ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Αʹ Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε,

Σάββατο 22 Οκτωβρίου 2016

Αʹ Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε,



Ιωάννης Χρυσόστομος
Είς Πράξεις Αποστόλων
Τόμος 60

Αʹ Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων,  ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν, ἄχρι ἧς ἡμέρας ἐντειλάμενος  τοῖς ἀποστόλοις διὰ Πνεύματος ἁγίου, οὓς ἐξελέξα το, ἀνελήφθη.

 αʹ. Πολλοῖς τουτὶ τὸ βιβλίον οὐδ' ὅτι ἔνι γνώριμόν ἐστιν, οὔτε αὐτὸ, οὔτε ὁ γράψας αὐτὸ καὶ συνθείς. ∆ιὸ καὶ μάλιστα εἰς ταύτην ἐμαυτὸν ἔκρινα θεῖναι τὴν πραγματείαν, ὥστε καὶ τοὺς ἀγνοοῦντας διδάξαι, καὶ  μὴ  ἀφεῖναι   τοσοῦτον  λανθάνειν   καὶ  ἀποκρύπτεσθαι  θησαυρόν.  Οὐδὲ  γὰρ ἔλαττον αὐτῶν τῶν Εὐαγγελίων ὠφελῆσαι ἡμᾶς δυνήσεται· τοσαύτης ἐμπέπλησται φιλοσοφίας  καὶ δογμάτων  ὀρθότητος, καὶ θαυμάτων  ἐπιδείξεως, καὶ μάλιστα τῶν παρὰ τοῦ Πνεύματος εἰργασμένων. Μὴ δὴ λοιπὸν παρατρέχωμεν αὐτὸ, ἀλλὰ μετὰ ἀκριβείας ἐξετάζωμεν. Καὶ γὰρ τὰς προῤῥήσεις, ἃς ἐν τοῖς Εὐαγγελίοις ὁ Χριστὸς προαναφω   νεῖ,  ταύτας  εἰς  ἔργον  ἐξελθούσας ἐνταῦθα  ἔστιν  ἰδεῖν,  καὶ ἀπ' αὐτῶν τῶν πραγμάτων διαλάμπουσαν τὴν ἀλήθειαν, καὶ πολλὴν τῶν μαθητῶν τὴν ἐπὶ τὸ βέλτιον μεταβολὴν τὴν ἀπὸ τοῦ Πνεύματος αὐτοῖς ἐγγενομένην. Καὶ γὰρ ἅπερ ἤκουσαν τοῦ Χριστοῦ λέγοντος, ὅτι πᾶς Ὁ πιστεύων εἰς ἐμὲ, τὰ σημεῖα, ἃ ἐγὼ ποιῶ, κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει· καὶ προλέγοντος τοῖς μαθηταῖς, ὅτι ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς ἀχθήσονται, καὶ ὅτι ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν αὐτοὺς,



 καὶ τὰ ἀνήκεστα πείσονται, καὶ ὅτι περιέσονται πάντων, καὶ ὅτι τὸ Εὐαγγέλιον κηρυχθήσεται ἐν ὅλῳ τῷ κόσμῳ, ταῦτα πάντα  μετὰ ἀκριβείας ἁπάσης ἐκβεβηκότα ἐν τῷ βιβλίῳ τούτῳ ἔστιν ἰδεῖν, καὶ πλείονα τούτων ἕτερα, ἅπερ εἴρηκεν  αὐτοῖς  συνών.  Ὄψει δὲ καὶ  αὐτοὺς  τοὺς  ἀποστόλους  ἐνταῦθα  καθάπερ πτηνοὺς  διατρέχοντας  γῆν  καὶ  θάλατταν,  καὶ  τοὺς  δειλοὺς  ἐκεί   νους  καὶ ἀσυνέτους ἀθρόον ἄλλους ἀντ' ἄλλων  γενομένους,  καὶ χρημάτων  ὑπεροπτὰς, καὶ δόξης, καὶ θυμοῦ, καὶ ἐπιθυμίας, πάντων  ἁπλῶς ἀνωτέρους γεγονότας, καὶ πολλὴν τὴν ὁμόνοιαν ἔχοντας, καὶ οὐδαμοῦ οὐδεμίαν βασκανίαν ὡς ἔμπροσθεν, οὐδὲ τὸν περὶ πρωτείων  ἔρωτα, ἀλλὰ πᾶσαν ἀπηκριβωμένην  ἐν αὐτοῖς τὴν ἀρετὴν, καὶ τὴν ἀγάπην  μεθ'  ὑπερβολῆς  διαλάμπουσαν,  ὑπὲρ  ἧς  καὶ  πολλὰ  παρήγγειλεν  αὐτοῖς λέγων,  ὅτι  Ἐν  τούτῳ  γνώσονται  πάντες,  ὅτι  ἐμοὶ  μαθηταί  ἐστε, ἐὰν  ἀγαπᾶτε ἀλλήλους. Ἔστι δὲ καὶ δόγματα ἐνταῦθα εὑρεῖν, ἅπερ, εἰ μὴ τοῦτο ἦν τὸ βιβλίον, οὐδενὶ  σαφῶς  οὕτω  γνώριμα  ἐγένοντο·  ἀλλὰ  τὸ κεφάλαιον  τῆς  σωτηρίας ἡμῶν ἀπεκρύπτετο,  καὶ  ἄδηλον  ἦν,  καὶ  βίου καὶ  δογμάτων  ἕνεκεν.  Τὸ πλέον  δὲ τῶν ἐνταῦθα ἐγκειμένων, Παύλου πράξεις εἰσὶ, τοῦ περισσότερον πάντων  κοπιάσαντος. Καὶ τὸ αἴτιον, ὅτι αὐτοῦ φοιτητὴς ἦν ὁ τὸ βιβλίον τοῦτο συνθεὶς Λουκᾶς ὁ μακάριος· οὗ τὴν ἀρετὴν πολλαχόθεν μὲν καὶ ἄλλοθεν ἔστιν ἰδεῖν, μάλιστα δὲ ἐκ τοῦ πρὸς τὸν ∆ιδάσκαλον  ἀδιασπάστως  ἔχειν,  καὶ  διαπαντὸς  αὐτῷ  παρακολουθεῖν.  Ὅτε γοῦν ∆ημᾶς καὶ Ἑρμογένης αὐτὸν ἐγκατέλιπον,  ὁ μὲν εἰς Γαλατίαν, ὁ δὲ εἰς ∆αλματίαν ἀπελθὼν, ἄκουσον τί φησι περὶ τούτου· Λουκᾶς ἐστι μόνος μετ' ἐμοῦ· καὶ Κορινθίοις δὲ ἐπιστέλλων  περὶ αὐτοῦ φησιν· Οὗ ὁ ἔπαινος ἐν τῷ Εὐαγγελίῳ διὰ πασῶν τῶν Ἐκκλησιῶν.  Καὶ ὅταν  λέγῃ,  ὅτι  Ὤφθη  Κηφᾷ, εἶτα  τοῖς  δώδεκα·  καὶ,  Κατὰ τὸ Εὐαγγέλιον,  ὃ  παρελάβετε,  τὸ  τούτου  λέγει·  ὥστε  οὐκ  ἄν  τις   ἁμάρτοι  τὴν πραγματείαν ταύτην αὐτῷ ἀναθείς. Ὅταν δὲ εἴπω, τούτῳ, τῷ Χριστῷ λέγω. Εἰ δέ τις λέγοι· Καὶ τί δήποτε οὐχὶ πάντα συνέγραψε, μέχρι τέλους ὢν μετ' αὐτοῦ; ἐκεῖνο ἂν εἴποιμεν, ὅτι καὶ ταῦτα ἀρκοῦντα ἦν τοῖς βουλομένοις προσέχειν, καὶ ὅτι πρὸς τὰ κατεπείγοντα  ἀεὶ ἵσταντο, καὶ ὅτι οὐκ ἐν  τῷ  λογογραφεῖν  ἦν  αὐτοῖς  ἡ σπουδή· πολλὰ γὰρ καὶ ἀγράφῳ παραδόσει δεδώκασι. Καὶ πάντα μὲν οὖν ἄξια θαύματος τὰ ἐν τῷ βιβλίῳ τούτῳ κείμενα, μάλιστα δὲ τῶν ἀποστόλων ἡ συγκατάβασις, ἣν καὶ τὸ Πνεῦμα αὐτοῖς  ὑπέβαλλε,  παρασκευάζον αὐτοὺς  τῷ  τῆς  οἰκονομίας  ἐνδιατρίβειν λόγῳ. ∆ιὰ δὴ τοῦτο τοσαῦτα περὶ Χριστοῦ διαλεχθέντες, ὀλίγα μὲν περὶ τῆς θεότητος αὐτοῦ εἰρήκασι, τὰ δὲ πλείονα περὶ τῆς ἀνθρωπότητος διελέγοντο, καὶ τοῦ πάθους, καὶ τῆς ἀναστάσεως, καὶ τῆς ἀναβάσεως. Τὸ γὰρ ζητούμενον  τέως  τοῦτο ἦν, τὸ πιστευθῆναι, ὅτι ἀνέστη καὶ ἀνέβη εἰς οὐρανούς. Ὥσπερ οὖν καὶ αὐτὸς ὁ Χριστὸς μάλιστα πάντων  ἐσπούδαζε δεῖξαι, ὅτι παρὰ τοῦ Πατρὸς ἥκει· οὕτω καὶ οὗτος, ὅτι ἀνέστη καὶ ἀνελήφθη,  καὶ πρὸς αὐτὸν ἀπῆλθε, καὶ παρ' αὐτοῦ ἀφῖκτο. Εἰ γὰρ μὴ τοῦτο ἐπιστεύθη πρότερον, πολλῷ μᾶλλον τῆς προσθήκης γενομένης τῆς κατὰ τὴν ἀνάστασιν καὶ τὴν ἀνάληψιν,  ἄπιστον ἅπαν τὸ δόγμα τοῖς Ἰουδαίοις ἔδοξεν εἶναι. ∆ιὸ ἠρέμα καὶ κατὰ μικρὸν αὐτοὺς ἐπὶ τὰ ὑψηλότερα ἀνάγει. Ἐν δὲ Ἀθήναις καὶ ἄνθρωπον αὐτὸν ἁπλῶς καλεῖ ὁ Παῦλος, οὐδὲν πλέον εἰπών· εἰκότως. Εἰ γὰρ αὐτὸν τὸν  Χριστὸν διαλεγόμενον  περὶ  τῆς  εἰς  τὸν  Πατέρα ἰσότητος  λιθάσαι  πολλάκις ἐπεχείρησαν, καὶ βλάσφημον  διὰ τοῦτο ἐκάλουν,  σχολῇ γ' ἂν παρὰ τῶν  ἁλιέων τοῦτον τὸν λόγον ἐδέξαντο, καὶ ταῦτα τοῦ σταυροῦ προχωρήσαντος.



βʹ. Καὶ τί δεῖ λέγειν   τοὺς  Ἰουδαίους,   ὅπου  γε  καὶ  αὐτοὶ   τότε   πολλάκις   οἱ  μαθηταὶ   τῶν ὑψηλοτέρων  ἀκούοντες  δογμάτων,  ἐθορυβοῦντο  καὶ ἐσκανδαλίζον   το; ∆ιὰ τοῦτο καὶ ἔλεγε· Πολλὰ ἔχω λέγειν  ὑμῖν, ἀλλ'  οὐ δύνασθε βαστάζειν ἄρτι. Εἰ δὲ ἐκεῖνοι οὐκ ἐδύναντο, οἱ συγγενόμενοι χρόνον τοσοῦτον αὐτῷ, καὶ τοσούτων κοινωνήσαντες  ἀποῤῥήτων, καὶ τοσαῦτα θεασάμενοι θαύματα, πῶς ἄνθρωποι ἀπὸ βωμῶν καὶ εἰδώλων  καὶ θυσιῶν, καὶ αἰλούρων, καὶ κροκοδείλων (τοιαῦτα γὰρ ἦν  τῶν   Ἑλλήνων   τὰ   σεβάσματα),  καὶ   τῶν   ἄλλων   τῶν   κακῶν   τότε   πρῶτον ἀποσπασθέντες, ἀθρόον τοὺς ὑψηλοὺς τῶν δογμάτων  ἐδέξαντο λόγους; πῶς δὲ ἂν καὶ Ἰουδαῖοι, οἱ καθ' ἑκάστην ἡμέραν μανθάνοντες, καὶ ἐνηχούμενοι ὑπὸ τοῦ νόμου·
Ἄκουε Ἰσραὴλ, Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν, καὶ πλὴν αὐτοῦ οὐκ ἔστιν ἄλλος· ἐπὶ ξύλου σταυροῦ ἰδόντες προσηλωμένον αὐτόν· μᾶλλον δὲ καὶ σταυρώσαντες καὶ θάψαντες, καὶ οὐδὲ ἀναστάντα θεασάμενοι· ἀκούοντες, ὅτι Θεός ἐστιν αὐτὸς οὗτος, καὶ τῷ Πατρὶ ἴσος, οὐκ ἂν μάλιστα πάντων ἀπεπήδησάν τε καὶ ἀπεῤῥάγησαν; ∆ιά τοι τοῦτο ἠρέμα καὶ κατὰ μικρὸν αὐτοὺς προσβιβάζουσι, καὶ πολλῇ μὲν κέχρηνται τῇ τῆς  συγκαταβάσεως οἰκονομίᾳ,  δαψιλεστέρας  δὲ ἀπολαύουσι  τῆς  τοῦ Πνεύματος χάριτος, καὶ μείζονα ὧν αὐτὸς πεποίηκεν ἐργάζονται τῷ αὐτοῦ ὀνόματι, ἵνα ἑκατέρωθεν  αὐτοὺς  χαμαὶ  κειμένους  ἀναστήσωσι, καὶ  τὸν  περὶ τῆς  ἀναστάσεως πιστώσωνται  λόγον.  Καὶ γὰρ  τοῦτο  μάλιστά  ἐστι  τουτὶ  τὸ  βιβλίον,  ἀπόδειξις ἀναστάσεως. Τούτου δὲ πιστευθέντος,  ὁδῷ καὶ τὰ ἄλλα  προὔβαινεν.  Ἡ μὲν  οὖν ὑπόθεσις καὶ ὁ τοῦ βιβλίου σκοπὸς ἅπας, ὡς ἄν τις παχυμερῶς  συλλαβὼν  εἴποι, οὗτος μάλιστά ἐστιν. Ἀκούσωμεν δὲ λοιπὸν αὐτῶν τῶν προοιμίων. Τὸν μὲν πρῶτον λόγον  ἐποιησάμην περὶ πάντων,  ὦ Θεόφιλε, ὧν  ἤρξατο ὁ Ἰησοῦς ποιεῖν  τε καὶ διδάσκειν. Τίνος ἕνεκεν  αὐτὸν  ἀναμιμνήσκει  τοῦ Εὐαγγελίου; Ὥστε τὴν  οἰκείαν ἀκρίβειαν ἐνδείξασθαι. Καὶ γὰρ ἀρχόμενος τῆς πραγματείας ἐκείνης φησίν· Ἔδοξε κἀμοὶ παρηκολουθηκότι ἄνωθεν  πᾶσιν ἀκριβῶς, καθεξῆς σοι γράψαι. Καὶ οὔτε τῇ οἰκείᾳ  ἀρκεῖται  μαρτυρίᾳ μόνον,  ἀλλὰ  καὶ ἀνάγει  ἐπὶ  τοὺς  ἀποστόλους  τὸ πᾶν,λέγων·  Καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπαρχῆς αὐτόπται  καὶ ὑπηρέται γενόμενοι  τοῦ λόγου. ∆ιὸ τὸν λόγον ἀξιόπιστον ἐκεῖ ποιήσας, οὐδὲ δεῖται ἐνταῦθα ἑτέρας βεβαιώσεως,  ἅπαξ  αὐτοῦ  πιστευθέντος,  καὶ  δι'  ἐκείνου  τὸ  ἀκριβὲς  αὐτὸν  τῆς ἀληθείας  κατηχήσας.  Ὁ  γὰρ  ἅπερ  ἤκουσεν  ἀξιόπιστος  γενόμενος  γράψαι,  καὶ πιστευθεὶς, πολλῷ μᾶλλον ὁ ταῦτα συνθεὶς ἃ μὴ παρ' ἑτέρων παρείληφεν,  ἀλλ' ἃ εἶδε καὶ ἤκουσε, πιστευθῆναι  δίκαιος ἂν ἦν. Εἰ γὰρ τὰ τοῦ Χριστοῦ ἐδέξω, φησὶ, πολλῷ  μᾶλλον  τὰ  τῶν  ἀποστόλων.  Τί οὖν; ἱστορία μόνον  τὸ  πρᾶγμά  ἐστι, καὶ Πνεύματος ἄμοιρος ὁ λόγος; Οὐδαμῶς. Πῶς; Ὅτι ἅπερ οἱ ἀπαρχῆς  αὐτόπται  καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου αὐτῷ παρέδοσαν, τοῦ Πνεύματος ἦσαν. Καὶ διατί μὴ εἶπεν, ὅτι Καθὼς παρέδοσαν ἡμῖν οἱ Πνεύματος ἁγίου καταξιωθέντες, ἀλλ', Οἱ ἀπ' ἀρχῆς αὐτόπται γενόμενοι; Ὅτι τοῦτο μάλιστα εἰς πίστιν ἐστὶν ἀξιόπιστον, τὸ παρὰ αὐτοπτῶν  μαθεῖν· ἐκεῖνο δὲ καὶ ἀλαζονεία, καὶ τῦφος ἂν ἔδοξε τοῖς ἀνοήτοις. ∆ιὸ καὶ Ἰωάννης  οὕτως ἔλεγεν· Ἐγὼ ἑώρακα καὶ μεμαρτύρηκα, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ. Καὶ ὁ Χριστὸς δὲ οὕτω διαλέγεται τῷ Νι  κοδήμῳ παχυτέρῳ ὄντι· Ὃ οἴδαμεν λαλοῦμεν, καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν, καὶ τὴν μαρτυρίαν ἡμῶν οὐδεὶς λαμβάνει.  Καὶ πάλιν  δεικνὺς,  ὅτι  πολλὰ  καὶ  ἀπὸ  ὄψεως  μαρτυρεῖν  ἔστι,  τοῖς μαθηταῖς ἔλεγε· Καὶ ὑμεῖς μαρτυρεῖτε περὶ ἐμοῦ, ὅτι ἀπ' ἀρχῆς μετ' ἐμοῦ ἐστε. Καὶ αὐτοὶ οἱ ἀπόστολοι πολλαχοῦ οὕτω φασί· Μάρτυρες ἡμεῖς καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ὃ ἔδωκεν  ὁ  Θεὸς τοῖς  πειθαρχοῦσιν  αὐτῷ.  Καὶ μετὰ  ταῦτα  δὲ  πιστούμενος  τὴν ἀνάστασιν ὁ Πέτρος ἔλεγεν· Οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ. Τάχιον γὰρ τὴν παρὰ τῶν συγγενομένων  ἀνθρώπων  μαρτυρίαν ἐδέχοντο, διὰ τὸ τῆς περὶ τοῦ Πνεύματος ἐννοίας σφόδρα τέως ἀποδεῖν. ∆ιὰ τοῦτο καὶ Ἰωάννης ἐν τῇ τοῦ Εὐαγγελίου  συγγραφῇ  ἔλεγεν,  ὅτι  αὐτὸς  εἶδε, περὶ  τοῦ  αἵματος  καὶ  τοῦ  ὕδατος διαλεγόμενος, τὴν ὄψιν αὐτοῖς ἀντὶ μαρτυρίας τιθεὶς μεγίστης· καίτοι ὄψεως ἀκριβέστερα  τὰ  παρὰ  τοῦ  Πνεύματος,  ἀλλ'  οὐ  παρὰ  τοῖς  ἀπίστοις.  Ἐπεὶ  ὅτι Πνεύματος μετεῖχεν  ὁ ἀνὴρ,  πολλαχόθεν  δῆλον,  ἀπό  τε  τῶν  σημείων  τῶν  νῦν γινομένων,  ἀπό τε τοῦ καὶ τοὺς τυχόντας  τότε μεταλαμβάνειν  Πνεύματος, ἀπό τε τῆς Παύλου μαρτυρίας (Οὗ γὰρ, φησὶν, ὁ ἔπαινος ἐν τῷ Εὐαγγελίῳ), ἀπό τε τῆς κατὰ τὴν χειροτονίαν ψήφου. Εἰπὼν γὰρ τοῦτο, ἐπάγει· Ἀλλὰ καὶ χειροτονηθεὶς ὑπὸ τῶν Ἐκκλησιῶν, συνέκδημος ἡμῶν ἐν τῇ χάριτι ταύτῃ τῇ διακονουμένῃ  ὑφ' ἡμῶν.


 γʹ. Καὶ  ὅρα  αὐτοῦ   τὸ   ἄτυφον.   Οὐ  γὰρ   λέγει,   Τὸ  μὲν   πρῶτον   Εὐαγγέλιον,   ὃ εὐηγγελισάμην·  ἀλλὰ, Τὸν μὲν πρῶτον  λόγον  ἐποιησάμην, μείζονα ἑαυτοῦ εἶναι νομίζων τοῦ Εὐαγγελίου τὴν προσηγορίαν. Καίτοιγε ὁ Ἀπόστολος ἐντεῦθεν  αὐτὸν κοσμεῖ λέγων· Οὗ ὁ ἔπαινος ἐν τῷ Εὐαγγελίῳ. Ἀλλ' αὐτὸς μετριάζει καί φησι· Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν· οὐχ ἁπλῶς, περὶ πάντων, ἀλλ' ἀπ' ἀρχῆς μέχρι τέλους. Ἄχρι γὰρ τῆς ἡμέρας, φησὶν, ἧς ἀνελήφθη. Καὶ μὴν Ἰωάννης  δείκνυσιν, ὅτι οὐκ ἦν δυνατὸν πάντα γράψαι. Θέλων γὰρ τοῦτο δηλῶσαι, εἰπὼν, Ἅτινα ἐὰν γράφηται καθ' ἓν, οὐδὲ αὐτὸν τὸν κόσμον οἶμαι χωρῆσαι, προστίθησι, Τὰ γραφόμενα βιβλία. Πῶς οὖν, φησὶ, περὶ πάντων οὗτος λέγει; Ἀλλ' οὐκ εἶπε, Πάντα, ἀλλὰ, Περὶ πάντων· ὡς ἂν εἴποι τις, ἁδρομερῶς καὶ παχυμερῶς· ἢ περὶ πάντων  λέγει, τῶν  συνεχόντων  καὶ κατεπειγόντων.  Εἶτα δείκνυσι καὶ ποίων πάντων. Ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν, τὰ θαύματα καὶ τὰς διδασκαλίας αἰνιττόμενος.  Οὐ τοῦτο δὲ μόνον, ἀλλ' ὅτι καὶ ποιῶν  ἐδίδασκεν. Ὅρα δὲ αὐτοῦ καὶ τὴν  φιλάνθρωπον  καὶ ἀποστολικὴν γνώμην, εἰ καὶ ἑνὸς ἕνεκεν τοσαύτην ἐποιεῖτο ἀκρίβειαν, ὡς ὁλόκληρον Εὐαγγέλιον γράψαι. Ἵνα γὰρ ἔχῃς, φησὶ, περὶ ὧν  κατηχήθης  λόγων  τὴν ἀσφάλειαν. Καὶ γὰρ ἤκουσε τοῦ Χριστοῦ λέγοντος· Οὐκ ἔστι θέλημα τοῦ Πατρός μου, ἵνα ἀπόληται εἷς τῶν  μικρῶν τούτων.  Καὶ τίνος  ἕνεκεν  οὐχ ἓν βιβλίον  ἐποίησεν, ἑνὶ τῷ Θεοφίλῳ ἐπιστέλλων, ἀλλ' εἰς δύο διεῖλεν ὑποθέσεις; Σαφηνείας ἕνεκεν, καὶ τοῦ διαναπαῦσαι τὸν ἀκροατήν· ἄλλως δὲ, καὶ τῇ ὑποθέσει διῃρημέναι εἰσὶν αἱ πραγματεῖαι. Σκόπει δὲ ὅπως ἑαυτοῦ τοὺς λόγους ὁ Χριστὸς διὰ τῶν ἔργων ἀξιοπίστους ἐποίει.  Περὶ πραότητος παρῄνει,  καὶ ἔλεγε· Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς  τῇ καρδίᾳ. Ἐδίδασκεν ἀκτήμονας εἶναι, καὶ τοῦτο ἐδείκνυτο διὰ τῶν ἔργων· Ὁ γὰρ Υἱὸςτοῦ ἀνθρώπου οὐκ ἔχει, ποῦ τὴν κεφαλὴν κλίνῃ, φησί. Πάλιν ἐκέλευσε τοὺς ἐχθροὺς ἀγαπᾷν. Ἐδίδαξε τοῦτο ἐπὶ τοῦ σταυροῦ εὐχόμενος ὑπὲρ τῶν σταυρούντων. Ἔλεγε, Τῷ θέλοντί σοι κριθῆναι, καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον. Ὁ δὲ οὐχὶ τὰ ἱμάτια μόνον, ἀλλὰ καὶ τὸ αἷμα ἔδωκεν. Οὕτω καὶ τοῖς μαθηταῖς ἐκέλευσε ποιεῖν. ∆ιὸ καὶ ὁ Παῦλος ἔλεγε· Καθὼς ἔχετε τύπον ἡμᾶς. Οὐδὲν γὰρ διδασκάλου ψυχρότερον,  ἐν  λόγοις  φιλοσοφοῦντος  μόνον.  Τοῦτο γὰρ  οὐ  διδασκάλου,  ἀλλ' ὑποκριτοῦ. ∆ιὰ τοῦτο οἱ ἀπόστολοι πρότερον ἀπὸ τοῦ βίου ἐδίδασκον, καὶ τότε ἀπὸ τῶν ῥημάτων· μᾶλλον δὲ οὐδὲ ἔδει ῥημάτων αὐτοῖς, τῶν ἔργων βοώντων. Οὐκ ἂν δέ τις ἁμάρτοι καὶ τὸ πάθος αὐτοῦ πρᾶξιν καλέσας· ἐν τῷ γὰρ παθεῖν ἐποίησε τὸ μέγα καὶ θαυμαστὸν ἔργον ἐκεῖνο, τὸν θάνατον καταλύσας, καὶ τὰ ἄλλα πάντα ἐργασάμενος. Ἄχρι ἧς ἡμέρας ἐντειλάμενος  τοῖς ἀποστόλοις διὰ Πνεύματος ἁγίου, οὓς ἐξελέξατο, ἀνελήφθη. ∆ιὰ Πνεύματος ἐντειλάμενος, τουτέστι, Πνευματικὰ πρὸς αὐτοὺς  εἰπὼν  ῥήματα, οὐδὲν  ἀνθρώπινον.  Ἢ τοῦτο  οὖν  ἔστιν  εἰπεῖν,  ἢ ὅτι  διὰ Πνεύματος αὐτοῖς ἐνετείλατο. Ὁρᾷς, πῶς ταπεινῶς ἔτι διαλέγεται περὶ αὐτοῦ, ὡς καὶ αὐτὸς περὶ ἑαυτοῦ, λέγων· Εἰ δὲ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, Καὶ γὰρ  καὶ  τὸ  Πνεῦμα  τὸ  ἅγιον  ἐνήργει  ἐν  ἐκείνῳ  τῷ  ναῷ.  Τί  δαὶ  ἐνετείλατο; Πορευθέντες μαθητεύσατε πάντα  τὰ ἔθνη,  βαπτίζοντες  αὐτοὺς  εἰς τὸ ὄνομα  τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα, ὅσα ἐνετειλάμην  ὑμῖν.  Μέγα τῶν  ἀποστόλων  τὸ  ἐγκώμιον,  ὅταν  τοιαῦτα  ὦσιν ἐγκεχειρισμένοι· τῆς οἰκουμένης λέγω τὴν σωτηρίαν· ὅταν ῥήματα τοῦ Πνεύματος γέμοντα· ὃ δή που καὶ αἰνιττόμενος εἶπεν τὸ, ∆ιὰ Πνεύματος ἁγίου· τουτέστι, Καὶ τὰ ῥήματα, ἃ ἐλάλησα ὑμῖν, Πνεῦμά ἐστι. Τοῦτο δέ φησι, τὸν ἀκροατὴν εἰς ἐπιθυμίαν λοιπὸν ἄγων τοῦ μαθεῖν τὰς ἐντολὰς, καὶ ἀξιοπίστους τοὺς ἀποστόλους ποιῶν, εἴ γε τὰ τοῦ Πνεύματος μέλλουσι λέγειν, καὶ τὰς τοῦ Χριστοῦ ἐντολάς. Ἐντειλάμενος οὖν, φησὶν, ἀνελήφθη. Οὐκ εἶπεν, Ἀνέβη, ἐπειδὴ ἔτι ὡς περὶ ἀνθρώπου διαλέγεται. Ἄρα καὶ μετὰ τὴν ἀνάστασιν ἐδίδασκε τοὺς μαθητάς· ἀλλὰ τὸν χρόνον  τοῦτον  οὐδεὶς εἶπεν ἡμῖν μετὰ ἀκριβείας ἅπαντα. Ἀλλ' ἐγχρονίζει μὲν αὐτῷ ὁ Ἰωάννης τῶν ἄλλων μᾶλλον, καὶ οὗτος· πάντα δὲ σαφῶς οὐδεὶς ἀπήγγειλε (πρὸς γὰρ ἕτερον ἠπείγοντο)· ἐμάθομεν  δὲ  ταῦτα  διὰ  τῶν  ἀποστόλων·  ἃ  γὰρ  ἤκουσαν  καὶ  εἶπον·  Οἷς  καὶ παρέστησεν ἑαυτὸν ζῶντα. Εἰπὼν περὶ τῆς ἀναλήψεως πρότερον, λέγει καὶ περὶ τῆς ἀναστάσεως. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι Ἀνελήφθη, ἵνα μὴ νομίσῃς ὑφ' ἑτέρων αὐτὸν ἀνειλῆφθαι,  ἐπήγαγεν·  Οἷς καὶ παρέστησεν ἑαυτὸν  ζῶντα.  Εἰ γὰρ ἐν  τῷ  μείζονι ἑαυτὸν  παρέστησε, πολλῷ  μᾶλλον  ἐν  τῷ  ἐλάττονι.


 δʹ. Εἶδες, πῶς  λανθανόντως παρασπείρει τὰ  μεγάλα  ταυτὶ  δόγματα;  ∆ι'  ἡμερῶν  τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς. Οὐ γὰρ ὥσπερ πρὸ τῆς ἀναστάσεως ἀεὶ μετ' αὐτῶν ἦν, οὕτω καὶ τότε. Ὅρα γάρ. Οὐκ εἶπε, Τεσσαράκοντα ἡμέρας, ἀλλὰ, ∆ι' ἡμερῶν τεσσαράκοντα. Ἐφίστατε γὰρ, καὶ  ἀφίπτατο  πάλιν.  Τί δήποτε;  Ἀνάγων  αὐτῶν  τὰς  διανοίας,  καὶ  οὐκ  ἔτι συγχωρῶν ὁμοίως πρὸς αὐτὸν διακεῖσθαι ὥσ  περ καὶ ἔμπροσθεν. Οὐχ ἁπλῶς δὲ τοῦτο ἐποίει, ἀλλ' ἑκάτερα μετὰ ἀκριβείας κατασκευάζων, καὶ τὸ πιστευθῆναι τὴν ἀνάστασιν, καὶ τὸ μείζονα αὐτὸν  νομισθῆναι  λοιπὸν  ἢ κατὰ ἄνθρωπον.  Καίτοιγε ταῦτα ἐναντία ἦν. Ὑπὲρ μὲν γὰρ τοῦ πιστευθῆναι τὴν ἀνάστασιν πολλὰ ἀνθρώπινα ἔδει γενέσθαι· ὑπὲρ δὲ θατέρου, τοὐναντίον.  Ἀλλ' ὅμως ἀμφότερα γέγονε μετὰ τοῦ προσήκοντος καιροῦ. Τίνος δὲ ἕνεκεν οὐχὶ πᾶσιν, ἀλλὰ τοῖς ἀποστόλοις ἐφάνη; Ὅτι φάντασμα ἂν ἔδοξεν εἶναι τοῖς πολλοῖς, οὐκ εἰδόσι τὸ ἀπόῤῥητον τοῦ μυστηρίου. Εἰ γὰρ καὶ αὐτοὶ οἱ μαθηταὶ ἠπίστουν τὴν ἀρχὴν καὶ ἐθορυβοῦντο, καὶ ἁφῆς ἐδεήθησαν τῆς διὰ χειρὸς, καὶ τραπέζης, τί τοὺς πολλοὺς εἰκὸς παθεῖν ἦν; ∆ιά τοι τοῦτο ἐκ τῶν σημείων  ἀναμφίβολον  ποιεῖ  τῆς  ἀναστάσεως τὴν  ἀπόδειξιν,  ὥστε μὴ  τοῖς  τότε μόνον, ἀλλὰ καὶ πᾶσι τοῖς μετὰ ταῦτα φανερὰν γενέσθαι τὴν ἀνάστασιν. Ὅπερ γὰρ ἐκείνοις ἐκ τῆς ὄψεως τῶν σημείων, τοῦτο ἐκ τῆς πίστεως πᾶσιν ὕστερον ἔμελλενἔσεσθαι. ∆ιά τοι  τοῦτο  καὶ  τοὺς  ἀπίστους  ἐντεῦθεν  συλλογιζόμεθα.  Εἰ γὰρ  οὐκ ἀνέστη, ἀλλὰ μένει νεκρὸς, πῶς ἐν τῷ ὀνόματι αὐτοῦ οἱ ἀπόστολοι σημεῖα ἐποίησαν; Ἀλλ' οὐκ ἐποίησαν σημεῖα; Πῶς οὖν συνέστη τὸ ἔθνος τὸ ἡμέτερον; Οὐ γὰρ δὴ καὶ πρὸς τοῦτο ἀντιστήσονται, οὐδὲ τοῖς ὁρωμένοις μαχήσονται. Ὥστε ὅταν λέγωσι μὴ γενέσθαι σημεῖα, μειζόνως ἑαυτοὺς καταισχύνουσι. Τοῦτο γὰρ μέγιστον σημεῖον, τὸ χωρὶς  σημείων  τὴν  οἰκουμένην  προσδραμεῖν ἅπασαν, ὑπὸ  δώδεκα  πτωχῶν  καὶ ἀγραμμάτων ἀνθρώπων ἁλιευθεῖσαν. Οὐδὲ γὰρ πλούτῳ χρημάτων, οὐ σοφίᾳ λόγων, οὐκ ἄλλῳ  τινὶ  τοιούτῳ  περιεγένοντο  οἱ ἁλιεῖς·  ὥστε καὶ ἄκοντες  ὁμολογήσουσι θείαν εἶναι ἐν αὐτοῖς δύναμιν, ἀμήχανον γὰρ ἀνθρωπίνην ἰσχὺν δυνηθῆναι τοσαῦτά ποτε. ∆ιά τοι τοῦτο καὶ αὐτὸς τεσσαράκοντα ἡμέρας ἔμεινε μετὰ τὴν  ἀνάστασιν, ἔλεγχον διδοὺς ἐν τῷ μακρῷ χρόνῳ τῆς ὄψεως τῆς οἰκείας, ἵνα μὴ φάντασμα εἶναι νομίσωσι τὸ ὁρώμενον.  Καὶ οὐδὲ τούτῳ  ἠρκέσθη, ἀλλὰ καὶ τράπεζαν προσετίθει. Ὅπερ οὖν καὶ προϊὼν λέγει· Καὶ συναλιζόμενος αὐτοῖς. Τοῦτο δὲ ἀεὶ καὶ αὐτοὶ οἱ ἀπόστολοι τεκμήριον ἐποιοῦντο τῆς ἀναστάσεως λέγοντες· Οἵτινες συνεφάγομεν καὶ συνεπίομεν  αὐτῷ.  Τί δὲ καὶ φαινόμενος  ἐποίει, δι' ὧν  ἐπήγαγε  δείκνυσι  λέγων· Ὀπτανόμενος  αὐτοῖς,  καὶ  λέγων  τὰ  περὶ  τῆς  βασιλείας  τοῦ  Θεοῦ. Ἐπεὶ  δὲ  καὶ πεπονηκότες  ἦσαν, καὶ τεταραγμένοι  τοῖς  ἤδη γεγενημένοις,  καὶ πρὸς μεγάλους ἔμελλον  λοιπὸν  ἐξιέναι  ἀγῶνας,  τοῖς  περὶ τῶν  μελλόντων  αὐτοὺς ἀνακτώμενος λόγοις, Παρήγγειλεν ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν  τοῦ Πατρός. Πρῶτον αὐτοὺς εἰς τὴν Γαλιλαίαν ἐξήγαγε, δεδοικότας ἔτι καὶ τρέμοντας, ἵνα μετὰ ἀδείας ἀκούσωσι τῶν λεγομένων. Εἶτα, ἐπειδὴ ἤκουσαν, καὶ τεσσαράκοντα συνδιέτριψαν ἡμέρας, Παρήγγειλε μὴ ἀπὸ Ἱεροσολύμων χωρίζεσθαι. Τί  δήποτε;  Καθάπερ τινὰς  στρατιώτας  μέλλοντας  εἰς  πλῆθος  ἐμπίπτειν,  οὐδεὶς ἀφίησιν ἐξελθεῖν, ἕως ἂν ὁπλίσωνται· οὐδὲ ἵππους προπηδᾷν τῆς βαλβῖδος, ἕως ἂν τὸν ἡνίοχον λάβωσιν· οὕτω δὴ καὶ αὐτοὺς πρὸ τῆς τοῦ Πνεύματος καθόδου φανῆναι ἐπὶ τῆς παρατάξεως οὐκ ἠφίει, ὥστε μὴ γενέσθαι εὐχειρώτους καὶ ἁλωσίμους τοῖς πολλοῖς. Οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ ἐπειδὴ πολλοὶ ἦσαν  οἱ μέλλοντες πιστεύειν αὐτόθι. Καὶ πρὸς τούτοις πάλιν, ἵνα μὴ λέγωσί τινες, ὅτι τοὺς γνωρίμους ἀφέντες   παρὰ  τοῖς   ξένοις   ἦλθον   κομπάσαι,  τούτου   χάριν   παρ'  αὐτοῖς   τοῖς πεφονευκόσι παρέχουσι τὰ τεκμήρια τῆς ἀναστάσεως, παρ' αὐτοῖς τοῖς ἐσταυρωκόσι, τοῖς θάψασιν, ἐν αὐτῇ τῇ πόλει ἐν ᾗ τὸ πρᾶγμα τὸ παράνομον ἐτολμήθη, ὥστε καὶ τοὺς ἔξωθεν ἐπιστομισθῆναι ἅπαντας. Ὅταν γὰρ οἱ ἐσταυρωκότες αὐτοὶ φαίνωνται καὶ πεπιστευκότες, εὔδηλον,  ὅτι καὶ ὁ σταυρὸς καὶ τοῦ τολμήματος  ἐδείκνυτο  ἡ παρανομία, καὶ τῆς ἀναστάσεως πολλὴ ἡ ἀπόδειξις. Εἶτα ἵνα μὴ λέγωσι, Πῶς οὖν δυνησόμεθα μεταξὺ ἀνθρώπων μιαρῶν καὶ φονούντων, καὶ τοσούτων ὄντων, ὀλίγοι καὶ εὐτελεῖς ὄντες μένειν, ὅρα, πῶς λύει τὴν ἀγωνίαν, εἰπών· Ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν  τοῦ Πατρὸς, ἣν ἠκούσατέ μου. Καὶ πότε ἤκουσαν, φησίν; Ὅτε ἔλεγε· Συμφέρει  ὑμῖν  ἵνα  ἐγὼ  ἀπέλθω.  Ἐὰν γὰρ  ἐγὼ  μὴ  ἀπέλθω,  ὁ  Παράκλητος οὐκ ἐλεύσεται  πρὸς ὑμᾶς· καὶ  πάλιν,  Ἐρωτήσω τὸν  Πατέρα, καὶ  ἄλλον  Παράκλητον πέμψει ὑμῖν, ἵνα μένῃ μεθ'  ὑμῶν.


εʹ. Καὶ τίνος ἕνεκεν οὐχὶ παρόντος αὐτοῦ οὐδὲ ἀπελθόντος εὐθέως παρεγένετο, ἀλλ' αὐτὸς μὲν τῇ τεσσαρακοστῇ ἡμέρᾳ ἀνῆλθε, τὸ δὲ Πνεῦμα παρεγένετο ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς πεντηκοστῆς; Καὶ πῶς, εἰ μηδέπω παρεγεγόνει, ἔλεγε, Λάβετε Πνεῦμα ἅγιον; Ἵνα δεκτικοὺς αὐτοὺς ποιήσῃ, καὶ ἀρκοῦντας πρὸς τὴν ὑποδοχήν. Εἰ γὰρ ἄγγελον μέλλων ὁρᾷν ὁ ∆ανιὴλ παρίετο, πολλῷ μᾶλλον οὗτοι μέλλοντες τοσαύτην δέχεσθαι χάριν. Ἢ τοῦτο οὖν ἔστιν εἰπεῖν, ἢ ὅτι τὸ μέλλον  ἔσεσθαι ὡς ἤδη γεγενημένον  εἴρηκεν, ὥσπερ ὅταν λέγῃ, Πατεῖτε ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Τίνος δὲ ἕνεκεν οὐκ εὐθὺς τότε παρεγεγόνει; Ἐν ἐπιθυμίᾳ αὐτοὺς ἔδει γενέσθαι τοῦ πράγματος, καὶ οὕτω δέξασθαι τὴν χάριν. ∆ιὰ τοῦτο ὅτε αὐτὸς ἀπέπτη, τότε ἐκεῖνο ἦλθεν. Εἰ δὲ ἦλθε,παρόντος αὐτοῦ, οὐκ ἂν ἐν τοσαύτῃ ἐγένοντο  προσδοκίᾳ. ∆ιὰ τοῦτο οὐδὲ εὐθέως ἀνελθόντος  αὐτοῦ παραγίνεται, ἀλλὰ μετὰ ὀκτὼ ἢ ἐννέα ἡμέρας. Οὕτω καὶ ἡμεῖς πρὸς τὸν Θεὸν τότε μάλιστα διεγειρόμεθα, ὅταν ἐν χρείᾳ καταστῶμεν. ∆ιὰ τοῦτο καὶ Ἰωάννης τότε μάλιστα πέμπει τοὺς μαθητὰς πρὸς τὸν Χριστὸν, ὅτε ἔμελλον ἐν χρείᾳ εἶναι  τοῦ Ἰησοῦ, τὸ δεσμωτήριον οἰκοῦντος  ἐκείνου. Ἄλλως  δὲ, ἔδει ἐν οὐρανῷ φανῆναι τὴν ἡμετέραν φύσιν, καὶ τὰς καταλλαγὰς γενέσθαι ἀπηρτισμένας, καὶ τότε ἐλθεῖν τὸ Πνεῦμα, καὶ καθαρὰν γενέσθαι τὴν ἡδονήν. Εἰ γὰρ παρόντος αὐτοῦ, ὁ μὲν ἀπῆλθεν, ὁ δὲ ἔμεινεν, οὐκ ἂν ἦν τοσαῦτα τὰ τῆς παραμυθίας· καὶ γὰρ σφόδρα αὐτοῦ δυσαποσπάστως εἶχον. ∆ιὸ καὶ ἔλεγε παραμυθούμενος αὐτούς· Συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω. ∆ιὰ τοῦτο καὶ ἡμέρας ἀναμένει τὰς μεταξὺ, ἵνα μικρὸν ἀθυμήσαντες, καὶ ἐν χρείᾳ, ὅπερ ἔφην, καταστάντες, ὁλόκληρον καὶ καθαρὰν καρπώσωνται τὴν ἡδονήν.  Εἰ δὲ ἔλαττον  ἦν τὸ Πνεῦμα, οὐκ ἦν ἀρκοῦσα ἡ παραμυθία. Πῶς δὲ καὶ ἔλεγε, Συμφέρει ὑμῖν; ∆ιὰ τοῦτο τὰ μείζονα αὐτῷ τετήρηται τῆς διδασκαλίας, ἵνα μὴ ἔλαττον   αὐτὸ   νομίσωσι.   Σκόπει   δὲ   ἡλίκην   αὐτοῖς   ἀνάγκην   ἐπέθηκεν   ἐν Ἱεροσολύμοις εἶναι, τῷ ὑποσχέσθαι ἐκεῖ τὸ Πνεῦμα παρέχεσθαι. Ἵνα γὰρ μὴ πάλιν μετὰ τὴν ἀνάληψιν αὐτοῦ φύγωσι, τῇ προσδοκίᾳ ταύτῃ καθάπερ τινὶ δεσμῷ κατέχει πάντας  αὐτοὺς  ἐκεῖσε.  Εἰπὼν  δὲ,  Περιμένειν  τὴν  ἐπαγγελίαν   τοῦ  Πατρὸς, ἣν ἠκούσατέ  μου,  ἐπήγαγεν·   Ὅτι  Ἰωάννης   μὲν  ἐβάπτισεν  ὕδατι,  ὑμεῖς  δὲ βαπτισθήσεσθε ἐν Πνεύματι ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας. ∆είκνυσι λοιπὸν τὸ μέσον αὐτοῦ καὶ Ἰωάννου, οὐκ ἔτι ὡς πρὸ τούτου συνεσκιασμένως (καὶ γὰρ σφόδρα συνεσκίασε τὸν λόγον  ὅτε ἔλεγεν· Ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν  οὐρανῶν μείζων  αὐτοῦ ἐστιν), ἀλλὰ  νῦν  φανερώτερον.  Ἰωάννης,  φησὶν, ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν  Πνεύματι ἁγίῳ.  Οὐκ ἔτι  κέχρηται  τῇ μαρτυρίᾳ, ἀλλὰ ἀναμιμνήσκει τοῦ προσώπου μόνον, εἰς μνήμην τῶν παρ' αὐτοῦ εἰρημένων ἐνάγων, καὶ δείκνυσιν αὐτοὺς ἤδη μείζους λοιπὸν γεγενημένους Ἰωάννου, εἴ γε ἐν Πνεύματι ἔμελλον καὶ αὐτοὶ βαπτίζειν. Καὶ οὐκ εἶπεν, Ὑμᾶς δὲ ἐγὼ βαπτίζω ἐν Πνεύματι ἁγίῳ, ἀλλὰ, Βαπτισθήσεσθε, διδάσκων ἡμᾶς ταπεινοφρονεῖν. Τοῦτο γὰρ ἀπὸ τῆς μαρτυρίας Ἰωάννου  δῆλον  λοιπὸν  ἦν, ὅτι  αὐτὸς  ἦν  ὁ βαπτίζων,  εἰπόντος,  ὅτι Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί· διὸ καὶ μόνου αὐτοῦ ἐμνημόνευσε. Τὰ μὲν οὖν Εὐαγγέλια, ὧν ὁ Χριστὸς ἐποίησε καὶ εἶπεν ἱστορία τίς ἐστιν· αἱ δὲ Πράξεις, ὧν ὁ ἕτερος Παράκλητος εἶπε καὶ ἐποίησε. Καὶ τότε μὲν  γὰρ πολλὰ  καὶ αὐτὸς ἐποίει, ὥσπερ οὖν καὶ νῦν ὁ Χριστὸς ἐνεργεῖ, καθάπερ καὶ τότε· ἀλλὰ τότε μὲν διὰ τοῦ ναοῦ, νῦν  δὲ διὰ τῶν  ἀποστόλων· καὶ τότε μὲν εἰς παρθενικὴν  ἦλθε μήτραν, καὶ ναὸν διέπλασε, νῦν δὲ εἰς ψυχὰς ἀποστολικάς· καὶ τότε μὲν ἐν εἴδει περιστερᾶς, νῦν δὲ ἐν εἴδει πυρός. Τί δήποτε; Ἐκεῖ μὲν τὸ πρᾶον δηλῶν, ἐνταῦθα δὲ καὶ τὸ τιμωρητικόν. Καὶ τῆς κρίσεως δὲ εὐκαίρως ἀναμιμνήσκει. Ὅτε μὲν γὰρ ἁμαρτήματα συγχωρῆσαι ἔδει, πολλῆς ἔδει τῆς πραότητος· ἐπειδὴ δὲ ἐτύχομεν τῆς δωρεᾶς, λοιπὸν καὶ κρίσεως καὶ  ἐξετάσεως  καιρός. Πῶς δὲ,  Βαπτισθήσεσθε, λέγει,  ὕδατος  οὐκ  ὄντος  ἐν  τῷ ὑπερῴῳ; Ὅτι τὸ κυριώτερον τὸ Πνεῦμά ἐστι, δι' οὗ καὶ τὸ ὕδωρ ἐνεργεῖ· ὥσπερ οὖν καὶ αὐτὸς κεχρίσθαι λέγεται, οὐδαμοῦ χρισάμενος ἐλαίῳ, ἀλλὰ Πνεῦμα δεξάμενος· ἄλλως δὲ καὶ ὕδατι βαπτιζομένους αὐτοὺς ἔστιν εὑρεῖν, καὶ ἐν διαφόροις καιροῖς. Ἐφ' ἡμῶν μὲν γὰρ ἀμφότερα γίνεται  ὑφ' ἓν, τότε δὲ διεσπασμένως. Παρὰ γὰρ τὴν ἀρχὴν ὑπὸ Ἰωάννου ἐβαπτίσθησαν· καὶ μὴ θαυμάσῃς. Εἰ γὰρ πόρναι καὶ τελῶναι ἐπὶ τὸ βάπτισμα ᾔεσαν ἐκεῖνο, πολλῷ μᾶλλον οἱ μετὰ ταῦτα βαπτίζεσθαι μέλλοντες ὑπὸ τοῦ Πνεύματος. Εἶτα ἵνα μὴ λέγωσιν, ἐν ἐπαγγελίαις ἀεὶ τὸ πρᾶγμα (καὶ γὰρ καὶ ἤδη πολλὰ περὶ αὐτοῦ διελέχθη), μηδὲ νομίσωσιν αὐτὸ ἐνέργειαν  εἶναι  ἀνυπόστατον, ἀπάγων  αὐτοὺς τῆς τοιαύτης ὑπονοίας, Οὐ μετὰ πολλὰς ταύτας ἡμέρας, φησί. Καὶ οὐκ ἐδήλωσε πότε, ἵνα  ἀεὶ γρηγορῶσιν,  ἀλλ' ὅτι  μὲν  ἐγγὺς  ἔσται εἶπεν,  ἵνα  μὴ ἐκλυθῶσι· πότε δὲ, οὐκ ἔτι προσέθηκεν, ἵνα ἀεὶ νήφωσιν. Οὐ τούτῳ δὲ μόνον αὐτοὺς πιστοῦται, τῇ ταχύτητι  λέγω τοῦ καιροῦ, ἀλλὰ καὶ τῷ λέγειν, Τὴν ἐπαγγελίαν,  ἣν ἠκούσατέ μου. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐ νῦν ὑμῖν εἶπον, φησὶ, μόνον, ἀλλὰ καὶ ἤδη  ἐπηγγειλάμην,  ἃ  ποιήσω  πάντως.  Τί τοίνυν  θαυμάζεις,  εἰ  τὴν  ἡμέραν  τῆς συντελείας μὴ λέγει, ὅπου γε ταύτην τὴν οὕτως ἐγγὺς οὖσαν οὐκ ἠθέλησε ποιῆσαι κατάδηλον;  Καὶ μάλα  εἰκότως,  ἵν' ἀεὶ  ἐγρηγορότες  ὦσι  καὶ  ἐν  προσδοκίᾳ καὶ μερίμνῃ.   ʹ. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι χάριτος ἀπολαῦσαι μὴ νήφοντα. Ἢ οὐχ ὁρᾷς, τί φησι καὶ Ἠλίας πρὸς τὸν  μαθητήν; Ἐὰν ἴδῃς με ἀναλαμβανόμενον,  ἔσται σοι οὕτω·  τουτέστι, Γενήσεταί σοι τοῦτο,  ὃ αἰτεῖς.  Καὶ ὁ Χριστὸς δὲ πανταχοῦ  τοῖς προσιοῦσιν ἔλεγε· Πιστεύεις; Ἐὰν γὰρ μὴ οἰκειωθῶμεν  πρὸς τὸ διδόμενον, οὐδὲ τῆς εὐεργεσίας σφόδρα αἰσθανόμεθα. Οὕτω καὶ ἐπὶ Παύλου· οὐκ εὐθέως ἡ χάρις ἦλθεν, ἀλλὰ τρεῖς ἡμέραι ἐγένοντο μεταξὺ, ἐν αἷς ἦν τυφλὸς, ὑπὸ τοῦ φόβου σμηχόμενος καὶ  προπαρασκευαζόμενος. Καθάπερ γὰρ οἱ τὴν  ἁλουργίδα  βάπτοντες,  πρότερον ἑτέροις τισὶ τὸ δεχόμενον τὴν βαφὴν προπαρασκευάζουσιν, ἵνα μὴ ἐξίτηλον γένηται τὸ ἄνθος· οὕτω δὴ καὶ ἐνταῦθα πρότερον μεμεριμνημένην κατασκευάζει τὴν ψυχὴν ὁ Θεὸς, καὶ τότε τὴν χάριν ἐκχεῖ. ∆ιὰ τοῦτο καὶ οὐδὲ εὐθέως τὸ Πνεῦμα ἔπεμψεν, ἀλλ'  ἐν τῇ πεντηκοστῇ. Εἰ δὲ λέγοι τις, Τίνος ἕνεκεν  καὶ ἡμεῖς οὐκ ἐν τῷ καιρῷ τούτῳ βαπτίζομεν; ἐκεῖνο ἂν εἴποιμεν, ὅτι ἡ μὲν χάρις ἡ αὐτὴ καὶ τότε καὶ νῦν· ἡ δὲ διάνοια   ὑψηλοτέρα   γίνεται   νῦν,   νηστείᾳ   προπαρασκευαζομένη.   Καὶ  ὁ   τῆς πεντηκοστῆς δὲ καιρὸς ἔχει τινὰ λόγον οὐκ ἀπεικότα. Ποῖον δὴ τοῦτον; Ἀρκοῦντα ἐνόμισαν οἱ Πατέρες εἶναι χαλινὸν  ἐπιθυμίας πονηρᾶς καὶ μεγάλην διδασκαλίαν τὸ βάπτισμα, εἰς τὸ καὶ ἐν καιρῷ τρυφῆς σωφρονεῖν. Καθάπερ οὖν αὐτῷ συναλιζόμενοι τῷ Χριστῷ, καὶ τραπέζης κοινωνοῦντες,  μηδὲν ἁπλῶς πράττωμεν, ἀλλ' ἐν νηστείαις καὶ εὐχαῖς, καὶ σωφροσύνῃ πολλῇ  διάγωμεν.  Εἰ γὰρ ἐπὶ ἀρχὴν  μέλλων  ἰέναι  τις βιωτικὴν, παρασκευάζει ἑαυτῷ ἅπαντα τὸν βίον, καὶ ἵνα τύχῃ τινὸς ἀξιώματος, καὶ χρήματα  ἀναλίσκει,  καὶ χρόνον  δαπανᾷ,  καὶ μυρίους ὑπομένει  πόνους· τίνος  ἂν εἴημεν ἡμεῖς ἄξιοι μετὰ τοσαύτης ῥᾳθυμίας τῇ βασιλείᾳ τῶν οὐρανῶν προσιόντες, καὶ οὔτε πρὶν ἢ λαβεῖν σπουδάζοντες καὶ μετὰ τὸ λαβεῖν ῥᾳθυμοῦντες; ∆ιὰ γὰρ τοῦτο μετὰ τὸ λαβεῖν  ῥᾳθυμοῦμεν, ἐπειδὴ  πρὶν  ἢ λαβεῖν  οὐκ ἐγρηγόραμεν. ∆ιὰ τοῦτο πολλοὶ  μετὰ τὸ λαβεῖν  εὐθέως  ἐπὶ τὸν  πρότερον ἐπανῆλθον  ἔμετον, καὶ χείρους ἐγένοντο, καὶ χαλεπωτέραν ἐπεσπάσαντο κόλασιν, τῶν μὲν προτέρων ἀπαλλαγέντες ἁμαρτημάτων, ταύτῃ δὲ μειζόνως τὸν κριτὴν παροξύναντες, ὅτι τοσαύτης ἀπαλλαγέντες ἀῤῥωστίας, οὐδὲ οὕτως ἐσωφρονίσθησαν, ἀλλ' ἔπαθον ὅπερ ἠπείλησε τῷ  παραλυτικῷ  ὁ Χριστὸς, λέγων·  Ἴδε ὑγιὴς  γέγονας·  μηκέτι  ἁμάρτανε, ἵνα  μὴ χεῖρόν  τί  σοι γένηται·  καὶ  ὃ  περὶ  τῶν  Ἰουδαίων  δὲ  προὔλεγε,  δεικνὺς  ὅτι  τὰ ἀνήκεστα  πείσονται  ἀγνωμονοῦντες·   Εἰ μὴ  ἦλθον  καὶ  ἐλάλησα  αὐτοῖς,  φησὶν, ἁμαρτίαν οὐκ εἶχον. Ὥστε διπλᾶ καὶ τετραπλᾶ τὰ μετὰ ταῦτα ἁμαρτήματα γίνεται. Πῶς; Ὅτι μετὰ τὴν τιμὴν  ἀγνώμονες  γινόμεθα  καὶ πονηροί. Καὶ διὰ τοῦτο οὐδὲν ἡμῖν βοηθεῖ λοιπὸν τὸ λουτρὸν εἰς τὸ πραοτέρας τυχεῖν τιμωρίας. Σκόπει δέ· ἔσχε τις ἁμαρτήματα χαλεπὰ, ἢ φονεύσας, ἢ μοιχεύσας, ἢ ἕτερόν τι χαλεπώτερον ἐργασάμενος,  ἀφέθη  διὰ  τοῦ  λουτροῦ  ταῦτα.  Οὐ γὰρ  ἔστιν,  οὐκ  ἔστιν  οὐδὲν ἁμάρτημα, καὶ ἀσέβημα, ὅπερ οὐκ εἴκει καὶ παραχωρεῖ τῇ δωρεᾷ· θεία γάρ ἐστιν ἡ χάρις. Πάλιν ἐμοίχευσέ τις καὶ ἐφόνευσεν· ἡ μὲν προτέρα μοιχεία λέλυται,  καὶ ὁ φόνος ἐκεῖνος συγκεχώρηται, καὶ οὐκ ἀνακαλεῖται (Ἀμεταμέλητα γὰρ τὰ χαρίσματα, καὶ ἡ κλῆσις τοῦ Θεοῦ)· ὑπὲρ δὲ τῶν μετὰ τὸ βάπτισμα τοσαύτην διδόαμεν δίκην, ὅσην ἂν εἰ καὶ ἐκεῖνα ἀνεκλήθη, καὶ πολλῷ  χείρονα. Οὐκέτι γὰρ ἁπλοῦν  ἐστι τὸ ἁμάρτημα,  ἀλλὰ  διπλοῦν,   καὶ  τριπλοῦν.   Ὅτι  δὲ  μεί   ζων  τούτων   τῶν ἁμαρτημάτων ἡ δίκη, ἄκουσον τί φησιν ὁ Παῦλος· Ἀθετήσας τις νόμον Μωϋσέως, χωρὶς  οἰκτιρμῶν  ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει· πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς ∆ιαθήκηςκοινὸν   ἡγησάμενος,   καὶ   τὸ   πνεῦμα   τῆς   χάριτος   ἐνυβρίσας;  Τάχα  πολλοὺς ἀπετρέψαμεν νῦν λαβεῖν τὸ βάπτισμα. Ἀλλ' οὐ διὰ τοῦτο ταῦτα εἰρήκαμεν, ἀλλ' ἵνα λαβόντες  μείνωσιν  ἐν σωφροσύνῃ καὶ ἐπιεικείᾳ  πολλῇ. Ἀλλὰ δέδοικα, φησίν. Εἰ ἐδεδοίκεις, ἔλαβες ἂν καὶ ἐφύλαξας. Ἀλλὰ δι' αὐτὸ μὲν οὖν τοῦτο οὐ λαμβάνω, φησὶ, διὰ τὸ φοβεῖσθαι. Τὸ δὲ οὕτως ἀπελθεῖν  οὐ δέδοικας; Φιλάνθρωπός ἐστι, φησὶν, ὁ Θεός. Οὐκοῦν λάβε τὸ βάπτισμα· φιλάνθρωπος  γάρ ἐστι καὶ βοηθεῖ. Σὺ δὲ, ἔνθα μὲν ἂν  δέῃ  σπουδάσαι, οὐ  προβάλλῃ  τὴν  φιλανθρωπίαν  ταύτην·  ἔνθα  δ' ἂν  θέλῃς ἀναβαλέσθαι, τότε αὐτῆς μέμνησαι· καίτοι τότε καιρὸν ἂν ἔχοι ἡ φιλανθρωπία  αὕτη, καὶ μᾶλλον αὐτῆς ἐπιτευξόμεθα, ὅταν καὶ τὰ παρ' ἑαυτῶν εἰσενέγκωμεν. Ὁ μὲν γὰρ τὸ πᾶν ἐπὶ τὸν Θεὸν ῥίψας, καὶ μετὰ τὸ βάπτισμα ἁμαρτάνων οἷα εἰκὸς ἄνθρωπον ὄντα,  μετανοῶν  τεύξεται  φιλανθρωπίας·  ὁ δὲ ὥσπερ σοφιζόμενος  τοῦ Θεοῦ τὴν φιλανθρωπίαν,  ἀπελθὼν ἄμοιρος τῆς χάριτος, ἀπαραίτητον ἕξει τὴν τιμωρίαν. Τί δὲ τοιαῦτα κατὰ τῆς σεαυτοῦ σωτηρίας προβάλλῃ; Ἀμήχανον γὰρ, ἀμήχανον, ὡς ἔγωγε οἶμαι, τὸν τοιαύταις ἐλπίσιν ἀναβαλλόμενον ἐργάσασθαί τι γενναῖον καὶ ἀγαθόν. Σὺ δὲ ἀνθ'  ὅτου τοσοῦτον φόβον ἀναδέχῃ, καὶ τὸ ἄδηλον  τοῦ μέλλοντος  προβάλλῃ; διατί μὴ μεταβάλλεις  τὸν φόβον τοῦτον εἰς πόνον καὶ σπουδὴν, ἵν' ἔσῃ μέγας καὶ θαυμαστός; τί βέλτιον, φοβεῖσθαι, ἢ πονεῖν; Εἴ τίς σε ἐκάθισεν ἐν οἴκῳ πεπονηκότι ἀργοῦντα, εἰπὼν, ὅτι Προσδόκα ἐπὶ τὴν σὴν κεφαλὴν πεσεῖσθαι τὴν ὀροφὴν σαθρὰν οὖσαν (ἴσως μὲν γὰρ πεσεῖται, ἴσως δὲ οὐ πεσεῖται)· εἰ δὲ μὴ τοῦτο θέλεις, ἐργάζου, καὶ τὸν ἀσφαλέστερον οἴκει θάλαμον· τί ἂν εἴλου μᾶλλον, τὴν ἀργίαν ἐκείνην μετὰ τοῦ φόβου, ἢ τὴν ἐργασίαν ταύτην μετὰ τοῦ θαῤῥεῖν; Οὐκοῦν οὕτω καὶ νῦν ποίει. Τὸ μὲν γὰρ ἄδηλον τοῦ μέλλοντος καθάπερ οἶκός τίς ἐστι σαθρὸς, ἀεὶ πτῶσιν ἀπειλῶν· ἡ δὲ ἐργασία αὕτη, ἡ πόνον ἔχουσα, τὸ ἀσφαλὲς ἐγγυᾶται.


ζʹ. Μὴ γένοιτο μὲν οὖν ἡμᾶς ἐμπεσεῖν εἰς ἀνάγκην τοσαύτην, ὥστε ἁμαρτάνειν μετὰ τὸ λουτρόν· πλὴν εἰ καὶ γένοιτό τι τοιοῦτον, μηδὲ οὕτως ἀπογνῶμεν. Φιλάνθρωπός ἐστιν ὁ Θεὸς, καὶ πολλὰς ἡμῖν  δέδωκεν  ὁδοὺς ἀφέσεως καὶ μετὰ ταῦτα.  Πλὴν ὥσπερ οἱ μετὰ τὸ λουτρὸν ἁμαρτάνοντες,  τῶν   κατηχουμένων   κατὰ  τοῦτο  μᾶλλον   κολάζονται,  οὕτως  οἱ εἰδότες,   ὅτι   μετανοίας   ἐστὶ   φάρμακα,   καὶ   μὴ   θέλοντες   αὐτοῖς   κεχρῆσθαι, χαλεπώτερα  ὑποστήσονται.  Ὅσῳ γὰρ  ἂν  ἐπιτείνηται  ἡ  φιλανθρωπία   τοῦ  Θεοῦ, τοσούτῳ  καὶ  ἡ  κόλασις  αὔξεται  μᾶλλον,   ἐὰν  μὴ  εἰς  δέον  τῇ  φιλανθρωπίᾳ χρησώμεθα. Τί λέγεις, ἄνθρωπε; Μεστὸς ὢν κακῶν τοσούτων, καὶ ἀπεγνωσμένος, ἀθρόον ἐγένου  φίλος,  καὶ πρὸς τὴν  ἀνωτάτω  τιμὴν  ἀνηνέχθης,  οὐκ ἐξ οἰκείων πόνων,  ἀλλ'  ἐκ  τῆς  τοῦ  Θεοῦ δωρεᾶς,  καὶ  πάλιν  ἐπὶ  τὴν  προτέραν  ἐπανῆλθες ἀσχημοσύνην, καὶ δέον κολασθῆναι  χαλεπῶς,  ὁ δὲ οὐδὲ οὕτως  ἀπεστράφη, ἀλλ' ἔδωκε μυρίας ἀφορμὰς σωτηρίας, δι' ὧν ἔσῃ φίλος. Καὶ ὁ μὲν Θεὸς ταῦτα, σὺ δὲ οὐδὲ οὕτως ἐθέλεις πονεῖν. Καὶ ποίας ἄξιος ἔσῃ συγγνώμης λοιπόν; πῶς δὲ οὐκ εἰκότως Ἕλληνές σε γελάσονται, καθάπερ  κηφῆνά τινα ζῶντα εἰκῆ καὶ μάτην; Εἰ γὰρ δυνατὴ,  φησὶν,  ἡ  παρ'  ὑμῶν  φιλοσοφία,  δείξατε,  τί  βούλεται  τῶν  ἀμυήτων  τὸ πλῆθος;   Καλὰ  τὰ  μυστήρια  καὶ  ποθεινά·   ἀλλ'  οὐδεὶς   ψυχοῤῥαγῶν   λουτρὸν λαμβανέτω.   Οὐ  γὰρ  ἐκεῖνος  τῶν   μυστηρίων  ὁ  καιρὸς,  ἀλλὰ  τῶν   διαθηκῶν· μυστηρίων  δὲ  καιρὸς,  ὑγεία  φρενῶν,  καὶ  σωφροσύνη  ψυχῆς.  Εἰπὲ γάρ  μοι,  εἰ διαθήκας οὐκ ἄν τις ἕλοιτο οὕτω διακείμενος γράψαι· κἂν γράψῃ δὲ, δίδωσι τοῖς μετὰ ταῦτα λαβὴν (διὰ γάρ τοι τοῦτο καὶ προτάττουσι ταυτὶ τὰ ῥήματα λέγοντες, ὅτι Ζῶν, καὶ φρονῶν, καὶ ὑγιαίνων ἐπισκήπτω περὶ τῶν ἐμαυτοῦ)· πῶς ἄν τις ἐξεστηκὼς δυνηθείη μετὰ ἀκριβείας μυσταγωγεῖσθαι; Εἰ γὰρ περὶ βιωτικῶν  πραγμάτων βουλευομένῳ οὐκ ἂν ἐπιτρέψαιεν  οἱ τῶν ἔξωθεν νόμοι τῷ μὴ σφόδρα ὑγιαίνοντι διατάττεσθαι,  καὶ ταῦτα  ἐν τοῖς αὐτοῦ μέλλοντι  νομοθετεῖν·  πῶς περὶ βασιλείας οὐρανῶν  μανθάνων,  καὶ τῶν  ἀποῤῥήτων ἐκείνων  ἀγαθῶν,  δυνήσῃ σαφῶς πάντα μαθεῖν, πολλάκις  καὶ παραπλὴξ ὑπὸ τῆς ἀῤῥωστίας γενόμενος; πότε δὲ τὰ ῥήματαἐκεῖνα πρὸς τὸν Χριστὸν ἐρεῖς, Συνθαπτόμενος αὐτῷ, μέλλων ἀποπηδᾷν; Καὶ γὰρ καὶ διὰ τῶν ἔργων, καὶ διὰ τῶν ῥημάτων ἐπιδείκνυσθαι χρὴ τὴν εὔνοιαν. Σὺ δὲ ταὐτὸν ποιεῖς, οἷον  ἂν εἴ τις  ἀπογράφεσθαι  βούλοιτο  στρατιώτης,  τοῦ πολέμου  λύεσθαι μέλλοντος· ἢ ἀθλητὴς ἀποδύεσθαι, τοῦ θεάτρου λοιπὸν ἀναστάντος. Καὶ γὰρ ὅπλα διὰ  τοῦτο  λαμβάνεις,  οὐχ  ἵνα  εὐθέως  ἀποπηδήσῃς,  ἀλλ'  ἵνα  λαβὼν  κατὰ  τοῦ ἐναντίου τρόπαιον στήσῃς. Μηδεὶς νομιζέτω ἄκαιρον εἶναι τὸν περὶ τούτων λόγον, εἰ μή ἐστι τεσσαρακοστὴ νῦν. ∆ιὰ γὰρ τοῦτο δάκνομαι, ὅτι καιρὸν παρατηρεῖτε ἐν τοῖς τοιούτοις. Καίτοιγε ὁ εὐνοῦχος ἐκεῖνος, καὶ βάρβαρος ὢν καὶ ὁδοιπορῶν, καὶ ἐν μέσῃ λεωφόρῳ ὢν, καιρὸν οὐκ ἐζήτησεν· ἀλλ' οὐδὲ ὁ δεσμοφύλαξ, καὶ ταῦτα μεταξὺ δεσμωτῶν ὢν, καὶ τὸν διδάσκαλον μεμαστιγωμένον καὶ δεδεμένον ὁρῶν, καὶ τέως αὐτὸν μέλλων  ἔνδον ἔχειν. Ἐνταῦθα δὲ οὐ δεσμωτήριον οἰκοῦντες, οὐδ' ἐν ὁδοῖς ὄντες, ἀναβάλλονται πολλοὶ, καὶ ταῦτα ὄντες πρὸς ἐσχάτας ἀναπνοάς. ηʹ. Εἰ μὲν οὖν ἔτι ἀμφιβάλλεις, ὅτι Θεός ἐστιν ὁ Χριστὸς, ἔξω στῆθι, καὶ μηδὲ θείων ἄκουε λόγων, μηδὲ ἐν τοῖς κατηχουμένοις ἀρίθμει σαυτόν· εἰ δὲ θαῤῥεῖς, καὶ οἶδας τοῦτο σαφῶς, τί μέλλεις; τί δὲ ἀναδύῃ καὶ ὀκνεῖς; ∆έδοικα μὴ ἁμάρτω, φησί. Τὸ δὲ χαλεπώτερον οὐ δέδοικας, μὴ μετὰ φορτίων  τοσούτων ἀπέλθῃς ἐκεῖ; Οὐδὲ γάρ ἐστιν ἴσον, χάριτος προκειμένης μὴ τυχεῖν, καὶ κατορθοῦν ἐπιχειροῦντα ἀποτυχεῖν. Εἰπὲ δή μοι, ἂν γὰρ ἐγκαλῇ, Τίνος ἕνεκεν οὐ προσῆλθες. τίνος ἕνεκεν οὐ κατώρθωσας, τί ἐρεῖς; Ἐκεῖ μὲν γὰρ τάχα τὸ φορτικὸν ἔχεις εἰπεῖν καὶ τῶν προσταγμάτων καὶ τῆς ἀρετῆς· ἐνταῦθα δὲ  οὐδὲν  τοιοῦτον.  Χάρις γάρ  ἐστι  δωρεὰν  παρεχομένη  τὴν  ἐλευθερίαν.  Ἀλλὰ δέδοικας μὴ ἁμάρτῃς; Ταῦτα μετὰ τὸ βάπτισμα λέγε. Τότε ἔχε τὸν  φόβον,  ὥστε φυλάξαι τὴν παῤῥησίαν, ἣν ἔλαβες, οὐχ ὥστε μὴ λαβεῖν δωρεὰν τοιαύτην. Νῦν δὲ πρὸ μὲν  τοῦ βαπτίσματος  εὐλαβὴς  σὺ, μετὰ δὲ τὸ βάπτισμα ῥᾴθυμος. Ἀλλὰ τὸν καιρὸν ἀναμένεις τῆς τεσσαρακοστῆς; Τίνος ἕνεκεν; μὴ γὰρ ἔχει τι πλέον ἐκεῖνος ὁ καιρός; Οἱ γοῦν  ἀπόστολοι οὐκ ἐν τῷ πάσχα κατηξιώθησαν  τῆς χάριτος, ἀλλ' ἐν ἑτέρῳ καιρῷ· καὶ οἱ τρισχίλιοι καὶ οἱ πεντακισχίλιοι,  ὅτε ἐβαπτίσθησαν, πάσχα οὐκ ἦν καιρός· καὶ ὁ Κορνήλιος, καὶ ὁ εὐνοῦχος, καὶ ἕτεροι πλείους. Μὴ τοίνυν καιρὸν ἀναμένωμεν,  μήποτε μέλλοντες  καὶ ἀναβαλλόμενοι  ἀπέλθωμεν  κενοὶ καὶ ἔρημοι τοσούτων   ἀγαθῶν.  Πῶς οἴεσθε ὀδυνῶμαι,  ὅταν  ἀκούσω, ὅτι  ἀμύητός  τις ἀπηνέχθη ἐντεῦθεν, τὰς ἀφορήτους ἐννοῶν κολάσεις ἐκείνας, τὴν ἀπαραίτητον τιμωρίαν;  πῶς  δάκνομαι  πάλιν,  ὅταν  ἑτέρους  ἴδω  πρὸς τὰς  ἐσχάτας φθάνοντας ἀναπνοὰς, καὶ μηδὲ ἐντεῦθεν  σωφρονιζομένους; ∆ιά τοι τοῦτο πολλὰ τῆς δωρεᾶς ταύτης ἀνάξια γίνεται. ∆έον γὰρ εὐφραίνεσθαι, καὶ χορεύειν, καὶ χαίρειν, καὶ στεφανοῦσθαι, ἑτέρου μυσταγωγουμένου, ὅταν ἀκούσῃ τοῦ κάμνοντος ἡ γυνὴ, ὅτι τοῦτο ἐπέσκηψεν ὁ ἰατρὸς, ὡς ἐπὶ κακῷ τινι κατακόπτεται καὶ θρηνεῖ, καὶ κωκυτοὶ καὶ οἰμωγαὶ πανταχοῦ τῆς οἰκίας ὡς ἐπὶ καταδίκων τῶν τὴν ἐσχάτην ἀπαγομένων ὁδόν. Καὶ ἐκεῖνος δὲ πάλιν τότε ὀδυνᾶται πλέον, κἂν ἀνενέγκῃ ἀπὸ τῆς ἀῤῥωστίας, χαλεπώτερον  ἀλγεῖ  ὡς  ἐπηρεασθείς. Ἐπειδὴ γὰρ οὐ παρεσκεύαστο πρὸς ἀρετὴν, ὀκνεῖ  λοιπὸν,  καὶ  ἀναδύεται  πρὸς  τοὺς  ἀγῶνας  τοὺς  μετὰ  ταῦτα.  Ὁρᾷς, οἷα  ὁ διάβολος κατασκευάζει μηχανήματα, ὅσην τὴν αἰσχύνην, ὅσον τὸν γέλωτα; Ἀπαλλαγῶμεν  τοίνυν  τούτου τοῦ γέλωτος·  ζήσωμεν ὡς ὁ Χριστὸς ἐκέλευσε. ∆ιὰ τοῦτο  ἔδωκε  τὸ  βάπτισμα, οὐχ  ἵνα  λαβόντες  ἀπέλθωμεν,  ἀλλ'  ἵνα  ἐπιζήσαντες καρποὺς  ἐπιδειξώμεθα.  Πῶς ἐρεῖς,  Καρποφόρει, τῷ  ἀπιόντι,  τῷ  ἐκκοπέντι;  οὐκ ἤκουσας, ὅτι Ὁ καρπὸς τοῦ Πνεύ  ματός ἐστιν ἀγάπη, χαρὰ, εἰρήνη; Πῶς οὖν τὰ ἐναντία  γίνεται;  Καὶ γὰρ ἡ γυνὴ παρέστηκε πενθοῦσα, ὅτε χαίρειν  ἔδει· τὰ τέκνα ὀδυρόμενα, ὅτε συνήδεσθαι ἐχρῆν· αὐτὸς ὁ κείμενος ἐσκοτωμένος, θορύβου γέμων καὶ  ταραχῆς,  ὅτε  πανηγυρίζειν   ἔδει·  ἀθυμίας  πεπληρωμένος   πολλῆς,  διὰ  τὴν ὀρφανίαν τῶν τέκνων, διὰ τὴν χηρείαν τῆς γυναικὸς, διὰ τὴν ἐρημίαν τῆς οἰκίας. Οὕτω τις  προέρχεται  μυστηρίοις; εἰπέ μοι· οὕτως  ἅπτεται  τραπέζης ἱερᾶς; ταῦτα
ἀνεκτά; Κἂν μὲν βασιλεὺς πέμψῃ γράμματα, τοὺς ἐν δεσμωτηρίῳ λύων, εὐφροσύνη καὶ χαρά· ὁ δὲ Θεὸς καταπέμπει τὸ Πνεῦμα ἐξ οὐρανῶν, οὐχὶ ἐλλείμματα χρημάτων, ἀλλ' ὁλόκληρα ἁμαρτήματα συγχωρῶν·  καὶ πάντες  θρηνεῖτε  καὶ ὀδύρεσθε; Τίς ἡ ἀνωμαλία αὕτη; Οὔπω γὰρ λέγω, ὅτι καὶ νεκροῖς ἐπεχύθη ὕδωρ, καὶ τὰ ἅγια ἐῤῥίφη εἰς γῆν· ἀλλ' οὐχ ἡμεῖς τούτων  αἴτιοι, ἀλλ' οἱ ἀγνώμονες.  ∆ιὸ παρακαλῶ πάντα ἀφέντας συστρέψαι ἑαυτοὺς καὶ προσιέναι τῷ βαπτίσματι μετὰ προθυμίας ἁπάσης, ἵνα  καὶ ἐν  τῷ  παρόντι  πολλὴν  ἐπιδειξάμενοι  σπουδὴν, τῆς  μελλούσης  τύχωμεν παῤῥησίας· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Βʹ. Οἱ μὲν οὖν συνελθόντες ἐπηρώτων αὐτὸν λέγον τες· Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστά νεις τὴν βασιλείαν τῷ Ἰσραήλ;

αʹ. Ὅταν  τι  μέλλωσιν  ἐρωτᾷν  οἱ μαθηταὶ,  ὁμοῦ  προσέρχονται.  Τοῦτο δὲ ποιοῦσιν,  ἵνα  τῷ  πλήθει  δυσωπήσωσιν. Ἤδεισαν γὰρ, ὅτι  τὸ πρώην  παρ' αὐτοῦ εἰρημένον, ὅτι Οὐδεὶς οἶδε τὴν ἡμέραν, διακρουομένου ἦν, οὐκ ἀγνοοῦντος,  ἀλλ' ἀναβαλλομένου τὴν ἀπόκρισιν· ὅθεν πάλιν προσέρχονται, καὶ ἐρωτῶσιν. Οὐκ ἂν δὲ ἠρώτησαν, εἴ γε ὄντως ἦσαν πεπεισμένοι. Ἐπειδὴ γὰρ ἤκουσαν, ὅτι Πνεῦμα μέλλουσι λαμβάνειν, ὡς ἄξιοι λοιπὸν ὄντες ἤθελον μαθεῖν, καὶ πρὸς ἀπαλλαγὴν ἦσαν ἕτοιμοι. Οὐ γὰρ ἐβούλοντο καθεῖναι ἑαυτοὺς εἰς κινδύνους, ἀλλὰ ἀναπνεῦσαι· διότι οὐ μικρὰ ἦν τὰ συμβεβηκότα αὐτοῖς, ἀλλὰ περὶ τῶν ἐσχάτων ὁ κίνδυνος ἐπεκρεμάσθη. Οὐδὲν οὖν αὐτῷ περὶ τοῦ Πνεύματος εἰπόντες, ἐρωτῶσι λέγοντες· Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ; Καὶ οὐκ εἶπον, Πότε; ἀλλὰ, Εἰ νῦν; φησίν· οὕτως ἐπεθύμουν τὴν ἡμέραν μαθεῖν. ∆ιὸ καὶ μετὰ πλείονος  προσίασι τῆς τιμῆς. Ἐμοὶ δὲ δοκεῖ οὐδὲ τετρανῶσθαί πως αὐτοῖς, τίς ποτε ἦν ἡ βασιλεία· οὔπω γὰρ ἦν τὸ Πνεῦμα διδάξαν αὐτούς. Καὶ οὐκ εἶπον, Πότε ταῦτα ἔσται; ἀλλὰ τί; Εἰ ἐν τῷ χρόνῳ  τούτῳ  ἀποκαθιστάνεις  τὴν  βασιλείαν  τῷ  Ἰσραήλ; ὡς  ἤδη ἐκπεπτωκυῖαν. Ταῦτα οὕτω πυνθάνονται,  ὅτι περὶ τὰ αἰσθητὰ ἔτι διέκειντο, εἰ καὶ μὴ ὁμοίως ὡς πρότερον· οὐδὲ γὰρ οὐδέπω γεγένηντο  βελτίους. Οὕτω λοιπὸν  οὗτοι μείζονα περὶ αὐτοῦ ἐφαντάζοντο. Ἐπεὶ οὖν ἀνήχθησαν, καὶ αὐτὸς ἀνηγμένως αὐτοῖς διαλέγεται. Οὐκέτι γὰρ λέγει πρὸς αὐτοὺς, ὅτι Οὐδὲ ὁ Υἱὸς οἶδε τὴν ἡμέραν· ἀλλὰ τί; Οὐχ ὑμῶν ἐστι γνῶναι  χρόνους ἢ καιροὺς, οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. Μείζονα αἰτεῖτε, φησί. Καὶ μὴν ἤδη ἔμαθον καὶ ἃ πολλῷ  μείζονα ἦν. Καὶ ἵνα μάθῃς τοῦτο
 ἀκριβῶς, ὅρα πόσα ἀπαριθμοῦμαι. Τί μεῖζον, εἰπέ μοι, τοῦ μαθεῖν αὐτοὺς ἅπερ ἔμαθον; Ἔμαθον γοῦν,  ὅτι  Υἱὸς τοῦ  Θεοῦ ἐστι, καὶ Υἱὸν ἔχει  ὁ Θεὸς ὁμότιμον· ἔμαθον, ὅτι ἀνάστασις ἔσται· ἔμαθον, ὅτι ἀνελθὼν ἐκάθισεν ἐν δεξιᾷ τοῦ Πατρός· τὸ τούτου  φρικωδέστερον  ἔμαθον,  ὅτι  σὰρξ  ἄνω  κάθηται,  καὶ  προσκυνεῖται  ὑπὸ ἀγγέλων·  ἔμαθον, ὅτι ἥξει πάλιν  κρῖναι πάντα τὸν κόσμον· ἔμαθον, ὅτι μέλλουσι καθεδεῖσθαι  καὶ αὐτοὶ  τότε  κριταὶ  τῶν  δώδεκα  φυλῶν  τοῦ Ἰσραήλ· ἔμαθον, ὅτι Ἰουδαῖοι ἐκβάλλονται, οἱ δὲ ἐξ ἐθνῶν  ἀντεισέρχονται. Τὸ ταῦτα εἰδέναι ὅτι ἔσται, μέγα· τὸ δὲ μαθεῖν, ὅτι βασιλεύσει τις ἢ τὸ πότε, οὐδὲν μέγα. Ἔμαθε Παῦλος ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι· τὰ πρὸ τοῦ κόσμου ἅπαντα ἔμαθε. Τί μαθεῖν δυσκολώτερον, τὴν ἀρχὴν, ἢ τὸ τέλος; Εὔδηλον, ὅτι τὸ πρῶτον. Οὐκοῦν τοῦτο Μωϋσῆς ἔμαθε, καὶ πότε, καὶ πρὸ πόσων χρόνων, δείκνυσι δι' ὧν ἀριθμεῖ τὰ ἔτη. Τοῦτο καὶ Σολομῶν, διὸ καὶ ἔλεγε· Μνημονεύσω τὰ ἀπ' αἰῶνος. Ὅτι τοίνυν ἐγγύς ἐστιν, ἴσασι μετὰ ταῦτα καὶ οὗτοι· ὥσπερ καὶ ὁ Παῦλος, λέγων· Ὁ Κύριος ἐγγὺς, μηδὲν μεριμνᾶτε. Ἀλλὰ τότε οὐκ ἔγνωσαν, καίτοι λαβόντες  τεκμήρια. Ὁ δὲ Χριστὸς ὥσπερ εἶπεν, Οὐ μετὰ πολλὰς ταύτας ἡμέρας, ἀγρυπνεῖν αὐτοὺς βουλόμενος, καὶ οὐκ ἐδήλωσε φανερῶς· οὕτω καὶ νῦν ποιεῖ. Ἄλλως δὲ, καὶ ἐκεῖνοι ἐνταῦθα οὐ περὶ συντελείας, ἀλλὰ περὶ βασιλείας ἐρωτῶσι· διὸ καὶ, Εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ; ἔλεγον. Ὁ δὲ οὐδὲ τοῦτο αὐτοῖς ἐξεκάλυψε. Περὶ δὲ τοῦ τέλους καὶ πρὸ τούτου τοῦτο ἠρώτων· ἀλλ' οὐχ ὥσπερ ἐκεῖ ἀπεκρίνατο σφο  δρότερον, ἀπάγων αὐτοὺς τοῦ νομίζειν τὴν ἀπαλλαγὴν εἶναι πλησίον, καὶ ἐνέβαλεν εἰς τοὺς κινδύνους· οὕτω καὶ ἐνταῦθα,  ἀλλ' ἡμερώτερον.  Ἵνα γὰρ μὴ δοκῶσιν ὑβρίσθαι μηδὲ προφάσεις εἶναι ταῦτα,  ἄκουσον  καὶ  πῶς  εὐθέως  αὐτοῖς  δώσειν  ἐπαγγέλλεται  ἐφ'  ᾧ  ἐχάρησαν. Ἐπήγαγε γοῦν· Ἀλλὰ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ' ὑμᾶς, καὶ ἔσεσθέ μοι μάρτυρες ἔν τε Ἱερουσαλὴμ, καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ, καὶ Σαμαρείᾳ, καὶ ἕως ἐσχάτου τῆς γῆς. Εἶτα, ἵνα μὴ πάλιν  αὐτὸν ἐρωτῶσιν, εὐθέως ἀνελήφθη. Καθάπερ οὖν ἐκεῖ τῷ φόβῳ αὐτοὺς ἐσκότωσε, καὶ τῷ εἰπεῖν, οὐκ οἶδα· οὕτω καὶ ἐνταῦθα, τὸ Ἀνελήφθη εἰπών. Καὶ γὰρ πολλὴν τοῦ πράγματος εἶχον τὴν ἐπιθυμίαν, καὶ οὐκ ἂν ἀπέστησαν, καὶ σφόδρα ἀναγκαῖον ἦν αὐτοὺς μὴ μαθεῖν. Εἰπὲ γάρ μοι· τί μᾶλλον ἀπιστοῦσιν Ἕλληνες; ὅτι συντέλεια ἔσται, ἢ ὅτι ὁ Θεὸς γέγονεν ἄνθρωπος, καὶ ἐκ Παρθένου προῆλθε μήτρας, καὶ μετὰ σαρκὸς ὤφθη ἀνθρώποις; ἆρ' οὐχὶ τοῦτο; Πάντως καὶ σὺ ἐρεῖς. Ἀλλὰ γὰρ αἰσχύνομαι συνεχῶς ὑπὲρ τούτου λέγων,  ὡς περὶ πράγματός τινος ἀδιαφόρου. Εἶτα πάλιν ἵνα μὴ εἴπωσι, ∆ιατί ἐπαίρεις τὸ πρᾶγμα; Οὓς ὁ Πατὴρ, φησὶν, ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. Καὶ μὴν μία Πατρὸς καὶ αὐτοῦ ἐξουσία, ὡς ὅταν λέγῃ· Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. Εἰ ἔνθα ἐργάσασθαι δεῖ, μετὰ τῆς αὐτῆς αὐτῷ πράττει ἐξουσίας· ἔνθα  εἰδέναι  χρὴ, οὐχὶ  μετὰ τῆς αὐτῆς οἶδεν  ἐξουσίας; Καὶ μὴν  τοῦ μαθεῖν  τὴν ἡμέραν πολλῷ  μεῖζον  τὸ νεκροὺς  ἐγείρειν.  Εἰ τὸ μεῖζον  μετ' ἐξουσίας ποιεῖ, οὐ πολλῷ  μᾶλλον  τὸ ἕτερον;

 βʹ. Ἀλλ' ἵνα  μάθητε,  ἐπὶ  ὑποδείγματος  ποιήσω τοῦτο φανερόν. Ὥσπερ ὅταν ἴδωμεν παιδίον ἀποκλαιόμενον, καὶ συνεχῶς βουλόμενόν τι λαβεῖν παρ' ἡμῶν οὐκ ἀναγκαῖον  αὐτῷ, μᾶλλον ἀποκρύψαντες, γυμνὰς δείκνυμεν τὰς χεῖρας, λέγοντες, Ἰδοὺ οὐκ ἔχομεν· οὕτω καὶ αὐτὸς τοῖς ἀποστόλοις πεποίηκεν. Ἀλλ' ὥσπερ τὸ παιδίον ἐκεῖνο, καὶ μὴ δεικνύντων  ἡμῶν ἐπίκειται κλαῖον, εἰδὸς ὅτι ἐξηπάτηται· εἶτα ἀφέντες  ἄπιμεν  λέγοντες·  Καλεῖ με ὁ δεῖνα, καὶ ἕτερόν τι ἀντ' αὐτοῦ  διδόαμεν,  βουλόμενοι  αὐτὸ ἀπαγαγεῖν  τῆς  προαιρέσεως, καὶ θαυμάζοντες ἐκεῖνο ἀντὶ τούτου, καὶ δόντες ἀποπηδῶμεν· οὕτω καὶ ὁ Χριστὸς ἐποίησεν. Ἐζήτουν ἐκεῖνοι  λαβεῖν· ἔφη οὗτος μὴ ἔχειν.  Ὅμως καὶ πρῶτον  ἐφόβησεν· ἐπεὶ δὲ πάλιν ἐζήτουν, ἔφη πάλιν  μὴ ἔχειν.  Πλὴν οὐ φοβεῖ  νῦν,  ἀλλὰ  μετὰ τὸ δεῖξαι τοῦτο ὃ πεποίηκε, λέγει καὶ εὐπρόσωπον ἀφορμήν· ὅτι Ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. Τί οὖν; σὺ οὐκ οἶδας τὰ τοῦ Πατρός; ἀλλ'  αὐτὸν μὲν γινώσκεις, τὰ δὲ αὐτοῦ οὐκέτι; Αὐτὸς εἶπας· Οὐδεὶς γινώσκει τὸν Πατέρα, εἰ μὴ ὁ Υἱός· καὶ, Τὸ μὲν Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ  Θεοῦ· σὺ δὲ οὐδὲ τοῦτο  οἶδας; Ἄπαγε.  Οὐχ ἵνα  τοῦτο ὑποπτεύσωμεν, τοῦτο εἴρηκεν· ἀλλ' ἀγνοεῖν προσποιεῖται, τῆς ἀκαίρου  ζητήσεως ἀπάγων αὐτούς. Ἐφοβήθησαν οὖν ἐρωτῆσαι πάλιν, ἵνα μὴ ἀκούσωσι· Καὶ ὑμεῖς ἀσύνετοί ἐστε; Πολλῷ γὰρ μᾶλλον αὐτὸν ἐφοβοῦντο νῦν, ἢ τὸ πρότερον. Ἀλλὰ λήψεσθε δύναμιν  ἐπελθόντος  τοῦ ἁγίου Πνεύματος ἐφ' ὑμᾶς. Ὥσπερ γὰρ ἐκεῖ οὐ πρὸς ἃ ἠρώτησαν ἀπεκρίνατο (διδασκάλου γὰρ τοῦτό ἐστι, μὴ ἃ βούλεται ὁ μαθητὴς, ἀλλ' ἃ συμφέρει μαθεῖν, διδάσκειν)· οὕτω καὶ νῦν, ἃ ἔδει μαθεῖν διὰ τοῦτο προλέγει, ἵνα μὴ ταραχθῶσιν. Ἄρα ἔτι ἀσθενεῖς ἦσαν. Ὥστε δὲ παῤῥησιάζεσθαι, ἐπῆρεν αὐτῶν τὰς  ψυχὰς,  καὶ  τὰ  φορτικὰ  συνεκάλυψεν.  Ἐπειδὴ  γὰρ  ἔμελλεν  αὐτοὺς  μικρὸν ὕστερον λοιπὸν  καταλιμπάνειν,  ταῦτα διαλεγόμενος  οὐδὲν λέγει λυπηρὸν ἁπλῶς· ἀλλὰ τί; Μετ' ἐγκωμίου τὰ λυπηρά φησι, μονονουχὶ λέγων, Μὴ φοβηθῆτε· Λήψεσθε γὰρ δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ' ὑμᾶς, καὶ ἔσεσθέ μοι μάρτυρες ἔν
τε Ἱερουσαλὴμ, καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ, καὶ Σαμαρείᾳ. Ἐπειδὴ γὰρ εἶπεν· Εἰς ὁδὸν ἐθνῶν  μὴ ἀπέλθητε, καὶ εἰς πόλιν  Σαμαρειτῶν μὴ εἰσέλθητε· νῦν  δὲ βούλεται ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ κηρύσσειν αὐτούς· καὶ ἃ τότε οὐκ εἶπεν, ἐνταῦθα προσέθηκε, Καὶ ἕως ἐσχάτου τῆς γῆς, λέγων. Καὶ τὸ πάντων φοβερώτερον εἰπὼν, ἵνα μὴ πάλιν  αὐτὸν ἐρωτῶσι, Βλεπόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη  ὑπέλαβεν αὐτὸν ἀπὸ  τῶν   ὀφθαλμῶν   αὐτῶν.   Ὁρᾷς  ὅτι   αὐτοὶ   ἐκήρυξαν,  καὶ   ἐπλήρωσαν   τὸ Εὐαγγέλιον; Ὄντως  μέγα αὐτοῖς  ἐχαρίσατο. Ὅπου δεδοίκατε. φησὶν, ἐν Ἱεροσολύμοις, ἐκεῖ κηρύξατε πρῶτον, καὶ ὕστερον ἕως ἐσχάτου τῆς γῆς. Εἶτα πάλιν τῶν λεχθέντων  ἡ πίστις· Βλεπόντων αὐτῶν ἐπήρθη, φησί. Βλεπόντων μὲν γὰρ οὐκ ἀνέστη· Βλεπόντων δὲ ἐπήρθη· ἐπειδὴ οὐδὲ ἐνταῦθα ἡ ὄψις τὸ πᾶν ἴσχυσε. Καὶ γὰρ τῆς ἀναστάσεως τὸ μὲν τέλος εἶδον, τὴν δὲ ἀρχὴν οὐκέτι· καὶ τῆς ἀναλήψεως  τὴν μὲν ἀρχὴν εἶδον, τὸ δὲ τέλος οὐκέτι. Παρεῖλκε γὰρ ἐκεῖνο τὸ τὴν ἀρχὴν ἰδεῖν, αὐτοῦ τοῦ ταῦτα φθεγγομένου παρόντος, καὶ τοῦ μνήματος δηλοῦντος, ὅτι οὐκ ἔστιν ἐκεῖ· ἀλλὰ τὸ μετὰ τοῦτο λόγῳ ἔδει μαθεῖν. Ἐπειδὴ γὰρ οὐκ ἀρκοῦσιν οἱ ὀφθαλμοὶ δεῖξαι τὸ ὕψος, οὐδὲ παιδεῦσαι πότερον εἰς τὸν οὐρανὸν ἀνῆλθεν, ἢ ὡς εἰς τὸν οὐρανὸν, ὅρα τί γίνεται. Ὅτι μὲν αὐτός ἐστιν ὁ Ἰησοῦς, ᾔδεσαν ἐξ ὧν διελέγετο πρὸς αὐτοὺς (πόῤῥωθεν γὰρ οὐκ ἐνῆν ἰδόντας γνῶναι)· ὅτι δὲ εἰς τὸν οὐρανὸν ἀναλαμβάνεται, αὐτοὶ λοιπὸν  ἐδίδασκον οἱ ἄγγελοι. Ὅρα, πῶς οὐ πάντα Πνεύματι, ἀλλὰ καὶ ὄψει γενέσθαι οἰκονομεῖται. ∆ιατί δὲ νεφέλη  ὑπέλαβεν αὐτόν; Καὶ τοῦτο τεκμήριον, ὅτι εἰς τὸν οὐρανὸν ἀνῆλθεν. Οὐ πῦρ, ὡς ἐπὶ Ἠλίου, οὐδὲ ἅρμα πύρινον· ἀλλὰ νεφέλη αὐτὸν ὑπέλαβεν, ὃ τοῦ οὐρανοῦ σύμβολον ἦν, καθὼς ὁ προφήτης φησίν· Ὁ τιθεὶς νέφει τὴν ἐπίβασιν αὐτοῦ, εἰ καὶ περὶ τοῦ Πατρὸς εἴρηται τοῦτο. ∆ιὰ τοῦτο λέγει, ὅτι Ἐπὶ νεφέλης, δεικνὺς, ὅτι ἐν τῷ συμβόλῳ αὐτῷ τῆς θείας δυνάμεως· οὐδαμοῦ γὰρ ἄλλη τις δύναμις ἐπὶ νεφέλης φαίνεται. Ἄκουε πάλιν, τί φησιν ἄλλος προφήτης· Ὁ Θεὸς κάθηται  ἐπὶ νεφέλης  κούφης. 


γʹ. Περὶ ἀναγκαίου  γὰρ τῆς ἐρωτήσεως οὔσης, καὶ προσεχόντων αὐτῶν σφόδρα τοῖς λεγομένοις, καὶ διεγηγερμένων  καὶ οὐ νυσταζόντων,  τοῦτο  γέγονε.  Καὶ ἐν  τῷ  ὄρει δὲ  νεφέλη  δι' αὐτὸν,  ὅτε  Μωϋσῆς εἰσῆλθεν  εἰς  τὸν  γνόφον·  ἀλλ' οὐ δι' ἐκεῖνον  ἦν  ἡ νεφέλη.  Καὶ οὐκ εἶπεν,  ὅτι Πορεύομαι, μόνον, ἵνα μὴ πάλιν ἀλγήσωσιν· ἀλλ' εἶπε καὶ, ὅτι Τὸ Πνεῦμα πέμπω. Ἄρα ὅτι εἰς τὸν οὐρανὸν ἀπῄει, διὰ τῶν ὀφθαλμῶν ἐμάνθανον. Βαβαὶ οἵου θεάματος κατηξιώθησαν  Καὶ ὡς  ἀτενίζοντες  ἦσαν, φησὶν,  εἰς  τὸν  οὐρανὸν  πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσθῆτι λευκῇ, οἳ καὶ εἶπον· Ἄνδρες  Γαλιλαῖοι, τί  ἑστήκατε ἐμβλέποντες  εἰς τὸν  οὐρανόν; Οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς   ἀφ'  ὑμῶν  εἰς  τὸν  οὐρανόν·  δεικτικῶς  ἐχρήσαντο  τῇ  λέξει,  Οὗτος, εἰπόντες,  ὁ ἀναληφθεὶς  ἀφ' ὑμῶν  εἰς τὸν  οὐρανὸν, οὕτως  ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν. Πάλιν τὸ σχῆμα φαιδρόν. Ἄγγελοι γὰρ  ἀθρόον  τινὲς  εἰς  τύπον  ἀνθρώπων   σχηματισθέντες  ἐπέστησαν, καί  φασιν· Ἄνδρες Γαλιλαῖοι. Ἀξιόπιστοι λοιπὸν ἐδόκουν ἐκείνοις ἐκ τοῦ εἰπεῖν, Ἄνδρες Γαλιλαῖοι. Τί γὰρ ἔδει τοὺς εἰδότας τὴν  πατρίδα μαθεῖν, εἰ μὴ τοῦτο ἦν; Καὶ τῷ σχήματι δὲ ἐπέστρεψαν, καὶ ἐδήλουν,  ὅτι ἀπὸ τοῦ οὐρανοῦ εἰσι. ∆ιατί μὴ ταῦτα αὐτὸς αὐτοῖς λέγει, ἀλλ' οἱ ἄγγελοι; ∆ιελέχθη αὐτοῖς προλαβὼν αὐτὸς πάντα, ὥστε ἀναμιμνήσκοντος  ἦν αὐτοὺς διὰ τῶν  ἀγγέλων  ἅπερ ἤκουσαν. Καὶ οὐκ εἶπον, Ὃν ἐθεάσασθε ἀναληφθέντα,  ἀλλὰ, Πορευόμενον εἰς τὸν οὐρανὸν, δηλῶν ὅτι ἀνάβασίς ἐστιν ἡ ἀνάληψις· σαρκὸς δὲ τὸ ἀναληφθῆναί  ἐστι. ∆ιὰ τοῦτό φασιν· Ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν, οὕτως ἐλεύσεται· οὐ Πεμφθήσεται, ἀλλ' Ἐλεύσεται. Ποῦ οὖν τὸ ἔλαττον; Νεφέλη ὑπέλαβεν  αὐτόν. Καλῶς. Αὐτὸς γὰρ ἐπέβη τῆς νεφέλης·  διότι  Ὁ ἀναβὰς αὐτός ἐστι καὶ ὁ καταβάς. Σὺ δέ μοι ὅρα, πῶς τὰ μὲν κατὰ τὴν ἐκείνων  διάνοιαν φθέγγονται,   τὰ  δὲ  ἀξίως  τοῦ  Θεοῦ. Ἐπήρθη  λοιπὸν  ἡ  διάνοια  τῶν  ὁρώντων· ἐχαρίσατο  αὐτοῖς  τῆς  δευτέρας  παρουσίας οὐ  μικρὸν  γνώρισμα.  Τὸ γὰρ, Οὕτως
ἐλεύσεται, τοῦτο δηλοῦντός ἐστι· μετὰ τοῦ σώματος, φησὶν, ὃ ἐπόθουν ἀκοῦσαι· καὶ ὅτι πάλιν  εἰς κρίσιν ἥξει οὕτως ἐπὶ νεφέλης.  Καὶ ἰδοὺ, φησὶν, ἄνδρες δύο παρεστήκεισαν. ∆ιατί εἶπεν, Ἄνδρες; Ἀκριβῶς γὰρ ἑαυτοὺς ἀπετύπωσαν εἰς ἄνδρας ὡς μὴ πτοηθῆναι.  Οἳ καὶ εἶπον· Τί ἑστήκατε ἐμβλέποντες  εἰς τὸν  οὐρανόν; Ἅμα κολακευόντων  ἦν  τὰ  ῥήματα, καὶ  οὐκ  ἐώντων  αὐτοὺς  προσδοκᾷν αὐτὸν  πάλιν εὐθέως. Οὗτοι τὸ μὲν μεῖζον λέγουσι, τὸ δὲ ἔλαττον  οὐκέτι. Ὅτι μὲν γὰρ οὕτως ἐλεύσεται, καὶ ὡς ἐξ οὐρανοῦ αὐτὸν χρὴ προσδέξασθαι, φασί· τὸ δὲ πότε, σιγῶσι. Λοιπὸν ἀπὸ τῆς θέας ἐκείνης ἐπέστρεψαν αὐτοὺς πρὸς τὸν αὐτῶν λόγον· ἵνα μὴ διὰ τὸ μὴ δύνασθαι θεωρεῖν, νομίσωσιν αὐτὸν μὴ ἀνεληλυθέναι, ἀλλ' ἐν ᾧ διαλέγονται φθάσειν. Εἰ γὰρ πρὸ τούτου ἔλεγον, Ποῦ ὑπάγεις; πολλῷ μᾶλλον καὶ νῦν ἂν εἶπον· Εἰ ἐν  τῷ  χρόνῳ  τούτῳ,  φησὶν,  ἀποκαθιστάνεις  τὴν  βασιλείαν  τῷ  Ἰσραήλ; Οὕτως ᾔδεσαν αὐτοῦ τὸ ἥμερον, ὅτι καὶ μετὰ τὸ παθεῖν ἐρωτῶσιν αὐτὸν, Εἰ ἀποκαθιστάνεις; Καὶ μὴν  ἔμπροσθεν  εἶπεν  αὐτοῖς,  ὅτι  Μελλήσετε ἀκούειν  πολέμους,  καὶ  ἀκοὰς πολέμων·  ἀλλ' οὔπω τὸ τέλος, οὐδὲ τὰ Ἱεροσόλυμα ἁλώσεται. Νῦν δὲ περὶ  βασιλείας  ἐρωτῶσιν,  οὐ  περὶ  συντελείας.  Ἄλλως  δὲ, οὐδὲ  μακρὸν  λοιπὸν  πρὸς αὐτοὺς ἀποτείνει λόγον μετὰ τὴν ἀνάστασιν. Ὡς δὴ οὖν καὶ αὐτοὶ εὐδοκιμήσοντες, εἰ τοῦτο γένοιτο, ἐρωτῶσιν. Αὐτὸς δὲ ὅτι οὐκ ἀποκαθιστάνει, οὐκ ἐδήλωσε. Τί γὰρ ἦν τοῦτο ἀναγκαῖον αὐτοὺς μαθεῖν; ∆ιά τοι τοῦτο καὶ δεδοικότες οὐκ ἔτι εἶπον· Τί τὸ σημεῖον τῆς σῆς παρουσίας, καὶ τῆς συντελείας τοῦ αἰῶνος; ἀλλ', Εἰ τὴν βασιλείαν τῷ  Ἰσραὴλ ἀποκαθιστάνεις;  Ἐνόμιζον γὰρ αὐτὴν  ἤδη παρεῖναι.  Αὐτὸς δὲ καὶ ἐν παραβολαῖς ἔδειξεν, ὅτι οὐκ ἐγγύς· καὶ ἔνθα ἠρώτησαν, οὐ πρὸς αὐτὸ ἀπεκρίνατο, ἀλλὰ, Λήψεσθε, φησὶ, δύναμιν  ἐπελθόντος  τοῦ ἁγίου  Πνεύματος ἐφ' ὑμᾶς. Ὅρα, Ἐπελθόντος,   οὐ,   Πεμφθέντος,   εἶπεν,   ἵνα   τὸ   ἰσότιμον   δείξῃ.   Πῶς   οὖν,   ὦ πνευματομάχε,  κτίσμα  τολμᾷς  εἰπεῖν;  Καὶ ἔσεσθέ  μοι  μάρτυρες.  Ἠνίξατο  τὴν ἀνάληψιν·  μᾶλλον δὲ ἃ ἤδη προήκουσαν, καὶ νῦν αὐτοὺς πάλιν  ἀνέμνησεν. Ἤδη ἐδείχθη, ὅτι εἰς τὸν οὐρανὸν ἀνῆλθε. Νεφέλη καὶ γνόφος  ὑπὸ τοὺς πόδας αὐτοῦ, φησί· τοῦτο γὰρ δηλοῖ τὸ, Νεφέλη ὑπέλαβεν αὐτόν· τὸν τοῦ οὐρανοῦ φησι ∆εσπότην. Καθάπερ γὰρ βασιλέα δείκνυσιν ὄχημα βασιλικὸν, οὕτω καὶ ἐπ' αὐτὸν ἐπέμφθη τὸ ὄχημα τὸ βασιλικὸν, ἵνα μηδὲν φθέγξωνται λυπηρὸν, μηδὲ τὸ αὐτὸ πάθωσιν, ὅπερ ὁ Ἐλισσαῖος, τοῦ διδασκάλου ἀναληφθέντος,  διαῤῥήξας τὸν χιτωνίσκον. Καὶ τί φασιν; Οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν εἰς τὸν οὐρανὸν, οὕτως ἐλεύσεται· καὶ, Ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς. Εἰκότως. Ἐπὶ στόματος γὰρ δύο μαρτύρων σταθήσεται πᾶν  ῥῆμα. Καὶ ταῦτα  αὐτὰ φθέγγονται.  Καὶ Ἐν ἐσθῆτι, φησὶ, λευκῇ. Ὥσπερ ἤδη  ἄγγελονεἶδον  ἐπὶ  τοῦ  μνήματος  ἐν  ἐσθήσεσιν ἀναστραπτούσαις, καὶ προεῖπεν αὐτῶν καὶ τὴν διάνοιαν· οὕτω καὶ τῆς ἀναλήψεως  αὐτοῦ κήρυξ ἄγγελος γίνεται· εἰ καὶ οἱ προφῆται πολλαχοῦ προεῖπον, ὥσπερ καὶ περὶ τῆς ἀναστάσεως.


 δʹ. Πανταχοῦ ἄγγελοι  γίνονται  κήρυκες, ὡς ἐπὶ τῆς γεννήσεως, ὡς πρὸς τὴν Μαρίαν πάλιν, ὡς ἐπὶ τῆς ἀναστάσεως· οὕτω δὴ καὶ ἐπὶ τῆς ἀναλήψεως· μᾶλλον δὲ καὶ ἐπὶ τῆς  δευτέρας παρουσίας ἄγγελοι  φανοῦνται  προτρέχοντες.  Εἰπόντες δὲ, Οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς  ἀφ' ὑμῶν,  ἵνα  μὴ αὐτοὺς ἐξαπορήσωσιν, ἐπήγαγον·  Οὕτως ἐλεύσεται. Ἀνέπνευσαν μικρὸν ἀκούσαντες, ὅτι πάλιν ἐλεύσεται, καὶ ὅτι οὕτω, καὶ οὐκ ἔσται ἀπρόσιτος. Καὶ τὸ Ἀφ' ὑμῶν δὲ, οὐχ ἁπλῶς πρόσκειται, ἀλλὰ τῆς ἀγάπης ἐστὶ  παραστατικὸν  τῆς  εἰς  αὐτοὺς,  καὶ  τῆς  ἐκλογῆς,  καὶ  ὅτι  οὐκ  ἀφήσει,  οὓς ἐξελέξατο.  Τῆς μὲν  οὖν  ἀναστάσεως  αὐτὸς  γέγονε  μάρτυς  (πάντων  γὰρ  τοῦτο θαυμασιώτερον ἦν μετὰ τὸν τόκον, μᾶλλον δὲ καὶ πρὸ τοῦ τόκου, τὸ ἑαυτὸν ἀναστῆσαι. Λύσατε γὰρ, φησὶ, τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγὼ ἐγερῶ αὐτόν)· τῆς δὲ μελλούσης παρουσίας, οἱ ἄγγελοι, Οὕτως ἐλεύσεται, λέγοντες. Εἴ τις τοίνυν ἐπιθυμεῖ τὸν Χριστὸν ἰδεῖν, εἴ τις ἀλγεῖ, ὅτι οὐκ εἶδεν αὐτὸν, τοῦτο ἀκούσας, βίον θαυμαστὸν ἐπιδεικνύσθω, καὶ πάντως ὄψεται, καὶ οὐκ ἀποτεύξεται. Μετὰ γὰρ πλείονος  ἥξει δόξης· πλὴν  οὕτω  μετὰ νεφέλης,  οὕτω  μετὰ σώματος· καὶ πολλῷ θαυμασιώτερον ἰδεῖν αὐτὸν ἀπὸ τοῦ οὐρανοῦ καταβαίνοντα, ἢ ἀπὸ τῆς γῆς ἀναβαίνοντα. Ὅτι μὲν οὖν ἥξει, εἶπον· ἐπὶ τίνι δὲ, οὐκέτι προσέθηκαν. Τοῦτο  τὴν  ἀνάστασιν  βεβαιοῖ.  Εἰ γὰρ  μετὰ  σώματος  ἀνελήφθη,  πολλῷ  μᾶλλον  μετὰ σώματος ἀνέστη. Ποῦ εἰσιν οἱ διαπιστοῦντες  τῇ ἀναστάσει; τίνες  εἰσίν; εἰπέ μοι· Ἕλληνες, ἢ Χριστιανοί; ἀγνοῶ γάρ· μᾶλλον δὲ οἶδα ἀκριβῶς. Ἕλληνες γάρ εἰσιν, οἱ καὶ τῇ δημιουργίᾳ τῆς κτίσεως διαπιστοῦντες. Τῶν γὰρ αὐτῶν ἐστι μὴ συγχωρεῖν ἐξ οὐκ  ὄντων  ποιεῖν  τι  τῷ  Θεῷ, καὶ  τὰ  κείμενα  μὴ  λέγειν  αὐτὸν  ἀνιστᾷν.  Εἶτα αἰσχυνόμενοι, ὅτι οὐκ ἴσασι τὴν δύναμιν τοῦ Θεοῦ, ἵνα μὴ τοῦτο ἐγκαλῶνται, φασίν· Οὐ διὰ τοῦτο ταῦτα λέγομεν, ἀλλ' ὅτι οὐ χρεία σώματος. Εὔκαιρον ἀληθῶς εἰπεῖν· Ὁ γὰρ μωρὸς μωρὰ λαλήσει. Οὐκ αἰσχύνεσθε ἐξ οὐκ ὄντων οὐδὲν διδόντες ποιεῖν τὸν Θεόν; Εἰ δὲ ἐξ ὄντων ποιεῖ, τί διαφέρει τῶν ἀνθρώπων; Ἀλλὰ πόθεν, φησὶ, τὰ κακά; Μὴ γὰρ, ἐπειδὴ οὐκ οἶδας πόθεν, ἕτερον ὀφείλεις ἐπεισάγειν κακὸν ἐν τῇ γνώσει τῶν κακῶν; ∆ύο γὰρ γίνεται ἄτοπα· ἓν μὲν οὖν, ὅτι τοῦτο λέγειν τολμᾷς· εἰ γὰρ μὴ λέγεις ἐξ οὐκ ὄντων  τὰ ὄντα ποιεῖν  τὸν Θεὸν, πολλῷ  μᾶλλον  οὐκ εἴσῃ πόθεν τὰ κακά· ἕτερον δὲ, ὅτι ἀγένητον  τὴν  κακίαν  τοῦτο λέγων  εἰσάγεις. Ἐννόησον, ὅσον ἐστὶ χαλεπὸν, βουλόμενον εὑρεῖν τὴν πηγὴν τῶν κακῶν, ταύτην τε ἀγνοῆσαι, καὶ ἑτέραν προσθεῖναι  αὐτῇ.  Ζήτει  πόθεν  τὰ  κακὰ,  καὶ  μὴ  βλασφήμει  τὸν  Θεόν. Καὶ πῶς βλασφημῶ, φησί; Τί λέγεις; οὐ βλασφημεῖς, ὅταν ἀγένητον εἰσάγῃς τὸ κακόν; ὅταν ἴσον δύνασθαι τῷ Θεῷ συγχωρῇς; ὅταν ἰσοσθενῆ δύναμιν εἰσάγῃς τῶν κακῶν; ὅταν ἀγένητον; Ὅρα γὰρ, τί φησιν ὁ Παῦλος· Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται. Ὁ μέντοι διάβολος ἀμφότερα ἔφησεν εἶναι τῆς ὕλης, ἵνα μηδαμόθεν λοιπὸν τὸν Θεὸν ἐπιγνῶμεν. Τί γὰρ δυσκολώτερον; εἰπέ μοι· τὸ φύσει κακὸν καλὸν ποιῆσαι (εἴ γέ τί ἐστι· καθ' ὑμᾶς γὰρ λέγω· φύσει γὰρ οὐδὲν ἔστι ποιῆσαι  κακὸν  καλοῦ  συνεργὸν),  ἢ  τὸ  ἐξ  οὐκ  ὄντων;  Τί εὐκολώτερον  (ὡς  ἐπὶ ποιότητος λέγω), τὴν οὐκ οὖσαν ποιότητα εἰσαγαγεῖν, ἢ τὴν οὖσαν μεταβαλεῖν εἰς τὸ ἐναντίον;  τί  εὐκολώτερον,  τὴν  οὐκ οὖσαν οἰκίαν  ποιῆσαι, ἢ τὴν  ἔρημον  οὖσαν ἄνωθεν ἐργάσασθαι; Εὔδηλον, ὅτι ἐκεῖνο. Οὐκοῦν τοῦτο ἀδύνατον. Ὥσπερ οὖν τοῦτο ἀμήχανον, οὕτω καὶ ἐκεῖνο ἀδύνατον, εἰς τὸ ἐναντίον λέγω τὸ ἐνεργεῖν.


εʹ. Εἰπέ μοι, τί δυσκολώτερον; μύρον κατασκευάσαι, ἢ τὸν βόρβορον βιάσασθαι τὰ τοῦ μύρου ἐργάσασθαι; Τί εὐκολώτερον, εἰπέ μοι, τούτων (ἐπειδὴ τοῖς ἡμετέροις λογισμοῖς τὸν Θεὸν ὑποβάλλομεν, ἀλλ' οὐχ ἡμεῖς· μὴ γένοιτο· ἀλλ' ὑμεῖς), ὀφθαλμοὺς πλάσαι, ἢ τυφλὸν ποιῆσαι βλέπειν μένοντα τυφλὸν, καὶ ὀξυωπέστερον τοῦ βλέποντος, καὶ τῇ τυφλότητι ἀποχρήσασθαι εἰς βλέψιν, καὶ τῇ κωφότητι εἰς ἀκοήν; Ἐμοὶ δοκεῖ ἐκεῖνο. Τὸ δυσκολώτερον οὖν δίδως τῷ Θεῷ, εἰπέ μοι, καὶ τὸ εὐκολώτερον  οὐχί; Τί λέγω τοῦτο; Ἀλλὰ καὶ τὰς ψυχὰς  ἐκ τῆς οὐσίας αὐτοῦ εἶναί φασιν. Ἀλλ' ὅρα, πόσα τὰ ἀσεβῆ καὶ ἀνόητα. Πρῶτον, βουλόμενοι  δεῖξαι, ὅτι ἐκ τοῦ Θεοῦ τὰ κακὰ, ἕτερον τούτου ἀσεβέστερον ἐπεισάγουσιν· ὁμόχρονα γὰρ αὐτῷ, καὶ οὐδενὸς αὐτῶν πρεσβύτερον  τὸν  Θεὸν  λέ   γουσι,  τὸ  γέρας  τὸ  μέγα  καὶ  αὐτοῖς  διδόναι τολμῶντες.  ∆εύτερον, καὶ  ἀνώλεθρον  τὴν  κακίαν  φασίν·  οὐ  γὰρ  τὸ  ἀγέννητον ἀναιρεῖται. Ὁρᾶτε τὴν βλασφημίαν; Ὥστε ἀνάγκη, ἢ μηδὲν τοῦ Θεοῦ εἶναι· ἢ, εἰ μὴ ταῦτα, καὶ Θεὸν μὴ εἶναι. Τρίτον ὅπερ ἔφην, ταύτῃτοι πολεμοῦσι καὶ αὐτοὶ ἑαυτοῖς, καὶ προσαγανακτεῖν  τὸν  Θεὸν μᾶλλον  παρασκευάζουσιν. Τέταρτον, τὴν  ἄστατον ὕλην τοσαύτην ἐπιτηδειότητα ἔχειν διδόασι. Πέμπτον, τῆς ἀγαθότητος τοῦ Θεοῦ τὴν πονηρίαν αἰτίαν φασὶ γεγενῆσθαι, καὶ ὅτι χωρὶς ταύτης ὁ ἀγαθὸς οὐκ ἦν ἀγαθός. Ἕκτον, τὰς ὁδοὺς ἡμῖν ἀποκλείουσι τῆς θεογνωσίας. Ἕβδομον, τὸν Θεὸν εἰς ἀνθρώπους κατάγουσι, καὶ φυτὰ, καὶ ξύλα. Εἰ γὰρ ἡ μὲν ἡμετέρα ψυχὴ τῆς τοῦ Θεοῦ οὐσίας  ἐστὶν,  ἡ  δὲ  μετενσωμάτωσις  καὶ  εἰς  σικυοὺς  καὶ  πέπονας  ἐκβαίνει  καὶ κρόμμυα· ἄρα τοῦ Θεοῦ ἡ οὐσία εἰς σικυοὺς ἔσται. Κἂν μὲν εἴπωμεν,  ὅτι Πνεῦμα
ἅγιον  ναὸν  ἔπλασεν  ἐν  τῇ  Παρθένῳ,  καταγελῶσιν·  ἂν,  ὅτι  ἐνῴκησεν  ἐν  τῷ πνευματικῷ  ναῷ, πάλιν γελῶσιν. Αὐτοὶ δὲ καὶ εἰς σικυοὺς καὶ πέπονας, καὶ μυίας, καὶ κάμπας, καὶ ὄνους τοῦ Θεοῦ τὴν οὐσίαν κατάγοντες  οὐκ αἰσχύνονται, καινόν τινα εἰδωλολατρείας ἐξευρίσκοντες τρόπον. Ἀλλ' οὐ τὸ κρόμμυον ἐν τῷ Θεῷ· ἀλλ' ὁ Θεὸς ἐν  τῷ  κρομμύῳ  ἐστί.  Μὴ γὰρ  τὸ  κρόμμυον  ἔστω  Θεός. Τί  φεύγεις  τὴν μετενσωμάτωσιν  τοῦ Θεοῦ; Αἰσχρὸν, φησὶν, ἐστίν. Οὐκοῦν πολλῷ  μᾶλλον  τοῦτο αἰσχρόν. Ἀλλ' οὐκ αἰσχρόν; Πῶς; Ὅπερ γὰρ ἂν εἰς ἡμᾶς γένηται,  ὄντως  αἰσχρόν. Εἴδετε συρφετὸν ἀσεβείας; Ἀλλὰ διατί οὐ βούλονται  ἀνίστασθαι σῶμα; Τί δὲ καὶ ἐροῦσιν; Ὅτι τὸ σῶμα πονηρόν; Πόθεν οὖν οἶδας, εἰπέ μοι, τὸν Θεόν; πόθεν ἔχεις τῶν ὄντων τὴν γνῶσιν; Ὁ δὲ φιλόσοφος πόθεν φιλόσοφος, εἰ μηδὲν συντελεῖ τὸ σῶμα; Πήρωσον τὰς αἰσθήσεις, καὶ μάθε τι τῶν δεόντων. Τί δὲ μωρότερον ψυχῆς γένοιτ' ἂν, εἰ ἐξ ἀρχῆς τὰς αἰσθήσεις εἴη πεπηρωμένη; Εἰ γὰρ ἑνὸς μέρους μόνον πήρωσις, τοῦ  ἐγκεφάλου   λέγω,  τὸ  πᾶν  αὐτῆς  βλάβη  γίνεται·   εἰ  μέλλοι   καὶ  τὰ  ἄλλα πεπηρῶσθαι, ποῦ χρήσιμος ἔσται; ∆εῖξόν μοι χωρὶς σώματος ψυχήν. Ἢ οὐκ ἀκούεις ἰατρῶν  λεγόντων·  Νόσος γὰρ παροῦσα δεινῶς  ψυχὴν  ἀμαυροῖ; Μέχρι τίνος  οὐκ ἀπάγξεσθε; Τὸ σῶμα τῆς ὕλης ἐστίν; εἰπέ μοι. Καλῶς. Οὐκοῦν ἔδει μισεῖν αὐτό· τί τοίνυν αὐτὸ τρέφεις; τί θάλπεις; [Οὐκοῦν ἔδει ἀναιρεῖν σαυτόν;] οὐκοῦν ἔδει ἀπαλλάττεσθαι  τοῦ δεσμωτηρίου. Ἄλλως  δὲ, ὁ Θεὸς οὐ δύναται περιγενέσθαι τῆς ὕλης, ἂν μὴ συμπλακῇ. Ἐπιτάξαι γὰρ οὐ δύναται, ἕως ἂν οὐ συγγένηται αὐτῇ, καὶ δι' ὅλης σταθῇ. Ὢ τῆς ἀσθενείας Καὶ βασιλεὺς μὲν ἐπιτάττων  πάντα ποιεῖ, ὁ δὲ Θεὸς τοῖς πονηροῖς οὐκ ἐπιτάττων; Ὅλως δὲ εἰ ἀγαθοῦ τινος ἄμοιρος ἦν, οὐκ ἂν ἔστη ἡ ὕλη. Οὐ γὰρ ἔχει φύσιν ἡ πονηρία συνίστασθαι, ἂν μή τινος  ἐπιλάβηται  τῶν  τῆς ἀρετῆς· ὥστε εἰ πρὸ τούτου ἀμιγὴς ἦν ἀρετῆς, πάλαι ἂν διεφθάρη· καὶ γὰρ τοῦτον ἔχει τὸν τρόπον τὰ κακά. Ἔστω τις ἀσελγὴς, καὶ μηδὲ ὅλως ἑαυτοῦ κατεχέτω,  εἰ ζήσεται δέκα ἡμέρας; Ἔστω τις λῃστὴς καὶ πρὸς πάντας ἀσυνείδητος, ἔστω καὶ πρὸς τοὺς συλλῃστεύοντας, εἰ ζήσεται ὅλως; Ἔστω  τις κλέπτης ἀναίσχυντος, καὶ μὴ ἐρυθριάτω, ἀλλὰ δημοσίᾳ κλεπτέτω, εἰ βιώσεται ὁ τοιοῦτος; Οὐκ ἔχει φύσιν τὰ κακὰ συνίστασθαι, ἂν μὴ καὶ μικρόν τι παρὰ τῶν ἀγαθῶν λάβῃ, ὥστε κατ' αὐτοὺς ὁ Θεὸς αὐτὰ  συνέστησεν. Ἔστω πόλις  ἀνδρῶν  πονηρῶν,  εἰ  στήσεταί ποτε;  Πονηροὶ δὲ ἔστωσαν, μὴ πρὸς τοὺς ἀγαθοὺς, ἀλλὰ καὶ πρὸς ἑαυτούς. Ἀλλ' οὐ δυνατὸν στῆναι. Ὄντως ἐμωράνθησαν φάσκοντες εἶναι σοφοί. Εἰ τὸ σῶμα κακὸν, πάντα ἁπλῶς καὶ εἰκῆ τὰ ὁρώμενα, καὶ ὕδωρ, καὶ γῆ, καὶ ἥλιος, καὶ ἀήρ. Καὶ γὰρ καὶ ὁ ἀὴρ σῶμα, εἰ καὶ μὴ  παχὺ  καὶ  ναστόν.   Εὔκαιρον  οὖν  εἰπεῖν·  ∆ιηγήσαντό  μοι  παράνομοι ἀδολεσχίας. Ἀλλὰ μὴ ἀνεχώμεθα, ἀλλ' ἀποτειχίσωμεν  αὐτοῖς τὰς ἀκοάς. Ἔστι γὰρ, ἔστι σωμάτων ἀνάστασις. Τοῦτο ὁ τάφος δηλοῖ ὁ ἐν Ἱεροσολύμοις· τοῦτο τὸ ξύλον, ἔνθα  προσεδέθη καὶ ἐμαστιγώθη.  Συνεφάγομεν  γὰρ αὐτῷ,  φησὶ, καὶ συνεπίομεν. Πιστεύωμεν  τοίνυν   τῇ  ἀναστάσει,  καὶ  πράττωμεν   ἄξια  ταύτης,  ἵνα  καὶ  τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν  καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας  τῶν αἰώνων. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |