ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Κς΄ Κατ' ἐκεῖνον δὲ τὸν καιρὸν ἐπέβαλεν Ἡρώδης ὁ βασιλεὺς τὰς χεῖρας

Σάββατο 22 Οκτωβρίου 2016

Κς΄ Κατ' ἐκεῖνον δὲ τὸν καιρὸν ἐπέβαλεν Ἡρώδης ὁ βασιλεὺς τὰς χεῖρας



Ιωάννης Χρυσόστομος
Είς Πράξεις Αποστόλων
Τόμος 60


Κς΄  Κατ' ἐκεῖνον δὲ τὸν καιρὸν ἐπέβαλεν Ἡρώδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς Ἐκκλησίας. Ἀνεῖλε δὲ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου  μαχαίρᾳ. Καὶ ἰδὼν ὅτι ἀρεστόν ἐστι τοῖς Ἰουδαίοις, προσέθετο συλλαβεῖν καὶ Πέ τρον. Ἦσαν δὲ αἱ ἡμέραι τῶν Ἀζύμων.


αʹ. Ποῖον ἐκεῖνον λέγει καιρόν; Πάντως τὸν ἐφεξῆς. Ἀλλ' ἐνταῦθα μὲν οὕτως, ἀλλαχοῦ   δὲ  ἑτέρως.  Ὅταν  γὰρ  ὁ  Ματθαῖος  λέγῃ·  Ἐν  ταῖς  ἡμέραις  ἐκείναις παραγίνεται Ἰωάννης κηρύσσων, οὐ τὰς ἐφεξῆς ἡμέρας δηλῶν λέγει, ἀλλ' ἐκείνας, ἐν αἷς ἔμελλε γίνεσθαι ἅπερ διηγεῖται.  Ἔθος γὰρ τῇ Γραφῇ τούτῳ  κεχρῆσθαι τῷ τρόπῳ, καὶ ποτὲ δὲ τὰ ὕστερον συμβαίνειν μέλλοντα ἐκτιθέναι, ποτὲ δὲ τὰ ὕστερον συμβαίνειν  μέλλοντα  ὡς  ἐφεξῆς  ἀπαγγέλλειν.   Καλῶς δὲ  λέγει,  ὅτι  Ἡρώδης  ὁ βασιλεύς· οὗτος γὰρ οὐκ ἦν ὁ ἐπὶ τοῦ Χριστοῦ. Ἰδοὺ πειρασμὸς ἕτερος. Καὶ ὅρα, ὅπερ ἐξ ἀρχῆς εἶπον, πῶς τὰ πράγματα πλέκεται, πῶς δι' ἀνέσεως καὶ θλίψεως  πάντα ὑφαίνεται.  Οὐκ ἔτι  Ἰουδαῖοι,  οὐδὲ τὸ συνέδριον· ἀλλ' ὁ βασιλεὺς ἐπιβάλλει  τὰς χεῖρας εἰς τὸ κακῶσαι. Μείζων ἡ ἐξουσία, χαλεπώτερος  ὁ πόλεμος, ὅσῳ καὶ πρὸς χάριν ἐγίνετο τοῖς Ἰουδαίοις. Ἀνεῖλε δὲ Ἰάκωβον τὸν ἀδελφὸν  Ἰωάννου  μαχαίρᾳ. Ἁπλῶςκαὶ ὡς ἔτυχεν.


 Εἰ δέ τις ζητοίη, διὰ τί συνεχώρησεν ὁ Θεός; ἐροῦμεν, ὅτι ὑπὲρ αὐτῶν τούτων· πρῶτον μὲν, πείθων αὐτοὺς, ὅτι καὶ ἀναιρούμενοι κρατοῦσιν, ὅπερ καὶ ἐπὶ Στεφάνου γέγονε· δεύτερον δὲ, διδοὺς αὐτοῖς μετὰ τὸ ἐμπλῆσαι τὸν θυμὸν ἀνενεγκεῖν  ἀπὸ τῆς μανίας· καὶ τρίτον, δεικνὺς, ὅτι κατὰ συγχώρησιν αὐτοῦ γέγονε τοῦτο. Ἰδὼν δὲ, ὅτι ἀρεστόν ἐστι τοῖς Ἰουδαίοις, προσέθετο συλλαβεῖν καὶ Πέτρον. Ὢ τῆς μιαρίας τῆς πολλῆς Ὑπὲρ τίνων αὐτοῖς ἐχαρίζετο, φόνους ποιῶν ἁπλῶς καὶ εἰκῆ; Ἦν δὲ  ἡμέρα τῶν  Ἀζύμων.  Πάλιν  ἡ  περιττὴ  τῶν  Ἰουδαίων  ἀκριβολογία· ἀνελεῖν  μὲν οὐκ ἐκώλυον, ἐν δὲ καιρῷ τοιούτῳ τοιαῦτα ἔπραττον. Ὃν καὶ πιάσας ἔθετο εἰς φυλακὴν, παραδοὺς  τέσσαρσι τετραδίοις στρατιωτῶν. Καὶ τοῦ θυμοῦ τοῦτο ἦν καὶ τοῦ δέους. Ἀνεῖλε, φησὶ, Ἰάκωβον  τὸν ἀδελφὸν  Ἰωάννου  μαχαίρᾳ. Εἶδες αὐτῶν τὴν ἀνδρείαν; Ἵνα γὰρ μηδεὶς λέγῃ, ὅτι διὰ τοῦτο ἀκινδύνως καὶ ἀδεῶς κατατολμῶσι   τοῦ   θανάτου,   ἅτε   ἐξαρπάζοντος   αὐτοὺς   τοῦ   Θεοῦ,  διὰ   τοῦτο ἀναιρεθῆναι συγχωρεῖ, καὶ τοὺς κορυφαίους μάλιστα, πείθων αὐτοὺς τοὺς ἀναιροῦντας,  ὅτι  οὐδὲ  ταῦτα  ἀφίστησιν  αὐτοὺς  καὶ  κωλύει.  Ὁ μὲν  οὖν  Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ· προσευχὴ δὲ ἦν ἐκτενὴς γινομένη ὑπὸ τῆς Ἐκκλησίας πρὸς τὸν  Θεὸν ὑπὲρ  αὐτοῦ.  Περὶ τὰ  καίρια  λοιπὸν  ἦν  ὁ  ἀγών.  Καὶ τὸ  ἐκεῖνον  γὰρ ἀναιρεθῆναι, περιδεεῖς ἐποίει, καὶ τὸ τοῦτον ἐμβεβλῆσθαι. Ὅτε δὲ ἔμελλε προάγειν αὐτὸν ὁ Ἡρώδης, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν δεδεμένος ἁλύσεσι δυσί· φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν. Καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη, καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι. Πατάξας τὴν πλευρὰν τοῦ Πέτρου ἤγειρεν αὐτὸν, λέγων, Ἀνάστα ἐν τάχει. Καὶ ἐξέπεσον αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν. Ὅρα, κατ' ἐκείνην τὴν νύκτα αὐτὸν ἐξήρπασε. Καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι, ἵνα μὴ νομίσῃ φαντασίαν εἶναι· καὶ τὸ φῶς οὐδεὶς εἶδε πλὴν ἐκείνου. Εἰ γὰρ καὶ τοῦτο γέγονε, καὶ ὅμως ἐνόμιζε φαντασίαν εἶναι διὰ τὸ ἀπροσδόκητον· εἰ μὴ τοῦτο γέγονε, πολλῷ πλέον· οὕτω παρετάττετο πρὸς τὸν θάνατον. Τὸ γοῦν πολλὰς ἡμέρας ἐκεῖ μείναντα μὴ σωθῆναι, τοῦτο ἐποίει. Καὶ διὰ τί, φησὶν, οὐκ ἀφῆκεν αὐτὸν εἰς τὰς χεῖρας ἐμπεσεῖν Ἡρώδου, καὶ τότε ἐξήρπασεν; Ὅτι ἐκεῖνο μὲν εἰς ἔκπληξιν ἤγαγεν ἄν· τοῦτο δὲ ὑπὲρ αὐτῶν ἐγένετο. Οὐκ ἂν γὰρ ἐνομίσθησαν ἄνθρωποι εἶναι, εἰ θεοπρεπῶς πάντα ἐποίει. Ἐπὶ δὲ τοῦ Στεφάνου τί οὐκ ἐποίησεν; οὐχ ὡς ἀγγέλου τὸ πρόσωπον αὐτοῖς ἔδειξε; Τί δὲ ὅλως ἐνέλιπε  καὶ ἐνταῦθα; Εἶπέ τε ὁ ἄγγελος πρὸς αὐτόν· Περίζωσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου. Πάλιν ἐνταῦθα δεί  κνυσιν, ὅτι  οὐ  κακουργίᾳ  γέγονεν·  οὐδεὶς  γὰρ  ἐπειγόμενος   καὶ  διορύξαι  βουλόμενος, τοσαύτην ποιεῖται σπουδὴν, ὥστε καὶ τὰ σανδάλια αὐτοῦ λαβεῖν, ὥστε καὶ ζώσασθαι. Ἐποίησε δὲ οὕτω. Καὶ λέγει αὐτῷ· Περιβαλοῦ τὸ ἱμάτιόν σου, καὶ ἀκολούθει μοι. Καὶ ἐξελθὼν  ἠκολούθει  αὐτῷ·  καὶ  οὐκ ᾔδει, ὅτι  ἀληθές  ἐστι τὸ γινόμενον  ὑπὸ  τοῦ ἀγγέλου· ἐδόκει δὲ ὅραμα βλέπειν. ∆ιελθόντες  δὲ πρώτην φυλακὴν  καὶ δευτέραν, ἦλθον  ἐπὶ  τὴν  πύλην  τὴν  σιδηρᾶν τὴν  φέρουσαν  εἰς  τὴν  πόλιν,  ἥτις  αὐτομάτη ἠνοίχθη  αὐτοῖς. Ἰδοὺ δεύτερον  σημεῖον. Ὅτε ἀπέστη ὁ ἄγγελος,  τότε ἐνόησεν ὁ Πέτρος. Καὶ ἐξελθόντες  προῆλθον  ῥύμην  μίαν, καὶ εὐθέως  ὁ ἄγγελος  ἀπ' αὐτοῦ ἀπέστη. Καὶ ὁ Πέτρος γενόμενος ἐν ἑαυτῷ, εἶπε· Νῦν οἶδα, ὅτι ἀληθῶς ἐξαπέστειλεν ὁ Κύριος τὸν  ἄγγελον  αὐτοῦ, καὶ ἐξείλετό  με ἐκ χειρὸς Ἡρώδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων. Νῦν ἔγνων, φησὶν, οὐ τότε. ∆ιὰ τί δὲ γίνεται τοῦτο, καὶ οὐκ ἔστιν ὁ Πέτρος ἐν αἰσθήσει τῶν  γινομένων,  καίτοι  ἤδη τοιαύτης ἀπολαύσας ἀπαλλαγῆς, ὅτε οἱ πάντες ἀπελύθησαν; Ἀθρόον βούλεται τὴν ἀπαλλαγὴν αὐτῷ γενέσθαι, καὶ μετὰ τὸ ἀπαλλαγῆναι  τότε τὴν αἴσθησιν λαβεῖν. Τὸ τὰς ἁλύσεις δὲ ἀπὸ τῶν χειρῶν πεσεῖν, μέγα τεκμήριον τοῦ μὴ φυγεῖν. Συνιδών τε ἦλθεν ἐπὶ τὴν οἰκίαν  Μαρίας τῆς μητρὸς Ἰωάννου  τοῦ ἐπικαλουμένου  Μάρκου, οὗ ἦσαν ἱκανοὶ συνηθροισμένοι  καὶ  προσευχόμενοι.  Κρούσαντος δὲ  τοῦ  Πέτρου τὴν  θύραν  τοῦ πυλῶνος, προσῆλθε παιδίσκη ὑπακοῦσαι, ὀνόματι Ῥόδη. Καὶ ἐπιγνοῦσα τὴν φωνὴν τοῦ Πέτρου, ἀπὸ τῆς χαρᾶς οὐκ ἤνοιξε τὸν πυλῶνα. Ὅρα τὸν Πέτρον οὐκ εὐθέως ἀναχωροῦντα,   ἀλλὰ   πρότερον   εὐαγγελιζόμενον   τοὺς  αὐτοῦ.  Εἰσδραμοῦσα δὲ ἀπήγγειλεν  ἑστάναι τὸν Πέτρον πρὸ τοῦ πυλῶνος. Οἱ δὲ πρὸς αὐτήν· Μαίνῃ. Ἡ δὲ διισχυρίζετο οὕτως ἔχειν.



 βʹ. Ὅρα καὶ τὰς παιδίσκας εὐλαβείας γεμούσας. Ἀπὸ τῆς χαρᾶς οὐκ ἤνοιξε τὸν πυλῶνα· ἐκεῖνοι δὲ καὶ τούτου γενομένου ἀνένευσαν. Ἡ μὲν, φησὶ, διισχυρίζετο οὕτως ἔχειν· οἱ δὲ ἔλεγον· Ὁ ἄγγελος αὐτοῦ ἐστιν. Ὁ δὲ Πέτρος ἐπέμενε κρούων. Ἀνοίξαντες δὲ εἶδον αὐτὸν, καὶ ἐξέστησαν. Κατασείσας δὲ αὐτοῖς τῇ χειρὶ σιγᾷν, διηγήσατο αὐτοῖς, πῶς ὁ Κύριος αὐτὸν ἐξήγαγεν ἐκ τῆς φυλακῆς. Εἶπε δέ· Ἀπαγγείλατε Ἰακώβῳ καὶ τοῖς ἀδελφοῖς ταῦτα. Καὶ ἐξελθὼν ἐπορεύθη εἰς ἕτερον τόπον.  Ἴδωμεν  οὖν  ἄνωθεν  τὴν  ἀκολουθίαν  τῶν  εἰρημένων.  Κατ' ἐκεῖνον  τὸν καιρὸν,  φησὶν,  ἐπέβαλε  τὰς  χεῖρας  ὁ βασιλεὺς  Ἡρώδης  κακῶσαί τινας  ἀπὸ  τῆς Ἐκκλησίας. Καθάπερ θηρίον ἁπλῶς καὶ ἀλογίστως πᾶσιν ἐπῄει. Τοῦτό ἐστιν ὁ ἔλεγεν ὁ  Χριστός· Τὸ μὲν  ποτήριον,  ὃ  μέλλω  πίνειν,  πίεσθε,  καὶ  τὸ  βάπτισμα,  ὃ  ἐγὼ βαπτίζομαι, βαπτισθήσεσθε. Ἀνεῖλε δὲ, φησὶ, Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ.  Καὶ πῶς,  φησὶ,  τὸν  Πέτρον  οὐκ  εὐθέως  ἀνεῖλεν;  Εἶπε  τὴν  αἰτίαν  ὁ συγγραφεύς· Ἡμέραι γὰρ, φησὶν, ἦσαν τῶν Ἀζύμων· καὶ μᾶλλον αὐτοῦ ἐμπομπεῦσαι ἐβούλετο τῇ σφαγῇ. Αὐτοὶ μὲν οὖν ἀπὸ τῆς παραινέσεως τῆς Γαμαλιήλου ἐπεῖχον λοιπὸν  ἑαυτοὺς τῶν  φόνων·  ἄλλως  δὲ οὐδὲ αἰτίας  εὕρισκον· δι' ἑτέρων  δὲ αὐτὰ κατεσκεύαζον. Ἐπεὶ δὲ καὶ ἕτερος Ἰάκωβος ἦν, ὁ ἀδελφὸς  τοῦ Κυρίου, διὰ τοῦτο ἐπεσημήνατο εἰπών· Τὸν ἀδελφὸν Ἰωάννου. Ὁρᾷς, ὅτι τὸ κεφάλαιον ἐν τούτοις ἦν τοῖς τρισὶ, μάλιστα δὲ Πέτρου  καὶ Ἰακώβου; Τοῦτο μάλιστα κατάκρισις αὐτῶν ἦν· Οὐκ ἔτι γὰρ ἀνθρώπινον τὸ κήρυγμα ἐδείκνυτο, καὶ ὄντως ἐκεῖνο ἐπληροῦτο, ὅτι Ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Ἰδὼν δὲ, ὅτι ἀρεστόν ἐστι, φησὶ, τοῖς Ἰουδαίοις, προσέθετο συλλαβεῖν καὶ Πέτρον. Ἀρεστὸν φόνος, καὶ φόνος ἄδικος. Πολλὴ ἡ ἄνοια τοῦ Ἡρώδου· ταῖς ἐπιθυμίαις αὐτῶν ταῖς ἀτόποις ὑπηρετεῖτο. ∆έον γὰρ τοὐναντίον ποιεῖν, καὶ ἐγκόπτειν αὐτῶν τὴν ὁρμήν· ὁ δὲ ἐπέτεινε, καθάπερ τις δήμιος ὢν τῶν νοσούντων, ἀλλ' οὐκ ἰατρός· καίτοι μυρία παραδείγματα ἔχων καὶ τοῦ πάππου καὶ τοῦ πατρὸς Ἡρώδου, καὶ πῶς ἐκεῖνος μὲν διὰ τὴν ἀναίρεσιν τῶν παιδίων  μέγιστα ἔπαθε κακὰ, οὗτος δὲ Ἰωάννην  ἀνελὼν  πόλεμον ἤγειρε χαλεπόν. Ὃν καὶ πιάσας, φησὶν, ἔθετο εἰς φυλακήν. Ἐφοβεῖτο, μὴ διὰ τὸν φόνον τοῦ Ἰακώβου ἀναχωρήσῃ ὁ Πέτρος, καὶ βουλόμενος  ἔχειν  αὐτὸν  ἐν ἀσφαλεῖ, ἐνέβαλε  τῷ δεσμωτηρίῳ. Ὅσῳ ἀκριβεστέρα ἡ  φρουρὰ,  τοσούτῳ  θαυμασιωτέρα  ἡ  ἐπίδειξις.  Τοῦτο  δὲ  ἦν  ὑπὲρ Πέτρου, δοκιμωτέρου μᾶλλον  ἐντεῦθεν  γενομένου, καὶ τὴν ἀνδρείαν  τὴν οἰκείαν ἐπιδεικνῦντος.  Προσευχὴ δὲ ἦν, φησὶν, ἐκτενὴς γινομένη.  Φιλοστοργίας δεῖγμα ἡ προσευχή. Πατέρα πάντες  ἐζήτουν, πατέρα ἥμερον. Ἐκτενὴς, φησὶν, ἦν προσευχὴ γινομένη  ὑπὲρ αὐτοῦ. Ἀκούσατε, πῶς διέκειντο  περὶ τοὺς διδασκάλους. Οὐκ ἐστασίασαν, οὐκ ἐθορυβήθησαν, ἀλλ'  ἐπὶ εὐχὴν ἐτράπησαν, τὴν ὄντως  συμμαχίαν τὴν ἄμαχον, ἐπ' αὐτὴν κατέφυγον. Οὐκ ἔλεγον· Ὁ ταπεινὸς ἐγὼ καὶ οὐδαμινὸς ὑπὲρ ἐκείνου  εὔχομαι  ἐπειδὴ  γὰρ  ἀγάπῃ  ἐποίουν,  οὐδὲν  τούτων  ἐλογίζοντο.  Βούλει μαθεῖν πόσα εἰργάσαντο καὶ ἄκοντες; Ἐκείνους δοκιμωτέρους  ἀπέδειξαν, τούτους σπουδαιοτέρους ἐποίησαν. Καὶ ὅρα ἐν τῇ ἑορτῇ τοὺς πειρασμοὺς ἐπαγομένους, ἵνα δοκιμώτεροι φανῶσιν  οὗτοι. Ὅτε δὲ ἔμελλεν αὐτὸν προάγειν ὁ Ἡρώδης, φησὶ, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος καθεύδων. Ὅρα τὸν Πέτρον καθεύδοντα, καὶ οὐκ ὄντα ἐν ἀγωνίᾳ οὐδὲ ἐν φόβῳ. Αὐτῇ τῇ νυκτὶ, ᾗ προάγεσθαι ἔμελλεν, ἐκάθευδε, τὸ πᾶν ῥίψας ἐπὶ τὸν  Θεόν. Οὐχ ἁπλῶς  δὲ ἐκάθευδεν, ἀλλὰ  μέσον στρατιωτῶν  καὶ δεδεμένος. Μεταξὺ γὰρ, φησὶ, δύο στρατιωτῶν κοιμώμενος ἦν, δεδεμένος ἁλύσεσι δυσίν. Ὁρᾷς, πῶς ἀκριβὴς ἡ φυλακή; Καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη, φησὶ, λέγων· Ἀνάστα ἐν τάχει.   Συγκαθεύδοντες   ἦσαν   οἱ   φύλακες·   διὸ   καὶ   τῶν   γινομένων    οὐδὲν ἐπαισθάνονται. Φῶς δὲ ἔλαμψεν,  ὥστε καὶ ἰδεῖν  καὶ ἀκοῦσαι τὸν Πέτρον, καὶ μὴ νομίσαι φαντασίαν εἶναι. Ὡς ἂν δὲ μὴ ῥᾳθυμήσῃ, καὶ τὴν πλευρὰν πατάσσεται. Καὶ οὐχ  ἁπλῶς   ἀκούει·  Ἀνάστα·  ἀλλ',   Ἐν  τάχει,  μετὰ  προσθήκης·  οὕτω  βαθέως ἐκάθευδεν.  Ἐδόκει  δὲ  ὅραμα  βλέπειν,  φησί.  ∆ιῆλθε  δὲ  πρώτην  καὶ  δευτέραν φυλακήν.  Ποῦ νῦν εἰσιν οἱ αἱρετικοί; Πῶς διῆλθεν,  εἰπάτωσαν ἡμῖν· ἀλλ' οὐκ ἂν ἔχοιεν. Καίτοι διὰ τοῦτο αὐτὸν καὶ ζώσασθαι κελεύει καὶ ὑποδήσασθαι, καὶ τούτῳ πείθων αὐτὸν, ὅτι οὐκ ἔστι φάντασμα· καὶ ἵνα ἀποτινάξηται τὸν ὕπνον, καὶ γνῷ, ὅτι ἀληθές ἐστι. ∆ιὰ τοῦτο καὶ εὐθέως ἀπέπεσον αὐτοῦ αἱ ἁλύσεις ἀπὸ τῶν χειρῶν, καὶ, Ἀνάστα  ἐν  τάχει,  ἀκούει.  Οὐ θορυβοῦντος  δέ  ἐστι  τοῦτο,  ἀλλὰ  πείθοντος  μὴ ἀναβάλλεσθαι. Καὶ οὐκ ᾔδει, φησὶν, ὅτι ἀληθές ἐστι τὸ γινόμενον  διὰ τοῦ ἀγγέλου· ἐδόκει δὲ ὅραμα βλέπειν.  Εἰκότως, διὰ τὴν  ὑπερβολὴν  τῶν  γινομένων. 



γʹ. Ὁρᾷς πόσον ἐστὶν ὑπερβολὴ σημείου; πῶς ἐκπλήττει τὸν ὁρῶντα; πῶς οὐκ ἀφίησι πιστευθῆναι; Εἰ  γὰρ Πέτρος ἐδόκει ὅραμα βλέπειν ἐν τοσούτῳ χρόνῳ, καίτοι αὐτὸς ζωσάμενος καὶ ὑποδησάμενος· τί ἕτερος μὴ ἔπαθεν ἄν; ∆ιελθόντες δὲ, φησὶ, πρώτην φυλακὴν  καὶ δευτέραν, ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν· καὶ ἐξελθόντες προῆλθον  ῥύμην μίαν, καὶ εὐθέως ἀπέστη ὁ ἄγγελος ἀπ' αὐτοῦ. Τὰ μέντοι ἔνδον γενόμενα θαυμασιώτερα ἦν· τοῦτο δὲ λοιπὸν ἀνθρωπινώτερον.  Ὅτε οὐδὲν κώλυμα ἦν,  τότε  ἀπέστη  ὁ  ἄγγελος.  Οὐ γὰρ  ἂν  προῆλθεν  ὁ  Πέτρος τοσούτων  ὄντων κωλυμάτων·   ὄντως  γὰρ,  ὄντως  ἔκπληξις  ἦν.  Νῦν  ἔγνων,   φησὶν,  ὅτι  ἀληθῶς ἀπέστειλεν  ὁ Κύριος τὸν  ἄγγελον  αὐτοῦ, καὶ ἐξείλετό  με ἐκ χειρὸς Ἡρώδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν  Ἰουδαίων.  Νῦν, οὐχὶ τότε, ὅτε ἐν τῷ δεσμῷ ἤμην. Συνιδών τε ἦλθεν ἐπὶ τὴν οἰκίαν Μαρίας τῆς μητρὸς Ἰωάννου, φησί. Τί ἐστι, Συνιδών;  Λογισάμενος ὅπου  ἐστίν.  Ἢ τοίνυν  τοῦτο  συνεῖδεν· ἢ ὅτι  οὐχ  ἁπλῶς ἀπελθεῖν δεῖ, ἀλλ' ἀμείψασθαι τὸν εὐεργέτην· ὃ καὶ συνιδὼν ἦλθεν ἐπὶ τὴν οἰκίαν Μαρίας. Τίς ἐστιν οὗτος ὁ Ἰωάννης; Ἴσως ἐκεῖνος ὁ ἀεὶ αὐτοῖς συνών· διὰ γὰρ τοῦτο καὶ τὸ παράσημον αὐτοῦ ἔθηκεν. Ὅρα ὅσον ἐστὶν ἀγαθὸν ἡ θλῖψις, πόσον εὐχόμενοι ἐν νυκτὶ ἤνυον, πῶς διεγηγερμένους αὐτοὺς εἰργάσατο. Εἶδες τοῦ φόνου Στεφάνου ὅσον τὸ κέρδος; εἶδες τοῦ δεσμωτηρίου τούτου ὅση ἡ ὠφέλεια; Οὐ γὰρ δὴ ἐπεξιὼν ὁ Θεὸς τοῖς  ἀδικοῦσιν  αὐτοὺς, μέγα δείκνυσιν  τὸ Εὐαγγέλιον· ἀλλ' ἐν αὐτοῖς  τοῖς ἀδικοῦσιν,  οὐδὲν  ἐκείνων   πασχόντων   δεινὸν,  αὐτὰς  καθ'  ἑαυτὰς  τὰς  θλίψεις δείκνυσι  μέγα οὔσας, ἵνα  μὴ τὴν  ἀπαλλαγὴν  αὐτῶν  πάντως  ζητῶμεν,  μηδὲ τὴν ἐκδικίαν. Σκόπει δὲ πῶς καὶ αἱ παιδίσκαι αὐτῶν λοιπὸν ὁμότιμοι αὐτοῖς ἦσαν. Ἀπὸ τῆς  χαρᾶς,  φησὶν,  οὐκ  ἤνοιξε.  Καλῶς  καὶ  τοῦτο  γέγονε,  ἵνα  μὴ  καὶ  ἐκεῖνοι ἐκπλαγῶσιν  εὐθέως ἰδόντες, καὶ ἀπιστήσωσιν, ἀλλ' ἐγγυμνασθῇ αὐτῶν  ἡ διάνοια. Καὶ ὅπερ ἔθος ἡμῖν ποιεῖν, εὑρέθη πράττουσα καὶ αὐτή· ἵνα γὰρ αὐτὴ τὰ εὐαγγέλια κομίσῃ ἐσπούδαζεν· ὄντως γὰρ εὐαγγέλια ἦν. Οἱ δὲ εἶπον πρὸς αὐτήν· Μαίνῃ· ἡ δὲ διισχυρίζετο οὕτως ἔχειν· οἱ δὲ εἶπον, ὅτι Ἄγγελος αὐτοῦ ἐστιν. Ἐκ τούτου ἀληθὲς, ὅτι  ἕκαστος ἡμῶν  ἄγγελον  ἔχει.  Καὶ πόθεν  ἐπῆλθεν  αὐτοῖς  ἄγγελον  εἶναι  τότε ὑπονοῆσαι; Ἀπὸ τοῦ  καιροῦ τοῦτο  ὑπώπτευσαν.  Ὡς δὲ ἐπέμενε  κρούων,  φησὶν, ἀνοίξαντες εἶδον αὐτὸν, καὶ ἐξέστησαν. Ὁ δὲ κατασείσας τῇ χειρὶ, ἡσυχίαν πολλὴν ἐποίησεν,  ὥστε  ἀκοῦσαι  τὰ  παρ'  αὐτοῦ.  Ποθεινότερος  πολλῷ  λοιπὸν  ἦν  τοῖς μαθηταῖς, οὐ τῷ σωθῆναι μόνον, ἀλλὰ καὶ τῷ ἐπιστῆναι καὶ εὐθέως ἐπελθεῖν. Μανθάνουσι λοιπὸν καὶ οἱ οἰκεῖοι πάντα σαφῶς· μανθάνουσι καὶ οἱ ἀλλότριοι, εἴ γε ἤθελον  πιστεῦσαι· ἀλλ' οὐκ ἠθέλησαν. Τοῦτο καὶ ἐπὶ τοῦ Χριστοῦ γέγονεν. Ἀπαγγείλατε,   φησὶν,  Ἰακώβῳ   καὶ  τοῖς  ἀδελφοῖς   ταῦτα.  Ὅρα,  πῶς  οὐκ  ἔστι κενόδοξος. Οὐ γὰρ εἶπε· Τοῖς ἁπανταχοῦ δῆλα ποιήσατε ταῦτα· ἀλλὰ, Τοῖς ἀδελφοῖς. Καὶ ἀνεχώρησεν εἰς ἕτερον τόπον. Οὐ γὰρ ἐπείραζε τὸν Θεὸν, οὐδὲ εἰς πειρασμοὺς ἐνέβα[λ]λεν ἑαυτόν· ἐπεὶ ὅτε καὶ τοῦτο ἐκελεύσθησαν, ἐποίησαν. Εἰσελθόντες γὰρ, φησὶν, ἐν τῷ ἱερῷ λαλεῖτε τῷ λαῷ. Ἤκουσαν, καὶ εὐθέως ἐπείσθησαν. Τοῦτο δὲ οὐκ εἶπεν ὁ ἄγγελος, ἀλλὰ τῷ σιγῇ ἀποστῆναι καὶ νυκτὸς ἐξαγαγεῖν ἔδωκεν ἐξουσίαν ἀναχωρῆσαι.  Καὶ τοῦτο  δὲ  γίνεται,   ἵνα  μάθωμεν  ὅτι  καὶ  ἀνθρωπίνως   πολλὰ ᾠκονόμηται, ὥστε μὴ περι  πεσεῖν πάλιν  αὐτόν. Ἵνα γὰρ μὴ εἴπωσιν, ὅτι ὁ ἄγγελος  αὐτοῦ  ἐστι μετὰ τὸ ἀπελθεῖν,  πρότερον  τοῦτο  λέγουσι· καὶ τότε  αὐτὸν ὁρῶσιν ἀνατρέποντα  τὴν  δόξαν  ἐκείνην.  Ὁ ἄγγελος  εἰ ἦν, οὐκ ἂν  ἔκρουσε τὴν θύραν, οὐκ ἂν ἀνεχώρησεν  εἰς ἕτερον τόπον. Πιστοῦται δὲ αὐτοὺς καὶ τὸ μὴ ἐν ἡμέρᾳ γενέσθαι.  Οἱ μὲν  λελυμένοι  ἐν  εὐχαῖς  ἦσαν· ὁ δὲ δεδεμένος  ἐν  ὕπνῳ,  εἰ ἐνόμιζεν ἀληθὲς εἶναι τὸ γινόμενον, κἂν ἐξεπλάγη, κἂν οὐκ ἐμνημόνευσε· νῦν δὲ ὡς ἐν ὀνείρῳ ὁρῶν, ἀτάραχος ἦν. Ἦλθον, φησὶν, ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν. Ὅρα καὶ πῶς ἰσχυρὰ ἦν. ∆ιελθόντες δὲ, φησὶ, πρώτην φυλακὴν καὶ δευτέραν, ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν. Καὶ διὰ τί μὴ δι' ἑαυτῶν, φησὶ, τοῦτο γίνεται; ∆ιὰ τί; Ὅτι καὶ τούτῳ τιμᾷ αὐτοὺς ὁ Θεὸς, τῷ δι' ἀγγέλων  αὐτοὺς ἐξαρπάζειν. Τί οὖν; ἐπὶ Παύλου οὐχ οὕτω γέγονεν; Ἐκεῖ δικαίως, ὅτι πιστεῦσαι ἔδει τὸν δεσμοφύλακα, ἐνταῦθα δὲ ἀπαλλαγῆναι   τὸν  Ἀπόστολον  μόνον·  ἄλλως  δὲ  καὶ  διαφόρως  ἅπαντα  ὁ  Θεὸς οἰκονομεῖ. Ἐκεῖ μὲν Παῦλος ὑμνεῖ, ἐνταῦθα δὲ Πέτρος ἐκάθευδε. Μὴ τοίνυν κρύπτωμεν  τὰ θαύματα  τοῦ Θεοῦ, ἀλλὰ  καὶ ὑπὲρ τῆς ἡμετέρας ὠφελείας  ταῦτα σπουδάζωμεν  ἐκπομπεύειν,  καὶ  εἰς  τὴν  τῶν  ἄλλων  οἰκοδομήν.  Ὥσπερ γάρ ἐστι θαυμαστὸς ἑλόμενος δεσμευθῆναι, οὕτω θαυμαστότερος μὴ πρότερον ἀναχωρήσας, ἕως ὅτε τοῖς οἰκείοις πάντα  ἀπήγγειλε.  Καὶ εἶπε, φησίν· Εἴπατε Ἰακώβῳ  καὶ τοῖς ἀδελφοῖς.  Τί δήποτε  κελεύει  εἰπεῖν;  Ἵνα  χαρῶσιν,  ἵνα  μὴ  μεριμνῶσιν,  ἵνα  διὰ τούτων ἐκεῖνοι μανθάνωσιν, οὐκ αὐτοὶ δι' ἐκείνων· οὕτω τοῦ ταπεινοτέρου μέρους ἐφρόντιζεν.  Οὐδὲν ἄρα θλίψεως  συμμέτρου βέλτιον. Ποίαν οἴει τὴν ἐκείνων  εἶναι τότε ψυχήν; πόσης ἡδονῆς γέμειν; Ποῦ νῦν αἱ γυναῖκες αἱ διὰ πάσης καθεύδουσαι νυκτός; ποῦ δὲ οἱ ἄνδρες οἱ μηδὲ μεταστρεφόμενοι ἐπὶ τῆς κλίνης; Ὁρᾷς νήφουσαν ψυχήν; Μετὰ γυναικῶν  καὶ παίδων καὶ παιδισκῶν τὸν Θεὸν ὕμνουν, καθαρώτεροι τοῦ   οὐρανοῦ   τῇ   θλίψει   γενόμενοι.   Νῦν   δὲ,   ἂν   μικρὸν   ἴδωμεν   κίνδυνον, ἀναπίπτομεν. Οὐδὲν τῆς ἐκκλησίας ἐκείνης λαμπρότερον ἦν. Μιμησώμεθα τούτους, ζηλώσωμεν. Οὐ διὰ τοῦτο γέγονεν ἡ νὺξ, ἵνα διαπαντὸς καθεύδωμεν καὶ ἀργῶμεν. Καὶ τοῦτο μαρτυροῦσιν οἱ χειροτέχναι,  οἱ ὀνηλάται,  οἱ ἔμποροι, ἡ Ἐκκλησία τοῦ Θεοῦ ἐκ μέσων  ἀνισταμένη  νυκτῶν.  Ἀνάστηθι καὶ σὺ, καὶ ἴδε τῶν  ἄστρων  τὴν χορείαν, τὴν βαθεῖαν σιγὴν, τὴν ἡσυχίαν τὴν πολλήν· ἐκπλάγηθι τοῦ ∆εσπότου σου τὴν οἰκονομίαν. Καθαρωτέρα τότε ἐστὶν ἡ ψυχή· κουφοτέρα καὶ λεπτοτέρα μᾶλλόν ἐστι, μετέωρος καὶ κούφη· τὸ σκότος αὐτὸ, ἡ σιγὴ ἡ πολλὴ εἰς κατάνυξιν  ἀγαγεῖν ἱκανά. Ἂν δὲ καὶ τὸν οὐρανὸν ἴδῃς τοῖς ἄστροις ὥσπερ τισὶ μυρίοις κατεστιγμένον ὀφθαλμοῖς,  πᾶσαν ἡδονὴν  καρπώσῃ, ἔννοιαν  λαβὼν  εὐθὺς τοῦ ∆ημιουργοῦ. Ἂν ἐννοήσῃς,   ὅτι   οἱ   μεθ'   ἡμέραν   κράζοντες,   γελῶντες,   σκιρτῶντες,   πηδῶντες, ἀδικοῦντες, πλεονεκτοῦντες,  ἀπειλοῦντες, μυρία ἐπανατεινόμενοι  δεινὰ, οὗτοι νῦν τῶν  νεκρῶν  οὐδὲν  διαφέρουσι,  καταγνώσῃ  τῆς  ἀνθρωπίνης  αὐθαδείας  ἁπάσης. Ὕπνος ἐπῆλθε, καὶ τὴν φύσιν ἤλεγξεν· εἰκών ἐστι θανάτου, εἰκών ἐστι συντελείας. Ἂν διακύψῃς εἰς τὸν στενωπὸν, οὐκ ἀκούσῃ οὐδὲ φωνῆς· ἂν ἴδῃς εἰς τὴν οἰκίαν, πάντας  ὄψει  καθάπερ ἐν  τάφῳ  κειμένους.  Ταῦτα πάντα  ἱκανά  ἐστι διαναστῆσαι ψυχὴν, καὶ εἰς ἔννοιαν  συντελείας ἀγαγεῖν.


δʹ. Οὗτος δή μοι καὶ πρὸς ἄνδρας καὶ πρὸς γυναῖκας ὁ  λόγος. Κάμψον τὰ γόνατα, στέναξον, παρακάλεσόν σου τὸν ∆εσπότην ἵλεων  γενέσθαι· μᾶλλον  ἐπικάμπτεται  ἐν νυκτεριναῖς  εὐχαῖς, ὅταν τὸν καιρὸν τῆς ἀναπαύσεως σὺ θρήνων  ποιῇ καιρόν. Ἀναμνήσθητι τοῦ βασιλέως οἷα ῥήματα ἔλεγεν·  Ἐκοπίασα ἐν τῷ στεναγμῷ  μου, λούσω καθ' ἑκάστην νύκτα  τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. Ὅσον ἂν ᾖς τρυφηλὸς, οὐκ εἶ τρυφηλότερος ἐκείνου· ὅσον ἂν ᾖς πλούσιος, οὐκ εἶ πλουσιώτερος τοῦ ∆αυΐδ. Καὶ πάλιν  ὁ  αὐτός  φησι· Μεσονύκτιον  ἐξηγειρόμην  τοῦ  ἐξομολογεῖσθαί  σοι ἐπὶ  τὰ κρίματα τῆς  δικαιοσύνης  σου. Τότε οὐ κενοδοξία  παρενοχλεῖ·  πῶς  γὰρ, πάντων καθευδόντων καὶ οὐχ ὁρώντων; τότε οὐ ῥᾳθυμία καὶ χάσμη ἐπιτίθεται· πῶς γὰρ ὑπὸ τοσούτων τῆς ψυχῆς διεγειρομένης; Μετὰ τὰς τοιαύτας παννυχίδας  καὶ ὕπνοι ἡδεῖς  καὶ ἀποκαλύψεις θαυμασταί. Τοῦτο ποίησον καὶ σὺ ὁ ἀνὴρ, μὴ μόνη ἡ γυνή. Ἔστω ἐκκλησία ἡ οἰκία ἐξ ἀνδρῶν καὶ γυναικῶν  συνεστηκυῖα. Μὴ γὰρ ὅτι σὺ μόνος εἶ ὁ ἀνὴρ, μηδὲ ὅτι αὕτη μόνη ἐστὶν ἡ γυνὴ, νομίσῃς κώλυμα εἶναι. Ὅπου γάρ εἰσι δύο εἰς τὸ ἐμὸν ὄνομα, φησὶ, συνηγμένοι, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Ὅπου ὁ Χριστὸς μέσος, πολὺ  πλῆθός  ἐστιν·  ὅπου  ὁ  Χριστὸς, ἀνάγκη  καὶ  ἀγγέλους  εἶναι,  ἀνάγκη  καὶ ἀρχαγγέλους  καὶ τὰς  ἄλλας  δυνάμεις.  Οὐκ ἄρα μόνοι  ἐστὲ τὸν  πάντων  ἔχοντες ∆εσπότην. Καὶ πάλιν ἄκουε τοῦ προφήτου λέγοντος· Κρείσσων εἷς ποιῶν τὸ θέλημα Κυρίου, ἢ  μυρίοι  παράνομοι.  Οὐδὲν  ἀσθενέστερον  πολλῶν   παρανόμων,  οὐδὲν ἰσχυρότερον ἑνὸς κατὰ νόμον Θεοῦ ζῶντος. Εἴ σοι καὶ παιδία ἐστὶ, διανάστησον καὶ τὰ παιδία, καὶ γενέσθω διὰ πάντων ἡ οἰκία ἐκκλησία διὰ τῆς νυκτός· ἂν δὲ ἁπαλὰ ᾖ, καὶ μὴ φέρῃ τὴν ἀγρυπνίαν, μέχρι μιᾶς εὐχῆς καὶ δευτέρας, καὶ κατάπαυσον· μόνον διανάστηθι,  μόνον  ἐν  συνηθείᾳ κατάστησον σαυτόν. Οὐδὲν τοῦ ταμείου  βέλτιον ἐκείνου τοῦ τοιαύτας εὐχὰς δεχομένου. Ἄκουε τοῦ προφήτου λέγοντος· Εἰ ἐμνημόνευόν  σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέτων  εἰς σέ. Ἀλλὰ κέκμηκα, φησὶ, μεθ' ἡμέραν πολλὰ, καὶ οὐ δύναμαι. Σκῆψις ταῦτα καὶ πρόφασις· ὅσα γὰρ ἂν κάμῃς, οὐ πονήσεις ὡς ὁ χαλκοτύπος σφῦραν οὕτω βαρεῖαν καταφέρων ἀπὸ πολλοῦ τοῦ ὕψους ἐπὶ τοὺς σπινθῆρας, καὶ τὸν καπνὸν ὅλῳ δεχόμενος τῷ σώματι· καὶ ὅμως  τὸ πλέον  ἐκεῖνος  τῆς  νυκτὸς  εἰς τοῦτο  ἀναλίσκει.  Ἴστε καὶ γυναῖκες, εἴποτε εἰς ἀγρὸν ἡμῖν γέγονεν ἀνάγκη βαδίσαι, ἢ εἰς παννυχίδα  προελθεῖν, πῶς δι' ὅλης τῆς νυκτὸς ἀγρυπνοῦσι. Καί σοι τοίνυν χαλκεῖον  ἔστω πνευματικὸν, οὐχ ὥστε  χύτρας  οὐδὲ  λέβητας,  ἀλλὰ  τὴν  ψυχὴν   κατασκευάσαι  τὴν  σὴν,  ἣ  καὶ χαλκοτύπου   καὶ   χρυσοχόου   πολλῷ   βελτίων.   Τὴν   παλαιὰν   γενομένην   τοῖς ἁμαρτήμασιν εἰσάγαγε εἰς τὸ χωνευτήριον τῆς ἐξομολογήσεως· τὴν σφῦραν κατένεγκαι  ἀπὸ  πολλοῦ  τοῦ  ὕψους·  τουτέστι,  τῶν  ῥημάτων  τὴν  κατάγνωσιν· ἄναψον  τὸ  πῦρ  τοῦ  Πνεύματος. Πολλῷ  μείζονα  τέχνην  ἔχεις.  Οὐ χρυσᾶ σκεύη ῥυθμίζεις,  ἀλλὰ  τὴν  παντὸς  χρυσίου  τιμιωτέραν  ψυχὴν,  καθάπερ  ὁ χαλκεὺς  τὸ σκεῦος. Οὐ γὰρ σωματικὸν  σκεῦος ῥυθμίζεις, ἀλλὰ  τὴν  ψυχὴν  ἀπαλλάττεις  τῆς φαντασίας πάσης τῆς βιωτικῆς. Παρακείσθω σοι λύχνος, οὐχ οὗτος ὁ καιόμενος, ἀλλ' ὃν ὁ προφήτης λέγων εἶχε· Λύχνος γὰρ τοῖς ποσί μου ὁ νόμος σου. Πύρωσον διὰ τῆς εὐχῆς τὴν ψυχήν· ἂν ἴδῃς ἱκανῶς ἔχουσαν, ἐξάγαγε, τύπωσον πρὸς ὅπερ ἂν θέλῃς. Πίστευσόν μοι, οὐχ οὕτω τὸ πῦρ τὸν ἰὸν ἀποκαθαίρειν εἴωθεν, ὡς εὐχὴ νυκτερινὴ τὸν  ἰὸν  τῶν  ἁμαρτημάτων  τῶν  ἡμετέρων.  Αἰδεσθῶμεν, εἰ  μηδένα  ἄλλον,  τοὺς νυκτερινοὺς φύλακας. Ἐκεῖνοι δι' ἀνθρώπινον  νόμον περιΐασιν ἐν κρυμῷ βοῶντες μεγάλα, καὶ διὰ τῶν στενωπῶν βαδίζοντες, βρεχόμενοι πολλάκις, πεπηγότες, διὰ σὲ καὶ τὴν σωτηρίαν τὴν σὴν, καὶ τὴν τῶν χρημάτων τῶν σῶν φυλακήν. Ἐκεῖνος ὑπὲρ τῶν χρημάτων σου τοσαύτην ποιεῖται πρόνοιαν· σὺ δὲ οὐδὲ ὑπὲρ τῆς ψυχῆς τῆς σῆς. Καὶ μὴν ἐγὼ οὐκ ἀναγκάζω αἴθριον περιϊέναι καθάπερ ἐκεῖνος, οὐδὲ μεγάλα βοᾷν καὶ διαῤῥήγνυσθαι· ἀλλ' ἐν αὐτῷ τῷ ταμείῳ ὢν, ἐν αὐτῷ τῷ κοιτῶνι, κάμψον τὰ γόνατα, παρακάλεσον τὸν ∆εσπότην. ∆ιὰ τί αὐτὸς ὁ Χριστὸς διενυκτέρευεν  ἐν τῷ ὄρει; οὐχ ἵνα τύπος ἡμῖν γένηται; Τότε ἀναπνεῖ τὰ φυτὰ, ἐν τῇ νυκτὶ λέγω· τότε καὶ ψυχὴ   μάλιστα  μᾶλλον   ἐκείνων   δρόσον  δέχεται.  Ἅπερ  μεθ'  ἡμέραν  ὁ  ἥλιος κατέκαυσε, ταῦτα ἐν τῇ νυκτὶ  καταψύχεται.  Πάσης δρόσου μᾶλλον τὰ τῆς νυκτὸς δάκρυα καὶ κατὰ τῶν ἐπιθυμιῶν καὶ κατὰ πάσης φλεγμονῆς καὶ καύσωνος καθίεται, καὶ οὐκ ἀφίησι χαλεπόν  τι παθεῖν. Ἂν δὲ μὴ τῆς δρόσου ἀπολαύσῃ ἐκείνης, μεθ' ἡμέραν  κατακαυθήσεται.  Ἀλλὰ  μὴ  γένοιτο  μηδένα  ὑμῶν  ὑπέκκαυμα  τοῦ  πυρὸς ἐκείνου γενέσθαι, ἀλλὰ ἀναψύξαντας  καὶ τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας ἀπολαύσαντας, οὕτω πάντας ἡμᾶς ἐλευθερωθῆναι  τοῦ φορτίου τῶν ἁμαρτημάτων, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.  


ΚΖʹ. Γενομένης δὲ ἡμέρας, ἦν τάραχος  οὐκ ὀλίγος  ἐν τοῖς στρατιώταις, τί ἄρα ὁ Πέτρος ἐγένετο. Ἡρώδης δὲ ἐπιζητήσας αὐτὸν, καὶ μὴ εὑρὼν, ἀνακρίνας τοὺς φύλακας, ἐκέλευεν ἀπαχθῆναι· καὶ κατελθὼν  ἀπὸ τῆς Ἰουδαίας εἰς τὴν Καισάρειαν διέτριβε.


αʹ. Πολλοὶ διαποροῦσι πῶς περιεῖδεν ὁ Θεὸς τότε δι' αὐτὸν τοὺς παῖδας ἀναιρουμένους, καὶ νῦν πάλιν τοὺς στρατιώτας διὰ τὸν Πέτρον καίτοι γε  δυνατὸν  ἦν  αὐτῷ  μετὰ  τοῦ  Πέτρου κἀκείνους  ἐξελέσθαι.  Ἀλλ'  εἰ  καὶ  τοὺς στρατιώτας  ἐξήγαγεν  ὁ ἄγγελος  μετὰ  τοῦ  Πέτρου, ἐνομίσθη  ἂν  φυγῆς  εἶναι  τὸ πρᾶγμα. Τί οὖν  οὐχ  ἑτέρως  ᾠκονόμησε, φησί;  ποία  γὰρ βλάβη  γέγονε  νῦν;  Ἂν ἴδωμεν, ὅτι οἱ ἀδίκως τι παθόντες καὶ κακῶς οὐδὲν ἐβλάβησαν, οὐ ζητήσομεν ταῦτα.
∆ιὰ τί γὰρ μὴ λέγεις καὶ περὶ Ἰακώβου, διὰ τί αὐτὸν οὐκ ἐξείλετο; Ἄλλως δὲ οὐκ  ἦν οὐδέπω τῆς κρίσεως ὁ καιρὸς, ὥστε τὸ κατ' ἀξίαν ἀπονεῖμαι ἑκάστῳ. Ἀλλ' οὐδὲ ἐνέβαλλεν αὐτοὺς εἰς τὰς χεῖρας αὐτοῦ Πέτρος. Μᾶλλον οὖν αὐτὸν ἐλύπει τὸ ἐμπαιχθῆναι, ὥσπερ τὸν πάππον αὐτοῦ ὑπὸ τῶν μάγων ἀπατηθέντα, μᾶλλον ἐποίει διαπρίεσθαι καὶ καταγέλαστον εἶναι. Καλὸν δὲ καὶ αὐτῶν τῶν ῥημάτων ἀκοῦσαι τοῦ συγγραφέως. Γενομένης, φησὶν, ἡμέρας, ἦν τάραχος οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις, τί ἄρα ὁ Πέτρος ἐγένετο. Ἡρώδης δὲ ἐπιζητήσας αὐτὸν, καὶ μὴ εὑρὼν, ἀνακρίνας τοὺς φύλακας, ἐκέλευσεν ἀπαχθῆναι. Καίτοι ἤκουσε παρ' αὐτῶν (ἀνέκρινε γάρ), καὶ ὅτι  αἱ ἁλύσεις  ἀφέθησαν,  καὶ ὅτι  τὰ σανδάλια  ἔλαβε, καὶ ὅτι  μέχρι  τῆς  νυκτὸς ἐκείνης μετ' αὐτῶν ἦν. Ἀλλὰ τί συνέκρυψαν; διὰ τί οὖν μὴ καὶ αὐτοὶ ἔφυγον; Καὶ μὴν αὐτὸν ἔδει θαυμάσαι, ἔδει καταπλαγῆναι  τοῦτο. Λοιπὸν φανερὸν γίνεται  πᾶσι διὰ  τοῦ  θανάτου  τούτων,  καὶ  τοῦ   Θεοῦ τὸ  θαῦμα  ἤ  τε  ἐκείνου  κακία κατάδηλος. Ἀλλ' ὅρα. πῶς οὗτος ταῦτα οὐ κρύπτει, ἀλλὰ καὶ μέμνηται ἱστορίας ὥστε διδάξαι  ἡμᾶς.  Εἶτά φησι·  Καὶ κατελθὼν   ἀπὸ  τῆς  Ἰουδαίας  εἰς  τὴν  Καισάρειαν διέτριβεν.  Ἦν δὲ  ὁ Ἡρώδης  θυμομαχῶν  Τυρίοις καὶ  Σιδωνίοις·  ὁμοθυμαδόν  τε παρῆσαν πρὸς αὐτὸν, καὶ πείσαντες Βλάστον τὸν ἐπὶ τοῦ κοιτῶνος  τοῦ βασιλέως, ᾐτοῦντο εἰρήνην, διὰ τὸ διατρέφεσθαι αὐτῶν τὴν χώραν ἀπὸ τῆς βασιλικῆς. Τακτῇ δὲ ἡμέρᾳ ὁ Ἡρώδης ἐνδυσάμενος ἐσθῆτα βασιλικὴν, καὶ καθίσας ἐπὶ τοῦ βήματος ἐδημηγόρει  πρὸς αὐτούς· ὁ δὲ δῆμος  ἐπεφώνει·  Θεοῦ φωνὴ  καὶ οὐκ ἀνθρώπου. Παραχρῆμα δὲ αὐτὸν ἐπάταξεν ἄγγελος Κυρίου, ἀνθ' ὧν οὐκ ἔδωκε δόξαν τῷ Θεῷ· καὶ γενόμενος σκωληκόβρωτος ἐξέψυξεν. Ὁ δὲ λόγος τοῦ Θεοῦ ηὔξανε καὶ ἐπληθύνετο. Οὐ μικρὸν οὐδὲ τοῦτό ἐστιν. Εὐθέως ἡ δίκη κατέλαβεν αὐτὸν, εἰ καὶ μὴ διὰ Πέτρον, ἀλλὰ διὰ τὴν αὐτοῦ μεγαληγορίαν. Καὶ μὴν εἰ ἐκεῖνοι, φησὶν, ἐβόησαν, τί πρὸς τοῦτον; Ὅτι κατεδέξατο τὴν φωνὴν,  ὅτι ἄξιον ἑαυτὸν ἐνόμισεν εἶναι τῆς κολακείας.  ∆ιὰ τούτου  ἐκεῖνοι  μάλιστα παιδεύονται  οἱ κολακεύοντες  εἰκῇ. Ὅρα πάλιν ἀμφοτέρους μὲν ὄντας ἀξίους τιμωρίας, τοῦτον δὲ κολαζόμενον. Οὐ γάρ ἐστι νῦν τῆς κρίσεως ὁ καιρὸς, ἀλλὰ τὸν μάλιστα ὑπεύθυνον, τοῦτον κολάζει, ἐκείνους ἀφιεὶς ἀπὸ τούτου κερδάναι. Καὶ ὁ λόγος τοῦ Θεοῦ ηὔξανε, φησὶ, καὶ ἐπληθύνετο· τουτέστι,  τούτου  γενομένου.  Εἶδες Θεοῦ οἰκονομίαν;  Βαρνάβας δὲ  καὶ  Σαῦλος ὑπέστρεψαν ἐξ Ἱερουσαλὴμ πληρώσαντες τὴν διακονίαν, συμπαραλαβόντες καὶ Ἰωάννην  τὸν ἐπικληθέντα  Μάρκον. Ἦσαν δέ τινες  ἐν Ἀντιοχείᾳ  κατὰ τὴν οὖσαν Ἐκκλησίαν προφῆται  καὶ  διδάσκαλοι,  ὅ τε  Βαρνάβας καὶ  Σιμεὼν  ὁ καλούμενος Νίγερ, καὶ Λούκιος ὁ Κυρηναῖος, Μαναῆν τε Ἡρώδου τοῦ τετράρχου σύντροφος, καὶ Σαῦλος. Ἔτι Βαρνάβα πρῶτον  μνημονεύει·  οὔπω γὰρ Παῦλος ἦν λαμπρὸς, οὔπω σημεῖον οὐδὲν εἰργάσατο. Λειτουργούντων δὲ αὐτῶν  τῷ Κυρίῳ καὶ νηστευόντων, εἶπε τὸ Πνεῦμα τὸ ἅγιον· Ἀφορίσατε δή μοι τὸν Βαρνάβαν καὶ Σαῦλον εἰς· τὸ ἔργον, ὃ προσκέκλημαι αὐτούς. Τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες  τὰς χεῖρας αὐτοῖς, ἀπέλυσαν. Τί ἐστι, Λειτουργούντων; Κηρυττόντων. Ἀφορίσατέ μοι, φησὶ, τὸν  Βαρνάβαν καὶ Σαῦλον. Τί ἐστιν, Ἀφορίσατέ μοι; Εἰς τὸ ἔργον, εἰς τὴν ἀποστολήν. Ὅρα πάλιν  ὑπὸ τίνων  χειροτονεῖται·  ὑπὸ Λουκίου τοῦ Κυρηναίου καὶ Μαναῆ· μᾶλλον  δὲ  ὑπὸ  τοῦ  Πνεύματος.  Ὅσῳ γὰρ  τὰ  πρόσωπα  ἐλάττονά  ἐστι, τοσούτῳ   γυμνοτέρα   ἡ   τοῦ   Θεοῦ  φαίνεται   χάρις.   Χειροτονεῖται   λοιπὸν   εἰς ἀποστολὴν,   ὥστε  μετ'  ἐξουσίας  κηρύττειν.   Πῶς  οὖν   αὐτός   φησιν·  Οὐκ  ἀπ' ἀνθρώπων, οὐδὲ δι' ἀνθρώπων; Τὸ μὲν, Οὐκ ἀπ' ἀνθρώπων, εἶπεν, ἵνα δηλώσῃ, ὅτι οὐκ ἄνθρωπος αὐτὸν ἐκάλεσεν οὐδὲ προσηγάγετο· τὸ δὲ, ∆ι' ἀνθρώπων, ὅτι οὐχ ὑπὸ τοῦδε ἐπέμφθη, ἀλλ' ὑπὸ τοῦ Πνεύματος. ∆ιὸ καὶ οὕτως ἐπήγαγεν· Οὗτοι μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ Πνεύματος κατῆλθον εἰς τὴν Σελεύκειαν, ἐκεῖθέν τε ἐπέπλευσαν εἰς τὴν Κύπρον. Ἴδωμεν δὲ ἄνωθεν τὰ εἰρημένα. Ἡμέρας δὲ γενομένης, φησὶν,  ἦν  τάραχος  οὐκ  ὀλίγος  διὰ  τὸν  Πέτρον, καὶ  ἀνακρίνας  τοὺς  φύλακας ἐκέλευσεν ἀπαχθῆναι. Οὕτως οὐκ ᾔσθετο, ὅτι καὶ κολάζειν ἀδίκως ἐπιχειρεῖ. Ἰδοὺ τὸν   ὑπὲρ  αὐτῶν   ἀναλαμβάνω   λόγον.   Τὰ  δεσμὰ  ἦν,  οἱ  φύλακες   ἔνδον,   τὸ δεσμωτήριον κεκλεισμένον, οὐδαμοῦ τοῖχος διορωρυγ  μένος, πάντες τὰ αὐτὰ ἔλεγον·  ἀνάρπαστος ὁ ἄνθρωπος  γέγονε,  διὰ  τί  αὐτοὺς  καταδικάζεις; εἰ  ἤθελον ἀπολῦσαι, πρὸ τούτου ἀπέλυσαν ἂν, ἢ συνεξῆλθον. Ἀλλὰ χρήματα ἔλαβον; Πόθεν ὁ μηδὲ πένητι δοῦναι ἔχων, τούτοις ἐδίδου; οὐδὲ γὰρ διεθρύβησαν αἱ ἁλύσεις, οὐδὲ λελυμέναι  ἦσαν. Ἔδει ἰδεῖν,  ὅτι θεῖον  τὸ πρᾶγμα ἦν  καὶ οὐκ ἀνθρώπινον.  Εἶτα ἐπειδὴ ἱστορίας ἔμελλε μεμνῆσθαι λοιπὸν, διὰ τοῦτο καὶ τὰ ὀνόματα τίθησιν, ἵνα δειχθῇ πάντα ἐπαληθεύων. Καὶ πείσαντες Βλάστον, φησὶ, τὸν ἐπὶ τοῦ κοιτῶνος τοῦ βασιλέως,  ᾐτοῦντο  εἰρήνην.  Τοῦτο ποιοῦσιν,  ἐπειδὴ  λιμὸς  ἦν.  Τακτῇ δὲ  ἡμέρᾳ καθίσας ὁ Ἡρώδης  ἐπὶ  τοῦ  βήματος  ἐδημηγόρει,  φησί. Παραχρῆμα δὲ ἐπάταξεν αὐτὸν  ἄγγελος  Κυρίου· καὶ  γενόμενος  σκωληκόβρωτος  ἐξέψυξε.



 βʹ. Τοῦτο  καὶ Ἰώσηπος λέγει, ὅτι μακρᾷ περιέπεσε νόσῳ. Οἱ μὲν οὖν πολλοὶ τοῦτο οὐκ ᾔδεσαν, ὁ δὲ ἀπόστολος αὐτὸ τίθησι. Πλὴν ἀλλὰ καὶ ἡ ἄγνοια ὠφέλει  λογιζομένων  αὐτῶν  τῷ Ἰακώβου   θανάτῳ   καὶ   τῷ   τῶν   στρατιωτῶν   φόνῳ   τὸ   κατὰ   τὸν   Ἡρώδην συμβεβηκέναι. Ὅρα· ὅτε μὲν τὸν ἀπόστολον ἔσφαξεν, οὐδὲν τοιοῦτον εἰργάσατο, ὅτε δὲ τούτους, λοιπὸν ἐν ἀφασίᾳ ἦν. Ἅτε οὖν ἠπορηκὼς καὶ αἰσχυνόμενος κατῆλθεν ἀπὸ  τῆς   Ἰουδαίας   εἰς  τὴν   Καισάρειαν.  Ἐμοὶ  δοκεῖ  καὶ  ἐκείνους   ἀπαγαγεῖν βουλόμενος,  πρὸς ἀπολογίαν  ἦλθε  τούτων·  ὠργίζετο  γὰρ ἐκείνοις  τούτους  οὕτω θεραπεύων.  Ὅρα πῶς  κενόδοξος  ὁ ἄνθρωπός  ἐστι. Μέλλων  αὐτοῖς  διδόναι  τὴν δωρεὰν, ἐδημηγόρησεν. Ὁ δὲ Ἰώσηπός φησιν, ὅτι καὶ ἐσθῆτα λαμπρὰν ἐξ ἀργύρου πεποιημένην περιέκειτο. Ὅρα καὶ ἐκεῖνοι πῶς κόλακες ἦσαν, καὶ τῶν ἀποστόλων τὸ φρόνημα. Ὃν γὰρ ἔθνος ὁλόκληρον ἐθεράπευσε, τοῦτον οὗτοι διέπτυον. Πάλιν δὲ γίνεται ἀνάπνευσις αὐτῶν μεγάλη, καὶ μυρία ἀγαθὰ ἐκ τῆς ἐκείνου τιμωρίας. Εἰ δὲ οὗτος ἀκούσας, ὅτι Φωνὴ Θεοῦ καὶ οὐκ ἀνθρώπου, καίτοι γε μηδὲν εἰπὼν τοιαῦτα ἔπαθε· πολλῷ μᾶλλον ἂν ὁ Χριστὸς, εἰ μὴ Θεὸς ἦν αὐτὸς, ἀεὶ λέγων, ὅτι Τὰ ῥήματα τὰ ἐμὰ οὐκ ἔστιν ἐμὰ, καὶ, Οἱ ὑπηρέται ἂν οἱ ἐμοὶ ἠγωνίζοντο,  καὶ ὅσα τοιαῦτα. Ἐκεῖνος δὲ αἰσχρῶς καὶ ἐλεεινῶς τὸν βίον κατέλυσε, καὶ οὐδὲ φαίνεται λοιπόν. Ὅρα δὲ αὐτὸν καὶ ὑπὸ τοῦ Βλάστου ἀναπειθόμενον, καὶ ἅτε δὴ ταλαίπωρον ὄντα εὐκόλως ὀργιζόμενον, καὶ πάλιν  καταλλαττόμενον,  καὶ πανταχοῦ  δοῦλον τῶν  δήμων, καὶ οὐδὲν ἐλεύθερον ἔχοντα. Σκόπει δὲ καὶ τὴν αὐθεντείαν τοῦ ἁγίου Πνεύματος. Λειτουργούντων  δὲ αὐτῶν, φησὶ, τῷ Κυρίῳ καὶ νηστευόντων,  εἶπε τὸ Πνεῦμα τὸ ἅγιον· Ἀφορίσατε δή μοι τὸν Βαρνάβαν καὶ Σαῦλον. Τίς ἂν ἐτόλμησε, μὴ τῆς αὐτῆς ἐξουσίας ὢν,  ταῦτα  εἰπεῖν;  Τοῦτο δὲ γίνεται,  ὥστε μὴ εἶναι  αὐτοὺς  κοινῇ  μεθ' ἑαυτῶν. Εἶδεν αὐτοὺς μείζονα δύναμιν  ἔχοντας, καὶ πολλοῖς δυναμένους ἀρκέσαι. Πῶς δὲ  αὐτοῖς  εἶπεν;  ∆ιὰ προφητῶν  ἴσως.  ∆ιὰ τοῦτο  προλαβὼν  εἶπεν,  ὅτι  καὶ προφῆται  ἦσαν καὶ ἐνήστευον  καὶ ἐλειτούργουν,  ἵνα  μάθῃς, ὅτι πολλῆς  νήψεως χρεία ἦν. Ἐν Ἀντιοχείᾳ  χειροτονεῖται,  ἔνθα  κηρύττει.  ∆ιὰ τί μὴ εἶπε, Τῷ Κυρίῳ ἀφορίσατε, ἀλλ'  Ἐμοί; ∆είκνυσιν, ὅτι ἕν ἐστι τὸ τῆς ἐξουσίας καὶ τῆς δυνάμεως. Ὁρᾷς ὅσον ἡ νηστεία  μέγα; ∆είκνυσιν,  ὅτι  πάντα  τὸ  Πνεῦμα ἐποίει.  Μέγα τι  ἡ
νηστεία ἀγαθόν· οὐχ ὅρῳ περιορίζεται. Ὅτε χειροτονεῖν  ἔδει, τότε νηστεύουσι· καὶ νηστεύουσιν αὐτοῖς εἶπε τὸ Πνεῦμα. Ἡ νηστεία δὲ οὐ τοῦτο μόνον ἐστὶν, ἀλλὰ καὶ τὸ τρυφῆς   ἀπέχεσθαι,  νηστείας   εἶδός   ἐστι.  Τοσοῦτον  ἐπιτάττω   μόνον   ἐγώ·  μὴ νηστεύσητε, ἀλλὰ τρυφῆς ἀπέχεσθε. Τροφὰς ζητῶμεν, μὴ διαφθο  ράν· τροφὰς ζητῶμεν, μὴ νόσων ὑποθέσεις, νόσων καὶ ψυχικῶν καὶ σωματικῶν· τροφὴν ζητῶμεν ἡδονὴν  ἔχουσαν, μὴ τρυφὴν  ἀηδίας γέμουσαν· τοῦτο τρυφὴ, ἐκεῖνο λύμη· τοῦτο ἡδονὴ, ἐκεῖνο  πόνος· τοῦτο κατὰ φύσιν, ἐκεῖνο  παρὰ φύσιν. Εἰπὲ γάρ μοι, εἴ τις ἔδωκέ  σοι κώνειον  πιεῖν,  οὐχὶ  παρὰ φύσιν  ἦν;  εἴ  τις  ξύλα  καὶ  λίθους,  οὐκ  ἂν ἀπεστράφης; Εἰκότως· παρὰ φύσιν γάρ ἐστι. Τοιοῦτον καὶ ἡ τρυφή. Καθάπερ γὰρ ἐν πόλει  πολιορκίας  γενομένης  πολὺς  θόρυβος γίνεται  καὶ  τάραχος  τῶν  πολεμίων ἐπεισελθόντων·  οὕτως ἐν τῇ ψυχῇ γίνεται,  οἴνου καὶ τρυφῆς ἐπεισελθούσης. Τίνι οὐαὶ, τίνι  θόρυβοι, τίνι  ἀηδίαι καὶ λέσχαι, τίνι  κρίσις; οὐχὶ τοῖς ἐγχρονίζουσιν  ἐν οἴνοις; Τίνος πελιδινοὶ  οἱ ὀφθαλμοί; Ἀλλὰ γὰρ, ὅσα ἂν εἴπωμεν, οὐκ ἀποστήσομεν τοὺς περὶ τὴν τρυφὴν ἀπησχολημένους, ἂν μὴ πρὸς ἕτερον ἀντιστήσωμεν τὸ πάθος. Καὶ πρῶτον μὲν πρὸς τὰς γυναῖκας ἡμῖν ἔστω ὁ λόγος. Οὐδὲν αἰσχρότερον γυναικὸς τρυφώσης, οὐδὲν αἰσχρότερον μεθυούσης· ἀμαυροῦται αὐτῆς τὸ τῆς ὄψεως ἄνθος, θολοῦται  τὸ γαληνὸν  καὶ ἥμερον τῶν  ὀφθαλμῶν,  οἱονεὶ  νεφέλης  τινὸς  ἀκτῖνας ὑποδραμούσης   ἡλιακάς.   Ἀνελεύθερον   τὸ   πρᾶγμα   καὶ   δουλικὸν,   καὶ   πάσης δυσγενείας ἀνάμεστον. Πῶς ἐστιν ἀηδὴς οἴνου ἀποπνέουσα γυνὴ ὀδωδότος, σεσηπότος· ἐρευγομένη κρεῶν διεφθορότων χυμὸν, βεβαρημένη καὶ διαναστῆναι μὴ δυναμένη,  ἐρυθρὰ οὖσα τοῦ δέοντος  πλέον, χάσμης γέμουσα καὶ ἀχλύος πολλῆς; Ἀλλ'  οὐκ  ἐκείνη  ἡ  τρυφῆς  ἀπεχομένη  τοιαύτη·  ἀλλὰ  σεμνὴ  καὶ  σώφρων  καὶ εὔμορφος. Καὶ γὰρ τῷ σώματι πολὺ περιτίθησι κάλλος τῆς ψυχῆς ἡ κατάστασις. Μὴ γὰρ δὴ νομίσῃς ἀπὸ τῶν σωματικῶν  τύπων  τοῦτο γίνεσθαι μόνον. ∆ὸς εὔμορφον κόρην, τεταραγμένην,  λάλον, λοίδορον, μέθυσον, πολυτελῆ,  εἰ μὴ πάσης αἰσχρᾶς δυσειδεστέρα καθέστηκεν; Εἰ δὲ αἰσχύνοιτο, εἰ δὲ σιγῴη, εἰ δὲ ἐρυθριᾷν μανθάνοι, εἰ δὲ φθέγγεσθαι συμμέτρως, εἰ δὲ νηστείαις ἐσχολακέναι· διπλοῦν τὸ κάλλος, πλείων ἡ ὥρα, ποθεινοτέρα ἡ ὄψις, σωφροσύνης γέμουσα καὶ κοσμιότητος. Βούλει λοιπὸν καὶ περὶ ἀνδρῶν  εἴπωμεν; Τί τοῦ μεθύοντος αἰσχρότερον; Καταγέλαστος οἰκέταις, καταγέλαστος ἐχθροῖς, ἐλεεινὸς  παρὰ φίλοις,  μυρίας καταγνώσεως  ἄξιος, θηρίον ἐστὶ μᾶλλον  ἢ ἄνθρωπος·  τὸ γὰρ πολλὰ  σιτεῖσθαι, παρδάλεως,  καὶ λέοντος,  καὶ ἄρκτου ἐστίν. Εἰκότως· οὐ γὰρ ἔχουσιν  ἐκεῖνα  ψυχὴν  λογικήν.  Καὶ μὴν κἀκεῖνα πλέον  τοῦ  δέοντος  καὶ  τοῦ  μέτρου  τοῦ  παρὰ  τῆς  φύσεως  αὐτοῖς  ὡρισμένου σιτισθέντα, διέφθειρε  τὸ πᾶν σῶμα· πόσῳ οὖν μᾶλλον  ἡμεῖς; ∆ιὰ τοῦτο ἡμῖν  εἰς μικρὸν συνέστειλε τὴν γαστέρα ὁ Θεός· διὰ τοῦτο ὀλίγον μέτρον ὥρισε τροφῆς, ἵνα παιδεύσῃ  ψυχῆς   ἐπιμελεῖσθαι. 


 γʹ.  Καταμάθωμεν  αὐτὴν   τὴν   κατασκευὴν   τὴν ἡμετέραν, καὶ ὀψόμεθα ἓν μόριον ἐν ἡμῖν ταύτην ἔχον τὴν ἐνέργειαν. Τὸ στόμα γὰρ ἡμῶν καὶ ἡ γλῶττα  πρὸς ὕμνους ἀφώρισται, ὁ φάρυγξ πρὸς φωνήν.  ∆ιὰ τοῦτο καὶ ἀνάγκη τῆς φύσεως ἡμᾶς ἐγκατέδησεν, ἵνα μηδὲ ἄκοντες ἐμπίπτωμεν  εἰς πολλὴν πραγματείαν. Ὡς εἴ γε ἡ τρυφὴ πόνους μὴ εἶχε, μηδὲ νόσους καὶ ἀῤῥωστίας, φορητὸν ἦν· νῦν δέ σοι τέθεικεν ὁροθέσια τῆς φύσεως, ἵνα μηδὲ βουλόμενος ὑπερβαίνῃς. Οὐχ ἡδονὴν  ζητεῖς,  ἀγαπητέ;  Τοῦτο παρὰ τῆς  αὐταρκείας  εὑρήσεις. Οὐχ ὑγείαν;  καὶ τοῦτο· οὐχὶ  ἀμεριμνίαν;  καὶ  τοῦτο· οὐχὶ  ἐλευθερίαν;  οὐχὶ  ῥῶσιν  σώματος, οὐχὶ εὐεξίαν, οὐχὶ νῆψιν ψυχῆς, οὐχὶ διέγερσιν; οὕτω πάντα τὰ καλὰ ἐνταῦθα· ἐν  ἐκείνῃ  δὲ  τὰ  ἐναντία,  ἀηδία,  καχεξία,  νόσος, ἀνελευθερία,  δαπάνη.  Πόθεν οὖν, φησὶν, ἐπὶ ταύτην τρέχομεν ἅπαντες; Ἀπὸ νόσου. Εἰπὲ γάρ μοι, διὰ τί τὸ βλάπτον ὁ νοσῶν ἐπιζητεῖ; οὐχὶ καὶ αὐτὸ τοῦτο τοῦ νοσεῖν σημεῖόν ἐστι; ∆ιὰ τί ὁ χωλὸς μὴ ὀρθὰ βαδίζει; αὐτὸ δὲ τοῦτο οὐκ ἀπὸ ῥᾳθυμίας καὶ τοῦ μὴ βούλεσθαι παρὰ τὸν ἰατρὸν ἰέναι; Τῶν γὰρ πραγμάτων τὰ μὲν πρόσκαιρον ἡδονὴν ἔχει, διηνεκῆ δὲ τὴν κόλασιν·τὰ δὲ τοὐναντίον,  τὴν μὲν καρτερίαν πρόσκαιρον, διηνεκῆ  δὲ τὴν  ἀπόλαυσιν. Ὁ τοίνυν οὕτω χαῦνος καὶ ῥᾴθυμος, ὥστε μὴ ὑπεριδεῖν τῶν παρόντων ἡδέων ὑπὲρ τῶν μελλόντων,  ταχέως ἁλίσκεται. Εἰπέ μοι, ὁ Ἡσαῦ πόθεν ἑάλω; πόθεν τὴν παροῦσαν ἡδονὴν τῆς μελλούσης προτετίμηκε τιμῆς; Ἀπὸ χαυνότητος καὶ μαλακίας. Τοῦτο δὲ αὐτὸ  πόθεν,  φησίν;  Ἐξ ἡμῶν  αὐτῶν·  καὶ  δῆλον  ἐκεῖθεν.  Ὅταν  γὰρ  θέλωμεν, διανιστῶμεν  ἑαυτοὺς,  καὶ  καρτερικοὶ  γινόμεθα  Ἐὰν γοῦν  ἀνάγκη  ποτὲ  ἐπέλθοι, πολλάκις  δὲ καὶ φιλονεικήσαντες  μόνον,  τὸ χρήσιμον  συνείδομεν. Ὅταν τοίνυν μέλλῃς τρυφᾷν, ἐννόησον τὸ πρόσκαιρον τῆς ἡδονῆς, τὴν ζημίαν (ζημία γὰρ ὄντως ἐστὶ μετὰ τῆς οἰκείας λύμης τοσαῦτα χρήματα δαπανᾷν), τὰς νόσους, τὰς ἀῤῥωστίας, καὶ καταφρόνησον τρυφῆς. Πόσους σοὶ βούλει ἀριθμήσω κακὰ παθόντας  ἀπὸ τῆς τρυφῆς; Ὁ Νῶε ἐμεθύσθη καὶ ἐγυμνώθη, καὶ ὅρα πόσα γέγονε κακὰ ἀπὸ τούτου· ὁ Ἡσαῦ ἀπὸ λαιμαργίας προέδωκε τὰ πρωτοτόκια, καὶ εἰς ἀδελφοκτονίαν ὥρμησεν. Ὁ λαὸς ὁ τοῦ Ἰσραὴλ ἐκάθισε φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν. ∆ιὰ τοῦτό φησι, Φαγὼν καὶ πιὼν μνήσθητι Κυρίου τοῦ Θεοῦ σου. Εἰς γὰρ κρημνὸν ἐνέπεσον οἱ εἰς τὴν τρυφὴν ἐμπεσόντες. Ἡ χήρα, φησὶν, ἡ σπαταλῶσα, ζῶσα τέθνηκεν· καὶ πάλιν, Ἐλιπάνθη, ἐπαχύνθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος· καὶ πάλιν ὁ Ἀπόστολος, Τῆς σαρκὸς πρόνοιαν  μὴ ποιεῖσθε εἰς ἐπιθυμίας.  Οὐ νομοθετῶ  νηστείαν  (οὐδὲ γὰρ ὁ ἀκούων  ἐστίν),  ἀλλ'  ἀναιρῶ  σπατάλην,  ἐκκόπτω  τρυφὴν,  διὰ  τὸ  χρήσιμον  τὸ ὑμέτερον· καθάπερ γὰρ χείμαῤῥος, οὕτω πάντα ἀνατρέπει ἡ τρυφή· οὐδὲν αὐτὴν τὸ κωλύον ἐστί· βασιλείας ἐκβάλλει. Τί τὸ πλέον; Βούλει τρυφᾷν; ∆ὸς πένησι, κάλεσον τὸν Χριστὸν ἵνα καὶ μετὰ τὸ τὴν τράπεζαν ἀρθῆναι ἔχῃς τρυφᾷν. Νῦν μὲν γὰρ οὐκ ἔχεις. εἰκότως· οὐδὲ γὰρ ἕστηκε τὰ ἐνταῦθα· τότε δὲ ἕξεις. Βούλει τρυφῆσαι; Θρέψον τὴν  ψυχὴν,  μετάδος αὐτῇ σιτίων  ὧν  ἔθος ἔχει· μὴ λιμοκτονήσῃς  αὐτήν.  Καιρὸς πολέμου, καιρὸς ἀγῶνος· σὺ δὲ κάθησαι τρυφῶν;  Οὐχ ὁρᾷς καὶ τοὺς τὰ σκῆπτρα ἐγκεχειρισμένους ἐν ταῖς ἔξω στρατείαις εὐτελῶς  ζῶντας; Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα· σὺ δὲ λιπαίνεις σαυτὸν μέλλων παλαίειν; Ἕστηκε τρίζων τοὺς ὀδόντας αὐτοῦ ὁ ἀντίπαλος, σὺ δὲ διακεχυμένος τυγχάνεις, καὶ τραπέζῃ προσέχεις. Οἶδα εἰκῆ ταῦτα λέγων, ἀλλ' οὐχ ἅπασιν. Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω. Ὁ Χριστὸς ὑπὸ λιμοῦ τήκεται, σὺ δὲ ὑπὸ γαστριμαργίας διασπᾷς σαυτόν· δύο ἀμετρίαι. Τί γὰρ οὐ ποιεῖ κακὸν ἡ τρυφή; Πρὸς ἑαυτὴν ἐναντία ἐστίν· ὅθεν οὐκ οἶδα, πῶς καὶ τὸ ὄνομα τοῦτο ἔχει· ἀλλ' ὥσπερ ἡ δόξα ἀτιμία οὖσα, καὶ ὁ πλοῦτος πενία ὢν, τοῦτο κέκληται· οὕτω καὶ ἡ τρυφὴ ἀηδία οὖσα. Μὴ γὰρ τυθῆναι ἔχομεν, ὅτι λιπαίνομεν  ἑαυτούς; Τί παρέχεις τῷ σκώληκι λαμπρὰν  τὴν τράπεζαν; τί πλείονας  ποιεῖς τοὺς ἰχώρας; τί πηγὰς ἱδρώτων, καὶ δυσωδίας ἐναποτίθεσαι; τί πρὸς πάντα σεαυτὸν ἄχρηστον κατασκευάζεις; Βούλει γενέσθαι ἰσχυρὸν τὸν ὀφθαλμόν; Τὸ σῶμα ποίησον εὔτονον. Καὶ γὰρ ἐν ταῖς χορδαῖς ἡ μὲν  παχεῖα καὶ ἀδιακάθαρτος, ἄχρηστος πρὸς τὰς μελῳδίας·   ἡ   δὲ   πάντοθεν    ἐπεξεσμένη   εὔτονός   ἐστι   καὶ   παναρμόνιος.   Τί καταχωννύεις  τὴν ψυχήν; τί τοῖχον παχύτερον ποιεῖς; τί πολὺν τὸν καπνὸν καὶ τὴν νεφέλην, ὅταν ἀτμοὶ καθάπερ τις ἀχλὺς πάντοθεν ὦσιν ἀναδιδόμενοι; Εἰ καὶ μηδεὶς ἕτερος, οἱ ἀθληταί σε παιδευέτωσαν, ὅτι τὸ ἰσχνότερον σῶμα ἰσχυρότερον. Οὐκοῦν καὶ ἡ φιλοσοφοῦσα ψυχὴ εὐτονωτέρα· ἡνιόχῳ γὰρ καὶ ἵππῳ ἔοικε. Καὶ ἔξεστιν ὁρᾷν, καθάπερ ἐπὶ τῶν τρυφῇ προσεχόντων ἀνθρώπων καὶ εὐσαρκούντων, οὕτω καὶ τοὺς εὐσαρκοῦντας τῶν ἵππων δυσκινήτους ὄντας, καὶ πολλὰ τῷ ἡνιόχῳ πράγματα παρέχοντας. Ἀγαπητὸν εὐήνιον  ἵππον ἔχοντα καὶ εὐσκελῆ δυνηθῆναι  τὸ βραβεῖον λαβεῖν.  Ὅταν   δὲ ἀναγκάζηται  ὁ ἡνίοχος  ἕλκειν  αὐτὸν,  καὶ  καταπεσόντα μυριάκις νύττων μὴ διανιστᾷν, κἂν σφόδρα αὐτὸς ἔμπειρος ᾖ, τῆς νίκης ἀποστερηθήσεται. Μὴ δὴ περιΐδωμεν ἡμῶν τὴν ψυχὴν ἐπηρεαζομένην διὰ τὸ σῶμα, ἀλλὰ καὶ ἐκείνην διορατικωτέραν ἐργασώμεθα· τὸ πτερὸν αὐτῇ κοῦφον ποιήσωμεν, χαυνότερα τὰ δεσμά· λόγοις αὐτὴν τρέφωμεν, αὐταρκείᾳ, ὅσον ὑγιαίνειν  μόνον τὸ σῶμα, ὅσον εὔρωστον εἶναι, ὅσον χαίρειν καὶ μὴ ἀλγεῖν· ἵνα οὕτω τὰ καθ' ἑαυτοὺς εὖ διαθέντες δυνηθῶμεν  τῆς ἄκρας ἀρετῆς ἐπιλαβέσθαι, καὶ τῶν αἰωνίων  ἀγαθῶν ἐπιτυχεῖν,  χάριτι  καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν  αἰώνων.  Ἀμήν. 


 ΚΗʹ.  Οὗτοι μὲν  οὖν  ἐκπεμφθέντες  ὑπὸ  τοῦ Πνεύματος  τοῦ  ἁγίου  κατῆλθον  εἰς  Σελεύκειαν,  κἀκεῖθεν  ἀπέπλευσαν  εἰς  τὴν Κύπρον. Καὶ γενόμενοι  ἐν  Σαλαμῖνι,  κατήγγειλαν  τὸν  λόγον  τοῦ  Θεοῦ ἐν  ταῖς συναγωγαῖς  τῶν  Ἰουδαίων.  Εἶχον δὲ καὶ Ἰωάννην  ὑπηρέτην.

 αʹ. Ἅμα χειροτονηθέντες  ἐξῆλθον,  καὶ εἰς Κύπρον ἀπέπλευσαν, ἅτε οὐκ οὔσης ἐπιβουλῆς ἐκεῖ, καὶ τοῦ λόγου κατασπαρέντος ἤδη. Ἐν Ἀντιοχείᾳ μὲν γὰρ ἦσαν ἱκανοί· καὶ ἡ Φοινίκη δὲ πλησίον τῆς Παλαιστίνης ἦν, Κύπρος δὲ οὐχί. Λοιπὸν μὴ ζήτει, διά τί; ὅταν Πνεύματι κινῶνται·  οὐ γὰρ δὴ ἐχειροτονήθησαν  Πνεύματι μόνον, ἀλλὰ καὶ ἐξεπέμφθησαν. Καὶ γενόμενοι ἐν Σαλαμῖνι κατήγγελλον  τὸν λόγον τοῦ Θεοῦ ἐν ταῖς συναγωγαῖς  τῶν  Ἰουδαίων.  Ὁρᾷς πᾶσαν  σπουδὴν  ποιουμένους  αὐτοὺς  ἐκείνοις καταγγέλλειν  τὸν λόγον πρώτοις, ἵνα μὴ φιλονεικοτέρους  ἐργάσωνται; Καὶ ἐκεῖνοι οὐκ  ἐλάλουν  εἰ  μὴ  Ἰουδαίοις  μόνοις,  καὶ  οὗτοι  εἰς  τὰς  συναγωγὰς  ἀπῄεσαν.∆ιελθόντες    δὲ   τὴν   νῆσον   ὅλην    ἄχρι   Πάφου,   εὗρον   ἄνδρα   τινὰ   μάγον ψευδοπροφήτην  Ἰουδαῖον, ᾧ ὄνομα Βὰρ Ἰησοῦς, ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ  Σεργίῳ Παύλῳ,  ἀνδρὶ  συνετῷ·  ὃς  προσκαλεσάμενος  Βαρνάβαν καὶ  Σαῦλον,  ἐπεζήτησεν ἀκοῦσαι τὸν  λόγον  τοῦ  Θεοῦ. Ἀνθίστατο  δὲ αὐτοῖς  Ἐλύμας ὁ μάγος  (οὕτω  γὰρ μεθερμηνεύεται  τὸ  ὄνομα  αὐτοῦ),  ζητῶν  διαστρέψαι  τὸν  ἀνθύπατον   ἀπὸ  τῆς πίστεως. Πάλιν μάγος Ἰουδαῖος, καθάπερ Σίμων. Καὶ ὅρα τοῦτον, ὅτε μὲν τοῖς ἄλλοις ἐκήρυττον, οὐ σφόδρα ἀγανακτοῦντα· ἐπειδὴ δὲ τῷ ἀνθυπάτῳ προσῄεσαν, τότε. Τὸ δὲ θαυμαστὸν τοῦ ἀνθυπάτου, ὅτι καὶ προκατειλημμένος τῇ μαγείᾳ ἐκείνου, ἤθελεν ἀκοῦσαι τῶν ἀποστόλων. Οὕτω καὶ οἱ Σαμαρεῖται ἐποίησαν, καὶ ἀπὸ συγκρίσεως ἡ νίκη  φαίνεται,  τῆς μαγείας  ἁλισκομένης. Πανταχοῦ ἡ κενοδοξία  καὶ ἡ φιλαρχία αἴτιαι τῶν κακῶν. Σαῦλος δὲ ὁ καὶ Παῦλος, πλησθεὶς Πνεύματος ἁγίου, ἀτενίσας εἰς αὐτὸν εἶπεν· Ὢ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς Κυρίου τὰς εὐθείας; Καὶ νῦν ἰδοὺ χεὶρ Κυρίου ἐπὶ σὲ, καὶ ἔσῃ τυφλὸς, μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. Ἐνταῦθα τὸ ὄνομα αὐτοῦ ἀμείβεται μετὰ τῆς χειροτονίας, ὅπερ καὶ ἐπὶ τοῦ Πέτρου γεγένηται. Καὶ ὅρα, οὐχ  ὕβρις  τὸ  πρᾶγμά  ἐστιν,  ἀλλὰ  κατάπληξις.  Τοὺς γὰρ  ἰταμοὺς  καὶ ἀναισχύντους οὕτω δεῖ καταπλήττεσθαι. Ὢ πλήρης παντὸς δόλου, φησὶ, καὶ πάσης ῥᾳδιουργίας. υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης. Ἐνταῦθα αὐτοῦ ἀποκαλύπτει τὰ ἐν τῇ δια  νοίᾳ, προσχήματι σωτηρίας ἀπολλύντι τὸν ἀνθύπατον. Οὐ παύσῃ, φησὶ, διαστρέφων τὰς ὁδοὺς Κυρίου; Καὶ ἀξιοπίστως, Οὐχ ἡμῖν πολεμεῖς, φησὶν, οὐδὲ μάχῃ, ἀλλὰ τὰς ὁδοὺς Κυρίου διαστρέφεις τὰς εὐθείας, καὶ μετ' ἐγκωμίου. Καὶ νῦν ἰδοὺ χεὶρ Κυρίου ἐπὶ σὲ, καὶ ἔσῃ τυφλός·  Ὧ αὐτὸς προσήχθη σημείῳ, τούτῳ  καὶ τοῦτον ἠβουλήθη προσαγαγεῖν. Καὶ τὸ, Ἄχρι καιροῦ δὲ, οὐ κολάζοντος ἦν τὸ ῥῆμα, ἀλλ' ἐπιστρέφοντος. Εἰ γὰρ κολάζοντος ἦν, διαπαντὸς ἂν αὐτὸν ἐποίησε τυφλόν· νῦν δὲ οὐ τοῦτο, ἀλλὰ πρὸς καιρὸν, ἵνα τὸν ἀνθύπατον κερδάνῃ. Παραχρῆμα δὲ ἐπέπεσεν ἐπ'  αὐτὸν  ἀχλὺς  καὶ  σκότος,  καὶ  περιάγων  ἐζήτει  χειραγωγούς.  Τότε  ἰδὼν  ὁ ἀνθύπατος  τὸ  γεγονὸς,  ἐπίστευσεν,  ἐκπληττόμενος   ἐπὶ  τῇ  διδαχῇ  τοῦ  Κυρίου. Εἰκότως· τὸν γὰρ προκατειλημμένον  τῇ μαγείᾳ ταύτῃ τῇ τιμωρίᾳ παιδεῦσαι ἐχρῆν. Οὕτω καὶ οἱ ἐν Αἰγύπτῳ μάγοι ὑπὸ τῶν φλυκτίδων  τὸ πρὶν ἐπαιδεύοντο. Ὅρα δὲ αὐτοὺς οὐκ ἐγχρονίζοντας  αὐτόθι, ἅτε τοῦ ἀνθυπάτου  λοιπὸν  πιστεύσαντος, οὐδὲ μαλακισθέντας τῇ κολακείᾳ καὶ τῇ τιμῇ, ἀλλ' εὐθέως τοῦ ἔργου ἐχομένους, καὶ εἰς τὴν ἀντιπέραν  χώραν ὁρμῶντας. Ἀναχθέντες  δὲ ἀπὸ τῆς Κύπρου οἱ περὶ Παῦλον, ἦλθον εἰς Πέργην τῆς Παμφυλίας. Ἰωάννης δὲ ἀποχωρήσας ἀπ' αὐτῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα. Αὐτοὶ δὲ διελθόντες  ἀπὸ τῆς Πέργης παρεγένοντο  εἰς Ἀντιόχειαν τῆς Πισιδίας καὶ εἰσελθόντες εἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων ἐκάθισαν. Πάλιν εἰς τὰς συναγωγὰς ἐν σχήματι Ἰουδαίων εἰσῄεσαν, ὥστε μὴ πολεμεῖσθαι μηδὲ ἐλαύνεσθαι, καὶ οὕτω τὸ πᾶν κατώρθουν. Μετὰ δὲ τὴν ἀνάγνωσιν  τοῦ νόμου καὶ τῶν  προφητῶν,   ἀπέστειλαν  οἱ  ἀρχισυνάγωγοι   πρὸς  αὐτοὺς  λέγοντες·  Ἄνδρες ἀδελφοὶ,  εἰ  ἔστι  λόγος  ἐν  ὑμῖν  παρακλήσεως  πρὸς  τὸν  λαὸν,  λέγετε.  Λοιπὸν ἐντεῦθεν τὰ κατὰ Παῦλον μανθάνομεν, οὐ μικρὰ περὶ τοῦ Πέτρου μαθόντες ἐν τοῖς πρῴην  εἰρημένοις.  Ἀλλ' ἴδωμεν  ἄνωθεν  τὰ  εἰρημένα.  Καὶ γενόμενοι,  φησὶν,  ἐν Σαλαμῖνι, κατήγγελλον  τὸν λόγον τοῦ Θεοῦ τῇ μητροπόλει τῆς Κύπρου. Ἐποίησαν ἐνιαυτὸν  ἐν Ἀντιοχείᾳ. Ἔδει κἀκεῖ ἀπελθεῖν,  καὶ μὴ διαπαντὸς  ἐνθάδε καθῆσθαι· ἔδει  μειζόνων  αὐτοῖς  διδασκάλων.  Ὅρα πῶς  καὶ  ἐν  Σελευκείᾳ οὐ διατρίβουσιν, εἰδότες, ὅτι ἀπὸ τῆς γείτονος πόλεως ἐκαρπώσαντο ἂν πολλὴν τὴν ὠφέλειαν, ἀλλὰ πρὸς τὰ κατεπείγοντα  σπεύδουσι καὶ ἐκεῖ. Πρὸς γὰρ τὴν μητρόπολιν  ἐλθόντες  τῆς νήσου, τὸν  ἀνθύπατον  ἔσπευδον διορθῶσαι. Ὅτι δὲ οὐ κολακείας  ἦν  τὸ λέγειν, Συνῆν τῷ ἀνθυπάτῳ, ἀνδρὶ συνετῷ, ἀπὸ τοῦ πράγματος μάνθανε, πῶς οὐκ ἐδεήθη λό γων πολλῶν,  πῶς ἠθέλησεν αὐτῶν  ἀκοῦσαι. Καὶ τὰ ὀνόματα δὲ καταλέγει τῶν   πόλεων·  δεικνὺς,  ὅτι  ἐπειδὴ  προσφάτως  τὸν  λόγον   ἐδέξαντο,  χρεία  ἦν ἐπιστηρίζεσθαι τῇ πίστει ἐμμένειν· διὸ καὶ συνεχῶς αὐταῖς ἐφίσταντο. Ὅρα ὅτι οὐδὲν πρὸς τὸν μάγον εἶπεν, ἕως ἐκεῖνος ἀφορμὴν ἔδωκεν· ἀλλὰ τὸν λόγον τοῦ Κυρίου μόνον  κατήγγελλον.  Ἐπειδὴ γὰρ τοὺς ἄλλους  ἑώρα προσέχοντας, αὐτὸς πρὸς ἓν τοῦτο ἐσκόπει, ὥστε ἐκεῖνον μὴ πεισθῆναι. Καὶ διὰ τί μὴ ἕτερον σημεῖον ἐποίησεν; Ὅτι οὐκ ἦν τούτου ἴσον, τοῦ τὸν ἐχθρὸν ἑλεῖν.



 βʹ. Καὶ ὅρα, πρότερον ἐγκαλεῖ, καὶ τότε τιμωρεῖται. ∆είκνυσι δὲ δικαίως αὐτὸν παθόντα τῷ λέγειν· Ὢ πλήρης παντὸς δόλου.  Τουτέστιν,  οὐδὲν  ἔχων  ἐλλιπὲς,  φησί.  Καὶ καλῶς  εἶπε,  Παντὸς  δόλου· ὑπεκρίνετο  γάρ.  Υἱὲ διαβόλου·  τὸ  γὰρ  ἔργον  ἐκείνου  ἔπραττεν.  Ἐχθρὲ  πάσης δικαιοσύνης·  ἡ  γὰρ  πᾶσα δικαιοσύνη  ὄντως  αὕτη  ἦν.  Ἐμοὶ δοκεῖ  καὶ  τὸν  βίον ἐλέγχειν  τὸν αὐτοῦ, ταῦτα λέγων. Καὶ ἵνα δείξῃ, ὅτι οὐκ ἦν θυμοῦ τὰ ῥήματα, διὰ τοῦτο προλαβὼν  εἶπε, Πλησθεὶς Πνεύματος ἁγίου·  τουτέστιν,  ἐνεργείας. Καὶ νῦν ἰδοὺ χεὶρ Κυρίου ἐπὶ σέ. Οὐκ ἄρα τιμωρία ἦν, ἀλλ' ἴασις. Μονονουχὶ γὰρ ἔλεγεν· Οὐκ ἐγὼ ποιῶ, ἀλλ' ἡ τοῦ Θεοῦ χείρ. Ὅρα τὸ ἄτυφον. Ἔσῃ τυφλὸς, μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. Τοῦτο λέγει, ἵνα δῷ αὐτῷ μετανοῆσαι. Οὐδαμοῦ γὰρ ἐβούλοντο ἀπὸ τῶν σκυθρωποτέρων φαίνεσθαι, εἰ καὶ εἰς ἐχθροὺς ταῦτα ἐγένετο. Ἀλλ' ἐπὶ μὲν τῶν οἰκείων εἰκότως· ἐπὶ δὲ τῶν ἀλλοτρίων  οὐχὶ, ἵνα μὴ νομισθῇ τὸ πρᾶγμα ἀνάγκης εἶναι λοιπὸν καὶ δέους. Τεκμήριον δὲ τῆς τυφλότητος, τὸ χειραγωγοὺς ζητεῖν. Εἶτα ὁρᾷ  τὴν   πήρωσιν   ὁ  ἀνθύπατος,   καὶ   εὐθὺς   πιστεύει·  καὶ   οὐχ   ἁπλῶς,   ἀλλ'  Ἐκπληττόμενος· εἶδε γὰρ, ὅτι οὐ λόγοι οὐδὲ ἀπάτη ταῦτα. Ὅρα πόσον ἔρωτα εἶχε διδασκαλίας ἐν ἀρχῇ ὢν τοσαύτῃ. Οὐκ εἶπε πρὸς αὐτὸν, Οὐ παύσῃ διαστρέφων τὸν ἀνθύπατον· ἀλλὰ, Τὰς ὁδοὺς Κυρίου, ὃ πλέον ἦν· ἵνα μὴ δόξῃ κολακεύειν. Τί δήποτε δὲ ὁ Ἰωάννης  ἀναχωρεῖ ἀπ' αὐτῶν; Ἰωάννης  γὰρ, φησὶν, ἀποχωρήσας ἀπ' αὐτῶν, ὑπέστρεψεν εἰς Ἱεροσόλυμα· ἅτε ἐπὶ μακροτέραν λοιπὸν στελλομένων ὁδόν· καίτοι γε ὑπηρέτης ἐκεῖνος ἦν, αὐτοὶ δὲ τὸν κίνδυνον  εἶχον. Πάλιν ἐλθόντες εἰς Πέργην, παρατρέχουσι τὰς ἄλλας πόλεις· ἐπὶ τὴν μητρόπολιν γὰρ ἠπείγοντο τὴν Ἀντιόχειαν. Καὶ ὅρα πῶς ὑποτέμνεται  ὁ συγγραφεύς. Ἐκάθισαν ἐν τῇ συναγωγῇ, φησὶ, καὶ τῇ ἡμέρᾳ τῶν σαββάτων· ὥστε προοδοποιῆσαι τῷ λόγῳ. Καὶ οὐ πρῶτοι λέγουσιν, ἀλλ' ἐπιτραπέντες, ἅτε ὡς ξένους προσεκαλοῦντο. Εἰ μὴ περιέμειναν δὲ, οὐκ ἂν ἐγένετο λόγος. Ἐνταῦθα πρῶτον κηρύττει Παῦλος. Καὶ ὅρα αὐτοῦ τὴν σύνεσιν· ἔνθα μὲν ἦν κατεσπαρμένος ὁ λόγος, παρατρέχει· ἔνθα δὲ οὐδεὶς ἦν, ἐνδιατρίβει καθὼς καὶ αὐτός φησι  γράφων·  Οὕτω  δὲ  φιλοτιμούμενος   εὐαγγελίζεσθαι,  οὐχ  ὅπου  ὠνομάσθη Χριστός. Ἀνδρείας δὲ ἦν καὶ τοῦτο πολλῆς. Ὄντως ἐκ προοιμίων θαυμαστὸς ὁ ἀνήρ· ἐσταυρωμένος, παρατεταγμένος, ᾔδει πόσης ἀπέλαυσε χάριτος· ἀντίῤῥοπον εἰσήγαγε τὴν σπουδήν. Οὐκ ὠργίσθη πρὸς Ἰωάννην· οὐ γὰρ τούτου ἦν· ἀλλὰ τοῦ ἔργου εἴχετο· οὐκ   ἐδειλίασεν,   οὐκ   ἐφοβήθη   ἐν   μέσῳ   πλήθους   ἀπειλημμένος.   Ὅρα  πῶς οἰκονομεῖται  Παῦλον μὴ κηρύττειν  ἐν  Ἱεροσολύμοις· ἀρκεῖ καὶ τοῦτο  μόνον  τὸ ἀκοῦσαι, ὅτι ἐπίστευσε· κηρύττοντος δὲ οὐκ ἂν ἠνέσχοντο διὰ τὸ μῖσος· καὶ πόῤῥω ἄπεισιν, ἔνθα γνώριμος οὐκ ἦν. Πρότερον ἤλεγξε τὸν μάγον ὅστις ἦν·  καὶ ὅτι τοιοῦτος ἦν, τὸ σημεῖον ἐδείκνυ. Τῆς ἐν τῇ ψυχῇ τυφλότητος  τοῦτο σημεῖον ἦν· Ἄχρι δὲ καιροῦ πάσχει, ὥστε μετανοῆσαι. Καλῶς δὲ τῷ σαββάτῳ εἰσῆλθον εἰς τὴν συναγωγὴν, ὅτε πάντες ἦσαν συνειλεγμένοι. Καὶ μετὰ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν, φησὶν, ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι, λέγοντες· Ἄνδρες ἀδελφοὶ, εἰ ἔστι λόγος ἐν ὑμῖν παρακλήσεως πρὸς τὸν λαὸν, λέγετε. Ὅρα αὐτοὺς ἀφθόνως τότε τοῦτο ποιοῦντας, μετὰ δὲ τοῦτο οὐκ ἔτι. Εἰ τοῦτο ἐβούλεσθε, μᾶλλον ἔδει παρακαλέσαι. Ἀλλ' ὢ τῆς φιλαρχίας,  ὢ τῆς κενοδοξίας, πῶς πάντα ἀνατρέπει καὶ ἀπόλλυσι· κατὰ τῆς οἰκείας, κατὰ τῆς ἀλλήλων  σωτηρίας ἑστάναι παρασκευάζει· πηροὺς οὕτω καὶ τυφλοὺς ἐργάζεται, ὥστε καὶ χειραγωγοὺς ζητεῖν. Εἴθε κἂν τοῦτο, εἴθε κἂν χειραγωγοὺς ἐζήτουν· ἀλλ' οὐκ ἔτι τούτου ἀνέχονται, ἀλλ' ἑαυτοῖς ἐπιτρέπουσι τὸ πᾶν. Οὐδένα ἀφίησιν ἰδεῖν· καθάπερ ἀχλὺς ἐπιτίθεται καὶ ζόφος, οὐκ ἀφιεὶς διαβλέψαι. Ποίαν ἕξομεν ἀπολογίαν διὰ πάθος πάθους κρατοῦντες, διὰ δὲ τὸν τοῦ Θεοῦ φόβον οὐκ ἔτι; Οἷον, πολλοὶ ἀσελγεῖς ὄντες καὶ φιλοχρήματοι, διὰ τὴν τῶν χρημάτων  φειδωλίαν  ἐχαλίνωσαν  τὴν ἡδονήν· ἄλλοι τοὐναντίον,  διὰ τὴν ἡδονὴν ὑπερεῖδον χρημάτων.  Πάλιν οἱ ἡττώμενοι  δόξης κενῆς ἀμφοτέρων  περιγεγόνασι, χρήματα  ἀναλίσκοντες  ἀφειδῶς,  καὶ σωφρονοῦντες  εἰκῆ· ἄλλοι  πάλιν  κενόδοξοι σφόδρα  ὄντες,  κατεφρόνησαν  τοῦ  πάθους,  πολλὰ  ὑπομείναντες  αἰσχρὰ, καὶ  δι' ἔρωτας καὶ διὰ χρήματα· ἕτεροι πάλιν, ἵνα τὸν θυμὸν ἐμπλήσωσι τὸν αὐτῶν, εἵλοντο ζημιωθῆναι  μυρία, καὶ  οὐδενὸς  αὐτοῖς  τούτων  ἐμέλησεν,  ἵνα  μόνον  τὸ  θέλημα ποιήσωσι τὸ αὐτῶν. Καὶ ὅπερ ἰσχύει πάθος, οὐκ ἴσχυσε παρ' ἡμῖν ὁ τοῦ Θεοῦ φόβος. Καὶ τί λέγω  πάθος; Ὅπερ αἰδὼς ἀνθρώπων  ἰσχύει, οὐκ ἰσχύει ὁ τοῦ Θεοῦ φόβος. Πολλὰ καὶ κατορθοῦμεν, καὶ ἁμαρτάνομεν ἀνθρώπους αἰδούμενοι· τὸν δὲ Θεὸν οὐ δεδοίκαμεν.  Πόσοι δι' αἰσχύνην  προήκαντο  χρήματα; πόσοι ἐφιλοτιμήσαντο  εἰκῆ ὑπηρετούμενοι  τοῖς  αὐτῶν   φίλοις   ἐπὶ  κακῷ;  πόσοι  φιλίας   αἰδεσθέντες  μυρία ἥμαρτον;


γʹ. Εἰ τοίνυν καὶ πάθος καὶ αἰδὼς ἀνθρωπίνη  δύναται ἐμβαλεῖν ἡμᾶς καὶ εἰς ἁμαρτήματα καὶ εἰς κατορθώματα, εἰκῆ λέγομεν, ὅτι οὐ δυνάμεθα· δυνάμεθα γὰρ ἂν θέλωμεν· θελῆσαι δὲ πάντας χρή. Εἰπὲ δή μοι, διὰ τί οὐ δύνασαι δόξης κρατεῖν, ὅταν ἕτεροι ὦσι κρατοῦντες τὴν αὐτὴν ἔχοντες  ψυχὴν,  τὸ αὐτὸ σῶμα, τὴν αὐτὴν μορφὴν, τὴν αὐτὴν ζῶντες ζωήν; Ἐννόησον τὸν Θεὸν, ἐννόησον τὴν ἄνωθεν δόξαν· ἀντίστησον αὐτῇ τὰ παρόντα, καὶ ταχέως ταύτης ἀποπηδήσεις. Ὅλως εἰ δόξης ἐπιθυμεῖς, τῆς ὄντως δόξης ἐπιθύμει. Ποία δόξα ὅταν ἀτιμίας ποιῇ; ποία δόξα, ὅταν τῆς ἐλαττόνων ἀναγκάζῃ τιμῆς ἐφίεσθαι, κἀκείνης χρείαν ἔχῃ; Τιμή ἐστι τὸ τῆς παρὰ τῶν μειζόνων ἀπολαύειν δόξης. Ὅλως εἰ δόξης ἐρᾷς, μᾶλλον ἐράσθητι τῆς παρὰ τοῦ Θεοῦ. Ἂν  ἐρασθεὶς ἐκείνης,  ταύτης  καταφρονήσῃς, ὄψει  ταύτην  ἄτιμον·  ἕως  ἂν ἐκείνην  μὴ ἴδης, οὐδὲ ταύτην  ἰδεῖν δυνήσῃ πῶς ἐστιν αἰσχρὰ, πῶς καταγέλαστος. Καθάπερ γὰρ οἱ πονηρᾷ τινι γυναικὶ προκατειλημμένοι εἰδεχθεῖ καὶ αἰσχρᾷ, ἕως ἂν φιλῶσιν  αὐτὴν, οὐ δύνανται  τὴν δυσείδειαν ἰδεῖν,  τοῦ πάθους ἐπισκοτοῦντος  τῇ κρίσει· οὕτω δὴ καὶ ἐνταῦθα· ἕως ἂν κατεχώμεθα  τῷ πάθει, οὐ δυνάμε  θα συνιδεῖν οἷόν ἐστι κακόν. Πῶς οὖν ἀπαλλαγείημεν  ἂν, φησὶν, αὐτοῦ; Ἐννόει τοὺς χρήματα ἀναλώσαντας  μυρία, καὶ οὐδὲν ἀπ' αὐτῶν  καρπωσαμένους· ἐννόει  τοὺς ἀποθανόντας ὅσης ἀπήλαυσαν δόξης, καὶ οὐδαμοῦ αὕτη βεβαία, ἀλλ' ἀπόλωλε καὶ διέφθαρται· ἐννόησον, ὅτι ὄνομα μόνον ἐστὶ, πρᾶγμα δὲ οὐκ ἔχει· ἐπεὶ τί ἐστι δόξα; εἰπέ μοι· δὸς ὅρον τινά. Τὸ θαυμάζεσθαι παρὰ πάντων, φησί. ∆ικαίως, ἢ καὶ ἀδίκως;
Εἰ μὲν γὰρ ἀδίκως, οὐκ ἂν εἴη τοῦτο θαῦμα, ἀλλὰ κατηγορία, καὶ κολακεία, καὶ διαβολή· εἰ δικαίως, τοῦτο οὐ δυνατόν· οὐ γὰρ ἔχει κρίσεις ὀρθὰς ὁ δῆμος, ἀλλὰ τοὺς ταῖς ἐπιθυμίαις  αὐτῶν  ὑπηρετοῦντας  τούτους θαυμάζουσι. Καὶ εἰ βούλεσθε, καταμάθετε τοὺς ταῖς πόρναις τὰ αὐτῶν δωρουμένους, τοὺς τοῖς ἡνιόχοις, τοὺς τοῖς ὀρχησταῖς. Ἀλλ' οὐ τούτους, φησὶ, φαμὲν, ἀλλὰ τοὺς δικαίους, καὶ τοὺς ὀρθοὺς, καὶ μεγάλα δυναμένους ποιεῖν καλά. Εἴθε ἠβούλοντο, καὶ ταχέως ἐποίουν ἂν τὰ ἀγαθά· νῦν δὲ οὐδὲν τούτων ποιοῦσι Τίς, εἰπέ μοι, τὸν δίκαιον ἐπαινεῖ νῦν καὶ τὸν ὀρθόν; Τοὐναντίον μὲν οὖν. Τί δὲ ψυχρότερον δικαίου, εἰ πρᾶγμα τοιοῦτον κατορθῶν τῆς παρὰ τῶν πολλῶν δόξης ἐφίεται; Τοιοῦτον γὰρ ποιεῖ, οἷον ἂν εἴ  τις ζωγράφος ἄριστος ὢν  καὶ  εἰκόνα  γράφων  βασιλικὴν,  τῶν  οὐκ  ἐμπείρων  ἀποδέχοιτο  τοὺς ἐπαίνους. Ἄλλως δὲ ταχέως ἀποστήσεται ἄνθρωπος ὁ πρὸς δόξαν ὁρῶν ἀνθρωπίνην τῶν  κατ' ἀρετὴν  πραγμάτων.  Εἰ γὰρ  μέλλοι  πρὸς ἐπαίνους  κεχηνέναι,  ἅπερ ἂν ἐκεῖνοι θέλωσι, ταῦτα ἐργάζεται, οὐχ ἅπερ ἂν αὐτός. Τί οὖν ἂν ὑμῖν συμβουλεύσαιμι λοιπὸν ποιεῖν; Τῷ Θεῷ προσέχειν, τοῖς ἐπαίνοις ἀρκεῖσθαι τοῖς παρ' αὐτοῦ, πάντα τὰ ἐκείνῳ δοκοῦντα ἐργάζεσθαι, καὶ τὰ ἀγαθὰ πράττειν, πρὸς μηδὲν τῶν ἀνθρωπίνων κεχηνέναι·  τοῦτο  γὰρ καὶ νηστείαν  καὶ εὐχὴν  καὶ ἐλεημοσύνην  λυμαίνεται,  καὶ πάντα τὰ ἡμέτερα ἀγαθὰ κενοῖ. Ὅπερ ἵνα μὴ πάθωμεν, φύγωμεν  τουτὶ τὸ πάθος. Πρὸς ἓν μόνον ὁρῶμεν, τὸν παρὰ τοῦ Θεοῦ ἔπαινον, τὴν ἐκεῖθεν ἀποδοχὴν, τὴν παρὰ τοῦ κοινοῦ ∆εσπότου εὐφημίαν· ἵνα μετὰ ἀρετῆς τὸν παρόντα βίον διανύσαντες, τῶν ἐπηγγελμένων    ἀγαθῶν    σὺν   τοῖς   ἀγαπῶσιν   αὐτὸν   ἐπιτύχωμεν,    χάριτι   καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ  Πατρὶ ἅμα τῷ  ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 ΚΘʹ. Ἀναστὰς δὲ Παῦλος, καὶ κατασείσας τῇ χειρὶ, εἶπεν· Ἄνδρες Ἰσραηλῖται, καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν Θεὸν, ἀκούσατε. Ὁ Θεὸς τοῦ λαοῦ τού του ἐξελέξατο τοὺς πατέρας ἡμῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ αὐτοῦ ἐν γῇ Αἰγύπτῳ, καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς.

αʹ. Ὅρα τὸν Βαρνάβαν παραχωροῦντα τῷ Παύλῳ, ὥσπερ καὶ Πέτρῳ Ἰωάννης πανταχοῦ. Αὐτὸς ἤγαγεν αὐτὸν ἀπὸ ∆αμασκοῦ· καίτοι αὐτοῦ αἰδεσιμώτερος ἦν· ἀλλὰ πρὸς τὸ κοινῇ συμφέρον ἑώρων. Καὶ ἀναστὰς, φησὶ, καὶ κατασείσας τῇ χειρί. Ἔθος τοῦτο Ἰουδαίοις ἦν· διὸ καὶ αὐτὸς κατὰ τοῦτο αὐτοῖς διαλέγεται. Ὅρα πῶς προοδοποιεῖ τῷ λόγῳ· πρότερον ἐγκωμιάσας αὐτοὺς, καὶ δείξας πολλὴν περὶ αὐτοὺς τὴν κηδεμονίαν διὰ τοῦ εἰπεῖν, Οἱ φοβούμενοι τὸν Θεὸν, οὕτως ἄρχεται τοῦ λόγου. Καὶ οὐκ εἶπεν, οἱ προσήλυτοι, ὅπερ ἦν συμφορᾶς ὄνομα. Ὁ Θεὸς τοῦ λαοῦ τούτου ἐξελέξατο τοὺς πατέρας ἡμῶν καὶ τὸν λαόν. Ὅρα πῶς καὶ αὐτὸς τὸν κοινὸν  τῶν ἀνθρώπων  Θεὸν αὐτῶν  ἰδίως  καλεῖ, καὶ δείκνυσιν  ἄνωθεν  τὰς εὐεργεσίας αὐτοῦ μεγάλας οὔσας, καθάπερ καὶ Στέφανος. Ταῦτα δὲ ποιοῦσιν, ἵνα παιδεύσωσιν αὐτοὺς, ὅτι καὶ νῦν κατὰ τὸ αὐτὸ ἔθος τὸν Υἱὸν αὐτοῦ ἀπέστειλε. Καθάπερ καὶ ὁ Χριστὸς εἶπεν  ἐν  τῷ  ἀμπελῶνι,  οὕτω  καὶ  αὐτός  φησιν.  Ὕψωσεν ἐν  τῇ  παροικίᾳ  ἐν  γῇ Αἰγύπτῳ,  καὶ  μετὰ  βραχίονος   ὑψηλοῦ   ἐξήγαγεν   αὐτοὺς   ἐξ  αὐτῆς.  Καὶ  μὴν τοὐναντίον γέγονεν· ἀλλ' εἰς πλῆθος ἐπέδοσαν· ἀλλὰ τὰ θαύματα δι' αὐτοὺς γέγονε. Τούτων καὶ οἱ προφῆται μνημονεύουσιν ἀεὶ τῶν κατ' Αἴγυπτον. Καὶ ὅρα πῶς τοὺς καιροὺς τῶν συμφορῶν παρατρέχει, καὶ οὐδαμοῦ τὰ ἐγκλήματα παράγει εἰς μέσον, ἀλλὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν,  ἐκεῖνα αὐτοῖς ἀφεὶς λογίζεσθαι. Καὶ ὡς τεσσαράκοντα ἔτη χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ. Εἶτα τὴν κατοικίαν λέγει· Καὶ καθελὼν  ἔθνη ἑπτὰ ἐν γῇ Χαναὰν, κατεκληρονόμησεν αὐτοῖς τὴν γῆν αὐτῶν.  Καὶ ὁ χρόνος πολύς· τετρακόσια γὰρ πεντήκοντα  ἔτη· Καὶ μετὰ ταῦτα ὡς ἔτεσι τετρακοσίοις καὶ πεν  τήκοντα ἔδωκεν αὐτοῖς κριτὰς ἕως Σαμουὴλ τοῦ προφήτου.  Ἐνταῦθα  ὅτι  διαφόρως  ᾠκονόμει  τὰ  κατ' αὐτοὺς  ἐδήλωσε. Κἀκεῖθεν ᾐτήσαντο βασιλέα. Καὶ οὐ λέγει τὴν ἀγνωμοσύνην αὐτῶν, ἀλλὰ πανταχοῦ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν.   Καὶ ἔδωκεν  αὐτοῖς  τὸν  Σαοὺλ  υἱὸν  Κὶς, ἄνδρα  ἐκ  φυλῆς Βενιαμὶν, ἔτη τεσσαράκοντα· καὶ μεταστήσας αὐτὸν ἤγειρεν  αὐτοῖς τὸν ∆αυῒδ εἰς βασιλέα· ᾧ  καὶ εἶπε  μαρτυρήσας· Εὗρον ∆αυῒδ τὸν  τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ  τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου. Οὐ μικρὸν τοῦτο τὸ ἀπὸ ∆αυῒδ εἶναι τὸν Χριστόν. Εἶτα καὶ Ἰωάννην εἰσάγει μαρτυροῦντα, λέγων· Τούτου ὁ Θεὸς ἀπὸ τοῦ σπέρματος κατ' ἐπαγγελίαν  ἤγειρε  τῷ  Ἰσραὴλ Σωτῆρα [Ἰησοῦν], προκηρύξαντος Ἰωάννου  πρὸ προσώπου  τῆς  εἰσόδου αὐτοῦ  βάπτισμα  μετανοίας  παντὶ  τῷ  λαῷ Ἰσραήλ. Ὡς δὲ ἐπλήρου ὁ Ἰωάννης τὸν δρόμον, ἔλεγε· Τίνα με ὑπονοεῖτε εἶναι; οὐκ εἰμὶ ἐγώ· ἀλλ'  ἰδοὺ ἔρχεται μετ'  ἐμὲ, οὗ οὐκ εἰμὶ ἱκανὸς τὸ ὑπόδημα τῶν  ποδῶν λῦσαι. Καὶ Ἰωάννης  δὲ μαρτυρεῖ οὐχ ἁπλῶς, ἀλλὰ τὴν δόξαν ἐξ ἑαυτοῦ ἀποκρουόμενος,  καίτοι  πάντων   ἐπ'  αὐτὸν  ταύτην  ἀγόντων.   Οὐκ ἔστι  δὲ  ἴσον μηδενὸς διδόντος καὶ πολλῶν  παρεχόντων  ταύτην τὴν τιμὴν διωθεῖσθαι, καὶ μηδὲ ἁπλῶς, ἀλλὰ μετὰ τοσαύτης ὑποστολῆς. Ἄνδρες ἀδελφοὶ, υἱοὶ γένους Ἀβραὰμ, καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν Θεὸν, ὑμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ἐξαπεστάλη. Οἱ γὰρ κατοικοῦντες  Ἱερουσαλὴμ, καὶ οἱ ἄρχοντες  αὐτῶν  τοῦτον  ἀγνοήσαντες,  καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας, κρίναντες ἐπλήρωσαν· καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες ᾐτήσαντο Πιλᾶτον ἀναιρεθῆναι αὐτόν. Πανταχοῦ τοῦτο σπουδάζουσι δεῖξαι οἰκεῖον αὐτῶν ὂν τὸ ἀγαθὸν, ἵνα μὴ ὡς ἀλλοτρίῳ προσέχοντες φεύγωσιν, ἐπειδὴ ἐσταύρωσαν αὐτόν. Τοῦτον, φησὶν, ἀγνοήσαντες·   ὥστε  ἀγνοίας   ἦν   τὸ   ἁμάρτημα.  Ὅρα  πῶς   καὶ   ὑπὲρ  ἐκείνων ἀπολογεῖται   ἠρέμα.  Καὶ  οὐ  τοῦτο  μόνον·  ἀλλ'  ὅτι  καὶ  οὕτως  ἔδει  γενέσθαι προστίθησι. Καὶ ἵνα  μή τις  εἴπῃ. Πόθεν  δῆλον,  ὅτι  ἀνέστη; φησὶ τὸ, Καὶ μάρτυρες αὐτοῦ εἰσιν. Εἶτα πάλιν  ἀπὸ τῶν  Γραφῶν ἰσχυρίζεται· Ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου, ἔθηκαν εἰς μνημεῖον. Ὁ δὲ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, ὃς ὤφθη ἐπὶ ἡμέρος πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἱερουσαλὴμ, οἵτινές εἰσι μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν. Καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γεγενημένην, ὅτι ταύτην ὁ Θεὸς ἐκπεπλήρωκε τοῖς τέκνοις αὐτῶν ἡμῖν, ἀναστήσας Ἰησοῦν, καθὼς καὶ ἐν τῷ Ψαλμῷ τῷ δευτέρῳ γέγραπται· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. Ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν μηκέτι μέλλοντα αὐτὸν εἰς διαφθορὰν ὑποστρέφειν, οὕτως εἴρηκεν, ὅτι ∆ώσω ὑμῖν τὰ ὅσια ∆αυῒδ τὰ πιστά. ∆ιὸ καὶ ἐν ἑτέρῳ λέγει· Οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. ∆αυῒδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ Θεοῦ βουλῇ ἐκοιμήθῃ, καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ, καὶ εἶδε διαφθοράν· ὃν δὲ ὁ Θεὸς ἤγειρεν, οὐκ εἶδε διαφθοράν. Ὅρα τοῦτον σφοδρότερον διαλεγόμενον. Τοῦτο οὐδαμοῦ Πέτρος εἶπεν.  Γνωστὸν οὖν  ἔστω ὑμῖν,  ἄνδρες  ἀδελφοὶ,  ὅτι  διὰ τούτου ἡμῖν ἄφεσις ἁμαρτιῶν ἐπαγγέλλεται, καὶ ἀπὸ πάντων, ὧν οὐκ ἠδυνήθητε ἐν νόμῳ  Μωϋσέως δικαιωθῆναι,  ἐν  τούτῳ  πᾶς ὁ πιστεύων  δικαιοῦται.  Εἶτα καὶ τὸ φοβερόν· Βλέπετε οὖν, μὴ ἐπέλθῃ ἐφ' ὑμᾶς τὸ εἰρημένον ἐν τοῖς προφήταις· Ἴδετε οἱ καταφρονηταὶ, καὶ ἐμβλέψατε, καὶ θαυμάσατε, καὶ ἀφανίσθητε, ὅτι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν, ὃ οὐ μὴ πιστεύσητε, ἐάν τις ἐκδιηγῆται  ὑμῖν.


 βʹ. Ὅρα πῶς  πλέκει  τὸν  λόγον  ἀπὸ  τῶν  παρόντων,  ἀπὸ  τῶν  προφητῶν,  ἀπὸ  τοῦ σπέρματος τοῦ κατ' ἐπαγγελίαν. Ἀλλ' ἄνωθεν ἴδωμεν τὰ εἰρημένα. Ἄνδρες ἀδελφοὶ, υἱοὶ γένους Ἀβραάμ. Καὶ ἀπὸ τοῦ πατρὸς αὐτοὺς καλεῖ. Ὑμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης  ἐξαπεστάλη. Ἐνταῦθα τὸ, Ὑμῖν, οὐκ Ἰουδαίοις  ἀφωρισμένως  λέγει, ἀλλὰ δίδωσιν  αὐτοῖς ἐξουσίαν ἀποσχισθῆναι τῶν  τὸν φόνον  τετολμηκότων·  καὶ τοῦτο ἀπὸ  τοῦ  ἐπαγομένου  δῆλον.  Οἱ γὰρ  κατοικοῦντες,  φησὶν,  Ἱερουσαλὴμ,  τοῦτον ἀγνοήσαντες, καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πάντα σάββατον ἀναγινωσκομένας,   κρίναντες   ἐπλήρωσαν.   Μεγάλη   ἡ   κατηγορία,   εἰ   συνεχῶς ἀκούοντες οὐ προσεῖχον. Ἀλλ' οὐδὲν θαυμαστόν· τὰ γὰρ εἰρημένα ἐκεῖνα τὰ κατ' Αἴγυπτον καὶ τὴν ἔρημον ἱκανὰ δεῖξαι αὐτῶν τὴν ἀγνωμοσύνην. Καὶ πῶς ἠγνόησαν, φησὶν,  Ἰωάννου  λέγοντος;  Τί θαυμαστὸν,  ὅπου  γε  καὶ  τῶν  προφητῶν  συνεχῶς βοώντων;  Εἶτα καὶ ἄλλη κατηγορία, Καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες·  ὅπερ οὐκ ἦν  ἀγνοίας.  Θῶμεν γὰρ, ὅτι οὐχ ὡς Χριστὸν αὐτὸν  εἶχον·  τίνος  ἕνεκεν  καὶ ἀνῄρουν; Καὶ ᾐτήσαντο, φησὶ, Πιλᾶτον ἀναιρεθῆναι αὐτόν. Ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες  αὐτὸν  ἀπὸ τοῦ ξύλου, ἔθηκαν  εἰς μνημεῖον. Ὅρα πῶς αὐτοῖς περισπούδαστον ἦν τοῦτο. Τὸν τρόπον εἶπε τὸν τοῦ θανάτου, καὶ Πιλᾶτον εἰς μέσον φέρει, ἅμα μὲν ἵνα δῆλον τὸ πάθος γένηται ἀπὸ τοῦ κριτηρίου, ἅμα δὲ ἵνα ἐκεῖνοι μειζόνως κατηγορῶνται, ἀνδρὶ παραδόντες ἀλλοφύλῳ.  Καὶ οὐκ εἶπεν, Ἐνέτυχον· ἀλλ' Ἠτήσαντο, μηδεμίαν αἰτίαν θανάτου εὑρόντες ἀναιρεθῆναι αὐτὸν, ὥστε δηλῶσαι ὅτι χάριν ἔλαβον ἐκείνου μὴ θέλοντος· ὅπερ σαφέστερον ὁ Πέτρος λέγει,  Κρίναντος ἐκείνου ἀπολύειν. Πάνυ ἐφίλει αὐτοὺς ὁ Παῦλος. Καὶ ὅρα, οὐκ ἐνδιατρίβει τῇ ἀγνωμοσύνῃ τῶν πατέρων, ἀλλ' αὐτοῖς ἐφίστησι τὸν φόβον. Ὁ  μὲν  γὰρ  Στέφανος  εἰκότως  τοῦτο  ποιεῖ,  ἅτε  ἀναιρεῖσθαι  μέλλων,  καὶ  οὐχὶ διδάσκων, καὶ δεικνὺς ὅτι ὁ νόμος ἤδη καταλύεται· οὗτος δὲ οὐκ ἔτι, ἀλλ' ἀπειλεῖ καὶ φοβεῖ μόνον. Ὁ δὲ Θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν. Ὃς ὤφθη, φησὶν, ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας ἐπὶ Ἱερουσαλήμ. Ὅρα γὰρ τοῦτον ἅτε ἀπ' αὐτοῦ κεκινημένον  τοῦ Πνεύματος, ἄνω καὶ κάτω τὸ πάθος καὶ τὸν τάφον κηρύττοντα.   Καὶ  ἡμεῖς   ὑμᾶς  εὐαγγελιζόμεθα,   φησὶ,  τὴν   πρὸς  τοὺς   πατέρας ἐπαγγελίαν  γεγενημένην·  τουτέστι, τὴν μὲν ἐπαγγελίαν  οἱ πατέρες ἐδέξαντο, τὸ δὲ ἔργον  ὑμεῖς.  Εἶτα  μάρτυρα  τὸν  Ἰωάννην   ἐπαγαγὼν   ὅτε  ἔλεγεν,  ὅτι  Ἀπὸ  τοῦ σπέρματος τούτου κατ' ἐπαγγελίαν  ἤγαγε τῷ Ἰσραὴλ Σωτῆρα, προκηρύξαντος Ἰωάννου  πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας  τῷ Ἰσραὴλ, ἑξῆς ἐπάγει πάλιν αὐτὸν λέγων· Τίνα με ὑπονοεῖτε; οὐκ εἰμὶ ἐγώ. Εἶτα παράγει καὶ τοὺς ἀποστόλους μάρτυρας τῆς ἀναστάσεως, λέγων· Οἵτινές εἰσι μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν· εἶτα τὸν ∆αυῒδ τοῦτο αὐτὸ μαρτυροῦντα, τῷ λέγειν, Οὐ δώσεις τὸν Ὅσιόν σου ἰδεῖν διαφθοράν. Οὔτε γὰρ τὰ παλαιὰ ἰσχυρὰ καθ' ἑαυτὰ ἐδόκει εἶναι οὕτως, οὔτε ταῦτα ἄνευ ἐκείνων· ὥστε δι' ἑκατέρων πιστοῦται τὸν λόγον. Ἐπειδὴ γὰρ τῷ δέει κατείχοντο  ὡς ἀνῃρηκότες αὐτὸν, καὶ τὸ συνειδὸς αὐτοὺς ἠλλοτρίου, οὐχ ὡς πρὸς χριστοκτόνους διαλέγονται, οὐδὲ ὡς ἀλλότριον ἀγαθὸν αὐτοῖς ἐγχειρίζοντες, ἀλλὰ τὸ οἰκεῖον. Πάνυ ποθεινὸν ἦν αὐτοῖς τὸ ὄνομα τοῦ ∆αυΐδ· διὸ καὶ τίθησιν αὐτὸ, ἵνα κἂν οὕτως αὐτὸν δέξωνται, ὡσεὶ ἔλεγεν ὑπὸ τοῦ παιδὸς αὐτοῦ βασιλεύεσθαι· οὐκοῦν ἀπ' αὐτοῦ μὴ ἀφηνιάζετε. Τί ἐστι, ∆ώσω ὑμῖν τὰ ὅσια ∆αυῒδ τὰ πιστά; Τὰ βέβαια, φησὶ, τὰ οὐδέποτε ἀπολλύμενα. Καὶ οὐκ ἐγχρονίζει τούτοις, ἅτε τοῦ λόγου λοιπὸν πιστευθέντος·  ἀλλ'  ἐπιτείνει  τὴν  κόλασιν,  καὶ  μετέρχεται  τὸ  αὐτοῖς  ποθεινὸν, δεικνὺς  τὸν νόμον  ἐκβαλλόμενον,  καὶ τῷ συμφέροντι  ἐνδιατρίβει,  ὅτι τε μεγάλα ἀγαθὰ ὑπακούουσι, καὶ ὅτι μεγάλα κακὰ παρακούουσιν ἔσται. Εἶτα περὶ τοῦ ∆αυῒδ πάλιν λέγει, καὶ τοῦτο μετ' ἐγκωμίου. ∆αυῒδ μὲν γὰρ, φησὶν, ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ Θεοῦ βουλῇ, προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ· καθὼς καὶ Πέτρος αὐτοῦ μνημονεύων ἔλεγεν· Ἐξὸν εἰπεῖν μετὰ παῤῥησίας περὶ τοῦ πατριάρχου ∆αυΐδ. Καὶ οὐ λέγει,  ὅτι  ἐτελεύτησεν,  ἀλλὰ,  Προσετέθη πρὸς  τοὺς  πατέρας  αὐτοῦ,  ὅπερ  ἦν εὐφημότερον. Καὶ ὅρα πῶς οὐδαμοῦ κατορθώματα αὐτῶν  τίθησιν, ἀλλ' ἅπερ ἔχει κατηγορίαν.  Τὸ γὰρ, Ἠτήσαντο καὶ ἔλαβον,  μεγίστη  κατηγορία  αὐτῶν.  Εἶτα τὰς εὐεργεσίας τοῦ Θεοῦ καταλέγει, Ἐξελέξατο εἰπὼν, Ὕψωσεν, Ἐτροποφόρησε. Ταῦτα δὲ οὐκ ἐκείνων ἐγκώμια, ἀλλὰ τοῦ Θεοῦ. Τὸν δὲ ∆αυῒδ ἐγκωμιάζει μόνον, ἐπειδὴ ἐξ αὐτοῦ ὁ Χριστός. Εἴσοδον δὲ ὁ Ἰωάννης  καλεῖ λέγων,  Πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ, τὴν σάρκωσιν τοῦ Χριστοῦ, τὴν μετὰ σαρκὸς αὐτοῦ φανέρωσιν. Οὕτω καὶ ὁ Ἰωάννης  τὸ Εὐαγγέλιον γράφων,  ἐπὶ τοῦτον  καταφεύγει  συνεχῶς· ὄνομα γὰρ ἦν αὐτῷ πολὺ κατὰ τὴν οἰκουμένην ἅπασαν. Καὶ ὅρα· οὐ λέγει αὐτὸ ἐξ ἑαυτοῦ, ἀλλὰ τὴν ἐκείνου φέρει μαρτυρίαν. 


γʹ. Εἶδες πῶς σπουδαίως ἔδειξεν οἰκονομίας τὸ πρᾶγμα ὅν; Ἀλλ' ἀκούσωμεν τί καὶ λέγοντες οἱ ἀπόστολοι ἔπεισαν, ὅτι ἐσταυρώθη. Τί τούτου ἀπιθανώτερον, ὅτι ἐτάφη παρ' αὐτῶν, οἷς ἐπηγγέλλετο σωτηρίαν ἔσεσθαι, ὅτι ὁ ταφεὶς ἀφίησιν ἁμαρτήματα, καὶ τοῦ νόμου μᾶλλον; ∆ιὸ καὶ οὐκ εἶπεν, Ὧν οὐκ ἠβουλήθητε· ἀλλ' Ὧν οὐκἠδυνήθητε ἐν τῷ νόμῳ Μωϋσέως δικαιωθῆναι, ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται, τὸ ἀσθενὲς τοῦ νόμου δεικνύς. Καλῶς δὲ προσέθηκε καὶ τὸ, Πᾶς, ἵνα δείξῃ ὅτι ὅστις ἂν ᾖ ὁ πιστεύων. Οὐδὲν γὰρ ὄφελος ἐκείνων, ἐὰν μή τις εὐεργεσία ᾖ. ∆ιὰ τοῦτο ὕστερον τίθησι τὴν ἄφεσιν, ἐντεῦθεν τὸ μεῖζον συνάγων, καὶ δεικνὺς ὅτι, ὃ ἀδυνάτως εἶχεν ὁ νόμος ποιεῖν, τοῦτο ἐργασάμενος διὰ τοῦ θανάτου ὁ παθὼν φαίνεται. Ὥστε καλῶς ἔλεγε· Οἵτινές εἰσι μάρτυρες αὐτοῦ πρὸς τὸν λαὸν, τὸν ἀνελόντα  φησὶν, οὐκ ἂν ὄντες, εἰ μὴ θείᾳ δυνάμει ἐβεβαιοῦντο· οὐκ ἂν γὰρ πρὸς ἀνθρώπους φονῶντας  τοιαῦτα ἐμαρτύρησαν, οὐκ ἂν πρὸς αὐτοὺς τοὺς ἀνελόντας. Τὸ δὲ, Ἐγὼ σήμερον γεγέννηκά  σε, εἶπεν, ὡς τούτῳ λοιπὸν εἰδὼς ὅτι καὶ τὰ ἄλλα ἕπεται.  Καὶ διὰ  τί  μὴ ἐπήγαγε  μαρτυρίαν,  δι' ἧς  ἔμελλον  πείθεσθαι, ὅτι  ἄφεσις ἁμαρτιῶν  δι'  αὐτοῦ  γίνεται;  Ὅτι  τὸ  σπουδαζόμενον  τοῦτο  ἦν,  δεῖξαι  τέως,  ὅτι ἀνέστη· τούτου δὲ ὡμολογημένου, ἐκεῖνο ἀναμφισβήτητον ἦν διὰ τούτου, τὸ καὶ ὅτι ὑπ' αὐτοῦ ἄφεσις ἁμαρτιῶν γίνεται. Ἄλλως δὲ ἐβούλετο εἰς πόθον αὐτοὺς ἀγαγεῖν τοῦ μεγάλου τούτου. Οὐκ ἄρα ἐγκατάλειψις  ἦν ὁ θάνατος αὐτοῦ, ἀλλὰ προφητείας πλήρωσις. Ἀναμιμνήσκει ἱστοριῶν, ἃς ἀγνοήσαντες μυρία ἔπαθον δεινά. Καὶ τοῦτο αἰνίττεται  διὰ τοῦ τέλους λέγων· Ἴδετε οἱ καταφρονηταὶ, καὶ ἐπιβλέψατε. Καὶ ὅρα πῶς αὐτὸ τραχὺ ὃν ὑποτέμνεται. Μὴ ἐπέλθοι, φησὶν, ἐφ' ὑμᾶς τὸ πρὸς τοὺς ἄλλους εἰρημένον, ὅτι ἔργον ἐγὼ ἐργάζομαι, ὃ οὐ μὴ πιστεύσητε, ἐάν τις ἐκδιηγῆται ὑμῖν. Μὴ θαυμάζετε, ὅτι ἄπιστον δοκεῖ εἶναι· καὶ αὐτὸ προείρηται ἄνωθεν. Τοῦτο καὶ πρὸς ἡμᾶς εἰκότως ἂν λεχθείη, Βλέπετε οἱ καταφρονηταὶ, περὶ τῶν τῇ ἀναστάσει διαπιστούντων.  Καὶ γὰρ  σφόδρα  κακῶς  τὰ  τῆς  Ἐκκλησίας διάκειται,  καίτοι  γε νομίζετε ἐν εἰρήνῃ εἶναι τὰ πράγματα. Τὸ γὰρ δεινὸν τοῦτό ἐστιν, ὅτι ἐν πολλοῖς ὄντες κακοῖς, οὐδ' ὅτι ἐσμὲν ἐν κακοῖς ἴσμεν. Τί λέγεις; τὰς Ἐκκλησίας κατέχομεν, τὰ κτήματα, τὰ ἄλλα πάντα, αἱ συνάξεις γίνονται,  καθ' ἑκάστην ἡμέραν πρόσεισιν ὁ λαός· καὶ καταφρονοῦμεν;  Ἀλλ' οὐκ ἀπὸ τούτου Ἐκκλησίαν ἄν τις  δοκιμάσειεν. Ἀλλὰ πόθεν, φησίν; Εἰ εὐλάβειά ἐστιν, εἰ κερδαίνοντες  ἀναχωροῦμεν  οἴκαδε καθ' ἑκάστην ἡμέραν, εἰ καρπούμενοι μέγα τι ἢ μικρὸν, εἰ μὴ νόμον ἁπλῶς πληροῦντες καὶ ἀφοσιούμενοι. Τίς βελτίων  γέγονεν  ὁλοκλήρῳ μηνὶ συλλεγόμενος· Τοῦτό ἐστι τὸ ζητούμενον ἐπεὶ καὶ αὐτὸ τοῦτο, ὃ δοκεῖ εὐπραγίας εἶναι, τοῦτο δυσπραγία ἐστὶν, ὅταν τούτων γινομένων μηδὲν πλέον γίνηται. Εἴθε μὲν οὖν μηδὲν πλέον· νῦν δὲ καὶ ἐπὶ τὸ χεῖρον. Τί καρποῦσθε ἀπὸ τῶν συνάξεων; Καίτοι εἴ γέ τι ὄφελος ὑμῖν ἐγίνετο, πάλαι πάντας ἔδει τὸν τῆς φιλοσοφίας βίον ζῇν, τοσούτων μὲν προφητῶν δεύτερον τῆς ἑβδομάδος ὑμῖν διαλεγομένων, τοσούτων δὲ ἀποστόλων, εὐαγγελιστῶν, πάντων τὰ σωτήρια δόγματα  προτιθέντων,  καὶ τὰ δυνάμενα  ἦθος ῥυθμίσαι μετὰ πολλῆς ἀκριβείας παριστώντων  ὑμῖν. Ὁ στρατιώτης  ἐπὶ τὸ γυμνάσιον  ἰὼν,  ἀκριβέστερος γίνεται  περὶ τὰ τακτικά· ὁ ἀθλητὴς εἰς πα  λαίστραν βαδίζων, ἐμπειρότερος γίνεται  περὶ τὴν  πάλην·  ὁ ἰατρὸς πρὸς τὸν  διδάσκαλον  ἐρχόμενος, ἀκριβέστερος γίνεται,  καὶ πλείονα οἶδε, καὶ πλείονα μανθάνει· σὺ τί κεκέρδηκας; οὐ λέγω πρὸς τοὺς ἐνιαυτὸν ἔχοντας, ἀλλὰ πρὸς τοὺς ἐκ πρώτης ἡλικίας συναγομένους. Ἢ τοῦτο νομίζετε εὐλάβειαν εἶναι, τὸ συνεχῶς παραβάλλειν τῇ συνάξει; Τοῦτο οὐδέν ἐστιν, ἂν  μή τι  καρπωσώμεθα· ἂν  μή τι  συνάγωμεν,  βέλτιον  οἴκοι  μένειν.  Καὶ γὰρ οἱ
πρόγονοι   τὰς   ἐκκλησίας   ἡμῖν   ᾠκοδόμησαν,   οὐχ   ἵνα   ἐκ   τῶν   ἰδίων   οἴκων συναγαγόντες ἡμᾶς ἀλλήλοις δεικνύωσι· τοῦτο γὰρ καὶ ἐν ἀγορᾷ καὶ ἐν βαλανείοις καὶ ἐν πομπῇ γένοιτο ἄν· ἀλλ' ἵνα μαθητὰς ὁμοῦ καὶ διδασκάλους συναγαγόντες, βελτίους τούτους δι' ἐκείνων  ἐργάσωνται. Νόμος ἁπλῶς καὶ ἀφοσίωσις γέγονε τὰ ἡμέτερα· συνήθεια τὸ πρᾶγμα λοιπόν ἐστιν. Ἦλθε τὸ Πάσχα, πολὺς ὁ θόρυβος, πολλὴ ἡ  ταραχή·  οὐ  γὰρ  ἂν  εἴποιμι  πολλοὶ  οἱ  ἄνθρωποι·  τοῦτο  γὰρ  οὐκ  ἀνθρώπων. Ἀπῆλθεν ἡ ἑορτὴ, ὁ μὲν θόρυβος ὑποτέμνεται, ἡσυχία δὲ πάλιν ἄκαρπος. Παννυχίδες πόσαι  καὶ  ὑμνῳδίαι  ἱεραί;  Καὶ τί  τὸ  πλέον;  Χεῖρον  μὲν  οὖν·  πολλοὶ  καὶ  διὰ κενοδοξίαν τοῦτο ἐργάζονται. Πῶς οἴεσθε κόπτομαι τὰ σπλάγχνα, καθάπερ εἰς πίθον τετρημένον  πάντα  προχωροῦντα  ὁρῶν; Ἀλλὰ πάντως  ἐρεῖτέ μοι, ὅτε τὰς Γραφὰς ἴσμεν. Καὶ τί τοῦτο; Ἂν διὰ τῶν ἔργων αὐτὰς ἐπιδεικνύητε, τοῦτό ἐστι τὸ κέρδος, αὕτη  ἡ  ὠφέλεια.   Βαφεῖον  ἡ  ἐκκλησία  ἐστίν·  ἂν  διαπαντὸς   ἀπίητε  μηδεμίαν δεχόμενοι  βαφὴν,  τί  τὸ ὄφελος  τοῦ  συνεχῶς  ἐνταῦθα  ἰέναι;  Μείζων μὲν  γὰρ ἡ βλάβη. Τίς τοῖς νόμοις προσέθηκεν, οἷς ἀπὸ τῶν  πατέρων ἐδέξατο; Οἷόν τι λέγω· ἔθος ὁ δεῖνα ἔχει ποιεῖν τὴν ἀνάμνησιν τῆς μητρὸς, ἢ τῆς γυναικὸς, ἢ τοῦ παιδίου· τοῦτο ποιεῖ κἄν τε ἀκούῃ, κἄν τε μὴ ἀκούῃ παρ' ἡμῶν, ὑπὸ τῆς συνηθείας καὶ τοῦ συνειδότος ἑλκόμενος. ∆ιὰ τοῦτο οὖν ἀγανακτεῖς, φησί; Μὴ γένοιτο, ἀλλὰ καὶ πάνυ χαίρω· ἐβουλόμην δὲ αὐτόν τι καὶ ἀπὸ τῆς ἡμετέρας καρπώσασθαι διαλέξεως, καὶ ὅπερ ἡ συνήθεια ἐποίησε, τοῦτο καὶ ἀφ' ἡμῶν γενέσθαι, καὶ ἑτέραν ἐπεισαχθῆναι συνήθειαν· ἐπεὶ τί κόπτομαι εἰκῆ καὶ ληρῶ, εἰ μέλλοιτε  ἐπὶ τῶν αὐτῶν μένειν, εἰ μηδὲν  αἱ συνάξεις εἰς ὑμᾶς ἐργάζονται  ἀγαθόν;



δʹ. Ναὶ, φησὶν, εὐχόμεθα. Καὶ τί τοῦτο, ἂν ᾖ χωρὶς ἔργων; Ἄκουε τοῦ Χριστοῦ λέγοντος· Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. Πολλάκις ἔγνων ἐγὼ σιγῆσαι, μηδεμίαν ἀπὸ τῶν ἡμετέρων λόγων προσθήκην ὑμῖν ἐγγινομένην ὁρῶν· ἢ τάχα γίνεται μὲν, ἐγὼ δὲ ὑπὸ ἀπληστίας καὶ πολλῆς ἐπιθυμίας ταὐτὸν πάσχω τοῖς περὶ τὰ χρήματα μαινομένοις. Καθάπερ γὰρ ἐκεῖνοι, ὅσα ἂν περιβάλωνται, οὐδὲν ἡγοῦνται ἔχειν· οὕτω καὶ αὐτὸς, ἐπειδὴ σφόδρα τῆς ὑμετέρας ἐφίεμαι  σωτηρίας, ἕως ἂν ἴδω  προκεκοφότας ὑμᾶς, οὐδὲν ἡγοῦμαι εἰργάσθαι, διὰ τὸ σφόδρα ἐπιθυμεῖν  πρὸς αὐτὴν τὴν κορυφὴν ὑμᾶς ἐλθεῖν. Βουλοίμην ἂν τοῦτο εἶναι, καὶ τοῦ ἐμοῦ πάθους εἶναι τοῦτο, ἀλλὰ μὴ τῆς ὑμετέρας ῥᾳθυμίας· δέδοικα δὲ μήποτε καλῶς στοχάζωμαι. Πεπεῖσθαι γὰρ ὀφείλετε, ὅτι εἴ τις ἐγένετο  ὠφέλεια  ἐν τοσούτῳ χρόνῳ, παύσασθαι λοιπὸν  ἡμᾶς λέγοντας ἔδει. Οὕτως οὐκ ἔδει ῥημάτων ὑμῖν, τῶν ἤδη λεχθέντων  οὕτως ἱκανῶς εἰρημένων, ὡς καὶ ἄλλους δύνασθαι ῥυθμίζειν, εἴ γε ἀπόντων ὠφέλειά τις ὑμῖν προσεγίνετο. Τὸ δὲ ἀνάγκην ἡμᾶς ἔχειν συνεχοῦς διαλέξεως, οὐδενὸς  ἄλλου τεκμήριόν ἐστιν, ἢ τοῦ τὰ ὑμέτερα μὴ σφόδρα διακεῖσθαι ἀκριβῶς. Τί οὖν ἂν γένοιτο; οὐ γὰρ ἐγκαλεῖν δεῖ μόνον. Παρακαλῶ καὶ δέομαι μὴ τοῦτο μόνον ὁρᾷν, ὅπως εἰς ἐκκλησίαν ἐμβάλλητε, ἀλλ' ὅπως τι καὶ λαβόντες οἴκαδε ἀναχωρῆτε τῶν οἰκείων  φάρμακον παθῶν, κἂν μὴ παρ' ἡμῶν, ἀλλὰ παρὰ τῶν Γραφῶν ἔχητε τὰ κατάλληλα φάρμακα. Οἷον, ἔστι  τις  θυμικός;  Προσεχέτω ταῖς  τῶν  Γραφῶν  ἀναγνώσεσι,  καὶ  πάντως εὑρήσει ἢ ἐν ἱστορίᾳ ἢ παραινέσει· ἐν παραινέσει μὲν, ὅταν λέγηται, Ἡ ῥοπὴ τοῦ θυμοῦ αὐτοῦ πτῶσις αὐτῷ· καὶ, Ἀνὴρ θυμώδης οὐκ εὐσχήμων, καὶ ὅσα τοιαῦτα· καὶ πάλιν, Ἀνὴρ γλωσσώδης οὐ κατευθυνθήσεται· καὶ ὁ Χριστὸς πάλιν, Ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ· καὶ πάλιν ὁ προφήτης, Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε· καὶ, Ἐπικατάρατος ὁ θυμὸς αὐτῶν, ὅτι αὐθάδης. Ἐν δὲ ἱστορίαις, οἷον ὅταν ἀκούῃς τὸν Φαραὼ πολλῆς  ἐμπεπλησμένον  ὀργῆς, καὶ τὸν Ἀσσύριον, καὶ διὰ τοῦτο ἀπολλυμένους.  Πάλιν  ἔστι  τις  ἡττώμενος  χρημάτων;  ἀκουέτω,  ὅτι  Φιλαργύρου οὐδὲν  ἀνομώτερον·  οὗτος  γὰρ  καὶ  τὴν  ψυχὴν  αὐτοῦ  ἔκπρακτον  ποιεῖ·  καὶ  τοῦ Χριστοῦ λέγοντος, Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ· καὶ τοῦ Ἀποστόλου, Ὅτι
ῥίζα πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία· καὶ τοῦ προφήτου, Πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν, καὶ πολλὰ  ἕτερα τοιαῦτα. Καὶ ἀπὸ ἱστοριῶν τὸν Γιεζῆ, τὸν Ἰούδαν, τοὺς ἄρχοντας τῶν Γραμματέων, καὶ ὅτι ∆ῶρα ἐκτυφλοῖ ὀφθαλμοὺς σοφῶν. Ἄλλος  ἐστὶν ὑπερήφανος;  Ἀκουέτω, ὅτι Ὑπερηφάνοις  ἀντιτάσσεται  ὁ Θεός· καὶ, Ἀρχὴ ὑπερηφανίας ἁμαρτία· καὶ, Πᾶς ὑψηλοκάρδιος ἀκάθαρτος παρὰ Κυρίῳ. Καὶ ἐν ἱστορίαις τὸν  διάβολον,  καὶ τοὺς ἄλλους  ἅπαντας.  Καὶ ὅλως  (οὐ γὰρ ἔνι  πάντα καταλέγειν) ἕκαστος τῶν οἰκείων τραυμάτων τὰ φάρμακα ἀπὸ τῶν θείων Γραφῶν ἐκλεγέτω· κἂν μὴ τὸ ὅλον, μέρος γοῦν  τήμερον, καὶ μέρος αὔριον, εἶτα τὸ ὅλον ἀπονίψασθε. Καὶ περὶ μετανοίας δὲ, καὶ περὶ ἐξομολογήσεως, καὶ περὶ ἐλεημοσύνης, καὶ περὶ ἐπιεικείας, καὶ περὶ σωφροσύνης, καὶ περὶ πάντων εὑρήσει πολλὰ παραδείγματα. Ταῦτα γὰρ πάντα  ἐγράφη πρὸς νουθεσίαν ἡμῶν,  φησίν. Εἰ τοίνυν πρὸς νουθεσίαν ἡμῶν  περὶ πάντων  διαλέγεται,  προσέχωμεν ὡς δεῖ προσέχειν. Τί μάτην ἑαυτοὺς ἀπατῶμεν; Φοβοῦμαι, μὴ καὶ περὶ ἡμῶν εἴπῃ τις, ὅτι Ἐξέλιπον ἐν ματαιότητι  αἱ ἡμέραι ἡμῶν,  καὶ τὰ ἔτη  ἡμῶν  μετὰ σπουδῆς. Τίς ἀκούων  ἡμῶν ἀπέστη θεάτρων;  τίς  ἀπέστη πλεονεξίας;  τίς  προθυμότερος γέγονε  περὶ ἐλεημοσύνην; Ἐβουλόμην μαθεῖν, οὐχὶ κενοδοξίας ἕνεκεν, ἀλλ' ὥστε γενέσθαι προθυμότερος, λαμπρὸν ὄντα τὸν καρπὸν τῶν πόνων ὁρῶν. Νῦν δὲ πῶς ἅψομαι τῆς ἐργασίας, τοσούτους μὲν ὑετοὺς ὁρῶν καταφερομένους τῆς διδασκαλίας, τὰ δὲ λήϊα ἡμῖν ἐπὶ τοῦ αὐτοῦ μέτρου μένοντα, καὶ οὐδὲν ὑψηλότερον τὰ γεννήματα γενόμενα; Λοιπὸν ὁ τῆς ἅλω καιρὸς ἐφέστηκεν, ὁ τὸ πτύον ἔχων. ∆έδοικα, μὴ τὸ πᾶν χόρτος ᾖ· δέδοικα, μὴ πρὸς τὴν κάμινον ἀπενεχθῶμεν  ἅπαντες. Παρῆλθε θέρος, ἦλθε χειμών· καθήμεθα καὶ νέοι καὶ γέροντες τοῖς οἰκείοις ἁλισκόμενοι πάθεσι. Μή μοι εἴπῃς, ὅτι Οὐ πορνεύω. Τί γὰρ ὄφελος, ἂν μὴ πορνεύῃς μὲν, φιλοχρήματος δὲ ᾖς; Ὁ στρουθὸς κἂν μὴ ἐκ παντὸς μέρους, ἀλλ' ἀπὸ τοῦ ποδὸς κατέχηται μόνον, καὶ οὕτως ἀπόλωλε, καὶ ἐν τῇ παγίδι ἕστηκε, καὶ τῶν  πτερῶν  ὄφελος  οὐδὲν, τοῦ ποδὸς κατεχομένου. Οὕτω καὶ σὺ, οὐχ ἑάλως διὰ πορνείας, ἀλλ'  ἑάλως διὰ φιλαργυρίας· ἑάλως μέντοι· τὸ δὲ ζητούμενον, οὐ πῶς ἑάλως, ἀλλ' ὅτι ἑάλως. Μὴ λεγέτω ὁ νέος, ὅτι Οὐκ εἰμὶ φιλοχρήματος· ἀλλ' ἴσως πορνεύεις. Καὶ τί τὸ ὄφελος πάλιν; οὐδὲ γὰρ δυνατὸν πάντα τὰ πάθη κατὰ μίαν ἡμῖν ἡλικίαν ἐπιστῆναι, ἀλλὰ διώρισται, καὶ τοῦτο διὰ τὴν τοῦ  Θεοῦ φιλανθρωπίαν,   ὥστε  μὴ  ἀθρόως  ἐπιτεθέντα  ἀχείρωτα  γενέσθαι,  καὶ χαλεπωτέραν  ἡμῖν τὴν πρὸς αὐτὰ πάλην  καταστῆναι. Πόσης οὐκ ἂν εἴη νωθείας, μηδὲ  διῃρημένων  δύνασθαι  κρατεῖν  τῶν  παθῶν,  ἀλλὰ  καθ'  ἕκαστον  ἡττᾶσθαι καιρὸν, καὶ μέγα φρονεῖν  ἐπὶ τούτοις τοῖς οὐκ ἐκ τῆς ἡμετέρας σπουδῆς, ἀλλ'  ἐξ αὐτῆς  τῆς  ἡλικίας  κοιμιζομένοις;  Οὐχ ὁρᾶτε  τοὺς  ἡνιόχους,  πόσῃ ἀκριβείᾳ  καὶ γυμνασίᾳ καὶ πόνοις κέχρηνται, καὶ σιτίοις, καὶ τοῖς ἄλλοις ἅπασιν, ὥστε μὴ καταβληθέντας  ἀπὸ τῶν  ἁρμάτων σύρεσθαι; Ὅρα ὅσον ἐστὶ τέχνη. Ἀνὴρ μὲν γὰρ ἀνδρεῖος  οὐκ  ἂν  ἑνὸς  ἵππου  πολλάκις   περιγένοιτο·  μειρακίσκος  δὲ  τῇ  τέχνῃ πολλάκις τοὺς δύο ἀναδεξάμενος, ἄγει εὐκόλως καὶ φέρει. Καὶ ἐν Ἰνδοῖς δὲ τὸ μέγα θηρίον καὶ φοβερὸν τῶν ἐλεφάντων  λέγεται καὶ δεκαπενταέτει παιδὶ γεγονότι μετὰ πολλῆς εἴκειν τῆς προθυμίας. Τί δὴ ταῦτά μοι εἴρηται; Ὅτι εἰ ἐλέφαντας καὶ ἵππους ἀγρίους  ἄγχομεν   σπουδάζοντες,  πολλῷ   μᾶλλον   τὰ  πάθη  τὰ  ἐν  ἡμῖν.  Πόθεν ἐκλυόμεθα   διαπαντὸς   τοῦ  βίου;  Οὐδέποτε  τὴν  τέχνην   ἐμελετήσαμεν  ταύτην· οὐδέποτε ἐν καιρῷ σχολῆς οὐκ ὄντος τοῦ ἀγῶνος διελέχθημεν πρὸς ἑαυτούς τι τῶν χρησίμων. Τότε ἡμᾶς ἐπὶ τοῦ ἅρματος ἑστῶτας ἴδοι τις ἂν, ὅτε ὁ ἀγὼν παραγένηται.
∆ιά τοι τοῦτο καταγέλαστοί  ἐσμεν. Οὐκ εἶπον πολλάκις,  γυμναζώμεθα  πρὸς τοὺς οἰκείους   πρὸ   τοῦ   πειρασμοῦ;  Πρὸς  τοὺς   παῖδας   ἐπὶ   τῆς   οἰκίας   πολλάκις παροξυνόμεθα· κατέχωμεν ἐκεῖ τὸν θυμὸν, ἵνα εὐκόλως αὐτῷ ἐπὶ τῶν φίλων κεχρημένοι φαινώμεθα.  Καὶ ἐπὶ τῶν ἄλλων  ἁπάντων  εἰ ἐγυμναζόμεθα, οὐκ ἂν ἐν τοῖς ἀγῶσιν  ἦμεν καταγέλαστοι.  Νῦν δὲ ὅπλα μὲν τῶν  ἄλλων  καὶ γυμνάσια καὶ μελέται εἰσὶ, καὶ τεχνῶν καὶ παλαισμάτων· ἀρετῆς δὲ οὐδαμοῦ. Οὐκ ἂν τολμήσειεν ὁ γεωργὸς  ἀμπέλου ἅψασθαι, μὴ πρότερον καλῶς  γυμνασθεὶς  τὰ γεωργικά· οὐδὲ ὁ κυβερνήτης ἐπὶ τῶν οἰάκων καθίσαι, μὴ πρότερον ἐγγυμνασάμενος καλῶς· ἡμεῖς δὲ ἀμελέτητοι πάντῃ τυγχάνοντες,  τὰ πρωτεῖα ἔχειν βουλόμεθα. Ἐχρῆν σιγᾷν, ἐχρῆν μηδενὶ  κοινωνεῖν   πραγμάτων   μηδὲ  ῥημάτων,  ἕως  ἂν  ἠδυνήθημεν   τὸ  θηρίον ἡμερῶσαι τὸ ἐν ἡμῖν. Ἢ οὐχὶ θηρίου παντὸς χαλεπώτερον  ἐπιστρατεύεται ἡμῖν καὶ θυμὸς καὶ ἐπιθυμία; Μὴ ἐμβάλῃς εἰς ἀγορὰν μετὰ τούτων τῶν θηρίων, ἕως ἂν αὐτοῖς περιθῇς καλῶς τὸν χαλινὸν, ἕως ἂν αὐτὰ τιθασσεύσῃς, καὶ χειροήθη κατασκευάσῃς. Οὐχ ὁρᾷς τούτους τοὺς περιάγοντας τοὺς ἡμέρους λέοντας ἐπὶ τῆς ἀγορᾶς, πῶς καὶ κερδαίνουσι καὶ θαυμάζονται, ὅτι ἐν τῷ ἀλόγῳ θηρίῳ τοιαύτην ἡμερότητα κατώρθωσαν; ἂν δὲ ἐξαίφνης ἀγριωθῇ ἐκεῖνος, πάντας σοβεῖ τοὺς ἐπὶ τῆς ἀγορᾶς, καὶ ἐκινδύνευσε λοιπὸν ὁ περιάγων αὐτὸν ἄνθρωπος, καὶ τῆς τῶν ἄλλων ἀπωλείας γέγονεν αἴτιος. Καὶ σὺ τοίνυν τὸν λέοντα πρότερον ἡμέρωσον, καὶ τότε περίαγε, οὐχ ὥστε ἀργύριον λαβεῖν, ἀλλ' ὥστε κερδάναι κέρδος, οὗ μηδέν ἐστιν ἴσον. Οὐδὲν γὰρ ἴσον ἐπιεικείας, ἣ καὶ τοῖς κεκτημένοις, καὶ τοῖς χρωμένοις  σφόδρα ἐστὶ χρησίμη. Ταύτην οὖν διώκωμεν, ἵνα δυνηθῶμεν τῆς ἀρετῆς τὴν ὁδὸν μετὰ ἀκριβείας διανύσαντες, τῶν αἰωνίων  ἀγαθῶν  ἐπιτυχεῖν,  χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/









Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |