ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Νʹ. Οἱ μὲν οὖν στρατιῶται κατὰ τὸ διατεταγμένον αὐτοῖς

Σάββατο 22 Οκτωβρίου 2016

Νʹ. Οἱ μὲν οὖν στρατιῶται κατὰ τὸ διατεταγμένον αὐτοῖς




Ιωάννης Χρυσόστομος
Είς Πράξεις Αποστόλων
Τόμος 60


Νʹ.  Οἱ μὲν  οὖν  στρατιῶται  κατὰ  τὸ διατεταγμένον  αὐτοῖς ἀναλαβόντες τὸν Παῦλον, ἤγαγον διὰ νυκτὸς εἰς τὴν Ἀντιπατρίδα. Τῇ τε ἐπαύριον ἐάσαντες τοὺς ἱππεῖς πορεύεσθαι σὺν αὐτῷ, ὑπέστρεψαν εἰς τὴν παρεμβολήν· οἵτινες ἐλθόντες εἰς τὴν Καισάρειαν, καὶ ἀναδόντες τὴν ἐπιστολὴν τῷ ἡγεμόνι, παρ έστησαν καὶ τὸν Παῦλον.

αʹ. Καθάπερ βασιλέα τινὰ δορυφόροι παρέπεμπον μετὰ τοσούτου πλήθους καὶ ἐν νυκτὶ, φοβούμενοι τοῦ δήμου τὴν ὀργὴν τῆς ὁρμῆς. Ἐπεὶ οὖν τῆς πόλεως αὐτὸν ἐξέβαλον, τότε ἀφίστανται. Οὐκ ἂν δὲ ὁ χιλίαρχος μετὰ τοσαύτης αὐτὸν ἀσφαλείας ἐξέπεμψεν,  εἰ  μὴ καὶ  αὐτὸς  οὐδὲν  ἦν  αὐτοῦ  κατεγνωκὼς,  καὶ  ἐκείνων  ᾔδει  τὸ φονικόν. Ἀναγνοὺς δὲ, καὶ ἐπερωτήσας ἐκ ποίας ἐπαρχίας ἐστὶ, καὶ πυθόμενος, ὅτι ἀπὸ Κιλικίας, ∆ιακούσομαί σου, ἔφη,  ὅταν  καὶ οἱ κατήγοροί  σου παραγένωνται· ἐκέλευσέ τε αὐτὸν ἐν τῷ πραιτωρίῳ Ἡρώδου φυλάσσεσθαι. Ἤδη ἀπελογήσατο ὑπὲρ αὐτοῦ ὁ Λυσίας· ἀλλ' ὅμως καὶ ἔτι οἱ Ἰουδαῖοι ἐπιτίθενται, καὶ προκαταλαμβάνουσι τὸν ἀκροατὴν, καὶ πάλιν εἰς δεσμὰ βάλλεται, καὶ ἄκουε πῶς· ἐπάγει γάρ·



Μετὰ δὲ πέντε   ἡμέρας  κατέβη  ὁ  ἀρχιερεὺς   Ἀνανίας   μετὰ  πρεσβυτέρων  καὶ  ῥήτορος Τερτύλλου τινὸς, οἵτινες ἐνεφάνησαν τῷ ἡγεμόνι κατὰ τοῦ Παύλου. Ὅρα πῶς οὐδ' οὕτως ἀπέστησαν, ἀλλ' ἔρχονται μυρίοις κωλύμασι καί  τοι κωλυόμενοι, ὥστε κἀκεῖ  καταισχυνθῆναι.   Κληθέντος  δὲ  αὐτοῦ,  ἤρξατο  κατηγορεῖν  ὁ  Τέρτυλλος, λέγων·  Πολλῆς εἰρήνης  τυγχάνοντες  διὰ σοῦ, καὶ κατορθωμάτων  γινομένων  τῷ ἔθνει τούτῳ διὰ τῆς σῆς προνοίας, πάντη τε καὶ πανταχοῦ  ἀποδεχόμεθα, κράτιστε Φῆλιξ, μετὰ πάσης εὐχαριστίας. Ἵνα δὲ μὴ ἐπὶ πλέον σε ἐγκόπτω, παρακαλῶ ἀκοῦσαι συντόμως ἡμῶν τῇ σῇ ἐπιεικείᾳ. Καὶ μὴν ὑμεῖς τοῦτο πεποιήκατε· ῥήτορος οὖν τί ἔδει; Ὅρα πῶς καὶ οὗτος εὐθέως ἐκ προοιμίων  ὡς νεωτεροποιὸν  καὶ στασιαστὴν βούλεται παραδοῦναι, καὶ τοῖς ἐπαίνοις  προκαταλαμβάνει  τὸν δικαστήν. Εἶτα ὡς πολλὰ  ἔχων  εἰπεῖν,  παρατρέχει, καὶ μόνον  τοῦτο  λέγει·  Ἵνα  δὲ μὴ ἐπιπλέον  σε ἐγκόπτω. Ὅρα πῶς εἰς ἐπιθυμίαν ἐμβάλλει κολάσεως τὸν δικαστήν· εἴ γε ἔμελλε τὸν τὴν οἰκουμένην ἀνατρέποντα καθέξειν, καὶ ὡς ἐπὶ κατορθώματι φρονοῦσι μεγάλῳ. Εὑρόντες γὰρ τὸν ἄνδρα τοῦτον λοιμὸν, καὶ κινοῦντα  στάσεις πᾶσι τοῖς Ἰουδαίοις τοῖς κατὰ τὴν οἰκουμένην, πρωτοστάτην τε τῆς τῶν Ναζωραίων αἱρέσεως, ὃς καὶ τὸ ἱερὸν  ἐπείρασε βεβηλῶσαι· ὃν  καὶ  ἐκρατήσαμεν, καὶ  κατὰ  τὸν  ἡμέτερον  νόμον ἠθελήσαμεν  κρῖναι.  Παρελθὼν δὲ Λυσίας ὁ χιλίαρχος  μετὰ πολλῆς  βίας ἐκ τῶν χειρῶν  ἡμῶν  ἀπήγαγε, κελεύσας τοὺς κατηγόρους αὐτοῦ ἔρχεσθαι ἐπὶ σοῦ· παρ' οὗ δύνασαι αὐτὸς ἀνακρίνας περὶ πάντων τούτων ἐπιγνῶναι, ὧν ἡμεῖς κατηγοροῦμεν αὐτοῦ. Τοῖς κατὰ τὴν οἰκουμένην, φησὶν, Ἰουδαίοις στάσεις κινοῦντα. Ὡς λυμεῶνα λοιπὸν καὶ κοινὸν ἐχθρὸν τοῦ ἔθνους διαβάλλουσι πρωτοστάτην τε τῆς τῶν Ναζωραίων [αἱρέσεως. Ἐδόκει τοῦτο ἐπονείδιστον  εἶναι, τὸ τῶν Ναζωραίων]· διὸ καὶ τοῦτο παρῆγον, καὶ ἀπὸ τούτου πάλιν  διέβαλλον  αὐτόν· ἡ γὰρ Ναζαρὲθ εὐτελὴς   ἦν.   Καὶ  εὑρόντες,   φησίν.   Ὅρα,   πῶς   κακούργως   ὡς   διαφυγόντα συκοφαντοῦσι, καὶ μόλις ἐπιτυχόντες, καίτοι ἑπτὰ ἡμέρας εἶχεν ἐν τῷ ἱερῷ. Ὃν καὶ ἐκρατήσαμεν, καὶ κατὰ τὸν ἡμέτερον νόμον ἠθελήσαμεν κρῖναι. Ὅρα πῶς καὶ τὸν νόμον  ὑβρίζουσιν·  εἴ γε μὴ τοῦτο νόμου ἦν, τὸ τύπτειν,  τὸ ἀναιρεῖν,  τὸ ἔνεδρα ποιεῖν.  Εἶτα καὶ  τοῦ  Λυσίου κατηγορία,  Παρελθὼν  δὲ  Λυσίας ὁ χιλίαρχος  μετὰ πολλῆς  βίας ἐκ τῶν  χειρῶν  ἡμῶν  ἀπήγαγεν·  οὐ προσῆκον αὐτῷ,  φησὶ, πρᾶγμα ποιῶν·  ὅμως  ἐποίησε. Παρ'  οὗ  δύνασαι  αὐτὸς  ἀνακρίνας  περὶ  τούτων  πάντων γνῶναι, ὧν ἡμεῖς κατηγοροῦμεν αὐτοῦ. Συνεπέθεντο δὲ καὶ οἱ Ἰουδαῖοι, φάσκοντες ταῦτα  οὕτως  ἔχειν.  Τί  οὖν  ὁ  Παῦλος; ἆρα  ἐπὶ  τούτοις  σιγᾷ;  Οὐδαμῶς· ἀλλὰ παῤῥησιάζεται  πάλιν   καὶ  ἀποκρίνεται·  καὶ  τοῦτο  τοῦ  ἡγεμόνος   βουληθέντος· ἐπήγαγε γάρ· Ἀπεκρίθη δὲ Παῦλος νεύσαντος αὐτῷ τοῦ ἡγεμόνος λέγειν· Ἐκ πολλῶν ἐτῶν  ὄντα  σε κριτὴν  δίκαιον  τῷ ἔθνει  τούτῳ  ἐπιστάμενος, εὐθυμότερον  τὰ περὶ ἐμαυτοῦ  ἀπολογοῦμαι,  δυναμένου  σου γνῶναι,  ὅτι  οὐ  πλείους  εἰσί  μοι  ἡμέραι δεκαδύο, ἀφ' ἧς ἀνέβην προσκυνήσων ἐν Ἱερουσαλήμ. Καὶ οὔτε ἐν τῷ ἱερῷ εὗρόν με πρός τινα διαλεγόμενον  ἢ ἐπισύστασιν ποιοῦντα ὄχλων,  οὔτε ἐν ταῖς συναγωγαῖς, οὔτε κατὰ τὴν πόλιν· οὔτε παραστῆσαι νῦν δύνανται, περὶ ὧν νῦν κατηγοροῦσί μου. Οὐκ ἔστι ταῦτα κολακείας τὰ ῥήματα, τὸ μαρτυρῆσαι τῷ δικαστῇ δικαιοσύνην· ἀλλ' ἐκεῖνα  μᾶλλον,  τὸ εἰπεῖν·  Πολλῆς εἰρήνης  τυγχάνοντες  διὰ σοῦ. Τί οὖν  ἀδίκως στασιάζετε; Σκόπει δέ· ἐκεῖνοι πρὸς ἀδικίαν παρώρμων, οὗτος τὸ δίκαιον ἐζήτει· διὸ καὶ ἔλεγεν· Εὐθυμότερον τὰ περὶ ἐμαυτοῦ ἀπολογοῦμαι· εἶτα καὶ ἀπὸ τοῦ χρόνου ἰσχυρίζεται· Ἐκ πολλῶν ἐτῶν γὰρ, φησὶν, ὄντα σε κριτὴν ἐπιστάμενος. Καὶ τί τοῦτο πρὸς  ἀπόδειξιν  συνετέλει;  Μέγα· δείκνυσι  γὰρ,  ὅτι  καὶ  αὐτὸς  οἶδε  μηδὲν  ὧν κατηγορεῖται πεποιηκότα. Εἰ δὲ ἐπισύστασίν ποτε ἐκίνησεν, ἐγίνωσκεν ἂν κριτὴς ὢν, καὶ τὸ τοιοῦτον αὐτὸν οὐκ ἐλάνθανεν. Εἶτα ἐπειδὴ ὁ κατήγορος οὐδὲν εἶχε δεῖξαι ἐν Ἱεροσολύμοις, ὅρα τί φησι· Τοῖς κατὰ τὴν οἰκουμένην πᾶσιν Ἰουδαίοις, ψεῦδος ἐπὶ ψεύδει  συντιθείς.  ∆ιὰ τοῦτο  ὁ Παῦλος ἐντεῦθεν  αὐτὸν  ἀφέλκων,  Προσκυνήσων ἀνέβην,  λέγει·  μονονουχὶ  ἀπολογούμενος  διὰ  τούτου,  ὅτι  τοσοῦτον  ἀπέχω  τοῦ στάσεις κινεῖν· καὶ τούτῳ ἐνδιατρίβει τῷ δικαίῳ ὅπερ ἦν ἰσχυρόν· ἐπάγει γάρ· Καὶ οὔτε  ἐν  τῷ  ἱερῷ,  οὔτε  ἐν  τῇ  πόλει,  οὔτε  ἐν  τῇ  συναγωγῇ  εὗρόν  με πρός τινα διαλεγόμενον.  Ὅπερ ἦν καὶ ἀληθές. Κἀκεῖνος μὲν Πρωτοστάτην φησὶ, καθάπερ ἐπὶ μάχης καὶ συστάσεως· οὗτος δὲ ὅρα πῶς ἐπιεικῶς ἀποκρίνεται· Ὁμολογῶ δὲ τοῦτό σοι, ὅτι  κατὰ  τὴν  ὁδὸν,  ἣν  λέγουσιν  αἵρεσιν, οὕτω  λατρεύω  τῷ  πατρῴῳ  Θεῷ, πιστεύων πᾶσι τοῖς κατὰ νόμον, καὶ ἐν τοῖς προφήταις γεγραμμένοις, ἐλπίδα ἔχων εἰς τὸν Θεὸν, ἣν  καὶ αὐτοὶ προσδέχονται, ἀνάστασιν μέλλειν ἔσεσθαι δικαίων τε καὶ ἀδίκων.


βʹ. Ὅρα· ἐχώριζον αὐτὸν ἐκεῖνοι· οὗτος συνεισάγει, καὶ οἰκειοῖ ἑαυτὸν τῷ νόμῳ δι'  ὧν ἀπολογεῖται. Καὶ βεβαιῶν ὃ εἶπε, πάλιν  ἐπάγει· Ἐν τούτῳ δὲ καὶ αὐτὸς  ἀσκῶ,  ἀπρόσκοπον  συνείδησιν  ἔχων   πρός  τε  τὸν  Θεὸν  καὶ  πρὸς  τοὺς ἀνθρώπους  διαπαντός. ∆ι' ἐτῶν δὲ πλειόνων  παρεγενόμην, ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου καὶ προσφορὰς, ἐν οἷς εὗρόν με ἡγνισμένον  ἐν τῷ ἱερῷ οὐ μετὰ ὄχλου,   οὐδὲ   μετὰ   θορύβου   τινός.   Τί  οὖν   ἀνέβης;   τί   ἦλθες;   Προσκυνῆσαι; ἐλεημοσύνας, φησὶ, ποιῆσαι· ὥστε τοῦτο  οὐκ ἦν  στασιώδους. Εἶτα καὶ ἐκβάλλει αὐτῶν τὸ πρόσωπον, λέγων  ἀδιορίστως· Ἐν οἷς εὗρόν μέ τινες τῶν ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι·  οὓς ἔδει ἐπὶ σοῦ παρεῖναι, καὶ κατηγορεῖν  εἴ τι ἔχοιεν πρός με· ἢ αὐτοὶ οὗτοι εἰπάτωσαν, τί εὗρον ἐν ἐμοὶ ἀδίκημα, στάντος μου ἐπὶ τοῦ συνεδρίου· ἢ περὶ μιᾶς ταύτης φωνῆς ἧς ἐκέκραξα ἑστὼς ἐν αὐτοῖς, ὅτι Περὶ ἀναστάσεως νεκρῶν ἐγὼ σήμερον κρίνομαι ὑφ' ὑμῶν. Τοῦτο περιουσία δικαιωμάτων, μὴ φεύγειν τοὺς κατηγόρους, ἀλλ' ἕτοιμον εἶναι πᾶσι διδόναι λόγον. Περὶ ἀναστάσεως νεκρῶν ἐγὼ σήμερον,   φησὶ,   κρίνομαι.   Καὶ  οὐδὲν   εἶπεν   ὧν   εἶχεν   εἰκότως   εἰπεῖν,   ὅτι ἐπεβούλευσαν, ὅτι κατέσχον αὐτὸν, ὅτι ἔνεδρον ἐποίησαν (ταῦτα γὰρ παρ' ἐκείνων λέγεται  γενέσθαι· παρὰ δὲ τούτου, καὶ κινδύνου  ὄντος,  οὐκ ἔτι)· ἀλλὰ  σιγᾷ, καὶ μόνον ἀπολογεῖται, καίτοι μυρία ἔχων εἰπεῖν. Τοῦτο αὐτὸν καὶ ἐν Καισαρείᾳ ἐποίει λαμπρὸν, τὸ μετὰ τοσαύτης ἐλθεῖν παρατάξεως. Ἐν οἷς εὗρόν με, φησὶν, ἡγνισμένον ἐν  τῷ  ἱερῷ.  Πῶς  οὖν  ἐβεβήλωσεν;  οὐ  γὰρ  ἦν  τοῦ  αὐτοῦ  καὶ  ἁγνίζεσθαι  καὶ προσκυνεῖν, καὶ διὰ τοῦτο ἔρχεσθαι καὶ βεβηλοῦν. Τοῦτο καὶ δικαιολογίας ὑποψίαν ἔχει τὸ μὴ εἰς μακρὸν ἐμπίπτειν τὸν λόγον ἐᾷν Καὶ χαρίζεται τῷ δικαστῇ. Ἐμοὶ δὲ δοκεῖ κἀκείνῳ συστέλλειν τὴν ἀπολογίαν. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Ἐπειδὴ πρὸ τούτου μακρὰ ἐδημηγόρησεν ὁ Τέρτυλλος, δεικνὺς ὅτι ἐγκόπτεται, οὐκ εἶπεν, Ἄκουσον τοῦ πράγματος· ἀλλ', Ἵνα σε μὴ ἐπὶ πλεῖον ἐγκόπτω, παρακαλῶ ἀκοῦσαί σε ἡμῶν τῇ σῇ ἐπιεικείᾳ. Τάχα θεραπεύων οὕτω τὸν λόγον κατασκευάζει· ἢ καὶ ἀληθῶς τοῦτο ἐπιεικείας τεκμήριον, εἰ παρὸν πολλὰ εἰπεῖν, ὑπὲρ τοῦ μὴ ἐνοχλεῖν  ὀλίγα τις λέγοι.  Εὕρομεν γὰρ  τὸν  ἄνδρα  τοῦτον  λοιμόν·  ὃς, φησὶ, καὶ  τὸ  ἱερὸν  ἐπείρασε βεβηλῶσαι. Οὐκοῦν οὐκ ἐβεβήλωσε. Τί οὖν, εἰ ἀλλαχοῦ τοῦτο ἐποίησεν; Οὐδαμῶς· ἦ γὰρ ἂν καὶ εἶπε· νῦν δὲ Ἐπείρασε μὲν λέγει, τὸ δὲ πῶς, οὐ προστίθησι. Καὶ τὰ μὲν κατὰ Παύλου οὕτως ἐπῆρεν· ὅρα δὲ τὰ αὐτῶν πῶς ἐλαττοῖ. Ὃν καὶ ἐκρατήσαμεν, φησὶ, καὶ ἠθελήσαμεν κρῖναι κατὰ τὸν ἡμέτερον νόμον. Παρελθὼν δὲ Λυσίας χιλίαρχος, μετὰ πολλῆς βίας ἐκ τῶν χειρῶν ἡμῶν ἀπήγαγεν. Ἐνταῦθα δείκνυσιν, ὅτι καὶ ἐπηρεάζονται εἰς δικαστήρια ἐρχόμενοι ξένα, καὶ ὅτι οὐκ ἂν ἠνώχλησαν αὐτὸν, εἰ μὴ ἐκεῖνος ἠνάγκασε, καὶ ὡς οὐ προσῆκον αὐτῷ ἥρπασε τὸν ἄνδρα· καὶ γὰρ τὰ ἀδικήματα πρὸς ἡμᾶς ἦν, καὶ τὸ δικαστήριον παρ' ἡμῖν ἔδει γενέσθαι. Ὅτι γὰρ τοῦτό ἐστιν, ὅρα τὸ ἑξῆς· Μετὰ πολλῆς, φησὶ, βίας. Βία γὰρ τοῦτό ἐστι. Παρ' οὗ δύνασαι γνῶναι.  Οὐδὲ κατηγορῆσαι τολμᾷ· συγγνωμονικὸς  γὰρ ἀνὴρ ἦν· οὐδὲ ἁπλῶς παρέρχεται. Εἶτα πάλιν, ἵνα μὴ δόξῃ ψεύδεσθαι, αὐτὸν ἐφίστησιν ἑαυτοῦ κατήγορον τὸν   Παῦλον.  Παρ'  οὗ,  φησὶ,  δύνασαι  ἀνακρίνας   περὶ  πάντων   τούτων ἐπιγνῶναι.  Εἶτα καὶ  μάρτυρες  τῶν  εἰρημένων·  Συνεπέθεντο  δὲ  καὶ  οἱ  Ἰουδαῖοι φάσκοντες  ταῦτα  οὕτως  ἔχειν.  Οἱ κατήγοροι, αὐτοὶ καὶ μάρτυρες καὶ κατήγοροι. Ἀλλ' ὁ Παῦλος, Ἐκ πολλῶν ἐτῶν ὄντα σε κριτὴν ἐπιστάμενος δίκαιον, ἀποκρίνεται. Οὐκ ἄρα ξένος τίς ἐστιν, οὐδὲ ἀλλότριος, οὐδὲ νεωτεροποιὸς, εἴ γε ἐκ πολλῶν ἐτῶν οἶδε τὸν δικαστήν. Καὶ καλῶς ἐπήγαγε τὸ, ∆ίκαιον, ἵνα μὴ πρὸς τὸν ἀρχιερέα ἴδῃ, μηδὲ πρὸς τὸν δῆμον, μηδὲ πρὸς τὸν κατήγορον. Ὅρα, πῶς οὐ προήχθη εἰς ὕβριν· καίτοι γε καὶ ἀνάγκης οὔσης. Πιστεύων, φησὶ, πᾶσι τοῖς κατὰ νόμον. Τοῦτο εἶπε, δεικνὺς, ὅτι οὐκ ἂν ἄνθρωπος, πιστεύων ἀνάστασιν ἔσεσθαι, τοιαῦτα πράξειέ ποτε, ἣν καὶ αὐτοὶ οὗτοι ἐκδέχονται. Οὐκ εἶπε περὶ τούτων, ὅτι πιστεύουσι τοῖς ἐν τοῖς προφήταις  γεγραμμένοις  (οὐδὲ γὰρ ἐπίστευον)· ἀλλ' οὗτος πᾶσιν ἐπίστευεν,  οὐκ ἐκεῖνοι· πῶς δὲ, μακροῦ ἂν εἴη λόγου τανῦν λέγειν. Τοσαῦτα εἶπε, καὶ οὐδαμοῦ τοῦ Χριστοῦ  μέμνηται.  Ἐνταῦθα  δὲ,  Πιστεύων,  εἰπὼν,   καὶ  τὰ  κατὰ  τὸν  Χριστὸν εἰσήγαγεν, ἀλλὰ τέως τῷ τῆς ἀναστάσεως ἐνδιατρίβει  λόγῳ, ὃ κοινὸν  ἦν αὐτοῖς δόγμα, καὶ πάσης στάσεως ὑποψίαν ἀνῄρει. Εἶτα καὶ ἡ αἰτία τῆς ἀνόδου. Ἐλεημοσύνας, φησὶ, καὶ προσφορὰς ποιήσων εἰς τὸ ἔθνος μου, παρεγενόμην,  καὶ τοῦτο δι' ἐτῶν  πλειόνων.  Πῶς ἂν οὖν  ἐτάραξεν, οἷς ὥστε ἐλεημοσύνην  ποιῆσαι τοσαύτην ἦλθεν  ὁδόν; Οὐ μετὰ ὄχλου, φησὶν, οὐδὲ μετὰ θορύβου. Πανταχοῦ τὴν στάσιν ἀναιρεῖ. Καλῶς δὲ καὶ προσκαλεῖται τοὺς κατηγόρους τοὺς ἀπὸ τῆς Ἀσίας, λέγων· Οὓς δεῖ ἐπὶ σοῦ κατηγορεῖν,  εἴ τι ἔχοιεν πρός με. Οὕτως ἐθάῤῥει καθαρὸς εἶναι πρὸς ἃ κατηγορεῖτο, ὅτι καὶ προσκαλεῖται αὐτούς. Οὐ τοὺς ἀπὸ τῆς Ἀσίας δὲ μόνον, ἀλλὰ καὶ τοὺς ἐξ Ἱερουσαλὴμ οὐκ ἐκβάλλει κατηγόρους. ἀλλὰ καὶ τούτους προσκαλεῖται πάλιν, ἐπάγων· Ἢ αὐτοὶ οὗτοι εἰπάτωσαν. Καὶ γὰρ διὰ τοῦτο ἐξ ἀρχῆς διεπονοῦντο,  ὅτι  τὴν  ἀνάστασιν  ἐκήρυττε. Καὶ καλῶς  οὕτως  ἐποίει· τούτου  γὰρ δειχθέντος, εὐκόλως καὶ τὰ τοῦ Χριστοῦ ἐπεισήγετο, ὅτι ἀνέστη. Τί εὗρον, φησὶν, ἐν ἐμοὶ ἀδίκημα, στάντος μου ἐπὶ τοῦ συνεδρίου; Ἐν τῷ συνεδρίῳ εἶπε· δεικνὺς, ὅτι οὐδὲν εὗρον οὐχὶ κατ' ἰδίαν τῆς ἐξετάσεως γενομένης, ἀλλὰ παρόντος τοῦ πλήθους καὶ  ἀκριβῶς  ἀνακρίνοντος.



 γʹ. Ὅτι δὲ  ταῦτα  ἀληθῆ  λέγω,  μαρτυροῦσιν οἱ  περὶ τούτου ἐγκαλοῦντες. ∆ιὰ τοῦτο καὶ ἔλεγεν· Ἐν τούτῳ δὲ αὐτὸς ἀσκῶ, ἀπρόσκοπον συνείδησιν ἔχων πρός τε τὸν Θεὸν καὶ τοὺς ἀνθρώπους. Ἡ τελεία γὰρ αὕτη ἀρετὴ, ὅταν μηδὲ ἀνθρώποις διδῶμεν λαβὰς, καὶ παρὰ Θεῷ σπουδάζωμεν εἶναι ἀπρόσκοποι. Ἧς ἐκέκραξα, φησὶν, ἐν τῷ  συνεδρίῳ. Καὶ τὴν  βίαν  αὐτῶν  δηλοῖ  ἐκ τοῦ εἰπεῖν, Ἐκέκραξα, ὡσανεὶ ἔλεγεν· Οὐκ ἔχουσιν εἰπεῖν, ὅτι Προσχήματι ἐλεημοσύνης ταῦτα ἐποίεις· οὐ γὰρ μετὰ ὄχλου οὐδὲ μετὰ θορύβου τοῦτο ἐποίουν· ἄλλως τε, καὶ ἐξετάσεως  γενομένης   περὶ  τούτου,  οὐδὲν   πλέον   εὑρίσκετο.  Εἶδες  ἐπιείκειαν, κινδύνων  ὄντων; εἶδες εὔφημον γλῶτταν, καὶ πῶς ἓν ζητεῖ μόνον ἀπολύσασθαι τὰ ἑαυτοῦ, οὐχὶ κἀκείνους ἐγκλήμασι περιβαλεῖν, πλὴν εἴ που ἀναγκάζοιτο, ἀπολογούμενος; ὥσπερ καὶ ὁ Χριστὸς ἔλεγεν· Ἐγὼ δαιμόνιον  οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν Πατέρα μου· ὑμεῖς δὲ ἀτιμάζετέ με. Τοῦτον μιμώμεθα καὶ ἡμεῖς, ἐπειδὴ καὶ αὐτὸς Χριστοῦ μιμητὴς  ἦν. Εἰ τοῖς μέχρι φόνου καὶ σφαγῆς χωρήσασιν οὐδὲν εἶπεν ἐκεῖνος ἐπαχθὲς, τίνος ἂν εἴημεν ἡμεῖς συγγνώμης  ἄξιοι, ἐν λοιδορίᾳ καὶ ὕβρεσιν ἐκθηριούμενοι,   μιαροὺς   καὶ   παμμιάρους   ἀποκαλοῦντες    τοὺς   ἐχθροὺς   τοὺς ἡμετέρους; τίνα  δὲ ἀπολογίαν  ἕξομεν ἐχθροὺς ὅλως  ἔχοντες; Οὐκ ἀκούεις, ὅτι ὁ τιμῶν,  ἑαυτὸν τιμᾷ; Ἡμεῖς δὲ ἑαυτοὺς ὑβρίζομεν. Ἐγκαλεῖς, ὅτι ὑβρίσθης· τί οὖν περιπίπτεις  τῷ ἐγκλήματι;  τί σαυτὸν πληγῇ  περιβάλλεις; Μεῖνον ἀπαθὴς, μεῖνον ἄτρωτος· μὴ, βουλόμενος ἕτερον πλῆξαι, σαυτὸν περιβάλῃς τῷ κακῷ. Οὐ γὰρ ἀρκεῖ ἡμῖν  ὁ  ἕτερος  θόρυβος  τῆς  ψυχῆς  ὁ  μηδενὸς  κινοῦντος   κινούμενος·  οἷον,  αἱ ἐπιθυμίαι  αἱ ἄτοποι, αἱ λῦπαι  καὶ αἱ ἀθυμίαι  καὶ ὅσα τοιαῦτα· ἀλλὰ  καὶ ἑτέρας ἐπισωρεύομεν. Καὶ πῶς δυνατὸν ὑβριζόμενον φέρειν, φησί; Πῶς δὲ οὐ δυνατὸν, εἰπέ μοι; τραῦμα ἡμῖν τίκτεται ἀπὸ τῶν ῥημάτων; μώλωπες περὶ τὰ σώματα; ποία τοίνυν γίνεται ἡμῖν βλάβη; Ὥστε, ἂν βουλώμεθα, δυνάμεθα ἐνεγκεῖν. Θῶμεν ἑαυτοῖς νόμον μὴ ἀλγεῖν,  καὶ οἴσομεν· εἴπωμεν  πρὸς ἡμᾶς αὐτούς· Οὐκ ἔστιν ἔχθρας, ἀσθενείας ἐστίν· ἀσθενείας καὶ γὰρ ὄντως ἐστίν· ἐπεὶ ὅτι ἔχθρας οὐκ ἔστιν οὐδὲ κακοηθείας, ἐβούλετο κἀκεῖνος κατασχεῖν, εἰ καὶ μυρία ἠδικημένος ἦν. Ἂν τοῦτο ἐννοήσωμεν μόνον, ὅτι ἀσθενείας ἐστὶν, οἴσομεν, καὶ συγγνωσόμεθα μὲν ἐκείνῳ, πειρασόμεθα δὲ μὴ περιπεσεῖν καὶ αὐτοί. Ἐπεὶ ἐρωτῶ πάντας  τοὺς παρόντας· ἆρα, ἂν ἐθελήσητε, οὕτω  φιλοσοφεῖν  δύνασθε, ὥστε φέρειν  τοὺς ὑβρίζοντας; Ἔγωγε οἶμαι. Οὐκοῦν ἄκων σε ὕβρισε καὶ οὐ βουλόμενος, ἀλλὰ ἀναγκαζόμενος ὑπὸ τοῦ πάθους· ἐπίσχες. Οὐχ ὁρᾷς τοὺς δαιμονῶντας;  Ὥσπερ ἐκεῖνος οὐκ ἀπὸ ἔχθρας τοσοῦτον, ὅσον ἀπὸ ἀσθενείας, τοῦτο ὑπομένει· οὕτω καὶ ἡμεῖς οὐκ ἀπὸ τῆς φύσεως τῶν ὕβρεων κινούμεθα, ὅσον ἀφ' ἡμῶν αὐτῶν· ἐπεὶ πῶς τῶν μαινομένων  τὰ αὐτὰ ὑβριζόντων φέρομεν; Πάλιν εἰ φίλοι  εἶεν οἱ ὑβρίζοντες ἢ καὶ μείζους, καὶ οὕτω φέρομεν· πῶς οὖν οὐκ ἄτοπον, τριῶν μὲν τούτων ὄντων, καὶ φίλων καὶ μαινομένων καὶ μειζόνων, φέρειν, ὁμοτίμων δὲ ἢ καὶ ἡττόνων  μὴ φέρειν; Πολλάκις εἶπον· ῥοπή τίς ἐστι καὶ συναρπαγὴ τὸ πρᾶγμα· καρτερήσωμεν μικρὸν, καὶ τὸ πᾶν ἠνύσαμεν. Ὅσῳ ἂν ὑβρίζῃ μείζονα, τοσούτῳ μᾶλλόν ἐστιν ἀσθενής. Οἶδας πότε ἀλγεῖν χρή; Ὅταν ὑβρισάντων ἡμῶν  ἐκεῖνος  σιγήσῃ· τότε  γὰρ  αὐτὸς  μὲν  ἰσχυρὸς,  ἡμεῖς  δὲ  ἀσθενεῖς·  ἂν  δὲ τοὐναντίον  γένηται,  καὶ χαίρειν  δεῖ· ἐστεφανώθης,  ἀνεκηρύχθης· οὐκ εἰς ἀγῶνα καταχθεὶς, οὐδὲ ἡλίου καὶ ἀκτῖνος καὶ κόνεως ἐπάχθειαν ἐνεγκὼν, οὐδὲ συμπλακεὶς, καὶ λαβὰς δοὺς, ἀλλὰ θελήσας μόνον, καὶ καθήμενος ἢ ἑστὼς, ἔλαβες μέγαν τὸν στέφανον· καὶ οὐχ ἁπλῶς μέγαν, ἀλλὰ πολλῷ μείζονα ἐκείνων· οὐ γάρ ἐστιν ἴσον ἐχθρὸν βαλεῖν ἀντίπαλον,  καὶ τῶν τῆς ὀργῆς περιγενέσθαι βελῶν. Ἐνίκησας οὐδὲ λαβὴν δοὺς, κατέβαλες τὸ πάθος τὸ ἐν σοὶ, ἀπέσφαξας τὸ θηρίον κεκινημένον, καὶ λυττῶντα  τὸν θυμὸν ἐπεστόμισας, καθάπερ τις ἄριστος νομεύς· ἐμφύλιος ἔμελλεν ἡ μάχη εἶναι, οἰκεῖος ὁ πόλεμος. Καθάπερ γὰρ οἱ τείχει  προσκαθήμενοι καὶ πολιορκοῦντες  ἔξωθεν, ἐμφυλίοις  περιβάλλουσι πολέμοις, καὶ τότε περιγίνονται· οὕτω δὴ καὶ ὁ ἐνυβρίζων, ἂν μὴ τὸ ἐν ἡμῖν ἐγείρῃ πάθος, οὐ δυνήσεται περιγενέσθαι· ἐὰν μὴ ἡμεῖς ἑαυτοὺς ἐμπρήσωμεν, ἐκεῖνος οὐδεμίαν ἰσχὺν ἔχει.  Ἔστω παρ' ἡμῖν ὁ τῆς ὀργῆς σπινθὴρ, ὥστε εὐκαίρως ἀνάπτεσθαι, μὴ καθ' ἡμῶν αὐτῶν, μηδὲ ἵν' ἡμᾶς μυρίοις περιβάλῃ κακοῖς. Οὐχ ὁρᾶτε ἐν ταῖς οἰκίαις τὸ πῦρ ἀποτεταγμένον, καὶ οὐ πανταχοῦ  ἐῤῥιμμένον, οὔτε ἐν χόρτῳ, οὔτε ἐν ἱματίοις, οὔτε ἁπλῶς; ὥστε μὴ ἀνέμου ἐμπνέοντος  ἐξάπτεσθαι· ἀλλὰ κἂν θεράπαινα λύχνον  ἔχῃ, κἂν ὁ μάγειρος ἀνακαίῃ, παραγγελία  πολλὴ, μὴ παρ' ἄνεμον, μηδὲ σανίδος ἐγγὺς, μηδὲ ἐν νυκτὶ τοῦτο ποιεῖν· ἀλλ' ὅταν καταλάβῃ ἡ νὺξ, ἐκοιμίσαμεν αὐτὸ, δεδιότες μή ποτε, καθευδόντων  ἡμῶν  καὶ οὐδενὸς  ὄντος  τοῦ  ἐπικουροῦντος,  ἀναφθῇ,  καὶ  πάντας ἐμπρήσῃ; Τοῦτο καὶ ἐπὶ τοῦ θυμοῦ γινέσθω· μὴ πανταχοῦ διεσπάρθω τῶν ἡμετέρων λογισμῶν,  ἀλλ'  ἔν  τινι  βάθει  τῆς  διανοίας,  ὥστε  μὴ  τὸν  ἄνεμον  τὸν  ἀπὸ  τῶν ῥημάτων  τοῦ  δι' ἐναντίας  εὐκόλως  ἐφικνεῖσθαι,  ἀλλὰ  παρ' ἡμῶν  δέχεσθαι  τὸν ἄνεμον,  τῶν  εἰδότων  συμμέτρως αὐτὸ  κινεῖν  καὶ ἀσφαλῶς.  Ἂν  ἔξωθεν  ἄνεμον δέχηται οὐκ οἶδε τὸ μέτρον, ἀλλὰ πάντα ἐμπρήσει· πολλάκις καὶ καθευδόντων ἡμῶν ὁ ἄνεμος οὗτος ἐμπεσεῖται, καὶ τὰ πάντα  κατακαύσει. Ἔστω οὖν ἡμῖν  ὥστε φῶς ἀνάπτειν   μόνον·  ἀνάπτει   γὰρ  φῶς  ὁ  θυμὸς,  ὅταν  προσηκόντως  γένηται·  καὶ λαμπάδας ἔχωμεν κατὰ τῶν ἀδικούντων ἑτέρους, κατὰ τοῦ διαβόλου. Μὴ πανταχοῦ κείσθω, μηδὲ ἐῤῥίφθω σπινθὴρ, ἀλλ' ἐν τέφρᾳ φυλάττωμεν·  ἐν τοῖς λογισμοῖς τοῖς ταπεινοῖς κοιμίζωμεν αὐτόν. Οὐ πάντοτε αὐτοῦ δεόμεθα, ἀλλ' ὅταν κατεργάσασθαί τι   δέῃ,  καὶ  ποιῆσαι  ἁπαλόν·   ὅταν   πώρωσιν   μαλάξαι   δέῃ,  ὅταν   τῆς   ψυχῆς καταγνῶναι.


δʹ. Πόσα θυμοὶ καὶ ὀργαὶ δεινὰ κατειργάσαντο Καὶ τὸ δὴ χαλεπὸν, ὅταν διαναστῶμεν,  οὐκ  ἔτι  τοῦ  συνελθεῖν  ἐσμεν  κύριοι,  ἀλλ'  ἑτέρους  ἀναμένομεν· ἕκαστος αἰσχύνεται καὶ ἐρυθριᾷ ἐπανελθὼν καταλλάξαι τὸν ἕτερον. Ὅρα, διαστῆναι μὲν καὶ διασχισθῆναι οὐκ αἰσχύνεται, ἀλλὰ τοῦ κακοῦ γίνεται ἀρχηγός· προσελθεῖν δὲ  καὶ  τὸ  ἐσχισμένον  ῥάψαι  αἰσχύνεται·  καὶ  ταυτὸν  συμβαίνει,  οἷον  ἂν  εἴ  τις ἀποκόψαι μὲν τὸ μέλος μὴ ὀκνοίη, συναγαγεῖν δὲ αἰσχύνοιτο. Τί λέγεις, ἄνθρωπε; ἠδίκησας  μεγάλα,  καὶ  αὐτὸς  αἴτιος  ἐγένου  τῆς  μάχης;  Οὐκοῦν δίκαιος  ἂν  εἴης πρότερος  ἀπελθεῖν   καὶ  καταλλαγῆναι,   ἅτε  τὴν  αἰτίαν  αὐτὸς  παρασχών.  Ἀλλ' ἠδίκησαν, κἀκεῖνος αἴτιός ἐστιν, Οὐκοῦν καὶ διὰ τοῦτο, ἵνα μᾶλλόν σε θαυμάσωσιν, ἵνα πρὸς τῷ προτέρῳ καὶ ἐν τῷ δευτέρῳ τὰ πρωτεῖα ἔχῃς, ὥσπερ οὐ τοῦ γενέσθαι τῆς ἔχθρας αἴτιος, οὕτως οὐδὲ τοῦ ἐκταθῆναι ἐπὶ πλέον τὴν ἔχθραν· ἴσως καὶ ἐκεῖνος μυρία συνειδὼς ἑαυτῷ αἰσχύνεται καὶ ἐρυθριᾷ. Ἀλλ' ἀπονενόηται; Ταύτῃ μάλιστα μὴ ὀκνήσῃς προσδραμεῖν· καὶ γὰρ διπλοῦν παρ' αὐτῷ τὸ πάθος, καὶ ἀπόνοια καὶ ὀργή. Σὺ τὴν αἰτίαν εἶπας, δι' ἣν ὀφείλεις  πρότερος ἀπελθεῖν, ὁ ὑγιαίνων,  ὁ δυνάμενος βλέπειν· ἐκεῖνος γὰρ ἐν σκότῳ ἐστί· τοιοῦτον γὰρ ἡ ὀργὴ καὶ ἡ ἀλαζονεία. Σὺ δὲ ὁ τούτων ἀπηλλαγμένος καὶ ὑγιαίνων  πρόσελθε, πρὸς τὸν κάμνοντα ὁ ἰατρός. Μή τις λέγει τῶν ἰατρῶν, Ἐπειδὴ ἀσθενεῖ οὐκ ἀπέρχομαι; Ἀλλὰ διὰ τοῦτο μάλιστα βαδίζουσιν, ὅταν ἴδωσι μὴ δυνηθέντα ἐλθεῖν. Τῶν μὲν γὰρ δυναμένων καὶ ἐλάττονα φροντίζου  σιν, ὡς οὐ νοσούντων σφόδρα, τῶν δὲ κατακειμένων οὐκέτι. Ἢ οὐ δοκεῖ σοι ἀῤῥωστίας εἶναι χαλεπώτερον  ἀπόνοια καὶ θυμός; οὐχ ὁ μὲν πυρετῷ τινι ἔοικε  σφοδρῷ,  ἡ  δὲ  φλεγμαίνοντι σώματι  καὶ  οἰδαίνοντι;  Ἐννόησον  ὅσον ἐστὶ πυρετὸν ἔχειν καὶ οἴδημα· ἄπελθε, σβέσον τὸ πῦρ· δύνασαι γὰρ τῇ χάριτι τοῦ Θεοῦ· ὥσπερ ὕδατι κατάστειλον τὴν φλεγμονήν.  Τί οὖν, ἂν αὐτῷ τούτῳ πλέον ἐπαίρεται, φησίν; Οὐδὲν παρὰ σέ· σὺ μὲν γὰρ τὸ σαυτοῦ ἐποίησας, ἐκεῖνος δὲ ἑαυτῷ λογιζέσθω· μὴ καταγινωσκέτω ἡμῶν τὸ συνειδὸς, ὅτι ἡμῶν ἐλλειπόντων τι τῶν δεόντων τοῦτο γίνεται. Ψώμιζε, φησὶ, τὸν ἐχθρόν σου· τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ  τὴν  κεφαλὴν   αὐτοῦ.  Καὶ ὅμως,  καὶ  τούτου  ὄντος,  κελεύει  ἀπελθεῖν   καὶ καταλλαγῆναι  καὶ εὐεργετεῖν, οὐχ ἵνα ἄνθρακας πυρὸς σωρεύωμεν, ἀλλ' ἵνα εἰδὼς ἐκεῖνος τοῦτο καταστέλληται, ἵνα τρέμῃ, ἵνα φοβῆται τὰς εὐεργεσίας μᾶλλον τῶν ἐχθρῶν καὶ τὰς φιλίας ἢ τὰς ἐπιβουλάς. Οὐ γὰρ οὕτως ἐχθρὸς μνησικακῶν βλάπτει τὸν μισοῦντα, ὡς ὁ ὠφελῶν  καὶ εὐεργετῶν. Μνησικακῶν γὰρ, καὶ ἑαυτὸν κἀκεῖνον ἔβλαψεν ἴσως μικρόν τι· εὐεργετῶν δὲ, ἄνθρακας πυρὸς ἐσώρευσεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Οὐκοῦν οὐ δεῖ ποιεῖν, φησὶν, ἵνα μὴ σωρεύωμεν ἄνθρακας; Ἀλλ' ἑτέρως ἐπὶ τὴν κεφαλὴν  τὴν σὴν ἄνθρακας σωρεύειν θέλεις; καὶ γὰρ τοῦτο ποιεῖ μνησικακία. Ἀλλ'  ἐπὶ  πλεῖον  ἐκτείνειν;  Οὐδαμῶς· οὐ  γὰρ  σὺ  τοῦτο  ποιεῖς,  ἀλλ'  ἐκεῖνος  ὁ θηριώδης.  Εἰ γὰρ  εὐεργετοῦντός  σου καὶ  τιμῶντος  καὶ  καταλλάττοντος,   μένει φυλάττων  ἐκεῖνος τὴν ἀπέχθειαν, ἑαυτῷ τὸ πῦρ ἀνῆψεν, αὐτὸς ἔφλεξεν αὑτοῦ τὴν κεφαλήν· σὺ δὲ ἀναίτιος εἶ. Μὴ γίνου τοῦ Θεοῦ φιλανθρωπότερος, ἐπεὶ μυρία πείσῃ δεινά· μᾶλλον δὲ, οὐδ' ἂν θέλῃς δυνήσῃ, οὐδὲ κατὰ μικρόν. Πῶς γάρ; Ὅσον ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, φησὶ, τοσοῦτον ἀπέχουσιν αἱ βουλαί μου ἀπὸ τῶν  βουλῶν ὑμῶν· καὶ πάλιν· Εἰ ὑμεῖς, φησὶ, πονηροὶ ὄντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις  ὑμῶν, πόσῳ μᾶλλον  ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος δώσει ὑμῖν; Ἀλλὰ σκῆψις ταῦτα  καὶ  πρόφασις.  Μὴ δὴ  σοφιζώμεθα  τὰ  προστάγματα  τοῦ  Θεοῦ. Καὶ πῶς σοφιζόμεθα, φησίν; Εἶπε· Τοῦτο ποιῶν, ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ· σὺ δὲ λέγεις· Φοβοῦμαι τὸν ἐχθρὸν, ὅτι μεγάλα με ἠδίκησεν. Οὐ ταῦτα λέγεις; Πῶς δὲ ὅλως  ἔσχες ἐχθρόν; Ἀδικήσαντα φοβῇ, σαυτὸν δὲ οὐ φοβῇ; Εἴθε σαυτοῦ ἐφρόντιζες. Μὴ ποίει σκοπῷ τοιούτῳ· μᾶλλον δὲ κἂν τοιούτῳ ποίησον σκοπῷ. Ἀλλ' οὐ ποιεῖς. Οὐ λέγω σοι, ὅτι ἄνθρακας πυρὸς σωρεύσεις, ἀλλὰ καὶ ἕτερόν τι πλέον λέγω· μόνον ποίησον. Ταῦτα γὰρ πάντα, ἵνα σε ἐκκαλέσηται, φησὶν ὁ Παῦλος, ἐλπίδι τῆς τιμωρίας λῦσαι τὴν ἔχθραν. Ἐπειδὴ θηριώδεις ἐσμὲν, καὶ οὐκ ἂν ἄλλως ἀνασχοίμεθα τὸν ἐχθρὸν φιλῆσαι, εἰ μή τινα προσδοκῶμεν τιμωρίαν, καθάπερ τινὶ θηρίῳ  δίδωσι ταύτην  τὴν  μᾶζαν· ἐπεὶ τοῖς ἀποστόλοις οὐ τοῦτό φησιν, ἀλλὰ  τί; Ὅπως γένησθε  ὅμοιοι τοῦ  Πατρὸς ὑμῶν  τοῦ  ἐν  οὐρανοῖς.  Ἄλλως  δὲ οὐκ ἔστιν εὐεργετοῦντα καὶ εὐεργετούμενον μεῖναι ἐχθρόν. ∆ιὰ τοῦτο ταῦτα ἔθηκε. Τί ἐν τοῖς λόγοις  φιλοσοφῶν,  ἐν τοῖς ἔργοις οὐδὲ τὸ μέτρον φυλάτ   τεις; Καλῶς, οὐ ψωμίζεις αὐτὸν, ἵνα μὴ ἄνθρακας πυρὸς σωρεύσῃς· οὐκοῦν φείδῃ; οὐκοῦν φιλεῖς, καὶ σκοπῷ τοιούτῳ ποιεῖς; Οἶδεν ὁ Θεὸς, εἰ σκοπῷ τοιούτῳ λέγεις· καὶ μὴν πρὸς ἡμᾶς σοφίζῃ καὶ σκήπτῃ τὸν λόγον. Προνοεῖς τοῦ ἐχθροῦ καὶ φοβῇ μὴ κολασθῇ; Οὐκοῦν ἔσβεσας τὴν ὀργήν· ὁ γὰρ οὕτω φιλῶν, ὡς τὴν οἰκείαν ὠφέλειαν παριδεῖν ὑπὲρ τῶν ἐκείνῳ συμφερόντων, οὐκ ἔχει ἐχθρόν. Ἔχοις ἂν τοῦτο εἰπεῖν· Μέχρι τίνος παίζομεν ἐν οὐ παικτοῖς,  οὐδὲ ἔχουσι συγγνώμην;  ∆ιὸ παρακαλῶ  τῇ ἡμετέρᾳ ἀδελφότητι, ἠγαπημένοι ὑπὸ τοῦ Κυρίου  καὶ Θεοῦ καὶ Σωτῆρος ὑμῶν Ἰησοῦ Χριστοῦ, καὶ δέομαι ὑμῶν καὶ ἀντιβολῶ], τὰς προφάσεις ταύτας περικόψαντες, μὴ καταφρονῶμεν τῶν  τοῦ Θεοῦ νόμων,  [μηδὲ τῶν  αὐτοῦ  ἐντολῶν  παροψώμεθα], ἵνα  δυνηθῶμεν εὐαρέστως τῷ Κυρίῳ τὴν παροῦσαν ζωὴν διαγαγεῖν, καὶ τῶν ἐπηγγελμένων  ἀγαθῶν ἐπιτυχεῖν,  χάριτι  καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.




ΝΑʹ. Ἀνεβάλετο δὲ, φησὶ, ὁ Φῆλιξ αὐτοὺς, ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς ὁδοῦ, εἰπών· Ὅταν Λυσίας ὁ χιλίαρχος καταβῇ, διαγνώσομαι τὰ καθ' ὑμᾶς. ∆ιαταξάμενός τε τῷ ἑκατοντάρχῃ τηρεῖσθαι τὸν Παῦλον, ἔχειν τε ἄνεσιν, καὶ μηδένα κωλύειν τῶν ἰδίων ὑπηρετεῖν ἢ προσέρχεσθαι αὐτῷ.

αʹ. Ὅρα πόση γίνεται βάσανος, πρῶτον μὲν ὑπὸ πολλῶν, εἶτα καὶ ἐν χρόνῳ μακρῷ, ὥστε μὴ εἰπεῖν, ὅτι συνηρπάγη τὸ δικαστήριον. Ἐπειδὴ γὰρ ἐμνημόνευσε Λυσίου ὁ ῥήτωρ, εἰπὼν, ὅτι μετὰ βίας ἀφείλετο αὐτὸν, ἐπήγαγεν εὐκαίρως τὰ περὶ τοῦ Φήλικος, καί φησιν· Ἀνεβάλετο δὲ ὁ Φῆλιξ αὐτοὺς, ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς ὁδοῦ· τουτέστιν, ἐπίτηδες ὑπερέθετο· οὐ δεόμενος μαθεῖν, ἀλλὰ διακρούσασθαι βουλόμενος τοὺς Ἰουδαίους. Ἀφεῖναι οὐκ ἤθελε δι' ἐκείνους· κολάσαι πάλιν, οὐκ ἦν δυνατόν· ἀναίσχυντον γὰρ ἦν. ∆ιὸ καὶ ὑπερτίθεται, εἰπών· Ὅταν Λυσίας ὁ χιλίαρχος καταβῇ, διαγνώσομαι τὰ καθ' ὑμᾶς. ∆ιαταξάμενός τε τῷ ἑκατοντάρχῃ τηρεῖσθαι τὸν Παῦλον, ἔχειν τε ἄνεσιν, καὶ μηδένα κωλύειν τῶν ἰδίων ὑπηρετεῖν ἢ προσέρχεσθαι αὐτῷ. Ἔχειν τε, φησὶν, ἄνεσιν. Οὕτως αὐτὸν καὶ αὐτὸς ἀφῆκεν ἐγκλημάτων. Τί οὖν κατέχει ἀφείς; Ἐκείνοις χαριζόμενος, ἢ καὶ ἔτι προσδοκῶν χρήματα λήψεσθαι. ∆ιὸ καὶ μετακαλεῖται  τὸν Παῦλον· καὶ ὅτι ἐπὶ τούτῳ μετεκαλέσατο, δῆλον ἡμῖν τοῦτο ποιεῖ ὁ συγγραφεὺς ἐπάγων,  καὶ λέγων·  Μετὰ δέ τινας  ἡμέρας παραγενόμενος  ὁ Φῆλιξ σὺν ∆ρουσίλλῃ τῇ  γυναικὶ,  οὔσῃ Ἰουδαίᾳ,  μετεπέμψατο  τὸν  Παῦλον, καὶ ἤκουσεν αὐτοῦ περὶ τῆς εἰς Χριστὸν Ἰησοῦν πίστεως. ∆ιαλεγομένου δὲ αὐτοῦ περὶ δικαιοσύνης  καὶ  ἐγκρατείας  καὶ  τοῦ  κρίματος  τοῦ  μέλλοντος  ἔσεσθαι, ἔμφοβος γενόμενος ὁ Φῆλιξ ἀπεκρίθη· Τὸ νῦν ἔχον πορεύου· καιρὸν δὲ μεταλαβὼν μετακαλέσομαί σε· ἅμα καὶ ἐλπίζων, ὅτι χρήματα δοθήσεται αὐτῷ ὑπὸ τοῦ Παύλου, ὅπως λύσῃ αὐτόν. ∆ιὸ καὶ πυκνότερον  αὐτὸν μεταπεμπόμενος  ὡμίλει  αὐτῷ. Ὅρα πῶς τῆς ἀληθείας ἔχεται τὰ γραφόμενα. Μετεπέμπετο δὲ αὐτὸν συνεχῶς, οὐχὶ θαυμάζων αὐτὸν, οὐδὲ ἐπαινῶν  τὰ λεγόμενα, οὐδὲ πιστεῦσαι βουλόμενος, ἀλλὰ τί; Προσδοκῶν, φησὶ, χρήματα δοθήσεσθαι αὐτῷ. Σκόπει, πῶς οὐ κρύπτει ἐνταῦθα τοῦ δικαστοῦ  τὴν  γνώμην·  καίτοι  εἰ  κατεγνώκει,  οὐκ  ἂν  τοῦτο  ἐποίησεν,  οὐδ'  ἂν ἠθέλησεν ἀκοῦσαι παρὰ καταδίκου καὶ πονηροῦ. Καὶ ὅρα τὸν Παῦλον, καίτοι πρὸς ἄρχοντα διαλεγόμενον, μηδὲν τούτων λέγοντα, ὧν εἰκὸς ἀνεῖναι αὐτοῦ τὴν ψυχὴν, ἀλλὰ τοιαῦτα, ἐξ ὧν καὶ φοβεῖται, καὶ κατασείεται τὴν διάνοιαν. ∆ιαλεγόμενος γὰρ, φησὶ,  περὶ  δικαιοσύνης  καὶ  ἐγκρατείας  καὶ  τοῦ  μέλλοντος   κρίματος  ἔσεσθαι. Ἔμφοβος ὁ Φῆλιξ  ἐγένετο. Τοσαύτη ἦν ἡ ἰσχὺς τῶν Παύλου ῥημάτων, ὅτι καὶ φοβοῦσι τὸν ἄρχοντα. Καὶ οὗτος μὲν λαμβάνει διάδοχον, καὶ ἀφίησι τοῦτον δέσμιον, καίτοι  γε  οὐκ ἔδει, ἀλλὰ  τέλος  ἐπιθεῖναι,  ἀλλὰ  χαριζόμενος  ἐκείνοις  κατέλιπεν αὐτόν. Οὗτοι δὲ οὕτως ἐνέκειντο, ὡς πάλιν ἐντυχεῖν, καίτοι οὐδενὶ τῶν ἀποστόλων οὕτως   ἐπετέθησαν,  ἀλλ'  ἐπιτιθέμενοι,   πάλιν   ἀφίσταντο.   Οὕτως  οἰκονομικῶς ἀφίσταται τῶν  Ἱεροσολύμων πρὸς τοιαῦτα θηρία ἔχων,  καὶ ὅμως ἀξιοῦσιν αὐτὸν πάλιν ἀχθῆναι ἐκεῖ δικασόμενον. Ἀλλὰ καὶ ἐνταῦθα λοιπὸν ᾠκονόμησεν ὁ Θεὸς, οὐκ ἐπιτρέπων  τῷ ἄρχοντι· εἰκὸς γὰρ αὐτὸν  νεωστὶ  τῆς ἀρχῆς ἐπιβάντα  καὶ θελῆσαι χαρίσασθαι· ἀλλ' οὐκ ἀφίησιν ὁ Θεός. Ἐπειδὴ δὲ κατῆλθον, λοιπὸν ἀναισχύντως καὶ μειζόνως  ἐποιοῦντο  τὰς κατηγορίας· καὶ οὐκ ἰσχύσαντες ἀπὸ τῶν  νομικῶν  ἑλεῖν, πάλιν ἐπὶ τὸ εἰωθὸς αὐτοῖς ἔθος, τὰ κατὰ Καίσαρα ἐκίνουν, ὅπερ καὶ ἐπὶ τοῦ Χριστοῦ ἐποίουν.  Τὸ γὰρ τὸν  Παῦλον ἀπολογεῖσθαι  περὶ τῶν  εἰς Καίσαρα ἁμαρτημάτων, δῆλον τοῦτο ἦν, ὅθεν καὶ αὐτὸ ἑρμηνεύων ἐπάγει· ∆ιετίας δὲ πληρωθείσης, ἔλαβε διάδοχον  ὁ Φῆλιξ Πόρκιον Φῆστον. Θέλων δὲ χάριν καταθέσθαι τοῖς Ἰουδαίοις ὁ Φῆλιξ, κατέλιπε τὸν Παῦλον δεδεμένον. Φῆστος οὖν ἐπιβὰς τῇ ἐπαρχίᾳ, μετὰ τρεῖς ἡμέρας ἀνέβη εἰς Ἱεροσόλυμα ἀπὸ Καισαρείας. Ἐνεφάνισάν τε αὐτῷ οἱ ἀρχιερεῖς καὶ οἱ πρῶτοι τῶν Ἰουδαίων κατὰ τοῦ Παύλου, καὶ παρεκάλουν αὐτὸν, αἰτούμενοι χάριν παρ' αὐτοῦ, ὅπως μεταπέμψηται αὐτὸν εἰς Ἱερουσαλὴμ, ἔνεδρον ποιοῦντες ἀνελεῖν αὐτὸν  κατὰ  τὴν  ὁδόν.  Ὁ  μὲν  οὖν  Φῆστος ἀπεκρίθη  τηρεῖσθαι  τὸν  Παῦλον  ἐν Καισαρείᾳ, ἑαυτὸν δὲ μέλλειν ἐν τάχει ἐκπορεύεσθαι. Οἱ οὖν δυνατοὶ ἐν ὑμῖν, φησὶν, συγκαταβάντες, εἴ τί ἐστιν ἐν τῷ ἀνδρὶ τούτῳ, κατηγορείτωσαν αὐτοῦ. ∆ιατρίψας δὲ ἐν αὐτοῖς ἡμέρας πλείους ἢ δέκα, καταβὰς εἰς Καισάρειαν, τῇ ἐπαύριον καθίσας ἐπὶ τοῦ βήματος, ἐκέλευσε τὸν Παῦλον ἀχθῆναι. Παραγενομένου δὲ αὐτοῦ, περιέστησαν οἱ ἀπὸ Ἱεροσολύμων καταβεβηκότες Ἰουδαῖοι, πολλὰ καὶ βαρέα αἰτιώματα φέροντες κατὰ τοῦ Παύλου, ἃ οὐκ ἴσχυον ἀποδεῖξαι, ἀπολογουμένου αὐτοῦ, ὅτι Οὔτε εἰς τὸν νόμον τῶν Ἰουδαίων, οὔτε εἰς τὸ ἱερὸν, οὔτε εἰς Καίσαρά τι ἥμαρτον. Ὁ Φῆστος δὲ τοῖς  Ἰουδαίοις  θέλων  χάριν  καταθέσθαι, ἀποκριθεὶς  τῷ  Παύλῳ, εἶπε· Θέλεις εἰς Ἱεροσόλυμα ἀναβὰς, ἐκεῖ περὶ τούτων κρίνεσθαι ἐπ' ἐμοῦ; Ὅρα πῶς καὶ αὐτὸς τοῖς Ἰουδαίοις χαρίζεται, δήμῳ ὁλοκλήρῳ, καὶ πόλει. ∆ιὰ τοῦτο πάλιν καὶ αὐτὸν ἐκφοβεῖ, ἀνθρω  πίνῳ  χρησάμενος ὅπλῳ· καὶ ἄκουε πῶς. Εἶπε δὲ ὁ Παῦλος· Ἐπὶ τοῦ βήματος Καίσαρος ἑστώς εἰμι, οὗ με δεῖ κρίνεσθαι. Ἰουδαίους οὐδὲν ἠδίκησα, ὡς καὶ σὺ κάλλιον  ἐπιγινώσκεις.  Εἰ μὲν  γὰρ ἀδικῶ,  καὶ ἄξιον  θανάτου  πέπραχά  τι,  οὐ παραιτοῦμαι τὸ ἀποθανεῖν· εἰ δὲ οὐδέν ἐστιν ὧν οὗτοι κατηγοροῦσί μου, οὐδείς με δύναται  αὐτοῖς χαρίσασθαι. Καίσαρα ἐπικαλοῦμαι. Ἀλλ'  εἴποι ἄν τις ἐνταῦθα· Καὶ τίνος ἕνεκεν ἀκούσας, ὅτι Καὶ ἐν Ῥώμῃ σε δεῖ μαρτυρῆσαι τὰ περὶ ἐμοῦ, ὡς ἀπιστῶν ταῦτα ἐποίει; Μὴ γένοιτο, ἀλλὰ καὶ σφόδρα πιστεύων. Μᾶλλον οὖν πειράζοντος ἦν τὸ θαῤῥεῖν ἐκείνῃ τῇ ἀποφάσει, καὶ εἰς μυρίους ἑαυτὸν ἐμβάλλειν  κινδύνους,  καὶ λέγειν·  Ἴδωμεν  εἰ δύναται  ὁ Θεὸς καὶ οὕτως  ἐξελέσθαι με. Ἀλλ' οὐ ποιεῖ τοῦτο Παῦλος, ἀλλὰ τὰ καθ' ἑαυτὸν πάντα εἰσφέρει, τὸ πᾶν ἐπιτρέπων τῷ Θεῷ· ἠρέμα δὲ καὶ καθάπτεται τοῦ ἄρχοντος οὕτως ἀπολογούμενος· μονονουχὶ γὰρ τοῦτο λέγει· Εἰ μὲν  ἀδικῶ,  καλῶς·  εἰ  δὲ  οὐκ  ἀδικῶ,  τί  με  ἐκδίδως;  Οὐδεὶς δύναταί  με,  φησὶ, χαρίσασθαι. Εἰς φόβον αὐτὸν ἐνέβαλεν ὥστε μηδὲ ἑκόντα χαρίσασθαι, ἀλλὰ καὶ πρὸς ἐκείνους ἔχειν ἀπολογίαν  τὴν ἔφεσιν. Τότε ὁ Φῆστος συλλαλήσας μετὰ τοῦ συμβουλίου,  ἀπεκρίθη·  Καίσαρα ἐπικέκλησαι,  ἐπὶ  Καίσαρα πορεύσῃ. 



βʹ.  Ὅρα, ἀνακοινοῦται  τῷ  Ἀγρίππᾳ, ὥστε καὶ ἑτέρους  γενέσθαι  πάλιν  ἀκροατὰς, καὶ τὸν βασιλέα, καὶ τὸν στρατὸν, καὶ τὴν Βερνίκην. Εἶτα δὲ πάλιν  ἀπολογία. Ἡμερῶν δὲ διαγενομένων, Ἀγρίππας ὁ βασιλεὺς καὶ Βερνίκη κατήντησαν εἰς Καισάρειαν ἀσπασόμενοι τὸν Φῆστον. Ὡς δὲ πλείους ἡμέρας διέτριβον ἐκεῖ, ὁ Φῆστος τῷ βασιλεῖ ἀνέθετο τὰ κατὰ τὸν Παῦλον, λέγων· Ἀνήρ τίς ἐστι καταλελειμμένος  ὑπὸ Φήλικος δέσμιος· περὶ οὗ, γενομένου  μου εἰς Ἱεροσόλυμα, ἐνεφάνισαν  οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων, αἰτούμενοι κατ' αὐτοῦ δίκην. Πρὸς οὓς ἀπεκρίθην, ὅτι Οὐκ ἔστιν  ἔθος  Ῥωμαίοις  χαρίζεσθαί  τινα  ἄνθρωπον  εἰς  ἀπώλειαν,   πρὶν  ἢ  ὁ κατηγορούμενος κατὰ πρόσωπον ἔχοι τοὺς κατηγόρους, τόπον τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγκλήματος. Συνελθόντων οὖν αὐτῶν ἐνθάδε, ἀναβολὴν μηδεμίαν ποιησάμενος, τῇ ἑξῆς καθίσας ἐπὶ τοῦ βήματος, ἐκέλευσα ἀχθῆναι τὸν ἄνδρα. Περὶ οὗ σταθέντες οἱ κατήγοροι οὐδεμίαν αἰτίαν ἐπέφερον, ὧν ὑπενόουν ἐγώ· ζητήματα δέ τινα περὶ τῆς ἰδίας δεισιδαιμονίας εἶχον πρὸς αὐτὸν, καὶ περί τινος Ἰησοῦ τεθνηκότος,  ὃν  ἔφασκεν  ὁ  Παῦλος  ζῇν.  Ἀπορούμενος  δὲ  ἐγὼ  περὶ  τὴν  τούτου ζήτησιν,  ἔλεγον,  εἰ  βούλοιτο  πορεύεσθαι  εἰς  Ἱερουσαλὴμ, κἀκεῖ  κρίνεσθαι  περὶ τούτων.  Τοῦ δὲ Παύλου ἐπικαλεσαμένου τηρηθῆναι  αὐτὸν  εἰς τὴν  τοῦ Σεβαστοῦ διάγνωσιν, ἐκέλευσα τηρεῖσθαι αὐτὸν, ἕως ἂν πέμψω αὐτὸν πρὸς Καίσαρα. Ἀγρίππας δὲ πρὸς τὸν  Φῆστον ἔφη·  Ἐβουλόμην καὶ  αὐτὸς  τοῦ  ἀνθρώπου  ἀκοῦσαι. Ὁ δὲ, Αὔριον, φησὶν,  ἀκούσῃ αὐτοῦ.  Ὅρα κατηγορίαν  Ἰουδαίων  πάλιν,  οὐ  παρὰ  τοῦ Παύλου, ἀλλὰ παρὰ τοῦ ἄρχοντος. Ἐνεφάνισαν, φησὶν, οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων, αἰτούμενοι κατ' αὐτοῦ δίκην. Πρὸς οὓς ἐγὼ ἀπεκρίθην. Ὅρα  καὶ  τί  ἀποκρίνεται   εἰς  αἰσχύνην   αὐτῶν·  ὅτι  Οὐκ  ἔστιν  ἔθος  Ῥωμαίοις χαρίζεσθαί τινα ἄνθρωπον εἰς ἀπώλειαν· τουτέστι, πρὶν ἢ λόγου αὐτῷ μεταδοῦναι ἀδύνατον τὸ χαρίζεσθαι ἁπλῶς. Κατὰ τὸ εἰωθὸς δὲ ποιήσας, οὐχ εὗρεν αἰτίαν· ὅθεν καὶ  ἀπορεῖται   ἐπὶ  τούτῳ.   Καὶ  δῆλον    τοῦτο  δι'  ὧν   ἐπήγαγε,   λέγων· Ἀπορούμενος δὲ ἐγὼ περὶ τὴν τούτων  ζήτησιν. Οὕτως εἶπε, συσκιάζων τὸ οἰκεῖον ἁμάρτημα. Καὶ ἐκεῖνος μὲν συσκιάζει, Ἀγρίππας δὲ ἐπιθυμεῖ ἰδεῖν αὐτόν. Ὅρα ἀεὶ τοὺς ἄρχοντας διακρουομένους τὴν ἐπάχθειαν τὴν Ἰουδαϊκὴν, καὶ παρὰ τὸ δίκαιον ἀναγκαζομένους  πολλάκις  ποιεῖν,  καὶ προφάσεις ἐπιζητοῦντας  τῆς ἀναβολῆς· οὐ γὰρ δὴ ἀγνοῶν  ἀνεβάλετο, ἀλλ'  εἰδώς. Ὁ δὲ Ἀγρίππας οὐ μόνον οὐ διακρούεται, ἀλλὰ καὶ ἀκοῦσαι βούλεται· ὃ καὶ θαυμάσαι ἄξιον, πόθεν εἰς ἐπιθυμίαν κατέστη τοῦ βούλεσθαι ἰδεῖν  ἄνθρωπον,  εἰ καὶ ἀδίκως, ὅμως κατηγορούμενον.  Οὕτως ἦν καὶ τοῦτο οἰκονομίας. ∆ιὸ καὶ ἡ γυνὴ αὐτοῦ συνακούει, καὶ τῆς ἀκροάσεως οὐκ ἀπολιμπάνεται. Καὶ οὐδὲ ἁπλῶς ἀκροᾶται, ἀλλὰ μετὰ πολλῆς τῆς τιμῆς. Τοσαύτην ἔσχε τὴν ἐπιθυμίαν· οὐ γὰρ ἂν, εἰ μὴ ἐπεθύμησεν, ἐζήτησεν ἂν ἀκοῦσαι, οὐδ' ἂν καὶ τὴν γυναῖκα κοινωνὸν  ἐποιήσατο τῆς ἀκροάσεως, εἰ μὴ μεγάλα περὶ αὐτοῦ ἐφαντάζετο. Ἐμοὶ δὲ δοκεῖ κἀκείνην τοῦτο ποθῆσαι. Καὶ ὅρα τὸν Παῦλον εὐθέως οὐ περὶ πίστεως μόνον οὐδὲ περὶ ἀφέσεως ἁμαρτημάτων, ἀλλὰ καὶ περὶ τῶν πρακτέων διαλεγόμενον.  Ἀλλ'  ἴδωμεν  ἄνωθεν  τὰ  εἰρημένα.  Τὸ νῦν  ἔχον,  φησὶ,  πορεύου· καιρὸν δὲ λαβὼν, μετακαλέσομαί σε. Ὅρα τὴν πώρωσιν· τοιαῦτα ἀκούων, χρήματα προσεδόκα λήψεσθαι παρ' αὐτοῦ. Καὶ οὐ τοῦτο μόνον δεινὸν, ἀλλὰ καὶ διαλεχθεὶς, οὐκ  ἀφῆκεν  αὐτὸν,  ἀλλ' ἐπειδὴ  πρὸς τῷ  τέλει  τῆς  ἀρχῆς  ἦν,  κατέλιπεν  αὐτὸν δέσμιον, ἵνα  χαρίσηται τοῖς  Ἰουδαίοις· ὥστε οὐ χρημάτων  ἤρα μόνον,  ἀλλὰ  καὶ δόξης. Πῶς χρήματα, μιαρὲ, παρὰ ἀνθρώπου τὸ ἐναντίον κηρύττοντος ἐπιζητεῖς; Ὅτι δὲ οὐκ ἔλαβε, δῆλον ἐξ ὧν εἴασε δεδεμένον, λύσας ἂν, εἴπερ ἔλαβε. Περὶ ἐγκρατείας οὗτος διελέγετο, ἐκεῖνος δὲ χρήματα προσεδόκα λαβεῖν παρ' αὐτοῦ ταῦτα διαλεγομένου. Καὶ αἰτῆσαι μὲν οὐκ ἐτόλμα· τοιοῦτον γὰρ ἡ κακία, δειλὸν καὶ πάντα ὑποπτεῦον·  ἤλπιζε  δέ· ὥστε εἰκότως  αὐτοῖς  ἐχαρίζετο, ἅτε τοσοῦτον ἄρξας ἐκεῖ. Φῆστος οὖν ἐπιβὰς τῇ ἐπαρχίᾳ· ἐνεφάνισαν αὐτῷ ὅ τε ἀρχιερεὺς καὶ οἱ πρῶτοι τῶν Ἰουδαίων  κατὰ Παύλου, φησίν. Εὐθέως καὶ ἐν ἀρχῇ προσῆλθον οἱ ἱερεῖς, οὐκ ἂν ὀκνήσαντες  καὶ  εἰς  Καισάρειαν ἐλθεῖν,  εἰ  μὴ  ἔφθη  ἀνελθὼν,  ὅπου  γε  εὐθέως ἐπιβάντι  προσέρχονται. Καὶ καταβὰς ἐν  Καισαρείᾳ, διατρίβει  δέκα ἡμέρας. Τάχα, δοκῶ, ὥστε ἐγγενέσθαι  τοῖς βουλομένοις  αὐτὸν  διαφθεῖραι.  Παῦλος δὲ ἦν ἐν τῷ δεσμωτηρίῳ. Καὶ παρεκάλουν αὐτὸν, φησὶν, ὅπως μεταπέμψηται αὐτὸν εἰς Ἱερουσαλήμ. Καὶ διὰ  τί  χάριν  ᾔτησαν,  εἰ  δίκαιός  ἐστιν  ἀποθανεῖν;  Ἀλλ'  οὕτω κἀκείνῳ δήλη ἐγένετο ἡ ἐπιβουλὴ, ὡς διαλεγόμενον εἰπεῖν· Ἄνδρες οἱ συμπαρόντες, θεωρεῖτε  τοῦτον,  περὶ οὗ τὸ πλῆθος  ἐνέτυχόν  μοι τῶν  Ἰουδαίων.  ∆ιὰ γὰρ τοῦ, Ἐνέτυχον, τὸ, Αἰτούμενοι κατ' αὐτοῦ χάριν, δηλοῖ. Ὥστε ἤδη ἐβούλοντο αὐτὸν εἰς ἀπόφασιν ἐξενεγκεῖν,  φοβούμενοι τὴν Παύλου γλῶτταν.  Τί φοβεῖσθε; τί ἐπείγετε; Τοῦτο γὰρ ἐμφαίνει τὸ, Φυλάττεσθαι αὐτόν. Μὴ γὰρ φεύγει; Οἱ οὖν ἐν ὑμῖν, φησὶ, δυνατοὶ κατηγορείτωσαν αὐτοῦ. Πάλιν κατήγοροι ἐν Καισαρείᾳ, καὶ πάλιν ἐξάγεται Παῦλος. Τῇ δὲ ἐπαύριον καθίσας, φησὶν, ἐπὶ τοῦ βήματος.



γʹ. Ὅρα, εὐθέως ἐλθὼν ἐκάθισεν  ἐπὶ  τοῦ  βήματος· οὕτως  αὐτὸν  ὤθουν  μετὰ  τοσαύτης σπουδῆς, οὕτως ἐπείγουσιν. Ἕως μὲν οὖν οὐδέπω πεῖραν ἦν λαβὼν τῶν  Ἰουδαίων, καὶ τῆς τιμῆς τῆς παρ' αὐτῶν, ὀρθῶς ἀπεκρίνατο· ἐπειδὴ δὲ ἐγένετο ἐν τοῖς Ἱεροσολύμοις, καὶ οὗτος χαρίζεται αὐτοῖς· οὐχ ἁπλῶς δὲ χαρίζεται, ἀλλὰ μετὰ ἀπάτης τοῦτο ποιεῖ· καὶ  ὅπως,  ἄκουε· ἐπάγει  γάρ· Θέλεις εἰς  Ἱεροσόλυμα ἀναβὰς,  ἐκεῖ  περὶ  τούτων κρίνεσθαι ὑπὲρ ἐμοῦ; Ὡσεὶ ἔλεγεν· Οὐχὶ αὐτοῖς δίδωμί σε, ἀλλ' αὐτὸς κριτὴς ἔσομαι. Τοῦτο δὲ λέγει, καὶ αὐτὸν ποιεῖ κύριον, ἵνα τῇ τιμῇ αὐτὸν  χαλάσῃ· ἐπειδὴ εἰ ἦν ἀπόφασις, καὶ πάνυ  ἀναίσχυντον  ἐδόκει, μηδὲν  ἐνταῦθα  ἐλεγχθέντα  ἐκεῖ θέλειν ἀπάγειν. Ὁ δὲ Παῦλος οὐκ εἶπεν, Οὐ βούλομαι, μή ποτε καὶ σφοδρότερον ποιήσῃ τὸν δικαστὴν, ἀλλὰ πάλιν παῤῥησιάζεται, καί φησιν· Ἐπὶ τοῦ βήματος Καίσαρος ἑστώς εἰμι, οὗ με δεῖ κρίνεσθαι. Μεγάλη ἡ παῤῥησία. Καὶ ὅρα πῶς αὐτοὺς συλλογίζεται· μονονουχὶ γὰρ τοῦτο λέγει δι' ὧν ἀπολογεῖται· Ἐξέβαλόν με ἅπαξ αὐτοὶ, καὶ τοῦτο νομίζουσι κατακρίνειν, τῷ δεικνύειν, ὅτι εἰς Καίσαρα ἥμαρτον· ἐπ' αὐτοῦ βούλομαι κριθῆναι τοῦ ἠδικημένου. Οὕτως εἰπὼν, ἐπάγει· Ἰουδαίους οὐδὲν ἠδίκησα, ὡς καὶ σὺ κάλλιον  ἐπιγινώσκεις.  Καθήψατο αὐτοῦ  λοιπὸν  ὡς  καὶ  χαριζομένου.  Εἶτα ἐπεὶ καθήψατο, πάλιν ἐκλύει τὸν λόγον, ἐπάγων· Εἰ μὲν οὖν ἀδικῶ, ἢ ἄξιόν τι θανάτου πέπραχα, οὐ παραιτοῦμαι τὸ ἀποθανεῖν.  Κατ' ἐμαυτοῦ τὴν ψῆφον  ἐκφέρω, φησίν. Τοῦτο οὐ θανατῶντος,  ἀλλὰ σφόδρα θαῤῥοῦντός ἐστιν, οἷς ἐλάλει· μετὰ γὰρ τῆς παῤῥησίας καὶ τὴν  δικαιολογίαν  εἶναι  δεῖ, ὥστε ἐντρέψαι.  Εἰ δὲ οὐδέν  ἐστιν ὧν κατηγοροῦσί μου, οὐδείς με δύναται  χαρίσασθαι. Κἂν θέλῃ, φησὶν, οὐ δυνήσεται. Οὐκ εἶπεν, Οὐκ ἄξιός εἰμι ἀποθανεῖν, οὐδὲ, Ἀπολυθῆναι, ἀλλ', Ἕτοιμος κρίνεσθαι ἐπὶ Καίσαρος· ἅμα καὶ τοῦ ὀνείρατος μνησθεὶς, μᾶλλον ἐθάῤῥησεν ἐπικαλέσασθαι. Καὶ οὐκ εἶπε, Σὺ, ἀλλ', Οὐδείς· καὶ προσέθηκε, Καίσαρα ἐπικαλοῦμαι, ὥστε μὴ εἶναι εἰς ἐκεῖνον  τὴν  ὕβριν. Τότε ὁ Φῆστος συλλαλήσας μετὰ τοῦ συμβουλίου, ἀπεκρίθη· Καίσαρα ἐπικέκλησαι· ἐπὶ Καίσαρα πορεύσῃ. Εἶδες πῶς χαρίζεται; Τοῦτο γὰρ χάρις ἐστὶ,  τὸ  συλλαλεῖν   μετὰ  τῶν   κατηγόρων,   ὃ  διεφθαρμένης   γνώμης   ἐστὶ,  καὶ συγχεούσης τὴν τάξιν. Ὅρα πάλιν ἐκτεινομένην αὐτοῦ τὴν δίκην, καὶ τὴν ἐπιβουλὴν ἀφορμὴν τοῦ κηρύγματος γινομένην. Ταῦτα γὰρ οἰκονομεῖται, ὥστε μετὰ εὐκολίας καὶ φυλακῆς ἀπενεχθῆναι αὐτὸν εἰς τὰ Ἱεροσόλυμα ὑπὸ μηδενὸς ἐπιβουλευόμενον· οὐ γὰρ ἦν ἴσον ἁπλῶς παραγενέσθαι, καὶ ἐπὶ αἰτίᾳ τοιαύτῃ. Τοῦτο καὶ συνελθεῖν ἐποίησεν  Ἰουδαίους  ἐκεῖ. Εἶτα πάλιν  χρόνος  γίνεται  ἐνδιατρίβοντος  αὐτοῦ  τοῖς Ἱεροσολύμοις, ἵνα μάθῃς, ὅτι καὶ χρόνου γενομένου, οὐδὲν τὰ τῆς ἐπιβουλῆς αὐτῷ ἰσχύει, τοῦ  Θεοῦ μὴ συγχωροῦντος.  Ἀγρίππας  δὲ οὗτος  ὁ βασιλεὺς καὶ Βερνίκη κατήντησαν  εἰς Καισάρειαν. Οὗτος ὁ Ἀγρίππας ὁ καὶ Ἡρώδης, ἕτερός μοι δοκεῖ, ὡςεἶναι τέταρτον τοῦτον μετ' ἐκεῖνον τὸν ἐπὶ Ἰακώβου. Ὅρα τοὺς ἐχθροὺς συμπράττοντας  ἄκοντας.  Ὥστε δὲ μέγα  γενέσθαι  τὸ  ἀκροατήριον,  εἰς  ἐπιθυμίαν ἐνέπεσεν ὁ Ἀγρίππας τῆς ἀκροάσεως· καὶ οὐχ ἁπλῶς ἀκούει, ἀλλὰ μετὰ παρασκευῆς. Καὶ ἴδε τὴν ἀπολογίαν, ἢν ὁ ἄρχων φησί· Καὶ αὐτοῦ δὲ τούτου ἐπικαλεσαμένου τὸν Σεβαστὸν, ἔκρινα πέμπειν  αὐτὸν, περὶ οὗ ἀσφαλές τι τῷ κυρίῳ γράψαι οὐκ ἔχω. Οὕτω γράφει ὁ Φῆστος, καὶ ἐκπομπεύεται ἡ ὠμότης ἡ Ἰουδαϊκή· ὅταν γὰρ ταῦτα ὁ ἄρχων  λέγῃ,  ἀνύποπτός  ἐστι. ∆ιὰ  τοῦτο   δὲ  λέγει,  ὥστε  καὶ  παρ'  αὐτοῦ καταγνωσθῆναι  τοὺς Ἰουδαίους· μετὰ δὲ τὸ πάντας  αὐτῶν  καταψηφίσασθαι, τότε ἐπάγει τὴν κόλασιν ὁ Θεός. Σκόπει δέ· κατέγνω  Λυσίας, κατέγνω  Φῆλιξ, κατέγνω Φῆστος καὶ  οἱ  χαριζόμενοι  αὐτοῖς,  κατέγνω  Ἀγρίππας.  Τί  λοιπόν;  Κατέγνωσαν αὐτῶν καὶ οἱ Φαρισαῖοι. Καὶ ὅτι κατέγνω, ἄκουε αὐτοῦ λέγοντος· Οὐδεμίαν αἰτίαν ἐπέφερον  ὧν  ὑπενόουν  ἐγώ.  Καὶ μὴν  ἤνεγκαν,  ἀλλ'  οὐκ  ἤλεγξαν·  ἡ  μὲν  γὰρ ἐπιβουλὴ καὶ τὸ τόλμημα, τοῦτο ὑποπτεύειν ἐδίδου, ἡ δὲ ἐξέτασις οὐδὲν τοιοῦτον. Καὶ περί τινος, φησὶν, Ἰησοῦ τεθνηκότος. Εἰκότως Περί τινος λέγει, ἅτε ἄνθρωπος ἐν ἀρχῇ ὢν, καὶ τούτων  οὐ φροντίζων.  Ἀπὸ ταύτης τῆς αἰτίας καὶ τὸ, Ἀπορούμενος ἐγὼ,  εἶπεν,  εἰς  τὴν  περὶ  τούτων  ἐξέτασιν.  Καὶ γὰρ  ὄντως  τοιούτου  δικαστοῦ ὑπερέβαινεν ἀκοὰς ἡ τῶν τοιούτων ζήτησις. Καὶ εἰ ἐν ἀπορίᾳ εἶ, τί εἰς Ἱεροσόλυμα ἕλκεις; ∆ιὰ τοῦτο καὶ Παῦλος οὐκ ἀξιῶν ὑπ' αὐτοῦ κρίνεσθαι, Καίσαρα ἐπικαλεῖται, λέγων·  Ἐπὶ τοῦ βήματος Καίσαρος ἑστώς εἰμι, οὗ με δεῖ κρίνεσθαι· καὶ γὰρ περὶ τούτου ἐνεκάλουν. Ἀκούεις ἔφεσιν; ἀκούεις ἐπιβουλὴν Ἰουδαίων; ἀκούεις στάσιν;



δʹ. Ταῦτα πάντα τὸν Ἀγρίππαν εἰς ἐπιθυμίαν ἐξήγειρεν ἀκούοντα. Καὶ δίδωσιν ὁ Φῆστος τὴν  χάριν,  καὶ  γίνεται  λοιπὸν  λαμπρότερος  ὁ  Παῦλος. Τοιαῦτα, ὅπερ  ἔφην,  αἱ ἐπιβουλαὶ  προεξένησαν. Εἰ μὴ ταῦτα  ἦν, οὐδεὶς  ἂν  τούτων  κατηξίωσεν  ἀκοῦσαι αὐτοῦ τῶν  ἀρχόντων,  οὐδεὶς ἂν μετὰ τοσαύτης ἡσυχίας καὶ σιγῆς. Καὶ δοκεῖ μὲν διδάσκειν καὶ ἀπολογεῖσθαι, δημηγορεῖ δὲ μᾶλλον μετὰ πολλῆς τῆς εὐταξίας. Μὴ δὴ χαλεπόν τι πρᾶγμα νομίσωμεν τὰς ἐπιβουλάς. Ἕως ἂν ἑαυτοῖς μὴ ἐπιβουλεύωμεν, οὐδεὶς ἡμῖν ἐπιβουλεῦσαι δυνήσεται· μᾶλλον δὲ ἐπιβουλεύουσι μὲν, οὐδὲν δὲ βλάπτουσιν, ἀλλὰ καὶ ὠφελοῦσιν  ἡμᾶς τὰ μέγιστα· ὥστε ἡμεῖς ἑαυτῶν κύριοι καὶ τοῦ παθεῖν κακῶς καὶ τοῦ μὴ παθεῖν. Ἰδοὺ διαμαρτύρομαι καὶ μεγάλῃ λέγω τῇ φωνῇ καὶ σάλπιγγος τρανότερον, καὶ εἰ ἦν ἐφ' ὑψηλοῦ ἀναβάντα βοῆσαι, οὐκ ἂν παρῃτησάμην, ὅτι τὸν Χριστιανὸν οὐδεὶς ἀνθρώπων τῶν οἰκούντων τὴν γῆν βλάψαι δυνήσεται. Καὶ τί λέγω, ἀνθρώπων; Οὐδὲ αὐτὸς ὁ δαίμων, ὁ τύραννος, ὁ διάβολος, ἂν  μὴ αὐτὸς  ἑαυτὸν  ἀδικήσῃ· κἂν  ὁτιοῦν  τις  ἡμᾶς κακὸν  ἐργάσασθαι βουληθῇ, μάτην πειράσεται. Ὥσπερ γὰρ ἄγγελον οὐδεὶς ἂν βλάψειεν ἐπὶ γῆς ὄντα ἄνθρωπον, οὐδὲ οὕτως ἄνθρωπος ἄνθρωπον. Ἀλλ' οὐδὲ αὐτὸς ἕτερον βλάψαι δυνήσεται, ἕως ἂν ᾖ ἀγαθός. Τί οὖν ἂν τούτου γένοιτο ἴσον, ὅταν μήτε βλαβῆναι δύνηται, μήτε βλάψαι ἕτερον; Τοῦτο γὰρ ἐκείνου  οὐκ ἔλαττον,  τὸ μὴ βούλεσθαι βλάπτειν  ἕτερον. Ἄρα ἄγγελός τίς ἐστι καὶ Θεῷ ὅμοιος. Τοιοῦτος γὰρ καὶ ὁ Θεός· ἀλλ' ἐκεῖνος μὲν φύσει, οὗτος δὲ προαιρέσει. Οὔτε οὖν βλαβῆναι  δύναται,  οὔτε βλάψαι ἕτερον. Τὸ δὲ, οὐ δύναται,  μὴ ἀδυναμίας νομίσῃς (τοὐναντίον  γὰρ ἀδυναμία)· ἀλλὰ τὸ ἀνένδεκτον λέγω. Ἡ γὰρ φύσις ἐκείνη οὔτε βλάβης ἐστὶ δεκτικὴ, οὔτε τοῦ ἀδικεῖν ἕτερον· ἐπεὶ καὶ τοῦτο ἑτέρα βλάβη. Ἄλλως γὰρ ἑαυτοὺς οὐ βλάπτομεν, ἢ τῷ βλάπτειν ἕτερον, καὶ τὰ μείζονα τῶν ἁμαρτημάτων ἡμῶν ἐκ τῆς εἰς ἡμᾶς ἀδικίας οὕτω γίνεται. Ὥστε καὶ διὰ τοῦτο ὁ Χριστιανὸς οὐ δύναται βλάπτεσθαι, ὅτι οὐδὲ βλάπτειν δύναται. Πῶς δὲ ἑτέρους  βλάπτοντες  ἑαυτοὺς  βλάπτομεν,  φέρε  καθ' ἕκαστον τῶν  πραγμάτων προχειρισάμενοι τὸν λόγον γυμνάσωμεν τὸ λεγόμενον. Ἀδικείτω τις, ὑβριζέτω, πλεονεκτείτω· τίνα ἄρα ἔβλαψεν οὗτος; οὐχ ἑαυτὸν πρότερον; Παντί που δῆλον. Τῷ  μὲν γὰρ εἰς χρήματα ἡ ζημία, αὐτῷ δὲ εἰς ψυχήν· καὶ γὰρ εἰς ἀπώλειαν καὶ εἰς κόλασιν  παραδίδοται  τοῦ τοιούτου  ἡ ψυχή.  Πάλιν φθονείτω  ἕτερος· τίνα  οὖν  ὁ τοιοῦτος  ἠδίκησεν; οὐχ  ἑαυτὸν,  εἰπέ  μοι; Τοιαύτη γὰρ ἡ τῆς  ἀδικίας  φύσις· τὸν τίκτοντα  πρῶτον βλάπτει μυρία, μικρὰ δὲ ἕτερον, μᾶλλον δὲ οὐδὲ μικρὸν βλάπτει, ἀλλὰ  καὶ ὠφελεῖ.  Ἀλλ'  οὐδὲν  ἀξιόπιστον  εἴρηκα. Ἔστω τοίνυν  (μάλιστα γὰρ ἐν
τούτοις ἐστὶ τὸ πᾶν) πένης χρήματα ἔχων ὀλίγα καὶ τῆς ἀναγκαίας εὐπορῶν τροφῆς, ἕτερος δὲ πλούσιος καὶ εὔπορος καὶ πολλὴν ἔχων δύναμιν, καὶ λαμβανέτω τὰ τοῦ πένητος λοιπὸν καὶ γυμνὸν ποιείτω καὶ παραδιδότω λιμῷ, αὐτὸς δὲ ἐντρυφάτω τοῖς
ἐξ ἐκείνου ληφθεῖσιν ἀδίκως· ὁ τοιοῦτος οὐ μόνον οὐδὲν αὐτὸν ἔβλαψεν, ἀλλὰ καὶ ὠφέλησεν, ἑαυτὸν δὲ οὐ μόνον οὐκ ὠφέλησεν, ἀλλὰ καὶ ἔβλαψε. Πῶς; Πρῶτον μὲν ὑπὸ   τοῦ   συνειδότος   μαστιζόμενος   τοῦ   πονηροῦ,   καὶ   καθ'   ἑκάστην   ἡμέραν
κεντούμενος, καὶ παρὰ πάντων καταγινωσκόμενος· ἔπειτα ἐν τῷ μέλλοντι κρίματι. Ἀλλ' ὅτι μὲν οὗτος βλάπτεται, δῆλον ἐντεῦθεν κατέστη· πῶς δὲ ὠφελεῖται  ἐκεῖνος, εἰπέ.  Ὅτι  τὸ  κακῶς  παθεῖν  καὶ  φέρειν  γενναίως,   μέγα  κέρδος  ἔχει·  ἔστι  γὰρ
ἁμαρτημάτων  λύσις τὸ παθεῖν  κακῶς, ἔστι φιλοσοφίας  γυμνάσιον,  ἔστιν  ἀρετῆς διδασκαλία. Ἴδωμεν  οὖν  τίς  ἐν  κακοῖς, οὗτος  ἢ ἐκεῖνος.  Ἐκεῖνος μὲν  γὰρ ἂν ᾖ φιλόσοφος,  γενναίως  οἴσει· οὗτος  δὲ καθ'  ἑκάστην  ἡμέραν  ἐν  τρόμῳ  ἔσται καὶ
ὑποψίᾳ· τίς οὖν ἀδικεῖται, οὗτος ἢ ἐκεῖνος; Μύθους λέγεις, φησίν· ὅταν γάρ τις μὴ ἔχῃ φαγεῖν, καὶ ἀναγκάζηται ἀποδύρεσθαι καὶ ἀποδυσπετεῖν, ἢ προσελθὼν ἐπαιτεῖν καὶ μὴ λάβῃ, οὐχὶ καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα προσαπολλύει; Μύθους σὺ λέγεις· ἐγὼ
γὰρ ἐπιδεικνύω  πράγματα. Εἰπὲ γάρ μοι, οὐδεὶς τῶν πλουτούντων  ἀποδυσπετεῖ; Τί οὖν; μὴ ἡ πενία αἰτία τούτου; Ἀλλὰ οὐ λιμώττει; Καὶ τί τοῦτο; Μείζων ἡ δίκη, ὅταν μετὰ πλούτου τοῦτο ποιῇ. Οὔτε γὰρ πλοῦτος γενναῖον ποιεῖ, οὔτε ἀσθενῆ πενία· ἐπεὶ οὐδεὶς ἂν τῶν ἐν πλούτῳ ζώντων  μοχθηρὸν ἔζη βίον, οὐδ' ἂν ἑαυτῷ κατηράσατο οὐδεὶς  τῶν  ἐν  πενίᾳ.  Ὅτι δὲ  ὄντως  μῦθοι  τὰ  παρ'  ὑμῶν,  ἐκεῖθεν  ὑμῖν  ποιήσω
φανερόν. Εἰπέ μοι, ὁ Παῦλος ἐν πενίᾳ ἦν, ἢ ἐν πλούτῳ; ἐλίμωττεν,  ἢ οὐχί; Αὐτοῦ ἔστιν  ἀκοῦσαι  λέγοντος·  Ἐν  λιμῷ  καὶ  δίψει.  Οἱ προφῆται  ἐλίμωττον,   ἢ  οὐχί; Κἀκεῖνοι ἀπεδυσπέτουν. Πάλιν Παῦλόν μοι φέρεις, πάλιν τοὺς προφήτας, δέκα καὶ
εἴκοσιν ἀνθρώπους. Ἀλλὰ πόθεν βούλει; Ἀπὸ τῶν πολλῶν,  φησὶ, δεῖξόν μοί τινας φέροντας γενναίως. Ἀλλὰ τὸ σπάνιον ἀεὶ τοιοῦτον, καὶ ὀλίγοι οἱ καλοί. Εἰ βούλει δὲ, καὶ  καθ'  ἑαυτὸ  τὸ  πρᾶγμα  ἐξετάσωμεν.  Ἴδωμεν  τίνος  ἡ  φροντὶς   μείζων  καὶ
δριμυτέρα, καὶ τίνος εὐφορωτέρα. Οὐχ ὁ μὲν ὑπὲρ τῆς ἀναγκαίας μεριμνᾷ τροφῆς, ὁ δὲ ὑπὲρ μυρίων πραγμάτων ταύτης ἀφέμενος; Οὐ δέδοικεν ὑπὲρ λιμοῦ ὁ πλούσιος, ἀλλ' ὑπὲρ ἑτέρων δέδοικε· πολλάκις ὑπὲρ σωτηρίας αὐτῆς. Οὐκ ἔχει τὴν ἀμεριμνίαν
τῆς τροφῆς ὁ πένης, ἀλλ' ἔχει τὴν ἑτέραν ἀμεριμνίαν, τὴν ἀσφάλειαν, τὴν ἡσυχίαν, τὴν ἄδειαν.

εʹ. Ἄλλως δὲ, εἰ μὴ κακὸν τὸ ἀδικεῖν, ἀλλὰ καλὸν, διὰ τί αἰσχυνόμεθα; διὰ τί ἐγκαλυπτόμεθα; διὰ τί ὀνειδιζόμενοι ἀγανακτοῦμεν καὶ δυσχεραίνομεν; Εἰ μὴ καλὸν τὸ ἀδικεῖσθαι διὰ τί ἐναβρυνόμεθα καὶ ἐγκαλλωπιζόμεθα  τῷ πράγματι, καὶ δικαιολογούμεθα ἐν τούτῳ; Θέλεις μαθεῖν πῶς τοῦτο ἐκείνου βέλτιον; Ὅρα τοὺς ἐν τούτῳ,  ὅρα τοὺς ἐν ἐκείνῳ. ∆ιὰ τί νόμοι; διὰ τί δικαστήρια; διὰ τί τιμωρίαι; οὐχὶ  δι' ἐκείνους  ὡς νοσοῦντας  καὶ κάμνοντας;  Ἀλλ' ἡ ἡδονὴ  πολλὴ,  φησί. Μὴ εἴπωμεν τὰ μέλλοντα· τὰ παρόντα ἐξετάσωμεν. Τί χεῖρον ἀνδρὸς τοιαύτην ἔχοντος ὑποψίαν;  τί σφαλερώτερον;  τί σαθρότερον; οὐκ ἐν ναυαγίῳ  διαπαντός  ἐστι; Κἂν δίκαιόν τι πράττῃ, οὐ πιστεύεται, ἀπὸ τῆς δυνάμεως καταδικαζόμενος παρὰ πάντων· πάντας γὰρ τοὺς συνοικοῦντας κατηγόρους ἔχει· οὐ φιλίᾳ χρήσασθαι δύναται· οὐδεὶς γὰρ ἂν ἕλοιτο ταχέως τοιαύτην δόξαν ἔχοντος ἀνθρώπου γενέσθαι φίλος, ὥστε μὴ κοινωνῆσαι  αὐτῷ τῆς ὑπολήψεως.  Καθάπερ θηρίον, οὕτω πάντες  ἀποστρέφονται· καθάπερ λυμεῶνα καὶ ἐχθρὸν καὶ ἀνδροφόνον καὶ τῆς φύσεως πολέμιον, τὸν ἄδικον ἄνθρωπον.  Ἂν  εἰς δικαστήριον  ἐμπέσῃ, οὐδὲ κατηγόρου  δεῖται  ὁ ἠδικηκὼς,  τῆς δόξης  ἀντὶ  παντὸς  κατηγόρου  καταδικαζούσης  αὐτόν.  Ἀλλ'  οὐχ  ὁ  ἀδικούμενος οὕτως, ἀλλὰ πάντας ἔχει προστάτας, συναλγοῦντας, χεῖρα ὀρέγοντας· ἐπ' ἀσφαλείᾳ ἕστηκεν. Εἰ καλὸν τὸ ἀδικεῖν  καὶ ἀσφαλὲς, ὁμολογείτω  τις εἶναι ἄδικος· εἰ δὲ οὐ τολμᾷ, τί δήποτε ὡς ἀγαθὸν  μετέρχεται; Ἴδωμεν  δὲ πῶς καὶ ἐν ἡμῖν  αὐτοῖς, ἂν γένηται  τοῦτο, πόσα γίνεται  κακά. Εἰπὲ γάρ μοι, ἄν  τι  τῶν  ἐν  ἡμῖν  τὸ οἰκεῖον ὑπερβὰν μέτρον τοῦ ἑτέρου ἐφίηται, καὶ βουληθῇ ἀφεὶς ὁ σπλὴν τὸν οἰκεῖον τόπον λαβεῖν τὸ ἀλλότριον μετὰ τοῦ οἰκείου, οὐχὶ νόσος τοῦτό ἐστι; Τὸ ὑγρὸν πάλιν τὸ ἐν ἡμῖν, ὁ χυμὸς, εἰ πάντα  πληρώσει, οὐχὶ ὕδερος τοῦτό ἐστι; Μετ'  ἐκείνου  ἡ χολὴ πάλιν  εὐρυχωρίαν  ζητείτω, καὶ πανταχοῦ  διαχείσθω τὸ αἷμα. Τί δὲ ἐν τῇ ψυχῇ ὁ θυμὸς, ἡ ἐπιθυμία, καὶ τὰ ἄλλα πάντα, ἐὰν ὑπερβῇ τὸ μέτρον, οὐχὶ ἑαυτὸν συνδιέφθειρεν; Οὕτω καὶ ἡ τροφή· ἐὰν ὑπὲρ ὃ δύναται πέπτεσθαι προσληφθῇ, νόσοις τὸ σῶμα περιέβαλε. Πόθεν γὰρ αἱ ποδαλγίαι; πόθεν αἱ παρέσεις καὶ ὁ κλόνος τοῦ σώματος; ἆρα οὐκ ἀπὸ τῆς τῶν τροφῶν ἀμετρίας; Πάλιν ἐν τῷ σώματι ἐὰν πλεῖον βουληθῇ  λαβεῖν  ὁ ὀφθαλμὸς,  ἢ πλέον  ἰδεῖν  τοῦ ὡρισμένου θελήσειεν,  ἢ μεῖζον ἀναλάβοι φῶς, ἔβλαψε μᾶλλον ἢ ὠφέλησε τὸ ὑπὲρ μέτρον. Εἰ δὲ ἔνθα ἀγαθόν τι τὸ φῶς ἐστι, ὁ ὀφθαλμὸς εἰ πλέον ἰδεῖν θελήσειεν ἀπόλλυται· ὅταν λαμπρότερον ἴδῃ, ἐννόησον  ἐπὶ  τοῦ  κακοῦ.  Ἡ ἀκοὴ  ἐὰν  μεγάλην  δέξηται  φωνὴν,  ἀπόπληκτος  ἡ διάνοια γίνεται· ὁ νοῦς ἐπειδὰν τὰ ὑπὲρ ἑαυτὸν λογίσηται, ἐκπλήττεται, καὶ ὅπερ ἂν πλέον  τοῦ δέοντος γένηται,  παραπόλλυσι. Τοῦτο γὰρ πλεονεξία, πλέον  ἔχειν  τοῦ ὡρισμένου. Οὕτω δὴ καὶ ἐπὶ χρημάτων, ὅταν βουλώμεθα ἐπιτιθέναι φορτία πλείονα, εἰ καὶ μὴ αἰσθανόμεθα, χαλεπὸν  ἐν ἑαυτοῖς τρέφομεν  τὸ θηρίον, πολλὰ  ἔχοντες, πολλῶν  δεόμενοι, φροντίσι  μυρίαις περιβάλλοντες  ἑαυτοὺς, πολλὰς  τῷ διαβόλῳ παρέχοντες   λαβάς.  ∆ιὰ  τοῦτο  οὐδὲ  χρεία  καμάτου  ἐπὶ  τῶν  πλουτούντων   τῷ διαβόλῳ· ἕτοιμοι γὰρ αὐτῷ πρὸς καταφορὰν  ἀπὸ τοῦ πλούτου  μάλιστα γίνονται. Ἀλλ' οὐκ ἐπὶ τῶν πενίᾳ συζώντων, ἀλλὰ πᾶν τὸ ἐναντίον.  Οὕτως αὐτὰ καθ' ἑαυτὰ ἀπόλλυσι τὰ πράγματα. ∆ιὸ παρακαλῶ ἀπέχεσθαι τῆς τούτων ἐπιθυμίας, ἵνα δυνηθῶμεν  διαδράναι  τὰς  τοῦ  πονηροῦ  παγίδας,  καὶ  ἀρετῆς  ἐπιλαβόμενοι  τῶν αἰωνίων   ἀγαθῶν  ἐπιτυχεῖν,  χάριτι  καὶ  φιλανθρωπίᾳ,   τοῦ  Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/















Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |