Ιωάννης Χρυσόστομος
Είς Πράξεις Αποστόλων
Τόμος 60
ΚΒ΄ Ἀνὴρ δέ τις ἐν Καισαρείᾳ, ὀνόματι Κορνήλιος, ἑκα τοντάρχης, ἐκ σπείρας τῆς καλουμένης Ἰταλικῆς, εὐσεβὴς καὶ φοβούμενος τὸν Θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ, ποιῶν ἐλεημοσύνας πολλὰς τῷ λαῷ, καὶ δεόμενος τοῦ Θεοῦ διὰ παντὸς, εἶδεν ἐν ὁρά ματι φανερῶς, ὡσεὶ ὥρᾳ ἐνάτῃ τῆς ἡμέρας, ἄγγελον Θεοῦ εἰσελθόντα πρὸςαὐτὸν, καὶ εἰπόντα αὐτῷ· Κορνήλιε. Ὁ δὲ ἀτενίσας αὐτῷ, καὶ ἔμφοβος γενό μενος, εἶπε· Τί ἐστι, Κύριε; Εἶπε δὲ αὐτῷ· Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ.
αʹ. Οὗτος οὐκ ἔστιν Ἰουδαῖος, οὐδὲ ζῶν κατὰ τὸν νόμον, ἀλλ' ἤδη προειλήφει τὴν ἡμετέραν πολιτείαν. Καὶ ὅρα δύο πιστεύοντας τέως, τόν τε εὐνοῦχον τὸν ἀπὸ τῆς Γάζης, καὶ τοῦτον, ἐν ἀξιώμασιν ὄντας ἀμφοτέρους καὶ πολλὴν ὑπὲρ τούτων γινομένην σπουδήν. Ἀλλὰ μὴ νομίσῃς, ὅτι διὰ τὰ ἀξιώματα. Οὐ διὰ ταῦτα, μὴ γένοιτο· ἀλλὰ διὰ τὴν εὐλάβειαν. ∆ιὰ γοῦν τοῦτο καὶ τὰ ἀξιώματα τέθειται, ἵνα μείζων ἡ εὐλάβεια δειχθῇ. Θαυμαστότερον καὶ γὰρ ὅταν ἐν πλούτῳ καὶ δυναστείᾳ τις ὢν, τοιοῦτος ᾖ. Ἀλλὰ μέγα ἐκείνου ἐγκώμιον τὸ τοσαύτην ἀποδημίαν στέλλεσθαι, καὶ τὸ, μηδὲ καιροῦ τοιούτου ὄντος, ἐν ὁδῷ ἀναγινώσκειν, καὶ τὸ ἐπὶ ὀχήματος φερόμενον τὸν Φίλιππον παρακαλεῖν, καὶ μυρία ἕτερα· μέγα καὶ τούτου, τὸ ἐλεημοσύνας ποιεῖν καὶ εὐχὰς, καὶ εὐσεβῆ εἶναι ἐν ἀρχῇ τοιαύτῃ.
∆ιὸ καὶ ἀπὸ ταύτης τὸν ἄνδρα ποιεῖ γνώριμον· εἰκότως, ἵνα μή τις εἴπῃ, ὅτι ψεύδεται τῶν Γραφῶν ἡ ἱστορία. Ἐκ σπείρας, φησὶ, τῆς καλουμένης Ἰταλικῆς. Σπεῖρά ἐστιν, ὃ καλοῦμεν νυνὶ νούμερον. Εὐσεβὴς καὶ φοβούμενος τὸν Θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ. Ταῦτα λέγει, ἵνα μὴ νομίσῃς, ὅτι διὰ τὸ ἀξίωμα τὰ κατ' αὐτὸν οὕτως οἰκονομεῖται. Ὅτε οὖν Παῦλον προσαχθῆναι ἔδει, οὐδαμοῦ ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος φαίνεται· οὐδὲ πέμπει αὐτὸν πρὸς ἕνα τινὰ τῶν δώδεκα, ἀλλὰ πρὸς Ἀνανίαν. Ἐνταῦθα δὲ τοὐναντίον, τὸν κορυφαῖον ἄγει, ὡς Φίλιππον πρὸς τὸν εὐνοῦχον, συγκαταβαίνων αὐτῶν τῇ ἀσθενείᾳ, καὶ διδάσκων, πῶς κεχρῆσθαι δεῖ τοῖς τοιούτοις· ἐπεὶ καὶ ὁ Χριστὸς αὐτὸς ἀπιὼν φαίνεται πολλάκις πρὸς τοὺς κακῶς πάσχοντας, καὶ δι' ἑαυτῶν προσιέναι μὴ δυναμένους. Θέα δέ μοι κἀνταῦθα πάλιν ἐλεημοσύνης ἄλλο ἐγκώμιον, ὥσπερ ἐκεῖ διὰ τῆς Ταβηθᾶς. Ἀνὴρ, φησὶν, εὐσεβὴς καὶ φοβούμενος τὸν Θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ. Ἀκούσωμεν, ὅσοι τῶν οἰκείων ἀμελοῦμεν. Οὗτος δὲ καὶ στρατιωτῶν ἐπεμελεῖτο, ποιῶν τε ἐλεημοσύνας παντὶ τῷ λαῷ. Οὕτω καὶ τὰ δόγματα καὶ ὁ βίος αὐτῷ διώρθωτο. Εἶδεν ἐν ὁράματι φανερῶς, ὡσεὶ ὥρᾳ ἐνάτῃ τῆς ἡμέρας, ἄγγελον Θεοῦ εἰσελθόντα πρὸς αὐτὸν, καὶ εἰπόντα αὐτῷ· Κορνήλιε. ∆ιὰ τί βλέπει τὸν ἄγγελον; Καὶ τοῦτο εἰς πληροφορίαν Πέτρου· μᾶλλον δὲ οὐκ ἐκείνου, ἀλλὰ τῶν ἄλλων τῶν ἀσθενεστέρων. Ἐνάτῃ δὲ ὥρᾳ, ὅτε φροντίδων ἠφίετο, καὶ ἐν ἡσυχίᾳ ἦν, ὅτε ἐν εὐχαῖς καὶ ἐν κατανύξει. Ἀτενίσας δὲ αὐτῷ καὶ ἔμφοβος γενόμενος, εἶπεν. Ὅρα τὸν ἄγγελον οὐκ εὐθέως λέγοντα, ἃ λέγει, ἀλλὰ πρότερον λύοντα τὸν φόβον, καὶ τὴν διάνοιαν αὐτοῦ μετεωρίζοντα. Καὶ γὰρ ἀπὸ τῆς ὄψεως φόβος ἐγένετο· ἀλλὰ φόβος σύμμετρος, ὅσον ἐπιστρέψαι μόνον. Εἶτα τὰ ῥήματα τὸν φόβον ἔλυσε· μᾶλλον δὲ ὁ δι' αὐτῶν ἔπαινος τὸ τοῦ φόβου τραχὺ κατελέανεν. Ἄκουε δὲ καὶ οἷα τὰ ῥήματα· Αἱ εὐχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ. Νῦν οὖν πέμψον εἰς Ἰόππην ἄνδρας, καὶ μετακάλεσαι Σίμωνα, ὃς ἐπικαλεῖται Πέτρος. Ἵνα μὴ ἐπ' ἄλλον ἔλθωσιν, οὐκ ἀπὸ τοῦ ἐπωνύμου μόνον, ἀλλὰ καὶ ἀπὸ τοῦ τόπου δηλοῖ τὸν ἄνδρα. Καὶ αὐτός ἐστι ξενιζόμενος πρὸς Σίμωνά τινα βυρσέα, ᾧ ἐστιν οἰκία παρὰ θάλασσαν. Εἶδες, πῶς τὰ ἀνακεχωρημένα τῶν πόλεων ἐδίωκον οἱ ἀπόστολοι, ἐρημίας ὄντες φίλοι καὶ ἡσυχίας; Τί οὖν, εἰ συνέβη καὶ ἄλλον εἶναι Σίμωνα καὶ βυρσέα; Ἀλλ' εἶχε καὶ ἄλλο σημεῖον, τὸ παρὰ θάλασσαν οἰκεῖν. Τὰ τρία οὐκ ἦν δυνατὸν συμπεσεῖν. Καὶ οὐκ εἶπε, διὰ τί, ἵνα μὴ ἐκλύσῃ αὐτόν· ἀλλὰ ἀφῆκεν, ὥστε ἐν ἐπιθυμίᾳ καὶ πόθῳ τῆς ἀκροάσεως γενέσθαι. Ὡς δὲ ἀπῆλθεν ὁ ἄγγελος ὁ λαλῶν τῷ Κορνηλίῳ, φωνήσας δύο τῶν οἰκετῶν αὐτοῦ, καὶ στρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῷ, καὶ ἐξηγησάμενος αὐτοῖς πάντα, ἀπέστειλεν αὐτοὺς εἰς τὴν Ἰόππην. Ὁρᾷς, ὅτι οὐχ ἁπλῶς ταῦτα λέγει, ἀλλ' ὅτι καὶ οἱ προσκαρτεροῦντες αὐτῷ τοιοῦτοι ἦσαν, ἵνα δείξῃ; Καὶ ἐξηγησάμενος αὐτοῖς πάντα, φησίν. Ὅρα τὸ ἄτυφον. Οὐκ εἶπε· Καλέσατέ μοι Πέτρον· ἀλλ' ὥστε καὶ πεῖσαι, ἐξηγήσατο ἅπαντα· οὕτως οἰκονομίας ἦν. Οὐ γὰρ ἠξίου ἀπὸ τοῦ ἀξιώματος αὐτὸν μεταπέμψασθαι· διὰ τοῦτο ἐξηγεῖται λοιπόν. Τοσοῦτον ἦν μέτριος ὁ ἀνήρ· καίτοι οὐδὲν μέγα ἦν φαντασθῆναι περὶ ἀνδρὸς καταγομένου παρὰ βυρσεῖ. Τῇ δὲ ἐπαύριον ὁδοιπορούντων ἐκείνων καὶ τῇ πόλει ἐγγιζόντων, ἀνέβη Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι περὶ ὥραν ἕκτην. Ὅρα, πῶς τοὺς καιροὺς συνάγει τὸ Πνεῦμα, καὶ οὔτε θᾶττον, οὔτε βραδύτερον ποιεῖ τοῦτο γενέσθαι. Ἀνέβη, φησὶν, ὁ Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι περὶ ὥραν ἕκτην· τουτέστι, κατ' ἰδίαν, καὶ ἐν ἡσυχίᾳ, ὡς ἂν ἐν ὑπερῴῳ. Ἐγένετο δὲ πρόσπεινος, καὶ ἤθελε γεύσασθαι. Παρασκευαζόντων δὲ ἐκείνων, ἐπέπεσεν ἐπ' αὐτὸν ἔκστασις, καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον. Τί ἐστιν ἔκστασις; Πνευματικὴ, φησὶ, θεωρία γέγονεν αὐτῷ· τοῦ σώματος, ὡς ἂν εἴποι τις, ἐξέστη ἡ ψυχή. Καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον, καὶ καταβαῖνον ἐπ' αὐτὸν σκεῦός τι ὡς ὀθόνην μεγάλην, τέσσαρσιν ἀρχαῖς δεδεμένον καὶ καθιέμενον ἐπὶ τῆς γῆς, ἐν ᾧ ὑπῆρχε πάντα τὰ τετράποδα τῆς γῆς, καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ. Καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν· Ἀναστὰς, Πέτρε, θῦσον καὶ φάγε. Ὁ δὲ Πέτρος εἶπεν· Μηδαμῶς, Κύριε, ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν ἢ ἀκάθαρτον. Καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν· Ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου. Τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς· καὶ πάλιν ἀνελήφθη τὸ σκεῦος εἰς τὸν οὐρανόν.
βʹ. Τί ποτε τοῦτό ἐστι; Σύμβολον τῆς οἰκουμένης ἁπάσης τὸ πρᾶγμα γίνεται. Ὁ ἄνθρωπος ἀκρόβυστος ἦν, καὶ οὐδὲν κοινὸν εἶχε πρὸς Ἰουδαίους. Ἐπεὶ οὖν ἔμελλον αὐτοῦ κατηγορεῖν ἅπαντες ὡς παραβάτου, καὶ τοῦτο πάνυ αὐτοῖς προσίστατο, ἀναγκαίως οἰκονομεῖται εἰπεῖν, Οὐδέποτε ἔφαγον· οὐχὶ αὐτὸς δεδοικὼς, μὴ γένοιτο, ἀλλ' ὑπὸ τοῦ Πνεύματος, ὡς ἔφην, οἰκονομούμενος, ἵν' ἔχῃ ἀπολογίαν πρὸς τοὺς ἐγκαλοῦντας, ὅτι καὶ ἀντεῖπεν· πάνυ γὰρ αὐτοῖς ἔμελε τοῦ τὸν νόμον φυλάττεσθαι. Εἰς ἔθνη ἐπέμπετο. Ἵνα οὖν μὴ καὶ οὗτοι αὐτοῦ κατηγορῶσιν, ὡς ἔφθην εἰπὼν, ταῦτα οἰκονομεῖται· ἢ καὶ ἵνα μὴ δόξῃ φαντασία τις εἶναι, εἶπε, Μηδαμῶς, Κύριε, ὅτι οὐδέποτε ἔφαγον κοινὸν ἢ ἀκάθαρτον. Ἐγένετο δὲ φωνὴ πρὸς αὐτόν· Ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου. Τοῦτο δοκεῖ μὲν πρὸς αὐτὸν λέγεσθαι· τὸ δὲ πᾶν πρὸς Ἰουδαίους λέγεται. Εἰ γὰρ ὁ διδάσκαλος ἐπιτιμᾶται, πολλῷ μᾶλλον οὗτοι. Ἡ οὖν σινδὼν, τοῦτό ἐστιν ἡ γῆ· τὰ δὲ ἐν αὐτῇ θηρία, οἱ ἐξ ἐθνῶν· τὸ δὲ, Θῦσον καὶ φάγε, ὅτι κἀκείνοις δεῖ προσιέναι· τὸ δὲ τρίτον τοῦτο γενέσθαι, τὸ βάπτισμα δηλοῖ. Μηδαμῶς, Κύριε, οὐδέποτε ἔφαγον κοινὸν ἢ ἀκάθαρτον. Καὶ διὰ τί, φησὶν, ἀντεῖπεν; Ἵνα μή τις εἴπῃ, ὅτι ἐπείραζεν ὁ Θεὸς αὐτὸν, ὥσπερ ἐπὶ τοῦ Ἀβραὰμ, ὅτε ἐκελεύετο τὸν υἱὸν θυσίαν ἀνενεγκεῖν· ὡς ἐπὶ τοῦ Φιλίππου, ὅτε, Πόσους ἄρτους ἔχετε; ὑπὸ τοῦ Χριστοῦ ἠρωτήθη· οὐχ ἵνα μάθῃ, ἀλλὰ πειράζων αὐτόν. Καὶ μὴν ἐν τῷ νόμῳ περὶ καθαρῶν καὶ ἀκαθάρτων διεστείλατο Μωϋσῆς τῶν τε ἐν γῇ τῶν τε ἐν θαλάσσῃ· καὶ ὅμως οὐδὲ οὕτως ᾔδει. Ὡς δὲ ἐν ἑαυτῷ διηπόρει ὁ Πέτρος, τί ἂν εἴη τὸ ὅραμα, ὃ εἶδε, καὶ ἰδοὺ οἱ ἄνδρες οἱ ἀπεσταλμένοι ἀπὸ τοῦ Κορνηλίου, διερωτήσαντες τὴν οἰκίαν τοῦ Σίμωνος, ἐπέστησαν ἐπὶ τὸν πυλῶνα, καὶ φωνήσαντες, ἐπυνθάνοντο, εἰ Σίμων ὁ ἐπικαλούμενος Πέτρος ἐνθάδε ξενίζεται. Θαμβουμένῳ καθ' ἑαυτὸν καὶ διαποροῦντι τῷ Πέτρῳ, ἔρχονται οἱ ἄνδρες εὐκαίρως τὴν ἀπορίαν λύοντες· ἐπεὶ καὶ τὸν Ἰωσὴφ πρότερον εἴασε θορυβηθῆναι, καὶ τότε τὸν ἀρχάγγελον πέμπει. Εὐκόλως γὰρ ἡ ψυχὴ δέχεται τὴν λύσιν, πρότερον ἐν ἀπορίᾳ γενομένη. Οὔτε οὖν ἐπὶ πολὺ γίνεται αὐτῷ τὰ τῆς ἀπορίας, οὔτε πρὸ τούτου, ἀλλὰ περὶ τὸν καιρὸν τοῦ ἀρίστου. Τοῦ δὲ Πέτρου διενθυμουμένου περὶ τοῦ ὁράματος, εἶπεν αὐτῷ τὸ Πνεῦμα· Ἰδοὺ ἄνδρες ζητοῦσί σε. Ἀλλὰ ἀναστὰς, κατάβηθι καὶ πορεύου σὺν αὐτοῖς, μηδὲν διακρινόμενος, διότι ἐγὼ ἀπέσταλκα αὐτούς. Καὶ πάλιν τοῦτο ἀπολογία Πέτρου πρὸς τοὺς μαθητὰς, ἵνα μάθωσιν, ὅτι καὶ διεκρίθη, καὶ ἐπαιδεύθη μηδὲν διακρίνεσθαι. Ὅτι ἐγὼ, φησὶν, αὐτοὺς ἀπέσταλκα. Ὅρα ὅση τοῦ Πνεύματος ἡ ἐξουσία. Ὃ δὲ ποιεῖ ὁ Θεὸς, τοῦτο λέγεται τὸ Πνεῦμα ποιεῖν. Ὁ μὲν οὖν ἄγγελος οὐχ οὕτως· ἀλλὰ πρῶτον εἰπὼν, Αἱ εὐχαί σου καὶ αἱ ἐλεημοσύναι σου, τότε φησὶν, Ἀπόστειλον, ἵνα δείξῃ, ὅτι ἐκεῖθεν ἀπέσταλται· τὸ δὲ Πνεῦμα, ἐπεὶ Κύριον, Ἐγὼ αὐτοὺς ἀπέσταλκα. Καταβὰς δὲ ὁ Πέτρος πρὸς τοὺς ἄνδρας, εἶπεν· Ἰδοὺ ἐγώ εἰμι, ὃν ζητεῖτε. Τίς ἡ αἰτία δι' ἣν πάρεστε; Οἱ δὲ εἶπον· Κορνήλιος ὁ ἑκατοντάρχης, ἀνὴρ δίκαιος καὶ φοβούμενος τὸν Θεὸν, μαρτυρούμενός τε ὑπὸ ὅλου τοῦ ἔθνους τῶν Ἰουδαίων, ἐχρηματίσθη ὑπὸ ἀγγέλου ἁγίου μεταπέμψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἀκοῦσαι ῥήματα παρὰ σοῦ. Λέγουσι τὰ ἐγκώμια, ὥστε πεῖσαι, ὅτι καὶ ἄγγελος ὤφθη αὐτῷ. Εἰσκαλεσάμενος οὖν αὐτοὺς ἐξένισεν. Ὁρᾷς, πόθεν ἡ ἀρχὴ γίνεται τῶν ἐθνῶν; Ἀπὸ ἀνδρὸς εὐσεβοῦς, ἀξίου φανέντος ἀπὸ τῶν ἔργων. Εἰ γὰρ καὶ τοῦτο γέγονε, καὶ ὅμως σκανδαλίζονται, εἰ μὴ τοῦτο ἦν, τί οὐκ ἂν εἶπον Ἰουδαῖοι; Εἰσκαλεσάμενος οὖν, φησὶν, αὐτοὺς ἐξέ νισε. Θέα πόση ἀσφάλεια. Ὥστε μηδὲν αὐτοὺς παθεῖν δεινὸν, εἰσκαλεῖται, καὶ μετὰ παῤῥησίας λοιπὸν συνδιαιτᾶται. Τῇ δὲ ἐπαύριον ἀναστὰς ὁ Πέτρος, ἐξῆλθε σὺν αὐτοῖς, καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ Ἰόππης συνῆλθον αὐτῷ, καὶ τῇ ἐπαύριον εἰσῆλθον εἰς τὴν Καισάρειαν. Ἐπίσημος ἦν ὁ ἀνὴρ, ὡς ἐν ἐπισήμῳ πόλει τυγχάνων. ∆ιὸ καὶ ἐπ' αὐτῷ πάντα ὁμοῦ οἰκονομεῖται, καὶ ἀπὸ τῆς Ἰουδαίας ἀρχὴν λαμβάνει τὸ πρᾶγμα· οἷον τὸ μὴ ὑπνοῦντι ὀφθῆναι, ἀλλ' ἐγρηγορότι, τὸ ἐν ἡμέρᾳ· περὶ ἐνάτην γὰρ ὥραν· οὕτως ἑαυτῷ προσεῖχεν. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Καὶ εἶπεν ὁ ἄγγελος· Αἱ εὐχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ. Ἐντεῦθεν δῆλον, ὅτι διὰ φωνῆς ἐκάλεσεν ὁ ἄγγελος, καὶ οὕτως εἶδεν αὐτόν· ὡς εἰ μὴ ἐκάλεσεν, οὐδ' ἂν εἶδεν· οὕτω συντεταμένος ἦν ἀπὸ τοῦ πράγματος, ἐν ᾧ ἦν. Καὶ μετάπεμψαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον. Τέως, ὅτι ἐπὶ χρηστοῖς αὐτὸν μετακαλέσεται, ἐδήλωσε· ποίοις δὲ χρηστοῖς, οὐκ ἔτι. Οὕτως οὐδὲ Πέτρος λέγει τὸ πᾶν· ἀλλὰ πανταχοῦ ἐκ μέρους τὰ διηγήματα, ὥστε διεγείρειν τοὺς ἀκούοντας. Οὕτω καὶ Φίλιππον καλεῖ μόνον εἰς τὴν ἔρημον. Ἀνέβη δὲ Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι περὶ ὥραν ἕκτην, καὶ ἔπεσεν ἐπ' αὐτὸν ἔκστασις, καὶ θεωρεῖ σκεῦός τι ὡς ὀθόνην. Σκόπει, ὅτι οὐδὲ ἡ πεῖνα ἠνάγκασεν αὐτὸν προσδραμεῖν τῇ σινδόνι. Ἵνα δὲ μὴ ἐν πλείονι ἀπορίᾳ ὁ Πέτρος ᾖ, ἀκούει λεγούσης φωνῆς· Ἀναστὰς, Πέτρε, θῦσον καὶ φάγε. Ἴσως ἐπὶ γόνατα κείμενος εἶδε τὴν ὀπτασίαν· ἐμοὶ δὲ δοκεῖ διὰ τὸ κήρυγμα ταύτην ἑωρακέναι. Ὅτι δὲ καὶ θεῖον ἦν τὸ γινόμενον, δῆλον ἔκ τε τοῦ ἄνωθεν ἰδεῖν καταβαῖνον, ἔκ τε τοῦ ἐν ἐκστάσει γενέσθαι. Τὸ δὲ καὶ φωνὴν ἐκεῖθεν ἐνεχθῆναι, καὶ τὸ τρὶς τοῦτο γενέσθαι, καὶ τὸ οὐρανὸν ἀνεῳχθῆναι, καὶ τὸ ἐκεῖθεν ἥκειν, καὶ τὸ ἐκεῖ ἀναρπασθῆναι πάλιν, μέγα δεῖγμα τοῦ θεῖον εἶναι τὸ πρᾶγμα.
γʹ. ∆ιὰ τί δὲ τοῦτο γίνεται; ∆ιὰ τοὺς μετὰ ταῦτα, οἷς μέλλει ἐξηγεῖσθαι· ἐπεὶ αὐτὸς ἤδη ἀκούσας ἦν, ὅτι Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε. Καὶ μὴ θαυμάσῃς. Εἰ γὰρ περιτομῆς ἐδεήθη καὶ θυσίας Παῦλος, πολλῷ μᾶλλον τότε ἐν ἀρχῇ τοῦ κηρύγματος ἀσθενεστέρων ὄντων αὐτῶν, τούτων ἔδει. Καὶ ἰδοὺ οἱ ἄνδρες, φησὶ, οἱ ἀπεσταλμένοι ἀπὸ τοῦ Κορνηλίου ἐπέστησαν ἐπὶ τὸν πυλῶνα· καὶ φωνήσαντες ἐπυνθάνοντο, εἰ Σίμων ὁ ἐπικαλούμενος Πέτρος ἐνθάδε ξενίζεται. Ἅτε ὡς εὐτελῆ οἰκίαν, κάτωθεν ἐπυνθάνοντο, οὐ τοὺς γείτονας ἠρώτων. Τοῦ δὲ Πέτρου διενθυμουμένου, εἶπεν αὐτῷ τὸ Πνεῦμα· Ἀναστὰς κατάβηθι, καὶ πορεύου μηδὲν διακρινόμενος, διότι ἐγὼ ἀπέσταλκα αὐτούς. Ὅρα· οὐκ εἶπε· ∆ιὰ γὰρ τοῦτο τὸ ὅραμά σοι ὤφθη· ἀλλ', Ἐγὼ αὐτοὺς ἀπέσταλκα· δεικνὺς, ὅτι οὕτω δεῖ πείθεσθαι, εὐθύνας οὐκ ἀπαιτοῦντα. Ἀρκεῖ γὰρ πρὸς πᾶσαν πληροφορίαν τὸ ἀκοῦσαι παρ' αὐτοῦ· Τόδε ποίησον, τόδε λάλησον, καὶ μηδὲν πλέον ζητεῖν. Καταβὰς δὲ Πέτρος εἶπεν· Ἰδοὺ ἐγώ εἰμι, ὃν ζητεῖτε. Τί δήποτε οὐκ εὐθέως αὐτοὺς ἐδέξατο, ἀλλὰ πυνθάνεται; Εἶδε στρατιώτας ὄντας τοὺς ἐπιστάντας. ∆ιὸ οὐχ ἁπλῶς ἐρωτᾷ, ἀλλὰ πρότερον ὁμολογήσας αὐτὸς εἶναι, τότε τὴν αἰτίαν πυνθάνεται τῆς ἀφίξεως, ἵνα μὴ νομισθῇ διὰ τοῦτο πυνθάνεσθαι, ὡς δὴ θέλων ἑαυτὸν κατακρύψαι. Καὶ πυνθάνεται, ἵνα, ἂν μὲν εὐθέως κατεπείγῃ, καὶ συνεξέλθῃ· ἂν δὲ μὴ, ἵνα ξενίσῃ. Τίνος δὲ ἕνεκεν ἐκεῖνοι λέγουσι,
Μεταπέμπεταί σε εἰς τὸν οἶκον αὐτοῦ; Ὅτι τοῦτο αὐτοῖς ἐκέλευσε. Τάχα δὲ καὶ ὡς ἀπολογούμενοι ὑπὲρ αὐτοῦ μονονουχὶ λέγουσι· Μηδὲν καταγνῷς· οὐχ ὡς καταφρονῶν ἔπεμψεν, ἀλλ' ἐκελεύσθη οὕτως. Ὁ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτοὺς, φησὶ, προσκαλεσάμενος τοὺς συγγενεῖς αὐτοῦ, καὶ τοὺς ἀναγκαίους φίλους. Εἰκότως· οὐ γὰρ δίκαιον ἦν καὶ τοὺς συγγενεῖς καὶ τοὺς φίλους μὴ συνεπάγεσθαι· ἄλλως δὲ καὶ ἐκεῖ παρόντες μᾶλλον αὐτοῦ ἤκουσαν ἄν. Εἴδετε, πόση τῆς ἐλεημοσύνης ἡ δύναμις, καὶ ἐν τῇ προτέρᾳ διαλέξει καὶ ἐνταῦθα; Ἐκείνη θανάτου ἀπήλλαξε τοῦ προσκαίρου, αὕτη τοῦ αἰωνίου· αὕτη καὶ θύρας ἀνέῳξεν οὐρανοῦ.
Ὅρα δὲ, πῶς περὶ πολλοῦ γεγένηται τὸ πιστεῦσαι Κορνήλιον, ὡς καὶ ἄγγελον πεμφθῆναι, καὶ Πνεῦμα ἐνεργῆσαι, καὶ τὸν κορυφαῖον μεταπεμφθῆναι τῶν ἀποστόλων, καὶ ὄψιν φανῆναι τοιαύτην, καὶ μηδὲν ὅλως ἐλλειφθῆναι. Πόσοι ἦσαν ἑκατόνταρχοι, καὶ χιλίαρχοι, καὶ βασιλεῖς, καὶ οὐδεὶς τούτων ἐπέτυχεν ὧν οὗτος; Ἀκούσατε πάντες, ὅσοι ἐν στρατείαις ἐστὲ, ὅσοι βασιλεῦσι παρεστήκατε. Εὐσεβὴς ἦν, φησὶ, καὶ φοβούμενος τὸν Θεόν· καὶ τὸ μεῖζον, ὅτι τοιοῦτος ἦν Μετὰ παντὸς τοῦ οἴκου αὐτοῦ. Οὕτως ἦν συγκεκροτημένος πρὸς τοῦτο καὶ διακείμενος, ὡς μὴ μόνον εὖ τίθεσθαι τὰ οἰκεῖα, ἀλλὰ καὶ ἐπὶ τῆς οἰκετείας τὸ αὐτὸ τοῦτο ποιεῖν. Οὐ γὰρ ὡς ἡμεῖς, οἳ, ὅπως μὲν ἡμῖν φοβεροὶ οἱ ὑπηρετοῦντες ἔσονται, πάντα ποιοῦμεν, ὅπως δὲ εὐλαβεῖς, οὐκέτι. Ἀλλ' οὗτος οὐχ οὕτως, ἀλλὰ μετὰ τῆς οἰκίας ἁπάσης τὸν Θεὸν ἐφοβεῖτο, οὐ μόνον ὥσπερ κοινὸς πατὴρ πάντων τῶν μετ' αὐτοῦ ὢν, ἀλλὰ καὶ τῶν ὑπ' αὐτὸν στρατιωτῶν. Ἄκουε δὲ καὶ τί φασιν ἕτερον· ἀναγκαίως γὰρ προστέθειται τὸ, Μαρτυρούμενος ὑπὸ ὅλου τοῦ ἔθνους· ἵνα μηδεὶς εἴπῃ· Τί γὰρ, εἰ ἀκρόβυστος ἦν; Καὶ ἐκεῖνοι, φησὶ, μαρτυροῦσιν αὐτῷ. Ἄρα οὐδὲν ἐλεημοσύνης ἴσον· μᾶλλον δὲ οὕτω μεγάλη τοῦ πράγματος ἡ ἰσχὺς, ὅταν ἐκ καθαρῶν προχέηται ταμείων, ὡς τά γε προχεόμενα ἐξ ἀδίκων βόρβορον ἔοικεν ἀφιείσῃ πηγῇ· τὰ δὲ ἐκ δικαίων κερδῶν, καθάπερ νᾶμα διειδές τε καὶ καθαρὸν ἐν παραδείσῳ, ἡδὺ μὲν ἰδεῖν, ἡδὺ δὲ ἅψασθαι, κοῦφόν τε καὶ ψυχρὸν ἐν μεσημβρίᾳ διδόμενον. Οὕτως ἐστὶν ἡ ἐλεημοσύνη. Παρὰ ταύτην τὴν πηγὴν οὐκ αἴγειροι καὶ πεῦκαι, οὐδὲ κυπάρισσοι, ἀλλ' ἕτερα τούτων πολλῷ βελτίω φυτὰ εὐμήκη εἰσί· φιλία Θεοῦ, ἔπαινος ἀνθρώπων, δόξα ἡ εἰς Θεὸν,
εὔνοια παρὰ πάντων, ἁμαρτημάτων ἀφανισμὸς, παῤῥησία πολλὴ, χρημάτων ὑπεροψία, ἐλεημοσύνη, δι' ἧς τῆς ἀγάπης τὸ φυτὸν τρέφεται. Οὐδὲν γὰρ οὕτως ἀγάπην τρέφειν εἴωθεν, ὡς τὸ ἐλεήμονα εἶναί τινα. Αὕτη τοὺς κλάδους εἰς ὕψος αἴρεσθαι ποιεῖ· αὕτη βελτίων ἡ πηγὴ τῆς ἐν τῷ παραδείσῳ, οὐκ εἰς τέσσαρας ἀρχὰς διαιρο[υ]μένη, ἀλλ' εἰς τὸν οὐρανὸν αὐτὸν ἀφικνουμένη· αὕτη τίκτει τὸν ποταμὸν ἐκεῖνον τὸν ἁλλόμενον εἰς ζωὴν αἰώνιον· εἰς ταύτην θάνατος ἐμπεσὼν, καθάπερ σπινθὴρ ἀναλίσκεται ἀπὸ τῆς πηγῆς· οὕτως, ὅπουπερ ἂν ἐπιστάξῃ, μεγάλα ἐργάζεται ἀγαθά. Αὕτη τοῦ πυρὸς τὸν ποταμὸν σβέννυσιν ὡς σπινθῆρα· αὕτη τὸν σκώληκα οὕτως ἀποπνίγει, ὡς οὐδέν. Ὁ ταύτην ἔχων, οὐ βρύχει τοὺς ὀδόντας. Ἀπὸ τοῦ ὕδατος ταύτης ἂν ἐπιστάξῃ εἰς τὰ δεσμὰ, διαιρεῖ αὐτά· κἂν εἰς τὰς καμίνους ἐμπέσῃ, πάσας σβέννυσιν.
δʹ. Ὥσπερ οὖν ἡ ἐν παραδείσῳ πηγὴ οὐ νῦν μὲν προχέει νάματα, νῦν δὲ ξηραίνεται (ἐπεὶ οὐκ ἂν εἴη λοιπὸν πηγὴ), ἀλλ' ἀεὶ ἀναβλύζει· οὕτω καὶ ἡ ἡμετέρα ἀεὶ δαψιλέστερον προχείτω τὸ νᾶμα πρὸς τοὺς μάλιστα ἐπιδεομένους ἐλέους, ἵνα μένῃ πηγή. Τοῦτο ἱλαρὸν ποιεῖ τὸν λαμβάνοντα· τοῦτο ἐλεημοσύνη, μὴ σφοδρὸν μόνον προχεῖσθαι τὸ νᾶμα, ἀλλὰ καὶ διηνεκές. Εἰ βούλει, ὥσπερ ἐκ πηγῶν σοι ἐπομβρεῖν τοῦ Θεοῦ τὸν ἔλεον, καὶ σὺ πηγὴν ἔχε. Οὐδὲν ταύτης ἴσον. Ἂν σὺ ταύτης τῆς πηγῆς ἀνοίξῃς τὰ στόματα, τῆς πηγῆς τοῦ Θεοῦ τοιαῦτα ἔσται τὰ στόματα, ὥστε πᾶσαν ἄβυσσον νικῆσαι. Ἀφορμὴν ζητεῖ μόνον παρ' ἡμῶν λαβεῖν ὁ Θεὸς, καὶ
προχεῖται ἐκ τῶν ταμείων αὐτοῦ τὰ ἀγαθά. Ὅταν ἀναλίσκῃ, ὅταν δαπανᾷ, τότε πλουτεῖ, τότε εὐπορεῖ. Μέγα ἐκείνης τὸ στόμα τῆς πηγῆς· καθαρὸν τὸ αὐτῆς νᾶμα καὶ διειδές. Ἂν μὴ ταύτην ἀποφράξῃς, οὐδὲ ἐκείνην. Μηδὲν ἄκαρπον στηκέτω παρ' αὐτὴν δένδρον, ἵνα μὴ τὴν νοτίδα αὐτῆς καταναλώσῃ. Ἔχεις χρήματα; Μὴ φύτευε αἰγείρους ἐκεῖ· τοιοῦτον γὰρ ἡ τρυφή· πολλὰ ἀναλίσκει, καὶ οὐδὲν δείκνυσιν ἐν ἑαυτῇ, ἀλλὰ ἀπόλλυσι τὸν καρπόν. Μὴ φυτεύσῃς πεύκην, μὴ πίτυν, μηδὲ ἄλλο τι τῶν τοιούτων τῶν ἀναλισκόντων μὲν, οὐδαμοῦ δὲ χρησίμων· τοιοῦτο γὰρ ἡ τῶν ἱματίων τρυφὴ, ἰδεῖν μόνον καλὸν, οὐδαμοῦ δὲ χρήσιμον. Ἀναδενδράδων πλήρωσον· πάντα τὰ κάρπιμα φύτευσον ἐν ταῖς τῶν πενήτων χερσὶν, ἅπερ ἂν θέλῃς. Οὐδὲν ταύτης λιπαρώτερον τῆς γῆς· καίτοι μικρόν ἐστι τὸ διάστημα τῆς χειρὸς, ἀλλ' ὅμως πρὸς αὐτὸν φθάνει τὸν οὐρανὸν τὸ φυτευόμενον δένδρον, καὶ βέβαιον ἕστηκε. Τοῦτό ἐστι φυτεῦσαι. Τὸ μὲν γὰρ φυτευόμενον ἐν τῇ γῇ, κἂν μὴ νῦν, μετὰ ἑκατὸν ἔτη ἀπολεῖται. Τί φυτεύεις δένδρα, ὧν οὐκ ἀπολαύσῃ, ἀλλὰ πρὶν ἢ ἀπολαύσεις, ὁ θάνατος ἐπελθὼν προαρπάζει σε; Τοῦτο τὸ δένδρον, ὅταν ἀποθάνῃς, τότε σοι δίδωσι τὸν καρπόν. Εἰ φυτεύεις, μὴ ἐν τῇ τῆς γαστριμαργίας φυτεύσῃς κοιλίᾳ, ἵνα μὴ εἰς ἀφεδρῶνα ὁ καρπὸς ἐκβῇ· ἀλλὰ φύτευσον ἐν τεθλιμμένῃ νηδύϊ, ἵνα πηδήσῃ πρὸς τὸν οὐρανὸν ὁ καρπός. Ἀνάπαυσον τὴν στενοχωρουμένην ψυχὴν τὴν τοῦ πένητος, ἵνα μὴ τὴν εὐρύχωρον θλίψῃς τὴν σήν. Οὐχ ὁρᾷς, ὅτι τὰ ποτιζόμενα τῶν δένδρων ἀμέτρως, ἀπὸ τῆς ῥίζης σήπεται· τὰ δὲ μετὰ συμμετρίας, αὔξεται; Οὕτω δὴ καὶ σὺ μὴ τὴν σαυτοῦ ποτίσῃς ἀμέτρως γαστέρα, ἵνα μὴ σαπῇ ἡ ῥίζα τοῦ δένδρου· πότισον τὴν διψῶσαν, ἵνα καρπὸν ἐνέγκῃ. Τὰ συμμέτρως ποτιζόμενα οὐ σήπει ὁ ἥλιος, τὰ δὲ ἀμέτρως, σήπει· τοιαύτη γὰρ ἡ τοῦ ἡλίου φύσις. Πανταχοῦ ἡ ἀμετρία κακόν· διὸ περικόψωμεν αὐτὴν, ἵνα καὶ ἡμεῖς τύχωμεν ὧν αἰτοῦμεν. Ἐν τοῖς ὑψηλοτάτοις χωρίοις αἱ πηγαὶ λέγονται τίκτεσθαι. Οὐκοῦν γενώμεθα ὑψηλοὶ καὶ ἡμεῖς τὴν ψυχὴν, καὶ ταχέως ἡ ἐλεημοσύνη ῥεύσει· οὐ γὰρ ἔστι τὴν ὑψηλὴν ψυχὴν μὴ καὶ ἐλεήμονα εἶναι, καὶ τὴν ἐλεήμονα μὴ καὶ ὑψηλήν. Ὁ γοῦν χρημάτων ὑπερορῶν, τῆς ῥίζης ἀνώτερός ἐστι τῶν κακῶν. Αἱ πηγαὶ ἐν ἐρημίαις εἰσὶν ὡς τὰ πολλά· καὶ ἡμεῖς τὴν ψυχὴν τῆς πολυοχλίας ἐξαγάγωμεν, καὶ πηγάσει παρ' ἡμῖν ἡ ἐλεημοσύνη. Αἱ πηγαὶ, ὅσῳ ἂν καθαίρωνται, ἀφθονώτεραι γίνονται· οὕτω δὴ καὶ ἡμεῖς, ὅσῳ ἂν ἀναλώσωμεν, τοσούτῳ βλαστάνει τὰ καλά. Ὁ πηγὴν ἔχων, οὐ δέδοικεν· ἂν τοίνυν καὶ ἡμεῖς ἔχωμεν τὴν ἐλεημοσύνην πηγὴν, οὐ φοβηθησόμεθα. Καὶ γὰρ πρὸς ποτὸν, πρὸς ἀρδείαν, πρὸς οἰκοδομὴν, πρὸς πάντα ἡμῖν χρήσιμος αὕτη ἡ πηγή. Οὐδὲν τοῦ πόματος τούτου βέλτιον· οὐκ οἶδεν αὕτη μέθην ἐργάσασθαι· βέλτιον τοιαύτην ἔχειν πηγὴν, ἢ χρυσοῦ πηγὰς ἐπιῤῥεῖν. Πάσης χρυσίτιδος γῆς βελτίων ἡ τοῦτον φέρουσα τὸν χρυσὸν ψυχή. Οὐ γὰρ εἰς ταῦτα τὰ βασίλεια, ἀλλὰ τὰ ἄνω ἡμῖν συνεκχωρεῖ. Ὁ χρυσὸς, κόσμος γίνεται τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ· ἀπὸ τούτου τοῦ χρυσοῦ ἡ μάχαιρα κατασκευάζεται τοῦ Πνεύματος, ἡ μάχαιρα δι' ἧς ὁ δράκων ἀποτέμνεται. Ἀπὸ ταύτης τῆς πηγῆς οἱ λίθοι προέρχονται οἱ τίμιοι, οἱ περὶ τὴν κεφαλὴν τοῦ βασιλέως. Μὴ δὴ ἀμελῶμεν τοσούτου πλούτου, ἀλλ' εἰσφέρωμεν τὴν ἐλεημοσύνην μετὰ δαψιλείας, ἵνα τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας ἀξιωθῶμεν, χάριτι καὶ οἰκτιρμοῖς τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ, ᾧ πᾶσα δόξα, τιμὴ καὶ κράτος, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΚΓʹ. Τῇ δὲ ἐπαύριον ἀναστὰς, φησὶν, ὁ Πέτρος, ἦλθε σὺν αὐτοῖς· καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ Ἰόππης συνῆλθον εἰς τὴν Καισάρειαν. Ὁ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτοὺς, συγκαλεσάμενος τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους.
αʹ. Μετὰ τὸ ξενίσαι τοὺς ἄνδρας, ἐξέρχεται σὺν αὐτοῖς· καλῶς. Πρότερον φιλοφρονεῖται ἅτε ἀπὸ καμάτου ὄντας αὐτοὺς, καὶ οἰκειοῖ ἑαυτῷ, εἶτα λοιπὸν καὶ συνέξεισι. Τῇ δὲ ἐπαύριον, φησὶν, ἀναστὰς ὁ Πέτρος, ἦλθε σὺν αὐτοῖς, καί τινες τῶν ἀδελφῶν. Οὐ μόνος, ἀλλὰ καὶ ἄλλοι ἔρχονται μετ' αὐτοῦ· καὶ τοῦτο οἰκονομικῶς, ὥστε εἶναι μάρτυρας μετὰ ταῦτα, ὅταν ἀπολογεῖσθαι δέοι Πέτρον. Ὁ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτοὺς, συγκαλεσάμενος τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους. Τοῦτο φίλου, τοῦτο θεοσεβοῦς, ἐν τοῖς τοιούτοις ἀγαθοῖς πρὸ πάντων ποιεῖσθαι κοινωνοὺς τοὺς ἀναγκαίους φίλους. Εἰκότως τούτους συγκαλεῖ, οἷς ἐθάῤῥει ἀεὶ περὶ τοιούτων διασκεπτόμενος μάλιστα, ἃ περιττὸν τέως ἦν πρὸς ἄλλους ἐξενεγκεῖν. Ἐμοὶ δὲ καὶ φίλοι καὶ συγγενεῖς παρ' αὐτοῦ δοκοῦσιν ἐῤῥυθμίσθαι. Ὡς δὲ ἐγένετο τοῦ συνελθεῖν τὸν Πέτρον, συναντήσας αὐτῷ ὁ Κορνήλιος, πεσὼν ἐπὶ τοὺς πόδας προσεκύνησεν. Ὁ δὲ Πέτρος ἤγειρεν αὐτὸν, λέγων· Ἀνάστηθι· καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι. Τοῦτο ποιεῖ, τὸ ταπεινὸν αὐτοῦ δεικνὺς, καὶ παιδεύων τοὺς ἄλλους, καὶ τῷ Θεῷ εὐχαριστῶν, καὶ δηλῶν ὡς, εἰ καὶ ἐκελεύσθη, ὅμως οἴκοθεν πολλὴν εἶχε τὴν εὐλάβειαν. Τί οὖν ὁ Πέτρος; Ἀνάστηθι· καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι. Ὁρᾷς, πῶς πρὸ τῶν ἄλλων τοῦτο αὐτοὺς παιδεύουσι, μηδὲν μέγα περὶ ἑαυτῶν φαντάζεσθαι; Καὶ συνομιλῶν αὐτῷ, εἰσῆλθε· καὶ εὑρίσκει συνεληλυθότας πολλοὺς, ἔφη τε πρὸς αὐτούς· Ὑμεῖς ἐπίστασθε, ὡς ἀθέμιτόν ἐστιν ἀνδρὶ Ἰουδαίῳ κολλᾶσθαι ἢ προσέρχεσθαι ἀλλοφύλῳ. Ὅρα, εὐθέως περὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας διαλέγεται, καὶ δείκνυσιν, ὅτι μεγάλα αὐτοῖς ἐχαρίσατο ἀγαθά. Οὐ μόνον δὲ τοῦτο θαυμάζειν ἐνταῦθα ἔνι, ὅτι τοιαῦτα διαλέγεται· ἀλλ' ὅτι πῶς ὁμοῦ καὶ μεγάλα φθέγγεται, καὶ μετριάζει. Οὐ γὰρ εἶπεν· Ἄνθρωποι μηδενὶ καταξιοῦντες κολλᾶσθαι, ἤλθομεν πρὸς ὑμᾶς· ἀλλὰ τί; Ὑμεῖς ἐπίστασθε (ὁ Θεὸς τοῦτο ἐκέλευσε, φησί), παράνομον εἶναι κολλᾶσθαι ἢ προσέρχεσθαι ἀλλοφύλῳ. Εἶτα ἵνα μὴ ἐπ' αὐτῷ τὴν χάριν θῇ, ἐπάγει· Καὶ ἐμοὶ ὁ Θεὸς ἔδειξε μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον. Τοῦτο προστίθησιν, ἵνα μὴ δόξῃ κολακεύειν αὐτόν. ∆ιὸ καὶ ἀναντιῤῥήτως ἦλθον μεταπεμφθείς. Ἵνα μὴ νομίσωσιν, ὅτι, εἰ καὶ παρανομία ἦν τὸ πρᾶγμα, ἐπειδὴ ἄρχων ἦν, διὰ τοῦτο ἐπήκουσεν, ἀλλὰ τὸ πᾶν τῷ Θεῷ λογίσωνται, οὐ μόνον οὐ κολλᾶσθαι, ἀλλ' οὐδὲ προσέρχεσθαι ἐξὸν, φησίν. Πυνθάνομαι οὖν τίνι λόγῳ μετεπέμψασθέ με. Οὐκ ἀγνοῶν πυνθάνεται· ᾔδει γὰρ τὸ πᾶν ὁ Πέτρος ἀπὸ τοῦ ὁράματος· ἤκουσε δὲ καὶ παρὰ τῶν στρατιωτῶν· ἀλλὰ βούλεται πρῶτον αὐτοὺς ὁμολογῆσαι, καὶ ὑπευθύνους ποιῆσαι τῇ πίστει. Τί οὖν ὁ Κορνήλιος; Οὐκ εἶπεν· Οὐ γὰρ εἶπόν σοι οἱ στρατιῶ ται; ἀλλ' ὅρα, πῶς πράως καὶ ταπεινῶς· Ἀπὸ τετάρτης ἡμέρας μέχρι ταύτης τῆς ὥρας ἤμην νηστεύων, καὶ τὴν ἐνάτην ὥραν προσευχόμενος ἐν τῷ οἴκῳ μου· καὶ ἰδοὺ ἀνὴρ ἔστη ἐνώπιόν μου ἐν ἐσθῆτι λαμπρᾷ, καί φησι· Κορνήλιε, εἰσηκούσθη σου ἡ προσευχὴ, καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ. Καὶ τὴν ἐνάτην ὥραν, φησὶ, προσευχόμενος. Τί ἐστι τοῦτο; Ἐμοὶ δοκεῖ καὶ καιροὺς ὡρικέναι ἑαυτῷ βίου ἀκριβεστέρου, καὶ ἔν τισιν ἡμέραις. ∆ιὰ γὰρ τοῦτο εἶπεν· Ἀπὸ τετάρτης ἡμέρας. Ὅρα πόσον ἐστὶν εὐχή. Ὅτε ἐπέδωκεν εἰς εὐλάβειαν, τότε φαίνεται αὐτῷ ὁ ἄγγελος. Αὕτη μία ἡμέρα· καὶ ἢν ἀπῆλθον οἱ πεμφθέντες, μία· καὶ ἣν ἦλθον, πάλιν μία· καὶ τῇ τετάρτῃ ἐφάνη, ὡς εἶναι δευτέραν μεθ' ἣν προσηύξατο. Καὶ ἰδοὺ ἀνὴρ ἔστη ἐνώπιόν μου ἐν ἐσθῆτι λαμπρᾷ. Οὐ λέγει ἄγγελον, οὕτως ἐστὶν ἄτυφος. Καί φησι· Κορνήλιε, εἰσηκούσθη σου ἡ προσευχὴ, καὶ αἱ ἐλεημοσύναι σου ἐμνήσθησαν ἐνώπιον τοῦ Θεοῦ. Πέμψον οὖν εἰς Ἰόππην, καὶ μετακάλεσαι Σίμωνα, ὃς ἐπικαλεῖται Πέτρος· οὗτος ξενίζεται ἐν οἰκίᾳ Σίμωνος βυρσέως παρὰ θάλασσαν· ὃς παραγενόμενος λαλήσει σοι. Ἐξ αὐτῆς οὖν ἔπεμψα πρὸς σέ· σύ τε καλῶς ἐποίησας παραγενόμενος, Νῦν οὖν πάντες ἡμεῖς ἐνώπιον τοῦ Θεοῦ πάρεσμεν, ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ τοῦ Θεοῦ. ∆ιὰ τοῦτο εἶπε· Τίνι λόγῳ μετεπέμψασθέ με; ἵνα ταῦτα οὕτως εἴπῃ τὰ ῥήματα. Ἀνοίξας δὲ Πέτρος τὸ στόμα εἶπεν· Ἐπ' ἀληθείας καταλαμβάνομαι, ὅτι οὐκ ἔστι προσωπολήπτης ὁ Θεὸς, ἀλλ' ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστι. Τουτέστιν, ἄν τε ἀκρόβυστός ἐστιν ἄν τε ἐμπερίτομος. Τοῦτο καὶ Παῦλος δηλῶν, Οὐ γάρ ἐστι προσωποληψία παρὰ τῷ Θεῷ, λέγει. Νῦν οὖν πάρεσμεν πάντες ἡμεῖς, φησὶν, ἐνώπιον τοῦ Θεοῦ. Ὅρα, ὅση ἡ πίστις, ὅση ἡ εὐλάβεια. Ἤδει, ὅτι οὐδὲν ἀνθρώπινον εἶπεν ὁ Πέτρος, Ὁ Θεὸς ἔδειξέ μοι, εἰπών. ∆ιὸ καὶ τὸ, Πάρεσμεν, ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ τοῦ Θεοῦ, λέγει. Τί οὖν; ἆρα δεκτὸς αὐτῷ ἐστι ὁ ἐν Περσίδι; Ἂν ᾖ ἄξιος, ταύτῃ δεκτὸς ἔσται τῷ καταξιωθῆναι τῆς πίστεως. Ἐντεῦθεν καὶ τὸν ἐξ Αἰθιοπίας εὐνοῦχον οὐ περιεῖδε. Καὶ τί, φησὶν, ἂν εἴποις περὶ τῶν θεοσεβῶν καὶ περιοφθέντων; Ἄπαγε· οὐδεὶς περιορᾶται θεοσεβής. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι περιοφθῆναί τινα τῶν τοιούτων ποτέ. Ἐν παντὶ ἔθνει, φησὶ, ὁ φοβούμενος τὸν Θεὸν καὶ ἐργαζόμενος δικαιοσύνην. ∆ικαιοσύνην, τὴν πᾶσαν ἀρετὴν καλεῖ.
βʹ. Ὁρᾷς, πῶς καταστέλλει αὐτοῦ τὸ φρόνημα τῷ εἰπεῖν· Ἐν παντὶ ἔθνει ὁ φοβούμενος τὸν Θεὸν, δεκτὸς αὐτῷ ἐστιν; ὡσεὶ ἔλεγεν· Οὐδένα ἀπωθεῖται, πάντας προσίεται τοὺς πιστεύοντας. Εἶτα, ἵνα μὴ δόξωσιν ἐν τάξει ἀπεῤῥιμμένων εἶναι, ἐπάγει· Τὸν Λόγον, ὃν ἀπέστειλε τοῖς υἱοῖς Ἰσραὴλ εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ· οὗτός ἐστι πάντων Κύριος. Ταῦτα λέγει διὰ τοὺς παρόντας, ἵνα καὶ ἐκείνους πείσῃ. ∆ιὰ τοῦτο παρασκευάζει καὶ τὸν Κορνήλιον εἰπεῖν. Τὸν Λόγον, φησὶν, ὃν ἀπέστειλε τοῖς υἱοῖς Ἰσραήλ. Ὅρα, τούτοις δίδωσι τέως τὸ ἐξαίρετον. Εἶτα καὶ αὐτοὺς μάρτυρας ἐπάγεται, λέγων· Ὑμεῖς οἴδατε τὸ γενόμενον ῥῆμα καθ' ὅλης τῆς Ἰουδαίας, ἀρξάμενον ἀπὸ τῆς Γαλιλαίας, μετὰ τὸ βάπτισμα ὃ ἐκήρυξεν Ἰωάννης. Ὅτι οὕτως ἔχει, τοῦτο καὶ ἀπὸ τοῦ ἑξῆς βεβαιοῖ· Ἰησοῦν τὸν ἀπὸ Ναζαρὲθ, ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς ἐν Πνεύματι ἁγίῳ καὶ δυνάμει. Οὐκ εἶπεν· Ἴστε Ἰησοῦν· οὐδὲ γὰρ ᾔδεσαν· ἀλλὰ τὰ ὑπ' αὐτοῦ εἰργασμένα διέξεισιν· Ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου. Ἐντεῦθεν δείκνυσι πολλὰς πηρώσεις διαβολικὰς καὶ διαστροφὴν σώματος ὑπ' ἐκείνου γενομένας. Ὅτι ὁ Θεὸς ἦν μετ' αὐτοῦ. Πάλιν ταπεινὰ φθέγγεται, οὐχ ἁπλῶς, οἶμαι, ἀλλὰ διὰ τὸ ἀνθρώπινον. Καὶ ἡμεῖς μάρτυρες πάντων ὧν ἐποίησεν ἔν τε τῇ χώρᾳ τῶν Ἰουδαίων καὶ ἐν Ἱερουσαλήμ. Καὶ ὑμεῖς, φησὶ, καὶ ἡμεῖς. Ὃν καὶ ἀνεῖλον κρεμάσαντες ἐπὶ ξύλου. Ἐνταῦθα τὸ πάθος κηρύττει. Τοῦτον ὁ Θεὸς ἤγειρε τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι, οὐ παντὶ τῷ λαῷ, ἀλλὰ μάρτυσι τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ Θεοῦ ἡμῖν, οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ, μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν. Τοῦτο τεκμήριον τῆς ἀναστάσεως μέγιστον. Καὶ παρήγγειλεν ἡμῖν κηρῦξαι τῷ λαῷ καὶ διαμαρτύρασθαι, ὅτι αὐτός ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ Θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν. Μέγα καὶ τοῦτο πρὸς τὸ δεῖξαι ἀξιοπίστους. Ὁ δὲ καὶ μαρτυρίαν ἐπάγει, λέγων· Τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν, ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν. Τοῦτο τοῦ μέλλοντος ἔσεσθαι μετὰ ταῦτα προαναφώνησις· ἣν δὴ καὶ βεβαιῶν, τοὺς προφήτας εὐκαίρως μάρτυρας παράγει. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ κατὰ τὸν Κορνήλιον. Ἀπέστειλε, φησὶν, εἰς Ἰόππην μετακαλέσασθαι τὸν Πέτρον. Ἐπίστευσε, ὅτι πάντως ἥξει· διὸ καὶ ἀποστέλλει. Καὶ συνομιλῶν αὐτῷ, φησὶν, εἰσῆλθε. Τί ἄρα ὁμιλῶν; Ταῦτα, οἶμαι, φθεγγόμενος, ἅπερ ἔμπροσθεν εἴρηται. Καὶ πεσὼν ἐπὶ τοὺς πόδας προσεκύνησεν. Ὅρα κολακείας ἀπηλλαγμένον τὸν λόγον πανταχοῦ, καὶ ταπεινότητος γέμοντα. Ἐντεῦθεν ἄξιος δείκνυται καὶ ἐκεῖνος ὁ εὐνοῦχος. Ἐκέλευσε γὰρ τῷ Φιλίππῳ ἀναβῆναι καὶ καθίσαι ἐπὶ τὸ ὄχημα· καίτοι οὐκ εἰδὼς, ὅστις ἐστὶν, ἢ ἀπὸ τῆς ἀπαγγελίας μόνον τῆς τοῦ προφήτου. Οὗτος δὲ καὶ ἔπεσεν ἐπὶ τοὺς πόδας. Εἶδες ἦθος ἄτυφον; Σὺ δέ μοι σκόπει, πῶς δείκνυσι Πέτρος θείαν αὐτοῦ τὴν παρουσίαν, τῷ λέγειν· Ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόν ἐστι. Καὶ διὰ τί μὴ εἶπε τὴν σινδόνα εὐθέως; Ὅτι ἀκενόδοξος ἦν σφόδρα. Ὅτι μὲν γὰρ ἀπέσταλται ὑπὸ Θεοῦ, λέγει· τὸ δὲ πῶς, οὐκ ἔτι· ἀλλ' ὅτε ἀνάγκη γέγονεν, ὅτε καὶ εἶπεν· Ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν Ἰουδαίῳ κολλᾶσθαι ἢ προσέρχεσθαι ἀλλοφύλῳ· οὕτως ἦν πόῤῥω κενοδοξίας. Ὑμεῖς ἐπίστασθε. Τοῦτο λέγων καὶ τὴν ἐκείνων κατεγγυᾶται γνώμην. Τί δαὶ Κορνήλιος; Πάρεσμεν, φησὶν, ἐνώπιον τοῦ Θεοῦ, ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ τοῦ Θεοῦ. Οὐκ εἶπεν, Ἐνώπιον ἀνθρώπου, ἀλλὰ, Τοῦ Θεοῦ, δεικνὺς, ὅτι οὕτω δεῖ προσέχειν τοῖς τοῦ Θεοῦ δούλοις. Εἴδετε διάνοιαν διεγηγερμένην; εἴδετε πῶς ἄξιος ἦν πάντων τούτων; Ἀνοίξας δὲ, φησὶ, Πέτρος τὸ στόμα εἶπεν· Ἐπ' ἀληθείας καταλαμβάνομαι, ὅτι οὐκ ἔστι προσωπολήπτης ὁ Θεός. Τοῦτο καὶ πρὸς τοὺς παρόντας Ἰουδαίους ἀπολογούμενος ἔλεγε. Μέλλων γὰρ πρὸς αὐτοὺς μεταχειρίζειν τὸν λόγον, ὥσπερ ἀπολογίαν πρότερον τίθησι. Τί οὖν; πρὸ τούτου προσωπολήπτης ἦν; Μὴ γένοιτο· ἐπεὶ καὶ πρὸ τούτου οὕτως ἦν. Πᾶς ὁ φοβούμενος καὶ ἐργαζόμενος, φησὶ, δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστι. Τοῦτο καὶ Παῦλος γράφων λέγει· Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιῇ. Καὶ δόγμα εἰσάγει καὶ πολιτείαν. Εἰ γὰρ μάγους οὐ περιεῖδεν, οὐδὲ Αἰθίοπα, οὐδὲ λῃστὴν, οὐδὲ πόρνην· πολλῷ μᾶλλον τοὺς ἐργαζομένους δικαιοσύνην καὶ βουλομένους πάντως οὐ περιόψεται. Τί οὖν, ὅτι εἰσὶν ἐπιεικεῖς καὶ ἥμεροι ἄνθρωποι, καὶ πιστεῦσαι οὐ βούλονται; Ἰδοὺ σὺ τὴν αἰτίαν εἶπες, ὅτι οὐ βούλονται. Ἄλλως δὲ ἐπιεικῆ ἐνταῦθα, οὐ τὸν πρᾶον λέγει, ἀλλὰ τὸν δικαιοσύνην ἐργαζόμενον· τουτέστι, τὸν ἐν πᾶσιν εὐάρεστον, ὃς τότε τοιοῦτός ἐστιν, ὅταν ἔχῃ τοῦ Θεοῦ τὸν φόβον ὡς χρή. Τὸν δὲ τοιοῦτον ὁ Θεὸς οἶδε μόνος. Ὅρα πῶς ἦν οὗτος δεκτός· ἅμα ἤκουσε, καὶ ἐπείσθη. Καὶ νῦν. εἰ ἄγγελος ἦλθε, φησὶν, ἐπείσθη ἂν ἕκαστος, ὅστις ἂν ἦν. Ἀλλὰ πολλῷ τὰ νῦν σημεῖα ἐκείνων ἐστὶ μείζονα, καὶ ὅμως ἀπιστοῦσι πολλοί. Εἶτα ἄρχεται τῆς διδασκαλίας, καὶ τηρεῖ τὴν εὐγένειαν τοῖς Ἰουδαίοις. Τὸν Λόγον, φησὶν, ὃν ἀπέστειλε τοῖς υἱοῖς Ἰσραὴλ εὐαγγελιζόμενον εἰρήνην· οὗτός ἐστι Κύριος πάντων. Πρῶτον περὶ τῆς κυριότητος αὐτοῦ διαλέγεται, καὶ σφόδρα ὑψηλῶς, ὡς ἐνῆν, ἐπειδὴ καὶ πρὸς ψυχὴν εἶχεν ὑψηλὴν ἤδη γενομένην καὶ πάντα θερμῶς δεχομένην τὰ ὑπ' αὐτοῦ παρεγγυώμενα· εἶτα κατασκευάζων πῶς Κύριος ἁπάντων, ἐπάγει καὶ λέγει· Ὃν ἀπέστειλεν εὐαγγελιζόμενον· τουτέστιν ἐπ' ἀγαθοῖς καλοῦντα, οὐ κρίσιν ἐπάγοντα.
γʹ. Ἐντεῦθεν δείκνυσιν, ὅτι οὗτος ἀπὸ Θεοῦ Ἰουδαίοις πρῶτον ἀπέσταλται. Εἶτα ἀφ' ὧν κατώρθωσε καθ' ὅλης τῆς Ἰουδαίας τοῦτο συναποδείκνυσι, καὶ λέγει· Ὑμεῖς οἴδατε τὸ γενόμενον ῥῆμα καθ' ὅλης τῆς Ἰουδαίας· καὶ τὸ θαυμαστὸν, ἀρξάμενον ἀπὸ τῆς Γαλιλαίας, μετὰ τὸ βάπτισμα ὃ ἐκήρυξεν Ἰωάννης. Πρότερον εἶπεν αὐτοῦ τὸ κατόρθωμα, καὶ τότε θαῤῥεῖ περὶ τῆς αὐτοῦ πατρίδος εἰπεῖν· Ἰησοῦν τὸν ἀπὸ Ναζαρέθ. Οὕτως ᾔδει, ὅτι σκάνδαλον ἡ πατρίς. Ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι ἁγίῳ καὶ δυνάμει. Πάλιν κατασκευή. Ἵνα γὰρ μή τις εἴπῃ, Καὶ πόθεν τοῦτο δῆλον; ἐπάγει λέγων· Ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου. Εἶτα μετὰ τῶν ἀγαθῶν ὧν ἐποίησε, δείκνυσι καὶ τὴν δύναμιν, ὅτι πολλή· ὅταν γὰρ τοῦ διαβόλου περιγίνηται, πολλή τίς ἐστι καὶ μεγάλη. Καὶ ἡ αἰτία, Ὅτι ὁ Θεὸς ἦν μετ' αὐτοῦ, φησίν. ∆ιὰ τοῦτο καὶ Ἰουδαῖοι οὕτως ἔλεγον· Οἴδαμεν, ὅτι ἀπὸ τοῦ Θεοῦ ἐλήλυθας διδάσκαλος· οὐδεὶς γὰρ ταῦτα τὰ σημεῖα δύναται ποιεῖν, ἂν μὴ ᾖ ὁ Θεὸς μετ' αὐτοῦ. Εἶτα, ὅτε ἔδειξεν, ὅτι ἀπὸ Θεοῦ ἀπέσταλται, τότε λέγει, ὅτι ἀνῃρέθη, ἵνα μή τι ἄτοπον φαντασθῇς. Ὁρᾷς αὐτοὺς οὐδαμοῦ κρύπτοντας τὸν σταυρὸν, ἀλλὰ μετὰ τῶν ἄλλων τιθέντας καὶ τὸν τρόπον; Ὃν καὶ ἀνεῖλον, φησὶ, κρεμάσαντες ἐπὶ ξύλου. Καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι, οὐ παντὶ τῷ λαῷ, ἀλλὰ μάρτυσι τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ Θεοῦ ἡμῖν. Καίτοι γε αὐτὸς αὐτοὺς ἐξελέξατο, ἀλλὰ καὶ τοῦτο ἀνατίθησι τῷ Θεῷ. Τοῖς προκεχειροτονημένοις, φησίν. Ὅρα πόθεν τὴν ἀνάστασιν βεβαιοῦται· ἀπὸ τοῦ φαγεῖν. ∆ιὰ τί δὲ μηδὲν ἀναστὰς, ἐποίησε σημεῖον, ἀλλ' ἔφαγε καὶ ἔπιεν; Ὅτι καὶ αὐτὴ ἡ ἀνάστασις καθ' ἑαυτὴν μέγα σημεῖον ἦν· ταύτης δὲ οὐδὲν οὕτως εἰς ἀπόδειξιν μεῖζον, ὡς τὸ φαγεῖν καὶ πιεῖν. ∆ιαμαρτύρασθαι, φησίν. Ἐνταῦθα καὶ φοβερῶς εἶπεν, ἵνα μὴ ἔχωσιν εἰς ἄγνοιαν καταφυγεῖν. Καὶ οὐκ εἶπεν, ὅτι Αὐτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ἀλλ' ὃ μάλιστα αὐτοὺς ἐφόβει, ὅτι Αὐτός ἐστιν ὁ ὡρισμένος ὑπὸ Θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν. Εἶτα ἡ κυρία κατασκευὴ ἡ ἀπὸ τῶν προφητῶν· μεγάλην γὰρ εἶχον δόξαν ἐκεῖνοι. Τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν. Ὅτε τῷ φόβῳ κατέσεισε, τότε ἐπάγει τὴν συγχώρησιν, οὐ παρ' αὐτοῦ λεγομένην, ἀλλὰ παρὰ τῶν προφητῶν. Καὶ τὸ μὲν φοβερὸν, παρ' αὐτοῦ· τὸ ἥμερον δὲ, ἀπὸ τῶν προφητῶν. Ὅσοι τῆς ἀφέσεως ἐτύχετε ταύτης, ὅσοι τῆς πίστεως κατηξιώθητε, μαθόντες τῆς δωρεᾶς τὸ μέγεθος, παρακαλῶ, σπουδάσατε μὴ ὑβρίσαι εἰς τὸν εὐεργέτην. Ἐτύχομεν γὰρ ἀφέσεως, οὐχ ἵνα χείρους γενώμεθα, ἀλλ' ἵνα ἀμείνους πολλῷ καὶ βελτίους. Μηδεὶς τοίνυν εἴπῃ ὅτι ὁ Θεὸς ἡμῖν αἴτιος κακῶν, μὴ κολάσας μηδὲ τιμωρησάμενος. Εἰπὲ γάρ μοι, ἂν ἄρχων λαβὼν φονέα ἀφῇ, τῶν μετὰ ταῦτα φόνων αὐτὸς αἴτιος εἶναι κρίνεται; Οὐδαμῶς. Καὶ πῶς αὐτοὶ ταῖς ἀθέοις γλώσσαις διδόντες ὑβρίζεσθαι τὸν Θεὸν δι' ὧν τολμῶμεν, οὐ δεδοίκαμεν οὐδὲ φρίττομεν; Τί γὰρ οὐκ ἐροῦσι; τί δαὶ οὐ φθέγξονται; Αὐτὸς αὐτοῖς ἐπέτρεψε, φησίν· ἐχρῆν γὰρ ἀξίους ὄντας κολάσαι, οὐ τιμᾷν, οὐδὲ στεφανοῦν, οὐ τῶν πρωτείων μεταδιδόναι, ἀλλὰ κολάζειν καὶ τιμωρεῖσθαι. Ὁ δὲ μηδέν τι τοιοῦτον αὐτοῖς ποιῶν, ἀλλ' ἀντὶ τούτων καὶ τιμῶν, τοιούτους αὐτοὺς ἀπεργάζεται. Μὴ, δέομαι καὶ ἀντιβολῶ, μηδεὶς ταύτην περὶ ἡμῶν ἀφῇ τὴν φωνήν. Βέλτιον κατορυγῆναι μυριάκις, ἢ ταῦτα τὸν Θεὸν ἀκοῦσαι δι' ἡμᾶς. Εἶπον αὐτῷ καὶ Ἰουδαῖοι· Ὁ καταλύων τὸν ναὸν,καὶ ἐν τρισὶν ἡμέραις ἐγείρων αὐτὸν, σῶσον σεαυτόν· καὶ πάλιν, Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβα ἀπὸ τοῦ σταυροῦ. Ἀλλὰ ταῦτα ἐκείνων χαλεπώτερα. Ἵν' οὖν μὴ ἐξῇ δι' ἡμᾶς πονηρίας αὐτὸν διδάσκαλον λέγεσθαι, μηδὲ αὐτῷ τούτῳ τῷ βλασφημεῖσθαι ὑπόδικοι τῇ κολάσει γενώμεθα (∆ι' ὑμᾶς γὰρ, φησὶ, τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσι)· τἀναντία ποιήσωμεν λέγεσθαι, ἀξίως τοῦ καλοῦντος πολιτευόμενοι, καὶ τῷ τῆς υἱοθεσίας προσιόντες βαπτίσματι. Ὄντως γὰρ μεγάλη τοῦ βαπτίσματος ἡ δύναμις· ἄλλους ἀντ' ἄλλων ποιεῖ τοὺς μετασχόντας τῆς δωρεᾶς· οὐκ ἀφίησιν εἶναι ἀνθρώπους τοὺς ἀνθρώπους. Ποίησον τὸν Ἕλληνα πιστεῦσαι, ὅτι μεγάλη τοῦ Πνεύματος ἡ δύναμις, ὅτι μετέπλασεν, ὅτι μετεῤῥύθμισε. Τί τὰς ἐσχάτας ἀναπνοὰς ἀναμένεις, ὡς δραπέτης, ὡς κακοῦργος, ὡς οὐκ ὀφείλων τῷ Θεῷ ζῆσαι; τί ὡς πρὸς ἀπηνῆ τινα καὶ ὠμὸν ἔχων
∆εσπότην οὕτω διάκεισαι; τί ψυχρότερον, τί ταλαιπωρότερον τῶν τότε λαβόντων τὸ φώτισμα; Φίλον σε ἐποίησεν ὁ Θεὸς, καὶ πάντων ἠξίωσε τῶν ἀγαθῶν, ἵνα καὶ αὐτὸς ἐπιδείξῃ τὰ τοῦ φίλου. Εἰπὲ δή μοι, εἰ τὰ μεγάλα ἠδίκησας εἴς τινα καὶ ὕβρισας, καὶ μυρίοις αὐτὸν ὀνείδεσι περιβαλὼν, εἰς τὰς χεῖρας ἐνέπεσες τοῦ ὑβρισθέντος, ὁ δὲ
ἀντὶ τούτων ἐτίμησε, καὶ τῶν αὐτοῦ μετέδωκεν ἁπάντων, καὶ ἐν τοῖς φίλοις ἐφ' ὧν ὑβρίσθη, ἐπὶ τούτων σε ἐστεφάνωσε, καὶ ἔφησεν ὡς υἱὸν ἔχειν γνήσιον, εἶτα εὐθέως ἀπέθανεν· οὐκ ἂν ζημίαν τὸ πρᾶγμα ἐνόμισας; οὐκ ἂν εἶπες· Ἐβουλόμην αὐτὸν ζῶντα εἶναι, ἵνα δυνηθῶ ἀποδοῦναι τὰς ἀμοιβὰς, ἵνα ἀμείψωμαι, ἵνα μὴ κακὸς φανῶ περὶ τὸν εὐεργέτην; Εἶτα ἐπ' ἀνθρώπου μὲν οὕτως· ἐπὶ δὲ τοῦ Θεοῦ σπουδάζεις
ἀπελθεῖν, ἵνα μὴ ἀμείψῃ τὸν εὐεργέτην τῶν τοσούτων δωρεῶν; Καὶ μὴν τότε πρόσελθε, ὅτε αὐτὸν δύνασαι τοῖς ἴσοις ἀμείψασθαι. Τί φεύγεις; Ναὶ, φησὶν, ἀλλ' οὐ δύναμαι φυλάξαι. Οὐκοῦν τὰ ἀδύνατα ἐπέταξεν ὁ Θεός; Ἀπὸ τούτου πάντα
ἀνατέτραπται, ἀπὸ τούτου τὰ τῆς οἰκουμένης διέφθαρται, ὅτι οὐδεὶς οὐδενὶ σκοπὸς κατὰ Θεὸν ζῇν. Οἱ μὲν οὖν κατηχούμενοι τοῦτο σπουδάζοντες, οὐδεμίαν ποιοῦνται ἐπιμέλειαν ὀρθοῦ βίου· οἱ δὲ ἤδη φωτισθέντες, οἱ μὲν ἐπεὶ παῖδες ὄντες τοῦτο
ἔλαβον, οἱ δὲ ἐν ἀῤῥωστίᾳ, καὶ ἀνενεγκόντες, ἐπειδὴ μὴ εἶχον προθυμίαν τινὰ ζῆσαι διὰ Θεὸν, οὐδὲ οὗτοι σπουδὴν τίθενται· οἱ δὲ ἐν ὑγείᾳ λαβόντες, ὀλίγην ταύτην καὶ αὐτοὶ ἐπιδείκνυνται, καὶ πρὸς τὸ παρὸν διατεθέντες θερμοὶ, μετὰ ταῦτα καὶ οὗτοι τὸ
πῦρ ἔσβεσαν. Μὴ γὰρ οὐκ ἔνι πράγμασι χρῆσθαι; μὴ γὰρ τῆς γυναικός σε διείργω; Πορνείας σε ἀπείργω. Μὴ γὰρ τῆς τῶν χρημάτων ἀπολαύσεως; Πλεονεξίας καὶ ἁρπαγῆς. Μὴ γὰρ ἀναγκάζω πάντα κενῶσαι; Ὀλίγα ἀπὸ τῶν ἐνόντων δοῦναι τοῖς δεομένοις (Τὸ ὑμῶν περίσσευμα, φησὶν, εἰς τὸ ἐκείνων ὑστέρημα)· καὶ οὐδὲ οὕτω πείθομεν. Μὴ γὰρ νηστεύειν βιάζομεν; Μεθύειν κωλύομεν καὶ γαστρίζεσθαι. Ταῦτα περιαιροῦμεν, ἃ ἀσχημοσύνην σοι φέρει, ἃ καὶ πρὸς τῆς γεέννης ἐντεῦθεν ἤδη φευκτὰ καὶ μισητὰ καὶ αὐτὸς εἶναι συνομολογεῖς. Μὴ γὰρ ἥδεσθαι καὶ χαίρειν; Ἀλλὰ μὴ αἰσχρῶς, μηδὲ ἀναξίως.
δʹ. Τί δέδοικας; τί φοβῇ; τί τρέμεις; Ἔνθα γάμος, ἔνθα χρημάτων ἀπόλαυσις, ἔνθα τροφὴ σύμμετρος, ποία ἁμαρτίας ὑπόθεσις; Καὶ μὴν οἱ ἔξωθεν τὰ ἐναντία ἐπιτάττουσι, καὶ ἀκούονται. Οὐ γὰρ ἀπὸ τῶν ἐνόντων ἀπαιτοῦσιν, ἀλλὰ λέγουσιν, ὅτι τοσόνδε δοῦναι δεῖ· κἂν προβάλλῃ πενίαν, οὐδὲ οὕτως ἀφίστανται. Ὁ δὲ Χριστὸς οὐχ οὕτως· ἀλλ' Ἀφ' ὧν ἔχεις δὸς, καὶ εἰς τὴν πρώτην σε καταλέξω τάξιν. Πάλιν ἐκεῖνοι, Εἰ βούλει, φησὶν, εὐδοκιμεῖν, κατάλιπε πατέρα, μητέρα, συγγενεῖς, οἰκείους, καὶ προσέδρευε τοῖς βασιλείοις, κοπτόμενος, ταλαιπωρούμενος, δουλεύων, σπώμενος, μυρία πάσχων κακά· ὁ δὲ Χριστὸς οὐχ οὕτως, ἀλλ', Ἔσο ἐν τῇ οἰκίᾳ μετὰ τῆς γυναικὸς, μετὰ τῶν παίδων, καὶ αὐτὰ ταῦτα διάπλαττε καὶ ῥύθμιζε, τὸν ἀπράγμονα βίον ζῇν καὶ ἀκίνδυνον. Ναὶ, φησὶν, ἀλλ' ἐκεῖνος χρήματα ἐπαγγέλλεται. Ἀλλ' οὗτος βασιλείαν, μᾶλλον δὲ καὶ χρήματα μετὰ ταύτης· Ζητεῖτε γὰρ, φησὶ, τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Καὶ ἐκεῖνος μὲν οὐδὲ ἐν προσθήκης μέρει, οὗτος δὲ καὶ προηγουμένως. Νεώτερος ἐγενόμην, φησί· καὶ γὰρ ἐγήρασα· καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον, οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους. Ἀρξώμεθα τοίνυν, τῆς ἀρετῆς θῶμεν προοίμιον· ἐπιλαβώμεθα αὐτῆς μόνον, καὶ ὄψει οἷα τὰ ἀγαθά. Μὴ γὰρ ἀπονητὶ ἐκεῖνα κατορθοῖς, ὅτι πρὸς ταῦτα μαλακίζῃ; Ναὶ, φησὶν, ἐκεῖνα ἀπονητὶ, ταῦτα δὲ μετὰ πόνου. Ἄπαγε· οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν· ἀλλ' εἴ τι δεῖ τἀληθὲς εἰπεῖν, ἐκεῖνα μᾶλλον πόνοις συνέζευκται καὶ μετὰ πόνου πλείονος κατορθοῦται, ταῦτα δὲ, ἂν ἐθέλωμεν, ῥᾳδίως. Μὴ δὴ ἀποπηδῶμεν τῶν θείων μυστηρίων, παρακαλῶ· μὴ τοῦτο ἴδῃς, ὅτι ὁ πρὸ σοῦ φωτισθεὶς, φαῦλος γέγονε, καὶ τῆς ἐλπίδος ἐξέπεσε τῆς αὐτοῦ, καὶ ὀκνηρότερος σαυτοῦ γένῃ· ἐπεὶ καὶ ἐν τοῖς στρατιώταις ὁρῶμεν τοὺς μὲν οὐκ εἰς δέον χρωμένους τῇ στρατείᾳ, τοὺς δὲ εὐδοκιμοῦντας· καὶ οὐ τοῖς ῥᾳθύμοις προσέχομεν, ἀλλὰ τούτους ζηλοῦμεν τοὺς κατορθοῦντας. Πρὸς τούτοις ἐννόησον, ὅσοι μετὰ τὸ φώτισμα ἄγγελοι ἀντὶ ἀνθρώπων γεγόνασι. Φοβήθητι τὸ τοῦ μέλλοντος ἄδηλον. Ὡς κλέπτης ἐν νυκτὶ, οὕτως ἔρχεται ὁ θάνατος· οὐδὲ ἁπλῶς ὡς κλέπτης, ἀλλὰ καθευδόντων ἡμῶν ἐπιτίθεται, καὶ ῥᾳθυμοῦντας λαβὼν ἄπεισι. ∆ιὰ τοῦτο ἄδηλον ἐποίησε τὸ μέλλον ὁ Θεὸς, ἵνα ἀεὶ τῷ τῆς προσδοκίας ἀδήλῳ ἐν ἀρετῇ διάγωμεν. Ἀλλὰ φιλάνθρωπός ἐστι, φησί. Μέχρι πότε τὸ ψυχρὸν τοῦτο ῥῆμα καὶ καταγέλαστον λέγομεν; Ἐγὼ οὐχ ὅτι φιλάνθρωπός ἐστιν ὁ Θεὸς λέγω μόνον καὶ παύομαι· ἀλλ' ὅτι οὐδὲν φιλανθρωπότερον αὐτοῦ, καὶ ὅτι χρησίμως ἅπαντα τὰ καθ' ἡμᾶς οἰκονομεῖ. Πόσους ὁρᾷς ἐν ἡλικίᾳ πάσῃ ἐλέφαντι διάγοντας; πόσους ἀπὸ πρώτης ἡλικίας τυφλώττοντας μέχρι γήρως, ἄλλους ἐν πηρώσει μετὰ ταῦτα γενομένους, ἄλλους ἐν πενίᾳ, ἄλλους ἐν δεσμοῖς, ἑτέρους ἐν μετάλλοις, ἄλλους ὁμοῦ καταχωσθέντας, ἄλλους ἐν πολέμοις ἀναλωθέντας; Ταῦτα οὐκ ἔστι φιλανθρωπίας; εἰπέ μοι· ταῦτα οὐκ ἐδύνατο κωλῦσαι, εἰ ἠθέλησεν; ἀλλ' ἀφίησι. Ναὶ, φησί. Σὺ δὲ εἰπέ μοι, διὰ τί οἱ ἐκ πρώτης ἡλικίας τυφλοί; Οὐκ ἐρῶ, ἕως ἂν ὑπόσχῃ μοι, ὅτι φωτίζῃ, ὅτι φωτισθεὶς βιοῖς ὀρθῶς. Οὐ θέμις σοι τὰ τοιαῦτα ἐπιλύεσθαι· οὐ γὰρ δὴ μέχρι τέρψεώς ἐστιν ὁ λόγος. Κἂν γὰρ τοῦτο λύσω, ἕτερον ἐπεισέρχεται ζήτημα· ἄβυσσος γάρ ἐστι ζητημάτων ἡ Γραφή. Ὥστε μὴ μόνον ἐθίζετε ἑαυτοὺς πρὸς τὸ λύσιν ζητεῖν, ἀλλὰ καὶ πρὸς τὸ μὴ ζητεῖν. Ἐπεὶ οὐδέποτε στησόμεθα ζητοῦντες. Ἰδοὺ γὰρ, ἂν τοῦτο λύσω, μυρίας νιφάδας ἐπιδεικνύω ζητημάτων. Ὥστε μανθάνωμεν μᾶλλον τοῦτο ζητεῖν, ἢ τὰ ζητηθέντα λύειν. Οὔτε γὰρ, ἐὰν λύσωμεν,
πάντως ἐλύσαμεν· ἀλλὰ κατὰ ἀνθρώπινον λογισμὸν οἰκεία τῶν τοιούτων λύσις ἡ πίστις ἐστὶ, τὸ εἰδέναι, ὅτι πάντα δικαίως καὶ φιλανθρώπως ὁ Θεὸς καὶ συμφερόντως ποιεῖ· ὅτι καταλαβεῖν αὐτῶν τὸν λόγον οὐκ ἔνι. Μία λύσις αὕτη, καὶ ταύτης ἀμείνων ἑτέρα οὐκ ἔστι. Τί γὰρ, εἰπέ μοι, τῆς λύσεως ἔργον; Πάντως μηκέτι ζητεῖν τὸ λυθέν. Κἂν τοῦτο πείσῃς σαυτὸν, ὅτι προνοίᾳ Θεοῦ τὰ πάντα διοικεῖται, τὰ μὲν συγχωροῦντος δι' ὃν οἶδε λόγον, τὰ δὲ ἐνεργοῦντος, ἀπηλλάγης τοῦ ζητεῖν, καὶ τῆς λύσεως τὸ κέρδος ἔλαβες. Ἀλλ' ἐπανίωμεν εἰς τὸ προ κείμενον. Ἐπεὶ οὖν ὁρᾷς τοσούτους ἐν κολάσεσι, ταῦτα δὲ ὁ Θεὸς συγχωρεῖ πάντα, χρῆσαι τῇ ὑγιείᾳ τοῦ σώματος εἰς τὴν ὑγιείαν τῆς ψυχῆς. Ἀλλ' ἐρεῖς· Τί μοι χρεία πόνων καὶ ταλαιπωρίας, ἐξὸν ἀπονητὶ πάντα ἀπολύσασθαι; Μάλιστα μὲν οὐδὲ δῆλον τοῦτό ἐστι. Συμβαίνει γὰρ οὐ μόνον ἀπονητὶ μὴ ἀπολύσασθαι, ἀλλὰ καὶ ἀπελθεῖν πάντα ἔχοντα. Πλὴν εἰ καὶ τοῦτο δῆλον, οὐδὲ οὗτος ἀνεκτὸς ὁ λόγος. Εἰς ἀγῶνας εἵλκυσεν· ὅπλα κεῖται χρυσᾶ. ∆έον λαβεῖν αὐτὰ καὶ μεταχειρίσασθαι, σὺ δὲ βούλει ἀδόξως σωθῆναι, καὶ μηδὲν ἀγαθὸν ἐργάσασθαι. Εἰπέ μοι, εἰ πόλεμος συνειστήκει, καὶ ὁ βασιλεὺς παρῆν, καὶ τοὺς μὲν εἶδες εἰς μέσας τὰς φάλαγγας τῶν πολεμίων ἐμπεσόντας, καὶ κατακόπτοντας, καὶ τραυματίας ἐργαζομένους μυρίους, ἑτέρους μονομαχοῦντας, ἄλλους πηδῶντας, ἄλλους ἐφ' ἵππων ὀρχουμένους καὶ ἐπαινουμένους ὑπὸ τοῦ βασιλέως, θαυμαζομένους, κροτουμένους, στεφανουμένους· ἑτέρους δὲ πάλιν ἀγαπητὸν ἡγουμένους, εἰ μηδὲν πάθοιεν κακὸν, καὶ τὴν ἐσχάτην τάξιν φυλάττοντας καὶ καθημένους· εἶτα μετὰ τὴν τοῦ πολέμου λύσιν, τοὺς μὲν καλουμένους, δεξιουμένους ταῖς μεγάλαις δωρεαῖς, ἀνακηρυττομένους· ἐκείνων δὲ οὐδὲ τοὔνομα δῆλον γενόμενον, ἀλλὰ μέχρι τῆς σωτηρίας αὐτοῖς τὴν τῶν ἀγαθῶν ἀντίδοσιν οὖσαν· τίνων ἂν ἠθέλησας γενέσθαι; Εἰ γὰρ λίθινος ἦς, εἰ γὰρ ἀναισθήτων καὶ ἀψύχων νωθέστερος, οὐκ ἂν ἐπεθύμησας ἐκείνων γενέσθαι μυριάκις; Ναὶ, δέομαι καὶ ἀντιβολῶ. Εἰ γὰρ πεσεῖν πολεμοῦντα ἔδει, οὐκ ἐχρῆν προθύμως τοῦτο ἑλέσθαι; Οὐχ ὁρᾷς τοὺς ἐν τοῖς πολέμοις τούτοις πίπτοντας, πῶς εἰσι λαμπροὶ, πῶς ἔνδοξοι; καίτοι θάνατον ἀποθνήσκουσι, μεθ' ὃν οὐκ ἔστι τιμηθῆναι παρὰ τοῦ βασιλέως. Ἐπὶ δὲ ἐκείνου τοῦ πολέμου οὐδὲν τοιοῦτον, ἀλλὰ πάντως παραστήσῃ τοὺς μώλωπας ἔχων· οὓς γένοιτο πάντας ἡμᾶς ἐπιδεῖξαι καὶ χωρὶς διωγμῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η επεξεργασία, επιμέλεια μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου