Ιωάννης Χρυσόστομος
Είς Πράξεις Αποστόλων
Τόμος 60
ΙΖʹ Τοῦτον τὸν Μωϋσῆν, ὃν ἠρνήσαντο, εἰπόντες, Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ' ἡμᾶς; τοῦτον ὁ Θεὸς ἀρχηγὸν καὶ λυτρωτὴν ἀπ έστειλε σὺν χειρὶ ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῇ βάτῳ.
αʹ. Σφόδρα τοῦτο κατάλληλον πρὸς τὴν προκειμένην ὑπόθεσιν. Τοῦτον τὸν Μωϋσῆν, φησί. Τοῦτον, ποῖον; Τὸν κινδυνεύσαντα ἀπολέσθαι, τὸν ὑπ' αὐτῶν ἐξουθενηθέντα, ὃν ἠρνήσαντο εἰπόντες· Τίς σε κατέστησεν ἄρχοντα; καθάπερ καὶ τῷ Χριστῷ ἔλεγον· Οὐκ ἔχομεν βασιλέα, εἰ μὴ Καίσαρα. Τοῦτον ὁ Θεὸς ἀρχηγὸν καὶ λυτρωτὴν ἀπέστειλε σὺν χειρὶ ἀγγέλου τοῦ εἰπόντος αὐτῷ· Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραάμ. Ἐνταῦθα καὶ τὰ γενόμενα θαύματα, διὰ Χριστοῦ δείκνυσιν γεγενῆσθαι. Οὗτος, τουτέστιν, ὁ Μωϋσῆς (καὶ ὅρα, πῶς δείκνυσιν αὐτὸν λαμπρὸν), ἐξήγαγεν αὐτοὺς ποιήσας τέρατα καὶ σημεῖα ἐν γῇ Αἰγύπτῳ, καὶ ἐν Ἐρυθρᾷ θαλάσσῃ, καὶ ἐν τῇ ἐρήμῳ ἔτη τεσσαράκοντα. Οὗτός ἐστι Μωΰσης, ὁ εἰπὼν τοῖς υἱοῖς Ἰσραήλ· Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ· τουτέστιν ἐξουθενημένον. ἐπιβουλευθέντα.
Καὶ γὰρ ἠβουλήθη καὶ τοῦτον ἀνελεῖν Ἡρώδης, καὶ ἐν Αἰγύπτῳ διεσώθη, καθάπερ καὶ ἐκεῖνος παιδίον ὢν ἐπιβεβούλευτο. Οὗτός ἐστιν ὁ γενόμενος ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ μετὰ τοῦ ἀγγέλου, τοῦ λαλοῦντος αὐτῷ ἐν τῷ ὄρει Σινᾷ, καὶ τῶν πατέρων ἡμῶν, ὃς ἐδέξατο λόγια ζῶντα δοῦναι ἡμῖν. Πάλιν οὐδαμοῦ ναὸς, οὐδαμοῦ θυσία. Μετὰ τοῦ ἀγγέλου, φησὶν, ἐδέξατο δοῦναι λόγια ζῶντα ἡμῖν. Ἐνταῦθα δείκνυσιν, ὅτι οὐχὶ σημεῖα ἐποίησε μόνον, ἀλλὰ καὶ νόμον ἔδωκεν, ὥσπερ ὁ Χριστός. Καθάπερ οὖν οὗτος πρῶτον σημεῖα ποιεῖ, καὶ τότε νομοθετεῖ· οὕτω δὴ καὶ ὁ Χριστός. Ἀλλ' οὐκ ἤκουσαν αὐτοῦ, μαθόντες ἀεὶ ἀπειθεῖν, μετὰ τὰ σημεῖα, μετὰ τὰ θαύματα τὰ ἐν τεσσαράκοντα ἔτεσι. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τοὐναντίον ἐπεδείξαντο· ὃ καὶ δηλῶν ἐπήγαγεν· Ὧ οὐκ ἠθέλησαν ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμῶν, ἀλλ' ἀπώσαντο, καὶ ἐστράφησαν τῇ καρδίᾳ αὐτῶν εἰς Αἴγυπτον, εἰπόντες τῷ Ἀαρών· Ποίησον ἡμῖν θεοὺς, οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωϋσῆς οὗτος, ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί γέγονεν αὐτῷ. Καὶ ἐμοσχοποίησαν ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἀνήγαγον θυσίας τῷ εἰδώλῳ, καὶ εὐφραίνοντο ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν. Ἔστρεψε δὲ ὁ Θεὸς, καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καθὼς γέγραπται ἐν βίβλῳ τῶν προφητῶν· Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἔτη τεσσαράκοντα ἐν τῇ ἐρήμῳ, οἶκος Ἰσραήλ; Καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολὸχ, καὶ τὸ ἄστρον τοῦ Θεοῦ ὑμῶν Ῥεμφὰν, τοὺς τύπους, οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς. Καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Βαβυλῶνος. Τὸ, Παρέδωκεν, ἐνταῦθα, Εἴασεν ἐστίν. Ἡ σκηνὴ τοῦ μαρτυρίου ἦν τοῖς πατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ, καθὼς διετάξατο ὁ λαλῶν τῷ Μωϋσεῖ ποιῆσαι αὐτὴν κατὰ τὸν τύπον, ὃν ἑωράκει. Καὶ σκηνῆς οὔσης, θυσίαι οὐκ ἦσαν. Ὅτι δὲ οὐκ ἦσαν, ὁ προφήτης δῆλον ποιεῖ, τοῦτο λέγων· Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι; Ἡ σκηνὴ τοῦ μαρτυρίου ἦν, καὶ οὐδὲν ὠφέλησεν αὐτοὺς, ἀλλ' ἀνηλίσκοντο. Οὔτε δὲ πρὸ τούτου αὐτοὺς τὰ σημεῖα, οὔτε μετὰ ταῦτα ὠφέλησέ τι. Ἣν καὶ εἰσήγαγον διαδεξάμενοι οἱ πατέρες ἡμῶν. Ὁρᾷς, ὅτι ἐκεῖ τόπος ἅγιός ἐστιν, ἔνθα ἂν ᾖ ὁ Θεός; ∆ιὰ τοῦτο καὶ, Ἐν τῇ ἐρήμῳ, εἶπεν, ἵνα τόπον τόπῳ συγκρίνῃ. Εἶτα ἡ εὐεργεσία. Καὶ εἰσήγαγον, φησὶ, διαδεξάμενοι οἱ πατέρες ἡμῶν μετὰ Ἰησοῦ ἐν τῇ κατασχέσει τῶν ἐθνῶν, ὧν ἔξωσεν ὁ Θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡμῶν ἕως τῶν ἡμερῶν ∆αυῒδ, ὃς εὗρε χάριν ἐνώπιον τοῦ Θεοῦ, καὶ ᾐτήσατο εὑρεῖν σκήνωμα τῷ Θεῷ Ἰακώβ. Ἠτήσατο οἰκοδομεῖν ὁ ∆αυῒδ, καὶ οὐ λαμβάνει ὁ μέγας, ὁ θαυμαστός· ἀλλ' οἰκοδομεῖ ὁ ἀπεῤῥιμμένος ὁ Σολομῶν. ∆ιὰ τοῦτό φησι· Σολομῶν δὲ ᾠκοδόμησεν αὐτῷ οἶκον· ἀλλ' οὐχ ὁ Ὕψιστος ἐν χειροποιήτοις ναοῖς κατοικεῖ. Ἐδείχθη μὲν τοῦτο καὶ διὰ τῶν ἤδη λεχθέντων· δείκνυται δὲ καὶ διὰ φωνῆς προφητικῆς· καὶ ὅπως, ἄκουε τῶν ἑξῆς· Καθὼς καὶ ὁ προφήτης λέγει· Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Καὶ ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει Κύριος; ἢ τίς τόπος τῆς καταπαύσεώς μού ἐστιν; οὐχὶ ἡ χείρ μου ἐποίησε ταῦτα πάντα; Μὴ θαυμάζετε, φησὶν, εἰ τοὺς παραιτουμένους αὐτοῦ τὴν βασιλείαν ὁ Χριστὸς εὐεργετεῖ, εἴ γε καὶ ἐπὶ Μωϋσέως τοῦτο γέγονε. Καὶ γὰρ οὐχ ἁπλῶς αὐτοὺς ἐξείλετο, ἀλλὰ καὶ ἐν τῇ ἐρήμῳ διάγοντας. Ὁρᾷς, ὅτι δι' αὐτοὺς καὶ ἐκεῖνα τὰ σημεῖα; Ὁ τῷ Θεῷ οὖν διαλεχθεὶς, ὁ ἐκ παραδόξου σωθεὶς, ὁ τοσαῦτα ἐργασάμενος καὶ δυνηθεὶς, δείκνυσιν, ὅτι πάντως πληρωθῆναι δεῖ τὴν προφητείαν, καὶ οὐκ ἐναντιοῦται ἑαυτῷ. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Οὗτός ἐστι, φησὶ, Μωϋσῆς, ὁ εἰπών· Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὡς ἐμέ. Πρὸς τοῦτο οἶμαι τὸν Χριστὸν εἰπεῖν ἀναφέροντα· Ἐκ τῶν Ἰουδαίων ἡσωτηρία ἐστὶν, ἑαυτὸν αἰνιττόμενον. Οὗτός ἐστιν ὁ γενόμενος ἐν τῇ ἐρήμῳ μετὰ τοῦ ἀγγέλου τοῦ λαλοῦντος αὐτῷ. Ἰδοὺ πάλιν αὐτὸν δείκνυσι τὸν νόμον δεδωκέναι, εἴ γε μετ' αὐτοῦ ἦν ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ. Ἐνταῦθα δὲ καὶ θαύματος ὑπομιμνήσκει μεγάλου τοῦ ἐν τῷ ὄρει γεγενημένου. Ὃς ἐδέξατο λόγια ζῶντα δοῦναι ἡμῖν. Πανταχοῦ θαυμαστὸς ὁ Μωϋσῆς, καὶ πλέον ὅτε νομοθετεῖν ἔδει. Τί ἐστι, Λόγια ζῶντα; Ἤτοι, ὧν τὸ τέλος διὰ λόγων ἐδείκνυτο· ἤτοι τὰς προφητείας λέγει. Εἶτα τὸ ἔγκλημα τέως ἐπὶ τοὺς πατριάρχας, μετὰ τὰ σημεῖα καὶ τὰ θαύματα, μετὰ τὸ λαβεῖν λόγια ζῶντα· Ὧ οὐκ ἠθέλησαν, φησὶν, ὑπήκοοι γενέσθαι. Καλῶς δὲ Λόγια ζῶντα εἶπεν, ἵνα δείξῃ, ὅτι εἰσὶ καὶ οὐ ζῶντα. Περὶ ὧν καὶ Ἰεζεκιήλ φησιν, ὡς ὅταν λέγῃ· Καὶ ἔδωκα ὑμῖν προστάγματα οὐ καλά. Πρὸς τὰ τοιαῦτα οὖν εἶπε τὸ, Ζῶντα. Ἀλλ' ἀπώσαντο, καὶ ἐστράφησαν τῇ καρδίᾳ αὐτῶν εἰς Αἴγυπτον· ἔνθα ἔστενον, ἔνθα ἐβόων, ὅθεν τὸν Θεὸν ἐκάλουν. Καὶ εἶπον τῷ Ἀαρών· Ποίησον ἡμῖν θεοὺς, οἳ προπορεύσονται ἡμῶν.
βʹ. Ὢ τῆς ἀνοίας Ποίησον, φησὶν, ἵνα προπορεύσωνται ἡμῶν. Ποῦ; Εἰς Αἴγυπτον. Ὁρᾷς, πῶς δυσαποσπάστως εἶχον τῶν ἐθῶν τῶν Αἰγυπτιακῶν; Τί λέγεις; οὐκ ἀναμένεις τὸν ἐξαγαγόντα, ἀλλὰ ἀρνῇ τὴν εὐεργεσίαν, καὶ τὸν εὐεργέτην φεύγεις; Καὶ ὅρα, πῶς ὑβρίζουσιν. Ὁ γὰρ Μωϋσῆς οὗτος, φησὶν, ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου. Οὐδαμοῦ Θεοῦ ὄνομα, ἀλλὰ πάντα τῷ Μωϋσεῖ ἐπέγραφον. Καὶ ἔνθα μὲν αὐτοὺς εὐχαριστεῖν ἦν, Μωϋσῆν φέρουσιν εἰς μέσον· ἔνθα δὲ πεισθῆναι νόμῳ, οὐκ ἔτι Μωϋσῆν ἄγουσι. Καὶ μὴν εἶπεν, ὅτι ἄνεισιν ὥστε λαβεῖν τὸν νόμον· οἱ δὲ οὐδὲ τεσσαράκοντα ἡμέρας ὑπέμειναν. Ποίησον ἡμῖν θεούς. Οὐκ εἶπον, Θεὸν, ἀλλὰ, Θεούς· οὕτως ἀνεβακχεύθησαν, ὅτι οὐδὲ ἴσασιν, ἃ λέγουσι. Καὶ ἐμοσχοποίησαν ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἀνήγαγον θυσίας τῷ εἰδώλῳ. Εἶδες ἀνοίας ὑπερβολήν; Ἔνθα ἐφάνη Θεὸς τῷ Μωϋσεῖ, μοσχοποιοῦσιν οὗτοι καὶ θύουσι. Καὶ εὐφραίνοντο, φησὶν, ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν. Ἐφ' οἷς ἔδει ἐγκαλύπτεσθαι, ἔχαιρον. Καὶ τί θαυμαστὸν, εἴ γε ἀγνοεῖτε Χριστὸν, ὅπου καὶ τὸν Μωϋσέα, καὶ τὸν Θεὸν τὸν δειχθέντα διὰ τοσούτων σημείων; Οἱ δὲ οὐκ ἠγνόησαν μόνον, ἀλλὰ καὶ ὕβρισαν ἑτέρως, τῷ εἴδωλα ποιῆσαι. Ἔστρεψε δὲ ὁ Θεὸς, καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ. Ἐντεῦθεν λοιπὸν τὰ ἔθη ταῦτα, ἐντεῦθεν αἱ θυσίαι· αὐτοὶ πρῶτον ἐποίησαν θυσίας τοῖς εἰδώλοις. Τοῦτο καὶ ∆αυῒδ ἐπισημαινόμενος λέγει· Καὶ ἐποίησαν μόσχον ἐν Χωρὴβ, καὶ προσεκύνησαν τῷ γλυπτῷ. Ἐπεὶ πρὸ τούτου οὐδαμοῦ θυσίας ὄνομα, ἀλλὰ προσ τάγματα ζῶντα, καὶ λόγια ζῶντα· οὐδαμοῦ τελεταὶ, ἀλλὰ θαύματα καὶ σημείων ἐπίδειξις. Καθὼς γέγραπται ἐν βίβλῳ τῶν προφητῶν. Ἐνταῦθα τὴν μαρτυρίαν οὐχ ἁπλῶς παρήγαγεν, ἀλλ' ἵνα δείξῃ τὸ μὴ εἶναι χρείαν θυσιῶν. Καὶ ὅρα τί φησι· Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἔτη τεσσαράκοντα ἐν τῇ ἐρήμῳ. Καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολὸχ, καὶ τὸ ἄστρον τοῦ Θεοῦ ὑμῶν Ῥεμφὰν, τοὺς τύπους, οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς. Ἐμφαντικῶς ἐχρήσατο τῇ λέξει. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐκ ἔχετε εἰπεῖν, ὅτι ἀπὸ τοῦ ἐμοὶ θύειν κἀκείνοις ἐθύετε· καὶ ταῦτα ἐν τῇ ἐρήμῳ, ἔνθα μάλιστα αὐτῶν προειστήκει. Καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολόχ. Ἡ αἰτία τῶν θυσιῶν αὕτη. Καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Βαβυλῶνος. Οὕτω καὶ ἡ αἰχμαλωσία κατηγορία τῆς κακίας. Καὶ πῶς Ἡ σκηνὴ, φησὶν, ἦν τοῦ μαρτυρίου; Ἀλλὰ διὰ τοῦτο ἦν, ἵνα μάρτυρα τὸν Θεὸν ἔχωσιν. Οὐκοῦν εἰς τοῦτο μόνον ἦν. Κατὰ τὸν τύπον γὰρ, φησὶ, τὸν δειχθέντα σοι ἐν τῷ ὄρει· ὥστε ἐν τῷ ὄρει ἡ ὑπογραφὴ γέγονε· καὶ αὕτη δὲ ἐν τῇ ἐρήμῳ περιφορητὴ ἦν, καὶ οὐκ ἐν τόπῳ κειμένη. Μαρτυρίου δὲ σκηνὴν, οὐκ ἄλλου τινὸς χάριν, ἢ τῶν θαυμάτων καὶ τῶν προσταγμάτων καλεῖ. Ὅμως γοῦν καὶ αὕτη καὶ ἐκεῖνοι οὐκ εἶχον ναόν. Ἄρα καὶ τὸν τύπον αὐτὸν αὐτὸς ὁ ἄγγελος ἔδωκεν. Ἕως τῶν ἡμερῶν, φησὶ, ∆αυΐδ. Ὥστε οὐκ ἦν ναὸς ἄχρι τότε· καίτοι καὶ τὰ ἔθνη ἐξέωστο, περὶ ὧν φησιν· Ὧν ἔξωσεν ὁ Θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡμῶν. Τοῦτο δὲ εἶπε, δεικνὺς πάλιν, ὅτι οὐκ ἦν τότε ναός. Τί λέγω; τοσαῦτα θαύματα, καὶ οὐδαμοῦ ναός; Οὕτω καὶ πρώτη ἡ σκηνὴ, καὶ οὐδαμοῦ ναός. Καὶ ᾔτησε εὑρεῖν χάριν ἐνώπιον τοῦ Θεοῦ. Ἤτησε, καὶ οὐκ ᾠκοδόμησεν· οὕτως οὐκ ἦν μέγα τι ὁ ναὸς, εἰ καὶ ἐνόμισάν τινες μέγαν εἶναι τὸν Σολομῶντα τῷ τὸν ναὸν οἰκοδομῆσαι, οἳ διὰ τοῦτο καὶ τοῦ πατρὸς αὐτὸν προετίθεσαν. Ὅτι δὲ οὐχὶ βελτίων ἦν τοῦ πατρὸς, ἀλλ' οὐδὲ ἴσος, μόνον δὲ ἀπὸ τῆς τῶν πολλῶν ὑπολήψεως, δῆλον αὐτὸ ἐποίησεν ἐπαγαγών· Ἀλλ' οὐχ ὁ Ὕψιστος ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, καθὼς ὁ προφήτης φησίν· Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Οὐδὲ γὰρ ταῦτα ἄξια Θεοῦ, εἴ γε ποιήματά ἐστιν, εἴ γε τῆς χειρὸς αὐτοῦ ἔργα. Ὅρα, πῶς αὐτοὺς κατὰ μικρὸν ἀνάγει. ∆είκνυσι γὰρ διὰ τοῦ προφήτου, ὅτι οὐδὲ ταῦτα Θεοῦ ἄξια λέγειν. Καὶ τίνος ἕνεκεν, φησὶν, ἐνταῦθα καταφορικῶς τῷ λόγῳ κέχρηται; Πολλὴ ἦν ἡ παῤῥησία μέλλοντος αὐτοῦ ἀποθνήσκειν· καὶ γὰρ καὶ τοῦτο οἶμαι αὐτὸν ἐξ ἀποκαλύψεως εἰδέναι. Σκληροτράχηλοι καὶ ἀπερίτμητοι ταῖς καρδίαις καὶ τοῖς ὠσί. Καὶ τοῦτο προφητικόν· οὐδὲν αὐτοῦ ἴδιον. Ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑμῶν καὶ ὑμεῖς. Ὅτε οὐκ ἐβούλετο θυσίας εἶναι, ὑμεῖς ἐθύετε· ὅτε βούλεται, πάλιν οὐ θύετε· ὅτε οὐκ ἤθελε δοῦναι ὑμῖν παραγγέλματα, ἐπεσπάσασθε· ὅτε ἐλάβετε, ἠμελήσατε. Πάλιν ὅτε εἱστήκει ὁ ναὸς, εἴδωλα ἐθεραπεύετε· ὅτε βούλεται χωρὶς ναοῦ θεραπεύεσθαι, τὸ ἐναντίον ποιεῖτε. Ὅρα, οὐκ εἶπε, Τῷ Θεῷ ἀντιπίπτετε, ἀλλὰ, Τῷ Πνεύματι· οὕτως οὐδεμίαν οἶδε διαφοράν. Καὶ τὸ μεῖζον, Ὡς οἱ πατέρες ὑμῶν, φησὶν, καὶ ὑμεῖς. Οὕτω καὶ ὁ Χριστὸς ὠνείδιζεν, ἐπειδὴ μεγάλα ἀεὶ ἐπὶ τοῖς πατράσιν ηὔχουν. Τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; Καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ ∆ι καίου. Ἔτι Τοῦ δικαίου λέγει, βουλόμενος αὐτοὺς καταστεῖλαι. Οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς γεγένησθε. ∆ύο αὐτοῖς ἐγκαλεῖ, ὅτι τε ἠγνόησαν, καὶ ὅτι ἐφόνευσαν. Οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατε.
γʹ. Τί ἐστι τοῦτο; Τινές φασι, τὸν ὑπ' ἀγγέλων λέγειν διαταχθέντα. Οὐκ ἔστι δέ· ποῦ γὰρ ἄγγελοι νόμον ἐφάνησαν διατάττοντες; ἀλλὰ διαταχθέντα νόμον λέγει, τὸν ἐγχειρισθέντα αὐτῷ δι' ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῇ βάτῳ· μὴ γὰρ ἄνθρωπος ἦν; Οὐδὲν οὖν θαυμαστὸν τούτους ἐκεῖνα ποιήσαντας, φησὶ, καὶ ταῦτα ποιῆσαι. Εἰ τοὺς καταγγείλαντας ἀνείλετε, πολλῷ μᾶλλον αὐτόν. Ἐνταῦθα καὶ Θεῷ, καὶ ἀγγέλοις, καὶ τοῖς προφήταις, καὶ τῷ Πνεύματι, καὶ πᾶσι δείκνυσιν ἀπειθοῦντας, καθὼς καὶ ἑτέρωθί φησιν ἡ Γραφή· Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν. Οἱ τοίνυν ἀντιποιούμενοι λόγῳ τοῦ νόμου, ἔλεγον· Εἰς Μωϋσῆν βλασφημεῖ. Ὁ δὲ δείκνυσιν, ὅτι αὐτοὶ βλασφημοῦσι μᾶλλον, οὐ μόνον εἰς Μωϋσῆν, ἀλλὰ καὶ εἰς Θεὸν, καὶ ὅτι αὐτοὶ ἄνωθεν τοιαῦτα ποιοῦσι, καὶ ὅτι αὐτοὶ τὰ ἔθη κατέλυσαν, καὶ ὅτι οὐ χρεία τούτων λοιπόν· καὶ ὅτι ἐγκαλοῦντες καὶ λέγοντες Μωϋσῇ ἐναντιοῦσθαι αὐτὸν, αὐτοὶ τῷ Πνεύματι ἠναντιοῦντο· καὶ οὐχ ἁπλῶς, ἀλλὰ καὶ μετὰ φόνου· καὶ ἄνωθεν εἶχον τὴν ἔχθραν. Ὁρᾷς, ὅτι καὶ Μωϋσῇ καὶ πᾶσι δείκνυσιν ἐναντιουμένους αὐτοὺς, καὶ τὸν νόμον μὴ φυλάττοντας; Καίτοι γε Μωϋσῆς εἶπε· Προφήτην ὑμῖν ἀναστήσει Κύριος· καὶ οἱ ἄλλοι δὲ τοῦτον ἐλεύσεσθαι προὔλεγον, καὶ ὁ προφήτης, λέγων· Ποῖον οἶκον οἰκοδομήσετέ μοι; καὶ πάλιν· Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἔτη τεσσαράκοντα; Τοῦτο παῤῥησία ἀνδρὸς τὸν σταυρὸν ἔχοντος. Μιμώμεθα τοίνυν καὶ ἡμεῖς ταύτην, εἰ καὶ πολέμου οὐκ ἔστι καιρὸς, ἀλλὰ παῤῥησίας ἀεὶ καιρός ἐστιν. Ἐλάλουν γὰρ, φησὶν, ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυνόμην. Ἂν τοίνυν Ἕλλησι συμπλεκώμεθα, οὕτως αὐτοὺς ἐπιστομίζωμεν χωρὶς θυμοῦ, χωρὶς τραχύτητος. Ἂν μὲν γὰρ μετὰ θυμοῦ τοῦτο ποιῶμεν, οὐκ ἔτι παῤῥησία, ἀλλὰ πάθος εἶναι δοκεῖ· ἂν δὲ ἐπιεικῶς, ὄντως ἐστὶν αὕτη παῤῥησία. Οὐ γὰρ δυνατὸν ὁμοῦ κατὰ ταυτὸν καὶ κατόρθωμα εἶναι καὶ ἐλάττωμα. Ἡ παῤῥησία, κατόρθωμα· ὁ θυμὸς, ἐλάττωμα. ∆εῖ τοίνυν ἡμᾶς, εἰ μέλλομεν παῤῥησίαν ἔχειν, καθαροὺς εἶναι τοῦ θυμοῦ, ἵνα μὴ ἐκείνῳ τις λογίσηται τὰ ῥήματα. Κἂν δίκαια λέγῃς μετὰ θυμοῦ, τὸ πᾶν ἀπώλεσας, κἂν παῤῥησιάζῃ, κἂν νουθετῇς, κἂν ὁτιοῦν πράττῃς. Ὅρα τὸν ἄνδρα τοῦτον οὐ μετὰ θυμοῦ διαλεγόμενον· οὐ γὰρ δὴ ὕβρισεν, ἀλλὰ προφητικοῦ αὐτοὺς ἀνέμνησε λόγου. Ὅτι γὰρ οὐκ ἦν θυμοῦ, ἔδειξεν, ὅτε κακῶς ἔπασχε, τότε ὑπὲρ αὐτῶν εὐχόμενος καὶ λέγων· Μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Οὕτως οὐκ ὀργιζόμενος αὐτοῖς, ἀλλὰ ἀλγῶν ὑπὲρ αὐτῶν καὶ δακνόμενος, ταῦτα ἐφθέγγετο· ἐπεὶ καὶ περὶ τῆς ὄψεως διὰ τοῦτο εἶπεν, ὅτι Εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ
πρόσωπον ἀγγέλου, ἵν' αὐτοὺς ἐφελκύσηται. Καθαροὶ τοίνυν θυμοῦ ὦμεν. Οὐ κατοικεῖ τὸ Πνεῦμα τὸ ἅγιον, ἔνθα θυμός· ἐπικατάρατος ὁ θυμώδης. Οὐκ ἔστιν οὐδὲν ὑγιὲς προελθεῖν, ὅθεν θυμὸς ἔξεισι. Καθάπερ γὰρ ἐν χειμῶνι θαλαττίῳ πολὺς ὁ θόρυβος, μεγάλη ἡ κραυγὴ, καὶ οὐκ ἂν ἔχοι τις καιρὸν φιλοσοφεῖν· οὕτως οὐδὲ ἐν θυμῷ. Ἀλλ' εἰ μέλλει τι φιλόσοφον ἢ λέγειν ἢ παιδεύεσθαι ψυχὴ, ὀφείλει πρότερον ἐν λιμένι εἶναι. Οὐχ ὁρᾷς πῶς, ὅταν βουλώμεθα περί τινων ἀναγκαίων διαλεχθῆναι, τόπους θορύβου καθαροὺς παρατηροῦμεν, ἔνθα ἡσυχία, ἔνθα γαλήνη, ἵνα μὴ ἐκκρουώμεθα; Εἰ δὲ ὁ ἔξωθεν ἐκκρούει θόρυβος, πολλῷ μᾶλλον ἡ ἔνδον ταραχή. Κἂν εὔχηταί τις, εἰκῆ εὔχεται, μετὰ ὀργῆς καὶ θυμοῦ τοῦτο ποιῶν· κἂν φθέγγηται, καταγέλαστος ἔσται· κἂν σιγᾷ, πάλιν ὁμοίως· κἂν ἐσθίῃ, καὶ οὕτως ἐβλάβη· κἂν πίνῃ, κἂν μὴ πίνῃ, κἂν καθέζηται, κἂν στήκῃ, κἂν βαδίζῃ, κἂν καθεύδῃ· καὶ γὰρ ἐν τοῖς ὀνείροις τοιαῦτα φαντάζονται. Τί γὰρ τῶν τοιούτων οὐκ ἄτοπον; Ὀφθαλμοὶ ἀηδεῖς, στόμα διεστραμμένον, μέλη κεκινημένα καὶ οἰδαίνοντα, γλῶσσα ἀκράτητος καὶ οὐδενὸς φειδομένη, διάνοια ἐξεστηκυῖα, σχῆμα ἀπρεπὲς, πολλὴ ἡ ἀηδία. Ἴδε μοι τῶν δαιμονώντων τοὺς ὀφθαλμοὺς καὶ τῶν μεθυόντων καὶ μαινομένων, τί διεστήκασιν ἀλλήλων; οὐχὶ μανία τὸ πᾶν ἐστι; Τί γὰρ, εἰ πρὸς καιρὸν τοῦτο γίνεται; Καὶ γὰρ ὁ μαινόμενος πρὸς καιρὸν κατέχεται· τούτου δὲ τί χεῖρον; Καὶ οὐκ αἰσχύνονται ἐπὶ τῇ ἀπολογίᾳ· Οὐκ ᾔδειν, φησὶ, τί εἶπον. Καὶ διὰ τί μὴ ᾔδεις τοῦτο ὁ λογικὸς ἄνθρωπος, ὁ λογισμὸν ἔχων; διὰ τί τὰ τῶν ἀλόγων ποιεῖς, καθάπερ ἵππος ἄγριος ἀπὸ θυμοῦ καὶ ὀργῆς συναρπαγείς; Καὶ μὴν ἡ ἀπολογία, ἐγκλήματος ἀξία. Εἴθε γὰρ ᾔδεις, ἃ ἔλεγες. Τοῦ θυμοῦ, φησὶν, ἐστὶ τὰ ῥήματα, οὐκ ἐμά. Πῶς ἐκείνου; Καὶ μὴν ὁ θυμὸς οὐκ ἔχει ἰσχὺν, ἂν μὴ παρὰ σοῦ λάβῃ. Ὡς καὶ ἂν εἴποι τις· Τῆς χειρός ἐστιν, οὐκ ἐμὰ τὰ τραύματα. Τί οἴει μάλιστα δεῖσθαι θυμοῦ; οὐχὶ πόλεμον καὶ μάχην; Ἀλλὰ καὶ ἐκεῖ ἂν μετὰ θυμοῦ τι γίνηται, τὸ πᾶν διέφθαρται καὶ ἀπόλωλε. Μάλιστα γὰρ τοὺς μαχομένους θυμοῦσθαι οὐ χρή· μάλιστα τοὺς ὑβρίζοντας θυμοῦσθαι οὐ χρή. Καὶ πῶς ἔνι μάχεσθαι, φησίν; Λόγῳ, ἐπιεικείᾳ· μάχη γάρ ἐστι τὸ ἐξ ἐναντίας στῆναι. Ἢ οὐχ ὁρᾷς καὶ τούτους τοὺς πολέμους νόμῳ καὶ διατάξει καὶ καιροῖς ὡρισμένους; Θυμὸς γὰρ οὐδέν ἐστιν, ἢ ὁρμὴ ἄλογος· ἀλόγῳ δὲ οὐδὲν λογικὸν γενέσθαι δυνατόν.
δʹ. Ἐπεὶ καὶ οὗτος τοιαῦτα ἐφθέγγετο, καὶ οὐκ ἐθυμοῦτο. Καὶ ὁ Ἠλίας ἔλεγεν· Ἕως πότε χωλανεῖτε ἐπ' ἀμφοτέραις ταῖς ἰγνύαις ὑμῶν; καὶ οὐκ ἐθυμοῦτο. Καὶ ὁ Φινεὲς ἔσφαξε, καὶ οὐκ ἐθυμοῦτο. Ὁ γὰρ θυμὸς οὐκ ἀφίησιν ἰδεῖν, ἀλλὰ καθάπερ ἐν νυκτομαχίᾳ πάντα συνδήσας, καὶ ὀφθαλμοὺς καὶ ὦτα, οὕτως ἄγει, ὅπουπερ ἂν ἐθέλῃ. Ἀπαλλαγῶμεν οὖν τούτου τοῦ δαίμονος, ἀρχόμενον αὐτὸν καταστείλωμεν, τὴν σφραγῖδα ἐπιθῶμεν τῷ στήθει καθάπερ τινὰ χαλινόν. Κύων ἐστὶν ἀναιδὴς ὁ θυμός· ἀλλὰ μαθέτω ἀκούειν τοῦ νόμου. Ἂν ᾖ κύων ἐν ποίμνῃ οὕτως ἄγριος, ὡς μὴ πείθεσθαι προστάττοντι τῷ βουκόλῳ, μηδὲ ἐπιγινώσκειν αὐτοῦ τὴν φωνὴν, πάντα ἀπόλωλε καὶ διέφθαρται. Μετὰ τῶν προβάτων νέμεται· ἀλλ' ἐὰν ἀπογεύηται τῶν προβάτων, ἄχρηστός ἐστι καὶ κατασφάττεται. Εἰ ἔμαθεν ἀκούειν σου, θρέψον τὸν κύνα· χρήσιμός ἐστι, κατὰ τῶν λύκων, κατὰ τῶν πειρατῶν, κατὰ τοῦ λῃστάρχου ὑλακτῶν, οὐ κατὰ προβάτων, οὐδὲ κατὰ οἰκείων. Ἂν μὴ ἀκούῃ, πάντα διαφθείρει· ἂν μάθῃ καταφρονεῖν, πάντα ἀπολλύει. Τὸ τοίνυν ἥμερον τὸ ἐν σοὶ μὴ ἀναλισκέτω, ἀλλὰ φυλαττέτω ὁ θυμὸς καὶ πῖον ποιείτω· φυλάξει δὲ, καὶ ἐν ἀσφαλείᾳ πολλῇ νέμεσθαι καταστήσει, ἂν τοὺς μιαροὺς λογισμοὺς καὶ τοὺς πονηροὺς καταναλίσκῃ, ἂν τὸν διάβολον διώκῃ πανταχόθεν. Οὕτως ἐπιείκεια διασώζεται, ὅταν μηδαμοῦ τῷ πλησίον κακόν τι λογιζώμεθα· οὕτως αἰδέσιμοι γινόμεθα, ὅταν μὴ μανθάνωμεν ἀναισχυντεῖν. Οὐδὲν γὰρ οὕτως ἀναίσχυντον ποιεῖ, ὡς πονηρὸν συνειδός. ∆ιὰ τί αἱ πόρναι ἀναίσχυντοί εἰσι; διὰ τί αἱ παρθένοι αἰσχυντηλαί; Οὐκ ἀπὸ τῆς ἁμαρτίας ἐκεῖναι; οὐκ ἀπὸ τῆς σωφροσύνης αὗται; Οὐδὲν γὰρ οὕτως ἀναίσχυντον ποιεῖ, ὡς ἁμαρτία. Καὶ μὴν τοὐναντίον, φησὶ, κατ[αν]αισχύνει. Ναὶ τὸν καταγνόντα ἑαυτοῦ· τὸν δὲ ἀπηρυθριασμένον, καὶ ἰταμώτερον ἐργάζεται· ὁ γὰρ ἀπογνοὺς ἑαυτοῦ, θρασὺς γίνεται. Ἀσεβὴς γὰρ, φησὶν, ἐλθὼν εἰς βάθος κακῶν, καταφρονεῖ. Ὁ δὲ ἀναίσχυντος, καὶ ἰταμὸς ἂν εἴη· ὁ δὲ ἰταμὸς, καὶ θρασύς. Βούλει μαθεῖν πότε ἀναλίσκεται ἐπιείκεια; Ὅταν πονηροὶ λογισμοὶ αὐτὴν διαμασῶνται. Ἀλλ' εἰ καὶ τοῦτο συμβαίνει, ὅτι μὴ ὁ κύων ἕστηκε μέγα ὑλακτῶν, οὐδὲ οὕτως ἀπογινώσκειν χρή. Ἔστι γὰρ ἡμῖν καὶ σφενδόνη καὶ λίθος (ἴστε τὸ λεγόμενον)· ἔστιν ἡμῖν καὶ δόρυ, καὶ μάνδρα, καὶ σηκὸς, ἐν ᾧ φυλάξομεν τοὺς λογισμοὺς ἀσινεῖς. Ἂν ὁ κύων σαίνῃ μὲν τὰ πρόβατα, ἀγριαίνῃ δὲ κατὰ τῶν ἔξω καὶ ἀγρυπνῇ, τοῦτο ἀρετὴ κυνός· κἂν λιμώττῃ, μὴ γεύεσθαι τῶν προβάτων· κἂν ἐν πλησμονῇ ᾖ, μὴ φείδεσθαι τῶν λύκων. Τοιοῦτον καὶ ὁ θυμός· κἂν δάκνηται, τῆς ἐπιεικείας μὴ ἀφίστασθαι· κἂν ἐν ἡσυχίᾳ ᾖ, διεγείρεσθαι πρὸς τοὺς πονηροὺς λογισμούς· καὶ τὸ μὲν οἰκεῖον καὶ πλῆττον μὴ καταλιμπάνειν, ἀλλ' ἐπιγινώσκειν, τὸ δὲ ἀλλότριον καὶ σαῖνον λυμαίνεσθαι. Σαίνει ὁ διάβολος πολλάκις ὡς ὁ κύων, ἀλλὰ γνώτω πᾶς, ὅτι ἀλλότριός ἐστιν. Οὕτω δὴ καὶ ἡμεῖς τὴν ἀρετὴν, κἂν λυπῇ, σαίνωμεν· καὶ τὴν κακίαν, κἂν εὐφραίνῃ, ἀποστρεφώμεθα. Μὴ γενώμεθα χείρους τῶν κυνῶν, οἳ μαστιζόμενοι καὶ ἀγχόμενοι οὐκ ἀφίστανται. Ἂν δὲ αὐτοὺς καὶ τρέφῃ ὁ ἀλλότριος, πῶς οὐ μᾶλλον βλάψουσιν; Ἔστιν ὅτε χρήσιμος ὁ θυμὸς, ἀλλ' ὅταν ὑλακτῇ κατὰ τῶν ἀλλοτρίων. Τί ἐστιν, Ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ; Ἀντὶ τοῦ, Μὴ ἄμυνε σαυτῷ, μηδὲ ἐκδίκει ἂν ἕτερον ἴδῃς ἀπολλύμενον, ὄρεξον χεῖρα. Οὐκ ἔτι θυμὸς λοιπὸν τοῦτό ἐστιν, ὅταν τῆς οἰκείας συμπαθείας ἀπηλλαγμένος ᾖς. Ἔλαβεν ὁ ∆αυῒδ τὸν Σαοὺλ, καὶ οὐκ ἐθυμώθη, οὐδὲ ἐνέπηξε τὸ δόρυ, τὸν ἐχθρὸν λαβὼν, ἀλλ' ἠμύνατο τὸν διάβολον. Ὁ Μωϋσῆς, ὅτε μὲν ἀλλότριον ἀδικοῦντα εἶδε, καὶ ἀνεῖλεν· ὅτε δὲ οἰκεῖον, οὐκ ἔτι· ἀλλὰ τοὺς μὲν ἀδελφοὺς κατήλλαττεν, ἐκείνους δὲ καὶ ἀπωθεῖτο. Καίτοι πραότατον αὐτὸν ἡ Γραφὴ μαρτυρεῖ, ἀλλ' ὅμως ἦν καὶ διεγηγερμένος. Ἀλλ' οὐχ ἡμεῖς· ἀλλ' ἔνθα μὲν πραότητα ἐπιδείκνυσθαι χρὴ, πάντων θηρίων ἐσμὲν ἀγριώτεροι· ἔνθα δὲ διεγερθῆναι, πάντων νωθέστεροι καὶ ὑπνηλότεροι. Ἐπεὶ οὖν οὐκ εἰς δέον κεχρήμεθα τοῖς ἐν ἡμῖν, διά τοι τοῦτο καὶ εἰς οὐδὲν δέον ὁ βίος ἡμῖν ἀνάλωται. Οὕτω καὶ ἐν σκεύεσιν, ἐὰν ἄλλῳ ἄλλως χρήσηταί τις, τὰ πάντα ἀπόλλυσιν· οἷον ἂν μάχαιραν λαβών τις, ἔνθα αὐτῇ χρῆσθαι δεῖ, μὴ χρῷτο, ἀλλὰ τῇ χειρὶ τοῦτο ποιοῖ, οὐδὲν πλέον ἐργάσεται· ὥσπερ καὶ ὁ ἔνθα τῇ χειρὶ χρήσασθαι χρὴ, τὴν μάχαιραν μεταχειρίζων, πάντα ἂν ἀπολέσειεν. Οὕτω δὴ καὶ ἰατρὸς, ἔνθα ἂν τέμνειν δέῃ, μὴ τέμνων, καὶ ἔνθα ἂν μὴ χρὴ, τέμνων, πάντα διαφθείρει. ∆ιὸ παρακαλῶ, ἡμεῖς εἰς καιρὸν χρώμεθα τῷ πράγματι. Θυμοῦ γὰρ καιρὸς οὐδαμοῦ, ὅταν ἑαυτοῖς βοηθῶμεν· ἂν δὲ ἑτέρους διορθῶσαι χρὴ, τότε μάλιστα αὐτῷ χρῆσθαι δεῖ, ἵνα ἑτέρους ἐξαρπάσωμεν. Οὕτω καὶ ἰσόθεοι ἐσόμεθα, τὸ ἀόργητον πανταχοῦ διατηροῦντες, καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ
ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΙΗʹ. Ἀκούοντες δὲ ταῦτα, διεπρίοντο ταῖς καρδίαις αὐτῶν, καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ' αὐτόν.
αʹ. Πῶς οὐκ ἔλαβον ἐκ τῶν εἰρημένων ἀφορμὴν εἰς τὸ ἀνελεῖν αὐτὸν, ἀλλ' ἔτι μαίνονται καὶ ζητοῦσιν αἰτίαν, θαυμάσαι ἄξιον. Οὕτως ἀεὶ ἐν κακοῖς εἰσιν οἱ ἀδικοῦντες. Καθάπερ οὖν οἱ ἀρχιερεῖς ἀποροῦντες ἔλεγον· Τί ποιήσομεν τοῖς ἀνθρώποις τούτοις; οὕτω δὴ καὶ οὗτοι διαπρίονται. Καὶ μὴν ὁ θυμωθῆναι ὀφείλων ἐκεῖνος ἦν, ὁ μηδὲν μὲν ἀδικήσας, τὰ δὲ τῶν ἠδικηκότων παθὼν καὶ συκοφαντούμενος. Ἀλλ' οἱ συκοφάνται μᾶλλον ἐλέγχονται καὶ ταύτῃ· οὕτως ἀληθὲς, ὅπερ ἀεὶ ἔλεγον, ὅτι Τὸ ποιεῖν κακῶς, τοῦτό ἐστι τὸ πάσχειν κακῶς. Καίτοι αὐτὸς οὐδὲν ἐσυκοφάντησεν, ἀλλ' ἀπέδειξεν. Οὕτως, ὅταν ὑβριζώμεθα ἐν οἷς οὐ συνοίδαμεν, οὐδὲν πάσχομεν. Ἐβούλοντο μὲν οὖν ἀνελεῖν· ἀλλ' οὐ ποιοῦσι τοῦτο, αἰτίαν θέλοντες εὔλογον περιθεῖναι τῷ τολμήματι. Τί οὖν; ἡ ὕβρις οὐκ ἦν εὔλογος; Οὐκ ἦν αὐτοῦ ἡ ὕβρις, ἀλλὰ τοῦ προφήτου κατηγορία· ἢ ἑκόντες καὶ ἀνεβάλλοντο, ὥστε μὴ δόξαι διὰ τὰ εἰς αὐτοὺς αὐτὸν ἀνελεῖν, ὥσπερ οὖν καὶ τὸν Χριστὸν, ἀλλὰ δι' ἀσέβειαν. Τοῦτο δὲ εὐσεβείας ἦν τὸ ῥῆμα. ∆ιὸ μετὰ τοῦ ἀνελεῖν ἐπιχειροῦντες καὶ τὴν δόξαν αὐτοῦ βλάψαι, διεπρίοντο. Ἐφοβοῦντο γὰρ, μὴ πάλιν καινόν τι περὶ αὐτὸν ἄλλο γένηται. Εἶτα, ὅπερ ἐπὶ τοῦ Χριστοῦ ποιοῦσι, τοῦτο καὶ ἐπὶ τοῦ Στεφάνου· καὶ καθάπερ ἐκεῖ, ἐπειδὴ εἶπεν, Ὄψεσθε ἐκ δεξιῶν τῆς δυνάμεως τὸν Υἱὸν τοῦ ἀνθρώπου καθήμενον, βλασφημίαν τὸ πρᾶγμα ἔλεγον καὶ μάρτυρας τοὺς ὄχλους ἐποίουν· οὕτω δὴ καὶ ἐνταῦθα. Ἐκεῖ διέῤῥηξαν τὰ ἱμάτια· ὧδε τὰ ὦτα συνέσχον. Ὑπάρχων δὲ πλήρης Πνεύματος ἁγίου, ἀτενίσας εἰς τὸν οὐρανὸν, εἶδε δόξαν Θεοῦ, καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ, καὶ εἶπεν· Ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους, καὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ Θεοῦ. Κράξαντες δὲ φωνῇ μεγάλῃ, συνέσχον τὰ ὦτα αὐτῶν, καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπ' αὐτόν. Καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως, ἐλιθοβόλουν. Καὶ μὴν εἰ ἐψεύδετο, ὡς μαινόμενον ἔδει ἀφεῖναι. Ὁ δὲ οὕτως εἶπε, βουλόμενος αὐτοὺς ἐπαγαγέσθαι. Καὶ ἐπειδὴ εἰπὼν περὶ τοῦ θανάτου μόνον, περὶ ἀναστάσεως οὐδὲν διελέχθη, καὶ τοῦτο λοιπὸν εὐκαίρως προστίθησι τὸ δόγμα. Οὕτω δὲ αὐτῷ λέγει φανῆναι, ὥς που διέξεισιν, ἵνα κἂν οὕτω δέξωνται τὸν λόγον, ὃς, ἐπεὶ τὸ εἰπεῖν καθῆσθαι φορτικὸν αὐτοῖς ἦν, τέως τὸν περὶ τῆς ἀναστάσεως κινεῖ λόγον, καί φησιν αὐτὸν ἵστασθαι. Ἀπὸ τούτου στοχάζομαι καὶ τὸ πρόσωπον αὐτοῦ δεδοξάσθαι. Ὁ γὰρ Θεὸς φιλάνθρωπος ὢν, δι' ὧν ἐπεβουλεύοντο ἐκεῖνοι, δι' αὐτῶν ἐβούλετο αὐτοὺς ἐκκαλέσασθαι, εἰ καὶ μηδὲν πλέον ἐγένετο, Καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως, ἐλιθοβόλουν. Πάλιν ἔξω τῆς πόλεως ὁ θάνατος, ὥσπερ ἐπὶ τοῦ Χριστοῦ, καὶ ἐν αὐτῷ τῷ θανάτῳ ἡ ὁμολογία καὶ τὸ κήρυγμα διαγγελλόμενον. Καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια αὐτῶν παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου, καὶ ἐλιθοβόλουν τὸν Στέφανον ἐπικαλούμενον [τὸν Θεὸν], καὶ λέγοντα· Κύριε Ἰησοῦ Χριστὲ, δέξαι τὸ πνεῦμά μου.
∆εικνύοντος ὁμοῦ τοῦτο καὶ διδάσκοντος αὐτούς ἐστιν, ὅτι οὐκ ἀπόλλυται. Καὶ θεὶς τὰ γόνατα, ἔκραξε φωνῇ μεγάλῃ· Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Ὥσπερ ἀπολογούμενος, ὅτι οὐδὲ τὰ πρότερα θυμοῦ ἦν, φησί· Κύριε· ἢ καὶ βουλόμενος αὐτοὺς ταύτῃ ἐπισπάσασθαι. Τὸ γὰρ ἀφεῖναι μὲν τὸν θυμὸν καὶ τὴν ὀργὴν τῷ φόνῳ, καθαρὰν δεῖξαι δὲ τὴν ψυχὴν τοῦ πάθους, εὐπαράδεκτον ἐποίει τὸν λόγον. Σαῦλος δὲ ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ. Ἐγίνετο δὲ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διωγμὸς μέγας ἐπὶ τὴν Ἐκκλησίαν τὴν ἐν Ἱεροσολύμοις. Οὐχ ἁπλῶς οὗτος ὁ διωγμὸς, ἀλλ' οἰκονομικῶς δοκεῖ μοι συμβῆναι. Καὶ πάντες διεσπάρησαν κατὰ τὴν χώραν τῆς Ἰουδαίας καὶ Σαμαρείας, πλὴν τῶν ἀποστόλων. Ὁρᾷς, πῶς πάλιν πειρασμοὺς συγχωρεῖ ὁ Θεὸς γίνεσθαι; Ἀλλ' ἴδε μοι ἐντεῦθεν, καὶ ὅπως οἰκονομεῖται τὰ πράγματα. Ἐθαυμάσθησαν διὰ τὰ σημεῖα, μαστιχθέντες οὐδὲν ἔπαθον, κατέστησαν ἐπὶ τῶν χωρῶν, ηὔξετο ὁ λόγος· λοιπὸν συγχωρεῖ κώλυμα γενέσθαι μέγα. Καὶ γίνεται διωγμὸς οὐχ ὁ τυχὼν, ὥστε ὁμοῦ καὶ τούτους φυγεῖν (ἐφοβοῦντο γὰρ θρασυτέρους αὐτοὺς γενομένους), καὶ πᾶσι δῆλον ὑπάρξαι, ὅτι ἄνθρωποι ἦσαν οἱ φοβούμενοι καὶ φεύγοντες. Ἵνα γὰρ μὴ σὺ μετὰ ταῦτα λέγῃς, ὅτι χάριτι μόνον κατώρθουν, κἂν ἐδιώκοντο· καὶ αὐτοὶ δειλότεροι γεγόνασι, καὶ ἐκεῖνοι θρασύτεροι. Καὶ πάντες διεσπάρησαν, πλὴν τῶν ἀποστόλων, φησί. Οὐκ ἄρα μάτην ἔλεγον, ὅτι οἰκονομίας ὁ διωγμὸς ἦν· εἰ μὴ γὰρ γέγονεν, οὐκ ἂν οἱ μαθηταὶ διεσπάρησαν. Συνεκόμισαν δὲ τὸν Στέφανον ἄνδρες εὐλαβεῖς, καὶ ἐποιήσαντο κοπετὸν μέγαν ἐπ' αὐτῷ. Ἢ οὔπω ἦσαν τέλειοι, ἢ ὅτι ἐπίχαρις ἦν καὶ αἰδέσιμος· διὸ καὶ κόπτονται αὐτόν. Ἅμα δὲ τοῦτο δείκνυσι καὶ ἀνθρώπους αὐτοὺς ὄντας, οὐχὶ ὁ φόβος μόνον, ἀλλὰ καὶ ἡ λύπη καὶ ὁ κοπετός
βʹ. Τίς γὰρ οὐκ ἂν ἔκλαυσεν ὁρῶν τὸν ἥμερον ἐκεῖνον, τὸ ἀρνίον, λιθόλευστον γενόμενον καὶ κείμενον νεκρόν; Ἱκανὸν αὐτοῦ ἐπιτάφιον διεξῆλθεν ὁ εὐαγγελιστὴς, Καὶ θεὶς τὰ γόνατα, εἰπὼν, καὶ κράξας φωνῇ μεγάλῃ. Καὶ ἐποίησαν κοπετὸν μέγαν ἐπ' αὐτῷ. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ εἰρημένα, Ὑπάρχων πλήρης Πνεύματος ἁγίου, ἀτενίσας εἰς τὸν οὐρανὸν, εἶδε δόξαν Θεοῦ, καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ, καὶ εἶπεν· Ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους. Καὶ συνέσχον τὰ ὦτα αὐτῶν, καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπ' αὐτόν. Καίτοι ποῦ ταῦτα κατηγορίας ἄξια; Ἀλλ' ὅμως τὸν σημεῖα τοιαῦτα τῷ λόγῳ ἐργασάμενον, τὸν πάντων κρατοῦντα τῷ λόγῳ, τὸν τοιαῦτα διαλεγόμενον, λαβόντες ὥσπερ ἐβούλοντο, οὕτω τὸν θυμὸν τὸν ἑαυτῶν ἐπλήρουν. Οἱ δὲ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια αὐτῶν παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου. Ὅρα, πῶς ἀκριβῶς τὰ περὶ τοῦ Παύλου διηγεῖται, ἵνα σοι δείξῃ τὸ ἐπ' αὐτῷ ἔργον Θεοῦ γενόμενον μετὰ ταῦτα. Τέως δὲ οὐ μόνον ἐκεῖνος οὐ πιστεύει, ἀλλὰ καὶ μυρίαις αὐτὸν χερσὶ βάλλει τῶν φονέων· διὸ καὶ τοῦτο δηλῶν λέγει· Σαῦλος δὲ ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ. Οὐχ ἁπλῶς δὲ εὔχεται ὁ μακάριος οὗτος, ἀλλὰ μετὰ προσοχῆς. Θεὶς γὰρ, φησὶ, τὰ γόνατα. Ὅθεν θεῖος αὐτοῦ καὶ ὁ θάνατος γέγονε· μέχρι γὰρ τούτου συγκεχώρητο ταῖς ψυχαῖς ἐν τῷ ᾅδῃ εἶναι. Πάντες δὲ διεσπάρησαν κατὰ τὰς χώρας τῆς Ἰουδαίας καὶ Σαμαρείας. Ἀδεῶς ἐπιμίγνυνται τῇ Σαμαρείᾳ λοιπὸν, οἱ ἀκούσαντες· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε. Πλὴν δὲ τῶν ἀποστόλων, λέγει· δεικνὺς, ὅτι καὶ ταύτῃ προσαγαγέσθαι βουλόμενοι τοὺς Ἰουδαίους τὴν πόλιν οὐκ ἀπέλιπον, ἢ καὶ ἑτέροις γενέσθαι θάρσους αἴτιοι. Σαῦλος δὲ ἐλυμαίνετο τὴν Ἐκκλησίαν κατὰ τοὺς οἴκους εἰσπορευόμενος, σύρων τε ἄνδρας τε καὶ γυναῖκας παρεδίδου εἰς φυλακήν. Πολλὴ ἡ μανία, τὸ καὶ μόνον αὐτὸν εἶναι, τὸ καὶ εἰς τοὺς οἴκους εἰσιέναι· οὕτω τὴν ψυχὴν αὐτοῦ ἔδωκεν ὑπὲρ τοῦ νόμου. Σύρων, φησὶν, ἄνδρας καὶ γυναῖκας. Ὅρα καὶ τὴν παῤῥησίαν, καὶ τὴν ὕβριν, καὶ τὴν μανίαν. Τοὺς ἐμπίπτοντας ἅπαντας μυρίοις διετίθει κακοῖς, ἅτε ἀπὸ τῆς σφαγῆς ταύτης θρασύτερος γεγονώς. Οἱ μὲν οὖν διασπαρέντες, διῆλθον εὐαγγελιζόμενοι τὸν λόγον. Φίλιππος δὲ κατελθὼν εἰς πόλιν τῆς Σαμαρείας, ἐκήρυσσεν αὐτοῖς τὸν Χριστόν. Προσεῖχόν τε οἱ ὄχλοι τοῖς λεγομένοις ὑπὸ τοῦ Φιλίππου ὁμοθυμαδὸν, ἐν τῷ ἀκούειν αὐτοὺς καὶ βλέπειν τὰ σημεῖα, ἃ ἐποίει. Πολλῶν γὰρ ἐχόντων πνεύματα ἀκάθαρτα, βοῶντα φωνῇ μεγάλῃ ἐξήρχετο· πολλοὶ δὲ καὶ παραλελυμένοι καὶ χωλοὶ ἐθεραπεύθησαν. Καὶ ἐγένετο χαρὰ μεγάλη ἐν τῇ πόλει ἐκείνῃ. Ἀνὴρ δέ τις ὀνόματι Σίμων προϋπῆρχεν ἐν τῇ πόλει, μαγεύων, καὶ ἐξιστῶν τὸ ἔθνος τῆς Σαμαρείας, λέγων εἶναί τινα ἑαυτὸν μέγαν· ᾧ προσεῖχον πάντες ἀπὸ μικροῦ ἕως μεγάλου, λέγοντες· Οὗτός ἐστιν ἡ δύναμις τοῦ Θεοῦ ἡ μεγάλη. Ἴδε μοι καὶ ἕτερον πειρασμὸν τὸν τοῦ Σίμωνος. Προσεῖχον δὲ αὐτῷ, φησὶ, οἱ ὄχλοι, διὰ τὸ ἱκανῷ χρόνῳ ταῖς μαγείαις ἐξεστηκέναι αὐτούς. Ὅτε δὲ ἐπίστευσαν τῷ Φιλίππῳ εὐαγγελιζομένῳ τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ καὶ τοῦ ὀνόματος Ἰησοῦ Χριστοῦ, ἐβαπτίζοντο ἄνδρες τε καὶ γυναῖκες. Ὁ δὲ Σίμων καὶ αὐτὸς ἐπίστευσε, καὶ βαπτισθεὶς, ἦν προσκαρτερῶν τῷ Φιλίππῳ. Θεωρῶν δὲ δυνάμεις μεγάλας καὶ σημεῖα γινόμενα, ἐξίστατο. Ἀκούσαντες δὲ οἱ ἐν Ἱεροσολύμοις ἀπόστολοι, ὅτι δέδεκται ἡ Σαμάρεια τὸν λόγον τοῦ Θεοῦ, ἀπέστειλαν πρὸς αὐτοὺς Πέτρον καὶ Ἰωάννην· οἵτινες καταβάντες προσηύξαντο περὶ αὐτῶν, ὅπως λάβωσι Πνεῦμα ἅγιον. Οὐδέπω γὰρ ἦν ἐπ' οὐδενὶ αὐτῶν ἐπιπεπτωκὸς, μόνον δὲ βεβαπτισμένοι ὑπῆρχον εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ. Τότε ἐπετίθουν τὰς χεῖρας ἐπ' αὐτοὺς, καὶ ἐλάμβανον Πνεῦμα ἅγιον. Ἰδὼν δὲ Σίμων, ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ Πνεῦμα τὸ ἅγιον, προσήνεγκεν αὐτοῖς χρήματα, λέγων· ∆ότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην, ἵνα ᾧ ἂν ἐπιθῶ τὰς χεῖρας, λαμβάνῃ Πνεῦμα ἅγιον. Πῶς οὖν, φησὶ, Πνεῦμα οὐκ ἔλαβον οὗτοι; Πνεῦμα ἔλαβον τὸ τῆς ἀφέσεως, τὸ δὲ τῶν σημείων οὔπω ἦσαν λαβόντες. Καὶ ὅτι τοῦτό ἐστι, καὶ τὸ τῶν σημείων Πνεῦμα οὐκ ἔλαβον, ὅρα, πῶς ἰδὼν ὁ Σίμων, προσῆλθε τοῦτο αἰτῶν. Εἰ καὶ ἐνίσχυσε δὲ τότε μάλιστα ὁ διωγμὸς, ὅμως ὁ Θεὸς πάλιν αὐτοὺς ἐξείλετο, ἐπιτειχίσας αὐτοῖς τὰ σημεῖα. Οὐ μὴν ὁ θάνατος δὲ Στεφάνου ἔσβεσεν ἐκείνων τὸν θυμὸν, ἀλλ' ἐπέτεινε μᾶλλον, διὸ καὶ σκορπίζονται οἱ διδάσκαλοι, ὥστε πλείονα γενέσθαι τὴν μαθητείαν. Ἀλλ' ὅρα καὶ πάλιν διαδεχόμενα αὐτοὺς τὰ χρηστὰ, καὶ ἐν χαρᾷ ὄντας. Χαρὰ γὰρ, φησὶν, ἐγένετο ἐν τῇ πόλει μεγάλη· καίτοι καὶ κοπετὸς ἐγένετο μέγας. Οὕτως εἴωθε ποιεῖν ἀεὶ ὁ Θεὸς, καὶ τοῖς λυπηροῖς τὰ εὐφραίνοντα μιγνύναι, ἵνα καὶ μᾶλλον θαυμάζηται. Ἀφ' ἱκανοῦ δὲ χρόνου τὸ νόσημα ἦν Σίμωνι· διὸ οὐδὲ οὕτως αὐτοῦ ἀπαλλάττεται. Πῶς δαὶ αὐτὸν καὶ ἐβάπτισεν; Ὥσπερ καὶ τὸν Ἰούδανὁ Χριστὸς ἐξελέξατο. Οὗτος θεωρῶν σημεῖα γινόμενα, ἐξίσταται μὲν, οὐ τολμᾷ δὲ τὴν χάριν τῶν σημείων αἰτῆσαι, ἐπειδὴ ᾔδει οὔπω λαβόντας οὐδὲ τοὺς ἄλλους. Πῶς οὖν αὐτὸν οὐκ ἀνεῖλον, ὥσπερ Ἀνανίαν καὶ Σάπφειραν; Ὅτι καὶ τὸ παλαιὸν ὁ τὰ ξύλα συλλέξας, ἀναιρεθεὶς εἰς ἑτέρων σωφρονισμὸν, οὐκέτι ἕτερος τὸ αὐτὸ πέπονθεν. Οὕτω καὶ νῦν Πέτρος ποιεῖ, καὶ κολάσας ἐκείνους, τοῦτον οὐ κολάζει, ἀλλά φησι πρὸς αὐτόν· Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι.
γʹ. Καὶ διὰ τί οὐκ ἦσαν οὗτοι λαβόντες Πνεῦμα ἅγιον βαπτισθέντες; Ἤτοι τῷ μὴ δοῦναι Φιλίππου τούτῳ τιμῶντος τάχα τοὺς ἀποστόλους· ἤτοι τῷ μὴ ἔχειν χάρισμα τοιοῦτον (τῶν ἑπτὰ γὰρ ἦν)· ὅπερ καὶ μᾶλλόν ἐστιν εἰπεῖν. Ὅθεν μοι δοκεῖ οὗτος ὁ Φίλιππος τῶν ἑπτὰ εἶναι, ὁ Στεφάνου δεύτερος.
∆ιὸ καὶ βαπτίζων. Πνεῦμα τοῖς βαπτιζομένοις οὐκ ἐδίδου· οὐδὲ γὰρ εἶχεν ἐξουσίαν· τοῦτο γὰρ τὸ δῶρον μόνων τῶν δώδεκα ἦν. Σκόπει δέ· Ἐκεῖνοι οὐκ ἐξῄεσαν, ᾠκονομήθη τούτους ἐξελθεῖν, οἳ καὶ ὑστέρουν τῆς χάριτος, διὰ τὸ μήπω λαβεῖν Πνεῦμα ἅγιον. ∆ύναμιν μὲν γὰρ ἔλαβον ποιεῖν σημεῖα, οὐχὶ δὲ καὶ Πνεῦμα διδόναι ἑτέροις. Ἄρα τοῦτο ἦν τῶν ἀποστόλων ἐξαίρετον· ὅθεν καὶ τοὺς κορυφαίους, οὐκ ἄλλους τινὰς, ἔστιν ἰδεῖν τοῦτο ποιοῦντας. Ἰδὼν δὲ, φησὶ, Σίμων, ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ Πνεῦμα τὸ ἅγιον. Οὐκ ἂν οὕτως εἶπεν, εἰ μὴ αἰσθητόν τι ἐγίνετο. Τοῦτο καὶ Παῦλος ἐποίησεν, ὅτε ταῖς γλώσσαις ἐλάλουν. Εἶδες τὴν μιαρίαν τοῦ Σίμωνος; Χρήματα προσήνεγκε· καίτοι οὐκ εἶδεν αὐτὸν χρημάτων αὐτὸ ποιοῦντα· ὥστε οὐκ ἦν ἀγνοίας τὸ πρᾶγμα, ἀλλὰ πειράζοντος καὶ βουλομένου κατηγορίᾳ περιβαλεῖν. ∆ιὰ τοῦτο καὶ ἀκούει· Οὐκ ἔστι σοι μερὶς, οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ· ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ἐναντίον τοῦ Θεοῦ. Πάλιν τὰ ἐν τῇ διανοίᾳ εἰς μέσον ἄγει, ἐπειδὴ ἐκεῖνος λανθάνειν ἐνόμιζε. Μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήθητι τοῦ Κυρίου, εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου. Εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας θεωρῶ σε ὄντα. Ἀποκριθεὶς δὲ Σίμων εἶπεν· ∆εήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Κύριον, ὅπως μηδὲν ἐπέλθῃ ἐπ' ἐμὲ ὧν εἰρήκατε. ∆έον ἀπὸ καρδίας μετανοῆσαι, δέον κλαῦσαι· ὁ δὲ ἀφοσιώσει μόνον τοῦτο ποιεῖ. Εἰ ἄρα ἀφεθήσεταί σοι. Τοῦτο εἶπεν, οὐχ ὡς οὐ συγχωρηθέντος ἂν αὐτῷ, εἰ ἔκλαυσεν, ἀλλ' ἔθος καὶ τοῖς προφήταις μόνον ἀπαγορεύειν, καὶ μὴ λέγειν· Ἐὰν δὲ τόδε ποιήσῃς, συγχωρήσεταί σοι· ἀλλ' ὅτι Πάντως ἔσται ἡ τιμωρία. Σὺ δέ μοι θαύμασον καὶ πῶς ἐν καιρῷ συμφορᾶς οὐκ ἀμελοῦσιν, ἀλλὰ τοῦ κηρύγματος ἔχονται· καὶ πῶς καθάπερ ἐπὶ Μωϋσέως ἀπὸ συγκρίσεως ἐγίνετο τὰ θαύματα· οὕτω δὴ καὶ ἐνταῦθα. Μαγεία ἦν, καὶ ὅμως φανερὰ ταῦτα τὰ σημεῖα ἦν, καίτοι οὐδένα ἔδει εἶναι ἐκεῖ δαιμονῶντα, εἴ γε ἱκανῷ χρόνῳ ἦν ταῖς μαγείαις ἐξιστῶν αὐτούς· ἐπεὶ δὲ πολλοὶ οἱ δαιμονῶντες, πολλοὶ οἱ παράλυτοι, ἐκεῖνα οὐκ ἀλήθεια ἦν. Οὗτος δὲ οὐχὶ σημείοις μόνον, ἀλλὰ καὶ λόγῳ αὐτοὺς προσήγετο, περὶ βασιλείας καὶ Χριστοῦ διαλεγόμενος. Ὁ δὲ Σίμων, φησὶ, βαπτισθεὶς, ἦν προσκαρτερῶν τῷ Φιλίππῳ. Οὐ πίστεως ἕνεκεν, ἀλλ' ὥστε γενέσθαι τοιοῦτος προσεκαρτέρει. Οἱ δὲ καταβάντες, προσηύξαντο περὶ αὐτῶν, ὅπως λάβωσι Πνεῦμα ἅγιον· οὐδέπω γὰρ ἦν ἐπ' οὐδενὶ αὐτῶν ἐπιπεπτωκός. Τότε ἐπετίθουν τὰς χεῖρας ἐπ' αὐτοὺς, καὶ ἐλάμβανον Πνεῦμα ἅγιον. Ὁρᾷς, ὅτι οὐχ ἁπλῶς, ἀλλὰ πολλῆς ἔδει δυνάμεως, ὥστε δοῦναι Πνεῦμα ἅγιον; Οὐ γάρ ἐστιν ἴσον ἀφέσεως τυχεῖν, καὶ λαβεῖν δύναμιν τοιαύτην. Θεασάμενος δὲ Σίμων, ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ Πνεῦμα τὸ ἅγιον, προσήνεγκεν αὐτοῖς χρήματα. Μὴ γὰρ τοὺς ἄλλους εἶδε τοῦτο ποιοῦντας; μὴ γὰρ Φίλιππον; μὴ γὰρ ἐνόμιζεν αὐτοὺς οὐκ εἰδέναι μεθ' οἵας διανοίας προσῄει; ∆ιὸ καλῶς Πέτρος καὶ δωρεὰν καλεῖ τὸ πρᾶγμα, λέγων· Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι. Ὁρᾷς πανταχοῦ καθαροὺς αὐτοὺς χρημάτων ὄντας; Οὐκ ἔστι σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ· ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ἐνώπιον τοῦ Θεοῦ. Ὥστε ἀπὸ τῆς κακίας πάντα ἔπραττε· καὶ μὴν ἀφελῆ ἔδει εἶναι. Μετανόησον οὖν. Εἰς γὰρ χολὴν πικρίας, καὶ σύνδεσμον ἀδικίας θεωρῶ σε ὄντα. Πολλοῦ θυμοῦ τὰ ῥήματα. Οὐ κολάζει δὲ αὐτὸν, ἵνα μὴ λοιπὸν ἀνάγκης ἡ πίστις ᾖ, ἵνα μὴ τὸ πρᾶγμα ὠμὸν εἶναι δόξῃ, ἵνα τὰ τῆς μετανοίας εἰσαγάγῃ· ἢ καὶ ὅτι ἤρκει εἰς διόρθωσιν τὸ ἐλέγξαι, τὸ τὰ ἐν τῇ καρδίᾳ εἰπεῖν, τὸ ἐκεῖνον ὁμολογῆσαι, ὅτι ἑάλω. Τῷ γὰρ εἰπεῖν, ὅτι ∆εήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ, τοῦτό ἐστιν ὁμολογοῦντος ὁμοῦ καὶ δεικνύντος. Ὅρα πῶς, καίτοι μιαρὸς ὢν, ὅμως, ὅτε ἠλέγχθη, τότε ἐπίστευσεν, ὥσπερ καὶ ταπεινὸς γέγονεν, ὅτε πάλιν ἠλέγχθη. Θεωρῶν σημεῖα γινόμενα ἐξίστατο, δεικνὺς τὸ πᾶν ψεῦδος. Οὐ, Προσῆλθεν, εἶπεν, ἀλλ', Ἐξίστατο. Καὶ τί δήποτε ἐκεῖνο εὐθὺς οὐ ποιεῖ; Ἐνόμιζε δύνασθαι λανθάνειν, ἐνόμιζε τέχνην εἶναι τὸ πρᾶγμα· ἐπειδὴ δὲ οὐκ ἴσχυσε λαθεῖν τοὺς ἀποστόλους, προσῆλθε. Πολλῶν γὰρ ἐχόντων πνεύματα ἀκάθαρτα, βοῶντα φωνῇ μεγάλῃ ἐξήρχετο. Τοῦτο τοῦ ἐξελθεῖν σημεῖον φανερὸν, τὰ δὲ τῶν μάγων ἀπεναντίας· μᾶλλον γὰρ ἐκεῖνοι καὶ ἐδέσμουν. Πολλοί τε παραλελυμένοι καὶ χωλοὶ ἐθεραπεύθησαν. Οὐκ ἦν ἐνταῦθα ἀπάτη· περιπατῆσαι γὰρ ἔδει καὶ ἐνεργῆσαι. Προσεῖχον δὲ αὐτῷ πάντες, λέγοντες· Οὗτός ἐστιν ἡ δύναμις τοῦ Θεοῦ. Ἐνταῦθα πληροῦται τὸ παρὰ τοῦ Χριστοῦ εἰρημένον· Πολλοὶ ἐλεύσονται ψευδόχριστοι καὶ ψευδοπροφῆται ἐπὶ τῷ ὀνόματί μου. ∆ιὰ τί δὲ οὐκ εὐθέως αὐτὸν ἤλεγξαν; Ἠρκέσθησαν τῷ καταγνῶναι αὐτὸν ἑαυτοῦ· καὶ γὰρ καὶ τοῦτο διδασκαλίας ἦν. Ἐπειδὴ δὲ ἀντιστῆναι οὐκ ἴσχυσεν, ὑποκρίνεται ὥσπερ καὶ οἱ μάγοι, ὅτε ἔλεγον· Τοῦτο δάκτυλός ἐστι Θεοῦ. Ἵνα δὲ μὴ καὶ ἀπελαθῇ πάλιν, διὰ τοῦτο καὶ προσεκαρτέρει τῷ Φιλίππῳ, καὶ οὐκ ἐχωρίζετο.
δʹ. Σὺ δέ μοι σκόπει, ὅσα οἰκονομεῖται διὰ τοῦ θανάτου τοῦ Στεφάνου. ∆ιασπείρονται κατὰ τὰς χώρας τῆς Ἰουδαίας καὶ Σαμαρείας, εὐαγγελίζονται τὸν λόγον, κηρύσσουσι τὸν Χριστὸν, σημεῖα ἐπιτελοῦσι, κατὰ μικρὸν λαμβάνουσι τὴν δωρεὰν οὗτοι. Τοῦτο διπλοῦν σημεῖον ἦν· τό τε γὰρ ἐκείνοις δοῦναι, τό τε τούτῳ μὴ δοῦναι, σημεῖον μέγιστον ἦν. Οἱ μὲν οὖν διαμαρτυράμενοι καὶ λαλήσαντες τὸν λόγον τοῦ Κυρίου, ὑπέστρεψαν εἰς Ἱεροσόλυμα, καὶ πολλὰς κώμας τῶν Σαμαρειτῶν εὐηγγελίσαντο. Καλῶς οὕτως εἶπε· ∆ιαμαρτυράμενοι. ∆ιαμαρτύρονται γὰρ ἴσως δι' αὐτὸν, ἵνα μὴ ἀπατῶνται, ἵνα λοιπὸν ἐν ἀσφαλείᾳ ὦσιν, ἵνα μὴ ἐξ ἀπειρίας πολλάκις συναρπαγῶσιν. Ὑπέστρεψαν εἰς Ἱεροσόλυμα. ∆ιὰ τί πάλιν ἀπίασιν ἐκεῖ, ἔνθα ἡ τυραννὶς ἦν, ἔνθα ἡ ἀρχὴ τῶν κακῶν, ἔνθα οἱ μάλιστα φονῶντες; Καθάπερ ἐν τοῖς πολέμοις οἱ στρατηγοὶ ποιοῦσι, καὶ τὸ πονοῦν τοῦ πολέμου μέρος καταλαμβάνουσι· τὸ αὐτὸ καὶ οὗτοι ἐργάζονται. Ὅρα πάλιν οὐχὶ προηγουμένως ἐρχομένους εἰς Σαμάρειαν, ἀλλὰ διωκομένους τοὺς μαθητὰς, ὡς καὶ ἐπὶ τοῦ Χριστοῦ, καὶ τοὺς ἀποστόλους πρὸς τοὺς πιστεύσαντας ἤδη τῶν Σαμαρειτῶν λοιπὸν ἐξαποστελλομένους. Ἀκούσαντες δὲ, φησὶν, οἱ ἐν Ἱεροσολύμοις ἀπόστολοι, ἀπέστειλαν πρὸς αὐτοὺς Πέτρον καὶ Ἰωάννην. Τί δήποτε ἀποστέλλονται; Ὥστε ἀπαλλάξαι μαγείας αὐτοὺς, ὥστε τῆς διδαχῆς ἀναμνῆσαι, ἣν παρὰ Χριστοῦ ἔμαθον, ὅτε πρῶτον ἐπίστευσαν. ∆έον οὖν τοὐναντίον αἰτῆσαι, ἵνα λάβῃ Πνεῦμα ἅγιον· ὁ δὲ, ἐπειδὴ οὐκ ἔμελεν αὐτῷ τούτου, ἵνα διδῷ ἑτέροις αἰτεῖ. Καίτοι ἐκεῖνοι οὐκ ἔλαβον τοῦτο ὥστε διδόναι· ἀλλ' ἤθελεν οὗτος Φιλίππου γενέσθαι λαμπρότερος, ὁ ἐν τοῖς μαθηταῖς ὤν. Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν. Οὐκ ἐπαρωμένου ταῦτά ἐστιν, ἀλλὰ παιδεύοντος. Ἐπειδὴ γὰρ εἰς δέον αὐτῷ οὐκ ἐχρήσατο, Σοὶ, φησίν, ἔστω τῷ τοιούτῳ. Ὡς ἂν εἴποι τις· Συναπόλοιτο μετὰ τῆς προαιρέσεώς σου, ὅτι οὕτω μικρὰ φρονεῖς περὶ τῆς δωρεᾶς τοῦ Θεοῦ, ὅτι προσεδόκησας ὅλως ἀνθρώπινον εἶναι τὸ πρᾶγμα· οὐκ ἔστι τοῦτο. Εἰ γοῦν προσῆλθεν, ὡς ἔδει προσελθεῖν, κἂν ἀπεδέχθη, κἂν ὡς λοιμὸς οὐκ ἠλάθη. Ὁρᾷς, ὅτι ὁ μικρὰ περὶ μεγάλων φανταζόμενος διπλᾶ ἁμαρτάνει; ∆ύο τοίνυν αὐτῷ κελεύει· Μετανόησον καὶ δεήθητι, εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου. Οὕτως ἦν ἐπινοήσας τι πονηρόν. ∆ιὰ τοῦτο καὶ εἶπεν, Εἰ ἄρα ἀφεθήσεταί σοι, ὅτι ᾔδει ἀδιόρθωτον ὄντα. Ὁ δὲ πάλιν δέδοικε τὸ πλῆθος, καὶ φοβεῖται ἀρνήσασθαι. Καίτοι εἰ μὴ ἐθορυβήθη, εἶπεν ἂν, ὅτι Οὐκ ᾔδειν, ὅτι ἀφελῶς ἐποίησα· ἀλλ' ἐξεπλάγη, πρώτῳ μὲν ἐκείνῳ, ὅτι ἑάλω τοῖς σημείοις· δευτέρῳ δὲ τούτῳ, τῷ τὰ ἐν τῇ διανοίᾳ αὐτοῦ φανερὰ γενέσθαι. ∆ιὰ τοῦτο μακρὰν καὶ ἀπῄει λοιπὸν εἰς τὴν Ῥώμην, ὡς οὐ φθάνοντος ἐκεῖ τοῦ Ἀποστόλου. Πολλάς τε, φησὶ, κώμας τῶν Σαμαρειτῶν εὐηγγελίσαντο. Ὅρα, πῶς καὶ αἱ ὁδοὶ αὐτοῖς ἔμπρακτοι ἦσαν· ἀλλ' οὐχὶ ἁπλῶς ἐποιοῦντο αὐτάς. Τοιαύτας καὶ ἡμᾶς ἀποδημίας ἔδει ποιεῖσθαι. Καὶ τί λέγω ἀποδημίας; Πολλοὶ κώμας ἔχουσι καὶ χωρία, καὶ οὐ μέλει αὐτοῖς, οὐδὲ ποιοῦνταί τινα λόγον· ἀλλ' ὅπως μὲν βαλανεῖον γένοιτο, καὶ ὅπως τὰ τιμήματα ἐπιταθείη, καὶ ὅπως αὐλαὶ, καὶ ὅπως οἰκοδομήματα κατασκευασθείη, πολλὴν σπουδὴν ποιοῦνται· ὅπως δὲ ψυχαὶ γεωργηθεῖεν, οὐκέτι. Καὶ σὺ μὲν, ἂν ἀκάνθας παρὰ τὴν ἄρουραν ἴδῃς, τέμνεις, καίεις, ἀφανίζεις, ὥστε τὴν γῆν ἀπαλλάξαι τῆς ἐντεῦθεν λύμης· ὁρῶν αὐτοὺς δὲ τοὺς γεωργοὺς ἀκανθῶν γέμοντας, καὶ οὐκ ἐκτέμνων, οὐ δέδοικας καὶ φρίττεις, εἰπέ μοι, τὸν μέλλοντά σε καὶ ὑπὲρ τούτων ἀπαιτεῖν λόγον; Οὐ γὰρ ἐχρῆν ἕκαστον τῶν πιστῶν ἐκκλησίαν οἰκοδομεῖν, διδάσκαλον λαμβάνειν πρὸς τὸ συναίρεσθαι, πρὸ πάντων τοῦτο σκοπεῖν, ὅπως ἅπαντες εἶεν Χριστιανοί; Πῶς, εἰπέ μοι, Χριστιανὸς ἔσται ὁ γεωργὸς, ὁρῶν σὲ οὕτως ἀμελοῦντα τῆς αὑτοῦ σωτηρίας; Οὐ δύνασαι ποιῆσαι σημεῖα καὶ πεῖσαι; Οἷς ἔχεις πεῖσον, φιλανθρωπίᾳ, προστασίᾳ, ἡμερότητι, κολακείᾳ, τοῖς ἄλλοις ἅπασι. Καὶ ἀγορὰς μὲν καὶ βαλανεῖα ποιοῦσιν οἱ πολλοὶ, ἐκκλησίας δὲ οὐχί· καὶ πάντα μᾶλλον, ἢ τοῦτο. ∆ιὸ παρακαλῶ καὶ ἀντιβολῶ καὶ χάριν αἰτῶ, μᾶλλον δὲ καὶ νόμον τίθημι, ὥστε μηδένα ὀφθῆναι ἔρημον ἐκκλησίας χωρίον ἔχοντα. Μή μοι εἴπῃς· Πλησίον ἐστὶν, ἐκ γειτόνων ἐστί· πολλή ἐστιν ἡ δαπάνη, οὐ πολλὴ ἡ πρόσοδος. Εἴ τι ἔχεις εἰς πένητας ἀναλῶσαι, ἐκεῖ ἀνάλωσον· βέλτιον ἐκεῖ, ἢ ἐνταῦθα· θρέψον διδάσκαλον, θρέψον διάκονον καὶ ἱερατικὸν σύστημα. Ὡσανεὶ γυναῖκα ἀγαγὼν ἢ νύμφην, ἢ δοὺς θυγατέρα, οὕτω τῇ Ἐκκλησίᾳ διάκεισο· προῖκα ἐπίδος αὐτῇ. Οὕτω σοι εὐλογίας τὸ χωρίον πληρωθήσεται. Τί γὰρ οὐκ ἔσται ἐκεῖ τῶν ἀγαθῶν; μικρὸν, εἰπέ μοι, τὸν ληνὸν εὐλογεῖσθαι; μικρὸν, ἐξ ὅλων τῶν καρπῶν τῶν σῶν τὸν Θεὸν πρότερον ἀπόμοιραν καὶ ἀπαρχὰς λαμβάνειν; Πρὸς εἰρήνην τῶν γεωργούντων τοῦτο χρήσιμον. Αἰδέσιμος ἔσται καὶ ὁ πρεσβύτερος λοιπὸν, καὶ πρὸς ἀσφάλειαν τοῦ χωρίου συμβαλεῖται τοῦτο. Εὐχαὶ ἐκεῖ διηνεκεῖς διὰ σὲ, ὕμνοι καὶ συνάξεις διὰ σὲ, προσφορὰ καθ' ἑκάστην Κυριακήν. Οἷόν ἐστιν εἰς θαῦμα μεῖζον, τοῦ τάφους μὲν ἑτέρους οἰκοδομῆσαι λαμπροὺς, ἵνα οἱ μετὰ ταῦτα ἀκούωσιν, ὅτι ὁ δεῖνα ᾠκοδόμησε, σὲ δὲ ἐκκλησίας ἀναστῆσαι Ἐννόησον, ὅτι μέχρι τῆς τοῦ Χριστοῦ παρουσίας σὺ τὸν μισθὸν ἕξεις ὁ ἀναστήσας θυσιαστήριον τοῦ Θεοῦ.
εʹ. Εἰπὲ γάρ μοι, εἰ βασιλεύς σοι ἐκέλευσεν οἰκοδομῆσαι οἰκίαν, ἵνα ἐκεῖ καταλύοι, οὐκ ἂν πάντα ἐποίησας; Νῦν οὖν βασίλειά ἐστι τοῦ Χριστοῦ, τῆς ἐκκλησίας ἡ οἰκοδομή. Μὴ τὸ ἀνάλωμα ἴδῃς, ἀλλὰ τὸν καρπὸν λόγισαι· γεωργοῦσιν ἐκεῖνοι τὴν γῆν, σὺ γεώργησον αὐτῶν τὰς ψυχάς·
φέρουσί σοι καρποὺς ἐκεῖνοι, σὺ εἰς τὸν οὐρανὸν αὐτοὺς ἀνάγαγε. Ὁ τὴν ἀρχὴν δοὺς, οὗτος καὶ τῶν ἄλλων αἴτιος πάντων. Ἄρα καὶ σὺ αἴτιος ἔσῃ τῶν κατηχουμένων ἐκεῖ, τῶν ἐν τοῖς χωρίοις τοῖς πλησίον. Καίτοι τὰ μὲν βαλανεῖα μαλακωτέρους ποιεῖ τοὺς γεωργοὺς, τὰ καπηλεῖα τρυφηλοτέρους· ἀλλ' ὅμως ποιεῖτε ταῦτα διὰ δόξαν. Αἱ ἀγοραὶ καὶ αἱ πανηγύρεις πάλιν ἰταμούς· τὰ δὲ ἐνταῦθα, πᾶν τοὐναντίον. Ἡλίκον γάρ ἐστιν ἰδεῖν πρεσβύτερον εἰς εἰκόνα βαδίζοντα τοῦ Ἀβραὰμ, πολιὸν, ἀνεζωσμένον καὶ σκάπτοντα καὶ αὐτουργοῦντα Τί τοῦ ἀγροῦ ποθεινότερον ἐκείνου; Ἐνταῦθα μείζων ἡ ἀρετή. Οὐκ ἔστιν ἀσέλγεια ἐκεῖ, ἀλλ' ἀπελήλαται· οὐκ ἔστι μέθη καὶ τρυφὴ, ἀλλ' ἐξώρισται· οὐκ ἔστι κενοδοξία, ἀλλ' ἔσβεσται· τὸ τῆς εὐνοίας πλέον ἐκεῖ διαλάμπει διὰ τὴν ἀφέλειαν. Οἷόν ἐστιν ἀπελθεῖν καὶ εἰσελθεῖν εἰς τὸν οἶκον τοῦ Θεοῦ, καὶ εἰδέναι, ὅτι αὐτὸς αὐτὸν ᾠκοδόμησε, καὶ ῥῖψαι ἑαυτὸν ὕπτιον, καὶ μετὰ τὴν αἰώραν τὴν σωματικὴν καὶ λυχνικοῖς καὶ ἑωθινοῖς ὕμνοις παραγενέσθαι, ὁμοτράπεζον ἔχειν τὸν ἱερέα, συνομιλοῦντα εὐλογίας ἀπολαύειν, ἑτέρους ὁρᾷν ἐρχομένους ἐκεῖ; Τοῦτο τεῖχος, τοῦτο ἀσφάλεια ἀγροῦ. Οὗτός ἐστιν ὁ ἀγρὸς περὶ οὗ φησιν Ὀσμὴ ἀγροῦ πλήρους, ὃν εὐλόγησε Κύριος. Εἰ καὶ χωρὶς τούτου καλὸς ὁ ἀγρὸς διὰ τὴν ἡσυχίαν, διὰ τὸ ἀπραγμοσύνης γέμειν· ὅταν καὶ τοῦτο ἔχῃ, τίνι οὐκ ἔσται ἴσος; Ἀγρὸς γὰρ ἐκκλησίαν ἔχων, τῷ παραδείσῳ ἔοικε τοῦ Θεοῦ. Οὐκ ἔστιν ἐκεῖ κραυγὴ, οὐκ ἔστι θόρυβος, οὐκ ἐχθροὶ διάφοροι, οὐχ αἱρέσεις· πάντας φίλους ἔστιν ἰδεῖν, τῶν αὐτῶν δογμάτων κοινωνούς. Ἄγει σε εἰς φιλοσοφίαν ἡ ἡσυχία· λαβών σε ἀπὸ τῆς φιλοσοφίας ταύτης ὁ πρεσβύτερος, θεραπεύσει εὐκόλως. Ἐνταῦθα μὲν γὰρ, ὅσα ἐὰν λέγωμεν, ἡ ἀγορὰ ἐκκρούει· ἐκεῖ δὲ ἅπερ ἂν ἀκούσῃς, πεπηγότα ἕξεις ἐν τῇ διανοίᾳ, ἕτερος ἐν τῷ ἀγρῷ ἔσῃ δι' ἐκείνου· καὶ ἐκείνων δὲ προστήσεται, καὶ ἔσται φύλαξ τῷ τε παρεῖναι, τῷ τε ῥυθμίζειν αὐτούς. Πόσον δέ ἐστι καὶ τὸ ἀνάλωμα, εἰπέ μοι; Ποίησον τέως μικρὸν οἶκον ἐν τάξει ναοῦ· ὁ μετὰ σὲ ποιήσει στοὰν, ὁ μετ' ἐκεῖνον ἕτερα προσθήσει, καὶ οὕτω σοὶ λογισθήσεται τὸ πᾶν. Σὺ δίδως μικρὸν, καὶ τοῦ παντὸς λαμβάνεις τὸν μισθόν. Οὐκοῦν ἀρχὴν ἐπίθες, θεμέλιον κατάβαλε· μᾶλλον δὲ ἀλλήλους παρακαλέσατε· ἅμιλλαν ποιήσασθε τοῦ πράγματος. Νῦν δὲ, ἔνθα μὲν ἄχυρα καὶ σῖτον καὶ πάντα τὰ τοιαῦτα ἀποθέσθαι δεῖ, εὐκόλως οἰκοδομοῦσιν· ἔνθα δὲ συλλεγῆναι χρὴ ψυχῶν γεννήματα, οὐδαμῶς φροντίζουσιν, ἀλλ' ἀναγκάζονται μυρίους σταδίους βαδίζειν, καὶ μακρὰς ἀποδημίας στέλλεσθαι, ἵνα εἰς ἐκκλησίαν ἀπίωσιν. Ὅσον δέ ἐστιν ἀγαθὸν μετὰ πολλῆς ἡσυχίας ἐν τῇ ἐκκλησίᾳ τὸν ἱερέα παραγίνεσθαι, ἵνα προσίῃ τῷ Θεῷ, καὶ λέγῃ ὑπὲρ τῆς κώμης καθ' ἑκάστην ἡμέραν, ὑπὲρ τοῦ κεκτημένου Μικρόν ἐστιν, εἰπέ μοι, τὸ καὶ ἐν ταῖς ἁγίαις ἀναφοραῖς ἀεὶ τὸ ὄνομά σου ἐγκεῖσθαι, καὶ καθ' ἑκάστην ἡμέραν ὑπὲρ τῆς κώμης εὐχὰς γίνεσθαι πρὸς τὸν Θεόν; πόσον σοι καὶ εἰς τὰ ἄλλα τοῦτο λυσιτελεῖ Συμβαίνει τινὰς ἐκ γειτόνων οἰκεῖν καὶ ἔχειν ἐπιτρόπους· πρὸς σὲ μὲν οὖν τὸν πένητα οὐκ ἀξιώσει τις ἐκείνων οὐδὲ ἐλθεῖν· τὸν δὲ πρεσβύτερον ἴσως καὶ καλέσει, καὶ τραπέζης κοινωνὸν ποιήσει. Ὁρᾷς, πόσα ἐντεῦθεν γενήσεται καλά; Πάσης ἔσται τέως ἡ κώμη πονηρᾶς ὑποψίας ἐλευθέρα· οὐδεὶς ἀνδροφονίας, οὐδεὶς κλοπῆς ἕνεκεν ἐγκαλέσει, οὐδεὶς τοιοῦτον οὐδὲν ὑποπτεύσει. Ἔχουσι καὶ ἑτέραν παραμυθίαν, ἂν νόσος παρακολουθήσῃ, ἂν θάνατος. Οὐχ ἁπλῶς οὐδὲ ὡς ἔτυχε καὶ αἱ φιλίαι γίνονται τῶν ἐκεῖ παρ' ἀλλήλοις ἰόντων· καὶ αἱ σύνοδοι δὲ γενήσονται πολλῷ τῶν ἐν ταῖς πανηγύρεσιν ἡδίους. Οὐ μόνον δὲ αἱ σύνοδοι, ἀλλὰ καὶ αὐτοὶ οἱ προεστῶτες διὰ τὸν πρεσβύτερον αἰδεσιμώτεροι ἔσονται. Πάντως ἀκούεις, ὅτι τὰ Ἱεροσόλυμα παρὰ τὰς ἄλλας πόλεις τιμιώτερα ἦν παρὰ τοῖς παλαιοῖς· ἀλλ' οὐχ ἁπλῶς, ἀλλὰ διὰ τὴν τότε κρατοῦσαν εὐσέβειαν. ∆ιὰ τοῦτο ἔνθα τιμᾶται Θεὸς, οὐδέν ἐστι πονηρόν· ὥσπερ πάλιν ἔνθα οὐ τιμᾶται, οὐδὲν ἀγαθόν. Πολλὴ ἀσφάλεια ἔσται καὶ παρὰ Θεῷ καὶ παρὰ ἀνθρώποις. Ναὶ παρακαλῶ, μὴ παρέργως, ἀλλὰ προθύμως τοῦ πράγματος ἀντιλάβεσθε. Εἰ γὰρ ὁ ἐξάγων τίμιον ἐξ ἀναξίου, ὡς στόμα τοῦ Θεοῦ ἔσται· ὁ τοσαύτας ψυχὰς τάς τε οὔσας, τάς τε ἐσομένας ἕως τῆς τοῦ Χριστοῦ παρουσίας ὠφελῶν καὶ ἀνακτώμενος, πόσης οὐκ ἀπολαύσεται εὐνοίας παρὰ τοῦ Θεοῦ Φρούριον κατασκεύασον κατὰ τοῦ διαβόλου· τοῦτο γάρ ἐστιν ἡ ἐκκλησία. Ἐκεῖθεν ὁρμάτωσαν αἱ χεῖρες εἰς κάματον· πρῶτον ἀνατεινέτωσαν αὐτὰς εἰς εὐχὰς, καὶ τότε ἀπίτωσαν εἰς τὴν ἐργασίαν. Οὕτως ἔσται αὐτοῖς ἰσχὺς σώματος, οὕτως ἔσται ἡ γεωργία πολλὴ, οὕτω πάντα ἐκτὸς ἔσται τὰ κακά. Οὐκ ἔστι τὴν ἡδονὴν τὴν ἐντεῦθεν λόγῳ παραστῆσαι, ἕως ἂν ἔργῳ μὴ γένηται. Μὴ τοῦτο ἴδῃς, ὅτι οὐδεμίαν ἔχει πρόσοδον· ὅλως εἰ οὕτω ποιεῖς, μὴ ποιήσῃς, εἰ μὴ νομίζεις πρόσοδον λαμβάνειν παντὸς τοῦ χωρίου μείζονα· εἰ μὴ οὕτω διάκεισαι, μηδὲ ἐργάσῃ· εἰ μὴ ὑπὲρ πάντα προστῆναί σου ὑπολαμβάνεις τὸ ἔργον τοῦτο. Τί τῆς προσόδου ταύτης μεῖζον, τοῦ εἰς τὴν ἅλω τὴν ἐν οὐρανῷ εἰσαγαγεῖν ψυχάς; Οἴμοι ὅτι οὐκ ἴστε πόσον ἐστὶ τὸ κερδᾶναι ψυχάς. Ἄκουε τί φησι πρὸς τὸν Πέτρον ὁ Χριστός· Εἰ φιλεῖς με, ποίμαινε τὰ πρόβατά μου. Εἰ βασιλικὰ πρόβατα θεασάμενος ἢ ἵππων ἀγέλην, παρὰ τὸ σηκὸν μὴ ἔχειν, εἰς ἐπιβουλὴν προκείμενα, λαβὼν αὐτὸς σηκόν τε ᾠκοδόμησας καὶ ἱππῶνα, ἢ καὶ ποιμένα ἐπέστησας, τίνι οὐκ ἄν σε ἠμείψατο ὁ βασιλεύς; Νῦν τὴν ποίμνην τοῦ Χρι στοῦ συνάγεις καὶ ποιμένα ἐφιστᾷς, καὶ οὐχ ἡγῇ μέγα τι ἐργάζεσθαι; Τί λέγω; Εἰ ὁ σκανδαλίζων καὶ ἕνα, ἀπειλὴν ἔχει τοσαύτην ὑποστῆναι τιμωρίαν· ὁ σώζων τοσούτους, εἰπέ μοι, οὐχὶ σωθήσεται; Εὔδηλον ὅτι. Ποίαν ἕξει γὰρ λοιπὸν ἁμαρτίαν, ἢ κἂν ἔχοι, οὐκ ἐξαλείφει ταύτην; Ἀπὸ τῆς τιμωρίας τοῦ σκανδαλίζοντος μάθε τὸ ἔπαθλον τοῦ σώζοντος. Εἰ μὴ περισπούδαστον ἦν τῷ Θεῷ καὶ μιᾶς ψυχῆς σωτηρία, οὐκ ἂν τοσαύτην ὀργὴν ἐποίησεν αὐτῷ ἡ ἀπώλεια. Ταῦτα οὖν εἰδότες, ἐχώμεθα ἤδη τοῦ ἔργου τούτου τοῦ πνευματικοῦ, καὶ ἐμὲ καλεσάτω ἕκαστος, καὶ ἡμεῖς συναντιληψόμεθα τὰ δυνατά. Καὶ εἰ μὲν τρεῖς εἶεν οἱ κεκτημένοι, ἐκ συνεισφορᾶς ποιείτωσαν· εἰ δὲ εἷς, καὶ τοὺς ἄλλους ἀναπείσει τοὺς πλησίον. Μόνον τοῦτο κατορθῶσαι σπουδάσατε, παρακαλῶ, ἵνα πάντοθεν εὐαρεστοῦντες τῷ Θεῷ, τῶν αἰωνίων ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
αʹ. Ἐμοὶ δοκεῖ ταῦτα ὢν ἐν Σαμαρείᾳ προστάττεσθαι, ὅτι ἀπὸ Ἱεροσολύμων οὐ πρὸς μεσημβρίαν τις ἄπεισιν, ἀλλὰ πρὸς ἄρκτον· ἀπὸ δὲ Σαμαρείας πρὸς μεσημβρίαν. Αὕτη ἐστὶν ἔρημος. Τοῦτο λέγει, ὥστε μὴ φοβηθῆναι τῶν Ἰουδαίων τὴν ἐπιστασίαν. Καὶ οὐκ ἠρώτησε, διὰ τί; ἀλλ' ἀναστὰς ἐπορεύθη. Καὶ ἰδοὺ, φησὶν, ἀνὴρ Αἰθίοψ εὐνοῦχος, δυνάστης Κανδάκης τῆς βασιλίσσης Αἰθιόπων, ὃς ἦν ἐπὶ πάσης τῆς γάζης αὐτῆς, ὃς ἐληλύθει προσκυνήσων εἰς Ἱερουσαλήμ. Ἦν δὲ ὑποστρέφων καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ, καὶ ἀνεγίνωσκε τὸν προφήτην Ἡσαΐαν. Μεγάλα ἐγκώμια τὰ περὶ τούτου εἰρημένα· εἴ γε καὶ ἐν Αἰθιοπίᾳ μένων, καὶ τοσούτοις κυκλούμενος πράγμασι, καὶ ἑορτῆς οὐκ οὔσης, καὶ ἐν τῇ δεισιδαίμονι πόλει ὢν, ἤρχετο προσκυνήσων εἰς Ἱερουσαλήμ. Πολλή τε ἡ σπουδὴ, ὅτι καὶ καθήμενος ἐπὶ τοῦ ὀχήματος ἀνεγίνωσκεν. Εἶπε δὲ τὸ Πνεῦμα τῷ Φιλίππῳ· Πρόσελθε καὶ κολλήθητι τῷ ἅρματι τούτῳ. Προσδραμὼν δὲ ὁ Φίλιππος, ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος Ἡσαΐαν τὸν προφήτην, καὶ εἶπεν· Ἆρά γε γινώσκεις, ἃ ἀναγινώσκεις; Ὁ δὲ εἶπε· Πῶς γὰρ ἂν δυναίμην, ἐὰν μήτις ὁδηγήσῃ με. Ὅρα πάλιν ἄλλην εὐλάβειαν. Τίνα ταύτην; Ὅτι οὐκ εἰδὼς ἀνεγίνωσκεν, εἶτα μετὰ τὸ ἀναγνῶναι ἐξετάζει. Παρεκάλεσε δὲ τὸν Φίλιππον ἀναβάντα καθίσαι σὺν αὐτῷ. Ἡ δὲ περιοχὴ τῆς Γραφῆς, ἣν ἀνεγίνωσκεν, ἦν αὕτη· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος· οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. Ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη. Τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ. Ἀποκριθεὶς δὲ ὁ εὐνοῦχος τῷ Φιλίππῳ εἶπε· ∆έομαί σου, περὶ τίνος ὁ προφήτης τοῦτο λέγει; περὶ ἑαυτοῦ, ἢ περὶ ἑτέρου τινός; Ἀνοίξας δὲ ὁ Φίλιππος τὸ στόμα αὐτοῦ, καὶ ἀρξάμενος ἀπὸ τῆς Γραφῆς ταύτης, εὐηγγελίσατο αὐτῷ τὸν Ἰησοῦν. Ὁρᾷς, πῶς οἰκονομεῖται τὰ κατ' αὐτόν; Πρότερον ἀναγινώσκει καὶ ἀγνοεῖ· εἶτα ἀναγινώσκει αὐτὴν τὴν περιοχὴν, ἔνθα ἦν τὸ πάθος, καὶ ἡ ἀνάστασις καὶ ἡ δωρεά. Ὡς δὲ ἐπορεύοντο κατὰ τὴν ὁδὸν, ἦλθον ἐπί τι ὕδωρ· καί φησιν ὁ εὐνοῦχος· Ἰδοὺ ὕδωρ, τί κωλύει με βαπτισθῆναι; Εἶδες προθυμίαν; εἶδες ἀκρίβειαν; Ἐκέλευσέ τε στῆναι τὸ ἅρμα, καὶ κατέβησαν εἰς τὸ ὕδωρ ἀμφότεροι, ὅ τε Φίλιππος καὶ ὁ εὐνοῦχος, καὶ ἐβάπτισεν αὐτόν. Ὅτε δὲ ἀνέβησαν ἀπὸ τοῦ ὕδατος, Πνεῦμα Κυρίου ἥρπασε τὸν Φίλιππον, καὶ οὐκ εἶδεν αὐτὸν οὐκ ἔτι ὁ εὐνοῦχος. Ἐπορεύετο γὰρ τὴν ὁδὸν αὐτοῦ χαίρων. ∆ιὰ τί, φησὶν, ἦρεν αὐτὸν Πνεῦμα Κυρίου; ∆ιότι ἔμελλε καὶ ἄλλας πόλεις διελθεῖν καὶ εὐαγγελίσασθαι. Ὥστε οὖν ὕστερον αὐτὸν θαυμασθῆναι τοῦτο ἐγένετο, ὥστε μὴ ἀνθρώπινον τὸ περὶ αὐτὸν, ἀλλὰ θεῖον νομίσαι. Φίλιππος δὲ εὑρέθη εἰς Ἄζωτον, καὶ διερχόμενος εὐηγγελίσατο τὰς πόλεις πάσας, ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Καισάρειαν. Καὶ ἐκ τούτου δῆλον ὡς οὗτος τῶν ἑπτά ἐστι· καὶ γὰρ καὶ ὕστερον ἐκεῖ εὑρίσκεται ἐν Καισαρείᾳ. Συμφερόντως οὖν ἥρπασεν αὐτὸν τὸ Πνεῦμα, ἐπεὶ ἠξίωσεν ἂν καὶ συναπελθεῖν αὐτῷ ὁ εὐνοῦχος· ὃν καὶ ἐλύπησεν ἂν ἐκεῖνος, ἀνανεύσας καὶ ἀρνησάμενος, οὐδέπω καιροῦ ὄντος. Εἶδες ἀγγέλους συναντιλαμβανομένους τῷ κηρύγματι, καὶ αὐτοὺς μὲν οὐ κηρύττοντας, τούτους δὲ καλοῦντας; Τὸ δὲ θαυμαστὸν καὶ ἐντεῦθεν δείκνυται· ὅπερ γὰρ πάλαι σπάνιον ἦν καὶ μόλις ἐγίνετο, τοῦτο ἐνταῦθα μετὰ πολλῆς γίνεται ἀφθονίας. Ἄλλως δὲ καὶ προαναφώνησίς τις τὸ γεγονὸς ἦν τοῦ τῶν ἀλλοφύλων κρατῆσαι αὐτούς. Καὶ γὰρ τὸ τῶν πιστευόντων ἀξιόπιστον, ἱκανὸν τοὺς μανθάνοντας πεῖσαι πρὸς τὸν ἴσον καὶ αὐτοὺς ζῆλον διαναστῆναι. ∆ιὰ τοῦτο γοῦν καὶ ἐπορεύετο χαίρων, ὥστε εἰ ἠπίστατο, οὐκ ἂν ἥσθη. Τί δαὶ ἐκώλυε, φησὶ, πάντα αὐτὸν ἀκριβῶς μαθεῖν καὶ ἐν τῷ ὀχήματι ὄντα, καὶ μάλιστα ἐν ἐρήμῳ; Ὅτι οὐκ ἦν τὸ πρᾶγμα ἐπίδειξις. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ ἀνεγνωσμένα. Καὶ ἰδοὺ ἀνὴρ Αἰθίοψ εὐνοῦχος, φησὶ, δυνάστης τῆς βασιλίσσης Αἰθιόπων Κανδά κης. Ἐκ τούτου δῆλον, ὡς ὑπὸ ταύτης ἤρχοντο. Καὶ γὰρ γυναῖκες ἐκράτουν τὸ παλαιὸν, καὶ οὗτος ἦν νόμος παρ' αὐτοῖς. Οὕτως οὐκ ᾔδει Φίλιππος, τίνος ἕνεκεν παρεγένετο εἰς τὴν ἔρημον, ὅτι καὶ οὐκέτι ἄγγελος, ἀλλὰ τὸ Πνεῦμα αὐτὸν ἁρπάζει. Οὐδὲν δὲ τούτων οὔτε ὁρᾷ ὁ εὐνοῦχος, ἀτελὴς ἔτι ὢν, ἢ ὅτι καὶ ταῦτα οὐ τοῖς σωματικωτέροις, ἀλλὰ τοῖς πνευματικωτέροις ἐστὶν, οὔτε μὴν, ἃ Φίλιππος ἐκδιδάσκεται, μανθάνει. Καὶ διὰ τί μὴ ἐκείνῳ φαίνεται ὁ ἄγγελος, καὶ ἄγει αὐτὸν πρὸς Φίλιππον; Ὅτι ἴσως οὐκ ἂν ἐπείσθη, ἀλλὰ καὶ ἐξεπλάγη μᾶλλον. Ὅρα τὴν τοῦ Φιλίππου φιλοσοφίαν· οὐ κατηγόρησεν, οὐκ εἶπεν· Ἀγνοεῖς, ἐγώ σε διδάξω· οὐκ εἶπεν· Ἐγὼ ταῦτα ἀκριβῶς οἶδα· οὐκ ἐκολάκευσε, καὶ εἶπεν αὐτῷ· Μακάριος εἶ ἀναγινώσκων. Οὕτως ἦν καὶ θρασύτητος ἐκτὸς καὶ κολακείας τὸ ῥῆμα, καὶ μᾶλλον κηδεμονικοῦ καὶ φιλανθρώπου. Ἔδει γὰρ αὐτὸν αἰτῆσαι, ἔδει αὐτὸν ποθῆσαι. Ἐμφαίνοντος δέ ἐστιν, ὡς οἶδεν, ὅτι οὐδὲν ᾔδει ἐκεῖνος, τῷ εἰπεῖν· Ἆρά γε γινώσκεις, ἃ ἀναγινώσκεις; καὶ ἅμα δεικνύντος πολὺν τὸν θησαυρὸν ἐγκείμενον.
βʹ. Ἀλλ' ὅρα, πῶς συνετῶς καὶ ὁ εὐνοῦχος ἀπολογεῖται. Πῶς γὰρ ἂν, φησὶ, δυναίμην, ἐὰν μή τις ὁδηγήσῃ με; Οὐκ εἶδεν εἰς τὸ σχῆμα, οὐκ εἶπε· Σὺ τίς εἶ; οὐκ ἐμέμψατο, οὐκ ἀλαζονεύεται, οὐ λέγει εἰδέναι, ἀλλ' ὁμολογεῖ ἀγνοεῖν· διὸ καὶ μανθάνει. Ἐπιδεικνύει τὸ τραῦμα τῷ ἰατρῷ· συνεῖδεν, ὅτι καὶ οἶδε ταῦτα, καὶ βούλεται διδάξαι. Εἶδε τὸ ἄτυφον· οὐδὲ γὰρ λαμπρὸν ἐπεφέρετο σχῆμα. Οὕτως ἦν φιλήκοος καὶ τοῖς λόγοις προσεῖχεν, ὅτι καὶ τὸ, Ὁ ζητῶν εὑρίσκει, ἐπ' αὐτοῦ ἐπληροῦτο. Παρεκάλεσε δὲ, φησὶ, τὸν Φίλιππον ἀναβάντα καθίσαι σὺν αὐτῷ. Εἶδες τὴν σπουδήν; εἶδες τὸν πόθον; Παρακαλεῖ ἀναβάντα συγκαθίσαι αὐτῷ· οὕτως οὐκ ᾔδει, τί ἔμελλεν αὐτῷ ἐρεῖν, ἀλλ' ἐνόμιζεν ἁπλῶς προφητείαν τινὰ ἀκούσεσθαι. Καὶ αὕτη δὲ μείζων τιμὴ, τὸ μὴ ἁπλῶς ἀναγαγεῖν, ἀλλὰ παρακαλέσαντα. Προσδραμὼν δὲ ὁ Φίλιππος, ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος. Καὶ ὁ δρόμος σημεῖον βουλομένου εἰπεῖν, καὶ ἡ ἀνάγνωσις σπουδῆς. Ἐν τοιούτῳ γὰρ ἀνεγίνωσκε καιρῷ, ἐν ᾧ σφοδρότερον ποιεῖ τὸ καῦμα ὁ ἥλιος. Ἡ δὲ περιοχὴ ἦν αὕτη· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη. Καὶ τοῦτο αὐτοῦ δεῖγμα τῆς φιλομαθείας, τὸ τὸν προφήτην τοῦτον μετὰ χεῖρας ἔχειν τῶν ἄλλων ὄντα ὑψηλότερον. ∆ιὸ καὶ οὐ μετὰ σφοδρότητος αὐτῷ διηγεῖται, ἀλλ' ἡμέρως· μᾶλλον δὲ οὐδὲ οὕτω φθέγγεται πρότερον, ἕως ὅτε ἠρωτήθη, ἕως ἐκεῖνος παρεκάλεσεν· ὥσπερ τὸ αὐτὸ πάλιν ποιῶν, φησί· ∆έομαί σου, περὶ τίνος ὁ προφήτης λέγει τοῦτο; Ἐμοὶ δοκεῖ, ὅτι οὐκ ᾔδει, ὡς περὶ ἄλλων λέγουσιν οἱ προφῆται· ἢ εἰ μὴ τοῦτο, ὅτι περὶ ἑαυτῶν διαλέγονται ἐν ἑτέρῳ προσώπῳ, ἠγνόει. Αἰσχυνθῶμεν καὶ πένητες καὶ πλουτοῦντες ἐκεῖνον τὸν ταμίαν. Εἶτα ἦλθον ἐπί τι ὕδωρ, καί φησιν· Ἰδοὺ ὕδωρ. Σφόδρα ψυχῆς τοῦτο ἐκκαιομένης. Τί κωλύει με βαπτισθῆναι; Ὁρᾷς αὐτοῦ τὴν ἐπιθυμίαν; Οὐ λέγει, Βάπτισόν με, οὔτε σιωπᾷ· ἀλλὰ μέσον τι καὶ τῆς ἐπιθυμίας καὶ τῆς εὐλαβείας φθέγγεται, λέγων· Τί κωλύει με βαπτισθῆναι; Ὅρα, πῶς τὰ δόγματα ἀπηρτισμένα εἶχε· καὶ γὰρ ὁ προφήτης πάντα περιεῖχε, τὴν σάρκωσιν, τὸ πάθος, τὴν ἀνάστασιν, τὴν ἀνάληψιν, τὴν κρίσιν τὴν μέλλουσαν· ἃ δὴ καὶ πολλὴν τὴν ἐπιθυμίαν αὐτῷ μάλιστα ἐνεποίησαν. Αἰσχύνθητε ὅσοι ἀφώτιστοι τυγχάνετε. Καὶ ἐκέλευσε, φησὶ, στῆναι τὸ ἅρμα. Ἅμα εἶπε καὶ ἐπέταξε, πρὶν ἢ ἀκούσῃ. Ὡς δὲ ἀνέβησαν ἀπὸ τοῦ ὕδατος, Πνεῦμα Κυρίου ἥρπασε τὸν Φίλιππον. Καλῶς, ἵνα θεῖον δειχθῇ τὸ γινόμενον, καὶ ἵνα μὴ νομίσῃ, ὅτι ἄνθρωπός ἐστιν ἁπλῶς. Καὶ ἐπορεύετο, φησὶ, τὴν ὁδὸν αὐτοῦ χαίρων. Τοῦτο εἶπε, δεικνὺς, ὅτι ἐλυπήθη ἂν, εἰ ἔγνω· οὕτως ὑπὸ τῆς πολλῆς χαρᾶς, καίτοι Πνεύματος καταξιωθεὶς, οὐδὲ ἑώρα τὰ παρόντα. Καὶ εὑρέθη, φησὶν, εἰς Ἄζωτον. Μέγα ἐντεῦθεν καὶ ὁ Φίλιππος ἐκέρδανεν. Ὅπερ γὰρ ἤκουσε περὶ τῶν προφητῶν, περὶ Ἀμβακοὺμ, περὶ Ἰεζεκιὴλ καὶ τῶν ἄλλων, εἶδεν ἐπ' αὐτοῦ γενόμενον, ὃς ἐν ἀκαρεῖ δείκνυται πολλὴν ὁδὸν ἀπελθὼν, εἴ γε ἐν Ἀζώτῳ εὑρέθη, καὶ ἐκεῖ λοιπὸν ἵσταται, ἔνθα αὐτὸν καὶ εὐαγγελίσασθαι ἔδει. Σαῦλος δὲ ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ Κυρίου, προσελθὼν τῷ ἀρχιερεῖ, ᾐτήσατο παρ' αὐτοῦ ἐπιστολὰς εἰς ∆αμασκὸν πρὸς τὰς συναγωγὰς, ὅπως, ἄν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς Ἱερουσαλήμ. Εὐκαίρως παρενέβαλε τὰ περὶ τοῦ ζήλου τοῦ Παύλου, ἵνα δείξῃ, ὅτι ἐν μέσῳ τῷ ζήλῳ ἕλκεται. Οὐδέπω γὰρ κορεσθεὶς τῷ φόνῳ Στεφάνου, οὐδὲ ἐμπλησθεὶς τῷ διωγμῷ τῆς Ἐκκλησίας καὶ τῇ διασπορᾷ, πρόσεισι τῷ ἀρχιερεῖ. Ἐνταῦθα πληροῦται τὸ παρὰ τοῦ Χριστοῦ πρὸς τοὺς μαθητὰς εἰρημένον, ὅτι Ἔρχεται ὥρα, ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ. Οὗτος μὲν οὖν οὕτως ἐποίει, οὐχ ὡς Ἰουδαῖοι· μὴ γένοιτο. Ὅτι γὰρ ζήλῳ ἐποίει, δῆλον ἐκ τοῦ καὶ εἰς τὰς ἔξω πόλεις ἀπιέναι. Ἐκεῖνοι δὲ οὔτε κἂν τῶν ἐν Ἱεροσολύμοις ἐφρόντισαν, ἀλλ' ἑνὸς ἐγένοντο μόνου, τοῦ τιμῆς ἀπολαύειν. ∆ιὰ τί δὲ εἰς ∆αμασκὸν ἐπορεύετο; Μεγάλη ἡ πόλις ἦν, βασιλικὴ ἦν· ἐφοβεῖτο, μὴ καὶ ἐκείνη προκαταληφθῇ. Καὶ ὅρα τὸν πόθον καὶ τὴν σφοδρότητα, πῶς νομικῶς ἔπραττεν. Οὐ προσέρχεται ἄρχοντι, ἀλλὰ τῷ ἀρχιερεῖ. Αἰτεῖ ἐπιστολὰς παρ' αὐτοῦ, ὅπως, ἄν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας. Ὁδὸν τοὺς πιστεύοντας καλεῖ, οἳ παρὰ πᾶσιν οὕτως ὠνομάζοντο τότε, ἴσως διὰ τὸ τὴν ὁδὸν τέμνειν τὴν εἰς οὐρανὸν φέρουσαν. ∆ιὰ τί δὲ μὴ ἔλαβεν ἐξουσίαν ἐκεῖ τιμωρήσασθαι αὐτοὺς, ἀλλ' εἰς Ἱεροσόλυμα ἄγει; Ὥστε μετὰ πλείονος τῆς ἐξουσίας ἐνταῦθα τὰ τῆς τιμωρίας ποιῆσαι. Καὶ ὅρα, οἵῳ κινδύνῳ ἐπιῤῥίπτων ἑαυτὸν, ὅμως καὶ οὕτω φοβεῖται, μή τι πάθῃ κακόν. ∆ιὰ τοῦτο γοῦν καὶ ἄλλους λαμβάνει μεθ' ἑαυτοῦ, τὸν φόβον τάχα ὑποτεμνόμενος· ἢ καὶ ἐπεὶ κατὰ πολλῶν ἀπῄει, πολλοὺς λαμβάνει, ὅπως θαρσαλεώτερον, Οὓς ἂν εὕρῃ ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ ἐν Ἱερουσαλήμ. Ἄλλως τε καὶ διὰ τῆς ὁδοῦ πᾶσιν αὐτοῖς δεῖξαι ἐβούλετο αὐτοῦ τὸ πᾶν ὄν· οὕτως ἐκεῖνοι οὐκ ἐσπούδαζον τοῦτο. Καὶ ὅρα αὐτὸν εἰς φυλακὴν ἐμβάλλοντα καὶ πρὸ τούτου. Ἐκεῖνοι μὲν οὖν οὐκ ἴσχυσαν, οὗτος δὲ ἴσχυσεν ἀπὸ τῆς προθυμίας. Ἐν δὲ τῷ πορεύεσθαι ἐγένετο αὐτὸν ἐγγίζειν τῇ ∆αμασκῷ· καὶ ἐξαίφνης περιήστραψεν αὐτὸν φῶς ἀπὸ τοῦ οὐρανοῦ, καὶ πεσὼν ἐπὶ τὴν γῆν, ἤκουσε φωνῆς λεγούσης αὐτῷ· Σαοὺλ, Σαοὺλ, τί με διώκεις;
γʹ. ∆ιὰ τί μὴ ἐν Ἱεροσολύμοις, διὰ τί μὴ γέγονεν ἐν ∆αμασκῷ; Ὥστε μὴ ἐξεῖναι ἄλλους ἄλλως αὐτὸ διηγήσασθαι, ἀλλ' αὐτὸς ἀξιόπιστος ᾖ διηγούμενος ὁ διὰ τοῦτο ἀπιών. Τοῦτο γοῦν λέγει, καὶ πρὸς Ἀγρίππαν ἀπολογούμενος. Πάσχει δὲ καὶ τὰς ὄψεις, διότι ἡ ὑπερ βολὴ τοῦ φωτὸς πλήττειν εἴωθε· μέτρα γὰρ ἔχουσιν οἱ ὀφθαλμοί. Λέγεται δὲ καὶ φωνῆς ὑπερβολὴ κωφοὺς ποιεῖν καὶ ἀποπλῆγας. Ἀλλὰ τοῦτον μόνον ἐπήρωσε, καὶ ἔσβεσεν αὐτοῦ τὸν θυμὸν τῷ φόβῳ, ὥστε αὐτὸν ἀκοῦσαι τὰ λεγόμενα. Σαοὺλ, Σαοὺλ, φησὶ, τί με διώκεις; Οὐ λέγει αὐτῷ, Πίστευσον, οὐδὲ ἄλλο τι τοιοῦτον οὐδὲν, ἀλλ' ἐγκαλεῖ. Μονονουχὶ γὰρ τοῦτό φησι, δι' ὧν ἐγκαλεῖ· Τί παρ' ἐμοῦ μέγα ἢ μικρὸν ἠδικημένος ταῦτα ποιεῖς; Εἶπε δέ· Τίς εἶ, Κύριε; Τέως ὡμολόγησεν ἑαυτὸν δοῦλον. Ὁ δὲ Κύριος εἶπεν· Ἐγώ εἰμι Ἰησοῦς, ὃν σὺ διώκεις. Ὡσεὶ ἔλεγε· Μὴνομίσῃς πρὸς ἀνθρώπους εἶναί σοι τὸν πόλεμον. Οἱ δὲ συνόντες αὐτῷ, τὴν φωνὴν μὲν τοῦ Παύλου ἤκουσαν, οὐδένα δὲ ἐθεώρουν, πρὸς ὃν ἀπεκρίνατο. Εἰκότως· τῶν γὰρ ἐλαττόνων αὐτοὺς ἐποίησεν ἀκροατάς. Εἰ γὰρ τῆς φωνῆς ἤκουσαν ἐκείνης, κἂν ἠπίστησαν· τὸν δὲ Παῦλον ὁρῶντες ἀποκρινόμενον, ἐθαύμαζον. Ἀλλὰ Ἀνάστηθι, καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοι, τί σε δεῖ ποιεῖν. Ὅρα, πῶς οὐκ εὐθέως πάντα αὐτῷ ἀποκαλύπτει, ἀλλὰ μόνον προμαλάττει αὐτοῦ τὴν διάνοιαν, καὶ δι' ὧν παρακελεύεται ποιεῖν αὐτὸν, παραχρῆμα δίδωσιν αὐτῷ χρηστὰς ἐλπίδας, καὶ ὅτι ἀναβλέψει. Οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ, εἱστήκεισαν ἐννεοὶ, ἀκούοντες μὲν τῆς φωνῆς, μηδένα δὲ θεωροῦντες. Ἠγέρθη δὲ ὁ Σαῦλος ἀπὸ τῆς γῆς, ἀνεῳγμένων τε τῶν ὀφθαλμῶν αὐτοῦ, οὐδένα ἔβλεπε. Χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς ∆αμασκόν. Τὸ λάφυρον τοῦ διαβόλου, τὰ σκεύη αὐτοῦ, καθάπερ πόλεώς τινος ἢ μητροπόλεως ληφθείσης, εἰσάγουσι. Καὶ τὸ δὴ θαυμαστὸν, αὐτοὶ οἱ πολέμιοι καὶ ἐχθροὶ εἰσήγαγον αὐτὸν, πάντων ὁρώντων. Καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων, καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιε. Τί τούτου ἴσον γένοιτ' ἄν; Ἀντίῤῥοπος τῆς ἐπὶ Στεφάνου ἀθυμίας παράκλησις ἡ Παύλου προσαγωγὴ γίνεται, ἔχουσα μὲν καὶ αὐτόθεν παραμυθίαν, τὸ οὕτως αὐτὸν ἀπελθεῖν, λαβοῦσα δὲ καὶ ταύτην, καὶ αἱ Σαμαρειτῶν δὲ κῶμαι προσαχθεῖσαι, μεγίστην παρέσχον παράκλησιν. Καὶ διὰ τί, φησὶ, μὴ ἐξ ἀρχῆς τοῦτο γέγονεν, ἀλλὰ μετὰ ταῦτα; Ἵνα δειχθῇ, ὅτι ὄντως ἀνέστη ὁ Χριστός. Ὁ γὰρ ἐλαύνων αὐτὸν, καὶ ἀπιστῶν αὐτοῦ τῇ τελευτῇ καὶ τῇ ἀναστάσει, καὶ τοὺς μαθητὰς αὐτοῦ διώκων, οὗτος πόθεν, εἰπέ μοι, ἂν ἐπίστευσεν, εἰ μὴ πολλὴ ἦν τοῦ σταυρωθέντος ἡ ἰσχύς; Ἔστω, ἐκεῖνοι αὐτῷ ἐχαρίζοντο· τί ἐρεῖς πρὸς τοῦτον; Ἄλλως δὲ διὰ τοῦτο μετὰ τὴν ἀνάστασιν προσῆλθε, καὶ οὐκ εὐθέως, ἵνα σαφέστερος αὐτοῦ δειχθῇ ὁ πόλεμος. Ὁ γὰρ οὕτω μαινόμενος, ὡς καὶ αἵματα ἐκχεῖν, καὶ εἰς δεσμωτήρια ἐμβάλλειν, ἀθρόον πιστεύει. Οὐκ ἤρκει τὸ μὴ συγγενέσθαι τῷ Χριστῷ, ἀλλ' ἔδει καὶ πολεμηθῆναι σφοδρῶς ὑπ' αὐτοῦ τοὺς πιστούς· οὐδεμίαν κατέλιπεν ὑπερβολὴν μανίας· πάντων σφοδρότερος οὗτος ἦν. Ἐπειδὴ δὲ ἐπηρώθη, τότε τῆς δεσποτείας αὐτοῦ τὰ τεκμήρια καὶ τῆς φιλανθρωπίας γνωρίζει· ἢ καὶ ἵνα μή τις εἴπῃ, ὅτι ὑπεκρίνατο. Πῶς γὰρ, ὁ αἱμάτων ἐπιθυμῶν, ὁ τοῖς ἱερεῦσι προσελθὼν, ὁ εἰς κινδύνους ἑαυτὸν ἐπιῤῥίπτων, καὶ τοὺς ἔξω ἐλαύνων καὶ τιμωρούμενος; Οὗτος οὖν μετὰ ταῦτα πάντα τὴν δεσποτείαν ὁμολογεῖ. ∆ιὰ τί δὲ οὐκ ἔνδον ἐν τῇ πόλει περιηστράφθῃ τῷ φωτὶ, ἀλλὰ πρὸ αὐτῆς; Ὅτι οὐκ ἂν ἐπίστευσαν οἱ πολλοὶ, ἀλλὰ καὶ ἐχλεύασαν ἄν· ὅπου γε καὶ ἐκεῖ ἄνωθεν ἐνεχθείσης φωνῆς ἀκούοντες ἔλεγον, ὅτι Βροντή ἐστιν· οὗτος δὲ ἀξιόπιστος ἦν ἀπαγγέλλων μᾶλλον τὰ αὐτοῦ. Καὶ δεδεμένος εἰσήγετο, οὐ περικειμένων αὐτῷ δεσμῶν, καὶ εἷλκον αὐτὸν τὸν προσδοκήσαντα τοὺς ἄλλους ἕλξειν. Τίνος δὲ ἕνεκεν οὐκ ἔφαγεν, οὐδὲ ἔπιε; Κατεγίνωσκεν ἑαυτοῦ ἐπὶ τοῖς γινομένοις, ἐξωμολογεῖτο, ηὔχετο, παρεκάλει τὸν Θεόν. Εἰ δὲ λέγοι τις, ἀνάγκης εἶναι τὸ πρᾶγμα (καὶ γὰρ ὁ Ἐλύμας τὸ αὐτὸ ἔπαθεν), ἐροῦμεν· Ναὶ ἔπαθεν, ἀλλ' ἔμεινεν ὡς εἶχε. Πῶς οὖν οὐκ ἠναγκάσθη; Καὶ τί ἀναγκαστικώτερον τοῦ σεισμοῦ τοῦ ἐπὶ τῆς ἀναστάσεως, τῶν στρατιωτῶν τῶν ἀπαγγειλάντων, τῶν σημείων τῶν ἄλλων, τοῦ ἰδεῖν αὐτὸν ἀναστάντα; Ἀλλ' οὐκ ἔστι ταῦτα ἀναγκαστικὰ, ἀλλὰ διδακτικά. Ἰουδαῖοι διὰ τί οὐκ ἐπίστευσαν ταῦτα ἀκούοντες; Ὅτι ἠλήθευε δῆλον ἦν. Οὐ γὰρ ἂν μετέθετο, μὴ γενομένου τούτου· ὥστε πάντας πιστεῦσαι ἔδει. Τῶν τὴν ἀνάστασιν αὐτοῦ κηρυττόντων οὐχ ἥττων ἦν, μᾶλλον δὲ καὶ ἀξιοπιστότερος, ἀθρόον μεταβεβλημένος. Οὐ συνεγένετό τινι τῶν πιστῶν, ἀλλ' ἐν ∆αμασκῷ μετεβάλετο, μᾶλλον δὲ πρὸ τῆς ∆αμασκοῦ τοῦτο ἔπαθεν. Ἐρωτῶ τὸν Ἰουδαῖον· Πόθεν, εἰπέ μοι, μετεβλήθη Παῦλος; Τοσαῦτα σημεῖα εἶδε, καὶ οὐ μετεβλήθη· ὁ διδάσκαλος αὐτοῦ μετεβλήθη, καὶ οὗτος οὐ μετεβλήθη· τίς ἔπεισεν αὐτόν; μᾶλλον δὲ τίς ἀθρόον τοσαύτην ἐνέβαλεν αὐτῷ προθυμίαν, ὡς καὶ ἀνάθεμα εὔξασθαι γενέσθαι ὑπὲρ τοῦ Χριστοῦ; Φανερά ἐστιν ἡ τῶν πραγμάτων ἀλήθεια. Ἀλλ' ὅπερ ἔφην, τέως τὸν εὐνοῦχον αἰσχυνθῶμεν, καὶ φωτιζόμενον καὶ ἀναγινώσκοντα. Ὁρᾶτε, πῶς ἦν ἐν δυναστείᾳ, πῶς ἦν ἐν πλούτῳ, καὶ οὐδὲ ἐν ὁδῷ ἡσύχαζε; Τίς ἦν ἄρα οὗτος μένων ἐπ' οἰκίας, μηδὲ ἐν ὁδοῖς ἀνεχόμενος σχολάζειν; τίς ἦν οὗτος ἐν νυκτί;
δʹ. Ὅσοι ἐν ἀξιώμασίν ἐστε, ἀκούσατε, καὶ τὸ ἄτυφον καὶ εὐλαβὲς μιμήσασθε. Καίτοι μέλλων ἀπιέναι οἴκαδε, οὐκ εἶπε πρὸς ἑαυτόν· Ἀπέρχομαι εἰς τὴν πατρίδα, ἐκεῖ λαμβάνω τὸ λουτρὸν, τὰ ψυχρὰ ῥήματα τῶν πολλῶν. Οὐκ ἐδεήθη σημείων, οὐκ ἐδεήθη θαυμάτων· ἀπὸ τοῦ προφήτου μόνον ἐπίστευσε. ∆ιὰ ταῦτα πενθεῖ ἑαυτὸν ὁ Παῦλος, λέγων· Ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ, καὶ ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται Ἰησοῦς Χριστὸς τὴν πᾶσαν μακροθυμίαν. Ἄξιον ὄντως θαυμάσαι τὸν εὐνοῦχον τοῦτον. Οὐκ εἶδε τὸν Χριστὸν, οὐκ εἶδε σημεῖον· ἔτι τὰ Ἱεροσόλυμα συνεστῶτα ἑώρα, καὶ ἐπίστευε τῷ Φιλίππῳ. Πόθεν οὖν τοιοῦτος γεγένηται; Μεμεριμνημένη ἦν ἡ ψυχὴ αὐτοῦ, προσεῖχε Γραφαῖς, ἐσχόλαζεν ἀναγνώσεσι. Καίτοι καὶ ὁ λῃστὴς εἶδε σημεῖα, καὶ οἱ μάγοι εἶδον ἀστέρα· οὗτος δὲ οὐδὲν εἶδε τοιοῦτον, καὶ ἐπίστευε· τοσοῦτόν ἐστιν ἡ τῶν Γραφῶν ἀνάγνωσις ὠφέλιμος Τί οὖν Παῦλος; οὐχὶ τὸν νόμον ἐμελέτα; Ἀλλ' ἐμοὶ δοκεῖ οὗτος ἐπίτηδες ἀναβληθῆναι, δι' ἅπερ εἶπον προλαβὼν πανταχόθεν βουλομένου ἐπισπάσασθαι τοὺς Ἰουδαίους τοῦ Χριστοῦ. Εἰ γὰρ νοῦν εἶχον, οὐδὲν αὐτοὺς οὕτως ὠφέλει ὡς τοῦτο. Τοῦτο γὰρ, καὶ σημείων μᾶλλον, καὶ πάντων, ἱκανὸν ἦν αὐτοὺς ἐφελκύσασθαι· ὥσπερ οὖν οὐδὲν οὕτω σκανδαλίζειν εἴωθε τοὺς παχυτέρους. Ὅρα γοῦν μετὰ τὴν διασπορὰν τῶν ἀποστόλων καὶ τὸν Θεὸν ποιοῦντα τὰ σημεῖα. Ἐνεκάλεσαν Ἰουδαῖοι τοῖς ἀποστόλοις, ἐνέβαλον εἰς δεσμωτήριον· λοιπὸν ὁ Θεὸς θαυματουργεῖ. Καὶ πῶς, ὅρα· Τὸ ἐξενεγκεῖν ἀπὸ τῆς φυλακῆς, αὐτοῦ σημεῖον ἦν· τὸ ἀγαγεῖν Φίλιππον, αὐτοῦ σημεῖον ἦν· τὸ Παῦλον προσαγαγέσθαι, αὐτοῦ σημεῖον ἦν· τὸ δεῖξαι Στεφάνῳ ἑαυτὸν, αὐτοῦ σημεῖον ἦν. Καὶ σκόπει, πῶς μὲν τιμᾶται Παῦλος, πῶς δὲ ὁ εὐνοῦχος. Ἐνταῦθα καὶ ὁ Χριστὸς φαίνεται, ἴσως διὰ τὸ σκληρὸν, καὶ ὅτι οὐκ ἂν ἄλλως ἐπείσθη. Τούτοις ἐνστρεφόμενοι καὶ ἡμεῖς τοῖς θαύμασιν, ἀξίους ἑαυτοὺς παρασκευάσωμεν. Πολλοὶ νῦν οὐδὲ εἰς ἐκκλησίαν εἰσιόντες, οὐκ ἴσασι τὰ λεγόμενα· ὁ δὲ εὐνοῦχος, καὶ ἐπ' ἀγορᾶς, καὶ ἐπὶ ὀχήματος φερόμενος, τῇ ἀναγνώσει τῶν Γραφῶν προσεῖχεν. Ἀλλ' οὐχ ὑμεῖς· οὐδεὶς γὰρ ὑμῶν βιβλίον ἔχει μετὰ χεῖρας, ἀλλὰ πάντα μᾶλλον ἢ τὸ βιβλίον. ∆ιὰ τί δὲ μὴ πρὸ τῶν Ἱεροσολύμων ὁρᾷ αὐτὸν, ἀλλὰ μετὰ ταῦτα; Οὐκ ἔδει αὐτὸν ἰδεῖν ἐλαυνομένους τοὺς ἀποστόλους, διὰ τὸ ἀσθενὲς ἔτι· οὐδὲ πρότερον οὕτως ἦν εὔκολον, ὡς ὅτε ὁ προφήτης αὐτὸν κατήχησεν. Οὕτω καὶ νῦν, εἴ τις ὑμῶν ἐθέλοι προσέχειν τοῖς προφήταις, οὐ δεήσεται σημείων· καὶ εἰ βούλεσθε, αὐτὴν τὴν προφητείαν ἴδωμεν τί φησιν. Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη. Ἐντεῦθεν ἔμαθεν, ὅτι ἐσταυρώθη, ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ. ὅτι ἁμαρτίαν οὐκ ἐποίησεν, ὅτι ἴσχυσε καὶ ἑτέρους σῶσαι, ὅτι ἡ γενεὰ αὐτοῦ ἀνεκδιήγητος, ὅτι πέτραι ἐῤῥάγησαν, ὅτι τὸ καταπέτασμα ἐσχίσθη, ὅτι νεκροὶ ἐκ τῶν μνημείων ἠγέρθησαν· μᾶλλον δὲ ταῦτα πάντα εἶπεν αὐτῷ ὁ Φίλιππος, μόνον ὑπόθεσιν λαβὼν ἀπὸ τοῦ προφήτου. Μέγα ὄντως ἡ τῶν Γραφῶν ἀνάγνωσις. Οὕτως ἐκεῖνο ἐπληροῦτο τὸ παρὰ τοῦ Μωϋσέως εἰρημένον· Καθεζόμενος, καὶ κοιταζόμενος, καὶ διανιστάμενος, καὶ περιπατῶν, μέμνησο Κυρίου τοῦ Θεοῦ σου. Μάλιστα γὰρ αἱ ὁδοὶ, ὅταν ἔρημοι ὦσι, καὶ πρὸς τὰς ἐννοίας ἡμῖν καιρὸν διδόασιν, οὐδενὸς ὄντος τοῦ παρενοχλοῦντος. Καὶ οὗτος ἐν ὁδῷ πιστεύει, καὶ Παῦλος ἐν ὁδῷ· ἀλλὰ τοῦτον οὐδεὶς ἕλκει, ἀλλ' ὁ Χριστός. Μεῖζον ἢ κατὰ τοὺς ἀποστόλους τοῦτο ἦν· τὸ δὲ μεῖζον, ὅτι τῶν ἀποστόλων ὄντων ἐν Ἱεροσολύμοις, καὶ οὐδενὸς ὄντος ἐκ τούτων ἐν ∆αμασκῷ, ἐπανῄει ἐκεῖθεν πεισθείς· καὶ οἱ ἐν ∆αμασκῷ ᾔδεσαν, ὅτι οὐκ ἀπὸ Ἱεροσολύμων ἦλθε πεπεισμένος· ἐπιστολὰς γὰρ ἔφερεν, ὥστε δῆσαι τοὺς πιστεύοντας. Καθάπερ ἰατρὸς ἄριστος, ἀκμάζοντος ἔτι τοῦ πυρετοῦ, τὸ βοήθημα αὐτῷ ἐπήγαγεν ὁ Χριστός· ἔδει γὰρ αὐτὸν μεταξὺ μαινόμενον κατασχεθῆναι. Τότε μάλιστα κατέπεσε, καὶ κατέγνω ἑαυτοῦ, ὡς δεινὰ τολμῶντος. Ἀλλὰ πάλιν καλὸν πρὸς ὑμᾶς τὸν λόγον ἐπαναλαβεῖν. Τίνος ἕνεκεν, εἰπέ μοι, αἱ Γραφαί; Τὸ γὰρ ὑμέτερον μέρος, πάντα ἀνῄρηται. Τίνος ἕνεκεν ἐκκλησία; Κατάχωσον τὰ βιβλία· τάχα οὐ τοιοῦτον κρῖμα, οὐ τοιαύτη κόλασις. Εἴ τις καταχώσειεν αὐτὰ ἐν κόπρῳ, καὶ μὴ ἀκούοι αὐτῶν, οὐχ οὕτως αὐτὰ ὑβρίζει, ὡς νῦν. Τί γὰρ, εἰπέ μοι, τὸ ὑβριστικὸν ἐκεῖ; Ὅτι αὐτὰ κατέχωσε. Τί δαὶ ἐνταῦθα; Ὅτι οὐκ ἀκούομεν αὐτῶν. Εἰπέ μοι, τίς ποτε μάλιστα ὑβρίζεται; ὅταν σιωπῶντος μὴ ἀποκρίνηται, ἢ ὅταν λέγοντος; Πάντως ὅταν λέγοντος. Ὥστε μείζων ἡ ὕβρις νῦν, ὅταν καὶ φθεγγομένου μὴ ἀκούσῃς, μείζων ἡ καταφρόνησις. Μὴ λαλεῖτε ἡμῖν, φησὶ, πάλαι Ἰουδαῖοι τοῖς προφήταις ἔλεγον· ὑμεῖς δὲ χεῖρον ποιεῖτε, λέγοντες· Μὴ λαλεῖτε, οὐ ποιοῦμεν. Ἐκεῖνοι μὲν οὖν ἀπέστρεφον αὐτοὺς μηδὲ φθέγγεσθαι, ὡς ἀπὸ τῆς φωνῆς δεχόμενοί τινα εὐλαβείας ἀφορμήν· ὑμεῖς δὲ ἐκ πολλῆς καταφρονήσεως οὐδὲ τοῦτο ποιεῖτε. Πιστεύσατε, εἰ τὰ στόματα ἡμῖν ἐνεφράξατε, τὰς χεῖρας ἐπιθέντες, οὐκ ἦν τοσαύτη ἡ ὕβρις ὅση νῦν. Εἰπὲ γάρ μοι, ὁ ἀκούων καὶ μὴ πειθόμενος, μειζόνως καταφρονεῖ, ἢ ὁ μηδὲ ἀκούων;
εʹ. Ἀλλὰ φέρε ἐπὶ ὕβρεως τὸ πρᾶγμα ἐξετάσωμεν· Εἴ τις τὸν ὑβρίζοντα κατέχοι, καὶ ἐπιστομίζοι ὡς ἀλγῶν ταῖς ὕβρεσιν, ἕτερος δὲ μηδὲ φροντίζοι μηδὲ προσποιοῖτο, τίς μᾶλλον καταφρονεῖ; οὐχ οὗτος; Ἐκεῖνος μὲν γὰρ ἐμφαίνει, ὅτι πληγὴν δέχεται· οὗτος δὲ μονονουχὶ τὸ στόμα ἐμφράττει τοῦ Θεοῦ. Ἐφρίξατε τὸ ῥηθέν; Ἀλλ' ἄκουε καὶ πῶς τοῦτο γίνεται. Τὸ στόμα, δι' οὗ ὁ Θεὸς φθέγγεται, στόμα ἐστὶ τοῦ Θεοῦ. Καθάπερ γὰρ τοῦτο τὸ στόμα τῆς ψυχῆς ἡμῶν ἐστι, καίτοι ψυχῆς οὐκ ἐχούσης στόμα· οὕτω καὶ τὸ στόμα τῶν προφητῶν στόμα ἐστὶ τοῦ Θεοῦ. Ἀκούσατε καὶ φρίξατε. Κοινὸς διάκονος, ἕστηκεν ὁ διάκονος μέγα βοῶν καὶ λέγων· Πρόσχωμεν· καὶ τοῦτο πολλάκις. Ἐκείνη ἡ φωνὴ κοινὴ τῆς Ἐκκλησίας ἐστὶν, ἣν οὗτος ἀφίησι, καὶ οὐδεὶς ὁ προσέχων. Μετ' ἐκεῖνον ἄρχεται ὁ ἀναγνώστης τῆς προφητείας Ἡσαΐου· καὶ οὐδὲ οὕτω προσέχει τις, καίτοι προφητεία οὐδὲν ἀνθρώπινον ἔχει. Εἶτα εἰς ἐπήκοον ἐκφωνεῖ λέγων, Τάδε λέγει Κύριος, καὶ οὐδὲ οὕτω προσέχει τις. Τί λέγω; Φοβερά τινα διεξέρχεται καὶ φρικώδη, καὶ οὐδὲ οὕτως ἔστι τις ὁ προσέχων. Ἀλλὰ τίς ὁ λόγος τῶν πολλῶν; Ἀεὶ, φησὶ, τὰ αὐτὰ ἀναγινώσκεται. Τοῦτο μάλιστα ὑμᾶς ἀπόλλυσιν. Εἰ μὲν οὖν ᾔδειτε αὐτὰ, μάλιστα μὲν οὐδὲ οὕτως ἀπέχεσθαι ἔδει· ἐπεὶ καὶ ἐν τοῖς θεάτροις ἀεὶ τὰ αὐτὰ
γίνεται, καὶ ὅμως οὐ λαμβάνετε κόρον. Ποῖα τὰ αὐτὰ τολμᾷς εἰπεῖν, ὁ μηδὲ τῶν προφητῶν τὰ ὀνόματα εἰδώς; Οὐκ αἰσχύνῃ λέγων μὲν διὰ τοῦτο μὴ ἀκούειν, ἐπειδὴ τὰ αὐτὰ ἀεὶ ἀναγινώσκεται, οὐκ εἰδὼς δὲ οὐδὲ τὰ ὀνόματα τῶν ἀναγινωσκομένων, καὶ ταῦτα ἀεὶ τὰ αὐτὰ ἀκούων; Καὶ γὰρ σὺ ὡμολόγησας, ὅτι τὰ αὐτὰ λέγεται. Ἐγὼ εἰ ἔλεγον εἰς κατηγορίαν προφέρων τοῦτο, σὲ ἐχρῆν ἐφ' ἑτέραν ἀπολογίαν ἐλθεῖν, μὴ ἐπὶ τὴν κατηγορίαν τὴν σήν. Εἰπέ μοι, σὺ οὐ παραινεῖς τῷ υἱῷ τῷ σῷ; Ἂν οὖν οὗτος εἴπῃ, ὅτι Ἀεὶ τὰ αὐτὰ, ἆρα οὐχ ἡγῇ ὕβριν εἶναι; Τότε ἐνῆν μὴ λέγειν τὰ αὐτὰ, ὅτε αὐτὰ καὶ ᾔδειμεν, καὶ διὰ τῶν ἔργων ἐπεδεικνύμεθα· μᾶλλον δὲ οὐδὲ τότε περιττὴ ἡ ἀνάγνωσις. Τί Τιμοθέου ἴσον; Ἀλλ' ὅμως καὶ ἐκείνῳ γράφων ὁ Παῦλος ἔλεγε· Πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἐξαντληθῆναί ποτε τὸν νοῦν τῶν Γραφῶν· πηγή τίς ἐστιν οὐκ ἔχουσα πέρας. Εἶπον, Ἐσοφίσθην, φησὶ, καὶ τότε ἀπέστη ἀπ' ἐμοῦ. Βούλεσθε δείξω, ὅτι οὐκ ἔστι τὰ αὐτά; Πόσους νομίζετε εἰρηκέναι εἰς τὰ Εὐαγγέλια; Ἀλλ' οὗτοι πάντες ξένως καὶ καινῶς εἶπον. Ὅσῳ γὰρ ἄν τις αὐτοῖς ἐνδιατρίβῃ, τοσούτῳ ὀξύτερον βλέπει, τοσούτῳ πλέον ὁρᾷ τὸ φῶς καθαρόν. Ἰδοὺ πόσα λέγω· Τί ἐστι προφητεία; εἴπατε· τί ἐστι διηγήματα; τί ἐστι παραβολή; τί ἐστιν ἀλληγορία; τί ἐστι τύπος; τί ἐστι σύμβολον; τί ἐστιν Εὐαγγέλια; Τοῦτο δὴ μόνον εἴπατέ μοι τὸ φανερὸν, διὰ τί Εὐαγγέλια εἴρηται; Καίτοι πολλάκις ἠκούσατε, ὅτι τὰ εὐαγγέλια οὐδὲν ἔχειν ὀφείλει σκυθρωπόν· ταῦτα δὲ πολλῆς γέμει σκυθρωπότητος. Τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, φησὶ, καὶ ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει· τό τε, ∆ιχοτομήσει αὐτὸν, καὶ θήσει τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν· τό τε, Ἐρεῖ· Οὐκ οἶδα ὑμᾶς, ἀπέλθετε ἀπ' ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. Ἄρα μὴ ἀπατῶμεν ἑαυτοὺς, νομίζοντες ταῦτα Ἑλληνιστὶ ἡμῖν λέγειν. Ἢ οὐδὲν πρὸς ἡμᾶς τούτων; Ὑμεῖς κεκώφωσθε, καὶ οἷον ἀπόπληκτοι τυγχάνοντες κάτω κύπτετε. Τὰ Εὐαγγέλια οὐδὲν ἔχειν δεῖ τῶν πρακτέων, ἀλλὰ μόνον ἀγαθὰ συμβουλεύειν· ταῦτα δὲ μυρία ἔχει πρακτέα· οἷάπερ ἐστὶ καὶ τὰ τοιαῦτα· Ἐὰν μή τις μισήσῃ αὑτοῦ τὸν πατέρα καὶ τὴν μητέρα, οὐκ ἔστι μου ἄξιος· καὶ, Οὐκ ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν, ἀλλὰ μάχαιραν· καὶ, Θλῖψιν ἕξετε ἐν τῷ κόσμῳ. Καλά γε· οὐ γὰρ ταῦτα εὐαγγέλια. Τὸ γὰρ εὐαγγέλιον τοῦτό ἐστι· Τάδε σοι ἔσται ἀγαθά· καθάπερ καὶ ἐν τῇ συνηθείᾳ φασὶ πρὸς ἀλλήλους οἱ ἄνθρωποι· Τί μοι τῶν εὐαγγελίων; Ὁ πατήρ σου ἥξει, ἡ μήτηρ σου. Οὐ λέγει· Τόδε ποίησον. Πάλιν εἰπέ μοι, τί διέστηκε ταῦτα τῶν προφητικῶν; διὰ τί μὴ καὶ ἐκεῖνα εὐαγγέλια λέγεται; καὶ γὰρ καὶ ἐκεῖνα τὰ αὐτὰ λέγουσιν· οἷον, Ἁλεῖται ὡς ἔλαφος ὁ χωλός· Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις· ∆ώσω ὑμῖν οὐρανὸν καινὸν, καὶ γῆν καινήν. ∆ιὰ τί μὴ καὶ ἐκεῖνα εὐαγγέλια λέγεται; διὰ τί μὴ καὶ τοῦτο προφητεία; Εἰ δὲ μηδὲ τί ἐστιν εὐαγγέλια εἰδότες, οὕτω καταφρονεῖτε τῆς τῶν Γραφῶν ἀναγνώσεως· τί ὑμῖν ἐρῶ; Εἴπω τι καὶ ἕτερον· ∆ιὰ τί τέσσαρα Εὐαγγέλια; διὰ τί μὴ δέκα; διὰ τί μὴ εἴκοσι; διὰ τί μὴ πολλοὶ ἐπεχείρησαν συντάξασθαι Εὐαγγέλια; διὰ τί μὴ εἷς; διὰ τί οἱ μαθηταί; διὰ τί οἱ μὴ μαθηταί; διὰ τί δὲ ὅλως καὶ αἱ Γραφαί; Καίτοι γε τοὐναντίον φησὶν ἡ Παλαιά·∆ώσω ὑμῖν διαθήκην καινήν. Ποῦ εἰσὶν οἱ λέγοντες, Ἀεὶ τὰ αὐτά; Εἰ ταῦτα ᾔδειτε, ὅτι, κἂν μυρία ἔτη ζήσῃ ἄνθρωπος, οὐκ ἔστι τὰ αὐτὰ, οὐκ ἂν εἴπατε ταῦτα. Πιστεύσατε, οὐκ ἐρῶ ὑμῖν οὐδὲν τούτων, οὐκ ἰδίᾳ, οὐ κοινῇ· ἀλλὰ εἰ μέν τις εὕρῃ, ἐπινεύσω· ἂν δὲ μὴ, ἐάσω. Οὕτω γὰρ ὑμᾶς ἐποιήσαμεν ἀχρήστους, ἀεὶ πάντα ἐξ ἑτοίμου λέγοντες, καὶ ὅτε χρὴ οὐκ ἀνανεύοντες. Ἰδοὺ ἔχετε ζητήματα ἱκανά· σκέψασθε, εἴπατε τὴν αἰτίαν. ∆ιὰ τί εὐαγγέλια; διὰ τί μὴ προφητεῖαι; διὰ τί τὰ πρακτέα ἐν τοῖς Εὐαγγελίοις; Κἂν οὗτος ἀπορήσῃ, ἕτερος ζητείτω, καὶ τὰ παρ' ἑαυτῶν ἀλλήλοις συνεισφέρετε· λοιπὸν δὲ ἡμεῖς σιγήσομεν. Εἰ γὰρ τὰ εἰρημένα οὐδὲν ὑμᾶς ὤνησε, πολλῷ μᾶλλον οὐδ' ἂν ἕτερα προσθείημεν. Ὄντως εἰς πίθον τετρυπημένον ἀντλοῦμεν, ἔνθεν μείζων ὑμῖν καὶ ἡ κόλασις. Οὐκοῦν διὰ τοῦτο σιγήσομεν. Ὅπερ ἵνα μὴ γένηται, ὑμεῖς κύριοι. Εἰ γὰρ θεασόμεθα ὑμῶν τὴν σπουδὴν, ἴσως πάλιν ἐροῦμεν, ἵνα καὶ ὑμεῖς ἐπὶ πλέον εὐδοκιμῆτε, καὶ ἡμεῖς ἐφ' ὑμῖν εὐφραινώμεθα, ἐπὶ πᾶσι δοξάζοντες τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα, καὶ τὸ κράτος, καὶ ἡ μεγαλωσύνη, καὶ ἡ τιμὴ, σὺν τῷ ἀνάρχῳ Πατρὶ, καὶ τῷ ἁγίῳ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η επεξεργασία, επιμέλεια μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου