ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Λʹ Ἐξιόντων δὲ αὐτῶν, παρεκάλουν εἰς τὸ μεταξὺ σάββατον λαληθῆναι

Σάββατο 22 Οκτωβρίου 2016

Λʹ Ἐξιόντων δὲ αὐτῶν, παρεκάλουν εἰς τὸ μεταξὺ σάββατον λαληθῆναι




Ιωάννης Χρυσόστομος
Είς Πράξεις Αποστόλων
Τόμος 60

Λʹ Ἐξιόντων δὲ αὐτῶν, παρεκάλουν εἰς τὸ μεταξὺ σάββατον λαληθῆναι αὐτοῖς τὰ ῥήματα ταῦτα.



αʹ. Εἶδες τοῦ Παύλου τὴν σύνεσιν; Οὐχὶ τότε ἐθαυμάσθη μόνον, ἀλλὰ  καὶ ἐπιθυμίαν  αὐτοῖς  δευτέρας  ἐνέβαλεν  ἀκροάσεως, εἰπών  τινα  σπέρματα, καὶ  μὴ ἐπιλύσας μηδὲ ἐπεξελθὼν  τῷ λόγῳ, ὥστε αὐτοὺς ἀπαρτίσαι, καὶ οἰκειῶσαι ἑαυτῷ, καὶ μὴ χαυνοτέρους  ἐργάσασθαι τῷ πάντα  ἀθρόον εἰς τὰς ἐκείνων  ῥῖψαι ψυχάς. Εἶπεν,  ὅτι  Ἄφεσις  ἁμαρτιῶν  διὰ  τούτου  ὑμῖν  καταγγέλλεται·   τὸ  δὲ  πῶς,  οὐκ ἐδήλωσε.  Μετὰ  ταῦτα   λοιπὸν   αὐτὸς   ἑαυτοῦ  μνημονεύει   πρώτου.  Ὁρᾷς  τὴν προθυμίαν, ὅση· Ἠκολούθουν  αὐτοῖς, φησί. ∆ιὰ τί αὐτοὺς οὐκ ἐβάπτισεν εὐθέως; Οὐκ ἦν καιρός· πεῖσαι ἔδει ὥστε βεβαίως ἐμμένειν.  Λυθείσης δὲ τῆς συναγωγῆς, ἠκολούθησαν πολλοὶ τῶν Ἰουδαίων καὶ τῶν σεβομένων προσηλύτων τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ·


οἵτινες  προσλαλοῦντες  αὐτοῖς, ἔπειθον προσμένειν αὐτοὺς τῇ χάριτι τοῦ Θεοῦ. Τῷ τε ἐρχομένῳ  σαββάτῳ σχεδὸν πᾶσα ἡ πόλις  συνήχθη ἀκοῦσαι τὸν λόγον  τοῦ  Θεοῦ. Ἰδόντες  δὲ  οἱ  Ἰουδαῖοι  τοὺς  ὄχλους,  ἐπλήσθησαν  ζήλου,  καὶ ἀντέλεγον τοῖς ὑπὸ τοῦ Παύλου λεγομένοις, ἀντιλέγοντες  καὶ βλασφημοῦντες. Ὅρα τὴν  κακίαν  πληττομένην  ἐν  τῷ  πλήττειν  ἑτέρους. Τοῦτο μᾶλλον  αὐτοὺς  ἐποίει λαμπροὺς, τὸ ἀντιλέγειν  ἐκείνους.  Τὸ μὲν  οὖν  πρῶτον  αὐτόματοι  παρεκάλεσαν. Ἀντιλέγοντες, φησὶ, καὶ βλασφημοῦντες. Ὢ τῆς ἰταμότητος ἐφ' οἷς αὐτοὺς ἀποδέχεσθαι ἔδει, οἱ δὲ ἀντιλέγουσι. Παῤῥησιασάμενοι δὲ ὁ Παῦλος καὶ ὁ Βαρνάβας εἶπον·  ὑμῖν  ἦν  ἀναγκαῖον  πρῶτον  λαληθῆναι   τὸν  λόγον  τοῦ  Θεοῦ· ἐπειδὴ  δὲ ἀπωθεῖσθε  αὐτὸν,   καὶ  οὐκ  ἀξίους  κρίνετε   ἑαυτοὺς   τῆς  αἰωνίου   ζωῆς,  ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. Ὁρᾷς πῶς φιλονεικήσαντες  μᾶλλον ἐξέτειναν τὸ κήρυγμα, καὶ μᾶλλον ἔδωκαν ἑαυτοὺς εἰς τὰ ἔθνη, ἀπολογησάμενοι καὶ ἀνευθύνους ἑαυτοὺς ἐγκλημάτων   ποιήσαντες  παρὰ  τοῖς  οἰκείοις;  Καὶ οὐκ  εἶπεν,  ἀνάξιοί  ἐστε· ἀλλ' Ἐκρίνατε ἑαυτοὺς ἀναξίους, ἀνεπαχθῆ  τὸν λόγον  ποιῶν. Ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. Οὕτω γὰρ ἐντέταλται ἡμῖν ὁ Κύριος· Τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. Ἵνα γὰρ μὴ ἀκούοντα τὰ ἔθνη λυπῆται, ὡς ἐκ τῆς ἐκείνων  σπουδῆς  μὴ  τυγχάνοντα   τῶν  ἀγαθῶν,  ἐπάγει  τὴν  προφητείαν  λέγων· Τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. Ἀκούοντα δὲ τὰ ἔθνη. Τοῦτο καὶ αὐτοὺς προθυμοτέρους ἐποίει, ὅτι ὧν ἐκεῖνοι ὤφειλον ἀκούσαντες ἀπολαῦσαι, αὐτοὶ τούτων ἀπολαύουσι, κἀκείνους μᾶλλον ἔδακνεν. Ἀκούοντα δὲ τὰ ἔθνη, φησὶν, ἔχαιρον,  καὶ ἐδόξαζον τὸν  λόγον  τοῦ Κυρίου· καὶ ἐπίστευσαν ὅσοι ἦσαν τεταγμένοι  εἰς ζωὴν  αἰώνιον·  τουτέστιν,  ἀφωρισμένοι  τῷ Θεῷ. Ὅρα πῶς δείκνυσι τὸ τάχος τῆς ὠφελείας. ∆ιεφέρετο δὲ ὁ λόγος τοῦ Κυρίου δι' ὅλης τῆς χώρας· τουτέστι, διεκομίζετο. Ὡσεὶ ἔλεγεν· Οὐκ ἔστησαν μέχρι τοῦ ζήλου, ἀλλὰ  καὶ  ἔργα  προσέθηκαν. Ὅρα πάλιν  πῶς  διωκόμενοι  ἕτερα  κατασκευάζουσι μεγάλα διὰ τοῦ ζήλου· κατεσκεύασαν γὰρ τὸ παῤῥησιάσασθαι αὐτοὺς, καὶ εἰς τὰ ἔθνη ἐλθεῖν· καὶ ἄκουε πῶς. Παῤῥησιασάμενοι δὲ ὁ Παῦλος καὶ ὁ Βαρνάβας εἶπον· Ὑμῖν, φησὶν, ἦν ἀναγκαῖον  πρῶ  τον λαληθῆναι  τὸν λόγον· ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. Ἄρα ἔμελλον λοιπὸν ἐξελθεῖν εἰς τὰ ἔθνη. Ἀλλ' ὅρα καὶ τὴν παῤῥησίαν μέτρῳ γινομένην·  καὶ εἰκότως. Εἰ γὰρ Πέτρος ἀπελογεῖτο, πολλῷ μᾶλλον οὗτοι ἀπολογίας ἐδέοντο, οὐδενὸς αὐτοὺς καλέσαντος ἐκεῖ. Εἰπὼν δὲ, Πρῶτον, ἔδειξεν ὅτι κἀκείνοις ἔδει· καὶ εἰπὼν, Ἀναγκαῖον, ἔδειξεν ὅτι κἀκείνοις ἀναγκαῖον. Ἐπειδὴ δὲ ἀποστρέφεσθε· οὐκ εἶπεν, Οὐαὶ ὑμῖν, καὶ ὅτι Κολάζεσθε· ἀλλ' ὅτι Στρεφόμεθα εἰς τὰ ἔθνη. Εἶδες πῶς πολλῆς ἐπιεικείας ἡ παῤῥησία γέμει; Οἱ δὲ Ἰουδαῖοι  παρώτρυναν  τὰς  σεβομένας  γυναῖκας,  καὶ  τὰς  εὐσχήμονας,  καὶ  τοὺς πρώτους τῆς πόλεως,  καὶ ἐπήγειραν  διωγμὸν  ἐπὶ τὸν Παῦλον καὶ Βαρνάβαν, καὶ ἐκβάλλουσιν αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν. Ὁρᾷς ὅσον ἤνυσαν οἱ ἐναντιούμενοι τῷ κηρύγματι; εἰς ὅσην ἀσχημοσύνην αὐτὰς ἤγαγον; Οἱ δὲ ἐκτιναξάμενοι τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν αὐτῶν ἐπ' αὐτοὺς, ἦλθον εἰς Ἰκόνιον. Ἐνταῦθα τὸ φοβερὸν ἐποίουν λοιπὸν, ὃ προσέταξεν ὁ Χριστὸς, λέγων· Καὶ ἐὰν μή τις ὑμᾶς δέξηται, ἐξερχόμενοι ἐκτινάξατε  τὸν  κονιορτὸν  ἀπὸ  τῶν  ποδῶν  ὑμῶν.  Αὐτοὶ δὲ  οὐδὲ  ἁπλῶς  τοῦτο ἐποίησαν, ἀλλ' ἐπειδὴ ἀπηλάθησαν  παρ' αὐτῶν.  Πλὴν οὐδὲ τοῦτο τοὺς μαθητὰς ἔβλαψεν,  ἀλλὰ  μᾶλλον  ἐπέμενον  τῷ  λόγῳ.  ∆ιὸ καὶ  τοῦτο  δηλῶν  ἐπάγει· Οἱ δὲ μαθηταὶ ἐπληροῦντο χαρᾶς καὶ Πνεύματος ἁγίου. Πάθος γὰρ διδασκάλου παῤῥησίαν οὐκ ἐγκόπτει, ἀλλὰ προθυμότερον ποιεῖ τὸν μαθητήν. Ἐγένετο δὲ ἐν Ἰκονίῳ κατὰ τὸ αὐτὸ εἰσελθεῖν αὐτοὺς εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων, καὶ λαλῆσαι οὕτως, ὥστε πιστεῦσαι Ἰουδαίων τε καὶ Ἑλλήνων πλῆθος πολύ. Πάλιν εἰς τὰς συναγωγὰς εἰσέρχονται.  Ὅρα πῶς  οὐκ ἐγένοντο  δειλότεροι,  εἰπόντες  ὅτι Στρεφόμεθα εἰς τὰ ἔθνη.  Ἐκ πολλῆς  τῆς  περιουσίας ὅμως  ἀναιροῦσιν  αὐτῶν  τὴν  ἀπολογίαν.  Ὥστε πιστεῦσαι, φησὶν, Ἰουδαίων τε καὶ Ἑλλήνων πολὺ πλῆθος Εἰκὸς γὰρ αὐτοὺς ὡς καὶ πρὸς Ἕλληνας διαλέγεσθαι. Οἱ δὲ ἀπειθοῦντες  Ἰουδαῖοι, ἐπήγειραν καὶ ἐκάκωσαν τὰς  ψυχὰς  τῶν  ἐθνῶν  κατὰ  τῶν  ἀδελφῶν.  Κατὰ τὸ  αὐτὸ  λοιπὸν  καὶ  τὰ  ἔθνη ἐπήγειραν, ὡς οὐκ ἀρκοῦντες αὐτοί. Τί οὖν ἐκεῖθεν οὐκ ἐξῆλθον; Οὐ γὰρ ἐδιώκοντο, ἀλλ' ἐπολεμοῦντο  μόνον. Ἱκανὸν μὲν οὖν χρόνον διέτριψαν παῤῥησιαζόμενοι ἐπὶ τῷ Κυρίῳ, τῷ μαρτυροῦντι τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, διδόντι σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τῶν χειρῶν  αὐτῶν. Τοῦτο ἐποίει τὴν παῤῥησίαν· μᾶλλον δὲ τὴν μὲν παῤῥησίαν ἐποίει ἡ αὐτῶν προθυμία. ∆ιὰ γὰρ τοῦτο μέχρι πολλοῦ οὐδαμῶς σημεῖα οὐ ποιοῦσι· τὸ δὲ πιστεῦσαι τοὺς ἀκούοντας, τῶν σημείων ἦν. Συνετέλει γοῦν τι καὶ ἡ παῤῥησία. Ἐσχίσθη δὲ τὸ πλῆθος τῆς πόλεως· καὶ οἱ μὲν ἦσαν σὺν τοῖς Ἰουδαίοις, οἱ δὲ σὺν τοῖς ἀποστόλοις. Οὐ μικρὸν εἰς κατηγορίαν καὶ αὐτὸ τὸ σχισθῆναι. Τοῦτο ἦν ὃ ἔλεγεν  ὁ Χριστός· Οὐ ἦλθον  βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν. Ὡς δὲ ἐγένετο ὁρμὴ τῶν ἐθνῶν, καὶ Ἰουδαίων σὺν τοῖς ἄρχουσιν αὐτῶν, ὑβρίσαι καὶ λιθοβολῆσαι αὐτοὺς, συνιδόντες κατέφυγον εἰς τὰς κύκλῳ πόλεις τῆς Λυκαονίας,  Λύστραν καὶ  ∆έρβην, καὶ  τὴν  περίχωρον,  κἀκεῖ  ἦσαν  εὐαγγελιζόμενοι.


 βʹ. Πάλιν  ὥσπερ ἐπίτηδες  ἐκτεῖναι  βουλόμενοι  τὸ  κήρυγμα,  μετὰ  τὸ  αὐξηθῆναι,  πάλιν  αὐτοὺς  ἐξάγουσιν. Ὅρα πανταχοῦ τοὺς διωγμοὺς μεγάλα ἐργαζομένους ἀγαθὰ, καὶ τοὺς μὲν διώκοντας ἡττωμένους, τοὺς δὲ διωκομένους λαμπροὺς ἀποφαίνοντας.  Ἐλθὼν γὰρ ἐν Λύστροις, ποιεῖται θαῦμα μέγα, τὸν χωλὸν ἀναστήσας, καὶ μεγάλῃ τῇ φωνῇ· καὶ πῶς, ἄκουε. Καί τις, φησὶν, ἀνὴρ ἐν Λύστροις ἀδύνατος τοῖς ποσὶν ἐκάθητο, χωλὸς ἐκ κοιλίας  μητρὸς  αὐτοῦ  ὑπάρχων,  ὃς  οὐδέποτε  περιπεπατήκει.  Οὗτος ἤκουσε τοῦ Παύλου λαλοῦντος. Ὃς ἀτενίσας αὐτῷ, καὶ ἰδὼν ὅτι πίστιν ἔχει τοῦ σωθῆναι, εἶπε μεγάλῃ τῇ φωνῇ· Ἀνάστηθι ἐπὶ τοὺς πόδας σου ὀρθός. Καὶ ἥλατο καὶ περιεπάτει. ∆ιὰ τί μεγάλῃ τῇ φωνῇ; Ὥστε τοὺς ὄχλους πιστεῦσαι. Ὅρα δὲ, προσεῖχεν ἀκριβῶς τοῖς λεγομένοις ὑπὸ τοῦ Παύλου· τοῦτο γάρ ἐστι τὸ Ἤκουσεν. Εἶδες φιλοσοφίαν; Οὐδὲν ὑπὸ τῆς χωλείας πρὸς τὴν σπουδὴν τῆς ἀκροάσεως παρεβλάβη. Ὃς ἀτενίσας αὐτῷ, καὶ ἰδὼν ὅτι πίστιν ἔχει τοῦ σωθῆναι. Ἤδη ᾠκείωτο τὴν προαίρεσιν· καίτοι ἐπὶ τῶν ἄλλων  τοὐναντίον  ἐγίνετο.  Πρότερον γὰρ  ἰώμενοι  τὰ  σώματα, τότε  τὰς  ψυχὰς ἐθεραπεύοντο· οὗτος δὲ οὐχ οὕτως. Ἐμοὶ δοκεῖ εἰς τὴν ψυχὴν ἰδεῖν τὴν αὐτοῦ τὸν Παῦλον. Καὶ ἥλατο, φησὶ, καὶ περιεπάτει. Τεκμήριον τῆς ὑγείας  τῆς ἀκριβοῦς τὸ ἅλλεσθαι.  Οἱ δὲ  ὄχλοι,  ἰδόντες  ὃ  ἐποίησε  Παῦλος, ἐπῆραν  αὐτῶν  τὴν  φωνὴν, λυκαονιστὶ λέγοντες· Οἱ θεοὶ, ὁμοιωθέντες  ἀνθρώποις, κατέβησαν πρὸς ἡμᾶς. Ἐκάλουν  δὲ τὸν  μὲν  Βαρνάβαν ∆ία, τὸν  δὲ Παῦλον Ἑρμῆν, ἐπειδὴ  αὐτὸς  ἦν  ὁ ἡγούμενος  τοῦ λόγου. Ὅ τε ἱερεὺς τοῦ ∆ιὸς, τοῦ ὄντος  πρὸ τῆς πόλεως  αὐτῶν, ταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας, σὺν τοῖς ὄχλοις ἤθελε θύειν. Ἀλλ' οὐκ ἦν τοῦτο οὐδέπω δῆλον· τῇ γὰρ οἰκείᾳ φωνῇ ἐφθέγγοντο, λέγοντες, ὅτι Οἱ θεοὶ, ὁμοιωθέντες  ἀνθρώποις,  κατέβησαν πρὸς ἡμᾶς· διὰ  τοῦτο  οὐδὲν  αὐτοῖς  ἔλεγον. Ἐπειδὴ δὲ εἶδον τὰ στέμματα, τότε ἐξελθόντες, διέῤῥηξαν τὰ ἱμάτια αὐτῶν. Ἀκούσαντες δὲ οἱ ἀπόστολοι  Βαρνάβας καὶ Παῦλος, διαῤῥήξαντες  ἱμάτια  αὐτῶν εἰσεπήδησαν εἰς τὸν ὄχλον, κράζοντες καὶ λέγοντες· Ἄνδρες, τί τοῦτο ποιεῖτε; καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι. Ὅρα αὐτοὺς πανταχοῦ δόξης καθαροὺς, οὐ μόνον  οὐκ ἐφιεμένους,  ἀλλὰ  καὶ  διδομένην  διακρουομένους· ὥσπερ καὶ Πέτρος ἔλεγε· Τί ἡμῖν  ἀτενίζετε,  ὡς ἰδίᾳ δυνάμει  ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; Καὶ οὗτοι τὸ αὐτό φασι. Καὶ Ἰωσὴφ δὲ ἔλεγεν ἐπὶ τῶν ἐνυπνίων· Οὐχὶ διὰ τοῦ Θεοῦ ἡ διασάφησις αὐτῶν; καὶ ὁ ∆ανιὴλ ὁμοίως· Καὶ ἐμοὶ δὲ οὐκ ἐν σοφίᾳ τῇ οὔσῃ ἐν ἐμοὶ ἀπεκαλύφθη. Καὶ Παῦλος πανταχοῦ τοῦτό φησι, ὡς ὅταν λέγῃ· Καὶ πρὸς ταῦτα τίς ἱκανός; Καὶ πάλιν, Οὐχ ὅτι ἱκανοί ἐσμεν ἀφ' ἑαυτῶν λογίσασθαι, ὡς ἐξ ἑαυτῶν, ἀλλ' ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ Θεοῦ. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Οὐχ ἁπλῶς αὐτοῖς προσετέθησαν οἱ ὄχλοι· ἀλλὰ πῶς; Ἠξίουν λαληθῆναι αὐτοῖς τὰ αὐτὰ πάλιν, καὶ διὰ τῶν ἔργων ἐπεδείξαντο τὴν σπουδήν. Ὅρα πανταχοῦ  παρακαλοῦντας, οὐκ ἀποδεχομένους  ἁπλῶς,  οὐδὲ  κολακεύοντας.  ∆ιὰ  τοῦτο  ἔλεγεν·  Οἵτινες προσλαλοῦντες αὐτοῖς, ἔπειθον προσμένειν τῇ χάριτι τοῦ Θεοῦ. ∆ιὰ τί πρὸ τούτου μὴ ἀντέλεγον;   Ὅτι  τέως   οἱ  ἀναπείθοντες   ἡσύχαζον.  Ὁρᾷς  ὅτι   πανταχοῦ   πάθει ἐκινοῦντο;  Καὶ οὐκ ἀντέλεγον  μόνον,  ἀλλὰ  καὶ ἐβλασφήμουν·  καὶ  γὰρ ἡ κακία οὐδαμοῦ ἵσταται. Ἀλλ' ὅρα παῤῥησίαν. Ὑμῖν ἦν, φησὶν, ἀναγκαῖον  πρῶτον λαληθῆναι τὸν λόγον· ἐπεὶ δὲ ἀπωθεῖσθε αὐτόν. Οὐδὲν ὑβριστικόν. Ὃ δὴ καὶ ἐπὶ τῶν προφητῶν ἐποίουν. Μὴ λαλεῖτε ἡμῖν, φησὶ, λαλιᾷ. Ἐπεὶ δὲ ἀπωθεῖσθε αὐτὸν, φησὶν, οὐχ ἡμᾶς· οὐ γὰρ εἰς ἡμᾶς ἡ ὕβρις ἡ παρ'  ὑμῶν. Ἵνα γὰρ μή τις εὐλαβείας εἶναι νομίσῃ τὸ, Οὐκ ἀξίους κρίνετε ἑαυτοὺς, διὰ τοῦτο πρῶτον εἶπεν· Ἀπωθεῖσθε αὐτόν· καὶ τότε, Στρεφόμεθα εἰς τὰ ἔθνη.  Πολλῆς ἐπιεικείας  γέμει  τὸ ῥῆμα. Οὐκ εἶπεν, Ἐγκαταλιμπάνομεν  ὑμᾶς, δεικνὺς, ὅτι δυνατὸν καὶ ἐνταῦθα πάλιν στραφῆναι· καὶ τοῦτο οὐκ ἀπὸ τῆς ὑμετέρας ὕβρεως γέγονεν· οὕτω γὰρ ἐντέταλται  ἡμῖν. Ἔδει μὲν οὖν ἀκοῦσαι τὰ ἔθνη· πλὴν τοῦτο οὐ παρ' ἡμῶν, παρ' ὑμῶν δὲ γέγονε τὸ πρὸ ὑμῶν ὀφεῖλον. Οὕτω γὰρ ἐντέταλται ἡμῖν ὁ Κύριος· Τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν· τουτέστιν, εἰς γνῶσιν τὴν ἐπὶ σωτηρίᾳ· καὶ οὐχ ἁπλῶς ἐθνῶν, ἀλλὰπάντων.  Τοῦτο γὰρ δηλοῖ τῷ εἰπεῖν, Ὅσοι ἦσαν τεταγμένοι  εἰς ζωὴν αἰώνιον.  Καὶ τοῦτο τεκμήριον τοῦ κατὰ Θεοῦ γνώμην αὐτοὺς προσλαβέσθαι. Τεταγμένοι δὲ, εἶπεν, ἵνα δείξῃ, ὡς οὐ κατ' ἀνάγκην. Οὓς γὰρ προέγνω, φησὶ, καὶ προώρισεν. Οὐκ ἔτι ἐν τῇ πόλει διεσπάρησαν, ἀλλὰ καὶ ἐν τῇ χώρᾳ. Ἀκούσαντες γὰρ οἱ ἐξ ἐθνῶν, καὶ αὐτοὶ μετ' ὀλίγον  προσῄεσαν. Οἱ δὲ Ἰουδαῖοι παρώτρυναν  τὰς σεβομένας γυναῖκας,  καὶ ἐπήγειραν  διωγμόν.  Ὅρα, καὶ τῶν  παρὰ τῶν  γυναικῶν  γινομένων  αὐτοὶ  λοιπὸν αἴτιοι καθίστανται. Καὶ ἐξέβαλον αὐτοὺς, φησὶν, ἀπὸ τῶν  ὁρίων αὐτῶν· οὐχὶ τῆς πόλεως μόνης, ἀλλὰ τῆς χώρας ἁπάσης. Εἶτα τὸ φοβερώτερον· Οἱ δὲ μαθηταὶ, φησὶν, ἐπληροῦντο  χαρᾶς  καὶ  Πνεύματος  ἁγίου.  Ἐδιώκοντο  οἱ  διδάσκαλοι,  καὶ  αὐτοὶ ἔχαιρον. Εἶδες φύσιν Εὐαγγελίου δύναμιν  ἔχοντος  πολλήν;  Ἐκάκωσαν, φησὶ, τὰς ψυχὰς τῶν ἐθνῶν κατὰ τῶν ἀδελφῶν. Τουτέστι, διέβαλον τοὺς ἀποστόλους, μυρία αὐτῶν  κατηγόρησαν,  ἀπλάστους  ὄντας  κακούργως  διέθηκαν.



 γʹ. Καὶ ὅρα,  πῶς πανταχοῦ τῷ Θεῷ ἀνατίθησι τὸ πᾶν. Ἱκανὸν χρόνον, φησὶ, διέτριψαν, παῤῥησιαζόμενοι ἐπὶ τῷ Κυρίῳ, τῷ μαρτυροῦντι  τῷ λόγῳ τῆς χάριτος αὐτοῦ. Μὴ τοῦτο ἐλαττώσεως εἶναι νομίσῃς. Ὅτε γὰρ ἔλεγον, Τοῦ μαρτυρήσαντος, φησὶν, ἐπὶ Ποντίου Πιλάτου, τότε ἡ παῤῥησία ἐδείκνυτο· ἐνταῦθα δὲ περὶ τοῦ λαοῦ φησιν. Οὐ περιέμειναν  τοίνυν,  ἀλλ'  εἶδον  τὴν  ὁρμήν.  Καὶ κατέφυγον  εἰς  τὰς  πόλεις  τῆς Λυκαονίας, Λύστραν καὶ ∆έρβην, καὶ τὴν  περίχωρον.  Ἔνθα οὐδαμοῦ τὸν  θυμὸν αὐτῶν ἐκκαίειν ἦν· ὥστε καὶ ἐν ταῖς χώραις ἀπῄεσαν, οὐκ ἐν πόλεσι μόνον. Ὅρα καὶ τῶν   ἐθνῶν   τὴν   ἀφέλειαν,   καὶ   τῶν   Ἰουδαίων   τὴν   κακουργίαν.   ∆ι'   ἔργων ἐπεδείκνυντο, ὅτι ἄξιοι ἦσαν ἀκούειν· οὕτως ἐτίμων αὐτοὺς ἀπὸ σημείων μόνον. Οἱ μὲν  ὡς  θεοὺς  ἐτίμων,  οἱ  δὲ  ὡς  λυμεῶνας  ἐδίωκον·  καὶ  οἱ  μὲν  οὐ  μόνον  οὐ προσέκοπτον τῷ  κηρύγματι,  ἀλλὰ  καὶ  ἔλεγον·  Οἱ θεοὶ, ἀνθρώποις  ὁμοιωθέντες, κατέβησαν πρὸς ἡμᾶς. Ἰουδαῖοι  δὲ ἐσκανδαλίζοντο.  Ἐκάλουν  τε, φησὶ, τὸν  μὲν Βαρνάβαν ∆ία, τὸν δὲ Παῦλον Ἑρμῆν. Ἐμοὶ δοκεῖ καὶ ἀπὸ τῆς ὄψεως ἀξιοπρεπὴς εἶναι ὁ Βαρνάβας. Οὐ μικρὸς καὶ οὗτος πειρασμὸς ἐξ ἀμετρίας ἐφύη πολλῆς· ἀλλὰ καὶ ἐντεῦθεν  τῶν  ἀποστόλων  ἡ ἀρετὴ δείκνυται.  Καὶ ὅρα πῶς  πανταχοῦ  πάντα ἀνατιθέασι   τῷ   Θεῷ.  Τούτους  καὶ   ἡμεῖς   ζηλώσωμεν·   μηδὲν   ἡμέτερον   εἶναι νομίζωμεν, ὅπου γε καὶ αὐτὴ ἡ πίστις οὐχ ἡμέτερον.  Ὅτι δὲ οὐχ ἡμέτερον, ἀλλὰ τὸ πλέον τοῦ Θεοῦ, ἄκουε Παύλου λέγοντος· Καὶ τοῦτο οὐκ ἐξ ἡμῶν, Θεοῦ τὸ δῶρον.  Μὴ τοίνυν  μέγα  φρονῶμεν,  μηδὲ  φυσιώμεθα,  ἄνθρωποι,  γῆ  καὶ  σποδὸς ὄντες, καπνὸς καὶ σκιά. Εἰπὲ γάρ μοι, διὰ τί μέγα φρονεῖς; Ἐλεημοσύνην ἔδωκας καὶ τὰ χρήματα ἐκένωσας; Καὶ τί τοῦτο; Ἐννόησον, εἰ μὴ ἠθέλησέ σε ποιῆσαι ὁ Θεὸς πλούσιον· ἐννόησον  τοὺς πενομένους,  μᾶλλον  δὲ ἐννόησον  ὅσοι καὶ τὰ σώματα ἐπέδωκαν, καὶ μετὰ τὸ ἐπιδοῦναι μυρία, ἑαυτοὺς ἐταλάνισαν. Σὺ διὰ σαυτὸν ἔδωκας, ὁ Χριστὸς διὰ σέ· σὺ ἀπέδωκας τὸ ὀφειλόμενον, ὁ Χριστὸς οὐκ ὤφειλέ σοι. Ὅρα τοῦ μέλλοντος τὸ ἄδηλον, καὶ μὴ ὑψηλοφρόνει, ἀλλὰ φοβοῦ· μὴ ἐλαττώσῃς τὴν ἀρετὴν τῇ ἀλαζονείᾳ.  Βούλει ὄντως  μέγα τι ἐργάσασθαι; Μηδέποτε ὑποπτεύσῃς ὡς περὶ μεγάλων  τῶν  κατορθωμάτων.  Ἀλλὰ παρθένος  εἶ; Ἀλλὰ κἀκεῖναι  παρθένοι ἦσαν, ἀλλ' οὐδὲν ἀπώναντο τῆς παρθενίας διὰ τὴν ὠμότητα καὶ τὴν ἀπανθρωπίαν. Οὐδὲν ταπεινοφροσύνης ἴσον· αὕτη μήτηρ καὶ ῥίζα καὶ τροφὸς καὶ ὑπόθεσις καὶ σύνδεσμος τῶν ἀγαθῶν· ταύτης ἄνευ βδελυκτοὶ καὶ μιαροὶ καὶ ἀκάθαρτοί ἐσμεν. Ἔστω γάρ τις, εἰ βούλει, νεκροὺς ἀνιστῶν, καὶ χωλοὺς ἰώμενος, καὶ λεπροὺς καθαίρων μετὰ ἀπονοίας·  οὐδὲν  τούτου  μιαρώτερον,  οὐδὲν  ἀσεβέστερον,  οὐδὲν  ἀναγέστερον. Μηδὲν εἶναι νομίσῃς σαυτοῦ. Λόγον ἔχεις καὶ διδασκαλικὴν  χάριν; Μὴ διὰ τοῦτο νομίσῃς πλεόν τι τῶν ἄλλων  ἔχειν. ∆ιὰ τοῦτο μάλιστα ταπεινοῦσθαι ὀφείλεις, ὅτι πλειόνων  ἠξιώθης  δωρεῶν.  Ὧ γὰρ πλεῖον  ἀφέθη,  πλεῖον  ἀγαπήσει. Οὐκοῦν καὶ ταπεινοῦσθαι χρὴ, ὅτι τοὺς ἄλλους παρελθὼν, εἰς σὲ ἐπένευσεν ὁ Θεός. Φοβοῦ διὰ τοῦτο· πολλάκις γάρ σοι καὶ ἀπωλείας τοῦτο γίνεται αἴτιον, ἂν μὴ νήφῃς. Τί μέγαφρονεῖς; ὅτι διδάσκεις διὰ λόγων; Ἀλλ' εὔκολον τοῦτο τὸ φιλοσοφεῖν  ἐν ῥήμασι· δίδαξόν  με  διὰ  τοῦ  βίου  τοῦ  σοῦ·  αὕτη  ἡ  διδασκαλία  ἀρίστη.  Λέγεις, ὅτι  δεῖ μετριάζειν,  καὶ  μακρὸν  ὑπὲρ  τούτου  λόγον   ἀποτείνεις,   καὶ  ῥητορεύεις  ῥέων ἀκωλύτως; Ἀλλὰ σοῦ βελτίων ἐκεῖνος, φησὶν, ὁ δι' ἔργων τοῦτο παιδεύων ἐμέ. Οὐ γὰρ  οὕτως  εἴωθεν   ἐντίθεσθαι  τῇ  ψυχῇ  τὰ  μαθήματα  ἀπὸ  ῥημάτων,  ὡς  ἀπὸ πραγμάτων· ἐπεὶ ἐὰν μὴ τὸ ἔργον ἔχῃς, οὐ μόνον οὐκ ὠφέλησας εἰπὼν, ἀλλὰ καὶ μειζόνως ἔβλαψας. Βέλτιον σιγᾷν. ∆ιὰ τί; Ὅτι ἀδύνατόν  μοι τὸ πρᾶγμα καθιστᾷς. Ἐννοῶ γὰρ, ὅτι εἰ σὺ ὁ τοσαῦτα λέγων οὐ κατορθοῖς, πολλῷ μᾶλλον ἐγὼ συγγνώμης ἄξιος, λέγων μηδένα. ∆ιὰ τοῦτό φησιν ὁ προφήτης· Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἵνα τί  σὺ ἐκδιηγῇ  τὰ δικαιώματά  μου; Μείζων γὰρ αὕτη ἡ βλάβη, ὅταν  καλῶς διδάσκων τις διὰ ῥημάτων, διὰ τῶν ἔργων πολεμῇ τῇ διδασκαλίᾳ. Τοῦτο πολλῶν αἴτιον γέγονε κακῶν ἐν ταῖς Ἐκκλησίαις ∆ιὰ τοῦτο καὶ σύγγνωτε, παρακαλῶ, τοῦ λόγου χρονίζοντος ἡμῖν ἐν τούτῳ τῷ πάθει. Πολλὰ πολλοὶ πράττουσιν ὑπὲρ τοῦ εἰς μέσον στάντες  μακρὸν ἀποτείνειν  λόγον·  κἂν  μὲν  κρότων  τύχωσι  τῶν  ἀπὸ τοῦ πλήθους, γέγονεν αὐτοῖς τοῦτο βασιλείας ἴσον· ἂν δὲ μετὰ σιγῆς τὸν λόγον καταπαύσωσι, γεέννης  δή  που  μᾶλλον  αὐτοῖς  χαλεπωτέρα  κατέστη τῆς  σιγῆς ἡ ἀθυμία. Τοῦτο τὰς Ἐκκλησίας ἀνέτρεψεν, ὅτι καὶ ὑμεῖς οὐ ζητεῖτε λόγον ἀκοῦσαι κατανυκτικὸν, ἀλλὰ τέρψαι δυνάμενον καὶ τῷ ψόφῳ καὶ τῇ συνθέσει τῶν ῥημάτων, καθάπερ μελῳδῶν  καὶ κιθαριστῶν ἀκούοντες· καὶ ἡμεῖς ψυχρῶς καὶ ταλαιπώρως ποιοῦντες, ὅτι ταῖς ὑμετέραις ἐπιθυμίαις ἑπόμεθα, δέον ἐκκόπτειν ταύτας. 


δʹ. Καὶ ταὐτὸν γίνεται, οἷον ἂν εἴ τις πατὴρ πέρα τοῦ δέοντος μαλθακοῦ παιδίου, καίτοι ἀῤῥωστοῦντος,  πλακοῦντα   ἐπιδῷ  καὶ  ψυχρὸν  καὶ  ὅσα  τέρπει  μόνον,  τῶν  δὲ χρησίμων μηδεμίαν ἐπιμέλειαν ποιοῖτο· εἶτα ἐγκαλούμενος παρὰ τῶν ἰατρῶν, ἀπολογοῖτο  λέγων·  Τί πάθω;  οὐκ ἀνέχομαι  κλαῖον  τὸ  παιδίον  ἰδεῖν.  Ἄθλιε  καὶ ταλαίπωρε καὶ προδότα· οὐ γὰρ ἂν πατέρα τὸν τοιοῦτον εἴποιμι· καὶ πόσῳ βέλτιον ἐν βραχεῖ λυπήσαντα, διαπαντὸς ὑγιείᾳ παραδοῦναι, ἢ τὴν πρόσκαιρον ταύτην χάριν, διηνεκοῦς ἀθυμίας ὑπόθεσιν ποιήσασθαι; Τοῦτο πάσχομεν καὶ ἡμεῖς, κάλλη λέξεων περιεργαζόμενοι καὶ συνθήκας καὶ ἁρμονίαν ὅπως ἥσωμεν, οὐχ ὅπως ὠφελήσωμεν· ὅπως θαυμασθῶμεν, οὐχ ὅπως διδάξωμεν· ὅπως τέρψωμεν, οὐχ ὅπως κατανύξωμεν· ὅπως κροτηθῶμεν καὶ ἐπαίνου τυχόντες ἀπέλθωμεν, οὐχ ὅπως τὰ ἤθη ῥυθμίσωμεν. Πιστεύσατέ μοι, οὐκ ἄλλως  λέγω,  ἐπειδὰν  λέγων  κροτῶμαι, παρ' αὐτὸν  μὲν τὸν καιρὸν ἀνθρώπινόν  τι πάσχω (τί γὰρ οὐκ ἄν τις εἴποι τὸ ἀληθές); καὶ γάννυμαι, καὶ διαχέομαι· ἐπειδὰν δὲ ἀπελθὼν οἴκαδε ἐννοήσω τοὺς κροτήσαντας οὐδὲν ὠφεληθέντας,  ἀλλ' εἴ τι καὶ ὠφεληθῆναι  ἔδει, ὑπὸ τοῦ κρότου καὶ τῶν  ἐπαίνων ἀπολωλεκότας, ὀδυνῶμαι καὶ στένω καὶ δακρύω, καὶ ὡς εἰκῆ πάντα εἰρηκὼς, οὕτω διάκειμαι, καὶ πρὸς ἐμαυτὸν λέγω· Τί μοὶ τὸ ὄφελος τῶν ἱδρώτων, τῶν ἀκουόντων οὐκ  ἐθελόντων  καρποῦσθαί  τι  παρὰ  τῶν  λόγων  τῶν  παρ'  ἡμῶν;  καὶ  πολλάκις ἐνενόησα θεῖναι νόμον τὸν κωλύοντα τοὺς κρότους, καὶ πείθοντα μετὰ σιγῆς ὑμᾶς ἀκροᾶσθαι καὶ τῆς προσηκούσης εὐταξίας. Ἀλλὰ ἀνάσχεσθε, παρακαλῶ, καὶ πείσθητέ μοι, καὶ εἰ δοκεῖ, τοῦτον κυρώσωμεν τὸν νόμον ἤδη, μηδενὶ τῶν ἀκουόντων ἐξεῖναι κροτεῖν μεταξὺ λέγοντός τινος, ἀλλ' εἰ βούλοιτο θαυμάζειν, θαυμαζέτω σιγῇ· οὐδεὶς ὁ κωλύων, πᾶσα δὲ ἡ σπουδὴ καὶ ἡ προθυμία περὶ τὸ δέχεσθαι τὰ λεγόμενα γινέσθω.
∆ιὰ τί ἐκροτήσατε; Περὶ τούτου τὸν νόμον τίθημι· ὑμεῖς δὲ οὐδὲ ἀκοῦσαι ἀνέχεσθε. Πολλῶν τοῦτο ἀγαθῶν αἴτιον ἔσται, καὶ διδασκάλειον φιλοσοφίας. Καὶ οἱ τῶν ἔξω φιλόσοφοι διελέγοντο, καὶ οὐδεὶς οὐδαμοῦ κρότος αὐτοῖς εἵπετο· καὶ οἱ ἀπόστολοι ἐδημηγόρουν,  καὶ οὐδαμοῦ τοῦτο πρόσκειται, ὅτι μεταξὺ λεγόντων  ἐκείνων  τοῖς κρότοις  διέκοπτον  οἱ  ἀκούοντες  τὸν  λέγοντα.  Μέγα τοῦτο  κέρδος  ἡμῖν.  Ἀλλὰ κυρώσωμεν τοῦτο· μεθ' ἡσυχίας πάντες ἀκούωμεν, καὶ λέγωμεν ἅπαντα. Εἰ μὲν γὰρ μετὰ  τοὺς  κρότους  ἀπῄειμεν  ἔχοντες  ἅπερ  ἠκούσαμεν, μάλιστα  μὲν  οὐδὲ  οὕτω
χρήσιμος ὁ ἔπαινος (ἀλλ' οὐκ ἂν ἠκριβολογησάμην· μὴ μέ τις ἀγροικίας γραφέτω)· ἐπειδὴ  δὲ μηδὲν  τὸ πλέον,  ἀλλὰ  καὶ βλάβη, λύσωμεν  τὸ κώλυμα,  ἀνέλωμεν  τὰ σκιρτήματα, ἐκκόψωμεν τὰ πηδήματα τῆς ψυχῆς. Ὁ Χριστὸς ἐδημηγόρησεν ἐπὶ τοῦ ὄρους· ἀλλ' οὐδεὶς οὐδὲν εἶπεν, ἕως ὅτε τὸν λόγον ἐτέλεσεν. Οὐκ ἀποστερῶ τοὺς βουλομένους  κροτεῖσθαι, ἀλλὰ  μᾶλλον  θαυμάζεσθαι ποιῶ.  Πολλῷ  βέλτιον  μετὰ σιγῆς ἀκούσαντα, διὰ τῆς μνήμης ἐν παντὶ τῷ χρόνῳ κροτεῖν, καὶ ἐν οἰκίᾳ καὶ ἐν ἀγορᾷ, ἢ πάντα ἀπολέσαντα ἀπέρχεσθαι οἴκαδε κενὸν, οὐκ ἔχοντα τῶν κρότων τὴν ὑπόθεσιν. Πῶς γὰρ οὐ καταγέλαστος ὁ ἀκροατής; πῶς οὐ κόλαξ καὶ εἴρων νομισθήσεται μᾶλλον, ὅτι μὲν καλῶς εἶπεν ὁ διδάσκαλος ἀποφαινόμενος, τί δὲ εἶπεν οὐκ ἔχων δεῖξαι; Τοῦτο κολακείας ἐστίν. Ὁ μὲν γὰρ κιθαρῳδῶν ἀκούσας καὶ τραγῳδῶν, εἰκότως ἂν τοῦτο πάθοι, ἅτε οὐκ εἰδὼς ὁμοίως τὴν ῥῆσιν εἰπεῖν· ἔνθα δὲ οὐ  μέλους  ἐπίδειξίς  ἐστιν  οὐδὲ  φωνῆς,   ἀλλὰ  νοημάτων  καὶ  φιλοσοφίας δύναμις, καὶ παντὶ  ῥᾴδιον εἰπεῖν καὶ ἀπαγγεῖλαι,  πῶς οὐκ ἄξιος κατηγορίας ὁ μὴ δυνηθεὶς  εἰπεῖν  τὴν  αἰτίαν,  δι'  ἢν  ἐπῄνεσε  τὸν  λέγοντα;  Οὐδὲν  οὕτω  πρέπον ἐκκλησίᾳ ὡς σιγὴ, ὡς εὐταξία. Θεάτροις ἐπιτήδειος  ὁ θόρυβος καὶ βαλανείοις  καὶ πομπαῖς καὶ ἀγοραῖς· ἔνθα δὲ περὶ τοιούτων  δογμάτων  ἡ διδασκαλία, γαλήνη  καὶ ἡσυχία καὶ φιλοσοφία, καὶ πολὺς ὁ λιμὴν εἶναι ὀφείλει. Ταῦτα δέομαι καὶ ἀντιβολῶ πάντας  εἰδέναι.  Περίειμι  γὰρ  καὶ  αὐτὸς  τρόπους  παντοίους   ἐπιζητῶν,  δι'  ὧν ὠφελῆσαι δυνήσομαι τὰς ὑμετέρας ψυχάς. Οὐ μικρὸς καὶ οὗτος ὁ τρόπος εἶναί μοι δοκεῖ· οὐχ ὑμᾶς ὠφελήσει  μόνους, ἀλλὰ  καὶ ἡμᾶς. Οὐκ ἀφήσει ἐκτραχηλίζεσθαι, οὐδὲ ἐπαίνων  καὶ δόξης ἐρᾷν, οὐδὲ τὰ τέρποντα λέγειν, ἀλλὰ τὰ ὠφελοῦντα·  οὐδὲ περὶ συνθήκας καὶ κάλλη λέξεων, ἀλλὰ περὶ νοημάτων δύναμιν πᾶσαν ἀπασχολεῖν τοῦ καιροῦ τὴν ῥοπήν. Εἴσελθε εἰς ζωγραφεῖον,  καὶ ὄψει πολλὴν  ἐκεῖ τὴν σιγήν. Οὐκοῦν  καὶ  ἐνταῦθα·  καὶ  γὰρ  καὶ  ἐνταῦθα  εἰκόνας  γράφομεν  βασιλικὰς,  καὶ οὐδεμίαν ἰδιωτικὴν,  διὰ τῶν χρωμάτων  τῆς ἀρετῆς. Τί τοῦτο; πάλιν κροτεῖτε; Οὐκ εὔκολον τὸ  πρᾶγμα δοκεῖ, καὶ τοῦτο οὐ φύσει, ἀλλὰ τῷ συνηθείᾳ πολλῇ μήπω κατορθοῦν  αὐτὸ μεμαθηκέναι.  Γραφὶς τοίνυν  ἐστὶν ἡμῖν  γλῶττα,  τεχνίτης  δὲ τὸ Πνεῦμα τὸ ἅγιον. Εἰπέ μοι, ἐν τοῖς μυστηρίοις, μή τις θόρυβος; μή τις ταραχή; Ὅταν βαπτιζώμεθα, ὅταν τὰ ἄλλα πάντα ποιῶμεν, οὐχ ἡσυχία καὶ σιγὴ τὰ πάντα κατέχει; Τοῦτο ἐν  τῷ  οὐρανῷ  κατέσπαρται τὸ κάλλος.  ∆ιὰ τοῦτο διαβεβλήμεθα  καὶ παρ' Ἕλλησιν, ὡς πρὸς ἐπίδειξιν πάντα ποιοῦντες καὶ πρὸς φιλοτιμίαν.  Ἀλλ' ἐὰν τοῦτο κωλυθῇ, καὶ τῶν προεδριῶν ὁ ἔρως σβεσθήσεται. Ἀρκεῖ, εἴ τις ἐπαίνων ἐρᾷ, τὸ μετὰ τὴν  ἀκρόασιν  τούτων  τυγχάνειν,  ὅταν  τοὺς  καρποὺς  συλλέγῃ.  Ναὶ παρακαλῶ, κυρώσωμεν τοῦτον τὸν νόμον, ἵνα πάντα κατὰ τὸ τῷ Θεῷ δοκοῦν πράττοντες, τῆς παρ' αὐτοῦ φιλανθρωπίας ἀξιωθῶμεν, χάριτι καὶ οἰκτιρμοῖς τοῦ Μονογενοῦς αὐτοῦ, Κυρίου δὲ ἡμῶν  Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ  Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΑʹ.  Ἀκούσαντες  δὲ  οἱ  ἀπόστολοι  Βαρνάβας καὶ  Παῦλος, διαῤῥήξαντες τὰ ἱμάτια αὐτῶν, ἐξεπήδησαν εἰς τὸν ὄχλον, κράζοντες καὶ λέγοντες, Ἄνδρες, τί ταῦτα ποιεῖτε; ἡμεῖς ὁμοιοπαθεῖς ὑμῖν ἐσμεν ἄνθρωποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ τὸν Θεὸν τὸν ζῶντα, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς.



αʹ. Ὅρα πάντα μετὰ σφοδρότητος τοὺς ἀποστόλους ποιοῦντας. ∆ιέῤῥηξαν τὰ ἱμάτια, ἐπήδησαν, ἔκραξαν, πάντα ἀπὸ διαθέσεως ψυχῆς, ἀποστρεφόμενοι τὰ γενόμενα, καὶ πένθους σημεῖα ποιοῦντες. Πένθος γὰρ ἦν, ὄντως πένθος ἀπαραμύθητον,  εἴ γε  ἔμελλον  θεοὶ  νομίζεσθαι, καὶ εἰδωλολατρείαν  εἰσάγειν,  ἣν ἦλθον   καταλύσοντες.  Καὶ  τοῦτο  τοῦ  διαβόλου  ἦν  κατασκεύασμα.  Οἱ  δὲ  οὐχ ἡσυχάζουσιν, ἀλλὰ τί; Καὶ ἡμεῖς ὁμοιοπαθεῖς ὑμῖν ἐσμεν, φασὶν, ἄνθρωποι. Εὐθέως ἐκ προοιμίων ἀνέτρεψαν τὸ κακόν. Οὐκ εἶπον ἁπλῶς, Ἄνθρωποι, ἀλλὰ, Καθ' ὑμᾶς. Εἶτα ἵνα μὴ δόξωσι τιμᾷν τοὺς θεοὺς, ἄκουσον τί ἐπάγουσιν· Εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων  τῶν  ματαίων  ἐπιστρέφειν  ἐπὶ  τὸν  Θεὸν τὸν  ζῶντα,  ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς. Ὅρα οὐδαμοῦ τῶν προφητῶν  μνημονεύοντας  αὐτοὺς, οὐδὲ λέγοντας,  τίνος  ἕνεκεν,  πάντων δημιουργὸς ὢν, τὰ ἔθνη ἀφῆκεν αὐτόνομα; Ὃς ἐν ταῖς παρῳχημέναις γενεαῖς εἴασε πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν. Ὅτι μὲν εἴασε λέγει, διὰ τί δὲ εἴασεν, οὐκ ἔτι· τέως πρὸς τὸ κατεπεῖγον  ἵσταται, οὐδαμοῦ τοῦ Χριστοῦ τὸ ὄνομα τιθείς. Καίτοι γε  οὐκ  ἀμάρτυρον  ἑαυτὸν  ἀφῆκεν,  ἀγαθοποιῶν  οὐρανόθεν,  ἡμῖν  ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν  τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ἡμῶν. Ὅρα, οὐ βούλεται τὴν κατηγορίαν αὐτῶν αὐξῆσαι, ἀλλὰ μᾶλλον ἐπὶ τὸν Θεὸν τὸ πᾶν ἄγειν αὐτοὺς παιδεύει. Ἔμαθον γὰρ, ὅτι οὐχ οὕτω σπουδάζειν δεῖ ἄξιόν τι εἰπεῖν  περὶ Θεοῦ, ὡς  τὸ τοῖς  ἀκούουσιν  ὠφέλιμον.  Ὅρα πῶς  λανθανόντως  τὴν κατηγορίαν  τίθησι.  Καὶ μὴν  εἰ  τοῦτο  ἐποίει,  ἔδει  κολα   σθῆναι  αὐτοὺς τοσούτων ἀπολαύοντας  ἀγαθῶν, καὶ μηδὲ ὡς τροφέα γνωρίσαντας· ἀλλ' οὐ λέγει φανερῶς, ἀλλ' αἰνίττεται, Οὐρανόθεν ἡμῖν, λέγων, ὑετοὺς διδούς. Οὕτω καὶ ὁ ∆αυῒδ ἔλεγεν· Ἀπὸ καρποῦ σίτου καὶ οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν· καὶ πολλαχοῦ περὶ δημιουργίας  διαλεγόμενος,  ταῦτα  τίθησιν  εἰς μέσον. Καὶ ὁ Ἱερεμίας δὲ τὴν δημιουργίαν  πρώτην, εἶτα τὴν πρόνοιαν  τὴν διὰ τῶν  ὑετῶν  φησιν· ὥστε ἐκεῖθεν πεπαιδευμένος   διαλέγεται·   Ἐμπιπλῶν,   φησὶ,   τροφῆς   καὶ   εὐφροσύνης.   Μετὰ φιλοτιμίας  ἡ τροφὴ, οὐ μόνον πρὸς αὐτάρκειαν, οὐδὲ πρὸς τὴν χρείαν. Καὶ ταῦτα λέγοντες, μόλις κατέπαυσαν τοὺς ὄχλους τοῦ μὴ θύειν αὐτοῖς. Καὶ τούτῳ μάλιστα ἐθαυμάσθησαν. Ὁρᾷς ὅτι πρὸς τοῦτο ἵσταντο, ὥστε ἀνατρέψαι τὴν μανίαν ἐκείνην; Ἐπῆλθον δὲ ἀπὸ Ἀντιοχείας καὶ Ἰκονίου Ἰουδαῖοι, καὶ πείσαντες τοὺς ὄχλους, καὶ λιθάσαντες  τὸν  Παῦλον,  ἔσυραν  ἔξω  τῆς  πόλεως,  νομίσαντες  αὐτὸν  τεθνάναι. Ὄντως διαβόλου τέκνα· οὐκ ἐν ταῖς πόλεσιν αὐτῶν μόνον, ἀλλὰ καὶ ἔξω τούτων ταῦτα ποιοῦντες, καὶ τοσαύτην ποιούμενοι σπουδὴν καθελεῖν τὸ κήρυγμα, ὅσην οἱ ἀπόστολοι στῆσαι ἐπειγόμενοι. Καὶ πείσαντες, φησὶ, τοὺς ὄχλους, καὶ λιθάσαντες τὸν Παῦλον, ἔσυραν ἔξω τῆς πόλεως. Ἐνταῦθα πληροῦται τὸ, Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Μεῖζον τοῦτο τοῦ τὸν χωλὸν  ἐγεῖραι. Οἱ μὲν οὖν ἐθνικοὶ ὡς θεοὺς ἐνόμιζον, οὗτοι δὲ ἔσυρον πείσαντες τοὺς ὄχλους· οὐδὲ γὰρ πάντας  εἰκὸς ἦν  θαυμάζειν  αὐτούς. Καὶ ὅρα, ἐν αὐτῇ τῇ πόλει,  ἐν ᾗ οὕτως ἐθαυμάσθησαν, ἐν αὐτῇ τὰ δεινὰ πάσχουσι. Καὶ τοῦτο δὲ τοὺς ὁρῶντας ὠφέλει. Ὅτι δὲ καὶ διὰ τοῦτο συνεχωρεῖτο πάσχειν, ἄκουε τοῦτο αὐτὸ δηλοῦντος καὶ λέγοντος· Ἵνα μὴ εἰς ἐμὲ λογίσηταί τις ὑπὲρ ὃ βλέπει με, ἢ ἀκούει τι ἐξ ἐμοῦ. Κυκλωσάντων δὲ τῶν μαθητῶν αὐτὸν, ἀναστὰς εἰσῆλθεν εἰς τὴν πόλιν. Ὁρᾷς προθυμίαν; ὁρᾷς πόθον ζέοντα καὶ πεπυρωμένον; Εἰς αὐτὴν πάλιν τὴν πόλιν εἰσῆλθεν, ὥστε δειχθῆναι, ὅτι εἴ που καὶ ὑπεχώ  ρει, διὰ τὸ τὸν λόγον βούλεσθαι σπεῖραι, καὶ διὰ τὸ μὴ δεῖν ἐκκαίειν αὐτῶν τὸν θυμόν. Ταῦτα τῶν σημείων οὐχ ἧττον καὶ λαμπροτέρους ἐποίει, καὶ μᾶλλον χαίρειν παρεσκεύαζεν. Οὐδαμοῦ δὲ λέγει, ὅτι ὑπέστρεψαν χαίροντες, ὅτι σημεῖα ἐποίησαν, ἀλλ' ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ ἀτιμασθῆναι. Καὶ τοῦτο γὰρ παρὰ τοῦ Χριστοῦ ἐδιδάχθησαν  λέγοντος· Μὴ χαίρετε, ὅτι τὰ δαιμόνια ὑμῖν ὑποτάσσεται. Ἡ γὰρ ὄντως χαρὰ καὶ εἰλικρινὴς  αὕτη ἐστὶ, τὸ πάσχειν τι διὰ Χριστόν. Εἶτα τὰς πόλεις  πάσας ἐπῄεσαν, ἐν  αἷς ἐκινδύνευσαν.  Καὶ τῇ ἐπαύριον ἐξῆλθε σὺν τῷ  Βαρνάβᾳ εἰς ∆έρβην, εὐαγγελισάμενοί  τε τὴν  πόλιν  ἐκείνην,  καὶ μαθητεύσαντες  ἱκανοὺς,  ὑπέστρεψαν  εἰς  Λύστραν καὶ  Ἰκόνιον  καὶ  Ἀντιόχειαν, ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν, παρακαλοῦντες ἐμμένειν τῇ πίστει, καὶ ὅτι διὰ πολλῶν  θλίψεων  δεῖ ἡμᾶς εἰσελθεῖν  εἰς τὴν  βασιλείαν  τοῦ Θεοῦ.


 βʹ. Τοῦτο ἔλεγον,  τοῦτο  ἐδείκνυον.  Ἐπιστηρίζοντες, φησὶ, τὰς  ψυχὰς  τῶν  μαθητῶν.  Ὥστε ἐστηριγμένοι ἦσαν· μᾶλλον δὲ προσετίθεντο. Προὔλεγον τοίνυν, ἵνα μὴ σκανδαλισθῶσιν. Ὥσπερ ἐπίτηδες δὲ τὸ αὐτὸ γίνεται, οὐ διὰ τῶν ἀποστόλων μόνον, ἀλλὰ καὶ διὰ τῶν μαθητῶν· ἵνα μάθωσιν ἐκ προοιμίων εὐθέως καὶ τοῦ κηρύγματος τὴν δύναμιν, καὶ ὅτι καὶ αὐτοὺς δεῖ τοιαῦτα πάσχειν, καὶ ἵνα γενναίως  στῶσι, μὴ μόνον πρὸς τὰ σημεῖα κεχηνότες, ἀλλὰ πολλῷ μᾶλλον πρὸς τοὺς πειρασμούς. ∆ιὰ τοῦτο καὶ αὐτὸς ἔλεγε· Τὸν αὐτὸν ἀγῶνα ἔχοντες, οἷον εἴδετε ἐν ἐμοὶ καὶ ἠκούσατε.
∆ιωγμοὶ   διωγμοὺς   διεδέχοντο·   πανταχοῦ   πόλεμοι,   μάχαι,   λιθοβολίαι.   Ποία προτροπή; πῶς ἔπειθον ἐν προοιμίοις θλίψεις λέγοντες; Εἶτα καὶ ἄλλη παραμυθία. Χειροτονήσαντες  δὲ  αὐτοῖς  πρεσβυτέρους κατ'  Ἐκκλησίαν,  προσευξάμενοι  μετὰ νηστειῶν,  παρέθεντο  αὐτοὺς  τῷ  Κυρίῳ, εἰς  ὃν  πεπιστεύκεισαν.  Εἶδες θερμότητα Παύλου; Προσευξάμενοι, φησὶ, μετὰ νηστειῶν  παρέθεντο αὐτοὺς τῷ Κυρίῳ. Ὅρα, μετὰ νηστειῶν αἱ χειροτονίαι. Πάλιν νηστεία, τὸ καθάρσιον τῶν ἡμετέρων ψυχῶν. Καὶ διελθόντες  τὴν Πισιδίαν, ἦλθον εἰς Παμφυλίαν· καὶ λαλήσαντες ἐν Πέργῃ τὸν λόγον,  κατήντησαν  εἰς  Ἀττάλειαν.  Ἵνα  γὰρ  μὴ  καταπέσῃ  τὰ  φρονήματα  τῶν μαθητῶν,  ὅτι οἱ νομιζόμενοι  θεοὶ τοιαῦτα  πάσχουσιν, εἰσῆλθον πρὸς αὐτοὺς, καὶ διελέχθησαν. Καὶ ὅρα· πρῶτον εἰς ∆έρβην ἐξέρχεται, διδοὺς αὐτοῖς ἀναπνεῦσαι τοῦ θυμοῦ, καὶ τότε πάλιν  εἰς Λύστραν καὶ Ἰκόνιον  καὶ Ἀντιόχειαν,  θυμουμένοις  μὲν αὐτοῖς εἴκων, πεπαυμένοις  δὲ ἐπιτιθέμενος.  Ὁρᾷς, ὅτι οὐ πάντα χάριτι, ἀλλὰ καὶ οἰκείᾳ σπουδῇ διῴκουν; Κἀκεῖθεν ἀπέπλευσαν εἰς Ἀντιόχειαν, ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ Θεοῦ εἰς τὸ ἔργον, ὃ ἐπλήρωσαν. ∆ιὰ τί πάλιν ἔρχονται εἰς Ἀντιόχειαν; Ἵνα ἀπαγγείλωσι τὰ ἐκεῖ γενόμενα. Ἄλλως δὲ καὶ οἰκονομεῖται μέγα πρᾶγμα ἐντεῦθεν· ἔδει γὰρ λοιπὸν μετὰ παῤῥησίας τοῖς ἔθνεσι κηρύττειν. Ἔρχονται οὖν ταῦτα ἀπαγγέλλοντες, ἵνα εἰδέναι ἔχωσι. Καὶ οἰκονομεῖται τότε κατελθεῖν τοὺς κωλύοντας  τοῖς ἔθνεσιν ὁμιλεῖν,  ἵνα λοιπὸν  ἀπὸ Ἱεροσολύμων πολλὴν  λαβόντες ἄδειαν,  μετὰ  παῤῥησίας ἀπίωσιν.  Ἢ καὶ  ἄλλως,  δείκνυσιν  αὐτῶν  τὸ  ἦθος  οὐκ αὔθαδες. Ἔρχονται γὰρ τήν τε παῤῥησίαν ἐνδεικνύμενοι, ὅτι καὶ χωρὶς ἐκείνων τοῖς ἔθνεσιν  ἐκήρυξαν, καὶ τὴν   ὑπακοὴν,  ὅτι  αὐτοῖς  ἀναφέρουσιν· οὐ γὰρ ὡς τοσαῦτα κατορθωκότες  ἀπενοήθησαν. Ὅθεν ἦσαν παραδεδομένοι, φησὶ, τῇ χάριτι τοῦ Θεοῦ. Καὶ μὴν τὸ Πνεῦμα εἶπεν· ἀλλὰ τὰ τοῦ Πνεύματος οἶδεν ὄντα τοῦ Υἱοῦ· μία γὰρ ἐξουσία, ὥσπερ ἡ φύσις καὶ Υἱοῦ καὶ Πνεύματος μία. Παραγενόμενοι δὲ καὶ συναγαγόντες τὴν Ἐκκλησίαν, ἀπήγγειλαν ὅσα ἐποίησεν ὁ Θεὸς μετ' αὐτῶν, καὶ ὅτι ἤνοιξεν ὁ Θεὸς τοῖς ἔθνεσι θύραν πίστεως. ∆ιέτριβον δὲ ἐκεῖ χρόνον οὐκ ὀλίγον σὺν τοῖς  μαθηταῖς.  Εἰκότως· μεγάλη  γὰρ οὖσα ἡ πόλις,  ἐδεῖτο  διδασκάλων.  Ἴδωμεν λοιπὸν  ἄνωθεν  τὰ εἰρημένα. Αὐτῇ τῇ ὄψει  κατέπληξαν  αὐτοὺς διαῤῥήξαντες  τὰ ἱμάτια.  Τοῦτο καὶ Ἰησοῦς ὁ τοῦ Ναυὴ ἐποίει  ἐπὶ  τῇ  ἥττῃ  τοῦ λαοῦ. Μὴ τοίνυν νομίσῃς ἀνάξιον αὐτῶν εἶναι τοῦτο, καὶ τῆς εὐσταθείας αὐτῶν· οὐκ ἂν γὰρ ἄλλως ἐπέσχον τὴν τοσαύτην ὁρμὴν, οὐκ ἂν ἄλλως τὴν πυρὰν ἔσβεσαν. Ὅταν οὖν τι δέῃ τῶν  δεόντων  γενέσθαι, μηδὲ ἡμεῖς παραιτώμεθα. Εἰ τοίνυν  καὶ μετὰ ταῦτα μόλις ἔπεισαν, εἰ μὴ οὕτως εἰργάσαντο, τί οὐκ ἂν ἐγένετο; Εἰ γὰρ μὴ οὕτως ἐποίησαν, ἐνομίσθησαν ἄν πως ὑψηλοφρονεῖν,  καὶ μᾶλλον  ἐφίεσθαι τῆς τιμῆς. Καὶ ὅρα τὸν λόγον μεμετρημένον ἐν τῇ ἐπιπλήξει, καὶ θαύματος ὁμοῦ γέμοντα καὶ ἐπιπλήξεως. Τοῦτο  μάλιστα  αὐτοὺς  ἐκώλυσε,  τὸ  εἰπεῖν,  Καὶ ἡμεῖς  ὁμοιοπαθεῖς  ἐσμεν  ὑμῖν ἄνθρωποι,  εὐαγγελιζόμενοι  ὑμᾶς ἀπὸ τῶν  ματαίων  τούτων  ἐπιστρέφειν  ἐπὶ  τὸν Θεόν. Ὡσεὶ ἔλεγον· Ἄνθρωποι μέν ἐσμεν, φησὶ, τούτων δὲ μείζους· ταῦτα γὰρ νεκρά. Ὅρα αὐτοὺς  οὐκ  ἀνατρέποντας  μόνον,  ἀλλὰ  καὶ  διδάσκοντας,  καὶ  οὐδὲν  περὶ ἀοράτων  φθεγγομένους.  Ὃς ἐποίησε, φησὶ,  τὸν  οὐρανὸν  καὶ  τὴν  γῆν  καὶ  τὴν θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς. Μάρτυρας αὐτοὺς λέγει τοὺς ἐνιαυτούς. Ὢ τῆς μανίας  τῆς  Ἰουδαϊκῆς  εἰς  δῆμον  οὕτω  τιμήσαντα  τοὺς  ἀποστόλους  ἐτόλμησαν ἐμβῆναι καὶ λιθάσαι Παῦλον. Ἔξω δὲ τῆς πόλεως ἔσυραν, τάχα δεδοικότες ἐκεῖνον. Καὶ  προσευξάμενοι,  φησὶ,  μετὰ  νηστειῶν,   παρέθεντο   αὐτοὺς  τῷ  Κυρίῳ.  Καὶ νηστεύειν ἐδίδασκον ἐν τοῖς πειρασμοῖς. Οὐκ εἶπαν ὅσα αὐτοὶ ἐποίησαν, ἀλλ' ὅσα ὁ Θεὸς μετ' αὐτῶν, Ἐμοὶ δοκοῦσι τοὺς πειρασμοὺς λέγειν. Οὐχ ἁπλῶς ἦλθον ἐνταῦθα, οὐδὲ διαναπαυσόμενοι, ἀλλ' οἰκονομικῶς ὑπὸ τοῦ Πνεύματος ὁδηγούμενοι, ὥστε τὸ κήρυγμα  τῶν  ἐθνῶν  βεβαιωθῆναι.  Καὶ διὰ  τί,  φησὶν,  ἐν  Κύπρῳ οὐκ  ἐποίησαν πρεσβυτέρους οὐδὲ ἐν Σαμαρείᾳ; Ὅτι ἐκείνη μὲν ἐγγὺς ἦν τῶν ἀποστόλων, αὕτη δὲ τῆς Ἀντιοχείας, καὶ ὁ λόγος ἐκράτει· ἐνταῦθα δὲ πολλῆς ἐδέοντο παραμυθίας, καὶ μάλιστα  οἱ  ἐξ  ἐθνῶν,  ὀφείλοντες   πολλὰ  διδάσκεσθαι. Ἦλθον διδάσκοντες,  ὅτι εἰκότως  ἐχειροτονήθησαν  ὑπὸ  τοῦ  Πνεύματος.  Καὶ ὅρα τὸ  θερμὸν  Παύλου. Οὐ πυνθάνεται εἰ δεῖ λαλῆσαι ἔθνεσιν, ἀλλ' εὐθέως λαλεῖ· διὰ τοῦτο ἔλεγεν. Οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι.


γʹ. Μέγα ὄντως ἀγαθὸν ἡ θλῖψις, καὶ μεγάλης ψυχῆς ἐστι, καὶ  γενναίας  κατόρθωμα.  Πόσοι μετὰ  τοῦτο  ἐπίστευσαν, καὶ  οὐδεὶς  οὕτως ἔλαμψεν;  Οὕτω  προθυμίας  ἡμῖν  δεῖ  πανταχοῦ,  πυρώσεως  πολλῆς,  ψυχῆς  πρὸς θάνατον    παρατεταγμένης·   ἄλλως    γὰρ   οὐκ   ἔνι   τῆς   βασιλείας   τυχεῖν,    μὴ σταυρωθέντα.  Μὴ ἀπατῶμεν  ἑαυτούς.  Εἰ γὰρ  ἐν  πολέμῳ  σωθῆναι  οὐ  δυνατὸν τρυφῶντα καὶ χρηματιζόμενον καὶ καπηλεύοντα καὶ ῥᾳθυμοῦντα· πολλῷ μᾶλλον ἐν τῷ πολέμῳ τούτῳ. Ἢ οὐκ οἴεσθε πόλεμον εἶναι νῦν πάντων  πολέμων  χαλεπώτα τον; Οὐκ ἔστιν ἡμῖν, φησὶν, ἡ πάλη πρὸς αἷμα καὶ σάρκα. Καὶ ἀριστῶσι, καὶ βαδίζουσι, καὶ λουομένοις πάρεστιν ὁ ἐχθρός. Οὐ γὰρ οἶδε καιρὸν ἀνακωχῆς, εἰ μὴ τὸν  τοῦ  ὕπνου  μόνον·  πολλάκις  δὲ καὶ  τότε  πολεμεῖ,  καὶ  λογισμοὺς  ἐμβάλλων ἀκαθάρτους, καὶ ἀσελγεστέρους ἀπὸ τῶν ὀνειράτων ἐργαζόμενος. Ἡμεῖς δὲ ὡς περὶ μικροῦ τοῦ πράγματος ὄντος, ὑπὲρ οὗ ἐκεῖνος πολεμεῖ, οὐ νήφομεν, οὐδὲ διανιστάμεθα, οὐδὲ βλέπομεν εἰς τὸ πλῆθος τῶν ἀντικειμένων  ἡμῖν δυνάμεων· οὐκ ἐννοοῦμεν,  ὅτι  τοῦτο  αὐτὸ  τῆς  μεγίστης  δυσπραγίας  ἐστίν·  ἀλλ'  ὑπὸ  τοσούτων  κυκλούμενοι πολέμων, ὡς ἐν εἰρήνῃ τρυφῶμεν. Πιστεύσατέ μοι, ὧν Παῦλος ἔπαθε χαλεπώτερα  ἔστι παθεῖν  νῦν.  Ἔβαλλον  αὐτὸν  τότε  λίθοις  ἐκεῖνοι·  ἔστι ῥήμασι βάλλεσθαι καὶ νῦν λίθων  χαλεπωτέροις. Τί οὖν δεῖ ποιεῖν; Ὅπερ ἐκεῖνος ἐποίησε· τοὺς βάλλοντας  γὰρ οὐκ ἐμίσησεν, ἀλλὰ συράντων  αὐτὸν  εἰσῆλθε πάλιν  εἰς τὴν πόλιν, εὐεργετήσων τοὺς τὰ τοιαῦτα ἠδικηκότας. Ἂν ἐνέγκῃς καὶ σὺ τὸν ὑβριστὴν τὸν τραχὺν, τὸν ἀδίκως σε ἐργασάμενον ταῦτα, ἐλιθάσθης καὶ σύ. Μὴ γὰρ εἴπῃς, ὅτι Οὐδὲν  ἠδίκησα.  Τί  γὰρ  Παῦλος  ἠδίκησεν  ἵνα  λιθασθῇ;  Βασιλείαν  κατήγγελλε, πλάνης ἀπῆγε, τῷ Θεῷ προσῆγε· ταῦτα στεφάνων ἄξια, ταῦτα ἀνακηρύξεως, ταῦτα μυρίων ἀγαθῶν, οὐ λίθων· ἀλλ' ὅμως τἀναντία ἔπασχεν. Αὕτη γὰρ ἡ λαμπρὰ νίκη. Καὶ ἔσυραν αὐτὸν, φησί. Καί σε πολλάκις σύρουσιν· ἀλλὰ μὴ ὀργισθῇς, ἀλλὰ κήρυξον τὸν λόγον διὰ τῆς ἐπιεικείας. Ὕβρισέ σε; Σίγησον, καὶ εὐλόγησον εἰ δύνασαι, καὶ οὕτως  ἐκήρυξας καὶ σὺ τὸν  λόγον,  ἐπαίδευσας ἐπιείκειαν,  ἐπαίδευσας πραότητα. Οἶδα πολλοὺς οὐχ οὕτω τραύμασιν ἀλγοῦντας, ὡς πληγῇ τῇ διὰ ῥημάτων· τοῦτο μὲν γὰρ τὸ τραῦμα τὸ σῶμα δέχεται, ἐκεῖνο δὲ ἡ ψυχή. Ἀλλὰ μὴ ἀλγήσωμεν, μᾶλλον δὲ ἀλγήσαντες   ἐνέγκωμεν.   Οὐχ  ὁρᾶτε  τοὺς  πυκτεύοντας,   οἳ  διατετρωμένοι   τὰς κεφαλὰς, τοὺς ὀδόντας ἐνδακόντες, οὕτως ἡμέρως φέρουσι τὰς ἀλγηδόνας; Ἐνταῦθα δὲ οὐ χρεία βρύξαι τοὺς ὀδόντας, οὐ χρεία δακεῖν. Ἀναμνήσθητι τοῦ ∆εσπότου τοῦ
σοῦ, καὶ τὸ φάρμακον εὐθέως ἐπέθηκας τῇ μνήμῃ· ἀναμνήσθητι Παύλου· ἐννόησον ὅτι σὺ ἐνίκησας ὁ πληττόμενος, ἐκεῖνος δὲ ἥττηται ὁ πλήξας, καὶ τὸ πᾶν ἰάσω διὰ τούτου. Ῥοπή ἐστι, μὴ συναρπαγῇς, καὶ τὸ πᾶν κατώρθωσας εὐθέως· μὴ κινηθῇς, καὶ τὸ πᾶν  ἔσβεσας. Μεγάλη παραμυθία τὸ διὰ Χριστόν τι παθεῖν·  οὐ κηρύττεις  τὸν λόγον τῆς πίστεως, ἀλλὰ κηρύττεις τὸν λόγον τῆς φιλοσοφίας. Ἀλλ' ὅσῳ ἂν ἴδῃ τὴν ἐπιείκειαν, φησὶ, τοσούτῳ μᾶλλον ἐπιτίθεται. ∆ιὰ τοῦτο οὖν ἀλγεῖς, ὅτι μᾶλλόν σοι τοὺς   μισθοὺς  αὔξει;  Ἀλλ'   ἄχρηστος  γίνεται,   φησί.  Τοῦτο  σκῆψις  τῆς   ἰδίας μικροψυχίας· ἑτέρως ἄχρηστος γίνεται,  ἂν ἀμύνῃ. Εἰ ᾔδει ὁ Θεὸς, ὅτι διὰ τοῦ μὴ ἀμύνεσθαι  ἄχρηστοι ἐγίνοντο  οἱ ἄδικοι,  οὐκ ἂν  τοῦτο  ἐπέταξεν,  ἀλλ' εἶπεν  ἂν, Ἄμυνον σαυτῷ· ἀλλ' οἶδεν ὅτι οὕτω μᾶλλον ὠφελεῖται. Μὴ ἀντινομοθέτει  τῷ Θεῷ· ἐκείνῳ  πείθου. Οὐκ εἶ σὺ ἀγαθώτερος  τοῦ ποιήσαντος  ἡμᾶς. Εἶπεν, Ὑβριζόμενος φέρε· σὺ λέγεις. Ἀνθυβρίζω, ἵνα μὴ ἄχρηστος γένηται. Σὺ οὖν μᾶλλον αὐτοῦ φροντίζεις; Πάθους ταῦτα καὶ τραχύτητος τὰ ῥήματα καὶ ἀλαζονείας καὶ τοῦ ἀντινομοθετεῖν  τῷ Θεῷ. Εἰ γὰρ καὶ ἐβλάπτετο, οὐχὶ πείθεσθαι ἐχρῆν; Ὅταν ὁ Θεός τι προστάττῃ, μὴ ἀντινομοθετῶμεν  ἡμεῖς. Ἀπόκρισις, φησὶν, ὑποπίπτουσα  ἀποστρέφει ὀργάς. Ἄρα τοῦτο ποιεῖ ὑποπίπτουσα, οὐκ ἐναντιουμένη.  Εἰ σὲ ὠφελεῖ, κἀκεῖνον  ὠφελεῖ·  εἰ  δέ  σε βλάπτει  τὸν  μέλλοντα  διορθοῦσθαι  ἐκεῖνον,  πολλῷ μᾶλλον ἐκεῖνον. Ἰατρὲ, θεράπευσον σεαυτόν. Εἶπε κακῶς; Ἐπαίνεσον σύ· ἐλοιδόρησεν; Ἐγκωμίασον· ἐπεβούλευσεν; Εὐεργέτησον· τοῖς ἐναντίοις  αὐτὸν ἀμείβου, εἴ γε ὅλως τῆς ἐκείνου σωτηρίας προνοεῖς, καὶ μὴ σαυτοῦ τὸ πάθος ἐκδικεῖν θέλε. Καὶ μὴν πολλάκις, φησὶν, ἀπολαύσας μακροθυμίας χείρων γέγονε. Τοῦτο οὐ παρὰ σὲ, ἀλλὰ παρ' αὐτόν. Βούλει μαθεῖν οἷα ἔπαθεν ὁ Θεός; Τὰ θυσιαστήρια αὐτοῦ κατέσκαψαν, τοὺς προφήτας ἀπέκτειναν, καὶ πάντα ἔφερεν. Οὐκ ἠδύνατο σκηπτὸν ἄνωθεν  καταγαγεῖν; Ἀλλ' ὅτε τοὺς προφήτας ἀπέστειλε, καὶ ἀνεῖλον  αὐτοὺς, τότε τὸν Υἱὸν ἔπεμψεν· ὅτε μείζονα ἠσέβησαν, τότε μειζόνως εὐηργέτησε; Καὶ σὺ ἂν ἴδῃς τραχυνόμενον, τότε μειζόνως εἶξον· μείζονος γὰρ ἡ μανία αὕτη δεῖται παραμυθίας. Ὅσῳ ἂν  χαλεπώτερα  ὑβρίζῃ,  τοσούτῳ  πλείονος  ἐπιεικείας  δεῖται·  καὶ  καθάπερ πυρετὸς ὅταν σφοδρὸν πνεύσῃ, τότε δεῖται τοῦ εἴκοντος· οὕτω καὶ ὁ θυμούμενος. Τὸ θηρίον ὅταν μάλιστα ἀγριαίνῃ, τότε φεύγομεν ἅπαντες· οὕτω καὶ τὸν ὀργιζόμενον. Μὴ νομίσῃς τοῦτο τιμὴν εἶναι· ἐπεὶ καὶ τὸ θηρίον τιμῶμεν, καὶ τοὺς μαινομένους γοῦν τιμῶμεν, ὅταν ἐκκλίνωμεν; Οὐδαμῶς· ἀτιμία τοῦτό ἐστι καὶ ὕβρις· μᾶλλον δὲ οὐκ ἀτιμία  καὶ ὕβρις, ἀλλ' ἔλεος καὶ φιλανθρωπία.  Οὐχ ὁρᾷς τοὺς ναύτας,  ὅταν σφοδρὸν  ἐμπνεύσῃ  τὸ  πνεῦμα,  καθαιροῦντας  τὰ  ἱστία,  ὥστε  μὴ  καταδῦσαι  τὸ σκάφος; τοὺς ἵππους ὅταν συναρπάσωσι τὸν ἐπιβάτην, συνενδιδόντα, καὶ οὐ καθέλκοντα, ἵνα μὴ αὐτομάτως κενώσῃ τὴν δύναμιν;


δʹ. Τοῦτο καὶ σὺ ποίησον. Πῦρ ἐστιν ὁ θυμὸς, φλόξ ἐστιν ὀξεῖα δεομένη ὕλης· μὴ παράσχῃς τὴν τροφὴν τῷ πυρὶ, καὶ ταχέως  ἔσβεσας τὸ κακόν. Οὐκ ἔχει  καθ' ἑαυτὴν  ἰσχὺν  ἡ ὀργὴ, ἂν  μὴ ἕτερος ὁ τρέφων αὐτὴν ᾖ. Οὐδεμία σοί ἐστιν ἀπολογία. Ἐκεῖνος κατέχεται τῇ μανίᾳ, καὶ οὐκ οἶδε τί ποιεῖ· σὺ θεωρῶν  αὐτὸν, ὅταν τοῖς αὐτοῖς περιπέσῃς, καὶ μηδὲ ἐξ ἐκείνου σωφρονισθῇς, ποία συγγνώμη; Εἰ ἐν συμποσίῳ τις γενόμενος τινὰ ἐν προθύροις ἴδοι μεθύοντα  καὶ  ἀσχημονοῦντα,  εἶτα  καὶ  αὐτὸς  τοῖς  ὁμοίοις  περιπέσῃ,  οὐ  πολλῷ μᾶλλον μετ' ἐκεῖνον μεθύων ἀσύγγνωστος ἂν εἴη; Οὕτω καὶ ἐνταῦθα· μὴ νομίζωμεν εἶναι ἀπολογίαν  τὸ λέγειν, ὅτι Οὐκ ἐγὼ κατῆρξα· τοῦτο καθ' ἡμῶν ἐστιν, ὅτι μηδὲ ἐκεῖνον ἰδόντες ἐσωφρονίσθημεν· ὥσπερ ἂν εἴποι τις, Οὐκ ἐγὼ ἐφόνευσα πρῶτος.
∆ιὰ γὰρ τοῦτο κολάσεως εἶ ἄξιος, ὅτι μηδὲ εἰς τὸ παράδειγμα ἰδὼν ἐπέσχες σαυτόν.Εἰ ἴδοις  ἐμοῦντα  τὸν  μεθύοντα,  διασπώμενον,  διαῤῥηγνύμενον,  τοὺς ὀφθαλμοὺς ἔχοντα διατεταμένους, ἀκαθαρσίας τὴν τράπεζαν πληροῦντα, πάντας αὐτὸν ἀποφεύγοντας, εἶτα τοῖς αὐτοῖς περιπέσῃς, οὐχὶ μᾶλλον ἔσῃ μισητός; Τοιοῦτός ἐστι καὶ  ὁ  ὀργιζόμενος·  μᾶλλον   τοῦ  ἐμοῦντος  διατείνει   τὰς  φλέβας,  πυροῖ  τοὺς ὀφθαλμοὺς, διασπᾶται τὰ σπλάγχνα, ἐμεῖ πολλῷ ῥήματα τῆς τροφῆς ἐκείνης ἀκαθαρτότερα,  ἀδιαμάσητα  πάντα   φθέγγεται,   οὐδὲν   κατειργασμένον   (οὐ  γὰρ ἀφίησιν  ὁ θυμός)·  ἀλλ' ὥσπερ ἐκεῖ  πολλάκις  ἀμετρία  χυμῶν  διενοχλήσασα  τὸν στόμαχον, πάντα ἐκένωσεν· οὕτω καὶ ἐνταῦθα ἀμετρία θερμότητος διενοχλήσασα τὴν ψυχὴν, οὐκ ἀφίησι στέγειν ἃ σιγᾷν καλὸν, ἀλλὰ ῥητὰ καὶ ἄῤῥητα λέγει, οὐχὶ τοὺς ἀκούοντας, ἀλλ' ἑαυτὸν αἰσχύνων. Ὥσπερ οὖν ἀπὸ τῶν ἐμούντων φεύγομεν, οὕτω καὶ ἀπὸ τῶν ὀργιζομένων. Τί ποιοῦντες;  Κόνιν ἐπιβάλωμεν αὐτῶν τῷ ἐμέτῳ, σιγῶντες τοὺς κύνας καλῶμεν, ὥστε αὐτὰ καταφαγεῖν τὰ ἐμεθέντα. Οἶδα ὅτι ναυτιᾶτε ἀκούοντες· ἀλλ' ὅταν ὁρᾶτε ταῦτα γινόμενα, βούλομαι τοῦτο παθεῖν ὑμᾶς, ἀλλὰ μὴ ἥδεσθαι τῷ πράγματι. Ἀκαθαρτότερος ὁ ὑβριστὴς τοῦ κυνὸς τοῦ ἐπιστρέφοντος ἐπὶ τὸν ἑαυτοῦ ἔμετον. Εἰ μὲν γὰρ ἅπαξ ἐμέσας ἐπαύετο, οὐκ ἦν κατ' ἐκεῖνον· εἰ δὲ πάλιν τὰ αὐτὰ ἐμεῖ, δῆλον ὅτι τὰ αὐτὰ φαγών. Τί οὖν βδελυκτότερον τοῦ   τοιούτου;   τί   δὲ   ἀκαθαρτότερον   ἐκείνου   τοῦ   στόματος,   τοῦ   τοιαύτας διαμασωμένου τροφάς; καίτοι γε τοῦτο φύσεως ἔργον ἐστὶν, ἐκεῖνο δὲ οὐχί· μᾶλλον δὲ καὶ τοῦτο παρὰ φύσιν κἀκεῖνο. Πῶς; Οὐ γὰρ κατὰ φύσιν τὸ ὑβρίζειν εἰκῆ, ἀλλὰ παρὰ φύσιν· οὐδὲν γοῦν ὡς ἄνθρωπος φθέγγεται, ἀλλὰ τὰ μὲν ὡς θηρίον, τὰ δὲ ὡς μαινόμενος. Ὥσπερ οὖν ἡ τῶν σωμάτων νόσος παρὰ φύσιν, οὕτω καὶ τοῦτο. Καὶ ὅτι παρὰ φύσιν ἐστὶν, εἰ ἐγχρονίσει ἐν αὐτῷ, ἀπολεῖται  κατὰ μικρόν· ἐν δὲ τῷ κατὰ φύσιν ἐγχρονίζων, οὐκ ἀπολεῖται. Ἑλοίμην ἂν ἀνθρώπῳ βόρβορον σιτουμένῳ κοινωνῆσαι  τραπέζης,  ἢ  φθεγγομένῳ  τοιαῦτα.  Οὐχ ὁρᾶτε  τοὺς  χοίρους  κόπρον διαμασωμένους; Οὕτω καὶ οὗτοι. Τί γὰρ δυσωδέστερον τῶν ῥημάτων ὧν οἱ ὑβρισταὶ φθέγγονται;  Σπουδὴ τούτοις  ἐστὶ μηδὲν  εἰπεῖν  ὑγιὲς,  μηδὲν  καθαρὸν, ἀλλ' εἴ τι αἰσχρὸν, εἴ τι ἄσχημον, τοῦτο καὶ ποιῆσαι καὶ φθέγξασθαι· καὶ τὸ δὴ χαλεπώτερον, ὅτι ἑαυτοὺς μᾶλλον αἰσχύνοντες, ἑτέρους αἰσχύνειν οἴονται. Ὅτι γὰρ ἑαυτοὺς αἰσχύνουσι, δῆλον ἐκεῖθεν. Μὴ γάρ μοι τοὺς ψευδῆ λέγοντας εἴπῃς, ἀλλὰ ἔστω τις πόρνη περιφανὴς, ἢ καὶ ἀπὸ τῆς σκηνῆς ἕτερος, καὶ ποιείτω μετά τινος μάχην· εἶτα ἐκεῖνος  αὐτῷ  ταῦτα  προφερέτω,  κἀκεῖνος  πάλιν  ὁμοίως·  τίς  μᾶλλόν  ἐστιν  ὁ ὑβρισθεὶς τοῖς ῥήμασιν; Ἐκεῖνος μὲν γὰρ ἅπερ εἶχεν ἤκουσεν, οὗτος δὲ, ἅπερ οὐκ εἶχεν· ὥστε ἐκείνῳ μὲν οὐδὲν πλέον γέγονεν εἰς αἰσχύνης λόγον, τούτῳ δὲ πολλὴ τῆς  ἀσχημοσύνης ἡ προσθήκη. Ἀλλ' ἔστω τινὰ  πάλιν  εἰργασμένα πράγματα, καὶ μόνος ὁ ὑβρίζων αὐτὰ γινωσκέτω· εἶτα πρὸ τούτου σιγῶν, ἐκπομπευέτω τὴν ὕβριν· καὶ οὕτως οὗτος ὕβρισται μᾶλλον.  Πῶς; Κήρυξ γενόμενος  κακίας,  ἀσυνειδησίας  ἀπίστου δόξαν  λαβών·  καὶ  πάντας  εὐθέως  ἐγκαλοῦντας  ὄψει,  καὶ τοιαῦτα πανταχοῦ λέγοντας· εἰ γὰρ δὴ φόνον συνῄδει, φησὶ, πάντα κενῶσαι ἐχρῆν· καὶ τὸν μὲν ὡς οὐδὲ ἄνθρωπον  ὄντα ἀποστρέφονται, μισοῦσι, θηρίον εἶναί φασιν ὠμὸν καὶ ἀπηνές· τούτῳ δὲ συγγινώσκουσι μᾶλλον  ἢ ἐκείνῳ. Οὐχ οὕτω γὰρ τοὺς τραύματα ἔχοντας μισοῦμεν, ὡς τοὺς ἐκκαλύπτειν αὐτὰ βιαζομένους καὶ δεικνύναι. Οὕτω καὶ οὗτος ὕβρισεν οὐκ ἐκεῖνον μόνον, ἀλλὰ καὶ ἑαυτὸν καὶ τοὺς ἀκούοντας καὶ  τὴν  κοινὴν   φύσιν  τῶν  ἀνθρώπων·   ἔπληξε  τὸν  ἀκροατὴν,  οὐδὲν  ἀγαθὸν εἰργάσατο. ∆ιὰ τοῦτό φησιν ὁ Παῦλος· Εἴ τις ἀγαθὸς λόγος πρὸς οἰκοδομὴν, ἵνα δῷ χάριν  τοῖς  ἀκούουσιν.  Εὔφημον  κτησώμεθα  γλῶτταν,   ἵνα  ὦμεν  ποθεινοὶ   καὶ ἐπέραστοι. Ἀλλὰ γὰρ εἰς τοῦτο προῆλθε κακίας ἅπαντα, ὥστε ἐφ' οἷς ἐγκαλύπτεσθαι ἔδει, ἐπὶ τούτοις πολλοὺς γαυριᾷν. Ἃ γὰρ ἀπειλοῦσιν οἱ πολλοὶ τοιαῦτά ἐστιν· Οὐ δύναται  ἐνεγκεῖν  τὴν γλῶσσάν μου, φησί. Γυναικὸς τὰ ῥήματα, γραὸς μεθυούσης, ἀσχημονούσης, τῶν ἐπ' ἀγορᾶς συρομένων, προαγωγοῦ. Οὐδὲν αἰσχρότερον τούτων τῶν  ῥημάτων,  οὐδὲν  ἀνανδρότερον,  οὐδὲν  γυναικωδέστερον,  ἐν  τῇ γλώττῃ  τὴν ἰσχὺν ἔχειν,  ἐπὶ τῷ λοιδορεῖν  μέγα φρονεῖν,  καθάπερ οἱ ἐν πομπαῖς, καθάπερ οἱ μῖμοι, καὶ παράσιτοι, καὶ κόλακες. Χοῖροι μᾶλλόν εἰσιν ἢ ἄνθρωποι, ὅσοι ἐπὶ τούτῳ σεμνύνονται.  ∆έον κατορύξαι σαυτὸν, δέον εἰ καί τις ἕτερός σοι ταῦτα ἐμαρτύρει, φεύγειν τὴν μαρτυρίαν ὡς ἐχθρὰν, καὶ ἄνανδρον· σὺ δὲ κήρυξ ὕβρεων γέγονας. Ἀλλ' οὐδὲν  τὸν  κακῶς  ἀκούοντα  βλάψαι  δυνήσῃ. ∆ιὸ παρακαλῶ,  ἐννοήσαντες  ὅση ἡ κακία, ὅτι καὶ ἐγκαυχῶνται πολλοὶ, ἀνανήψωμεν, διορθωσώμεθα τοὺς οὕτω μαινομένους, ἀνέλωμεν ταῦτα ἐκ τῆς πόλεως τὰ συνέδρια, καλλωπίσωμεν ἡμῶν τὴν γλῶτταν, πάσης κακηγορίας ἀπαλλάξωμεν, ἵνα δυνηθῶμεν καθαρεύοντες τῶν ἁμαρτημάτων, τὴν ἄνωθεν  εὔνοιαν  ἐπισπάσασθαι, καὶ τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας  ἀξιωθῆναι, χάριτι καὶ οἰκτιρμοῖς τοῦ Μονογενοῦς αὐτοῦ, μεθ' οὗ τῷ
Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/







Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |