Ἀλλ' εἰσί τινες, οἳ καὶ ὑγιαίνουσι, φησίν. Ἐπειδὴ μὴ μόνον τρυφῇ προσανέχουσιν, ἀλλὰ καὶ πόνοις. Ἐπεὶ δός μοι ἄνθρωπον διαπαντὸς πιαινόμενον, ἀνενέργητον κείμενον, μηδὲν πονοῦντα, ἰδεῖν ὑγιαίνοντα. Ἀλλ' οὐκ ἂν εὕροις. Κἂν γὰρ μυρίων ἰατρῶν πλῆθος συνέλθῃ, ἐξελεῖν αὐτὸν οὐ μὴ δυνηθῇ τῶν νοσημάτων, διηνεκῶς γαστριζόμενον· οὐδὲ γὰρ ἔχει τὸ πρᾶγμα φύσιν. Ἐγὼ δὲ καὶ ἰατρικὸν ὑμῖν ἐρῶ λόγον· Τῶν εἰς τὴν γαστέρα καταβαλλομένων, οὐ τὸ πᾶν γίνεται τροφή· ἐπεὶ μηδὲ ἐν αὐτῇ τῇ τῆς τροφῆς φύσει τὸ πᾶν ἐστι τρόφιμον, ἀλλ' ἔστι τὸ μὲν αὐτῆς εἰς διαχώρησιν μεριζόμενον, τὸ δὲ εἰς τροφήν. Ἂν μὲν οὖν σύμμετρα δοὺς τέλεον κατεργασθῇ, τοῦτο γίνεται, καὶ τὴν οἰκείαν ἔλαβε χώραν, καὶ τὸ μὲν ὑγιὲς καὶ χρηστὸν εἰς τὸν οἰκεῖον ἀνέδραμε τόπον, τὸ δὲ περιττὸν καὶ ἄχρηστον ὑπεξῆλθε καὶ ἐξεχώρησεν· ἂν δὲ πλῆθος, καὶ ὅσον αὐτοῦ τρόφιμον, καὶ τοῦτο γίνεται βλαβερόν. Ὡς ἐπὶ ὑποδείγματος δὲ τοιοῦτον ἐρῶ, ἵνα σαφέστερον, ὃ λέγω, ὑμῖν γένηται· Τοῦ σίτου τὸ μέν ἐστι σεμίδαλις, τὸ δὲ ἄλευρον, τὸ δὲ πίτυρον. Ἂν μὲν οὖν ἡ μύλη λάβῃ, ἃ δύναται ἀλεῖν, ἀπέκρινε ταῦτα πάντα· ἂν δὲ πλέον ἐπιβάλῃς, πάντα συγκέχυται. Πάλιν ὁ οἶνος ἂν τῆς προσηκούσης κατεργασίας τύχῃ, καὶ τῆς τῶν ὡρῶν κράσεως, πρότερον μὲν πάντα ὁμοῦ γίνεται, μετὰ δὲ ταῦτα τὸ μὲν αὐτοῦ εἰς τρύγα ὑφιζάνει, τὸ δὲ εἰς ἀφρὸν ἀνατρέχει, τὸ δὲ μένει ἀπόλαυσις τῶν μετεχόντων, καὶ τοῦτό ἐστι τὸ χρηστὸν, καὶ οὐκ ἄν ποτε ταχέως τοῦτο τραπείη· πρότερον δὲ οὔτε οἶνός ἐστιν, οὔτε τρὺξ, πάντων μιχθέντων. Τοῦτο καὶ ἐπὶ τῆς θαλάττης ἴδοι τις ἂν, ὅταν ὑπερβολὴ χειμῶνος γένηται. Καθάπερ οὖν τότε τοὺς ἰχθύας ὁρῶμεν νεκροὺς ἐπιπλέοντας τοὺς ὑπὸ τοῦ ψύχους εἰς τὸν βυθὸν δῦναι μὴ δυνηθέντας· οὕτω δὴ καὶ ἐφ' ἡμῶν γίνεται. Ὅταν γὰρ πολὺς ἄνωθεν ἐπιῤῥεύσῃ τῆς λαιμαργίας ὁ ὑετὸς, πάντα ἀνακινήσας, νεκροὺς ἐπιπλέειν ποιεῖ τοὺς λογισμοὺς τοὺς τέως ὑγιαίνοντας, καὶ ἐν ἡμῖν ἠρεμοῦντας. Ἐπεὶ οὖν ἐκ τοσούτων ὑποδειγμάτων ἡμῖν ἀποδέδεικται πολλὴ ἡ βλάβη, παυσώμεθα μακαρίζοντες τούτους, ἐφ' οἷς ταλανίζειν ἐχρῆν, δακρύοντες δὲ αὐτοὺς, ἐφ' οἷς μακαρίζειν ἔδει, καὶ τὴν αὐτάρκειαν ἀγαπῶμεν. Ἢ οὐκ ἀκούετε καὶ ἰατρῶν λεγόντων, ὅτι ἔνδεια μήτηρ ὑγείας; Ἐγὼ δὲ οὐχὶ τῆς σωματικῆς ὑγείας μητέρα τὴν ἔνδειαν εἶναι, ἀλλὰ καὶ τῆς ψυχικῆς λέγω. Ταῦτα καὶ Παῦλος βοᾷ ὁ ὄντως ἰατρὸς, Ἔχοντες, λέγων, διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα. Πειθώμεθα τοίνυν αὐτῷ, ἵνα ὑγιαίνοντες πράττωμεν, ἃ δεῖ ποιεῖν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η επεξεργασία, επιμέλεια μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου