Ιωάννης Χρυσόστομος
Είς Πράξεις Αποστόλων
Τόμος 60
Γ΄ Τότε ὑπέστρεψαν οἱ ἀπόστολοι εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου Ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἱερουσαλὴμ, σαββάτου ἔχον ὁδόν.
αʹ. Τότε, φησὶν, ὑπέστρεψαν. Τότε, πότε; Ὅτε ἤκουσαν. Οὐ γὰρ ἂν ἄλλως ἠνέσχοντο, εἰ μὴ ἑτέραν αὐτοῖς παρουσίαν ὑπέσχετο. ∆οκεῖ δέ μοι καὶ ἐν σαββάτῳ γεγονέναι ταῦτα. Οὐ γὰρ ἂν οὕτω καὶ τὸ διάστημα ἐδήλωσεν εἰπὼν, Ἀπὸ ὄρους τοῦκαλουμένου Ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἱερουσαλὴμ, σαββάτου ἔχον ὁδὸν, εἰ μὴ ὡρισμένον τι μῆκος ὁδοιπορίας ἐβάδιζον ἐν τῇ ἡμέρᾳ τοῦ σαββάτου. Καὶ ὅτε εἰσῆλθον εἰς τὸ ὑπερῷον ἀνέβησαν, οὗ ἦσαν καταμένοντες. Ἄρα λοιπὸν ἐν Ἱεροσολύμοις ἔμενον μετὰ τὴν ἀνάστασιν. Ὅ τε Πέτρος, φησὶ, καὶ Ἰάκωβος, καὶ Ἰωάννης. Οὐκ ἔτι μετὰ τοῦ ἀδελφοῦ μόνος οὗτος ἀριθμεῖται, ἀλλὰ καὶ Ἀνδρέας μετὰ Πέτρου· Φίλιππος καὶ Θωμᾶς, Βαρθολομαῖος καὶ Ματθαῖος, Ἰάκωβος ὁ Ἀλφαίου, καὶ Σίμων ὁ Ζηλωτὴς, καὶ Ἰούδας Ἰακώβου. Καλῶς ἐμνημόνευσε τῶν μαθητῶν. Ἐπειδὴ γὰρ ὁ μὲν προέδωκεν, ὁ δὲ ἠρνήσατο, ὁ δὲ ἠπίστησε, δείκνυσιν, ὅτι πλὴν ἐκείνου πάντες ἦσαν σῶοι.
Οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ προσευχῇ καὶ τῇ δεήσει σὺν ταῖς γυναιξί. Καλῶς. Μέγα γὰρ τοῦτο ὅπλον ἐν τοῖς πειρασμοῖς, καὶ τοῦτο ἦσαν προπαιδευθέντες ἱκανῶς ὑπ' αὐτοῦ τοῦ ∆ιδασκάλου. Ἄλλως δὲ, καὶ ὁ παρὼν πειρασμὸς αὐτοὺς εἰς τοῦτο ἦγε. ∆ιὰ τοῦτο ἀναβαίνουσι καὶ εἰς τὸ ὑπερῷον· σφόδρα γὰρ ἐδεδοίκεσαν τοὺς Ἰουδαίους. Σὺν γυναιξὶ, φησίν. Εἶπε γὰρ, ὅτι ἠκολούθησαν αὐτῷ. Καὶ Μαρίᾳ τῇ μητρὶ τοῦ Ἰησοῦ, καὶ σὺν τοῖς ἀδελφοῖς αὐτοῦ. Πῶς οὖν λέγει, ὅτι εἰς τὰ ἴδια αὐτὴν ἔλαβε τότε ὁ μαθητής, Ἀλλὰ συναγαγὼν πάλιν αὐτοὺς ὁ Χριστὸς, οὕτω λοιπὸν πάλιν αὐτοῖς καὶ ἐκείνη συνῆν. Καὶ σὺν τοῖς ἀδελφοῖς αὐτοῦ. Τούτους λέγει, οἳ ἀπιστοῦντες πρότερον ἦσαν αὐτῷ. Καὶ ἐν ταῖς ἡμέραις ταύταις, ἀναστὰς Πέτρος ἐν μέσῳ τῶν μαθητῶν εἶπε. Καὶ ὡς θερμὸς, καὶ ὡς ἐμπιστευθεὶς παρὰ τοῦ Χριστοῦ τὴν ποίμνην, καὶ ὡς τοῦ χοροῦ πρῶτος, ἀεὶ πρότερος ἄρχεται τοῦ λόγου (Ἦν τε ὄχλος ὀνομάτων, φησὶν, ἐπὶ τὸ αὐτὸ ὡς ἑκατὸν εἴκοσιν)· Ἄνδρες ἀδελφοὶ, ἔδει πληρωθῆναι τὴν Γραφὴν ταύτην, ἢν προεῖπε τὸ Πνεῦμα τὸ ἅγιον. Τί δήποτε οὐ τὸν Χριστὸν ἠξίωσε μόνος, ὥστε αὐτῷ δοῦναι εἰς τὸν τόπον Ἰούδα τινά; διατί δὲ καὶ ἀφ' ἑαυτῶν οὐ ποιοῦνται τὴν ἐκλογήν; Βελτίων λοιπὸν ἦν γεγονὼς ὁ Πέτρος αὐτὸς ἑαυτοῦ. Τοῦτο τοίνυν ἔστιν εἰπεῖν περὶ τούτου. Περὶ δὲ τοῦ μὴ ἁπλῶς, ἀλλ' ἐξ ἀποκαλύψεως αἰτεῖν τὸν τὴν χορείαν ἀναπληρώσοντα, δύο αἰτίας ἐροῦμεν· μίαν μὲν, ὅτι περὶ ἄλλα ἠσχόληντο· δευτέραν δὲ, ὅτι τοῦ παρεῖναι αὐτοῖς τὸν Χριστὸν τεκμήριον μέγιστον τοῦτο. Καθάπερ γὰρ παρὼν ἐξελέγετο, οὕτω καὶ ἀπών. Οὐ μικρὸν δὲ τοῦτο εἰς παραμυθίαν. Ὅρα δὲ αὐτὸν μετὰ κοινῆς πάντα ποιοῦντα γνώμης· οὐδὲν αὐθεντικῶς, οὐδὲ ἀρχικῶς. Καὶ οὐκ εἶπεν οὕτως ἁπλῶς· Ἀντὶ τοῦ Ἰούδα τοῦτον καταλέγομεν· ἀλλὰ παραμυθούμενος αὐτοὺς ὑπὲρ τοῦ γεγενημένου, βλέπε, πῶς μεταχειρίζει τὸν λόγον. Οὐ γὰρ μικρὰν ἀπορίαν ἐνεποίησε τὸ γεγονός· καὶ μὴ θαυμάσῃς. Εἰ γὰρ νῦν τοῦτο πολλοὶ περιστρέφουσι, τί τότε εἰκὸς ἦν αὐτοὺς λέγειν; Ἄνδρες, φησὶν, ἀδελφοί. Εἰ ὁ Κύριος ἀδελφοὺς αὐτοὺς ἐκάλεσε, πολλῷ μᾶλλον οὗτος· διὸ καὶ πάντων παρόντων τοῦτο ἀναφωνεῖ. Ἰδοὺ Ἐκκλησίας ἀξίωμα, καὶ ἀγγελικὴ κατάστασις. Οὐδεὶς ἦν ἐκεῖ διεῤῥηγμένος, οὐκ ἄρσεν, οὐ θῆλυ. Τοιαύτας βούλομαι τὰς Ἐκκλησίας εἶναι καὶ νῦν. Οὐδεὶς βιωτικόν τι ἐφρόντιζεν, οὐδεὶς περὶ οἰκείας ἐμερίμνα. Τοσοῦτον ἀγαθὸν οἱ πειρασμοί· τοιοῦτον αἱ θλίψεις καλόν. Ἔδει πληρωθῆναι τὴν Γραφὴν ταύτην, ἣν προεῖπε τὸ Πνεῦμα τὸ ἅγιον. Ἀεὶ παραμυθεῖται αὐτοὺς ἀπὸ τῆς προῤῥήσεως. Οὕτω καὶ ὁ Χριστὸς πανταχοῦ ποιεῖ. Τὸν αὐτὸν δὴ τρόπον καὶ οὗτος δείκνυσιν, ὅτι οὐδὲν ξένον γέγονεν, ἀλλὰ τὸ ἤδη προειρημένον. Ἔδει, φησὶ, πληρωθῆναι τὴν Γραφὴν ταύτην, ἣν προεῖπε τὸ Πνεῦμα τὸ ἅγιον διὰ στόματος ∆αυΐδ. Καὶ οὐ λέγει, ∆αυῒδ εἶπεν, ἀλλὰ, Τὸ Πνεῦμα δι' αὐτοῦ. Ὅρα εὐθέως ἐν προοιμίοις τοῦ βιβλίου ὁποίᾳ κέχρηται διδασκαλίᾳ. Ὁρᾷς, ὅτι οὐχ ἁπλῶς εἶπον ἀρχόμενος τῆς συγγραφῆς, ὅτι τοῦ Πνεύματός ἐστι πολιτεία τὸ βιβλίον τοῦτο; Ἣν προεῖπε, φησὶ, τὸ Πνεῦμα τὸ ἅγιον διὰ στόματος ∆αυΐδ. Σκόπει, πῶς τὸν προφήτην οἰκειοῦται, καὶ αὐτὸν ἄγει εἰς μέσον, εἰδὼς, ὅτι αὐτοὺς ὠφελεῖ τὸ διὰ ∆αυῒδ εἰρῆσθαι, καὶ μὴ δι' ἄλλου προφήτου. Περὶ Ἰούδα, φησὶ, τοῦ ὁδηγοῦ γενομένου. Ὅρα καὶ ἐνταῦθα τὸ φι λόσοφον τοῦ ἀνδρός. Οὐχ ὑβρίζει οὐδὲ ἐνάλλεται, λέγων, Τοῦ μιαροῦ καὶ παμμιάρου· ἀλλ' ἁπλῶς τὸ γενόμενον δηλοῖ· οὐδὲλέγει, Τοῦ προδόντος, ἀλλ' ἐφ' ἑτέρους βιάζεται μεταθεῖναι τὸ ἔγκλημα, ὅσον εἰς αὐτὸν ἧκε. Καὶ οὐδὲ ἐκείνων σφόδρα καθάπτεται Τοῦ γενομένου γὰρ, φησὶν, ὁδηγοῦ τοῖς συλλαβοῦσι τὸν Ἰησοῦν. Καὶ πρὶν ἢ εἰπεῖν, ποῦ εἶπεν ὁ ∆αυῒδ, λέγει τὰ πεπραγμένα αὐτῷ, ἵνα ἀπὸ τῶν παρόντων καὶ τὰ μέλλοντα πιστώσηται, καὶ δείξῃ ἤδη δεδωκότα δίκην. Ὅτι κατηριθμημένος ἦν σὺν ἡμῖν, καὶ ἔλαχε τὸν κλῆρον τῆς διακονίας ταύτης. Οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκ μισθοῦ τῆς ἀδικίας. Ἠθικὸν ποιεῖ τὸν λόγον, καὶ λανθανόντως τὴν αἰτίαν παιδευτικὴν οὖσαν ἀποκαλύπτει. Οὐ λέγει γὰρ, ὅτι οἱ Ἰουδαῖοι, ἀλλ' οὗτος αὐτὸ ἐκτήσατο. Ἐπειδὴ γὰρ αἱ ψυχαὶ τῶν ἀσθενῶν οὐχ οὕτω πρὸς τὰ μέλλοντα ὁρῶσιν, ὡς πρὸς τὰ παρόντα, περὶ τῆς παρούσης δίκης διαλέγεται. Καὶ πρηνὴς γενόμενος ἐλάκησε μέσος. Καλῶς οὐκ ἐν τῷ ἁμαρτήματι, ἀλλ' ἐν τῇ τιμωρίᾳ τὸν λόγον ἐπῆρε. Καὶ ἐξεχύθη, φησὶ, πάντα τὰ σπλάγχνα αὐτοῦ. Τοῦτο παραμυθίαν ἐκείνοις ἔφερε. Καὶ γνωστὸν ἐγένετο πᾶσι τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ, ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇ ἰδίᾳ διαλέκτῳ αὐτῶν Ἀκελδαμὰ, τουτέστι, χωρίον αἵματος.
βʹ. Οἱ μὲν οὖν Ἰουδαῖοι ταύτῃ τῇ προσηγορίᾳ ἐκάλεσαν αὐτὸ, οὐ διὰ τοῦτο, ἀλλὰ διὰ τὸν Ἰούδαν· οὗτος δὲ εἰς τοῦτο αὐτὸ μετήγαγε, μάρτυρας τοὺς ἐχθροὺς φέρων. Τῷ τε γὰρ εἰπεῖν, ὅτι ὠνόμασαν, καὶ τῷ ἐπαγαγεῖν, Τῇ ἰδίᾳ διαλέκτῳ αὐτῶν, τοῦτο δηλοῦν βούλεται. Εἶτα μετὰ τὴν ἔκβασιν οἰκείως ἐπεισάγει τὸν προφήτην λέγων· Γέγραπται γὰρ ἐν βίβλῳ Ψαλμῶν· Γενηθήτω ἡ ἔπαυλις αὐτῶν ἔρημος, καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ. Τοῦτο περὶ τοῦ χωρίου καὶ τῆς οἰκίας. Καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λαβέτω ἕτερος· τουτέστι, τὴν ἀρχὴν, τὴν ἱερωσύνην. Ὥστε οὐκ ἐμῇ γνώμῃ τοῦτο τυγχάνει, ἀλλ' ἐκείνου τοῦ ταῦτα προειρηκότος. Ἵνα γὰρ μὴ δόξῃ μεγάλῳ πράγματι ἐπιχειρεῖν, καὶ τοιούτῳ οἵῳ ὁ Χριστὸς, ἐπήγαγε μάρτυρα τὸν προφήτην. ∆εῖ οὖν, φησὶ, τῶν συνελθόντων ὑμῖν ἀνδρῶν ἐν παντὶ χρόνῳ. ∆ιατί κοινοῦται αὐτοῖς; Ἵνα μὴ περιμάχητον τὸ πρᾶγμα γένηται, καὶ εἰς φιλονεικίαν ἐμπέσωσιν. Εἰ γὰρ αὐτοὶ τοῦτο ἔπαθον, πολλῷ μᾶλλον ἐκεῖνοι. Καὶ ἀεὶ τοῦτο παραιτεῖται. ∆ιὰ τοῦτο ἀρχόμενος ἔλεγεν· Ἄνδρες ἀδελφοὶ, δεῖ ἐκλέξασθαι ἐξ ἡμῶν. Τῷ πλήθει τὴν κρίσιν ἐπιτρέπει, τούς τε γινομένους αἰδεσίμους ποιῶν, καὶ αὐτὸς ἀπαλλαττόμενος ἀπεχθείας τῆς πρὸς τοὺς ἄλλους. Μεγάλα γὰρ ἀεὶ τὰ τοιαῦτα ἐργάζεται κακά. Ὅτι μὲν οὖν δεῖ γενέσθαι, τὸν προφήτην παράγει μάρτυρα· ἐκ τίνων δὲ δεῖ, αὐτὸς ἑρμηνεύει λέγων· Ἐκ τῶν συνελθόντων ἡμῖν ἐν παντὶ χρόνῳ. Εἰ μὲν γὰρ εἶπε, τοὺς ἐπιεικεῖς δεῖ παρεῖναι, τοὺς ἄλλους ἂν ὕβρισε· νῦν δὲ τῷ χρόνῳ τὸ πρᾶγμα ἐπέτρεψεν, οὐχ ἁπλῶς Συνελθόντας εἰπὼν, ἀλλ' Ἐν παντὶ χρόνῳ, ἐν ᾧ εἰσῆλθε καὶ ἐξῆλθεν ἐφ' ἡμᾶς ὁ Κύριος Ἰησοῦς, ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος Ἰωάννου, ἕως τῆς ἡμέρας ἧς ἀνελήφθη ἀφ' ἡμῶν, μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ σὺν ἡμῖν γενέσθαι ἕνα τούτων. Ἵνα τί γένηται; Ἵνα μὴ ἠκρωτηριασμένος ὁ χορὸς εἴη. Τί οὖν; ἑλέσθαι τὸν Πέτρον αὐτὸν οὐκ ἐνῆν; Καὶ πάνυ γε· ἀλλ' ἵνα μὴ δόξῃ χαρίζεσθαι, τοῦτο οὐ ποιεῖ. Ἄλλως δὲ καὶ Πνεύματος ἄμοιρος ἦν ἔτι. Καὶ ἔστησαν, φησὶ, δύο, Ἰωσὴφ τὸν καλούμενον Βαρσαβᾶν, ὃς ἐπεκλήθη Ἰοῦστος, καὶ Ματθίαν. Οὐχὶ αὐτὸς αὐτοὺς ἔστησεν, ἀλλὰ πάντες. Τὴν γνώμην δὲ αὐτὸς εἰσηγήσατο, δείξας οὐδὲ αὐτὴν αὐτοῦ οὖσαν, ἀλλ' ἄνωθεν κατὰ προφητείαν· ὥστε ἐξηγητὴς γέγονεν, οὐ διδάσκαλος. Ἰωσὴφ τὸν καλούμενον Βαρσαβᾶν, ὃς ἐπεκλήθη Ἰοῦστος. Ἴσως διὰ τὰς ὁμωνυμίας ἀμφότερα τέθεικεν· ἐπεὶ καὶ ἐν τοῖς ἀποστόλοις πολλαὶ ὁμωνυμίαι ἦσαν· Ἰάκωβος ὁ Ζεβεδαίου, καὶ Ἰάκωβος ὁ τοῦ Ἀλφαίου, Σίμων Πέτρος καὶ Σίμων ὁ Ζηλωτής· Ἰούδας Ἰακώβου, καὶ Ἰούδας ὁἸσκαριώτης. Ἄλλως δὲ καὶ μεταβολῆς βίου, ἴσως δὲ καὶ προαιρέσεως ἦν ἡ ὀνομασία. Ἔστησαν, φησὶν, Ἰωσὴφ τὸν καλούμενον Βαρσαβᾶν, ὃς ἐπεκλήθη Ἰοῦστος, καὶ Ματθίαν. Καὶ προσευξάμενοι εἶπον· Σὺ, Κύριε, καρδιογνῶστα πάντων, ἀνάδειξον, ὃν ἐξελέξω ἐκ τούτων τῶν δύο ἕνα λαβεῖν τὸν κλῆρον τῆς διακονίας ταύτης καὶ ἀποστολῆς, ἐξ ἧς παρέβη Ἰούδας πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον.Καλῶς λέγουσιν ἐκείνου τὸ ἁμάρτημα, δεικνύντες, ὅτι μάρτυρα αἰτοῦσιν, οὐ πλεονάζοντες τὸν ἀριθμὸν, ἀλλ' ἐλαττωθῆναι οὐκ ἐῶντες. Καὶ ἔδωκαν κλήρους αὐτῶν (οὐδέπω γὰρ Πνεῦμα ἦν), καὶ ὁ κλῆρος ἐπὶ Ματθίαν ἔπεσε, καὶ συγκατεψηφίσθη μετὰ τῶν ἕνδεκα ἀποστόλων. Τότε, φησὶν, ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου Ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἱερουσαλὴμ, σαββάτου ἔχον ὁδόν. Τοῦτό φησιν, ἵνα δείξῃ, ὅτι μακρὰν οὐ βαδίζουσιν ὁδὸν, ὡς φόβον τινὰ μὴ γενέσθαι τρέμουσιν ἔτι καὶ δεδοικόσιν αὐτοῖς. Καὶ ὅτε εἰσῆλθον, ἀνέβησαν εἰς τὸ ὑπερῷον. Οὐκ ἐτόλμησαν γὰρ φανῆναι ἐπὶ τῆς πόλεως. Καὶ καλῶς εἰς τὸ ὑπερῷον ἀνέβησαν, ὥστε μὴ εἶναι εὔκολον ἐκ τοῦ ἑτοίμου συλληφθῆναι αὐτούς. Καὶ ἦσαν, φησὶ, προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ προσευχῇ. Ὁρᾷς, πῶς ἐγρηγορότες ἦσαν τῇ προσευχῇ προσκαρτεροῦντες, καὶ ὁμοθυμαδὸν ὥσπερ ἐκ μιᾶς ψυχῆς προσκαρτεροῦντες; ∆ύο αὐτοῖς μαρτυρεῖ. Ὁ μὲν Ἰωσὴφ ἴσως τετελευτηκὼς ἦν. Οὐ γὰρ ἂν τῶν ἀδελφῶν πιστευσάντων ἐκεῖνος ἠπίστησεν ὁ πρὸ πάντων πιστεύσας· ἀμέλει γοῦν οὐδὲ ἁπλῶς φαίνεται οὐδαμοῦ ὡς ἀνθρώπῳ προέχων, καθάπερ ἡ μήτηρ ἔλεγεν· Ἐγὼ καὶ ὁ πατήρ σου ὀδυνώμενοι ἐζητοῦμέν σε. Ὥστε πρὸ πάντων αὐτὸς ἔγνω τοῦτον. Πρὸς δὲ τοὺς ἀδελφοὺς ἔλεγεν ὁ Χριστός· Οὐ δύναται ὁ κόσμος ὑμᾶς μισεῖν, ἐμὲ δὲ μισεῖ. Καὶ ὅρα τὴν ἐπιείκειαν Ἰακώβου. Αὐτὸς ἔλαβε τὴν ἐπισκοπὴν τὴν ἐν Ἱεροσολύμοις, καὶ ὅμως τότε οὐδὲν διαλέγεται. Ὅρα δὲ καὶ τῶν ἄλλων μαθητῶν τὴν πολλὴν ταπεινοφροσύνην, πῶς αὐτῷ συγχωροῦσι τοῦ θρόνου, καὶ οὐκ ἔτι ἀμφισβητοῦσι πρὸς ἀλλήλους. Ὥσπερ γὰρ ἐν οὐρανῷ ἡ Ἐκκλησία ἐκείνη ἦν, οὐδὲν ἔχουσα βιωτικὸν, οὐ τοίχοις, οὐδὲ μαρμάροις, ἀλλὰ προθυμίᾳ τῶν συνιόντων ἀπολάμπουσα. Ὡς ἑκατὸν εἴκοσιν ἦσαν, φησίν· οἱ ἑβδομήκοντα ἴσως, οὓς αὐτὸς ἐξελέξατο, ἢ καὶ ἄλλοι τῶν σπουδαιοτέρων, οἷον ὁ Ἰωσὴφ καὶ ὁ Ματθίας· καὶ γυναῖκες ἦσαν πολλαὶ, αἳ ἠκολούθουν αὐτῷ, ἐπιτοαυτὸ πανταχοῦ ἦσαν.
γʹ. Αὕτη πρόνοια διδασκάλου. Πρῶτος οὗτος διδάσκαλον κατέστησεν. Οὐκ εἶπεν, ὅτι Ἀρκοῦμεν ἡμεῖς· οὕτω πάσης κενοδοξίας ἐκτὸς ἦν, καὶ πρὸς ἓν ἑώρα μόνον, καίτοι οὐδὲ ἰσότυπον ἅπασιν εἶχε τὴν κατάστασιν ἀλλ' εἰκότως ταῦτα ἐγένετο διὰ τὴν ἀρετὴν τοῦ ἀνδρός· καὶ ὅτι τότε ἡ ἐπιστασία ἦν, οὐ τιμὴ, ἀλλὰ πρόνοια τῶν ἀρχομένων. Τοῦτο οὔτε τοὺς αἱρουμένους ἐποίει ἐπαίρεσθαι· ἐπὶ γὰρ κινδύνους ἐκαλοῦντο· οὔτε τοὺς μὴ αἱρεθέντας ὡς ἀτιμασθέντας ἀλγεῖν. Ἀλλ' οὐχὶ νῦν οὕτω γίνεται, ἀλλ' ἅπαν τοὐναντίον. Ὅρα γὰρ, ἑκατὸν εἴκοσιν ἦσαν, καὶ ἕνα αἰτεῖ ἀπὸ παντὸς τοῦ πλήθους· εἰκότως. Πρῶτος τοῦ πράγματος αὐθεντεῖ, ἅτε αὐτὸς πάντας ἐγχειρισθείς. Πρὸς γὰρ τοῦτον εἶπεν ὁ Χριστός· Καὶ σύ ποτε ἐπιστρέψας, στήριξον τοὺς ἀδελφούς σου. Ὅτι Κατηριθμημένος ἦν, φησὶ, σὺν ἡμῖν. ∆ιὰ τοῦτο προσήκει ἕτερον προβάλλεσθαι, ὥστε μάρτυρα γενέσθαι εἰς τὸν ἐκείνου τόπον. Καὶ ὅρα, πῶς τὸν διδάσκαλον μιμεῖται, πανταχοῦ ἀπὸ τῶν Γραφῶν διαλεγόμενος, καὶ οὐδὲν περὶ τοῦ Χριστοῦ λέγων οὐδέπω, ὅτι προεῖπε πολλάκις αὐτός. Καὶ οὐ λέγει, ἔνθα τῆς προδοσίας αὐτοῦ μέμνηται· οἷον, Στόμα ἁμαρτωλοῦ, καὶ στόμα δολίου ἐπ' ἐμὲ ἠνοίχθη· ἀλλ' ἔνθα τῆς τιμωρίας αὐτοῦ μόνον τὴν μνήμην ἐποιήσατο· τοῦτο γὰρ αὐτοὺς τέως ὠφέλει. Τοῦτο μάλιστα δείκνυσι πάλιν τοῦ ∆εσπότου τὴν φιλανθρωπίαν. Ὅτι Κατηριθμημένος ἦν, φησὶ, σὺν ἡμῖν, καὶ ἔλαχε τὸν κλῆρον τῆς διακονίας ταύτης. Κλῆρον αὐτὸν πανταχοῦ καλεῖ, δεικνὺς τῆς τοῦ Θεοῦ χάριτος τὸ πᾶν ὂν, καὶ τῆς ἐκλογῆς, καὶ ἀναμιμνήσκων αὐτοὺς τῶν παλαιῶν, ὅτι ὁ Θεὸς αὐτὸν ἐκληρώσατο, καθάπερ τοὺς Λευΐτας, καὶ ἐνδιατρίβει τοῖς περὶ αὐτοῦ, ὁ τῆς προδοσίας μισθὸς αὐτὸς καὶ τῆς τιμωρίας γέγονε κήρυξ. Ἐκτήσατο γὰρ, φησὶ, χωρίον ἐκ μισθοῦ τῆς ἀδικίας. Ὅρα πῶς Θεοῦ οἰκονομία τὸ γεγονὸς ἦν. Τῆς ἀδικίας, φησί. Πολλαὶ αἱ ἀδικίαι, ἀλλὰ ταύτης οὐδὲν ἀδικώτερον γέγονέ ποτε, ὥστε ἀδικίας ἦν τὸ πρᾶγμα. Οὐχὶ δὲ μόνον τοῖς παροῦσι γέγονε δῆλον τὸ γενόμενον, ἀλλὰ καὶ πᾶσι τοῖς μετὰ ταῦτα, ὥστε ἄκοντες ὠνόμασαν οὐκ εἰδότες, καθάπερ καὶ Καϊάφας προεφήτευσεν
οὐκ εἰδώς. Ὁ Θεὸς αὐτοὺς ἠνάγκασεν οὕτω καλέσαι Ἑβραϊστὶ Ἀκελδαμά. Ἀπὸ τούτου καὶ τὰἸουδαίοις ἐπιέναι μέλλοντα κακὰ δῆλα ἦν· καὶ δείκνυσι τέως τὴν πρόῤῥησιν ἐξελθοῦσαν ἐκ μέρους, τὴν λέγουσαν· Καλὸν ἦν αὐτῷ, εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος. Καὶ περὶ τῶν Ἰουδαίων τὰ αὐτὰ ἁρμόζει λέγειν. Εἰ γὰρ ὁ γενόμενος ὁδηγὸς, πολλῷ μᾶλλον καὶ οὗτοι. Ἀλλ' οὐδὲν τούτων λέγει τέως, Εἶτα δεικνὺς, ὅτι περὶ αὐτοῦ εἰκότως ἂν λέγοιτο Ἀκελδαμὰ, ἐνάγει τὸν προφήτην λέγοντα, Γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος. Τί γὰρ ἐρημότερον τοῦ τάφον γενέσθαι; Ὥστε καὶ εἰκότως ἂν αὐτοῦ κληθείη τὸ χωρίον. Ὁ γὰρ τὸ τίμημα καταβαλὼν, εἰ καὶ ἕτεροι οἱ ἠγορακότες εἶεν, αὐτὸς ἂν εἴη δίκαιος λογίζεσθαι κύριος ἐρημώσεως μεγάλης. Αὕτη ἡ ἐρήμωσις προοίμιον τῆς Ἰουδαϊκῆς, εἴ γέ τις ἀκριβῶς ἐξετάσειε. Καὶ γὰρ ἐκεῖνοι ἑαυτοὺς ἀνεῖλον λιμῷ καὶ πολλοὺς ἀπέκτειναν, καὶ τάφος γέγονεν ἡ πόλις, τῶν ξένων, τῶν στρατιωτῶν· ἐκείνους γὰρ οὐδ' ἂν εἴασαν ταφῆναι, οὐδὲ γὰρ ταφῆς κατηξιώθησαν. ∆εῖ οὖν τῶν συνελθόντων ἡμῖν, φησὶν, ἀνδρῶν. Ὅρα, πῶς βούλεται αὐτόπτας αὐτοὺς εἶναι. Καίτοιγε ἔμελλε παρέσεσθαι τὸ Πνεῦμα· ἀλλ' ὅμως πολλὴ σπουδὴ περὶ τούτου ἦν. Τῶν συνελθόντων ἡμῖν ἀνδρῶν, φησὶν, ἐν παντὶ χρόνῳ, ἐν ᾧ εἰσῆλθε καὶ ἐξῆλθεν ἐφ' ἡμᾶς ὁ Κύριος Ἰησοῦς. ∆είκνυσιν αὐτοὺς συνωκηκότας αὐτῷ οὐχ ἁπλῶς ὡς μαθητὰς παρόντας. Ἄρα καὶ ἐξ ἀρχῆς τότε πολλοὶ παρηκολούθουν αὐτῷ. Ὅρα γοῦν, πῶς τοῦτο δηλοῖ, ὅταν λέγῃ· Ἦν εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου, καὶ ἀκολουθησάντων τῷ Ἰησοῦ. Ἐν παντὶ χρόνῳ, φησὶν, ἐν ᾧ εἰσῆλθε καὶ ἐξῆλθεν ἐφ' ἡμᾶς ὁ Κύριος Ἰησοῦς, ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος Ἰωάννου. Καλῶς. Τὰ γὰρ πρὸ τούτου οὐδεὶς ᾔδει μαθὼν, ἀλλὰ Πνεύματι ἐμάνθανον. Ἕως τῆς ἡμέρας, φησὶν, ἧς ἀνελήφθη ἀφ' ἡμῶν, μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ σὺν ἡμῖν γενέσθαι ἕνα τούτων. Οὐκ εἶπε, Τῶν ἄλλων μάρτυρα, ἀλλὰ, Τῆς ἀναστάσεως μόνης μάρτυρα. Καὶ γὰρ ἀξιοπιστότερος ἦν ὁ δυνάμενος εἰπεῖν, ὅτι Ἐκεῖνος ὁ φαγὼν, καὶ πιὼν, καὶ σταυρωθεὶς, αὐτὸς ἀνέστη. Ὥστε οὔτε τῶν πρὸ τούτου χρόνων, οὔτε τῶν μετὰ ταῦτα ἔδει μάρτυρα εἶναι καὶ τῶν σημείων. Τὸ γὰρ ζητούμενον τοῦτο ἦν, ἡ ἀνάστασις· ἐπεὶ ἐκεῖνα δῆλα ἦν καὶ ὡμολογημένα, αὕτη δὲ λάθρα γέγονε, καὶ τούτοις μόνοις ἦν δήλη. Καὶ οὐ λέγουσιν, ὅτι Ἄγγελοι εἶπον ἡμῖν ἀλλ' ὅτι Ἑωράκαμεν ἡμεῖς. Πόθεν δῆλον; Ἐξ ὧν θαυματουργοῦμεν. ∆ιὰ τοῦτο μάλιστα τότε αὐτοὺς ἀξιοπίστους ἔδει εἶναι. Καὶ ἔστησαν, φησὶ, δύο. ∆ιατί μὴ πολλούς; Ἵνα μὴ μείζων ἡ ἀθυμία γένηται, μηδὲ εἰς πολλοὺς τὸ πρᾶγμα περιστῇ. Οὐχ ἁπλῶς δὲ προστίθησιν ἐκεῖνον, ἀλλὰ δεικνὺς, ὅτι πολλάκις ὁ παρὰ ἀνθρώποις τίμιος, παρὰ τῷ Θεῷ ἐλάττων ἐστί. Καὶ κοινῇ δὲ πάντες εὔχονται λέγοντες· Σὺ, Κύριε, καρδιογνῶστα πάντων, ἀνάδειξον. Σὺ, φησὶ, μὴ ἡμεῖς. Εὐκαίρως καρδιογνώστην καλοῦσιν, ἀπὸ γὰρ τούτου αἱρεῖσθαι ἐχρῆν, οὐχὶ τῶν ἔξωθεν. Οὕτως ἐθάῤῥουν, ὅτι πάντως ἕνα δεῖ γενέσθαι. Καὶ οὐκ εἶπον, Ἔκλεξαι, ἀλλὰ, Ἀνάδειξον τὸν ἐκλεγέντα, φησὶν, Ὃν ἐξελέξω· εἰδότες πάντα προωρίσθαι τῷ Θεῷ. Ἐκ τούτων τῶν δύο ἕνα λαχεῖν τὸν κλῆρον τῆς διακονίας ταύτης καὶ ἀποστολῆς. Ἦν γὰρ καὶ ἄλλη διακονία. Καὶ ἔδωκαν αὐτοῖς κλήρους. Οὔπω γὰρ ἑαυτοὺς ἀξίους ἡγοῦντο ἀφ' ἑαυτῶν ἐκλέξασθαι· διὸ καὶ αἰτοῦσι διά τινος σημείου μαθεῖν.
δʹ. Ἄλλως δὲ, εἰ ἔνθα οὔτε εὐχὴ, οὔτε ἀξιόλογοι ἄνδρες, κλῆρος τοσοῦτον ἴσχυσε, διὰ τὸ ἐξ ὀρθῆς γενέσθαι γνώμης ἐπὶ τοῦ Ἰωνᾶ· πολλῷ μᾶλλον ἐνταῦθα ἐπλήρωσε τὸν χορὸν, ἀπήρτισε τὴν τάξιν. Καὶ ὁ ἕτερος οὐκ ἤλγησεν· οὐ γὰρ ἂν ἀπέκρυψαν τὰ οἰκεῖα ἐλαττώματα οἱ ἀπόστολοι· οἵ γε περὶ αὐτῶν τῶν κορυφαίων εἰπεῖν οὐκ ἀπέσχοντο, ὅτι ἠγανάκτησαν ἀλλαχοῦ· καὶ οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς καὶ πολλάκις. Τούτους οὖν καὶ ἡμεῖς μιμησώμεθα. Οὐκ ἔτι μοι πρὸς πάντας ὁ λόγος, ἀλλὰ πρὸς τοὺς ἀρχῆς ἐφιεμένους. Εἰ πιστεύεις, ὅτι Θεοῦ ἐστιν ἐκλογὴ, μὴ ἀγανάκτει· ἐκείνῳ γὰρ ἀγανακτεῖς, καὶ πρὸς ἐκεῖνον παροξύνῃ· ἐκεῖνός ἐστιν ὁ ἐκλεξάμενος. Εἰ δὲ αὐτὸς μὲν ἐξελέξατο, σὺ δὲ τολμᾷς τούτῳ ἀγανακτεῖν, ταὐτὸν ποιεῖς οἷον ὁ Κάϊν. ∆έον γὰρ
ἀποδέξασθαι, ὁ δὲ ὅτι προετιμήθη ἡ θυσία τοῦ ἀδελφοῦ, ἐλυπήθη· ἠγανάκτησε, δέον κατανυγῆναι. Ἐγὼ δὲ οὐ τοῦτο λέγω, ἀλλ' ὅτι συμφερόντως οἶδεν οἰκονομεῖν ὁ Θεός. Πολλάκις γὰρ τὸ μὲν ἦθος ἐπιεικέστερος σὺ, οὐκ ἐπιτήδειος δέ. Πάλιν ἔστι σοὶ μὲν βίος ἄληπτος καὶ ἦθος ἐλευθέριον, ἐν δὲ Ἐκκλησίᾳ οὐ τούτων δεῖ μόνον. Ἄλλως δὲ καὶ ἄλλος πρὸς ἄλλο ἁρμόδιός ἐστιν. Οὐχ ὁρᾷς, ὅσον ὑπὲρ τούτων πεποίηται λόγον ἡ θεία Γραφή; Ἀλλ' εἴπω, τίνος ἕνεκεν περιμάχητον τὸ πρᾶγμα γέγονεν· ὅτι οὐχ ὡς ἐπὶ ἀρχὴν, καὶ προστασίαν ἀδελφῶν ἐρχόμεθα, ἀλλ' ὡς ἐπὶ τιμὴν καὶ ἀνάπαυσιν. Εἰ γὰρ ᾔδεις, ὅτι πάντων ὀφείλει εἶναι ὁ ἐπίσκοπος, τὰ πάντων βάρη βαστάζων· ὅτι τοῖς μὲν ἄλλοις ὀργιζομένοις συγγνώμη, αὐτῷ δὲ οὐδαμοῦ· ὅτι τοῖς ἄλλοις ἁμαρτάνουσι παραίτησις πολλὴ, αὐτῷ δὲ οὐκ ἔτι, οὐκ ἂν ἔσπευσας ἐπὶ τὴν ἀρχὴν, οὐκ ἂν ἔδραμες. Καὶ γὰρ οὗτος τοῖς ἁπάντων ὑπόκειται στόμασι, ταῖς ἁπάντων κρίσεσι, καὶ σοφῶν, καὶ ἀσόφων· φροντίσι καθ' ἑκάστην κόπτεται τὴν ἡμέραν, καθ' ἑκάστην νύκτα· πολλοὺς ἔχει τοὺς μισοῦντας, πολλοὺς ἔχει τοὺς διαφθονουμένους. Μὴ γάρ μοι περὶ ἐκείνων εἴπῃς τῶν πάντα χαριζομένων, τῶν καθεύδειν βουλομένων, τῶν ὡς ἐπὶ ἀνάπαυσιν εἰς τὸ πρᾶγμα ἐρχομένων. Οὐ περὶ τούτων ὁ λόγος, ἀλλὰ περὶ ἐκείνων τῶν ἀγρυπνούντων ὑπὲρ τῶν ψυχῶν ὑμῶν, τῶν τῆς οἰκείας σωτηρίας τὴν τῶν ἀρχομένων προτιθέντων. Εἰπέ μοι, εἰ δέκα τις παῖδας ἔχων ὑποχειρίους συνοικοῦντας αὐτῷ διαπαντὸς, ἀδιαλείπτως αὐτῶν ἀναγκάζεται φροντίζειν, τοσούτους ἔχων οὗτος οὐχ ὑποχειρίους, οὐ συνοικοῦντας, ἀλλ' ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ τὴν ὑπακοὴν ἔχοντας, τίς οὐκ ὀφείλει γενέσθαι; Ἀλλὰ τιμᾶται, φησίν. Ποίᾳ τιμῇ; Πένητες τριωβολιμαῖοι βλασφημοῦσιν αὐτὸν ἐπὶ τῆς ἀγορᾶς. Τί οὖν αὐτοὺς οὐκ ἐπιστομίζει; Πάνυ γε. Οὐ γὰρ ἐπισκόπου λέγεις ἔργον. Πάλιν, ἂν μὴ πᾶσι παρέχῃ, καὶ τοῖς ἐν ἀργίᾳ, καὶ τοῖς ἐργαζομένοις, μυρία πανταχόθεν ἐγκλήματα· οὐδεὶς δέδοικε κατηγορῆσαι καὶ διαβαλεῖν· ἐπὶ μὲν γὰρ τῶν ἀρχόντων ὁ φόβος ἔπεστιν, ἐπὶ δὲ τούτων οὐχί. Ὁ γὰρ φόβος τοῦ Θεοῦ παρ' αὐτοῖς οὐδὲν ἰσχύει. Τί ἄν τις εἴποι τὴν περὶ τὸν λόγον καὶ τὴν διδασκαλίαν φροντίδα; τὴν δυσκολίαν τὴν ἐν ταῖς χειροτονίαις; Τάχα ἢ σφόδρα ἀσθενὴς ἐγὼ τυγχάνω καὶ ταλαίπωρος καὶ οὐδαμινὸς, ἢ τὸ πρᾶγμα οὕτως ἔχει. Οὐδὲν πλοίου κλυδωνιζομένου διενήνοχεν ἡ τοῦ ἱερέως ψυχή· πανταχόθεν στίζεται, παρὰ φίλων, παρ' ἐχθρῶν, παρ' οἰκείων, παρ' ἀλλοτρίων. Οὐχὶ τῆς οἰκουμένης ὁ βασιλεύων κρατεῖ· οὗτος δὲ πόλεως μόνης; Ἀλλὰ τοσοῦτον μείζους εἰσὶν αἱ φροντίδες τούτου, ὅσον ὕδατος ἁπλῶς ὑπὸ πνεύματος κινουμένου ποταμίου, καὶ πελάγους οἰδοῦντος, καὶ μαινομένου τὸ διάφορον. Τί δήποτε; Ὅτι ἐκεῖ μὲν πολλοὶ οἱ συναντιλαμβανόμενοι (πάντα γὰρ νόμῳ καὶ διατάξει γίνεται)· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον, οὐδὲ ἀπ' ἐξουσίας ἔστιν ἐπιτάξαι· ἀλλ' ἂν μὲν σφοδρῶς κινηθῇ, ἀκούει ὠμός· ἂν δὲ μὴ σφοδρῶς, ψυχρός. ∆εῖ δὲ ταῦτα τὰ ἐναντία συνελθεῖν, ὥστε μήτε καταφρονεῖσθαι, μήτε μισεῖσθαι. Ἄλλως δὲ καὶ τὰ πράγματα προκατείληπται. Πόσους ἀναγκάζεται σκανδαλίζειν, καὶ ἑκὼν καὶ ἄκων πόσους πλήττειν, καὶ ἑκὼν καὶ ἄκων Οὐκ ἄλλως λέγω, ἀλλ' ὡς ἔχω καὶ διάκειμαι. Οὐκ οἶμαι εἶναι πολλοὺς ἐν τοῖς ἱερεῦσι τοὺς σωζομένους, ἀλλὰ πολλῷ πλείους τοὺς ἀπολλυμένους· τὸ δὲ αἴτιον, ὅτι μεγάλης τὸ πρᾶγμα δεῖται ψυχῆς. Πολλὰς γὰρ ἀνάγκας ἔχει τὰς ἐξαγούσας τοῦ οἰκείου ἤθους, καὶ μυρίων αὐτῷ πανταχόθεν ὀφθαλμῶν δεῖ. Οὐχ ὁρᾷς, ὅσα δεῖ τὸν ἐπίσκοπον ἔχειν; ∆ιδακτικὸν εἶναι, ἀνεξίκακον, ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου. Πόσης τοῦτο δυσκολίας; Καὶ τῶν τοῖς ἄλλοις ἁμαρτανομένων αὐτὸς ἔχει τὰς αἰτίας. Οὐ λέγω τῶν ἄλλων οὐδέν· ἂν εἷς μόνον ἀπέλθῃ ἀμύητος, οὐχὶ πᾶσαν αὐτοῦ κατέστρεψε τὴν σωτηρίαν; Ψυχῆς γὰρ ἀπώλεια μιᾶς τοσαύτην ἔχει ζημίαν, ὅσην οὐδεὶς παραστῆσαι δύναται λόγος. Εἰ γὰρ ἡ σωτηρία αὐτῆς τοσούτου ἀξία, ὥστε τὸν Υἱὸν τοῦ Θεοῦ ἄνθρωπον γενέσθαι, καὶ τοσαῦτα παθεῖν· ἡ ἀπώλεια ἐννόησον ὅσην οἴσει τὴν τιμωρίαν. Εἰ δι' ὃν ἀπόλλυταί τις, ἐν τῷ παρόντι βίῳ ἄξιος ἀποθανεῖν, πολλῷμᾶλλον ἐκεῖ. Μὴ γάρ μοι εἴπῃς, ὅτι ὁ πρεσβύτερος ἥμαρτε, μηδὲ ὅτι ὁ διάκονος· πάντων τούτων ἐπὶ τὴν κεφαλὴν τῶν χειροτονησάντων αἱ αἰτίαι φέρονται. Πάλιν ἕτερον εἴπω. Συμβαίνει τινὰ κλῆρον διαδέξασθαι ἀνδρῶν μοχθηρῶν· τί χρὴ βουλεύσασθαι ἀπορεῖ ἐπὶ ἁμαρτήμασι προλαβοῦσι. ∆ύο γὰρ οἱ κρημνοὶ, καὶ δεῖ μήτε ἀφεῖναι ἐκεῖνον, καὶ τοὺς ἄλλους μὴ σκανδαλίσαι. Ἐκκόψαι τοίνυν δεῖ πρῶτον; Ἀλλ' οὐκ ἔστι παροῦσα πρόφασις. Ἀλλ' ἀφεῖναι; Ναὶ, φησί· τοῦ γὰρ χειροτονήσαντος ἡ αἰτία. Τί οὖν; οὐ δεῖ χειροτονῆσαι, οὐδὲ ἐφ' ἕτερον βαθμὸν ἀγαγεῖν; Ἀλλὰ τοῦτο πᾶσιν ἔσται δῆλον, ὅτι μοχθηρός τίς ἐστι. Πάλιν οὖν ἑτέρως ἐσκανδάλισεν. Ἀλλ' ἀγαγεῖν ἐπὶ μείζονα βαθμόν; Τοῦτο πολλῷ χαλεπώτερον.
εʹ. Ὥστε εἴ τις ὡς ἐπὶ προστασίαν ἔτρεχε τὴν ἀρχιερωσύνην, οὐδεὶς ἂν αὐτὴν ἐδέξατο ταχέως. Νῦν δὲ, ὥσπερ τὰς ἔξωθεν ἀρχὰς, οὕτω καὶ ταύτην διώκομεν. Ἵνα γὰρ δοξασθῶμεν, ἵνα τιμηθῶμεν παρὰ ἀνθρώποις, ἀπολλύμεθα παρὰ τῷ Θεῷ. Τί τὸ κέρδος τῆς τιμῆς; πῶς ἐλήλεγκται οὐδὲν οὖσα; Ὅταν ἐπιθυμήσῃς ἱερωσύνης, ἀντίστησον τὴν γέενναν, ἀντίστησον τὰς εὐθύνας τὰς ἐκεῖ, ἀντίστησον τὸν ἀπράγμονα βίον, ἀντίστησον τῆς κολάσεως τὸ μέτρον· ὅτι κἂν ἁμάρτῃς κατὰ σαυτὸν, οὐδὲν πείσῃ τοιοῦτον· ἂν δὲ ἱερεὺς ὢν, ἀπόλωλας. Ἐννόησον, ὅσα ὑπέμεινεν, ὅσα ἐφιλοσόφησεν ὁ Μωϋσῆς, ὅσα ἐπεδείξατο ἀγαθά· καὶ ἵνα ἓν ἁμάρτῃ ἁμάρτημα μόνον, ἐκολάζετο πικρῶς· εἰκότως. Μετὰ γὰρ τῆς τῶν ἄλλων ζημίας τοῦτο γέγονεν· ὥστε πικρότερον ἐκολάζετο, οὐ τῷ φανερὸν γενέσθαι, ἀλλὰ καὶ τῷ ἱερέως εἶναι τὸ ἁμάρτημα οὐ τὴν αὐτὴν γὰρ τιμωρίαν διδόαμεν τῶν τε φανερῶν, καὶ τῶν λάθρα ἁμαρτανομένων. Ἡ μὲν γὰρ ἁμαρτία ἡ αὐτὴ, ἡ δὲ ζημία οὐχ ἡ αὐτὴ, μᾶλλον δὲ οὐδὲ ἡ ἁμαρτία· οὐ γάρ ἐστι τὸ αὐτὸ, λανθάνοντα καὶ κρυπτόμενον ἁμαρτάνειν, καὶ φανερῶς. Τὸν δὲ ἐπίσκοπον οὐκ ἔνι λάθρα ἁμαρτάνειν. Ἀγαπητὸν γὰρ μὴ ἁμαρτάνοντα ἀπαλλαγῆναι ἐγκλημάτων, μή τί γε ἁμαρτάνοντα. Κἂν ὀργισθῇ, κἂν γελάσῃ, κἂν ἀνέσεως ὄναρ ἐπιθυμήσῃ, πολλοὶ οἱ σκώπτοντες, πολλοὶ οἱ σκανδαλιζόμενοι, πολλοὶ οἱ νομοθετοῦντες, πολλοὶ οἱ τῶν προτέρων μεμνημένοι, καὶ τὸν παρόντα κακίζοντες· καὶ ταῦτα ποιοῦσιν, οὐκ ἐκείνους ἐγκωμιάσαι βουλόμενοι· ἀλλὰ τοῦτον δακεῖν, τῶν συνεπισκόπων, τῶν πρεσβυτέρων μεμνημένοι. Γλυκὺς ὁ πόλεμος ἀπείροις, φησί. Τοῦτο καὶ νῦν ἁρμόζει λέγειν· μᾶλλον δὲ καὶ λέγομεν πρὸ τοῦ καταστῆναι εἰς τὸν ἀγῶνα· μετὰ δὲ τὸ ἐμβῆναι, οὐδὲ δῆλοι γινόμεθα τοῖς πολλοῖς. Οὐ γάρ ἐστιν ἡμῖν νῦν πόλεμος πρὸς τοὺς καταδυναστεύοντας τῶν πενήτων, οὐδὲ τοῦ ποιμνίου προπολεμεῖν ἀνεχόμεθα· ἀλλὰ κατὰ τοὺς ποιμένας ἐκείνους τοὺς ἐν τῷ Ἰε ζεκιὴλ, σφάττομεν καὶ κατεσθίομεν. Τίς ἡμῶν ἐπιδείκνυται τοσαύτην φροντίδα περὶ τὰ ποίμνια τοῦ Χριστοῦ, ὅσην περὶ τὰ ποίμνια τοῦ Λάβαν ὁ Ἰακώβ; τίς δύναται ἀπαριθμήσασθαι παγετὸν νυκτός; Μὴ γάρ μοι τὰς παννυχίδας εἴπῃς, καὶ τὴν τοσαύτην θεραπείαν. Πᾶν μὲν οὖν τοὐναντίον. Ὕπαρχοι καὶ τοπάρχαι οὐκ ἀπολαύουσι τοσαύτης τιμῆς, ὅσης ὁ τῆς Ἐκκλησίας ἄρχων. Ἂν ἐν βασιλείοις εἰσίῃ, τίς πρῶτος; ἂν παρὰ γυναιξὶν, ἂν παρὰ ταῖς οἰκίαις τῶν μεγάλων, οὐδεὶς ἕτερος αὐτοῦ προτετίμηται. Ἀπόλωλε πάντα καὶ διέφθαρται. Ταῦτα οὐχ ὑμᾶς καταισχῦναι βουλόμενος λέγω, ἀλλ' ὑμῶν ἐπισχεῖν τὴν ἐπιθυμίαν. Ποίῳ γὰρ συνειδότι ἂν γένῃ σπουδάσας ἢ διὰ σαυτοῦ, ἢ δι' ἑτέρου; ποίοις ὀφθαλμοῖς ἀντιβλέψεις ἐκείνῳ τῷ συνεργήσαντι; τί ἕξεις ἀπολογήσασθαι; Ὁ μὲν γὰρ ἄκων καὶ βιασθεὶς, καὶ οὐκ ἐθέλων, ἔχοι ἄν τινα ἀπολογίαν, εἰ καὶ τὰ μάλιστα καὶ οὗτος ἀπεστέρηται συγγνώμης· πλὴν ἀλλὰ παρὰ τοῦτο ἔχει τινὰ ἀπολογίαν. Ἐννόησον τί Σίμων ἔπαθε; Τί γὰρ, εἰ μὴ ἀργύριον δίδως, ἀλλ' ἀντὶ ἀργυρίου κολακεύεις, καὶ κατασκευάζεις πολλὰ, καὶ μηχανᾷ; Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν. Πρὸς ἐκεῖνον εἶπε, καὶ τούτοις ἐρεῖ· ἡ σπουδὴ ὑμῶν μεθ' ὑμῶν ἔστω εἰς ἀπώλειαν, ὅτι ἐνομίσατε περιδρομῇ ἀνθρωπίνῃ τὴν δωρεὰν τοῦ Θεοῦ κτᾶσθαι. Ἀλλ' οὐδείς ἐστι τοιοῦτος; Μηδὲ γένοιτο. Οὐδὲ γὰρ βούλομαι οὐδὲν πρὸς ὑμᾶς εἶναι τῶν λεγομένων· νυνὶ δὲ ἐκ
τῆς ἀκολουθίας εἰς τούτους ἐνεπέσομεν τοὺς λόγους. Οὐδὲ γὰρ ὅταν κατὰ πλεονεξίας λέγωμεν, πρὸς ὑμᾶς λέγομεν, ἀλλ' οὐδὲ πρὸς ἕνα. Γένοιτο εἰκῆ τὰ φάρμακα παρ' ἡμῶν κατασκευάζεσθαι. Αἱ τῶν ἰατρῶν εὐχαὶ τοιαῦταί εἰσιν, οὐκ ἄλλα αἰτοῦσαι, ἢ ὥστε μετὰ τὸν πολὺν πόνον ἁπλῶς ῥιφῆναι τὰ φάρμακα. Ταῦτα καὶ ἡμεῖς εὐχόμεθα, ἁπλῶς εἰς ἀέρα λέγεσθαι τὰ ῥήματα τὰ ἡμέτερα, ὥστε ῥήματα μόνον εἶναι. Πάντα ὑποστῆναι ἕτοιμος ἐγὼ, ὥστε μὴ εἰς χρείαν καταστῆναι τοῦ ταῦτα λέγειν. Εἰ δὲ βούλεσθε, καὶ σιγήσομεν· μόνον ἔστω ἀκίνδυνος ἡ σιγή. Οὐ γὰρ οἶμαι οὐδένα, κἂν σφόδρα κενόδοξος ᾖ, μὴ καλούσης χρείας θελῆσαι ἂν ἁπλῶς ἐπιδείκνυσθαι. Παραχωρήσομεν τῆς διδασκαλίας ὑμῖν· αὕτη γὰρ μείζων ἡ διδασκαλία ἡ διὰ πραγμάτων· ἐπεὶ καὶ τῶν ἰατρῶν οἱ ἄριστοι, καίτοιγε τῆς νόσου τῶν καμνόντων φερούσης αὐτοῖς μισθοὺς, βούλοιντο ἂν ὑγιαίνειν τοὺς αὐτῶν φίλους. Καὶ ἡμεῖς βουλόμεθα ἅπαντας ὑγιαίνειν. Οὐ γὰρ ἵνα ἡμεῖς δόκιμοι ὦμεν βουλόμεθα, ὑμεῖς δὲ ἀδόκιμοι ἦτε. Ἐβουλόμην εἰ οἷόν τε ὄψει αὐτῇ τὴν ἀγάπην, ἢν περὶ ὑμᾶς ἔχω, ἐπιδείξασθαι· οὐδεὶς γάρ μοι λοιπὸν οὐδὲν ἂν ἐνεκάλεσεν, εἰ καὶ σφόδρα τραχὺς ἦν ὁ λόγος. Τὰ γὰρ παρὰ φίλων λεγόμενα, κἂν ὕβρις ᾖ, φορητά. Ἀξιοπιστότερα γὰρ τραύματα φίλου, ἢ ἑκούσια φιλήματα ἐχθροῦ. Οὐδὲν ἐμοὶ ποθεινότερον ὑμῶν, οὐδὲ τοῦτο τὸ φῶς. Μυριάκις γὰρ ἂν εὐξαίμην αὐτὸς πηρωθῆναι, εἰ γε ἐνῆν διὰ τούτου τὰς ὑμετέρας ἐπιστρέψαι ψυχάς· οὕτως αὐτοῦ τοῦ φωτὸς γλυκίων ἐμοὶ ἡ σωτηρία ἡ ὑμετέρα. Τί γὰρ ὄφελός μοι τῶν ἀκτίνων τῶν ἡλιακῶν, ὅταν ἡ δι' ὑμᾶς ἀθυμία πολὺ κατασκεδάζῃ τῶν ὀφθαλμῶν τὸ σκότος; Τὸ γὰρ φῶς τότε καλὸν, ὅταν ἐν εὐφροσύνῃ φαίνηται· ἐπεὶ τῇ λυπουμένῃ ψυχῇ καὶ παρενοχλεῖν δοκεῖ. Ὅτι δὲ οὐ ψεύδομαι, μὴ γένοιτο μέν ποτε πεῖραν λαβεῖν. Πλὴν εἴποτε συμβαίη τινὰ ὑμῶν ἁμαρτάνειν, καθεύδοντί μοι παράστητε· ἀπολοίμην, εἰ μὴ τοῖς παραλύτοις ἔοικα, εἰ μὴ τοῖς ἐξεστηκόσι, καὶ κατὰ τὸν προφητικὸν λόγον, Καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου, καὶ αὐτὸ οὐκ ἔστι μετ' ἐμοῦ. Τίς γὰρ ὑμῖν ἐλπὶς, ὑμῶν μὴ προκοπτόντων; τίς δὲ ἀθυμία, ὑμῶν εὐδοκιμούντων; Πτεροῦσθαι δοκῶ, ὅταν τι περὶ ὑμῶν ἀκούσω χρηστόν. Πληρώσατέ μου τὴν χαράν. Τοσοῦτον μόνον εἰσήνεγκα εἰς τὴν εὐχὴν, ὅτι ἐπιθυμῶ ὑμῶν τὴν προκοπήν. Ὃ δὲ διαμιλλῶμαι πρὸς πάντας τοῦτό ἐστιν, ὅτι φιλῶ, ὅτι συμπέπλεγμαι, ὅτι πάντα μοι ὑμεῖς ἐστε, καὶ πατὴρ, καὶ μήτηρ, καὶ ἀδελφοὶ, καὶ παιδία. Μὴ δὴ νομίσητέ τι τῶν παρ' ἡμῶν λεγομένων πρὸς ἀπέχθειαν λέγεσθαι, ἀλλὰ πρὸς διόρθωσιν. Ἀδελφὸς γὰρ, φησὶν, ὑπὸ ἀδελφοῦ βοηθούμενος, ὡς πόλις ὀχυρά. Μὴ δὴ ἀπαξιώσητε· οὐδὲ γὰρ ἐγὼ τὸν παρ' ὑμῶν ἀτιμάζω λόγον, ἀλλὰ βουλοίμην ἂν διορθοῦσθαι παρ' ὑμῶν, βουλοίμην ἂν μανθάνειν. Πάντες γὰρ ἡμεῖς ἀδελφοί ἐσμεν, εἷς δὲ ἡμῶν ἐστιν ὁ καθηγητής. Ἔστι δὲ καὶ ἐν ἀδελφοῖς ἕνα ἐπιτάττειν, καὶ τοὺς ἄλλους πείθεσθαι. Μὴ δὴ ἀπαξιώσητε, ἀλλὰ πάντα ποιῶμεν εἰς δόξαν τοῦ Θεοῦ· ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
∆ʹ. Καὶ ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς Πεντηκοστῆς, ἦσαν ὁμοθυμαδὸν ἐπὶ τὸ αὐτό· καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος.
αʹ. Τίς ἐστιν αὕτη ἡ Πεντηκοστή; Ὅτε τὸ δρέπανον ἐπιβάλλειν ἔδει τῷ ἀμητῷ· ὅτε τοὺς καρποὺς συνάγειν ἐχρῆν. Εἶδες τὸν τύπον; Βλέπε πάλιν τὴν ἀλήθειαν. Ὅτε τὸ δρέπανον ἐπιβάλλειν ἔδει τοῦ λόγου, ὅτε τὸν ἀμητὸν συλλέγειν, τότε καθάπερ δρέπανον τὸ Πνεῦμα ἠκονημένον ἐφίπταται. Ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος· Ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμὸν ἤδη· καὶ πάλιν, Ὁ μὲν θερισμὸς πολὺς, οἱ δὲ ἐργάται ὀλίγοι. Ὥστε αὐτὸς
ἐπέβαλε τὸ δρέπανον πρότερος. Αὐτὸς γὰρ ἀνήγαγεν εἰς οὐρανοὺς ἀπαρχὴν, τὸ ἡμῶν προσλαβών. ∆ιὰ τοῦτο καὶ θερι σμὸν τὸ τοιοῦτον καλεῖ. Ἐν τῷ συμπληροῦσθαι, φησὶ, τὴν ἡμέραν τῆς Πεντηκοστῆς, τουτέστιν, οὐ πρὸ τῆς Πεντηκοστῆς, ἀλλὰ περὶ αὐτὴν, ὡς εἰπεῖν, τὴν Πεντηκοστήν. Ἔδει γὰρ ἑορτῆς οὔσης πάλιν ταῦτα γίνεσθαι, ἵν' οἱ παρόντες τῷ σταυρῷ τοῦ Χριστοῦ, οὗτοι καὶ ταῦτα ἴδωσι. Καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος. ∆ιατί μὴ χωρὶς αἰσθητῶν ὑποδειγμάτων τοῦτο γέγονεν; Ὅτι εἰ καὶ τούτου γενομένου ἔλεγον, ὅτι Γλεύκους μεμεστωμένοι εἰσὶν, εἰ μὴ τοῦτο ἐγένετο, τί οὐκ ἂν εἶπον; Οὐχ ἁπλῶς δὲ ὁ ἦχος γέγονεν, ἀλλ' Ἐκ τοῦ οὐρανοῦ. Καὶ τὸ αἰφνίδιον δὲ διανέστησεν αὐτούς. Καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον. Πολλὴν τὴν ῥύμην λέγει τοῦ Πνεύματος. Ὅρα. Πάντας ἐκεῖ συνήγαγεν, ὥστε καὶ τοὺς παρόντας πιστεῦσαι, καὶ τούτους ἀξίους δειχθῆναι. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ τὸ πολλῷ τούτου φρικωδέστερον ἐπάγων· Καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρὸς, φησί. Καλῶς πανταχοῦ τὸ, Ὡς, πρόσκειται, ἵνα μηδὲν αἰσθητὸν περὶ τοῦ Πνεύματος νομίσῃς. Ὡσεὶ πυρὸς, φησὶ, καὶ ὡσεὶ πνοῆς. Οὐκ ἄρα ἄνεμος ἦν ἁπλῶς εἰς ἀέρα χεόμενος. Ὅτε μὲν γὰρ Ἰωάννῃ ἔδει γνωρισθῆναι τὸ Πνεῦμα, ὡς ἐν εἴδει περιστερᾶς ἐπὶ τὴν κεφαλὴν ἦλθε τοῦ Χριστοῦ· νῦν δὲ ὅτε πλῆθος ὅλον ἐπιστραφῆναι ἐχρῆν, ὡσεὶ πυρός. Καὶ ἐκάθισεν ἐφ' ἕνα ἕκαστον αὐτῶν· τουτέστι, παρέμεινεν, ἐπανεπαύσατο· τὸ γὰρ καθίσαι τοῦ ἑδραίου ἐστὶ σημαντικὸν καὶ τοῦ μεῖναι. Τί δαί; ἆρα ἐπὶ τοὺς δώδεκα μόνους ἦλθεν, οὐχὶ δὲ καὶ ἐπὶ τοὺς λοιπούς; Οὐδαμῶς ἀλλὰ καὶ ἐπὶ τοὺς ἑκατὸν εἴκοσιν. Οὐ γὰρ ἂν ἁπλῶς παρήγαγε τὴν μαρτυρίαν τοῦ προφήτου ὁ Πέτρος, λέγων· Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει Κύριος ὁ Θεὸς, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα· καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν, καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται, καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται. Καὶ σκόπει· ἵνα γὰρ μὴ ἐκπλήξῃ μόνον, ἀλλὰ καὶ χάριτος πληρώσῃ, διὰ τοῦτο καὶ ἐν Πνεύματι ἁγίῳ καὶ πυρί· ἐπάγει γὰρ, Καὶ ἐπλήσθησαν ἅπαντες ἁγίου Πνεύματος, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι. Οὐ λαμβάνουσιν ἕτερον σημεῖον, ἀλλὰ τοῦτο πρῶτον· ξένον γὰρ ἦν, καὶ οὐ χρεία ἦν ἑτέρου σημείου. Ἐκάθισε, φησὶν, ἐφ' ἕνα ἕκαστον αὐτῶν. Οὐκοῦν καὶ ἐπὶ τὸν καταλειφθέντα. ∆ιὰ τοῦτο οὐδὲ ἀλγεῖ λοιπὸν μὴ αἱρεθεὶς, ὡς ὁ Ματθίας. Καὶ ἐπλήσθησαν, φησὶν, ἅπαντες. Οὐχ ἁπλῶς ἔλαβον τοῦ Πνεύματος τὴν χάριν, ἀλλ' ἐπλήσθησαν. Καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι. Οὐκ ἂν εἶπε, Πάντες, καὶ ἀποστόλων ὄντων ἐκεῖ, εἰ μὴ καὶ οἱ ἄλλοι μετέσχον. Ἄλλως δὲ οὐδὲ ἄνω κατ' ἰδίαν αὐτοὺς προειπὼν καὶ ὀνομαστὶ, νῦν ἂν συνῆψεν ἐν τῷ αὐτῷ πράγματι. Εἰ γὰρ ὅπου εἰπεῖν ἦν, ὅτι παρῆσαν, κατ' ἰδίαν τῶν ἀποστόλων μνημονεύει, πολλῷ μᾶλλον ἐνταῦθα. Σκόπει δέ μοι, πῶς, ὅταν προσκαρτερῶσι τῇ δεήσει, ὅταν ἀγάπην ἔχωσι, τότε τὸ Πνεῦμα παραγίνεται. Ἀνέμνησε δὲ αὐτοὺς καὶ ἑτέρας ὄψεως, εἰπὼν, Ὡσεὶ πυρός. Ὡς πῦρ γὰρ ἐφάνη καὶ ἐν τῇ βάτῳ. Καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι. Ἀποφθέγματα γὰρ ἦν τὰ παρ' αὐτῶν λεγόμενα. Ἦσαν δὲ, φησὶν, ἐν Ἱερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι ἄνδρες εὐλαβεῖς. Τὸ κατοικεῖν, εὐλαβείας ἦν σημεῖον. Πῶς; Ἀπὸ τοσούτων γὰρ ἐθνῶν ὄντες, καὶ πατρίδας ἀφέντες, καὶ οἰκίας, καὶ συγγενεῖς, ᾤκουν ἐκεῖ. Ἦσαν γὰρ, φησὶν, ἐν Ἱερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι ἄνδρες εὐλαβεῖς, ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν. Γενομένης δὲ τῆς φωνῆς ταύτης, συνῆλθε τὸ πλῆθος, καὶ συνεχύθῃ. Ἐπειδὴ ἐν οἰκίᾳ ἐγένετο τὸ γενόμενον, εἰκότως ἔξωθεν συνέδραμον. Συνεχύθη τὸ πλῆθος. Τί ἐστι, Συνεχύθη τὸ πλῆθος; Ἐταράχθη, ἐθαύμασεν. Εἶτα δηλῶν, ὅτι ἐθαύμαζον, ἐπάγει, Ὅτι ἤκουον εἷς ἕκαστος αὐτῶν τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν. Καὶ συνῆλθε τὸ πλῆθος, καὶ πρὸς ἑαυτοὺς ἔλεγον· Οὐκ ἰδοὺ πάντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι; Πρὸς τοὺς ἀποστόλους εὐθέως ἑώρων. Καὶ πῶς,
φησὶν, ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν, ἐν ᾗ ἐγεννήθημεν, Πάρθοι, καὶ Μῆδοι, καὶ Ἐλαμῖται, καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν, Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, καὶ οἱ ἐπιδημοῦντες Ῥωμαῖοι, Ἰουδαῖοίτε καὶ προσήλυτοι, Κρῆτες καὶ Ἄραβες, ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ Θεοῦ; Ἐξίσταντο δὲ πάντες, καὶ διηπόρουν πρὸς ἀλλήλους, λέγοντες· Τί θέλει τοῦτο εἶναι; Ὁρᾷς ἐξ ἀνατολῶν εἰς δυσμὰς αὐτοὺς τρέχοντας; Ἕτεροι δὲ, φησὶ, διαχλευάζοντες ἔλεγον· Γλεύκους μεμεστωμένοι εἰσίν.
βʹ. Ὢ τῆς ἀνοίας ὢ τῆς κακίας τῆς πολλῆς Καίτοι οὐδὲ καιρὸς ἦν οὗτος τοῦ γλεύκους· Πεντηκοστὴ γὰρ ἦν. Καὶ τὸ δεινότερον, ὅτι πάντων ὁμολογούντων, Ῥωμαίων ὄντων, προσηλύτων ὄντων, τῶν σταυρωσάντων ἴσως, ἐκεῖνοι μετὰ τοσαῦτα λέγουσιν, ὅτι Γλεύκους μεμεστωμένοι εἰσίν. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Ἐπλήρωσε, φησὶ, τὸν οἶκον. Ἡ πνοὴ καθάπερ κολυμβήθρα γέγονεν ὕδατος. Τῆς δαψιλείας δὲ τοῦτο τεκμήριον καὶ τῆς σφοδρότητος τὸ πῦρ. Οὐδαμοῦ τοιοῦτο γέγονεν ἐπὶ τῶν προφητῶν· ἀλλὰ τότε μὲν οὕτως ἐκείνοις, τοῖς προφήταις δὲ ἑτέρως. Κεφαλὶς γὰρ βιβλίου δίδοται τῷ Ἰεζεκιὴλ, καὶ ἐσθίει ἃ ἔμελλε λέγειν· Ἐγένετο γὰρ, φησὶν, ἐν τῷ στόματι αὐτοῦ ὡς μέλι γλυκάζον. Καὶ πάλιν ἡ χεὶρ ἅπτεται τοῦ Θεοῦ τῆς γλώσσης ἑτέρου προφήτου. Ἐνταῦθα δὲ αὐτὸ τὸ Πνεῦμα τὸ ἅγιον· οὕτως ὁμότιμον τυγχάνει Πατρὶ καὶ Υἱῷ. Καὶ πάλιν ἑτέρωθι ἄλλως· Κατάλεγμα, καὶ μέλος, καὶ οὐαί. Ἐκείνοις μὲν οὖν εἰκότως ἐν βιβλίῳ· ἔτι γὰρ αὐτοῖς παραδειγμάτων ἔδει· πρὸς ἓν ἔθνος εἶχον ἐκεῖνοι μόνον, καὶ τοὺς οἰκείους· οὗτοι δὲ καὶ πρὸς τὴν οἰκουμένην ἅπασαν, καὶ τοὺς οὐδέποτε γνωρισθέντας. Ἑλισσαῖος δὲ διὰ μηλωτῆς λαμβάνει τὴν χάριν, ἄλλος δι' ἐλαίου, ὡς ὁ ∆αυῒδ, Μωϋσῆς δὲ, διὰ πυρὸς τῆς βάτου καλεῖται. Ἀλλ' ἐνταῦθα οὐχ οὕτως, ἀλλ' αὐτὸ τὸ πῦρ ἐνεκάθισε. ∆ιατί δὲ μὴ ἐφάνη πῦρ τὸν οἶκον πληροῦν; Ὅτι ἐξέστησαν ἄν. Ἀλλὰ δείκνυσιν ὅτι τοῦτο ἐκεῖνό ἐστι. Μὴ γὰρ τῷ λέγειν, ὅτι Ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι, πρόσχῃς· ἀλλ' ὅτι πυρός. Τοσοῦτον πῦρ μυρίαν ὕλην ἀνάψαι δύναται. Καὶ καλῶς εἶπε, ∆ιαμεριζόμεναι. Ἐκ μιᾶς γὰρ ἦν ῥίζης· ἵνα μάθῃς; ὅτι ἐνέργειά ἐστιν ἀπὸ τοῦ Παρακλήτου πεμφθεῖσα. Ὅρα δὲ καὶ ἐκείνους πρῶτον δειχθέντας ἀξίους, καὶ τότε Πνεύματος καταξιωθέντας· οἷον ὥσπερ ὁ ∆αυΐδ· ἅπερ γὰρ ἐν ταῖς ποίμναις εἰργάζετο, ταῦτα καὶ μετὰ τὴν νίκην καὶ τὸ τρόπαιον, ἵνα δειχθῇ αὐτοῦ γυμνὴ ἡ πίστις. Ὅρα πάλιν τὸν Μωϋσέα καὶ αὐτὸν καταφρονοῦντα βασιλείων, καὶ μετὰ τεσσαράκοντα ἔτη τῆς δημαγωγίας ἁπτόμενον· τὸν Σαμουὴλ ἀνατρεφόμενον ἐν τῷ ναῷ· τὸν Ἐλισσαῖον πάντα ἀφιέντα· τὸν Ἰεζεκιὴλ πάλιν. Ὅτι δὲ οὕτω συνέβαινε, καὶ ἐκ τῶν μετὰ ταῦτα δῆλον· καὶ γὰρ καὶ οὗτοι πάντα εἴασαν τὰ αὐτῶν. ∆ιὰ τοῦτο τότε τὸ Πνεῦμα λαμβάνουσιν, ὅτε τὴν οἰκείαν ἀρετὴν ἐπεδείξαντο. Ἔμαθον καὶ τὴν ἀνθρωπίνην ἀσθένειαν, δι' ὧν ἔπαθον· ἔμαθον, ὅτι οὐκ εἰκῆ ταῦτα κατώρθωσαν. Οὕτω καὶ Σαοὺλ πρότερον μαρτυρηθεὶς ἀγαθὸς εἶναι, τότε τὸ Πνεῦμα ἔλαβεν. Ἀλλ' οὕτως οὐδεὶς, οὐδὲ ὁ μείζων τῶν προφητῶν Μωϋσῆς. Ἐκεῖνος γὰρ ὅτε ἔδει ἑτέρους γενέσθαι πνευματικοὺς, ἠλαττοῦτο αὐτός. Ἀλλ' ἐνταῦθα οὐχ οὕτως· ἀλλ' ὥσπερ ἐπὶ τοῦ πυρὸς, ὅσους ἄν τις θέλοι λύχνους ἀνάπτει, τὸ πῦρ οὐδὲν ἐλαττῶν· οὕτω καὶ ἐπὶ τῶν ἀποστόλων συνέβαινε τότε. Καὶ γὰρ διὰ τοῦ πυρὸς οὐ μόνον τὸ δαψιλὲς τῆς χάριτος ἐδείκνυτο, ἀλλὰ καὶ πηγὴν ἕκαστος ἐλάμβανε Πνεύματος· ὥσπερ οὖν καὶ αὐτὸς πηγὴν ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον ἔφησεν ἕξειν τοὺς πιστεύοντας ἐπ' αὐτόν· καὶ μάλα εἰκότως. Οὐ γὰρ τῷ Φαραὼ διαλεξόμενοι ἀπῄεσαν, ἀλλὰ τῷ διαβόλῳ παλαίσοντες. Καὶ τὸ δὴ θαυμαστότερον, ὅτι πεμπόμενοι οὐδὲν ἀντεῖπον, οὐδὲ εἶπον ἰσχνόφωνοι εἶναι, καὶ βραδύγλωσσοι· Μωϋσῆς γὰρ αὐτοὺς εἰς τοῦτο ἐπαίδευσεν. Οὐκ εἶπον εἶναι νεώτεροι· Ἱερεμίας γὰρ αὐτοὺς ἐσωφρόνισε. Καίτοι πολλὰ ἤκουσαν φοβερὰ, καὶ πολλῷ μείζονα ἐκείνων· ἀλλ' ὅμως ἐφοβοῦντο
ἀντειπεῖν. Ἐκ τούτου δῆλον, ὅτι καὶ φωτὸς ἄγγελοι ἦσαν, καὶ τῶν ἄνωθεν πραγμάτων ὑπηρέται. Καὶ ἐκείνοις μὲν οὐδεὶς ἀπ' οὐρανοῦ φαίνεται τὰ ἐν τῇ γῇ διώκουσιν ἔτι· ἐπειδὴ δὲ ἀνῆλθεν ἄνθρωπος ἄνω, καὶ Πνεῦμα ἄνωθεν φέρεται, Ὡσεὶ φερομένης, φησὶ, πνοῆς βιαίας. ∆ιὰ τούτου δῆλον ποιεῖ, ὅτι οὐδὲν αὐτοῖς ἀντιστῆναι δυνήσεται, ἀλλ' ὥσπερ χοῦν τοὺς ὑπεναντίους λικμήσουσι. Καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον. Ἡ οἰκία τοῦ κόσμου σύμβολον ἦν. Καὶ ἐκάθισεν ἐφ' ἕνα ἕκαστον αὐτῶν. Καὶ συνῆλθε τὸ πλῆθος, καὶ συνεχύθη. Ὁρᾷς τὴν τούτων εὐλάβειαν, καὶ πῶς οὐκ εὐθέως ἀποφαίνονται, ἀλλ' ἐν ἀπορίᾳ εἰσίν; Ἐκεῖνοι δὲ οἱ ἀγνώμονες ἀποφαίνονται λέγοντες, ὅτι Γλεύκους εἰσὶ μεμεστωμένοι. Ἐπεὶ ἐξῆν αὐτοῖς κατὰ τὸν νόμον τρὶς τοῦ ἐνιαυτοῦ φαίνεσθαι ἐν τῷ ναῷ, διὰ τοῦτο ᾤκουν ἐκεῖ ἀπὸ πάντων τῶν ἐθνῶν εὐλαβεῖς ἄνδρες. Ὅρα ἐντεῦθεν τὸν γράφοντα, πῶς αὐτοὺς οὐ κολακεύει. Οὐ γὰρ εἶπεν, ὅτι ἀπεφήναντο· ἀλλὰ τί; Γενομένης δὲ τῆς φωνῆς ταύτης συνῆλθε τὸ πλῆθος, καὶ συνεχύθη. Εἰκότως· ἐνόμιζον γὰρ αὐτοῖς τέλος ἔχειν τὸ πρᾶγμα διὰ τὴν γενομένην τόλμαν κατὰ τοῦ Χριστοῦ. Ἄλλως δὲ καὶ τὸ συνειδὸς κατέσειεν αὐτῶν τὰς ψυχὰς, ἐν χερσὶν οὔσης ἔτι τῆς σφαγῆς, καὶ πάντα αὐτοὺς ἐπτόει. Οὐκ ἰδοὺ, φησὶ, πάντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι; Καλῶς οὕτως εἶπε· καὶ γὰρ τοῦτο εἶναι ὡμολογοῦντο. Οὕτως αὐτοὺς ἐπτόησεν ὁ ἦχος, ὅτι καὶ τὸ πλέον τῆς οἰκουμένης ἐνταῦθα κατέλαβε. Τοῦτο δὲ αὐτοὺς ἐνεύρου τοὺς ἀποστόλους, ὅτι τί ποτε Παρθιστὶ ἦν φθέγγεσθαι οὐκ ᾔδεσαν, ἀλλὰ παρ' ἐκείνων τότε ἐμάνθανον. Ἐθνῶν δὲ μέμνηται πολεμίων αὐτοῖς, Κρητῶν, Ἀράβων, Αἰγυπτίων, Περσῶν, δηλῶν ὅτι πάντων τούτων κρατήσουσιν.
γʹ. Ἅτε δὲ ὄντων ἐν αἰχμαλωσίᾳ τῶν Ἰουδαίων, εἰκὸς αὐτοῖς συμπαρεῖναι τηνικαῦτα πολλοὺς τῶν ἐθνῶν· ἢ ὅτι καὶ πρὸς τὰ ἔθνη τὰ τῶν δογμάτων ἤδη κατέσπαρτο. Καὶ διὰ τοῦτο πολλοὶ καὶ ἐξ αὐτῶν παρῆσαν ἐκεῖ κατὰ μνήμην, ὧν ἤκουσαν. Πάντοθεν τοίνυν ἀναντίῤῥητος ἡ μαρτυρία, παρὰ τῶν πολιτῶν, παρὰ τῶν ξένων, παρὰ τῶν προσηλύτων. Ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ Θεοῦ. Οὐ γὰρ ἁπλῶς ἐλάλουν, ἀλλά τινα θαυμαστὰ ἔλεγον. Εἰκότως τοίνυν ἠπόρουν· οὐδέποτε γὰρ γέγονέ τι τοιοῦτον. Ὅρα εὐγνωμοσύνην ἀνθρώπων. Ἐξίσταντο καὶ διηπόρουν λέγοντες· Τί θέλει τοῦτο εἶναι; Ἕτεροι δὲ διαχλευάζοντες ἔλεγον, ὅτι Γλεύκους μεμεστωμένοι εἰσίν. Ὢ τῆς ἀναισχυντίας εἰ διὰ τοῦτο ἐχλεύαζον. Καὶ τί θαυμαστόν; ὅπου γε καὶ αὐτὸν τὸν
∆εσπότην δαίμονας ἐλαύνοντα, δαίμονα ἔχειν λέγουσιν. Ἔνθα γὰρ ἂν ᾖ ἰταμότης, ἓν ζητεῖ μόνον, εἰπεῖν ὅ τι δήποτε, οὐχ ὅπως τι λόγου πρᾶγμα ἐχόμενον εἴποι, ἀλλ' ὅπως εἴποι ὅ τι δήποτε. Γλεύκους μεμεστωμένοι εἰσί. Πάνυ γε· ὅτι ἄνθρωποι ἐν τοσούτοις κινδύνοις, περὶ τῶν ἐσχάτων τρέμοντες, ἐν τοσαύτῃ ὄντες ἀθυμίᾳ,
τοιαῦτα φθέγγεσθαι τολμῶσι. Καὶ ὅρα· ἐπειδὴ τοῦτο ἀπίθανον ἦν, παραλογιζόμενοι τοὺς ἀκούοντας, καὶ δεικνύντες, ὅτι ἐμεθύσθησαν, τῇ ποιότητι τὸ πᾶν ἐπιγράφουσι, καί φασι· Γλεύκους μεμεστωμένοι εἰσί. Σταθεὶς δὲ ὁ Πέτρος σὺν τοῖς ἔνδεκα, ἐπῆρε τὴν φωνὴν αὐτοῦ, καὶ ἀπεφθέγξατο αὐτοῖς. Ὁρᾷς ἐκεῖ τὴν κηδεμονίαν, ἐνταῦθα δὲ τὴν ἀνδρείαν. Εἰ γὰρ ἐθαύμαζον, εἰ γὰρ ἐξεπλήττοντο, οὐχὶ καὶ οὕτω θαυμαστὸν ἦν,
τὸ δυνηθῆναι μεταξὺ τοσούτων ῥῆξαι φωνὴν ἄνθρωπον ἀγράμματον καὶ ἰδιώτην; Εἰ γὰρ ἐν οἰκείοις τις λέγων ταράττεται, πολλῷ μᾶλλον ἐπὶ ἐχθρῶν καὶ φονώντων. Ὅτι δὲ οὐ μεθύουσιν, εὐθέως ἀπὸ τῆς φωνῆς ἐδήλωσεν· ὅτι οὐκ ἐξεστήκασι, καθάπερ
οἱ μάντεις, ὅτι οὐκ ἀνάγκῃ κατείχοντο. Τί δέ ἐστι, Σὺν τοῖς ἕνδεκα; Κοινὴν προεβάλλοντο φωνὴν, φησὶ, καὶ πάντων αὐτὸς ἦν τὸ στόμα. Παρεστήκασι δὲ οἱ ἕνδεκα μαρτυροῦντες τοῖς λεγομένοις. Ἐπῆρε τὴν φωνὴν αὐτοῦ, φησί· τουτέστι,
Μετὰ πολλῆς εἶπε τῆς παῤῥησίας. Τοῦτο δὲ ποιεῖ, ἵνα μάθωσι τοῦ Πνεύματος τὴν χάριν. Ὁ γὰρ μὴ ἐνεγκὼν ἐρώτησιν κορασίου εὐτελοῦς, οὗτος ἐν μέσῳ δήμων, φονώντων ἁπάντων, μετὰ τοσαύτης διαλέγεται παῤῥησίας, ὡς ἀναμφισβήτητον τῆς
ἀναστάσεως γενέσθαι τοῦτο τεκμήριον· μεταξὺ γὰρ γελώντων ἀνθρώπων, καὶ τὰ τοιαῦτα διαχλευαζόντων παῤῥησιάζεται. Πόσης εἶναι νομίζεις ἰταμότητος τοῦτο, πόσης ἀσεβείας, πόσης ἀναισχυντίας, τὸ μέθης λογίζεσθαι ἔργον τῶν γλωσσῶν τὸ παράδοξον; Ἀλλ' οὐδὲν τοῦτο τοὺς ἀποστόλους ἐλύπησεν, οὐδ' ἀτολμοτέρους εἰργάσατο τότε τὰ τῆς χλεύης ἀκούοντας. Τῇ γὰρ παρουσίᾳ τοῦ Πνεύματος ἤδη μετεσκευάσθησαν, καὶ ἀνώτεροι τῶν σωματικῶν πάντων ὑπῆρχον. Ἔνθα δὲ ἂν παραγένηται τὸ Πνεῦμα τὸ ἅγιον, χρυσοῦς ἀντὶ πηλίνων ἐργάζεται. Ὅρα μοι λοιπὸν τὸν Πέτρον, καὶ ἐξέταζε τὸν δειλὸν, τὸν ἀσύνετον, καθάπερ ὁ Χριστός φησιν· Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε· τὸν μετὰ τὴν ὁμολογίαν ἐκείνην τὴν θαυμαστὴν Σατᾶν κληθέντα. Σκόπει δὲ καὶ τῶν ἀποστόλων τὴν ὁμόνοιαν. Αὐτοὶ παραχωροῦσιν αὐτῷ τῆς δημηγορίας· οὐ γὰρ ἔδει πάντας φθέγγεσθαι. Καὶ ἐπῆρε, φησὶ, τὴν φωνὴν αὐτοῦ, καὶ ἀπεφθέγξατο αὐτοῖς μετὰ πολλῆς τῆς παῤῥησίας. Τοιοῦτόν ἐστιν ἄνδρα εἶναι πνευματικόν. Μόνον καὶ ἡμεῖς ἀξίους ἑαυτοὺς καταστήσωμεν τῆς ἄνωθεν χάριτος, καὶ πάντα εὔκολα ἔσται. Καθάπερ γὰρ πύρινος ἄνθρωπος εἰς μέσην καλάμην ἐμπεσὼν, οὐδὲν ἂν πάθοι δεινὸν, ἀλλὰ μᾶλλον ἐργάσεται· οὐ γὰρ αὐτός τι πάσχει, ἀλλ' αὐτοὶ ἑαυτοὺς οἱ πυκτεύοντες διαφθείρουσιν· οὕτω καὶ νῦν ἐγένετο. Μᾶλλον δὲ ὥσπερ ἂν εἴ τις πῦρ ἐπιφερομένῳ χόρτον ἔχων πυκτεύοι· οὕτω δὴ καὶ οὗτοι τούτους προσίεσαν μετὰ πολλῆς τῆς ἀνδρείας. Τί γὰρ αὐτοὺς ἔβλαψε τὸ τοσοῦτον πλῆθος; Εἰπὲ γάρ μοι, οὐχὶ πενίᾳ ἐμάχοντο καὶ λιμῷ; οὐχὶ ἀτιμίᾳ καὶ δόξῃ πονηρᾷ; (πλάνοι γὰρ εἶναι ἐνομίζοντο·) οὐχὶ γέλωτι καὶ χλεύῃ τῶν παρόντων ὑπέκειντο; Ἐπ' αὐτῶν γὰρ τὰ ἑκάτερα συνέπιπτεν· οἱ μὲν γὰρ αὐτοὺς ἐγέλων, οἱ δὲ καὶ ἐχλεύαζον. Οὐχὶ θυμοῖς, οὐχὶ μανίαις ὁλοκλήρων πόλεων, οὐχὶ στάσεσι καὶ ἐπιβουλαῖς προέκειντο; οὐχὶ πυρὶ καὶ σιδήρῳ, καὶ θηρίοις; οὐχὶ πάντοθεν αὐτοὺς μυρίος περιειστήκει πόλεμος; οὐχὶ ὡς ὄναρ ταῦτα ὁρῶντες τὰ δεινὰ ἢ ἐν γραφῇ, οὕτω διέκειντο; Τί δαί; οὐκ ἀνάλωσαν αὐτῶν τοὺς θυμούς; οὐκ εἰς ἑαυτοὺς τὴν ἀπορίαν περιέτρεψαν; οὐχὶ καὶ θυμῷ, καὶ δέει πάντων μάλιστα ἐκεῖνοι συνείχοντο; οὐχὶ ἐναγώνιοι ἦσαν, καὶ ἐφοβοῦντο, καὶ ἔτρεμον; Ἄκουε γὰρ αὐτῶν λεγόντων· Θέλετε ἐπαγαγεῖν ἐφ' ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου. Καὶ τὸ θαυμαστὸν, ὅτι γυμνῷ τῷ σώματι παρετάττοντο πρὸς ὡπλισμένους, πρὸς ἄρχοντας κατὰ αὐτῶν ἔχοντας ἐξουσίαν, ἄπειροι, ἄγλωττοι, καὶ ἰδιωτικώτερον διακείμενοι, πρὸς γόητας, πρὸς πλάνους, πρὸς σοφιστῶν, πρὸς ῥητόρων, πρὸς φιλοσόφων πλῆθος, τῶν κατασαπέντων ἐν Ἀκαδημίᾳ καὶ Περιπάτοις, ἐνίσταντό τε καὶ ἀπεμάχοντο. Καὶ ὁ περὶ λίμνας ἠσχολημένος οὕτως αὐτῶν ἐκράτησεν, ὡς οὐδὲ εἰ πρὸς ἰχθῦς ἀγλώττους ὁ ἀγὼν ἦν αὐτῷ· καθάπερ γὰρ ὄντως ἁλιεὺς ἰχθύων ἀφωνοτέρων, οὕτω τούτων περιεγένετο. Καὶ ὁ μὲν πολλὰ ληρήσας Πλάτων, σεσίγηκεν· οὗτος δὲ φθέγγεται, οὐχὶ παρ' οἰκείοις μόνοις, ἀλλὰ καὶ παρὰ Πάρθοις, παρὰ Μήδοις, παρὰ Ἐλαμίταις, καὶ ἐν Ἰνδίᾳ, καὶ πανταχοῦ γῆς, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης. Ποῦ νῦν τῆς Ἑλλάδος ὁ τῦφος; ποῦ τῶν Ἀθηνῶν τὸ ὄνομα; ποῦ τῶν φιλοσόφων ὁ λῆρος; Ὁ ἀπὸ Γαλιλαίας, ὁ ἀπὸ Βηθσαϊδᾶ, ὁ ἀγροῖκος, πάντων ἐκείνων περιεγένετο. Οὐκ αἰσχύνεσθε, εἰπέ μοι, ἐπὶ τῷ ὀνόματι τῆς πατρίδος τοῦ νενικηκότος ὑμᾶς; Ἂν δὲ καὶ τὸ ὄνομα αὐτοῦ ἀκούσητε, καὶ ὅτι Κηφᾶς ἐλέγετο, πολλῷ μᾶλλον ἐγκαλύψεσθε. Τοῦτο γὰρ ὑμᾶς, τοῦτο ἀπολώλεκεν, ὅτι τοῦτο ὄνειδος εἶναι νομίζετε, καὶ εὐγλωττίαν ἐγκώμιον, καὶ ἀπειρίαν εὐγλωττίας, ὄνειδος. Οὐκ ἤλθετε ἣν ἐλθεῖν ὑμᾶς ἔδει, ἀλλὰ τὴν βασιλικὴν ἀφέντες ὁδὸν τὴν εὔκολον καὶ λείαν, τὴν τραχεῖαν καὶ ἀνάντη καὶ χαλεπὴν ἐβαδίσατε. ∆ιὰ τοῦτο οὐδὲ ἐφθάσατε πρὸς τὴν βασιλείαν τῶν οὐρανῶν.
δʹ. Τί οὖν οὐκ εἰς Πλάτωνα ἐνήργησεν ὁ Χριστὸς, οὐδὲ εἰς Πυθαγόραν, φησίν; Ὅτι πολλῷ φιλοσοφωτέρα ἦν ἡ Πέτρου ψυχὴ τῶν ψυχῶν ἐκείνων. Ἐκεῖνοι μὲν γὰρ παῖδες ὄντως ἦσαν, ὑπὸ τῆς κενῆς δόξης περιτρεπόμενοι πανταχοῦ· οὗτος δὲ ἀνὴρ φιλόσοφος, καὶ δεκτικὸς τῆς χάριτος. Εἰ δὲ γελᾷς ταῦτα ἀκούων, οὐ θαυμαστόν· ἐπεὶ καὶ οἱ τότε ἐγέλων, καὶ γλεύκους αὐτοὺς ἔλεγον εἶναι μεστούς· ἀλλ' ὕστερον, ὅτε
ἐπεπόνθεσαν τὰ πικρὰ ἐκεῖνα, καὶ πάντων χαλεπώτερα, ὅτε τὴν πόλιν κατερειπομένην εἶδον, καὶ τὸ πῦρ ἀναπτόμενον, καὶ τὰ τείχη ῥιπτούμενα χαμαὶ, καὶ τὰς ποικίλας βακχείας ἐκείνας, ἃς οὐδεὶς παραστῆσαι δύναται λόγῳ, οὐκ ἔτι ἐγέλων Οὕτω καὶ ὑμεῖς τότε οὐ γελάσεσθε, ὅταν ὁ τῆς κρίσεως ἐπιστῇ καιρὸς, ὅταν τὸ τῆς γεέννης ἀναφθῇ πῦρ. Ἀλλὰ τί περὶ μελλόντων λέγω; Βούλει δείξω τίς ἐστι Πέτρος, τίς δὲ Πλάτων; Τὰ γὰρ ἤθη τέως αὐτῶν, εἰ δοκεῖ, ἐξετάσωμεν, καὶ ἴδωμεν τίσιν ἐπεχείρησαν ἑκάτεροι. Οὗτος μὲν οὖν πάντα τὸν χρόνον ἀνάλωσε περὶ δόγματα στρεφόμενος ἀνόνητα καὶ περιττά. Τί γὰρ ὄφελος ἐκ τοῦ μαθεῖν, ὅτι μυῖα ἡ ψυχὴ τοῦ φιλοσόφου γίνεται; Ὄντως μυῖα, οὐκ εἰς μυῖαν μετέπιπτεν, ἀλλ' ἐπέβαινε τῇ ἐν Πλάτωνι οἰκούσῃ ψυχῇ. Ποίας ταῦτα οὐ ματαιολογίας; πόθεν δὴ τοιαῦτα ληρεῖν ἐπεβάλετο; Εἰρωνείας μεστὸς ἦν ὁ ἀνὴρ, καὶ ζηλοτύπως πρὸς ἅπαντας διακείμενος. Ὥσπερ οὖν φιλονεικῶν, μήτε οἴκοθεν, μήτε παρ' ἑτέρου χρήσιμόν τι εἰσαγαγεῖν· οὕτω παρὰ μὲν ἑτέρου τὴν μετεμψύχωσιν ἐδέξατο, παρὰ δὲ ἑαυτοῦ τὴν πολιτείαν εἰσήγαγεν, ἔνθα τὰ πολλῆς αἰσχρότητος γέμοντα ἐνομοθέτησε. Κοιναὶ, φησὶν, αἱ γυναῖκες ἔστωσαν, καὶ γεγυμνωμέναι παρθένοι, ἐπ' ὄψεσι τῶν ἐραστῶν παλαιέτωσαν, καὶ κοινοὶ πατέρες ἔστωσαν, καὶ οἱ τικτόμενοι παῖδες. Ποίαν οὐχ ὑπερβάλλει ταῦτα ἄνοιαν; Ἀλλὰ τὰ μὲν ἐκείνου τοιαῦτα. Ἐνταῦθα δὲ οὐχ ἡ φύσις ποιεῖ κοινοὺς πατέρας, ἀλλ' ἡ Πέτρου φιλοσοφία· ἐπεὶ ἐκεῖνό γε καὶ ἀνῄρει. Οὐδὲν γὰρ ἕτερον ἐποίει, ἀλλ' ἢ τὸν ὄντα ἀγνοεῖσθαι μονονουχὶ, καὶ τὸν οὐκ ὄντα εἰσάγεσθαι. Εἰς μέθην τινὰ καὶ συρφετὸν ἐνέβαλε τὴν ψυχήν. Πάντες, φησὶν, ἀδεῶς κεχρήσθωσαν ταῖς γυναιξί. ∆ιὰ τοῦτο οὐκ ἐξετάζω ποιητῶν δόγματα, ἵνα μή μέ τις εἴποι μύθους ἐξετάζειν· ἀλλ' ἑτέρους λέγω μύθους ἐκείνων πολλῷ καταγελαστοτέρους. Ποῦ τοιοῦτόν τι ἐτερατεύσαντο ποιηταί; Ἀλλ' ὁ κορυφαῖος τῶν φιλοσόφων, ὡς ἐδόκει, καὶ ὅπλα ταῖς γυναιξὶ περιτίθησι, καὶ κράνη, καὶ κνημῖδας, καὶ κυνῶν οὐδὲν διαφέρειν λέγει τὸ ἀνθρώπινον γένος. Ἐπειδὴ γὰρ ἡ κύων ἡ θήλεια, φησὶ, καὶ ὁ ἄῤῥην κοινωνοῦσιν ἐν τοῖς ἔργοις, κοινωνείτωσαν καὶ αἱ γυναῖκες, καὶ πάντα ἀνατρεπέσθω. Ἀεὶ γὰρ δι' αὐτῶν ἐσπούδασεν ὁ διάβολος, μηδὲν ἐντιμότερον τῶν ἀλόγων τὸ ἡμέτερον δεῖξαι γένος· ὅπου γέ τινες εἰς τοῦτο κενοδοξίας ἦλθον, ὡς εἰπεῖν, ὅτι καὶ τὰ ἄλογα λογικὰ τυγχάνει. Καὶ ὅρα, πῶς ποικίλως ἐβάκχευσεν ἐν ταῖς ἐκείνων ψυχαῖς. Οἱ μὲν γὰρ κορυφαῖοι αὐτῶν ἔφησαν τὴν ἡμετέραν ψυχὴν εἰς μυίας, καὶ κύνας, καὶ ἄλογα μεθίστασθαι· οἱ δὲ μετ' ἐκείνους τοῦτο αἰσχυνθέντες, εἰς ἑτέραν αἰσχύνην κατέπεσον, πάσης λογικῆς ἐπιστήμης μεταδόντες τοῖς ἀλόγοις, καὶ πανταχοῦ δείξαντες ἡμῶν τὰ δι' ἡμᾶς γενόμενα ἐντιμότερα. Οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ προγνώσεις εἶναι παρ' αὐτοῖς, καὶ εὐσέβειαν λέγουσιν. Ὁ κόραξ, φησὶν, οἶδε τὸν Θεὸν, καὶ ἡ κορώνη, καὶ προφητείας ἔχουσι χαρίσματα, καὶ τὰ μέλλοντα προλέγουσι, καὶ δικαιοσύνη παρ' αὐτοῖς, καὶ πολιτεία, καὶ νόμοι, καὶ ζηλοῖ παρ' αὐτοῖς ὁ κύων κατὰ Πλάτωνα. Τάχα ἀπιστεῖτε τοῖς λεγομένοις; Εἰκότως, ἅτε τοῖς ὑγιέσιν ἐντεθραμμένοι δόγμασιν· ἐπεὶ καὶ εἴ τις τραφείη ταύτῃ τῇ τροφῇ, ἀπιστήσειεν ἂν, ὅτι ἔστιν ἄνθρωπος κόπρου γευόμενος ἡδέως. Ὅταν οὖν λέγωμεν αὐτοῖς, ὅτι μῦθοι ταῦτα καὶ ἀνοίας μεστὰ, οὐκ ἐνοήσατε, φασί. Μηδὲ νοήσωμέν ποτε τὸν τοσοῦτον ὑμῶν γέλωτα. Σφόδρα γε· οὐ γὰρ φρενὸς βαθείας δεῖ, ἵνα μάθωμεν, τί βούλεται ἡ τοσαύτη ἀσέβεια καὶ σύγχυσις. Μὴ κορακιστὶ φθέγγεσθε, ὦ ἀνόητοι, καθάπερ τὰ παιδία; Παῖδες γὰρ ὄντως ἐστὲ, καθάπερ ἐκεῖνα. Ἀλλὰ Πέτρος οὐδὲν τοιοῦτον ἔφησεν· ἀλλ' ἀφῆκε φωνὴν, ἣ καθάπερ ἐν σκότῳ τινὶ φῶς ἀπολάμψασα μέγα, τὴν ἀχλὺν διεσκέδασε τῆς οἰκουμένης. Ἀλλὰ τὸ ἦθος αὐτοῦ πῶς ἥμερον ἦν, πῶς ἐπιεικές· πῶς πάσης ἀνωτέρω δόξης ἵστατο κενῆς· πῶς εἰς τὸν οὐρανὸν ἑώρα ἄτυφος ὢν, καὶ ταῦτα νεκροὺς ἀνιστῶν. Εἰ δὲ ἐξεγένετο ἐκείνων τινὶ τῶν ἀνοήτων, φαντασίᾳ γοῦν τοιοῦτόν τι ἐργάζεσθαι, ἆρ' οὐκ ἂν εὐθέως βωμὸν ἐζήτησε καὶ ναὸν, καὶ ἰσόθεός τις εἶναιἠθέλησεν; ὅπου γε οὐδενὸς τούτων ὄντος τοιαῦτα φαντάζονται ἀεί. Τί γὰρ βούλεται αὐτοῖς Ἀθηνᾶ, καὶ Ἀπόλλων, καὶ Ἥρα; Γένη παρ' αὐτοῖς ἐστι δαιμόνων. Καὶ βασιλεύς ἐστι παρ' αὐτοῖς διὰ τοῦτο ἀξιῶν ἀποθανεῖν, ἵνα ἰσόθεος νομίζοιτο. Ἀλλ' οὗτοι οὐχ οὕτως, ἀλλὰ τοὐναντίον. Ἄκουε γὰρ αὐτῶν λεγόντων ἐπὶ τῆς θεραπείας τοῦ χωλοῦ· Ἄνδρες Ἰσραηλῖται, τί ἡμῖν προσέχετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; Καὶ ἀλλαχοῦ· Καὶ ἡμεῖς ὁμοιοπαθεῖς ὑμῖν ἐσμεν ἄνθρωποι. Ἐκεῖ δὲ πολὺς ὁ τῦφος, πολλὴ ἡ ἀλαζονεία· πάντα διὰ τὰς παρὰ τῶν ἀνθρώπων τιμὰς, οὐδὲν φιλοσοφίας ἕνεκεν. Ὅταν γάρ τι διὰ δόξαν γίνηται, πάντα μένουσιν εὐτελῆ. Κἂν γὰρ πάντα τις ἔχῃ, τούτου δὲ μὴ κρατῇ, πάσης φιλοσοφίας ἐξέπεσε, τῷ τυραννικωτέρῳ κατεχόμενος, καὶ αἰσχροτέρῳ πάθει. Ταύτης ἡ ὑπεροψία πάντα διδάξαι τὰ ἀγαθὰ ἱκανὴ, καὶ τῆς ψυχῆς ἐξορίσαι πᾶν πάθος ὀλέθριον. ∆ιὸ παραινῶ καὶ ὑμῖν πολλὴν ποιεῖσθαι τὴν σπουδὴν, ὥστε τοῦτο τὸ πάθος πρόῤῥιζον ἐξελεῖν· οὐ γὰρ ἔστιν ἄλλως εὐδοκιμῆσαι παρὰ τῷ Θεῷ, καὶ τὴν παρὰ τοῦ ἀκοιμήτου ἐκείνου ὀφθαλμοῦ εὔνοιαν ἐπισπάσασθαι. Οὐκοῦν πᾶσαν σπουδὴν ποιώμεθα, ὥστε τῆς ἐκεῖθεν ἡμᾶς ῥοπῆς ἀπολαύειν, ἵνα καὶ τῶν παρόντων λυπηρῶν διαφύγωμεν τὴν πεῖραν, καὶ τῶν μελλόντων ἀγαθῶν καταξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η επεξεργασία, επιμέλεια μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου