ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΛΗ΄ Ἐν δὲ ταῖς Ἀθήναις ἐκδεχομένου αὐτοὺς τοῦ Παύλου, παρωξύνετο τὸ πνεῦμα αὐτοῦ

Σάββατο 22 Οκτωβρίου 2016

ΛΗ΄ Ἐν δὲ ταῖς Ἀθήναις ἐκδεχομένου αὐτοὺς τοῦ Παύλου, παρωξύνετο τὸ πνεῦμα αὐτοῦ




Ιωάννης Χρυσόστομος
Είς Πράξεις Αποστόλων
Τόμος 60


ΛΗ΄ Ἐν δὲ ταῖς Ἀθήναις ἐκδεχομένου αὐτοὺς τοῦ Παύλου, παρωξύνετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ, θεω ροῦντι κατείδωλον οὖσαν τὴν πόλιν. ∆ιελέγετο μὲν οὖν ἐν τῇ συναγωγῇ τοῖς Ἰουδαίοις καὶ τοῖς σεβομένοις, καὶ ἐν τῇ ἀγορᾷ κατὰ πᾶσαν ἡμέραν πρὸς τοὺς παρατυγχάνοντας.

αʹ. Ὅρα αὐτὸν μείζους ἔχοντα πειρασμοὺς παρὰ Ἰουδαίοις, ἢ παρ' Ἕλλησιν. Ἐν γοῦν Ἀθήναις οὐδὲν πάσχει τοιοῦτον, ἀλλὰ μέχρι γέλωτος τὸ πᾶν προὐχώρησε, καίτοι γε ἔπεισεν· ἐν δὲ Ἰουδαίοις πολλὰ τὰ δεινά· οὕτως ἦσαν ἐκπεπολεμωμένοι μᾶλλον.  ∆ιὸ καί  φησιν·  Ἐν  δὲ  ταῖς  Ἀθήναις  ἐκδεχομένου  αὐτοὺς  τοῦ  Παύλου, παρωξύνετο  τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ, θεωροῦντι  κατείδωλον  οὖσαν τὴν πόλιν. Εἰκότως παροξύνεται· οὐ γὰρ ἦν ἀλλαχοῦ τοσαῦτα ἰδεῖν εἴδωλα. ∆ιελέγετο μὲν οὖν ἐν τῇ συναγωγῇ τοῖς Ἰουδαίοις καὶ τοῖς σεβομένοις, καὶ ἐν τῇ ἀγορᾷ κατὰ πᾶσαν ἡμέραν πρὸς τοὺς παρατυγχάνοντας.  Ὅρα, πάλιν Ἰουδαίοις διαλέγεται, πανταχόθεν ἐπιστομίζων τοὺς καταλιπεῖν  αὐτοὺς λέγοντας διὰ τὸ πρὸς τὰ ἔθνη ἐπιστραφῆναι. Θαυμαστὸν πῶς οὐ κατεγέλασαν οἱ φιλόσοφοι, οὕτως αὐτοῦ φθεγγομένου, ὑβριστικῶς εὐθέως, οὐδὲ ἀπεπήδησαν ἀπὸ τοῦ κηρύγματος, εἰπόντες· Μακρὸν τοῦτο φιλοσοφίας.


 Ὅτι οὐδένα τῦφον  εἶχεν· ἄλλως δὲ, ὅτι οὐκ ἐνόουν οὐδὲ συνίεσάν τι τῶν  λεγομένων.  Πῶς γὰρ  οἱ  μὲν  σῶμα τὸν  Θεὸν λέγοντες,  οἱ  δὲ  ἡδονὴν  τὴν μακαριότητα;  Τινὲς  δὲ  καὶ  τῶν   Ἐπικουρείων   καὶ  τῶν   Στωϊκῶν   φιλοσόφων συνέβαλον αὐτῷ, καί τινες ἔλεγον; Τί ἂν θέλοι ὁ σπερμολόγος οὗτος λέγειν; Οἱ δέ· Ξένων δαιμονίων δοκεῖ καταγγελεὺς εἶναι· ὅτι τὸν Ἰησοῦν καὶ τὴν ἀνάστασιν εὐηγγελίζετο.  Καὶ γὰρ τὴν ἀνάστασιν Θεόν τινα εἶναι ἐνόμιζον, ἅτε εἰωθότες καὶ θηλείας σέβειν. Ἐπιλαβόμενοί τε αὐτοῦ, ἐπὶ τὸν Ἄρειον πάγον ἤγαγον, λέγοντες·

∆υνάμεθα γνῶναι τίς ἡ καινὴ αὕτη ἡ ὑπὸ σοῦ λαλουμένη διδαχή, ξενί  ζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν· βουλόμεθα οὖν γνῶναι  τί ἂν θέλοι ταῦτα εἶναι. Ἦγον αὐτὸν ἐπὶ τὸν Ἄρειον πάγον, οὐχ ὥστε μαθεῖν, ἀλλ' ὥστε κολάσαι, ἔνθα αἱ  φονικαὶ  δίκαι.  Ὅρα γοῦν  πῶς  καὶ  ἐν  ἐλπίδι  τοῦ  μαθεῖν  καὶ  πανταχοῦ  τὴν καινοτομίαν ἐγκαλοῦσι. Λάλων πόλις ἡ πόλις ἐκείνων ἦν. Ἀθηναῖοι δὲ πάντες καὶ οἱ ἐπιδημοῦντες ξένοι, εἰς ἕτερον οὐδὲν εὐκαίρουν, ἢ λέγειν τι καὶ ἀκούειν καινότερον. Σταθεὶς δὲ ὁ Παῦλος ἐν μέσῳ τοῦ Ἀρείου πάγου, ἔφη· Ἄνδρες Ἀθηναῖοι, κατὰ πάντα ὡς   δεισιδαιμονεστέρους   ὑμᾶς   θεωρῶ.   ∆ιερχόμενος   γὰρ   καὶ   ἀναθεωρῶν   τὰ σεβάσματα ὑμῶν,  εὗρον  καὶ βωμὸν,  ἐν  ᾧ ἐπεγέγραπτο·  Ἀγνώστῳ  Θεῷ. Ὃν οὖν ἀγνοοῦντες  εὐσεβεῖτε, τοῦτον  ἐγὼ καταγγέλλω  ὑμῖν. Ὥσπερ ἐγκωμιάζων  αὐτοὺς, δοκεῖ οὐδὲν  λέγειν  βαρύ. Ὡς δεισιδαιμονεστέρους ὑμᾶς, φησὶ, θεωρῶ· τουτέστιν εὐλαβεστέρους. Ἐν ᾧ  ἐπεγέγραπτο·  Ἀγνώστῳ  Θεῷ. Τί ἐστι τοῦτο;  Οἱ Ἀθηναῖοι, ἐπειδὴ κατὰ καιροὺς πολλοὺς ἐδέξαντο θεοὺς καὶ ἀπὸ τῆς ὑπερορίας, οἷον τὸ τῆς Ἀθηνᾶς ἱερὸν, τὸν Πᾶνα, καὶ ἄλλους ἀλλαχόθεν, δεδοικότες, μή ποτε καὶ ἄλλος τις ᾖ αὐτοῖς  μὲν  οὐδέπω  γνώριμος,  θεραπευόμενος  δὲ ἀλλαχοῦ,  ὑπὲρ πλείονος  δῆθεν ἀσφαλείας καὶ τούτῳ βωμὸν ἔστησαν· καὶ ἐπειδὴ οὐκ ἦν δῆλος ὁ Θεὸς, ἐπεγέγραπτο· Ἀγνώστῳ  Θεῷ. Τοῦτον οὖν Χριστὸν Ἰησοῦν εἶναι  Παῦλος λέγει,  μᾶλλον  δὲ τῶν πάντων Θεόν. Ὃν οὖν ἀγνοοῦντες, φησὶν, εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν. Ὅρα πῶς δείκνυσι προειληφότας αὐτόν. Οὐδὲν ξένον, φησὶν, οὐδὲν καινὸν εἰσφέρω. Ἄνω καὶ κάτω τοῦτο ἔλεγον ἐκεῖνοι· Τίς ἡ καινὴ αὕτη ἡ λαλουμένη ὑπὸ σοῦ διδαχή; ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν. Εὐθέως οὖν ἀναιρεῖ αὐτῶν τὴν ὑπόληψιν, καί φησιν· Ὁ Θεὸς ὁ ποιήσας τὸν κόσμον, καὶ πάντα τὰ ἐν αὐτῷ,  οὗτος οὐρανοῦ καὶ γῆς Κύριος ὑπάρχων. Εἶτα, ἵνα μὴ νομίσωσιν ἕνα τῶν πολλῶν εἶναι, διορθοῦται λοιπὸν  ἐπάγων· Οὐκ ἐν χειροποιήτοις  ναοῖς κατοικεῖ, οὐδὲ ὑπὸ χειρῶν  ἀνθρώπων   θεραπεύεται,  προσδεόμενός  τινος.  Ὁρᾷς  ὅπως  κατὰ  μικρὸν εἰσάγει τὴν  φιλοσοφίαν; πῶς  καταγελᾷ  τῆς  Ἑλληνικῆς  πλάνης;  ∆οὺς ζωὴν  καὶ πνοὴν καὶ τὰ πάντα· ἐποίησέ τε ἐξ ἑνὸς αἵματος πᾶν ἔθνος ἀνθρώπων κατοικεῖν ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς. Τοῦτο Θεοῦ ἴδιον. Ὅρα τοίνυν  εἰ μὴ καὶ ἐπὶ τοῦ Υἱοῦ ταῦτα λέγεσθαι δύναται. Οὐρανοῦ, φησὶ, καὶ γῆς Κύριος ὑπάρχων,  ἅπερ ἐνόμιζον εἶναι θεούς. Καὶ τὴν δημιουργίαν  ἐδήλωσε καὶ τοὺς ἀνθρώπους. Ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν, ζητεῖν τὸν Θεὸν, εἰ ἄρα γε ψηλαφήσειαν  αὐτὸν καὶ εὕροιεν, καίτοι γε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα. Ἐν αὐτῷ γὰρ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμὲν, ὡς καί τινες τῶν καθ'  ὑμᾶς  ποιητῶν  εἰρήκασι· Τοῦ γὰρ  καὶ  γένος  ἐσμέν. Τοῦτο Ἄρατος  εἶπεν  ὁ ποιητής.  Ὅρα καὶ  ἀπὸ  τῶν  ὑπ' αὐτῶν  γινομένων,  καὶ  ἀπὸ  τῶν  εἰρημένων  τὰς ἀποδείξεις  παρέχοντα.  Γένος οὖν  ὑπάρχοντες  τοῦ Θεοῦ, οὐκ ὀφείλομεν  νομίζειν χρυσῷ ἢ ἀργύρῳ ἢ λίθῳ,  χαράγματι  τέχνης  καὶ ἐνθυμήσεως ἀνθρώπου  τὸ Θεῖον εἶναι  ὅμοιον.  Καὶ μὴν  διὰ  τοῦτο, φησὶν,  ὀφείλομεν.  Οὐδαμῶς·  οὐ γὰρ δὴ ἡμεῖς ὅμοιοι, οὐδὲ αἱ ψυχαὶ αἱ ἡμέτεραι. Τί δήποτε οὐκ ἔστη πρὸς φιλοσοφίαν εὐθὺς, καὶ εἶπεν· Ὁ Θεὸς ἀσώματος φύσει, ἀόρατος καὶ ἀσχημάτιστος; Ὅτι περιττὸν τέως ἐδόκει ταῦτα  λέγειν  πρὸς ἀνθρώπους  μήπω  μαθόντας,  ὅτι  ἔστι μόνος  Θεός. ∆ιὰ τοῦτο ἐκεῖνα εἰπεῖν ἀφεὶς, πρὸς τὸ ζητούμενον ἵσταται, καί φησι· Τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεὸς, τὰ νῦν παραγγέλλει  τοῖς ἀνθρώποις πᾶσι πανταχοῦ μετανοεῖν, διότι ἔστησεν ἡμέραν, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, ἐν  ἀνδρὶ  ᾧ  ὥρισε, πίστιν  παρασχὼν  πᾶσιν,  ἀναστήσας αὐτὸν  ἐκ  νεκρῶν.  Ὅρα, κατασείσας αὐτῶν  τὴν  διάνοιαν  τῷ  εἰπεῖν,  Ἔστησεν ἡμέραν, καὶ φοβήσας, τότε εὐκαίρως ἐπάγει τοῦτο τὸ, Ἀναστήσας αὐτὸν ἐκ νεκρῶν. Ἀλλ' ἴδωμεν  ἄνωθεν  τὰ εἰρημένα. Ἐν δὲ ταῖς Ἀθήναις ἐκδεχομένου αὐτοὺς τοῦ Παύλου, παρωξύνετο, φησὶ, τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ. Οὐκ ὀργὴν ἐνταῦθα  οὐδὲ ἀγανάκτησιν  ὁ παροξυσμὸς, ἀλλὰ διέγερσιν καὶ ζῆλον δηλοῖ, καθάπερ καὶ ἀλλαχοῦ· Ἐγένετο, φησὶ, παροξυσμὸς μεταξὺ αὐτῶν.


 βʹ. Ὅρα δὲ πῶς οἰκονομεῖται, καὶ ἄκοντα μεῖναι ἐκεῖ ἐκδεχόμενον ἐκείνους.   Τί  οὖν   ἐστι,  Παρωξύνετο;  Ἀντὶ   τοῦ,   ∆ιηγείρετο·   ὀργῆς   γὰρ   καὶἀγανακτήσεως πόῤῥω τὸ χάρισμα. Οὐκ ἔφερεν, ἀλλ' ἐτήκετο. ∆ιελέγετο μὲν οὖν ἐν τῇ συναγωγῇ  τοῖς  Ἰουδαίοις,  φησὶ, καὶ τοῖς  σεβομένοις. Ὅρα πάλιν  αὐτὸν  πρὸς Ἰουδαίους διαλεγόμενον. Σεβομένους δὲ τοὺς προσηλύτους λέγει. ∆ιεσπάρησαν γὰρ οἱ Ἰουδαῖοι πανταχοῦ ἀπὸ τῆς τοῦ Χριστοῦ παρουσίας, ἅμα μὲν ἐξ ἐκείνου τοῦ νόμου λυομένου, ἅμα δὲ διδάσκοντες εὐσέβειαν τοὺς ἀνθρώπους. Ἀλλ' οὐδὲν ἐκέρδαναν ἐκεῖνοι, ἀλλ' ἢ μόνον μαρτυρίας ἔσχον τῶν οἰκείων συμφορῶν. Τινὲς δὲ, φησὶ, τῶν Ἐπικουρείων καὶ τῶν Στωϊκῶν φιλοσόφων συνέβαλον αὐτῷ. Οὐκέτι Ἀθηναῖοι τοῖς οἰκείοις νόμοις ἐχρῶντο, ἅτε ὑποπεσόντες ἤδη τοῖς Ῥωμαίοις. Καὶ πόθεν ἠθέλησαν οὗτοι συμβαλεῖν; Ἐπεὶ καὶ ἄλλους ἑώρων διαλεγομένους,  καὶ δόξαν ἔχοντα τὸν ἄνθρωπον. Καὶ ὅρα, εὐθέως ὑβριστικῶς· Ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος. Ξένων δαιμονίων,  φησὶ, δοκεῖ καταγγελεὺς  εἶναι· δαιμόνια  τοὺς θεοὺς αὐτῶν ἐκάλουν· ἦσαν γὰρ αἱ πόλεις εἰδώλων πλήρεις. Ἐπιλαβόμενοί τε αὐτοῦ, ἐπὶ τὸν Ἄρειον πάγον ἤγαγον, λέγοντες. ∆ιὰ τί εἰς Ἄρειον πάγον αὐτὸν εἷλκον; Ὡς καταπλήξοντες,  ἔνθα τὰς φονικὰς  δίκας ἐδίκαζον. ∆υνάμεθα γνῶναι  τίς ἡ καινὴ αὕτη ἡ ὑπὸ σοῦ λαλουμένη  διδαχή; ξενίζοντα  γάρ τινα  εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν. Ἀθηναῖοι δὲ πάντες καὶ οἱ ἐπιδημοῦντες ξένοι, εἰς οὐδὲν ἕτερον εὐκαίρουν, ἢ λέγειν τι καὶ ἀκούειν καινότερον. Ἐνταῦθα ἐκεῖνο ἐπισημαίνεται, ὅτι καίτοι ἀεὶ ἐν τούτῳ ἀσχολούμενοι, τῷ λαλεῖν καὶ ἀκούειν, ὅμως ξενίζοντα ἐνόμιζον εἶναι ἐκεῖνα, ἅπερ οὐδέποτε  ἤκουσαν. Σταθεὶς δὲ ὁ Παῦλος ἐν  μέσῳ τοῦ  Ἀρείου πάγου  ἔφη· Ἄνδρες Ἀθηναῖοι, κατὰ πάντα  ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ. ∆ιερχόμενος γὰρ καὶ ἀναθεωρῶν  τὰ σεβάσματα ὑμῶν.  Οὐκ εἶπε  τοὺς δαίμονας  ἁπλῶς,  ἀλλὰ προοδοποιεῖ τῷ λόγῳ. ∆ιὰ τοῦτο εἶπε· ∆εισιδαιμονεστέρους ὑμᾶς θεωρῶ, διὰ τὸν βωμόν. Ὁ Θεὸς, φησὶν, ὁ ποιήσας τὸν κόσμον, καὶ πάντα τὰ ἐν αὐτῷ. Ἐφθέγξατο φωνὴν  μίαν, δι' ἧς πάντα κατέστρεψε τὰ τῶν φιλοσόφων. Οἱ μὲν γὰρ Ἐπικούρειοι αὐτόματά φασιν εἶναι τὰ πάντα, καὶ ἀπὸ ἀτόμων συνεστάναι· οἱ δὲ Στωϊκοὶ, σῶμα καὶ ἐκπύρωσιν· ὁ δὲ ἔργον Θεοῦ λέγει  τὸν κόσμον, καὶ πάντα  τὰ ἐν αὐτῷ. Ὁρᾷς συντομίαν, καὶ ἐν συντομίᾳ σαφήνειαν; Καὶ σκόπει τίνα ἦν ξενίζοντα αὐτούς· ὅτι ὁ Θεὸς τὸν κόσμον ἐποίησεν. Ἃ καὶ τῶν τυχόντων  ἴσασί τινες νῦν, ταῦτα οὐκ ᾔδεσαν Ἀθηναῖοι, καὶ Ἀθηναίων οἱ σοφοί. Εἰ γὰρ ἐποίησε, δῆλον ὅτι καὶ Κύριος. Ὅρα τί φησι θεότητος  εἶναι  γνώρισμα,  τὸ  δημιουργικόν·  ὅπερ  ἔχει  καὶ  ὁ  Υἱός. Καὶ γὰρ  οἱ προφῆται πανταχοῦ τοῦτο λέγουσι, Θεοῦ εἶναι τὸ δημιουργεῖν· οὐχ ὥσπερ ἐκεῖνοι, ἄλλον  μὲν εἶναι  τὸν  ποιητὴν,  οὐ κύριον δὲ, τὴν  δὲ ἀγένητον  ὕλην  ὑποτιθέντες. Ἐνταῦθα λοιπὸν αἰνιγματωδῶς  εἶπε τὸ αὐτοῦ καὶ ἔστησε, καὶ καθαιρεῖ τὸ ἐκείνων. Οὐκ ἐν χειροποιήτοις, φησὶ, κατοικεῖ. Οἰκεῖ μὲν γὰρ ἐν ναοῖς, ἀλλ' οὐκ ἐν τοιούτοις, ἀλλ' ἐν ἀνθρωπίνῃ ψυχῇ. Ὅρα, τὴν σωματικὴν ἀνεῖλε λατρείαν. Τί οὖν; οὐ κατῴκει ἐν τῷ ναῷ τῷ ἐν Ἱεροσολύμοις; Οὐ δῆτα, ἀλλ' ἐνήργει. Πῶς οὖν ἐθεραπεύετο ὑπὸ χειρῶν ἀνθρώπων  παρὰ Ἰουδαίοις; Οὐχ ὑπὸ χειρῶν, ἀλλ' ὑπὸ διανοίας, ἐπεὶ ἐκεῖνά γε οὐκ ἐζήτει οὕτως, ὡς προσδεόμενος. Μὴ φάγομαι, γὰρ, φησὶ, κρέα ταύρων, ἢ αἷμα τράγων πίομαι; Εἶτα εἰπὼν, Οὐδὲ ὑπὸ χειρῶν ἀνθρώπων θεραπεύεται, προσδεόμενός τινος· ἐπεὶ οὐδὲ τοῦτο ἤρκει, τὸ μηδενὸς δεῖσθαι, ὅπερ ἀπεφήνατο· θεῖον μὲν γὰρ καὶ τοῦτο, ἀλλὰ δεῖ καὶ ἕτερον προσεῖναι· ἐπάγει τὸ, Αὐτὸς διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν, καὶ τὰ πάντα. ∆ύο τεκμήρια θεότητος δείκνυσι, τὸ αὐτόν τε μηδενὸς δεῖσθαι, καὶ πᾶσι πάντα παρέχειν. Πάραγε ἐνταῦθα ὅσα περὶ Θεοῦ Πλάτων ἐφιλοσόφησεν, ὅσα Ἐπίκουρος, καὶ τὰ πάντα λῆρος πρὸς ταῦτα. ∆ιδοὺς, φησὶ, ζωὴν καὶ πνοήν. Ἰδοὺ καὶ τῆς ψυχῆς δημιουργὸν αὐτὸν ποιεῖ, οὐ γεννήτορα. Ὅρα πάλιν πῶς καθαιρεῖ τὸν περὶ τῆς ὕλης λόγον, Ἐποίησέ τε, εἰπὼν, ἐξ ἑνὸς αἵματος πᾶν ἔθνος ἀν  θρώπων κατοικεῖν ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς. Ταῦτα βελτίω ἐκείνων, καὶ κατηγορία τῶν τε ἀτόμων καὶ τῆς ὕλης. Ἐνταῦθα δείκνυσιν, ὅτι οὐκ ἔστι μερικὴ, οὐδὲ ἡ ψυχὴ τοῦ ἀνθρώπου. Ὅπερ δὲ ἐκεῖνοί φασιν, οὐκ ἔστι τοῦτο δημιουργὸν εἶναι. Λέγων δὲ μὴ ὑπὸ  χειρῶν  ἀνθρώπων  θεραπεύεσθαι  τὸν  Θεὸν, αἰνίττεται,  ὅτι  διανοίᾳ  καὶ  νῷ θεραπεύεται.  Οὗτος,  φησὶν,  οὐρανοῦ  καὶ  γῆς  Κύριος. Οὐκοῦν  οὐχ  οἱ  μερικοὶ δαίμονες. Ὁ Θεὸς ὁ ποιήσας τὸν κόσμον, καὶ πάντα τὰ ἐν αὐτῷ. Πῶς οὐρανὸς γέγονε, πρότερον δείξας, τότε ἀπεφήνατο, ὅτι οὐκ ἐν χειροποιήτοις κατοικεῖ, ὡσεὶ ἔλεγεν· Εἰ Θεὸς, πάντα ἐποίησε δηλόνοτι· εἰ δὲ μὴ ἐποίησεν, οὐ Θεός. Θεοὶ, οἳ τὸν οὐρανὸν καὶ τὴν  γῆν,  φησὶν,  οὐκ ἐποίησαν, ἀπολέσθωσαν.  Πολλῷ  μείζονα  ἐκείνων  δόγματα εἰσάγει (καίτοι οὐδέπω τὰ μεγάλα εἶπεν· οὔπω γὰρ καιρός· ἀλλ' ὡς παισὶ διελέγετο), τὴν δημιουργίαν, τὴν κυριότητα, τὸ ἀνενδεές.


γʹ. Εἰπὼν δὲ, ὅτι πᾶν ἔθνος ἀνθρώπων ἐξ ἑνὸς αἵματος ἐποίησε, τὸ πάντων  αἴτιον  τῶν  ἀγαθῶν  ἐδήλωσε. Τί τούτου τοῦ ὑψηλοῦ ἴσον; Θαυμαστὸν μὲν γὰρ καὶ τὸ ἐξ ἑνὸς ποιῆσαι τοσούτους· τὸ δὲ πάντας αὐτὸν  συγκρατεῖν, ἔτι πολλῷ  θαυμαστότερον. ∆ιδοὺς γὰρ, φησὶ, πᾶσι πνοὴν  καὶ ζωήν. Τί ἐστιν, Ὁρίσας προστεταγμένους καιροὺς, καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν,  ζητεῖν  τὸν  Θεὸν, εἰ  ἄρα γε  ψηλαφήσειαν  αὐτὸν  καὶ  εὕροιεν;  Ὅτι  οὐκ ἠναγκάζετό τις, φησὶ, περιιέναι καὶ ζητεῖν τὸν Θεόν· ἢ εἰ μὴ τοῦτο, ὅτι ὥρισε ζητῆσαι τὸν Θεόν. Ἀλλ' οὐ διαπαντὸς τοῦτο ὥρισεν, ἀλλὰ Προστεταγμένους καιρούς. Τοῦτο δὲ λέγει, δεικνὺς ὅτι οὐδὲ νῦν ζητήσαντες εὗρον, καίτοι οὕτως ἦν φανερὸς πρὸς τὸ εὑρίσκεσθαι, ὥσπερ  ἂν  εἰς  μέσον  τι  ψηλαφώμενον.   Οὐδὲ γὰρ  ἐνταῦθα  μὲν  ἦν οὐρανὸς, ἀλλαχοῦ δὲ οὔ· οὐδὲ ἐν τούτῳ τῷ χρόνῳ ἦν, ἐν ἄλλῳ δὲ οὔ. Ὥστε καὶ κατὰ πάντα καιρὸν, καὶ κατὰ πᾶσαν ὁροθεσίαν δυνατὸν αὐτὸν εὑρεῖν. Οὕτως ᾠκονόμησε τὸ ζητεῖσθαι, ὥστε μήτε τόπῳ κωλύεσθαι, μήτε χρόνῳ. Καὶ αὐτὸ δὴ τοῦτο μάλιστα αὐτοῖς συνεβάλλετο, εἴ γε ἠβούλοντο, τὸ πανταχοῦ εἶναι τὸν οὐρανὸν, τὸ ἐν παντὶ χρόνῳ ἑστάναι. ∆ιὸ καὶ οὕτως εἶπε· Καίτοι γε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα, ἀλλ'  ἐγγὺς ὄντα πᾶσιν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐ μόνον τὴν ζωὴν ἔδωκε καὶ τὴν πνοὴν καὶ τὰ πάντα· ἀλλὰ καὶ τὸ κεφάλαιον  ἁπάντων,  εἰς γνῶσιν ἤγαγεν αὑτοῦ, δοὺς ταῦτα, δι' ὧν δυνάμεθα εὑρεῖν αὐτὸν καὶ καταλαβεῖν. Ἀλλ' οὐκ ἠθελήσαμεν ζητῆσαι, καίτοι πρὸ ποδῶν ὄντα. Οὐ μακρὰν, φησὶν, ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν  ὑπάρχοντα.  Βαβαί πᾶσιν ἐγγὺς  εἶναι  λέγει  τοῖς  πανταχοῦ  τῆς οἰκουμένης οὖσι. Τί τούτου μεῖζον; Ὅρα πῶς καὶ καθαιρεῖ τοὺς μερικούς. Τί λέγω μακράν; Οὕτως ἐγγύς ἐστιν, ὡς χωρὶς αὐτοῦ μὴ ζῇν. Ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν. Ὡς ἐν σωματικῷ ὑποδείγματι τοιοῦτόν τι λέγει· Ὥσπερ ἀδύνατον ἀγνοῆσαι τὸν ἀέρα πανταχοῦ κεχυμένον, καὶ οὐ μακρὰν ἀφ' ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα, μᾶλλον δὲ καὶ ἐν ἡμῖν ὄντα· οὕτω δὴ καὶ τὸν τῶν ὅλων δημιουργόν. Ὅρα πῶς πάντα αὐτοῦ λέγει εἶναι· τὴν πρόνοιαν αὐτοῦ, φησὶ, καὶ τὴν συγκράτησιν, τὸ εἶναι παρ' αὐτοῦ, τὸ ἐνεργεῖν, τὸ μὴ ἀπολέσθαι. Καὶ οὐκ εἶπε, ∆ι' αὐτοῦ,  ἀλλ' ὃ ἐγγύτερον ἦν, Ἐν αὐτῷ. Οὐδὲν ἴσον εἶπεν ὁ ποιητὴς ἐκεῖνος, Τοῦ γὰρ καὶ γένος, εἰπὼν, ἐσμέν· ἀλλ' ἐκεῖνος μὲν περὶ τοῦ ∆ιὸς εἶπε, οὗτος δὲ περὶ ∆ημιουργοῦ αὐτὸ λαμβάνει, οὐ τὸν αὐτὸν ἐκείνῳ λέγων, μὴ γένοιτο, ἀλλὰ τὰ κυρίως ἐπ' αὐτῷ εἰρημένα ἁρμόζων· ἐπεὶ καὶ  βωμὸν  τούτου  εἶπεν,  οὐκ  ἐκείνου,  ὃν  ἐσέβοντο.  Εἴρηται μὲν  γάρ  τινα  καὶ πράττεται εἰς τοῦτον, ἀλλ' οὐκ ἴσασιν Ἕλληνες ὅτι εἰς αὐτὸν, ἀλλ' εἰς ἕτερον αὐτὰ νενοήκασιν.  Εἰπὲ γάρ μοι περὶ τίνος  ἂν λεχθείη  κυρίως, Ἀγνώστῳ Θεῷ, περὶ τοῦ ∆ημιουργοῦ, ἢ περὶ τοῦ δαίμονος; ∆ῆλον ὅτι περὶ τοῦ ∆ημιουργοῦ, εἰ καὶ τὸν μὲν ἠγνόουν, τὸν δὲ ᾔδεσαν. Ὁμοίως καὶ ὅτι πάντα πεποίηκε, περὶ τοῦ Θεοῦ ἂν εἰρῆσθαι
κυρίως ἁρμόσειεν, ἢ τοῦ ∆ιὸς, μιαροῦ τινος ἀνθρώπου καὶ καταπτύστου καὶ γόητος. Οὕτως οὐχ ὁμοίως ἐκείνῳ Παῦλος εἶπε, μὴ γένοιτο, καὶ τὸ, Τοῦ γὰρ καὶ γένος ἐσμέν· ἀλλ' ἑτέρῳ νῷ. Γένος γὰρ Θεοῦ εἶπεν ἡμᾶς εἶναι· τουτέστιν, οἰκείους, ἐγγυτάτους· ἢ ὡς  ἄν  τις  εἴποι,  παροίκους  καὶ  γείτονας.  Ἵνα  γὰρ  μὴ  πάλιν  λέγωσι,  Ξενίζοντα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν  (οὐδὲν  γὰρ οὕτως  ἀνθρώποις  ἐναντίον),  ἄγει  τὸν ποιητὴν εἰς μέσον. Καὶ οὐκ εἶπεν· Οὐκ ὀφείλετε νομίζειν χρυσῷ ἢ ἀργύρῳ τὸ Θεῖον εἶναι  ὅμοιον, ὢ μιαροὶ καὶ παμμίαροι· ἀλλὰ ταπεινότερον,  Τοῦτο οὐκ ὀφείλομεν νομίζειν,  φησὶν,  ἀλλ' ὑπὲρ τοῦτο, Τί δαὶ τὸ ὑπὲρ τοῦτο; Θεός· ἀλλ' οὐδὲ τοῦτο (ἐνεργείας γάρ ἐστιν ὄνομα), ἀλλὰ τέως τοῦτο· πλὴν  οὐ λέγομεν  τούτῳ τὸ Θεῖον εἶναι ὅμοιον· τίς γὰρ ἂν εἴποι; Ὅρα πῶς τὸ ἀσώματον εἰσήγαγεν. Ἡ γὰρ διάνοια ὅταν ὑποπτεύσῃ  σῶμα, καὶ  διάστημα  ὑπονοεῖ.  Γένος οὖν  ὑπάρχοντες  τοῦ  Θεοῦ, οὐκ ὀφείλομεν   νομίζειν,   φησὶ,  χρυσῷ  ἢ  ἀργύρῳ  ἢ  λίθῳ,   χαράγματι   τέχνης   καὶ ἐνθυμήσεως  ἀνθρώπου,  τὸ  Θεῖον  εἶναι  ὅμοιον.  Ἀλλ'  εἴποι  ἄν  τις·  Οὐ  τοῦτο νομίζομεν· τί οὖν ταῦτα λέγει; Ἀλλὰ πρὸς τοὺς πολλοὺς ὁ λόγος ἦν αὐτῷ· καλῶς οὕτως εἶπεν. Εἰ γὰρ ἡμεῖς οὐκ ἐσμὲν ὅμοιοι ἐκείνοις τὸ κατὰ ψυχὴν, πολλῷ μᾶλλον ὁ Θεός. Τέως ἀπάγει αὐτοὺς τῆς ὑπονοίας. Οὐ μόνον δὲ χαράγματι τέχνης τὸ Θεῖον οὐκ ἔστιν ὅμοιον, ἀλλ' οὐδὲ ἄλλῃ τινὶ ἀνθρωπίνῃ ὑπονοίᾳ ὑποβάλλεται· ἢ γὰρ τέχνη ἢ διάνοια εὗρε. ∆ιὰ τοῦτο οὕτως εἶπεν· Ὅπερ οὖν τέχνη ἀνθρωπίνη ἢ διάνοια εὗρε, τοῦτο ὁ Θεὸς, καὶ ἐν λίθῳ οὐσία Θεοῦ· πῶς οὖν, εἰ ἐν αὐτῷ ζῶμεν, οὐχ εὑρίσκομεν αὐτόν; ∆ιπλοῦν  τὸ ἔγκλημα,  ὅτι τε ἐκεῖνον  οὐχ εὗρον, καὶ ὅτι τοιούτους  εὗρον. Οὐδαμοῦ ἡ διάνοια ἀξιόπιστος καθ' ἑαυτήν. Ἀλλ' ἐπειδὴ κατέσεισε αὐτῶν τὴν ψυχὴν δείξας ἀναπολογήτους,  ὅρα τί  ἐπάγει· Τοὺς μὲν  χρόνους  τῆς  ἀγνοίας  ὑπεριδὼν, τανῦν  παραγγέλλει   τοῖς  ἀνθρώποις  πᾶσι  πανταχοῦ   μετανοεῖν.  Τί  οὖν;  οὐδεὶς κολάζεται τούτων; Οὐδεὶς τῶν θελόντων μετανοεῖν. Περὶ τούτων λέγει, οὐ περὶ τῶν ἀπελθόντων,  ἀλλ' οἷς  παραγγέλλει.  Οὐκ ἀπαιτεῖ  λόγον  ὑμᾶς, φησίν.  Οὐκ εἶπεν, Ἐκεῖνος παρεῖδεν· οὐκ εἶπεν, Εἴασεν· ἀλλ' Ὑμεῖς ἠγνοήσατε. Ὑπερεῖδεν· τουτέστιν, οὐκ ἀπαιτεῖ κόλασιν ὡς ἀξίους ὄντας κολάσεως. Ἠγνοήσατε. Καὶ οὐ λέγει, Ἑκόντες ἐκακουργήσατε,  ἀλλὰ  τοῦτο  διὰ  τῶν  ἄνω  ἔδειξε,  Πανταχοῦ  μετανοεῖν,  εἰπών. Ἐνταῦθα πᾶσαν τὴν οἰκουμένην αἰνίττεται. 



δʹ. Ὅρα πῶς αὐτοὺς ἀπάγει τῶν μερικῶν.  ∆ιότι  ἔστησεν ἡμέραν, φησὶν,  ἐν  ᾖ μέλλει  κρίνειν  τὴν  οἰκουμένην  ἐν δικαιοσύνῃ. Ὅρα· πάλιν  τὴν οἰκουμένην  εἶπεν, οὕτω τοὺς ἀνθρώπους  καλῶν. Ἐν ἀνδρὶ ᾧ ὥρισεν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν. Ὅρα πῶς πάλιν τὸ πάθος ἐδήλωσεν, ἀναστάσεως  μνημονεύσας.  Ὅτι  δὲ  ἀληθὴς  ἡ  κρίσις, δῆλον  ἐκ  τῆς  ἀναστάσεως· συγκατασκευάζεται γάρ· καὶ ὅτι πάντα ἀληθείᾳ εἶπε, δῆλον ἐξ ὧν ἀνέστη. Ὅτι δὲ καὶ πᾶσι ταύτην  παρεῖχον  πίστιν, τὸ ἀναστῆναι  αὐτὸν  ἐκ νεκρῶν,  καὶ τοῦτο λοιπὸν δῆλον.  Ταῦτα  εἴρηται  μὲν  πρὸς  Ἀθηναίους·  καιρὸν  δ'  ἂν  ἔχοι  καὶ  πρὸς  ἡμᾶς λέγεσθαι,  ὅτι  πάντας  πανταχοῦ  μετανοεῖν  δεῖ,  ὅτι  ὥρισεν  ἡμέραν,  ἐν  ᾗ  μέλλει κρίνειν τὴν οἰκουμένην. Ὅρα πῶς καὶ δικαστὴν αὐτὸν εἰσάγει, καὶ προνοοῦντα τοῦ κόσμου καὶ φιλάνθρωπον  καὶ συγγνωμονικὸν  καὶ δυνατὸν  καὶ σοφὸν, καὶ πάντα ἁπλῶς  ∆ημιουργοῦ ἔχοντα. Ἀπόδειξιν ἔδωκε τοῦ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν  τὰ εἰρημένα. Μετανοήσωμεν οὖν· πάντως γὰρ κριθῆναι δεῖ. Εἰ μὴ ἀνέστη ὁ Χριστὸς, οὐ κρινόμεθα· εἰ δὲ ἀνέστη, πάντως  κρινόμεθα. Εἰς τοῦτο γὰρ καὶ ἀπέθανεν,  ἵνα καὶ νεκρῶν  καὶ  ζώντων  κυριεύσῃ, φησί· καὶ  πάλιν·  Πάντες γὰρ  παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ, ἵνα ἕκαστος κομίσηται πρὸς ἃ ἔπραξε. Μὴ δὴ νομίσητε ῥήματα μόνον εἶναι ταῦτα· ἰδοὺ καὶ τὸν περὶ τῆς ἀναστάσεως τῶν πάντων εἰσήγαγε λόγον· οὐ γὰρ ἄλλως κρίνεται ἡ οἰκουμένη. Καὶ τὸ, Ἀναστήσας δὲ αὐτὸν ἐκ νεκρῶν, περὶ σώματός ἐστιν εἰρημένον· τοῦτο γὰρ καὶ νεκρὸν, τοῦτο καὶ πέπτωκε. Παρὰ Ἕλλησιν ὥσπερ τὰ τῆς δημιουργίας, οὕτω καὶ τὰ τῆς κρίσεως ἀθετεῖται. Ταῦτα δὲ παίδων εὑρήματα, καὶ μεθυόντων  ἀνθρώπων  ἐστίν. Ἀλλ' ἡμεῖς οἱ περὶ τούτων  ἀκριβῶς εἰδότες, πράττωμέν  τι τῶν  χρησίμων, καὶ σπουδάζωμεν οἰκειωθῆναι  τῷ Χριστῷ. Μέχρι πότε ἐχθραίνομεν  πρὸς αὐτόν; μέχρι πότε πρὸς αὐτὸν  ἀηδῶς ἔχομεν; Μὴ γένοιτο, φησί· τί ταῦτα λέγεις; Οὐκ ἐβουλόμην ταῦτα λέγειν, εἰ μὴ ταῦτα ἐπράττετε ὑμεῖς· νυνὶ δὲ τί τὸ κέρδος τῆς τῶν λόγων  σιγῆς, τῶν πραγμάτων οὕτω βοώντων μετὰ πάσης περιφανείας;  Πῶς οὖν  αὐτὸν  φιλήσομεν;  Εἶπον μὲν  μυριάκις  μυρία, ἐροῦμεν δὲ καὶ νῦν. Τρόπον ἕνα εὑρηκέναι μοι δοκῶ, πολὺ μέγαν καὶ θαυμαστόν· μετὰ  τοῦ  τὰ  κοινῇ  γινόμενα  λογίζεσθαι  ὑπὸ  τοῦ  Θεοῦ τοσαῦτα ὄντα,  ὅσα οὐδὲ ἀριθμεῖν  τις  δύναται,  καὶ  ὑπὲρ  τούτων  ἁπάντων  χάριτας  εἰδέναι  αὐτῷ,  καὶ  τὰ ἑκάστῳ ἡμῶν γεγενημένα  ἐννοῶμεν  πάντες, καὶ καθ' ἑκάστην ἀναλογιζώμεθα  τὴν ἡμέραν. Ἐπειδὴ τοίνυν μεγάλην ἔχει τὴν ἰσχὺν ταῦτα, ἕκαστος ἡμῶν ἀναλογιζέσθω παρ'  ἑαυτῷ,  καὶ  μετὰ  ἀκριβείας  ἀνερευνάτω,  εἴ  ποτε  εἰς  κινδύνους  προπεσὼν διέφυγε   τὰς   τῶν   ἐναντίων    χεῖρας,   καὶ   καθάπερ   ἐν   βίβλῳ   τὰς   εὐεργεσίας ἀναγράπτους  ἐχέτω  τοῦ  Θεοῦ· οἷον,  εἴ  ποτε  ἐξελθὼν  εἰς  ὁδὸν  ἀωρίᾳ,  διέφυγε κίνδυνον· εἴ ποτε πονηροῖς ἀνθρώποις συμβαλὼν, ἀνώτερος αὐτῶν γέγονεν· εἴ ποτε νόσῳ περιπεσὼν, πάντων ἀπεγνωκότων  ἀνήνεγκε· μέγα γὰρ τοῦτο δύναται πρὸς τὸ οἰκειοῦν  ἡμᾶς τῷ Θεῷ. Εἰ γὰρ δὴ Μαρδοχαῖος ἐκεῖνος  τὰ ὑπ' αὐτοῦ γεγενημένα ἀγαθὰ ἔργα εἰς μνήμην ἐλθόντα τοῦ βασιλέως, οὕτως ἔσχε προϊστάμενα, ὡς πάλιν ἐπὶ τὴν λαμπρότητα ἐκείνην  ἐλθεῖν· πολλῷ μᾶλλον ἡμεῖς, ἂν ἀναμνησθῶμεν,  καὶ δύο τούτων ἀκριβῆ ποιησώμεθα ἐξέτασιν τῶν πραγμάτων, τί μὲν ἡμάρτομεν ἡμεῖς εἰς  Θεὸν, τί  δὲ  αὐτὸς  εἰς  ἡμᾶς  ἀγαθὸν  εἴργασται· οὕτω  καὶ  εὐχά   ριστοι ἐσόμεθα, καὶ πάντα προησόμεθα. Ἀλλ' οὐδεὶς τούτων οὐδενὸς ποιεῖται μνήμην· ἀλλ' ὥσπερ περὶ ἁμαρτημάτων λέγομεν, ὅτι ἁμαρτωλοί ἐσμεν, οὐ κατ' εἶδος αὐτὰ ἐξετάζοντες,  οὕτω  καὶ  περὶ  τῶν  εὐεργεσιῶν  τοῦ  Θεοῦ, ὅτι  εὐηργέτησεν  ἡμᾶς, λέγοντες, ὁ Θεὸς, οὐ κατ' εἶδος αὐτὰ ἐξετάζομεν, οὐ λέγομεν, ποῦ καὶ πόσα καὶ ἐν ποίῳ καιρῷ. Ἀλλ' ἀπὸ τοῦ νῦν πολλὴν ποιησώμεθα τὴν ἀκρίβειαν. Εἰ μὲν γάρ τις καὶ τὰ πάλαι  ἀναλαβεῖν  δύναται,  πάντα  ἀναλογιζέσθω  ἀκριβῶς, ὡς  μέγαν  εὑρήσων θησαυρόν. Τοῦτο καὶ πρὸς τὸ μὴ ἀπογινώσκειν χρήσιμον ἡμῖν. Ὅταν γὰρ ἴδωμεν, ὅτι προέστη πολλάκις  ἡμῶν,  οὐκ  ἀπογνωσόμεθα  οὐδὲ  ἡγησόμεθα  ἀπεῤῥῖφθαι·  ἀλλ' ἐνέχυρον αὐτοῦ μέγα ληψόμεθα τῆς περὶ ἡμῶν κηδεμονίας, ὅταν ἐννοήσωμεν, ὅτι ἁμαρτόντες οὐ κολαζόμεθα, ἀλλὰ καὶ προστασίας ἀπολαύομεν.


 εʹ. Εἴπω δή τι κἀγὼ, ὅπερ ἀκήκοα παρά τινος· Γέγονέ πού τις παῖς, καί ποτε συνέβη αὐτὸν εἶναι ἐν ἀγρῷ μετὰ τῆς μητρὸς, οὔπω πεντεκαιδεκαέτη  γεγονότα.  Τότε δὴ χαλεποῦ  τινος  ἀέρος συμβάντος, πυρετὸς ἐπέπεσεν ἀμφοτέροις· καὶ γὰρ τὸ μετόπωρον ἦν. Τότε δὴ ἡ μὲν μήτηρ ἔφθασεν εἰσελθεῖν ἐπὶ τῆς πόλεως· ὁ δὲ παῖς, τῶν ἰατρῶν ἐκεῖ κελευόντων μένειν,  καὶ  τοῦ  πυρετοῦ  καίοντος,  ἀνακογχυλίζειν   ἤρξατο  δῆθεν  φιλοσοφῶν, μᾶλλον  τὸ πῦρ σβεννύναι  οἰόμενος, εἰ μηδ' ὁτιοῦν  λάβοι. Ἅτε δὴ οὖν παῖς, ὑπὸ φιλονεικίας   ἀκαίρου  οὐ  προσήκατο. Ὡς  δὲ  ἐπέβη  τῆς  πόλεως,  παρέθη  τὰ  τῆς γλώττης, καὶ ἄλαλος ἦν ἐπὶ πολὺ, οὐδὲν ἔναρθρον φθεγγόμενος· ἀλλὰ ἀνεγίνωσκε μὲν, καὶ εἰς διδασκάλους ἐφοίτα ἐπὶ πολὺν χρόνον, ἁπλῶς δὲ καὶ ἄσημα. Πάντα οὖν αὐτῷ  τὰ τῆς  ἐλπίδος  ἐκκέκοπτο, καὶ ὀδύνης  ἦν  ἡ μήτηρ μεστή· καὶ πολλὰ  μὲν ἐπενόησαν ἰατροὶ, πολλὰ δὲ ἄλλα πολλοὶ, ἴσχυε δὲ οὐδεὶς, ἕως ὅτε ὁ φιλάνθρωπος Θεὸς ἰάσατο τὸν  τῆς γλώττης  δεσμὸν, καὶ τότε ἀνήνεγκε,  καὶ εἰς τὴν  προτέραν ἐπανήγαγεν εὐγλωττίαν  αὐτὸν καὶ τρανότητα. ∆ιηγήσατο δὲ αὐτοῦ ἡ μήτηρ, καὶ ὅτι δὴ καὶ παιδίον ὃν σφόδρα μικρὸν, περὶ τὴν ῥῖνα πάθος ἔσχεν, ὃ καλοῦσι πολύπουν· καὶ πάλιν ἰατροὶ ἀπεγνώκεισαν, καὶ τελευτῆσαι ηὔχετο ἡ μήτηρ, καὶ ὁ πατὴρ αὐτῷ κατηρᾶτο (ἔτι γὰρ ἔτυχε ζῶν), καὶ πάλιν πάντα ἐν ἀπορίᾳ ἦν. Ὁ δὲ εὐθέως βήξας, ἀπὸ μύγματος τὸ θηρίον ἐκεῖνο τῇ ῥύμῃ τοῦ πνεύματος ἐξέωσεν ἀπὸ τῶν ῥινῶν, καὶ πάντα λέλυτο τὰ δεινά. Τούτου δὲ σβεσθέντος, ῥεῦμα κατὰ τῶν ὀφθαλμῶν δριμὺ καὶ γλίσχρον ἐπιῤῥέον ἀεὶ, τοσαύτας ἐποίει τὰς λήμας καὶ οὕτω παχείας, ὡς ἀντὶ διαφράγματος γενέσθαι τῇ κόρῃ, καὶ τὸ δεινὸν, πήρωσιν ἐμελέτα, καὶ πάντες ἔλεγον τοῦτο συμβήσεσθαι. Ἀλλὰ καὶ τούτου χάριτι τοῦ Θεοῦ ταχέως ἀπηλλάγη τοῦ πάθους. Καὶ ταῦτα μὲν ἅπερ ἤκουσα· ἃ δὲ αὐτὸς ἐπίσταμαι, ἐρῶ πρὸς ὑμᾶς· Ἐκινήθη ποτὲ τυράννων ὑποψία ἐν τῇ πόλει τῇ ἡμετέρᾳ (τότε δὲ ἔτι μειράκιον ἤμην)· καὶ πάντων ἔξωθεν  τὴν  πόλιν   παρακαθημένων   τῶν  στρατιωτῶν,  τυχὸν  ἀπλάστως  βιβλία ἐζήτουν γοητικὰ καὶ μαγικά. Καὶ ὁ γράψας τὸ βιβλίον, ῥίψας ἀκατασκεύαστον εἰς ποταμὸν,  ἑάλω,  καὶ  ἀπαιτούμενος  οὐκ  εἶχε  δοῦναι,  ἀλλὰ  περιήγετο  τὴν  πόλιν
ἅπασαν δέσμιος· ὡς δὲ τῶν  ἐλέγχων  ἐπιτεινομένων  δέδωκε  δίκην,  τότε ἐγὼ  εἰς μαρτύριον ἀπιέναι  βουλόμενος, ἐπανῄειν  διὰ τῶν  κήπων  παρὰ ποταμὸν μετὰ καὶ ἑτέρου τινός. Ἰδὼν δὲ ἐκεῖνος τὸ βιβλίον ἄνω ἐπιπλέον, τὸ μὲν πρῶτον ἐνόμιζεν ὀθόνην εἶναι, γενόμενος δὲ ἐγγὺς, ἔγνω ὅτι βιβλίον ἦν, καὶ καταβὰς ἀνείλετο. Ἐγὼ δὲ ἐφιλονείκουν,  ὥστε κοινὴν  εἶναι τὴν εὕρεσιν, καὶ ἐγέλων. Ἀλλ' ἴδωμεν, φησὶν, ὅ τί ποτε καὶ ἔστιν. Ἀνακλᾷ μέρος τῆς σελίδος, καὶ εὑρίσκει ἐγγεγραμμένα μαγικά. Συνέβη δὲ κατὰ ταυτὸν στρατιώτην  παριέναι. Εἶτα ἔνδοθεν  λαβὼν  ἀπῄει, καὶ ἐπεπήγει  τῷ δέει. Τίς γὰρ ἂν καὶ ἐπίστευσεν, ὅτι ἀπὸ τοῦ ποταμοῦ λαβόντες ἀνειλόμεθα,   πάντων   τότε  καὶ  τῶν   ἀνυπόπτων   κατεχομένων;   Καὶ  ῥῖψαι  οὐκ ἐτολμῶμεν, μὴ ὀφθῶμεν, καὶ καταμερίσαι αὐτὸ πάλιν ὅμοιον δέος ἦν. Ἔδωκε γοῦν ὁ Θεὸς, καὶ ἐῤῥίψαμεν, καὶ ἔσχατον ἀπηλλάγημεν  τότε τῶν κινδύνων.  Καὶ μυρία ἂν ἔχοιμι λέγειν, εἰ πάντα καταλέγειν ἐθέλοιμι. Καὶ ταῦτα δὲ ὑμῶν ἕνεκεν εἶπον, ὥστε εἴ τις κἂν μὴ τοιαῦτα, ἀλλ' ἕτερά τινα ἔχοι, ταῦτα μεμνήσθω διηνεκῶς· οἷον, εἴ ποτε λίθος τις ἐνεχθεὶς, μέλλων ἐπὶ σὲ ἔρχεσθαι, καὶ οὐκ ἐπὶ σὲ ἦλθε, τοῦτο ἀείμνηστον ἔχε· μεγάλην ταῦτα ποιεῖ πρὸς Θεὸν φιλίαν ἡμῖν. Εἰ γὰρ ἀνθρώπων  ἀναμνησθέντες τῶν διασωσάντων ἡμᾶς, πάνυ δακνόμεθα, ὅταν αὐτοὺς ἀμείψασθαι μὴ δυνηθῶμεν· πολλῷ  μᾶλλον ἐπὶ Θεοῦ. Τοῦτο καὶ ἀλλαχοῦ  χρήσιμον. Ὅταν οὖν βουλώμεθα μὴ ἀλύειν,  λέγωμεν  δή· Εἰ τὰ  ἀγαθὰ  ἐδεξάμεθα  παρὰ Κυρίου,  τὰ  κακὰ οὐχ ὑποίσομεν; Καὶ Παῦλος διὰ τοῦτο ἔλεγεν  ὅθεν ἐῤῥύσθη, ἵνα κἀκείνους ἀναμνήσῃ. Ὅρα καὶ ὁ Ἰακὼβ πῶς πάντα ταῦτα ἐν νῷ εἶχε· διὸ καὶ ἔλεγεν· Ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ νεότητός μου. Καὶ μὴ μόνον, ὅτι ἐῤῥύσατο, ἀλλὰ πῶς καὶ ἐπὶ τίνι ἐννοῶμεν. Ὅρα γοῦν κἀκεῖνον ἰδικῶς μνημονεύοντα τῶν εὐεργεσιῶν. Ἐν τῇ ῥάβδῳ μου, φησὶ, διῆλθον τὸν Ἰορδάνην. Οἱ δὲ Ἰουδαῖοι καὶ τῶν ἐπὶ προγόνων μέμνηνται ἀεὶ, τὰ κατὰ τὴν Αἴγυπτον στρέφοντες. Οὐκοῦν πολλῷ μᾶλλον ἡμεῖς τῶν οἰκείων καὶ εἰς ἡμᾶς συμβεβηκότων, ποσάκις εἰς ἐπηρείας καὶ συμφορὰς ἐμπεπτώκαμεν· καὶ εἰ μὴ ὁ Θεὸς χεῖρα   ὑπερέσχε,   πάλαι   ἂν   ἀπολώλειμεν.    Ταῦτα   ἐννοοῦντες    ἅπαντες,   καὶ ἀναλεγόμενοι  καθ' ἑκάστην, χάριν  εἰδῶμεν  διηνεκῶς  τῷ Θεῷ, καὶ πάντες  κοινῇ δόξαν αὐτῷ ἀναπέμψωμεν, καὶ δοξάζοντες αὐτὸν μὴ διαλιμπάνωμεν, ἵνα τῆς εὐγνωμοσύνης   πολλὴν   τὴν   ἀμοιβὴν   κομισώμεθα,  χάριτι   καὶ  οἰκτιρμοῖς   τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ, μεθ' οὗ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΘʹ. Ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν, οἱ μὲν ἐχλεύα ζον, οἱ δὲ εἶπον· Ἀκουσόμεθά σου πάλιν περὶ τούτου. Καὶ οὕτως ὁ Παῦλος ἐξῆλθεν ἐκ μέσου αὐτῶν.

αʹ. Τί δήποτε πείσαντος οὕτως αὐτοῦ ὡς καὶ εἰπεῖν Ἀθηναίους, Ἀκουσόμεθά σου πάλιν περὶ τούτου, καὶ κινδύνων  οὐκ ὄντων, ἐπείγεται τὰς Ἀθήνας ἀφεῖναι  ὁ Παῦλος; Ἴσως ᾔδει οὐ μέγα ὀνήσων· ἄλλως τε καὶ ὑπὸ τοῦ Πνεύματος εἰς Κόρινθον ἤγετο.  Τινὲς  δὲ  ἄνδρες  κολληθέντες  αὐτῷ,  ἐπίστευσαν, ἐν  οἷς  καὶ  ∆ιονύσιος  ὁ Ἀρεοπαγίτης, καὶ γυνὴ  ὀνόματι  ∆άμαρις, καὶ ἕτεροι σὺν αὐτοῖς.  Μετὰ δὲ ταῦτα χωρισθεὶς ὁ Παῦλος ἐκ τῶν Ἀθηνῶν, ἦλθεν εἰς Κόρινθον. Καὶ εὑρών τινα Ἰουδαῖον ὀνόματι Ἀκύλαν, Ποντικὸν τῷ γένει, προσφάτως ἐληλυθότα ἀπὸ τῆς Ἰταλίας, καὶ Πρίσκιλλαν γυναῖκα αὐτοῦ (διὰ τὸ διατεταχέναι  Κλαύδιον χωρίζεσθαι πάντας τοὺς Ἰουδαίους ἐκ τῆς Ῥώμης), προσῆλθεν αὐτοῖς· καὶ διὰ τὸ ὁμότεχνον εἶναι, ἔμεινε παρ' αὐτοῖς, καὶ εἰργάζετο· ἦσαν γὰρ σκηνοποιοὶ τῇ τέχνῃ.  Εἰκότως εἰς Κόρινθον, ὡς ἔφην, ὑπὸ τοῦ Πνεύματος ἤγετο, ἐν ᾗ μένειν  ἔδει. Οἱ γὰρ Ἀθηναῖοι, καίτοι ξένης ὄντες ἀκροάσεως ἐρασταὶ, ὅμως οὐ προσεῖχον· οὐ γὰρ τοῦτο ἐσπούδαζον, ἀλλ' ὥστε ἀεί τι ἔχειν εἰπεῖν· ὅπερ αὐτοὺς καὶ ἀποσχέσθαι ἐποίησεν. Εἰ δὲ τοῦτο ἦν αὐτοῖς ἔθος, πῶς ἐγκαλοῦσιν, ὅτι Ξένων δαιμονίων δοκεῖ καταγγελεὺς εἶναι; Ἀλλὰ ταῦτα σφόδρα ἦν ἄπορα. Ἀλλ' ὅμως ἔπεισε τὸν ∆ιονύσιον τὸν Ἀρεοπαγίτην καὶ ἑτέρους τινάς. Οἱ μὲν  γὰρ ἐπιμελούμενοι  βίου, ταχέως  ἐδέξαντο  τὸν  λόγον,  οἱ δὲ λοιποὶ  οὐκ ἔτι. Ἱκανῶς οὖν ἔχειν ἔδοξε τῷ Παύλῳ τὸ καταβαλεῖν τέως τὰ σπέρματα· τὸ γὰρ πλέον αὐτοῦ τῆς ζωῆς ἐνταῦθα προκεχωρήκει. Ἐπὶ μὲν γὰρ Νέρωνος ἐτελειώθη,  ἀπὸ δὲ Κλαυδίου ἀνεῤῥιπίζετο λοιπὸν ὁ πρὸς  Ἰουδαίους πόλεμος, μακρόθεν μὲν, οὐκ ἀπεικὸς δὲ, ὥστε κἂν οὕτω σωφρονῆσαι, καὶ ἀπὸ Ῥώμης ὡς λυμεῶνες ἐλαύνοντο.
∆ιὰ τοῦτο οἰκονομεῖται  τοῦτον  ὡς δέσμιον ἀπαχθῆναι  ἐκεῖ, ἵνα  μὴ ὡς Ἰουδαῖος ἀπελαύνηται, ἀλλ' ὡς ὑπὸ τῇ τάξει πράττων καὶ φυλάττηται  ἐκεῖ. Καὶ ἔμεινε, φησὶ, παρ' αὐτοῖς.  Βαβαὶ, ποῖον  δικαίωμα  τοῦ συνοικῆσαι εὗρεν Ἐπειδὴ γὰρ ἐνταῦθα μάλιστα ἔδει αὐτὸν μὴ λαβεῖν, καθώς φησιν, Ἵνα ἐν ᾧ καυχῶνται εὑρεθῶσι καθὼς καὶ ἡμεῖς, οἰκονομεῖται αὐτὸν μένειν ἐκεῖ. ∆ιελέγετο δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν σάββατον, ἔπειθέ τε Ἰουδαίους καὶ Ἕλληνας. Ὡς δὲ κατῆλθονἀπὸ τῆς Μακεδονίας ὅ τε Σίλας καὶ ὁ Τιμόθεος, συνείχετο τῷ Πνεύματι ὁ Παῦλος διαμαρτυρόμενος τοῖς Ἰουδαίοις τὸν Χριστὸν Ἰησοῦν. Τουτέστιν, ἐπηρέαζον αὐτῷ, ἐφίσταντο αὐτῷ. Ἀλλ' οἱ μὲν οὕτω· τί δὲ ὁ Παῦλος; Ἀφίσταται αὐτῶν, καὶ μετὰ πολλοῦ τοῦ φόβου. Οὐκ ἔτι γὰρ ὑμῖν, φησὶν, ἦν ἀναγκαῖον  λαληθῆναι  τὸν λόγον· ἀλλὰ καὶ αἰνίττεται  αὐτούς. Ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων, ἐκτιναξάμενος τὰ ἱμάτια, εἶπε πρὸς αὐτούς· Τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν. Καθαρὸς ἐγὼ, ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι. Καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν εἰς οἰκίαν τινὸς ὀνόματι Ἰούστου σεβομένου τὸν Θεὸν, οὗ ἡ οἰκία ἦν συνομοροῦσα τῇ συναγωγῇ. Κρίσπος δὲ ὁ ἀρχισυνάγωγος ἐπίστευσε τῷ Κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ· καὶ πολλοὶ τῶν Κορινθίων ἀκούοντες, ἐπίστευον καὶ ἐβαπτίζοντο. Ὅρα πῶς πάλιν εἰπὼν, Ἀπὸ τοῦ νῦν, οὐδὲ οὕτως αὐτῶν ἀμελεῖ· ὥστε τοῦ διεγεῖραι ἕνεκεν εἶπε τοῦτο. Καὶ λοιπὸν ἦλθε πρὸς Ἰοῦστον, οὗ ἦν ἡ οἰκία ὁμοροῦσα τῇ συναγωγῇ. Ἐγειτνίαζεν ὥστε καὶ ζῆλον ἔχειν ἀπὸ τῆς γειτνιάσεως,  εἴπερ ἤθελον. Κρίσπος δὲ, φησὶν, ὁ ἀρχισυνάγωγος ἐπίστευσε τῷ Κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ. Καὶ τοῦτο μάλιστα ἱκανὸν πρὸς τὸ ἐπαγαγέσθαι. Εἶπε δὲ  ὁ Κύριος δι' ὁράματος  ἐν  νυκτὶ  τῷ  Παύλῳ· Μὴ φοβοῦ,  ἀλλὰ  λάλει,  καὶ  μὴ σιωπήσῃς, διότι ἐγώ εἰμι μετὰ σοῦ, καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε, διότι λαὸς ἔστι μοι πολὺς ἐν τῇ πόλει ταύτῃ. Ὅρα διὰ πόσων αὐτὸν πείθει, καὶ πῶς ὃ μάλιστα αὐτὸν ᾕρει, τοῦτο ὕστερον αὐτῷ λέγει· Ὅτι λαὸς ἔστι μοι πολὺς ἐν τῇ πόλει ταύτῃ. Πῶς οὖν συνεπέθεντο αὐτῷ, εἴποι τις ἄν; Καὶ μὴν οὐδὲν ἴσχυσαν, ἀλλ' ἤγαγον αὐτὸν μόνον πρὸς τὸν ἀνθύπατον. Ἐκάθισέ τε ἐνιαυτὸν καὶ μῆνας ἓξ, διδάσκων ἐν αὐτοῖς   τὸν   λόγον   τοῦ   Θεοῦ.  Γαλλίωνος   δὲ   ἀνθυπατεύοντος    τῆς   Ἀχαΐας, κατεπέστησαν ὁμοθυμαδὸν οἱ Ἰουδαῖοι τῷ Παύλῳ, καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα, λέγοντες, ὅτι Παρὰ τὸν νόμον οὗτος ἀναπείθει τοὺς ἀνθρώπους σέβεσθαι τὸν Θεόν. Ὁρᾷς  διὰ  τί  ἐκεῖνοι  ἀεὶ  δημοσίᾳ  ἔπλεκον  κατηγορήματα;  Ὅρα  γοῦν  ἐνταῦθα εἰπόντων  τούτων,  ὅτι  παρὰ τὸν  νόμον  ἀναπείθει  τοὺς ἀνθρώπους  σέβεσθαι τὸν Θεὸν, οὐδὲν τούτων ἐμέλησε τῷ ἀνθυπάτῳ, ἀλλ' ὑπὲρ Παύλου μᾶλλον ἀπολογεῖται. Καὶ ἄκουε πῶς ἀποκρίνεται· Εἰ μὲν ἦν τῶν  τῆς πόλεως  ἁπτόμενον  ἀδίκημά τι ἢ ῥᾳδιούργημα πονηρὸν, ὦ Ἰουδαῖοι, κατὰ λόγον ἂν ἠνεσχόμην ὑμῶν. Ἐπιεικής τις ἄνθρωπος οὗτος εἶναί μοι δοκεῖ· καὶ δῆλον ἐξ ὧν ἀποκρίνεται συνετῶς. Μέλλοντος δὲ τοῦ Παύλου, φησὶν, ἀνοίγειν τὸ στόμα, εἶπεν ὁ Γαλλίων πρὸς τοὺς Ἰουδαίους· εἰ μὲν ἦν ἀδίκημά τι ἢ ῥᾳδιούργημα πονηρὸν, ὦ Ἰουδαῖοι, κατὰ λόγον ἂν ἠνεσχόμην ὑμῶν· εἰ δὲ ζήτημά ἐστι περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου τοῦ καθ' ὑμᾶς, ὄψεσθε αὐτοί· κριτὴς γὰρ ἐγὼ τούτων  οὐ βούλομαι εἶναι. Καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος.  Ἐπιλαβόμενοι  δὲ  πάντες  οἱ  Ἕλληνες  Σωσθένην  τὸν  ἀρχισυνάγωγον ἔτυπτον  ἔμπροσθεν  τοῦ  βήματος,  καὶ  οὐδὲν  τούτων   τῷ  Γαλλίωνι  ἔμελε.  Καὶ ἐντεῦθεν  πάλιν  τὸ  ἐπιεικὲς  τοῦ  ἀνδρὸς  δείκνυται.  Τυπτομένου  γὰρ  αὐτοῦ,  οὐχ ἡγήσατο ἰδίαν ὕβριν εἶναι· οὕτως ἦσαν ἰταμοὶ οἱ Ἰουδαῖοι.



 βʹ. Ἴδωμεν δὲ ἄνωθεν τὰ ἀνεγνωσμένα.  Ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν,  οἱ μὲν ἐχλεύαζον,  οἱ δὲ εἶπον· Ἀκουσόμεθά σου πάλιν. Πόσα μεγάλα καὶ ὑψηλὰ ἀκούσαντες, οὐδὲ προσεῖχον, ἀλλ' ἐχλεύαζον Τὴν ἀνάστασιν δὲ ἐχλεύαζον· Ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος. Καὶ οὕτω, φησὶν, ἐξῆλθεν ὁ Παῦλος ἐκ μέσου αὐτῶν. Οὕτω· πῶς; Τοὺς μὲν πείσας, ὑπὸ δὲ τῶν  γελώμενος.  Χωρισθεὶς δὲ ἀπὸ Ἀθηνῶν, φησὶν, ἦλθεν  εἰς Κόρινθον.  Καὶ  εὑρών   τινα   Ἰουδαῖον   ὀνόματι   Ἀκύλαν,   Ποντικὸν   τῷ   γένει, προσφάτως ἐληλυθότα ἀπὸ τῆς Ἰταλίας, ἔμεινε παρ' αὐτοῖς καὶ εἰργάζετο. Ὅρα, πῶς ὁ  νόμος  ἄρχεται  καταλύεσθαι  λοιπόν.  Κειράμενος γὰρ,  Ἰουδαῖος  ὢν,  οὗτος  ἐν Κεγχρεαῖς μετὰ  ταῦτα,  εἰς  Συρίαν  συναπέρχεται  Παύλῳ.  Ποντικὸς  ὢν,  οὐκ  ἐν Ἱεροσολύμοις οὐδὲ πλησίον  ἔσπευδεν ἐλθεῖν,  ἀλλὰ  μακροτέρω. Παρ' αὐτῷ  γοῦν μένει, καὶ οὐκ αἰσχύνεται  μένων,  ἀλλὰ  καὶ δι' αὐτὸ τοῦτο μένει, ὡς ἐπιτήδειον εὑρὼν  καταγώγιον·  πολλῷ  γὰρ αὐτῷ  τῶν  βασιλείων  ἐπιτηδειότερον  ἦν. Καὶ μὴ γελάσῃς ἀκούων, ἀγαπητέ. Καθάπερ γὰρ ἀθλητῇ  ἡ παλαίστρα τῶν  ἁπαλῶν στρωμάτων μᾶλλον χρήσιμον· οὕτω καὶ τῷ πολεμιστῇ τὸ ξίφος τὸ σιδηροῦν, ἀλλ' οὐ τὸ χρυσοῦν. Καὶ εἰργάζετο κηρύττων. Αἰσχυνθῶμεν ἡμεῖς οἱ καὶ χωρὶς τοῦ κηρύττειν ἀργῶς ζῶντες.  ∆ι  ελέγετο  δὲ ἐν τῇ συναγωγῇ,  φησὶ, κατὰ πᾶν  σάββατον, ἔπειθέ  τε  Ἰουδαίους  τε  καὶ  Ἕλληνας.  Ἀντιτασσομένων  δὲ αὐτῶν  καὶ βλασφημούντων, ἀπέστη. Ταύτῃ προσδοκῶν αὐτοὺς ἕλξειν μᾶλλον, ἀφίσταται. ∆ιὰ τί γὰρ ἀφεὶς ἐκείνην τὴν οἰκίαν, ἦλθε πλησίον τῆς συναγωγῆς; ἆρ' οὐχὶ διὰ τοῦτο; οὐδὲ γὰρ κίνδυνον ἑώρα ἐνταῦθα. ∆ιαμαρτυρόμενος αὐτοῖς, φησίν. Οὐκ ἔτι διδάσκει, ἀλλὰ διαμαρτύρεται. Ἀντιτασσομένων δὲ αὐτῶν, φησὶ, καὶ βλασφημούντων, ἐκτιναξάμενος  τὰ ἱμάτια εἶπε· Τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν  ὑμῶν. Τοῦτο ποιεῖ, ὥστε μὴ ῥήματι μόνον, ἀλλὰ καὶ πράγματι φοβῆσαι· καὶ σφοδρότερον διαλέγεται, ἅτε καὶ πολλοὺς  πεπεικώς.  Καθαρός εἰμι, φησὶν,  ἐγώ· ἀπὸ τοῦ νῦν  εἰς τὰ ἔθνη πορεύσομαι. Ἄρα καὶ ἡμεῖς ὑπεύθυνοί ἐσμεν τοῦ αἵματος τῶν ἡμῖν ἐγκεχειρισμένων, ἀμελοῦντες  αὐτῶν. Ὥστε καὶ ὅταν λέγῃ, Τὸ λοιπὸν  κόπους μοι μηδεὶς παρεχέτω, φοβῶν φησιν· οὐ γὰρ οὕτως αὐτοὺς ἐφόβει ἡ τιμωρία, ὡς ἔδακνε τοῦτο. Καὶ μεταβὰς ἐκεῖθεν, ἦλθεν εἰς οἰκίαν Ἰούστου. Μεταβαίνει βουλόμενος αὐτοὺς πεῖσαι, ὅτι πρὸς τὰ ἔθνη ἠπείγετο. Κρίσπος δὲ ὁ ἀρχισυνάγωγος, φησὶν, ἐπίστευσε τῷ Κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ. Ὅρα τοὺς πιστοὺς τότε μετὰ τῆς οἰκίας τοῦτο ποιοῦντας ὁλοκλήρου. Τούτου δὲ γενομένου, εὐθέως καὶ ἕτεροι πολλοὶ πιστεύσαντες ἐβαπτίσθησαν. Τοῦτον Κρίσπον λέγει τὸν ἀρχισυνάγωγον, περὶ οὗ φησι γράφων· Οὐδένα ἄλλον ἐβάπτισα, εἰ μὴ Κρίσπον καὶ Γάϊον. Οἶμαι δὲ τοῦτον καὶ Σωσθένην λέγεσθαι, ὃς τοσοῦτον ἀνὴρ πιστὸς ἦν, ὥστε καὶ τύπτεσθαι καὶ παρεῖναι ἀεὶ τῷ Παύλῳ. Εἶπε δὲ, φησὶ, ὁ Κύριος δι' ὁράματος τῷ Παύλῳ· Μὴ φοβοῦ, ἀλλὰ λάλει. ∆ιὰ τοῦτο πολὺν χρόνον μένει ἐκεῖ· ἔπειθε μὲν γὰρ αὐτὸν καὶ τὸ πλῆθος, ἡ δὲ οἰκείωσις τοῦ Χριστοῦ πλέον. Μείζων γὰρ ὁ κίνδυνος ἐγένετο λοιπὸν καὶ τῶν πλειόνων πιστευόντων καὶ τοῦ ἀρχισυναγώγου. Μὴ φοβοῦ, φησί. Τοῦτο ἱκανὸν αὐτὸν διαναστῆσαι, ὅτι ἠλέγχθη φοβούμενος ἢ οὐκ ἠλέγχθη  μὲν, ἀλλ' ὥστε μηδὲ τοῦτο παθεῖν, παραθαῤῥύνεται. Οὐ γὰρ ἀεὶ αὐτοὺς πάσχειν εἴα κακῶς, ὥστε μὴ ἀσθενεστέρους γενέσθαι. Οὐδὲν γὰρ οὕτως ἐλύπει τὸν Παῦλον, ὡς οἱ ἀπειθοῦντες, ὡς οἱ ἀντιτασσόμενοι. Τοῦτο καὶ τῶν κινδύνων  αὐτῷ χαλεπώτερον  ἦν. Καὶ μὴ σιωπήσῃς, φησὶ, διότι λαὸς πολὺς ἔστι μοι ἐν τῇ πόλει ταύτῃ.  Τάχα  διὰ  τοῦτο  αὐτῷ  καὶ  φαίνεται   ὁ  Χριστός. Γαλλίωνος  δὲ,  φησὶν, ἀνθυπατεύοντος  τῆς  Ἀχαΐας, κατεπέστησαν ὁμοθυμαδὸν  οἱ Ἰουδαῖοι  τῷ  Παύλῳ. Ὅρα, μετὰ τὸν ἐνιαυτὸν  καὶ τοὺς ἓξ μῆνας ἐπιτίθενται,  ὅτε οὐκ ἔτι ἴσχυον νόμοις χρῆσθαι ἰδίοις. Τοῦτο μάλιστα ἐπῆρε Κορινθίους, τὸ μάλιστα πεισθῆναι, ὅτι οὐδὲ καθίησιν  ἑαυτὸν  ὁ  ἄρχων.  Οὐ γὰρ  ἦν  ἴσον  ἐξ  ἀντιλογίας   νικῆσαι,  καὶ  μαθεῖν
ἐκείνους,  ὅτι  οὐδὲν  μέλει  αὐτῷ  τὰ  τοῦ  πράγματος.  Καὶ σκόπει ἐκεῖνος  πῶς  ἦν συνετός. Οὐ γὰρ εἶπεν εὐθέως ἀποκρινόμενος· Οὐ μέλει μοι· ἀλλὰ τί; Εἰ μὲν ἦν τι ἀδίκημα ἢ ῥᾳδιούργημα πονηρὸν, ὦ Ἰουδαῖοι, κατὰ λόγον ἂν ἠνεσχόμην ὑμῶν· εἰ δὲ ζήτημά ἐστι περὶ λόγου  καὶ ὀνομάτων,  καὶ νόμου τοῦ καθ' ὑμᾶς, ὄψεσθε αὐτοί· κριτὴς  γὰρ ἐγὼ  τούτων  οὐ βούλομαι  εἶναι.  Ἀπετείχισεν  αὐτοῖς  τὸ  δικαστήριον. Λαμπρὰ γέγονεν  ἡ νίκη. Ἐπιλαβόμενοι δὲ Σωσθένην τὸν ἀρχισυνάγωγον,  ἔτυπτον ἔμπροσθεν τοῦ βήματος, καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι ἔμελεν. Ὢ τῆς αἰσχύνης, ἣν ᾐσχύνθησαν. Καὶ οὐδὲν τούτων,  φησὶ, τῷ Γαλλίωνι  ἔμελε·  καίτοι  εἰς τὴν ἑαυτοῦ ὕβριν τὸ πᾶν ἦν· ἀλλ' ὡς δῆθεν ἐξουσίαν λαβόντες αὐτοὶ τύπτουσιν, ἔργον ἀκρίτου θυμοῦ διὰ τὴν  αἰσχύνην  ποιοῦντες.  Καὶ διὰ τί μὴ ἐκεῖνος  ἀντετύπτησε, καίτοι καὶ αὐτὸς ἐξουσίαν εἶχεν; Ἀλλ' ἐπαιδεύοντο φιλοσοφεῖν. Οὐκ ἀντιτύπτει  δὲ, ὥστε καὶ τὸν δικαστὴν μαθεῖν, τίς ἦν ὁ ἐπιεικέστερος. Οὐ μικρὰ τοῦτο ὤνησε τοὺς παρόντας· ἐδίδαξε γὰρ ἥ τε τούτων ἐπιείκεια καὶ ἡ ἐκείνων θρασύτης, ὅτι τὰ τοιαῦτα δικαστικῆς ψήφου δεῖται. Ἀλλ' οὗτοι πάντα ἀτάκτως ποιοῦσι. Καὶ οὐκ εἶπεν, Οὐ δεῖ, ἵνα μὴ πάλιν κόπτωσιν αὐτόν· ἀλλ', Οὐ θέλω. Κριτὴς γὰρ, φησὶν, ἐγὼ τούτων εἶναι οὐ βούλομαι· οὕτως ἐπιεικὴς ἦν ὁ ἀνήρ. Τοῦτο καὶ Πιλᾶτος ἔλεγεν ἐπὶ τοῦ Χριστοῦ· Λάβετε αὐτὸν ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε. Ὁ μὲν κατὰ τὸν νόμον ἠξίου κρίνειν  αὐτοὺς, οἱ δὲ, ὥσπερ οἱ μεθύοντες καὶ οἱ μαινόμενοι, οὕτω διέκειντο. ∆ιὰ τοῦτο ἐχωρίζετο  τῶν  Ἀθηνῶν, Ἐπειδὴ λαὸς ἦν ἐκεῖ πολύς. Ἐτύπτετο, καὶ οὐδὲν ἔλεγε.



γʹ. Τοῦτον καὶ ἡμεῖς μιμώμεθα· ἀντιτυπτήσωμεν τοὺς τύπτοντας τῇ ἐπιεικείᾳ, τῇ  σιγῇ, τῇ  μακροθυμίᾳ.  Χαλεπώτερα  ταῦτα  τὰ  τραύματα,  μείζων  ἡ  πληγὴ  καὶ φορτικωτέρα·  οὐ  γὰρ  τὸ  πλήττεσθαι  τὸ  σῶμα, ἀλλὰ  τὸ  τὴν  διάνοιαν,  χαλεπόν. Πολλοὺς πλήττομεν, ἀλλὰ ἐπειδὴ ἐν τάξει φιλίας, καὶ ἥδονται· ἂν δὲ τὸν τυχόντα πλήξῃς ὑβριστικῶς, ἐπειδὴ τῆς καρδίας ἥψω, σφόδρα ἐλύπησας· οὕτω μᾶλλον τὴν καρδίαν  αὐτῶν  πλήττομεν.  Ὅτι δὲ μειζόνως  ἐπιείκεια  πλήττει  θρασύτητος, φέρε ἀποδείξωμεν ὡς δυνατὸν τῷ λόγῳ. Ἡ μὲν γὰρ σαφὴς ἀπόδειξις διὰ τῶν ἔργων καὶ τῆς πείρας ἐστίν· εἰ δὲ δοκεῖ, καὶ τῷ λόγῳ τὴν ἐξέτασιν ποιησώμεθα, καίτοι πολλάκις ἤδη ἐποιησάμεθα. Ἐν γὰρ ταῖς ὕβρεσιν οὐδὲν οὕτως ἡμᾶς λυπεῖ, ὡς ἡ παρὰ τῶν ὁρώντων ψῆφος· οὐ γὰρ ἴσον δημοσίᾳ τε ὑβρίζεσθαι καὶ ἰδίᾳ, ἀλλ' ἐκείνας μὲν καὶ φέρομεν   εὐκόλως   τὰς   ὕβρεις,  ὅταν   ἐπ'   ἐρημίας,   ὅταν   μηδενὸς   ὄντος   τοῦ μαρτυροῦντος τοῦτο πάθωμεν, μηδὲ τοῦ συνειδότος. Οὕτως οὐχ ἡ τῆς ὕβρεως φύσις ἐστὶν ἡ δάκνουσα, ἀλλὰ τὸ ἐπὶ πάντων τοῦτο παθεῖν· ὡς εἴ γέ τις τιμῶν ἐπὶ πάντων, ὑβρίζοι κατ' ἰδίαν,  καὶ χάριν  εἰσόμεθα. Οὐκοῦν οὐκ ἐν  τῇ τῆς  ὕβρεως φύσει τὸ λυπηρόν  ἐστιν, ἀλλ' ἐν τῇ ψήφῳ  τῶν  ὁρώντων,  ὥστε μὴ δόξαι εὐκαταφρόνητον εἶναι. Τί οὖν, ἂν αὕτη ὑπὲρ ἡμῶν ᾖ; οὐχὶ μᾶλλον  ὁ ὑβρίζων ὕβρισται, ὅταν ὑπὲρ ἡμῶν τὰς ψήφους φέρωσιν; Εἰπέ μοι, τίνος καταφρονοῦσιν οἱ παρόντες; τοῦ ὑβρίζοντος, ἢ τοῦ ὑβρισθέντος καὶ σιγῶντος; Ὁ μὲν γὰρ θυμὸς ὑποβάλλει, ὅτι τοῦ ὑβριζομένου· νῦν δὲ, ὅτε καθαροὶ τοῦ πάθους ἐσμὲν, ἴδωμεν, ἵνα μὴ τότε συναρπασθῶμεν. Τίνος οὖν καταγινώσκομεν ἅπαντες; Εὔδηλον ὅτι τοῦ ὑβρίζοντος· κἂν μὲν ἐλάττων ᾖ, καὶ μαίνεσθαι αὐτὸν φήσομεν, ἂν δὲ ὁμότιμος, ἀνοηταίνειν, ἂν δὲ μείζων, οὐδ' οὕτως ἀποδεξόμεθα. Τίς γὰρ, εἰπέ μοι, ἀποδοχῆς ἄξιος; ὁ ταραττόμενος,  ὁ χειμαζόμενος,  ὁ ἐκθηριούμενος,  ὁ πρὸς τὴν  κοινὴν  φύσιν  οὕτω διακείμενος, ἢ ὁ ἐν γαλήνῃ  καὶ λιμένι  καὶ φιλοσοφίᾳ  πολλῇ; οὐχ ὁ μὲν ἀγγέλῳ προσέοικεν, ὁ δὲ οὐδὲ ἀνθρώπῳ; Ὁ μὲν γὰρ οὐδὲ τὰ οἰκεῖα δύναται βαστάσαι κακὰ, ἐκεῖνος δὲ καὶ τὰ ἀλλότρια· οὗτος οὐδὲ ἑαυτὸν ἐνεγκεῖν  ἐδυνήθη, ἐκεῖνος δὲ καὶ ἕτερον· ὁ μὲν ἐν ναυαγίῳ ἐστὶν, οὗτος δὲ ἐν ἀσφαλείᾳ πλεῖ, ἐξ οὐρίων αὐτῷ τῆς νηὸς φερομένης· οὐ γὰρ εἴασε τὸ τοῦ θυμοῦ πνεῦμα τοῖς ἱστίοις ἐμπεσὸν ἀνατρέψαι τῆς διανοίας τὸ σκάφος· ἀλλὰ λεπτή τις αὔρα καὶ ἡδεῖα προσπνεύσασα, τῆς ἀνεξικακίας ἡ πνοὴ, μετὰ πολλῆς αὐτῷ τῆς ἡσυχίας ἐπὶ τὸν  τῆς φιλοσοφίας ἄγει λιμένα.
Καὶ καθάπερ ἐν πλοίῳ  ναυαγοῦντι  οἱ ναῦται  οὐκ ἴσασιν ἃ ῥίπτουσιν, ἄν τε τῶν οἰκείων  ἄν  τε  τῶν  ἀλλοτρίων   λάβωσι  παρακαταθήκας,  ἀλλὰ  πάντων   ὁμοίως ἐκβολὴν ποιοῦνται τῶν ἐγκειμένων, τῶν τε τιμίων τῶν τε οὐ τοιούτων· ἐπειδὰν δὲ ὁ χειμὼν  παύσηται, τότε ἀναλογιζόμενοι  ὅσα ἐξέβαλον, δακρύουσι καὶ τῆς γαλήνης οὐκ αἰσθάνονται διὰ τὴν ζημίαν τῆς ἐκβολῆς· οὕτω δὴ καὶ ἐνταῦθα, ὅταν ὁ θυμὸς πνεύσῃ, καὶ ὁ χειμὼν  αἴρηται, οὐκ ἴσασιν ἐν τάξει ἐκβάλλειν  τὰ δέοντα· ὅταν δὲ παύσηται ὁ θυμὸς, τότε ἀναλογιζόμενοι ποῖα ἐξέβαλον, ἐννοοῦσι τὴν ζημίαν καὶ οὐκ αἰσθάνονται   τῆς  ἀναπαύσεως,  τῶν   ῥημάτων   μεμνημένοι,   δι'  ὧν  κατῄσχυναν ἑαυτοὺς καὶ τὰ μέγιστα ἐζημιώθησαν, οὐ περὶ χρήματα, ἀλλὰ περὶ δόξαν ἐπιεικείας καὶ πραότητος. Ὄντως σκότος ἐστὶν ὁ θυμός. Εἶπεν ἄφρων, φησὶν, ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός. Τάχα καὶ περὶ τοῦ θυμουμένου τοῦτο εἰπεῖν εὔκαιρον, ὅτι εἶπεν ὁ θυμούμενος·  Οὐκ ἔστι  Θεός. Κατὰ γὰρ  τὸ  πλῆθος,  φησὶ,  τῆς  ὀργῆς  αὐτοῦ  οὐκ ἐκζητήσει.  Ὃς  γὰρ   ἂν   ἐπεισέλθῃ   λογισμὸς   εὐσεβὴς,  πάντας   διωθεῖται   καὶ διακρούεται,  πάντας  ῥίπτει  πλαγίους.  Εἰ μὴ σὺ μᾶλλον  ἀλγεῖς  τοῦ  ὑβρισθέντος, ὕβριζε, κἂν μηδεὶς ὁ ἐγκαλῶν· εἰ μὴ τὸ τοῦ συνειδότος δικαστήριον ἰδίᾳ σε λαβὸν μαστίζει μυρία. Ὅταν οὖν ἀκούσῃς, ὅτι ὁ ὑβριζόμενος οὐδὲν ἐξέβαλε ῥῆμα πικρὸν, οὐχὶ ταύτῃ μᾶλλον ἀλγεῖς; Εἰπέ μοι, πῶς ἄνθρωπον πρᾶον καὶ ταπεινὸν, καὶ ἐπιεικῆ μυρίαις ἔπλυνας λοιδορίαις; Ταῦτα λέγομεν συνεχῶς, οὐχ ὁρῶμεν δὲ ἐπιδεικνύμενα διὰ τῶν ἔργων. Ἄνθρωπος ὢν ἄνθρωπον ὑβρίζεις; δοῦλος ὢν τὸν ὁμόδουλον; Ἀλλὰ τί τοῦτο θαυμάζω, ὅπου γε καὶ Θεὸν ὑβρίζουσι πολλοί;


δʹ. Τοῦτο πρὸς ὑμᾶς ἔστω παραμυθία τοὺς ὑβριζομένους. Ὑβρίζεσθε; ὑβρίζεται καὶ Θεός. Ὀνειδίζεσθε; ὀνειδίζεται καὶ Θεός. ∆ιαπτύεσθε; καὶ γὰρ καὶ ὁ ∆εσπότης ὁ ἡμέτερος. Ἐν μὲν οὖν τούτοις ἡμῖν κοινωνεῖ, ἐν δὲ τοῖς ἐναντίοις οὐκ ἔτι. Οὐ γὰρ ὕβρισεν ἀδίκως ποτέ· μὴ γένοιτο· οὐδὲ ὠνείδισεν ἁπλῶς, οὐδὲ ἠδίκησεν. Ὥστε ἡμεῖς ἐσμεν οἱ κοινωνοῦντες, οὐχ ὑμεῖς. Τὸ μὲν γὰρ ὑβριζόμενον φέρειν, Θεοῦ· τὸ δὲ ὑβρίζειν ἁπλῶς, δαίμονος. Ἴδετε τὰς δύο μερίδας. ∆αιμόνιον  ἔχεις,  ἤκουσεν ὁ Χριστός· ἐῤῥαπίσθη ἀπὸ τοῦ δούλου  τοῦ  ἀρχιερέως.  Οἱ ὑβρίζοντες  τοίνυν  ἀδίκως,  μετ'  ἐκείνων  ἑστήκασιν· εἰκότως. Εἰ γὰρ ὁ Πέτρος καὶ Σατανᾶς ἤκουσε δι' ἓν ῥῆμα, πολλῷ  μᾶλλον  οὗτοι Ἰουδαῖοι ἀκούσονται, ὅταν τὰ Ἰουδαίων ποιῶσιν, ὥσπερ κἀκεῖνοι διαβόλου τέκνα, ἐπειδὴ τὰ τοῦ διαβόλου εἰργάζοντο. Ὑβρίζεις, τίς ὢν, εἰπέ μοι; Μᾶλλον δὲ διὰ τοῦτο ὑβρίζεις, ἐπειδὴ οὐδὲν εἶ· οὐδεὶς γὰρ ἄνθρωπος ὢν ὑβρίζει. Ὥστε ὃ λέγεται ἐν ταῖς μάχαις, Σὺ τίς εἶ; ἐξ ἐναντίας ἔδει λέγεσθαι· οἷον, Ὕβριζε, λέγειν ἐχρῆν· οὐδὲν γὰρ εἶ· νῦν δὲ λεγόντων  ἡμῶν, Ὡς τίς ὑβρίζεις; Ὡς βελτίων  σου, διὰ πάντων  ἀκούειν ἔστι. Καὶ μὴν τὸ ἐναντίον ἔδει λέγειν· ἀλλ' ἐπειδὴ ἡμεῖς κακῶς ἐρωτῶμεν, διὰ τοῦτο κἀκεῖνοι κακῶς ἀποκρίνονται· ὥστε ἡμεῖς αἴτιοι. Ὡς μεγάλων  γὰρ ἀνδρῶν ὄντων τῶν ὑβριζόντων, οὕτω λέγομεν· Ὡς τίς ὑβρίζεις; ∆ιὰ τοῦτο κἀκεῖνοι οὕτως ἀποκρίνονται. Τοὐναντίον δὲ ἐχρῆν λέγειν· Ὑβρίζεις; ὕβριζε· οὐδεὶς γὰρ εἶ. Πρὸς δὲ τοὺς οὐχ ὑβρίζοντας τοῦτο μᾶλλον ἔδει λέγεσθαι· Ὡς τίς οὐχ ὑβρίζεις; ὑπερέβης τὴν ἀνθρωπίνην    φύσιν.   Τοῦτο   εὐγένεια,   τοῦτο   ἐλευθερία,   μηδὲν   ἀνελεύθερον φθέγγεσθαι, κἂν ἄξιος ᾖ τις ἀκούειν. Εἰπὲ δή μοι, πόσοι οὐχὶ ἄξιοί εἰσιν ἀναιρεῖσθαι; Ἀλλ' ὅμως οὐ  ποιεῖ τοῦτο δι' ἑαυτοῦ ὁ δικαστὴς, ἀλλ' ἐρωτᾷ· καὶ οὐδὲ τοῦτο δι' ἑαυτοῦ. Εἰ δὲ διαλέγεσθαι ἀνθρώπῳ πονηρῷ οὐκ ἀνεκτὸν δικάζοντα, ἀλλὰ μέσῳ τινὶ κέχρηται, πολλῷ μᾶλλον ἡμᾶς τοὺς ὁμοτίμους ὑβρίζειν οὐ χρή· οὐ γὰρ οὕτω τῷ ὑβρίσαι πλεονεκτήσομεν αὐτῶν, ὡς τῷ διδαχθῆναι, ὅτι ὑβρίσαμεν ἑαυτούς. Τοὺς μὲν οὖν πονηροὺς διὰ τοῦτο οὔτε ὑβρίζειν χρὴ, τοὺς δὲ ἀγαθοὺς καὶ δι' ἕτερον, ὅτι οὐκ ἄξιοι· καὶ τρίτον, ὅτι ὑβριστὴν εἶναι οὐ χρή. Νῦν δὲ, ὅρα ὅσα γίνεται· ὑβρίζεται καὶ ἐπηρεάζεται ἄνθρωπος, καὶ ὁ ἐπηρεάζων ἄνθρωπος, καὶ οἱ θεωροῦντες ἄνθρωποι. Τί οὖν; τὰ θηρία δεῖ εἰς μέσον ἐλθεῖν καὶ διαλῦσαι; τοῦτο γὰρ λείπεται. Ὅταν γὰρ οἱ τερπόμενοι τῇ ἀδικίᾳ ἄνθρωποι ὦσι, τοῖς θηρίοις ἡ καταλλαγὴ λείπεται· ὥσπερ οὖν
δεσποτῶν μαχομένων  ἐν οἰκίᾳ, λείπεται  τοὺς οἰκέτας καταλλάττειν  (τοῦτο γὰρ ἡ τοῦ πράγματος φύσις ἀπαιτεῖ, εἰ καὶ ταύτῃ τάχα μὴ γίνεται)· οὕτω καὶ ἐνταῦθα. Ὑβρίζεις; εἰκότως· οὐδὲ γὰρ ἄνθρωπος εἶ. ∆ιὰ τοῦτο ἔδοξε μέγα τι εἶναι ἡ ὕβρις, καὶ ἔδοξε τοῖς  μεγάλοις  προσήκειν· τὸ  δὲ ἀνδραπόδοις  μᾶλλον  προσήκει, ὥσπερ τὸ εὐφημεῖν ἐλευθέροις ἐμπρέπει. Ὥσπερ γὰρ τὸ κακῶς ποιεῖν ἐκείνων, οὕτω τὸ κακῶς πάσχειν τούτων. Οἷόν ἐστι κλέπτρια δούλη τὰ τοῦ δεσπότου λαθραίως ὑφαιροῦσα, τοιοῦτόν τί ἐστι καὶ ἡ ὕβρις· καὶ ὡς ἂν εἴποι τις, καθά  περ ὁ κλέπτης σπουδῇ εἰσιὼν  πανταχοῦ  περιβλέπεται  ὑφελέσθαι  τι  σπουδάζων· οὕτω  καὶ  οὗτος  πάντα περισκοπεῖ. ἐκβάλλειν τι θέλων. Τάχα ἑτέρῳ τινι παραδείγματι αὐτὸν διαγράψωμεν. Ὥσπερ  γὰρ  εἴ  τις  σκεύη  ἀκάθαρτα  κλέπτων   ἐξ  οἰκίας,  καὶ  ἐξάγων   πάντων ἔμπροσθεν, οὐχὶ τὰ ὑφαιρεθέντα ᾔσχυνε τοσοῦτον, ὅσον αὐτὸς ἑαυτὸν, ταῦτα ὑφελόμενος καὶ ἐξάγων· οὕτω δὴ καὶ οὗτος, ἐκβαλὼν ἔμπροσθεν πάντων ἀκάθαρτα ῥήματα, οὐχὶ ἑτέρους ᾔσχυνεν, ἀλλ' ἑαυτὸν διὰ τῶν ῥημάτων, προαγαγὼν τοιαῦτα καὶ καταῤῥυπάνας αὐτοῦ καὶ τὴν γλῶτταν  καὶ τὴν διάνοιαν. Ταυτὸν γὰρ γίνεται, ὅταν πρὸς τοὺς πονηροὺς μαχώμεθα, ὥσπερ ἂν εἴ τις ἄνθρωπος  τὸν ἐν σηπεδόνι ὄντα ὑπὲρ τοῦ πλῆξαι μολύνῃ ἑαυτὸν, καθεὶς αὐτοῦ τὰς χεῖρας εἰς τὸν βόρβορον. Ταῦτα δὴ, παρακαλῶ, πάντα ἀναλογιζόμενοι, φεύγωμεν  τὴν ἐντεῦθεν βλάβην, καὶ εὔφημον ἔχωμεν γλῶτταν, ἵνα καθαρεύοντες πάσης ὕβρεως, δυνηθῶμεν μετὰ ἀκριβείας  τὸν   παρόντα  βίον  διανύσαι,  καὶ  τῶν   ἐπηγγελμένων   ἀγαθῶν   τοῖς ἀγαπῶσιν  αὐτὸν  ἐπιτυχεῖν,   χάριτι  καὶ  φιλανθρωπίᾳ   τοῦ  Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.





Μʹ. Ὁ δὲ Παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανὰς, τοῖς ἀδελφοῖς ἀποταξάμενος, ἐξέπλει εἰς τὴν Συρίαν, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας, κειράμενος τὴν κεφαλὴν ἐν Κεγχρεαῖς· εἶχε γὰρ εὐχήν.

αʹ. Ὅρα πῶς ὁ νόμος καταλέλυται, ὅρα πῶς τῷ συνειδότι κατείχοντο. Τοῦτο Ἰουδαϊκὸν ἦν τὸ κείρασθαι τὰς κεφαλὰς κατ' εὐχήν. Πλὴν ἔδει καὶ θυσίαν γενέσθαι, ἥτις οὐκ ἐγένετο μετὰ τὸ τυπτηθῆναι τὸν Σωσθένην. Ἔδει ἀπελθεῖν αὐτόν. ∆ιὸ καὶ ἐπείγεται. Καὶ παρακαλούμενος μεῖναι παρ' αὐτοῖς ἐν Ἐφέσῳ, οὐκ ἀνέχεται. Τίνος οὖν   ἕνεκεν   πάλιν   τὴν   Ἀντιόχειαν   καταλαμβάνει;   Ἀναβὰς   γὰρ,   φησὶ,   καὶ ἀσπασάμενος τὴν Ἐκκλησίαν, κατέβη εἰς Ἀντιόχειαν.  Ἐπιθυμίαν εἶχε τῆς πόλεως, παθών   τι  ἀνθρώπινον   πρὸς  αὐτήν·  ἐνταῦθα  γὰρ  ἐχρηματίσθησαν  οἱ  μαθηταὶ καλεῖσθαι  Χριστιανοὶ,  ἐνταῦθα  παρεδόθη  τῇ  χάριτι  τοῦ  Θεοῦ, ἐνταῦθα  ἤνυσε πράγματα τὰ κατὰ τὸ δόγμα. Καὶ ὁ μὲν εἰς Συρίαν ἐξέπλει· τούτους δὲ ἀφῆκεν εἰς Ἔφεσον, εἰκότως,  ὡς  διδάξοντας.  Τοσοῦτον αὐτῷ  συγγενόμενοι  χρόνον,  πολλὰ ἔμαθον· καὶ ὅμως τῆς συνηθείας αὐτοὺς οὐκ ἀπήγαγεν οὐδέπω τῆς Ἰουδαϊκῆς. Ἰδοὺ καὶ γυνὴ  τὸ ἴσον ἀνδράσι ποιοῦσα καὶ διδάσκουσα. ∆ιὰ τοῦτο ἐκωλύετο  εἰς τὴν Ἀσίαν ἐλθεῖν,  πρὸς τὰ κατεπείγοντα,  οἶμαι, ἐλαυνόμενος.  Ὅρα γοῦν  ἐνταῦθα  καὶ παρακαλούμενον αὐτὸν μεῖναι, καὶ οὐκ ἀνεχόμενον, ἐπειδὴ ἠπείγετο ἀπελθεῖν. Οὐ μὴν ἁπλῶς αὐτοὺς εἴασεν, ἀλλὰ μετὰ ὑποσχέσεως· καὶ ὅπως, ἄκουε· Κατήντησε δὲ, φησὶν,  εἰς  Ἔφεσον, καὶ  ἐκείνους  κατέλιπεν  αὐτοῦ·  αὐτὸς  δὲ  εἰσελθὼν  εἰς  τὴν συναγωγὴν,  διελέχθη  τοῖς  Ἰουδαίοις. Ἐρωτώντων  δὲ αὐτῶν  ἐπὶ πλείονα  χρόνον μεῖναι παρ' αὐτοῖς, οὐκ ἐπένευσεν, ἀλλ' ἀπετάξατο αὐτοῖς, εἰπών· ∆εῖ με πάντως τὴν ἑορτὴν τὴν ἐρχομένην ποιῆσαι εἰς Ἱεροσόλυμα· πάλιν δὲ ἀνακάμψω πρὸς ὑμᾶς τοῦ Θεοῦ θέλοντος. Καὶ ἀνήχθη ἀπὸ τῆς Ἐφέσου, καὶ κατελ  θὼν εἰς Καισάρειαν, ἀναβὰς,  καὶ  ἀσπασάμενος τὴν  Ἐκκλησίαν,  κατέβη  εἰς  Ἀντιόχειαν·  καὶ  ποιήσας χρόνον τινὰ, ἐξῆλθε διερχόμενος καθεξῆς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν, ἐπιστηρίζων πάντας τοὺς μαθητάς. Καὶ ὅρα, ἐκείνους τοὺς τόπους κατελάμβανεν, οἷς ἐπέβη πρὸ τούτου. Ἰουδαῖος δέ τις Ἀπολλὼς ὀνόματι, Ἀλεξανδρεὺς τῷ γένει, ἀνὴρ λόγιος,  κατήντησεν  εἰς  Ἔφεσον, δυνατὸς  ὢν  ἐν  ταῖς  Γραφαῖς. Ἰδοὺ  καὶ  λόγιοι ἠπείγοντο κηρύττειν, καὶ ἀποδημοῦσι λοιπὸν οἱ μαθηταί. Ὁρᾷς ἐπίδοσιν τοῦ κηρύγματος;  Οὗτος ἦν κατηχημένος  τὴν ὁδὸν τοῦ Κυρίου, καὶ ζέων τῷ Πνεύματι ἐλάλει, καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦ Κυρίου, ἐπιστάμενος μόνον τὸ βάπτισμα Ἰωάννου. Οὗτός τε ἤρξατο παῤῥησιάζεσθαι ἐν τῇ συναγωγῇ. Ἀκούσαντες δὲ αὐτοῦ Ἀκύλας καὶ Πρίσκιλλα, προσελάβοντο αὐτὸν, καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν τοῦ Θεοῦ ὁδόν. Εἰ τὸ βάπτισμα Ἰωάννου  μόνον ἠπίστατο οὗτος, πῶς τῷ Πνεύματι ἔζει; τὸ γὰρ Πνεῦμα οὐχ οὕτως ἐδίδοτο. Εἰ δὲ καὶ οἱ μετὰ τοῦτον  ἐδεήθησαν τοῦ βαπτίσματος τοῦ Χριστοῦ· πολλῷ μᾶλλον οὗτος ἐδεήθη ἄν. Τί οὖν ἔστιν εἰπεῖν; οὐδὲ γὰρ ἁπλῶς ἐφεξῆς ἔθηκεν ἀμφότερα ὁ συγγραφεύς. Ἐμοὶ δοκεῖ εἷς οὗτος εἶναι τῶν ἑκατὸν εἴκοσι τῶν μετὰ τῶν ἀποστόλων βαπτισθέντων· ἢ εἰ μὴ τοῦτο, ὅπερ ἐπὶ τοῦ Κορνηλίου γέγονε, γεγένηται καὶ ἐπὶ τούτου. Ἀλλ' οὐ βαπτίζεται, ἀλλ' ὅτε ἀκριβέστερον  αὐτῷ   ἐξέθεντο.  Τοῦτο  δὲ  εἶναί   μοι  ἀληθὲς   φαίνεται,   ὅτι  καὶ βαπτισθῆναι αὐτὸν ἔδει· ἐπεὶ οἱ δώδεκα οἱ ἄλλοι οὐδὲν ᾔδεσαν ἀκριβὲς, οὐδὲ τὰ περὶ τοῦ Ἰησοῦ. Εἰκὸς δὲ αὐτὸν καὶ βαπτισθῆναι. Πλὴν εἰ καὶ αὐτοὶ οἱ Ἰωάννου μετὰ τὸ βάπτισμα πάλιν ἐβαπτίζοντο, ἔδει καὶ τοὺς μαθητὰς τοῦτο ποιῆσαι. Βουλομένου δὲ αὐτοῦ  διελθεῖν  εἰς τὴν  Ἀχαΐαν, προτρεψάμενοι  οἱ ἀδελφοὶ  ἔγραψαν   τοῖς μαθηταῖς  ἀποδέξασθαι αὐτόν.  Ὃς παραγενόμενος  συνεβάλετο πολὺ  τοῖς πεπιστευκόσι διὰ τῆς χάριτος. Εὐτόνως γὰρ τοῖς Ἰουδαίοις διακατηλέγχετο δημοσίᾳ, ἐπιδεικνὺς  διὰ  τῶν  Γραφῶν  εἶναι  τὸν  Χριστὸν Ἰησοῦν.  Ἐγένετο  δὲ  ἐν  τῷ  τὸν Ἀπολλὼ  εἶναι  ἐν  Κορίνθῳ,  Παῦλον  διελθόντα  τὰ  ἀνωτερικὰ  μέρη,  ἐλθεῖν  εἰς Ἔφεσον. Καὶ εὑρών  τινας  μαθητὰς,  εἶπε  πρὸς αὐτούς· Εἰ Πνεῦμα ἅγιον  ἐλάβετε πιστεύσαντες; Οἱ δὲ εἶπαν πρὸς αὐτόν· Ἀλλ' οὐδὲ εἰ Πνεῦμα ἅγιόν ἐστιν, ἠκούσαμεν. Εἶπέ τε πρὸς αὐτούς· Εἰς τί οὖν ἐβαπτίσθητε; Οἱ δὲ εἶπον· Εἰς τὸ Ἰωάννου βάπτισμα. Εἶπε δὲ Παῦλος· Ἰωάννης μὲν ἐβάπτισε βάπτισμα μετανοίας, τῷ λαῷ λέγων, εἰς τὸν ἐρχόμενον   μετ'  αὐτὸν   ἵνα   πιστεύσωσι·  τουτέστιν,   εἰς   τὸν   Χριστὸν  Ἰησοῦν. Ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ. Καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας, ἦλθε τὸ Πνεῦμα τὸ ἅγιον ἐπ' αὐτούς· ἐλάλουν τε γλώσσαις καὶ προεφήτευον. Ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δεκαδύο. Πολλῷ οὗτοι ἐκείνου διεστήκασιν, οἱ μηδὲ εἰ Πνεῦμα ἅγιόν ἐστιν εἰδότες. Οὗτοι οὖν, οἳ καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν ὁδὸν τοῦ Κυρίου, καὶ προπέμπουσι, καὶ γράμματα ἐπιδιδόασιν. Ἐβούλετο  μὲν  οὖν  καὶ  αὐτὸς  ἀπελθεῖν  εἰς  Ἀχαΐαν·  πρὸ δὲ  τοῦ  προτρέψαι,  καὶ γράμματα δοῦναι αὐτῷ τοὺς ἀδελφοὺς, οὐκ ἀναχωρεῖ. Ὃς παραγενόμενος συνεβάλετο, φησὶ, τοῖς πεπιστευκόσιν· εὐτόνως γὰρ διακατηλέγχετο δημοσίᾳ ἐπιδεικνύων  διὰ τῶν Γραφῶν εἶναι τὸν Χριστὸν Ἰησοῦν. Ἐντεῦθεν πῶς ἦν δυνατὸς ἐν  ταῖς  Γραφαῖς Ἀπολλὼς  δείκνυσι. Τοὺς μὲν  γὰρ Ἰουδαίους  σφόδρα ἐπεστόμιζε (τοῦτο γάρ ἐστι τὸ, ∆ιακατηλέγχετο), τοὺς δὲ πιστεύοντας θαῤῥεῖν μᾶλλον ἐποίει, καὶ ἵστασθαι πρὸς τὴν πίστιν. Ἐγένετο δὲ, φησὶ, Παῦλον διελθόντα  τὰ ἀνωτερικὰ μέρη ἐλθεῖν  εἰς Ἔφεσον. Ταῦτα δὴ τὰ κατὰ Καισάρειαν καὶ τὰ λοιπά. Καὶ εὑρών τινας μαθητὰς, εἶπε πρὸς αὐτούς· Εἰ Πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες; Ὅτι οὐδὲ εἰς Χριστὸν ἐπίστευον οὗτοι, δῆλον ἐκ τοῦ εἰπεῖν· Εἰς τὸν ἐρχόμενον μετ' αὐτὸν, ἵνα πιστεύσωσι. Καὶ οὐκ εἶπεν, Οὐδέν ἐστι τὸ βάπτισμα Ἰωάννου· ἀλλ' ὅτι ἀτελές. Καὶ οὐδὲ τοῦτο προσέθηκεν ἁπλῶς, ἀλλ' ἵνα διδάξῃ καὶ πείσῃ αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Ἰησοῦ βαπτισθῆναι·  ὃ καὶ  ποιοῦσι, καὶ  τὸ  Πνεῦμα λαμβάνουσι  τῇ  ἐπιθέσει  τῶν χειρῶν  Παύλου. Ἐπιθέντος  γὰρ, φησὶν,  αὐτοῖς  τοῦ  Παύλου τὰς  χεῖρας,  ἦλθε  τὸ Πνεῦμα τὸ ἅγιον ἐπ' αὐτούς. Ὥστε οἷς ἐπετίθει τὰς χεῖρας, τὸ Πνεῦμα ἐλάμβανον. Εἰκὸς τοίνυν ἦν Πνεῦμα μὲν αὐτοὺς ἔχειν, μὴ φαίνεσθαι δέ· ἀλλ' ἐκ τῆς ἐνεργείας καὶ  ἀφ'  ὧν  γλώσσαις  ἐλάλουν,  τοῦτο  ἐνέφαινον. 



 βʹ. Ἀλλ'  ἴδωμεν  ἄνωθεν  τὰ ἀνεγνωσμένα. Ὁ δὲ Παῦλος ἐξέπλει εἰς τὴν Συρίαν, φησὶ, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας, οὓς καὶ καταντήσας εἰς Ἔφεσον κατέλιπεν αὐτοῦ. Ἢ ὅτι οὐκ ἐβούλετο περιάγειν αὐτοὺς, καὶ διὰ τοῦτο κατέλιπεν· ἢ μᾶλλον ἵνα διδάσκαλοι μένωσι τοῖς ἐν Ἐφέσῳ. Αὐτοὶ δὲ μετὰ ταῦτα τὴν Κόρινθον ᾤκησαν, οἷς καὶ μεγάλα μαρτυρεῖ, καὶ Ῥωμαίοις ἐπιστέλλων προσαγορεύει αὐτούς. Ὅθεν μοι δοκεῖ μετὰ ταῦτα αὐτοὺς εἰς Ῥώμην  ἀπελθεῖν,  ἅτε ἐμφιλοχωροῦντας  τοῖς  τόποις  ἐκείνοις,  ὅθεν  ἐξέπεσον ἐπὶ Νέρωνος.  Καὶ  καταβὰς,  φησὶν,  εἰς  Καισάρειαν, ἀναβὰς  καὶ  ἀσπασάμενος  τὴν Ἐκκλησίαν, κατέβη εἰς Ἀντιόχειαν,  καὶ ποιήσας χρόνον  τινὰ, ἐξῆλθε, διερ  χόμενος τὴν Γαλατικὴν καθεξῆς χώραν καὶ Φρυγίαν. Ἐμοὶ δοκοῦσι καὶ οἱ πιστοὶ ἔτι ἐκεῖ συνάγεσθαι· οὐ γὰρ εὐθέως αὐτοὺς ἀπέσπων. Ὅρα δὲ πῶς αὐτοὺς ἐπείγεται. Καὶ ταύτας  τὰς  χώρας  πάλιν  διέρχεται,  ὥστε τῇ  παρουσίᾳ βεβαιῶσαι τοὺς  μαθητάς. Ἰουδαῖος δέ τις, φησὶν, Ἀπολλὼς ὀνόματι, κατήντησεν εἰς Ἔφεσον, δυνατὸς ὢν ἐν ταῖς  Γραφαῖς. ∆ιεγηγερμένος  ἦν  ὁ ἄνθρωπος· διὸ καὶ ἀποδημίας  στέλλεται  ὑπὲρ τούτου αὐτοῦ. Ὃς παραγενόμενος, φησὶν, εἰς Ἀχαΐαν, εὐτόνως διακατηλέγχετο τοῖς Ἰουδαίοις δημοσίᾳ. Περὶ τούτου γράφων  ἔλεγε· Περὶ δὲ Ἀπολλὼ τοῦ ἀδελφοῦ. Τῷ μὲν  οὖν  δημοσίᾳ  ἐλέγχειν,  ἡ  παῤῥησία ἐδείκνυτο·  τῷ  δὲ  εὐτόνως,  ἡ  δύναμις ἐδηλοῦτο·  τῷ  δὲ  ἐκ  τῶν  θείων  Γραφῶν  ἐπιδεικνύειν,  ἡ  ἐμπειρία.  Οὔτε γὰρ  ἡ παῤῥησία τι συντελεῖ καθ' ἑαυτὴν, οὐκ οὔσης δυνάμεως, οὔτε ἡ δύναμις, οὐκ οὔσης παῤῥησίας. Ἄρα οὐκ εἰκῆ Ἀκύλαν κατέλιπεν εἰς Ἔφεσον, ἀλλὰδιὰ τὸν Ἀπολλὼ τάχα τὸ  Πνεῦμα τοῦτο  ᾠκονόμησεν,  ὥστε  ἰσχυρότερον  ἐπιβῆναι  τῇ  Κορίνθῳ. Καὶ τί δήποτε τούτῳ μὲν οὐδὲν ἐποίησαν, Παύλῳ δὲ ἐπιτίθενται;  Ἤδεσαν, ὅτι ἐκεῖνος ὁ κορυφαῖος ἦν· ἢ καὶ ὅτι πολὺ τὸ ὄνομα τοῦ ἀνδρὸς ἦν· Προλαβόμενοι δὲ, φησὶν, αὐτὸν Ἀκύλας καὶ Πρίσκιλλα, ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν τοῦ Θεοῦ ὁδόν. Ὅρα πῶς  πάντα  πίστει  ἐγίνετο,   καὶ  οὐδαμοῦ  φθόνος,   οὐδαμοῦ  βασκανία·  Ἀκύλας διδάσκει, μᾶλλον  δὲ  καὶ  οὗτος  διδάσκεται. Καὶ γὰρ  χρόνον  αὐτῷ  συγγενόμενοι οὕτως ἐδιδάχθησαν, ὡς καὶ ἄλλους ἱκανοὺς εἶναι διδάσκειν. Βουλομένου δὲ αὐτοῦ διελθεῖν, φησὶν, εἰς τὴν Ἀχαΐαν, ἔγραψαν τοῖς μαθηταῖς ἀποδέξασθαι αὐτόν. Τίνος ἕνεκεν γράμματα πέμπουσιν, ἑρμηνεύει· Ἵνα, φησὶν, αὐτὸν ἀποδέξωνται. Καὶ πόθεν δῆλον ἐκείνους ἐν Ἐφέσῳ ὄντας τὸ βάπτισμα ἔχειν Ἰωάννου; Ὅτι ἐρωτώμενοι, Εἰς τί ἐβαπτίσθητε; Εἰς τὸ Ἰωάννου, λέγουσι, βάπτισμα. Ἴσως ἐπεδήμησαντοῖς Ἱεροσολύμοις  τότε,  καὶ  ἀπῆλθον,  καὶ  ἐβαπτίσαντο·  ἀλλὰ  καὶ  βαπτισθέντες,  τὸν Ἰησοῦν οὐκ ἠπίσταντο. Καὶ οὐ λέγει αὐτοῖς· Πιστεύετε εἰς τὸν Ἰησοῦν; ἀλλὰ τί; Εἰ Πνεῦμα ἅγιον  ἐλάβετε; ᾔδει γὰρ, ὅτι οὐκ εἶχον.  Καὶ βούλεται  αὐτοὺς εἰπεῖν,  ἵνα μαθόντες  ὧν ἀπεστέρηνται, αἰτήσωσι. Καὶ ἐπιθέντος  αὐτοῖς, φησὶ, τὰς χεῖρας τοῦ Παύλου, ἦλθε τὸ Πνεῦμα τὸ ἅγιον ἐπ' αὐτοὺς, καὶ ἐλάλουν γλώσσαις, καὶ προεφήτευον.  Ἀπ' αὐτοῦ  τοῦ  βαπτίσματος  προφητεύουσι.  Τοῦτο δὲ τὸ  Ἰωάννου βάπτισμα οὐκ εἶχε· διὸ καὶ ἀτελὲς ἦν. Ἵνα δὲ τῶν τοιούτων ἀξιωθῶσι, προπαρεσκεύαζε  μᾶλλον   αὐτούς.   Ὥστε  τοῦτο   ἐβούλετο   Ἰωάννης   βαπτίζων, πιστεῦσαι  εἰς  τὸν  ἐρχόμενον  μετ'  αὐτόν.  Ἐντεῦθεν  δείκνυται  δόγμα  μέγα,  ὅτι τελείως καθαίρονται τῶν ἁμαρτημάτων οἱ βαπτιζόμενοι. Εἰ μὴ γὰρ ἐκαθαίροντο, οὐκ ἂν τὸ Πνεῦμα ἐδέχοντο  οὗτοι, οὐκ ἂν χαρισμάτων  εὐθὺς ἠξιοῦντο.  Καὶ ὅρα, ὅτι διπλοῦν  τὸ  χάρισμα ἦν,  καὶ  γλῶσσαι  καὶ  προφητεῖαι.  Καλῶς δὲ  εἶπε  βάπτισμα μετανοίας  τὸ Ἰωάννου,  καὶ οὐκ ἀφέσεως, ἀνάγων  αὐτοὺς καὶ πείθων, ὅτι τούτου ἔρημον ἦν ἐκεῖνο· τοῦ γὰρ ὕστερον δοθέντος  ἔργον ἡ ἄφεσις γέγονε. Καὶ πῶς οἱ λαβόντες τὸ Πνεῦμα οὐκ ἐδίδασκον, ἀλλ' Ἀπολλὼς μήπω τὸ Πνεῦμα λαβών; Ὅτι οὐκ ἦσαν οὕτω ζέοντες, οὐδὲ κατηχημένοι· ἐκεῖνος δὲ καὶ κατηχημένος ἦν, καὶ σφόδρα  ζέων.  Ἐμοὶ δὲ δοκεῖ, ὅτι καὶ πολλὴ ἦν ἡ παῤῥησία τοῦ ἀνδρός. Ἀλλ' εἰ καὶ ἀκριβῶς ἐλάλει τὰ περὶ τοῦ Ἰησοῦ, ὅμως ἐδεῖτο ἔτι ἀκριβεστέρας διδασκαλίας. Οὕτω καίτοι  οὐκ  εἰδὼς  πάντα,  ἀπὸ  τῆς  προθυμίας  ἐπεσπάσατο τὸ  Πνεῦμα  τὸ  ἅγιον, καθάπερ οἱ περὶ Κορνήλιον. Τάχα πολλοὶ ποθοῦσιν, εἰ καὶ νῦν ἦν, τὸ τοῦ Ἰωάννου βάπτισμα. Ἀλλὰ πολλοὶ ἂν ἠμέλησαν βίου ἐναρέτου, ἢ καὶ ἐνομίσθη ἂν ἕκαστος διὰ τοῦτο, καὶ οὐ διὰ βασιλείαν οὐρανῶν, ἐφίεσθαι τῆς ἀρετῆς. Ἄλλως  δὲ πολλοὶ ἂν ἐγένοντο ψευδοπροφῆται, καὶ οὐκ ἂν λοιπὸν οἱ δόκιμοι σφόδρα ἐφάνησαν, οὐδ' ἂν ἐμακαρίσθησαν οἱ τὴν πίστιν ἁπλῶς παραδεξάμενοι. Ὥσπερ οὖν Οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες  μακάριοι,  οὕτως  οἱ  χωρὶς  σημείων  πιστεύοντες.  Εἰπὲ δή  μοι,  οὐκ ὀνειδίζων  Ἰουδαίοις  ἔλεγεν  ὁ Χριστός· Ἐὰν μὴ σημεῖα ἴδητε, οὐ μὴ πιστεύσητε; Οὐκοῦν οὐδὲν παρεβλάβημεν, εἰ θέλοιμεν προσέχειν ἑαυτοῖς. Τὸ κεφάλαιον ἔχομεν τῶν ἀγαθῶν διὰ τοῦ βαπτίσματος· ἄφεσιν ἁμαρτημάτων ἐλάβομεν, ἁγιασμὸν, Πνεύματος μετάληψιν, υἱοθεσίαν, ζωὴν αἰώνιον. Τί βούλεσθε πλέον; σημεῖα; Ἀλλὰ καταργεῖται. Πίστιν ἔχεις, ἐλπίδα, ἀγάπην, τὰ μένοντα· ταῦτα ζήτει, ταῦτα σημείων μείζω.  Οὐδὲν  ἀγάπης  ἴσον·  Μείζων  πάντων   ἡ  ἀγάπη,  φησί.  Νῦν  δὲ  ἡ  ἀγάπη κινδυνεύει· ὄνομα γὰρ αὐτῆς ὑπολέλειπται μόνον, τὸ δὲ ἔργον οὐδαμοῦ, ἀλλὰ διῃρήμεθα ἀπ' ἀλλήλων.



 γʹ. Τί οὖν  ἄν τις  ἐργάσαιτο ὥστε συνάψαι; τὸ μὲν γὰρ ἐγκαλέσαι  εὔκολον,  ἀλλὰ  τοῦτο  ἥμισύ  ἐστιν.  Οὐκοῦν  δεικνύναι   δεῖ  πῶς  ἂν ἐργασθείη φιλία· τοῦτο γάρ ἐστι τὸ σπουδαζόμενον, πῶς τὰ μέλη τὰ διεσπασμένα συναγάγωμεν. Οὐ γὰρ τοῦτό ἐστι τὸ ζητούμενον ἁπλῶς, εἰ μίαν Ἐκκλησίαν ἔχομεν, ἢ ἓν δόγμα· ἀλλὰ τὸ δεινὸν τοῦτό ἐστιν, ὅτι ἐν τοῖς ἄλλοις κοινωνοῦντες  ἀλλήλοις, ἐν τοῖς ἀναγκαίοις οὐ κοινωνοῦμεν, καὶ μετὰ πάντων εἰρηνεύοντες, ἐν ἀλλήλοις στασιάζομεν. Μὴ γὰρ, εἰ μὴ μάχας καθ' ἑκάστην ποιοῦμεν, σκόπει, ἀλλ' ὅτι οὐδὲ ἀγάπην γνησίαν ἔχομεν καὶ ἀκλινῆ. Ἐπιδέσμων χρεία καὶ ἐλαίου. Ἐννοήσωμεν, ὅτι γνώρισμά ἐστιν ἡ ἀγάπη τῶν μαθητῶν τοῦ Χριστοῦ, ὅτι ταύτης χωρὶς οὐδὲν ἰσχύει τὰ ἄλλα· ὅτι ἄπονόν ἐστι πρᾶγμα, ἐὰν θέλωμεν. Ναὶ, φησὶν, οἴδαμεν ταῦτα, ἀλλὰ πῶς, ἵνα κατορθωθῇ; Τί, ἵνα γένηται;  πῶς, ἵνα φιλῶμεν  ἀλλήλους;  Πρότερον τὰ ἀναιρετικὰ τῆς ἀγάπης ἐξέλωμεν, καὶ τότε στήσομεν ταύτην. Μηδεὶς ἔστω μνησίκακος, μηδεὶς ἔστω βάσκανος, μηδεὶς χαιρέκακος· ταῦτά ἐστι τὰ κωλυτικά· τὰ δὲ  ποιητικὰ  ἕτερα. Οὐκ ἀρκεῖ τὰ  κωλύοντα  ἀνελεῖν,  ἀλλὰ  καὶ  τὰ  ἱστῶντα  χρὴ ὑποδεικνύναι.  Ὁ μὲν οὖν Σιρὰχ λέγει  τὰ ἀναιρετικὰ, καὶ οὐκ ἔτι τὰ συνάπτοντα, ὀνειδισμὸν  φάσκων  καὶ  μυστηρίου  ἀποκάλυψιν   καὶ  πληγὴν   δολίαν.  Ἀλλ'  ἐπ' ἐκείνων μὲν εἰκότως ταῦτα, ἅτε σαρκικῶν ὄντων· ἐφ' ἡμῶν δὲ μὴ γένοιτο· οὐκ ἀπὸ τούτων ὑμᾶς ἐνάγομεν, ἀλλ' ἀπὸ τῶν ἄλλων. Οὐδὲν ἡμῖν ἐστι χρηστὸν φιλίας χωρίς. Ἔστω μυρία ἀγαθὰ, ἀλλὰ τί τὸ ὄφελος; ἔστω πλοῦτος, ἔστω τρυφὴ φίλων  χωρὶς, ἀλλὰ τί τὸ κέρδος; Οὐδὲν κτῆμα τούτου κάλλιον  καὶ ἐν τοῖς βιωτικοῖς πράγμασιν, ὥσπερ οὖν τῶν ἐχθραινόντων  οὐδὲν χαλεπώτερον. Ἀγάπη καλύπτει πλῆθος ἁμαρτημάτων· ἡ δὲ ἔχθρα καὶ τὰ οὐκ ὄντα ὑποπτεύει. Οὐκ ἀρκεῖ μὴ εἶναι ἐχθρὸν, ἀλλὰ δεῖ καὶ φιλεῖν. Ἐννόησον, ὅτι ὁ Χριστὸς ἐκέλευσε, καὶ ἀρκεῖ τοῦτο. Καὶ θλῖψις ποιεῖ φιλίας,  καὶ συνάγει. Τί οὖν, φησὶ, νῦν, ὅτε θλῖψις  οὐκ ἔστιν; εἰπὲ, πῶς, ἵνα
 γενώμεθα φίλοι; Οὐκ ἔχετε φίλους ἄλλους, εἰπέ μοι; πῶς αὐτῶν ἐστε φίλοι; πῶς διαμένετε; Τέως μηδεὶς μηδένα ἐχθρὸν ἐχέτω· οὐκ ἔστι τοῦτο μικρόν· μηδεὶς φθονείτω·  οὐκ  ἔνι  τὸν  μὴ  φθονοῦντα   κατηγορεῖν.  Μίαν  οἰκοῦμεν  οἰκουμένην ἅπαντες, τοῖς αὐτοῖς τρεφόμεθα καρποῖς. Ἀλλὰ ταῦτα μικρά· τοῖς αὐτοῖς μυστηρίοις, τῆς  αὐτῆς  πνευματικῆς  τροφῆς  ἀπολαύομεν.  Ταῦτα δήπου  ἐστὶ δικαιώματα  τοῦ φιλεῖν.  Πῶς οὖν θερμῶς διακεισόμεθα, φησί; Τί ποιεῖ σωμάτων ἔρωτα; Λαμπρότης σώματος. Οὐκοῦν καὶ τὰς ψυχὰς καλὰς ἐργασώμεθα, καὶ ἐσόμεθα ἀλλήλοις ἐπέραστοι· οὐ γὰρ δὴ φιλεῖν  δεῖ μόνον, ἀλλὰ καὶ φιλεῖσθαι. Πρῶτον τοῦτο κατορθώσωμεν,  ὥστε  φιλεῖσθαι,  καὶ  ἐκεῖνο  εὔκολον  ἔσται. Πῶς οὖν  ἔσται  ἵνα
φιλώμεθα; Γενώμεθα καλοὶ, καὶ τοῦτο ἐργαζώμεθα, ὥστε ἐραστὰς ἔχειν ἀεί. Μηδεὶς σπουδαζέτω μὴ χρήματα κτᾶσθαι, μὴ ἀνδράποδα, μὴ οἰκίας, ὡς τὸ φιλεῖσθαι,  ὡς ὄνομα χρηστὸν ἔχειν.  Κρεῖττον ὄνομα, ἢ πλοῦτος  πολύς. Τὸ μὲν γὰρ μένει, ὁ δὲ ἀπόλλυται· καὶ τὸ μὲν δυνατὸν κτήσασθαι, ἐκεῖνο δὲ ἀδύνατον. Ὁ μὲν γὰρ πονηρὰν δόξαν λαβὼν, δυσκόλως αὐτὴν ἀποθήσεται· ὁ δὲ πένης ταχέως ἀπὸ τοῦ ὀνόματος ἔσται πλούσιος. Ἔστω τις μυρία τάλαντα ἔχων, ὁ δὲ φίλους ἑκατόν· οὗτος ἐκείνου εὐπορώτερος. Μὴ τοίνυν ἁπλῶς τοῦτο ποιῶμεν, ἀλλ' ἐργαζώμεθα ὡς εὐπορίαν τινά. Καὶ πῶς  δυνάμεθα,  φησί;  Λάρυγξ γλυκὺς  πληθύνει  φίλους  αὐτοῦ,  καὶ  γλῶσσα εὐχάριστος. Στόμα εὔφημον κτησώμεθα, καὶ τρόπους καθαρούς. Οὐκ ἔνι λαθεῖν τὸν οὕτω   διακείμενον.  


δʹ.  Ὅρα  πόσα  οἱ  ἔξωθεν   ἐπενόησαν   φιλικὰ,   συντεκνίαν, γειτονίαν, συγγενείας. Ἀλλὰ τούτων πάντων τὰ παρ' ἡμῖν μείζονα· ἡ τράπεζα αὕτη αἰδεσιμωτέρα. Πολλοὶ δὲ τῶν προσιόντων οὐδὲ ἴσμεν ἀλλήλους. Τὸ πλῆθος τοῦτο ποιεῖ, φησίν. Οὐδαμῶς, ἀλλ' ἡ ἡμετέρα νωθεία. Τρισχίλιοι ἦσαν καὶ πεντακισχίλιοι, καὶ  πάντες  εἶχον  ψυχὴν  μίαν·  νῦν  δὲ  ἕκαστος  τὸν  ἀδελφὸν  ἀγνοεῖ,  καὶ  οὐκ αἰσχύνεται τὸ πλῆθος αἰτιώμενος. Ὁ μέντοι πολλοὺς φίλους ἔχων, ἀνάλωτος ἅπασίν ἐστι, τυράννου παντὸς οὗτος ἰσχυρότερος. Οὐχ οὕτως ἐκεῖνον οἱ δορυφόροι φυλάττουσιν, ὡς τοῦτον οἱ φίλοι· καὶ λαμπρότερος οὗτος ἐκείνου. Ὁ μὲν γὰρ παρὰ τῶν αὐτοῦ δούλων φυλάττεται,  ὁ δὲ παρὰ τῶν ὁμοτίμων· καὶ ὁ μὲν παρὰ ἀκόντων καὶ δεδοικότων, οὗτος δὲ παρὰ ἑκόντων, καὶ οὐ δεδοικότων· καὶ ἔστιν ἰδεῖν πρᾶγμα θαυμαστὸν, ἐν πολλοῖς ἕνα, καὶ ἐν ἑνὶ πολλούς. Καὶ καθάπερ ἐπὶ κιθάρας διάφοροι μὲν οἱ φθόγγοι, μία δὲ ἡ συμφωνία, εἷς δὲ ὁ μουσικὸς ὁ τὴν κιθάραν μεταχειρίζων· οὕτως ἐνταῦθα, κιθάρα μὲν ἔστιν αὐτὴ ἡ ἀγάπη, φθόγγοι δὲ ἠχοῦντες τὰ δι' ἀγάπης προφερόμενα ῥήματα φιλικὰ,  μίαν καὶ τὴν αὐτὴν ἅπαντες ἀφιέντες  ἁρμονίαν καὶ συμφωνίαν·  ὁ δὲ μουσικὸς ἡ τῆς ἀγάπης δύναμις· αὕτη κρούει τὸ μέλος τὸ ἡδύ. Ἐβουλόμην ὑμᾶς ἀγαγεῖν εἰς πόλιν τοιαύτην, εἴ γε δυνατὸν, ἔνθα μία ψυχὴ, ἦν, καὶ εἶδες ἂν  ὅπως  πάσης κιθάρας καὶ παντὸς  αὐλοῦ  ἁρμοδιωτέρα  ἡ ἐκεῖ συμφωνία, οὐδὲν ἀπηχὲς ᾄδουσα μέλος. Τοῦτο καὶ ἀγγέλους καὶ τὸν ἀγγέλων  ∆εσπότην Θεὸν εὐφραίνει  τὸ μέλος· τοῦτο ὅλον τὸ ἐν τῷ οὐρανῷ θέατρον διανίστησι· τοῦτο καὶ δαιμόνων  κηλεῖ θυμὸν, παθῶν καταθέλγει  ὁρμάς. Τοῦτο τὸ μέλος οὐ μόνον πάθη κηλεῖ, ἀλλ' οὐδὲ διαναστῆναι ἀφίησι, καὶ πολλὴν τὴν σιγὴν ἐργάζεται. Καθάπερ γὰρ ἐν θεά  τρῳ χοροῦ μουσικῶν πάντες μετὰ σιγῆς ἐπακούουσι, καὶ οὐδεὶς ἐκεῖ θόρυβος· οὕτω καὶ ἐν τοῖς φίλοις, τῆς ἀγάπης κρουούσης, πάντα ἠρεμεῖ τὰ πάθη καὶ κατακοιμίζεται, καθάπερ θηρία κηλούμενα καὶ θελγόμενα, ὥσπερ οὖν ἔνθα ἔχθρα, πάντα  τὰ ἐναντία.  Ἀλλὰ μηδὲν  περὶ ἔχθρας τέως  εἴπωμεν·  περὶ φιλίας  λέγωμεν μόνον. Ἂν εἴπῃς τι προπετὲς, οὐδεὶς ὁ ἐπιλαμβανόμενος, ἀλλὰ πάντες συγγινώσκουσιν· ἂν πράξῃς, οὐδεὶς ὑποπτεύει, ἀλλὰ πολλὴ ἡ συγγνώμη· πάντες οἱ χεῖρα ὀρέγοντες πίπτοντι πρόχειροι· πάντες οἱ βουλόμενοι στῆναι πρόθυμοι. Τεῖχος ὄντως ἀῤῥαγὲς ἡ φιλία, καὶ οὐδὲ τῷ διαβόλῳ ἁλώσιμον, μήτι γε ἀνθρώποις. Οὐκ ἔνι κινδύνῳ περιπεσεῖν τὸν φίλους κεκτημένον πολλούς· οὐκ ἔνι ὀργῆς ὑπόθεσιν σχεῖν, ἀλλὰ θυμηδίας· ἐν γέλωτι ἀεί ἐστι καὶ τρυφῇ· οὐκ ἔνι βασκανίας ὑπόθεσιν σχεῖν· οὐκ ἔνι  μνησικακίας ἀφορμήν. Ὅρα τὸν  τοιοῦτον  καὶ τὰ πνευματικὰ  καὶ τὰ σαρκικὰ κατορθοῦντα  μετ'  εὐκολίας.  Τί  δὴ  οὖν  τούτου  ἴσον  γένοιτ'  ἄν;  Ὥσπερ πόλις τετειχισμένη  πάντοθεν  οὗτός ἐστιν, ἐκεῖνος  δὲ ὥσπερ πόλις  ἀτείχιστος. Μεγάλης σοφίας τὸ δύνασθαι φιλίας εἶναι δημιουργόν. Ἄνελε τὴν φιλίαν, καὶ πάντα ἀνεῖλες, πάντα συνέχεες. Εἰ δὲ εἰκὼν φιλίας τοσαύτην ἔχει τὴν ἰσχὺν, αὐτὴ ἡ ἀλήθεια πόση τις ἂν εἴη; Κατασκευάσωμεν τοίνυν  ὑμῖν φίλους,  παρακαλῶ, καὶ ταύτην  ἕκαστος ἐχέτω  τὴν  τέχνην.  Ἀλλ'  ἰδοὺ,  φησὶν,  ἐγὼ  σπουδάζω, ἐκεῖνος  δὲ  οὐ  σπουδάζει. Πλείων ὁ μισθὸς οὕτως ἔσται σοι. Ναὶ, φησὶν, ἀλλὰ τὸ πρᾶγμα δυσκολώτερον. Πῶς, εἰπέ μοι; Ἰδοὺ διαμαρτύρομαι καὶ λέγω, ὅτι δέκα μόνον ἐὰν συμφράξητε ἑαυτοὺς,
καὶ  ἔργον  τοῦτο  θῆτε  καθάπερ  οἱ  ἀπόστολοι  τὸ   κηρύττειν,  καθάπερ  οἱ προφῆται τὸ διδάσκειν, οὕτω καὶ ἡμεῖς τὸ φίλους ποιεῖν, μισθὸς ἔσται μέγας. Βασιλικὰς εἰκόνας ἡμῖν αὐτοῖς κατασκευάζωμεν· τοῦτο γνώρισμα μαθητῶν. Καὶ πῶς οὐ μεῖζον ἐργαζόμεθα, ἢ εἰ δύναμιν αὐτοῖς ἐνετίθεμεν νεκροὺς ἀνιστᾷν; Τὸ διάδημα καὶ ἡ ἁλουργὶς δείκνυσι τὸν βασιλέα, καὶ τούτων οὐκ ὄντων, κἂν χρυσᾶ ἔχῃ ἱμάτια, οὔπω ὁ βασιλεὺς δῆλος. Οὕτω δὴ καὶ νῦν, τὸ γνώρισμα σὺ ἐργάζου, καὶ ποιήσεις σεαυτῷ φίλους καὶ ἄλλοις. Οὐδείς ἐστιν ὅστις φιλούμενος θελήσει μισεῖν. Μάθωμεν τὰ χρώματα, δι' ὧν  κεράννυνται,  δι' ὧν  αὕτη συντίθεται  ἡ εἰκών· εὐπροσήγοροι ὦμεν· μὴ περιμένωμεν τοὺς πλησίον. Μὴ εἴπῃς· Ἐὰν ἴδω τινὰ περιμένοντα, χείρων αὐτοῦ γίνομαι· ἀλλὰ μᾶλλον ὅταν ἴδῃς, πρόλαβε καὶ σβέσον αὐτοῦ τὸ πάθος. Ὁρᾷς κάμνοντα, καὶ ἐπιτείνεις τὴν νόσον; Τοῦτο μάλιστα πρὸ πάντων κατορθώσωμεν, τὸ προηγεῖσθαι τῇ τιμῇ ἀλλήλους· τὸ ἡγεῖσθαι ἀλλήλους ὑπερέχοντας ἑαυτῶν, μὴ νομίσῃς ἐλαττοῦσθαι. Ἂν  ἄρα προηγήσῃ τῇ τιμῇ, σαυτὸν ἐτίμησας πλέον,  εἰς τὸ πλέον  τιμηθῆναι  ἐπισπώμενος.  Πανταχοῦ  τῶν  πρωτείων  ἑτέροις  παραχωρῶμεν. Μηδὲν τῶν εἰς ἡμᾶς εἰργασμένων δεινῶν μνημονεύωμεν,  ἀλλ' εἴ τι ἀγαθόν. Οὐδὲν οὕτω ποιεῖ φίλον, ὡς γλῶσσα εὐχάριστος, στόμα εὔφημον, ψυχὴ ἄτυφος, κενοδοξίας ὑπεροψία, τιμῆς  καταφρόνησις.  Ἂν  ταῦτα  κατορθώσωμεν,  δυνησόμεθα  γενέσθαι ἀχείρωτοι ταῖς παγίσι τοῦ διαβόλου, καὶ μετὰ ἀκριβείας τὴν ἀρετὴν διανύσαντες τῶν ἐπηγγελμένων  ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/














Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |