ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Εʹ Ἄνδρες Ἰουδαῖοι, καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ ἅπαντε

Σάββατο 22 Οκτωβρίου 2016

Εʹ Ἄνδρες Ἰουδαῖοι, καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ ἅπαντε




Ιωάννης Χρυσόστομος
Είς Πράξεις Αποστόλων
Τόμος 60

Εʹ Ἄνδρες Ἰουδαῖοι, καὶ οἱ κατοικοῦντες Ἱερουσα λὴμ ἅπαντες, τοῦτο ὑμῖν γνωστὸν ἔστω, καὶ ἐνωτίσασθε τὰ ῥήματά μου.

αʹ. Οὓς ξένους εἶπεν ἀνωτέρω, ἐνταῦθα πρὸς ἐκείνους ἀποτείνει τὸν λόγον· καὶ δοκεῖ μὲν ἐκείνοις διαλέγεσθαι, ὀρθοῖ δὲ τοὺς διαχλευάζοντας.  Καὶ γὰρ ᾠκονομήθη τινὰς διαχλευάσαι, ἵνα ἀρχὴν τῆς ἀπολογίας λάβῃ, καὶ ἀπολογούμενος διδάξῃ. Μέγα ἄρα ἐγκώμιον  ἡγοῦντο, καὶ τὸ ἐν Ἱεροσολύμοις οἰκεῖν. Τοῦτο ὑμῖν, φησὶ,  γνωστὸν  ἔστω,  καὶ  ἐνωτίσασθε  τὰ  ῥήματά  μου.  Προσεκτικωτέρους τέως αὐτοὺς  ποιεῖ.  Εἶτα  καὶ  ἀπολογεῖται.   Οὐ  γὰρ,  ὡς  ὑμεῖς  ὑπολαμβάνετε,   οὗτοι μεθύουσιν. Ὁρᾷς τὴν ἀπολογίαν, πῶς προσηνής; Καίτοι τὸ πλέον ἔχων τοῦ δήμου μεθ'  ἑαυτοῦ,  ἐπιεικέστερον  ὅμως  αὐτοῖς  διαλέγεται·  καὶ  πρότερον  ἀναιρεῖ  τὴν ὑποψίαν τὴν πονηρὰν, καὶ τότε ἐκείνην ἵστησι. ∆ιὸ καὶ οὐκ εἶπεν, Οὐ γὰρ ὡς ὑμεῖς χλευάζετε, οὔτε, Ὡς ὑμεῖς γελᾶτε, ἀλλ', Ὡς ὑπολαμβάνετε,


 βουλόμενος οὐκ ἐπίτηδες τοῦτο λέγοντας δεῖξαι, ἀλλὰ τέως αὐτοῖς περιθεῖναι ἀγνοίας μᾶλλον ἢ κακουργίας ἔγκλημα. Οὐ γὰρ, ὡς ὑμεῖς ὑπολαμβάνετε, οὗτοι μεθύουσιν· ἔστι γὰρ ὥρα τρίτη τῆς ἡμέρας. Καὶ τί φησι τοῦτο; οὐκ ἔνι καὶ ἐν τῇ τρίτῃ ὥρᾳ μεθύειν; Ἔνι, ἀλλ' οὐκ ἔστη πρὸς  τοῦτο  ἐπὶ  πολύ·  οὐδὲ  γὰρ  οὕτως  εἶχον,  ὡς  διαχλευάζοντες  αὐτοὶ  ἔλεγον. Οὐκοῦν ἐντεῦθεν  μανθάνομεν, ὅτι πρὸς τὰ μὴ ἀναγκαῖα οὐ δεῖ πολὺν ἀναλίσκειν λόγον. Ἄλλως δὲ καὶ τὰ ἐπαγόμενα τούτου ἐστὶ συστατικά· καὶ λοιπὸν κοινῇ πρὸς πάντας ὁ λόγος γίνεται. Ἀλλὰ τοῦτό ἐστι τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ· Καὶ ἔσται ἐν  ταῖς  ἐσχάταις  ἡμέραις, λέγει  Κύριος ὁ Θεός. Οὐδαμοῦ τέως  ὄνομα  τοῦ Χριστοῦ, οὐδὲ ἡ ἐπαγγελία,  αὐτοῦ ἐπαγγελία,  ἀλλὰ τοῦ Πατρός. Ὅρα σύνεσιν. Οὐ παρῆλθε καὶ εἶπεν εὐθέως τὰ κατὰ τὸν Χριστὸν, ὅτι ἐκεῖνος ἐπηγγείλατο ταῦτα μετὰ τὸ σταυρωθῆναι· ἦ γὰρ ἂν  πάντα ἀνέτρεψεν οὕτως εἰπών. Καὶ μὴν ἱκανὰ ἦν δεῖξαι αὐτοῦ, φησὶ, τὴν θεότητα. Ἀλλὰ πιστευόμενα (τὸ δὲ ζητούμενον τέως πιστευθῆναι ἦν), μὴ πιστευόμενα δὲ, καὶ καταλευσθῆναι αὐτοὺς ἂν ἐποίησεν. Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα. ∆ίδωσι καὶ αὐτοῖς ἐλπίδας χρηστὰς, εἴ γε θέλοιεν. Καὶ οὐκ ἀφίησιν αὐτῶν εἶναι τὸ πλεονέκτημα, ὅπερ καὶ βασκανίαν ἐποίει, καὶ ταύτῃ τὸν  φθόνον  ὑποτεμνόμενος.  Καὶ προφητεύσουσι, φησὶν, οἱ υἱοὶ ὑμῶν. Οὔτε ὑμῶν, φησὶ, κατόρθωμα τοῦτο, οὔτε μὴν ἐγκώμιον· εἰς τὰ παιδία τὰ ὑμέτερα διέβη ἡ χάρις· αὐτῶν υἱοὺς ἑαυτοὺς καλῶν, καὶ πατέρας ἐκείνους. Καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται, καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται· καί γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου, καὶ προφητεύσουσι. Τέως δείκνυσιν αὐτοὺς εὐδοκιμηκότας, Πνεύματος ἅτε καταξιωθέντας·  ἐκείνους  δὲ οὐχὶ, ἅτε σταυρώσαντας. Οὕτω καὶ ὁ Χριστὸς βουλόμενος  αὐτῶν  μαλάξαι  τὸν  θυμὸν  ἔλεγεν·  Οἱ δὲ υἱοὶ ὑμῶν  ἐν  τίνι ἐκβάλλουσι τὰ δαιμόνια; Οὐκ εἶπεν, Οἱ μαθηταί μου· καὶ γὰρ ἐδόκει κολακεία εἶναι. Οὕτω καὶ αὐτὸς οὐκ εἶπεν, ὅτι οὐ μεθύουσιν, ἀλλὰ, Πνεύματι φθέγγονται·  καὶ οὐχ ἁπλῶς, ἀλλ' ἐπὶ τὸν προφήτην κατέφυγε, καὶ αὐτὸν ὑποδὺς ἰσχυρίζεται. Οὕτω τῆς μὲν  κατηγορίας  αὐτοὺς  ἀπήλλαξε  δι'  ἑαυτοῦ,  τῆς  δὲ  χάριτος  ἐκεῖνον  παράγει μάρτυρα. Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα. Οὕτως εἶπεν, ὅτι τοῖς μὲν δι' ὀνείρων, τοῖς δὲ καὶ ἐμφανῶς ἡ χάρις ἐξεχεῖτο. Καὶ γὰρ καὶ δι' ὀνείρων εἶδον οἱ προφῆται, καὶ ἀποκαλύψεις ἐδέξαντο. Εἶτα ἐπεξέρχεται τῇ προφητείᾳ ἐχούσῃ τι καὶ φοβερόν. Καὶ δώσω, φησὶ, τέρατα ἐν τῷ οὐρανῷ ἄνω, καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω. Ταῦτα  καὶ  περὶ  τῆς  μελλούσης  κρίσεως   καὶ  περὶ  τῶν  Ἱεροσολύμων  τῆς ἁλώσεως λέγων αἰνίττεται. Αἷμα καὶ πῦρ, καὶ ἀτμίδα καπνοῦ. Ὅρα, πῶς τὴν ἅλωσιν ὑπέγραψεν. Ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος, καὶ ἡ σελήνη εἰς αἷμα. Ἀπὸ τῆς διαθέσεως τῶν  πασχόντων  τοῦτο εἴρηκε. Λέγεται δ' οὖν ὅμως καὶ πολλὰ τοιαῦτα γεγενῆσθαι ἐν οὐρανῷ, καθὼς Ἰώσηπος μαρτυρεῖ. Ἅμα δὲ αὐτοὺς καὶ ἔπληξε, τοῦ σκότους ἀναμνήσας τοῦ γεγενημένου,  καὶ ποιῶν  προσδοκᾷν τὰ μέλλοντα.  Πρὶν ἢ ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ. Μὴ γὰρ ἐπειδὴ ἀτιμωρητὶ νῦν ἁμαρτάνετε, φησὶ, θαρσήσητε. Ταῦτα δὴ προοίμιά ἐστι μεγάλης  τινὸς  ἡμέρας καὶ χαλεπῆς. Ὁρᾷς, πῶς αὐτῶν  κατέσεισε τὴν ψυχὴν  καὶ διεσάλευσε, καὶ τὸν γέλωτα μετέστρεψεν εἰς ἀπολογίαν; Εἰ γὰρ ταῦτα προοίμια τῆς ἡμέρας ἐκείνης, ἀνάγκη περὶ τῶν  ἐσχάτων  τὸν  κίνδυνον  ἐπηρτῆσθαι. Τί δαί; ἆρα λέγων  τὰ φοβερὰ ἐπιμένει; Οὐδαμῶς. Ἀλλὰ τί; Πάλιν δίδωσιν αὐτοῖς ἀναπνεῦσαι, καί φησι· Καὶ ἔσται, πᾶς ὃς ἂν ἐπικαλέσηται  τὸ ὄνομα Κυρίου, σωθήσεται. Τοῦτο εἴρηται μὲν περὶ τοῦ Χριστοῦ, καθὼς Παῦλος λέγει· οὗτος δὲ οὐ τολμᾷ σαφῶς αὐτὸ ἀποκαλύψαι. Ἴδωμεν τοίνυν ἄνωθεν τὰ εἰρημένα. Καλῶς ὡς πρὸς γελῶντας καὶ χλευάζοντας καθίσταται λέγων· Γνωστὸν ἔστω πᾶσιν ὑμῖν, καὶ ἐνωτίσασθε τὰ ῥήματά μου. Ἀρχόμενος δὲ ἔλεγεν· Ἄνδρες Ἰουδαῖοι. Ἰουδαίους ἐμοὶ δοκεῖ λέγειν τοὺς τὴν Ἰουδαίαν κατοικοῦντας. Καὶ, εἰ  βούλει,  παραθώμεθα  τὰ  ῥήματα  ἐκεῖνα  τὰ  ἐν  τῷ  Εὐαγγελίῳ,  ἵνα  μάθῃς  τίς ἐξαίφνης γέγονεν  ὁ Πέτρος. Ἐξῆλθε, φησὶ, κόρη λέγουσα, Καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Ναζωραίου. Ὁ δὲ, Οὐκ οἶδα τὸν ἄνθρωπον, ἀπεκρίνατο. Καὶ πάλιν ἐπερωτηθεὶς ἤρξατο καταναθεματίζειν  καὶ ὀμνύναι.


βʹ. Ἀλλ' ὅρα ἐνταῦθα αὐτοῦ τὴν παῤῥησίαν καὶ  τὴν  πολλὴν   ἐλευθεροστομίαν.  Οὐκ ἐπῄνεσε  τοὺς  εἰπόντας,  ὅτι  Ἀκούομεν λαλούντων  αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ Θεοῦ· ἀλλὰ καὶ βαρεῖ, τῇ πρὸς ἐκείνους  βαρύτητι καὶ τούτους σπουδαιοτέρους ποιῆσαι βουλόμενος, καὶ κολακείας  τὸν  λόγον  ἀπηλλαγμένον  ἀποδεῖξαι. Πανταχοῦ γὰρ τοῦτο παρατηρεῖν καλὸν, καὶ πῶς ἐν τάξει συγκαταβάσεως πάσης κολακείας ὁ λόγος ἀπήλλακται καὶ πάσης ὕβρεως, ὅπερ δύσκολον. Τὸ δὲ καὶ ἐν τρίτῃ ὥρᾳ ταῦτα γενέσθαι, οὐχ ἁπλῶς ᾠκονόμηται. Ὅτε γὰρ τὸ λαμπρὸν τοῦ φωτὸς δείκνυται, τότε οὐ περὶ ἔργα ἔχουσιν οἱ ἄνθρωποι τὰ περὶ ἄριστον, τότε φαιδρὰ ἡ ἡμέρα, τότε πάντες εἰσὶν ἐπ' ἀγορᾶς. Ὁρᾷς καὶ ἐλευθερίας τὸν λόγον γέμοντα; Καὶ ἐνωτίσασθε τὰ ῥήματά μου. Τοῦτο εἰπὼν, οὐδὲν προσέθηκεν, ἀλλ' ἐπήγαγε· Τοῦτό ἐστι τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ· Καὶ ἔσται ἐν  ταῖς  ἐσχάταις ἡμέραις. ∆είκνυσι γὰρ λοιπὸν  τὴν  συντέλειαν  οὖσαν ἐγγύς. Οὕτω τὸ, Ἐν ταῖς ἐσχάταις ἡμέραις, ἔχει τινὰ ἔμφασιν. Εἶτα ἵνα μὴ δόξῃ εἰς τοὺς υἱοὺς περιιστᾷν μόνον τὸ πρᾶγμα, ἐπάγει· Καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνιαἐνυπνιασθήσονται. Ὅρα τὴν ἀκολουθίαν. Πρότερον υἱοί· καθὼς καὶ ὁ ∆αυΐδ φησιν· Ἀντὶ τῶν πατέρων σου ἐγεννήθησαν οἱ υἱοί σου· καὶ ὁ Μαλαχίας πάλιν, Ἐπιστρέψας καρδίας πατέρων ἐπὶ τέκνα. Καὶ ἐπὶ τοὺς δούλους μου, καὶ ἐπὶ τὰς δούλας μου. Καὶ τοῦτο ἀρετῆς τεκμήριον· δοῦλοι  γὰρ αὐτοῦ γεγόναμεν,  ἐλευθερωθέντες  ἀπὸ τῆς ἁμαρτίας. Πολλὴ δὲ καὶ ἡ δωρεὰ, ὅταν καὶ ἐπὶ τὸ ἕτερον γένος μεταβαίνῃ τὸ χάρισμα,  καὶ  οὐχὶ  πρὸς  μίαν  καὶ  δευτέραν  περιέστη  ὥσπερ  τὸ  παλαιὸν,  οἷον ∆εββώραν καὶ Ὀλδάν. Καὶ οὐκ εἶπεν, ὅτι Πνεῦμά ἐστιν ἅγιον, οὐδὲ ἡρμήνευσε τὰ τοῦ προφήτου· ἀλλὰ τὴν προφητείαν  μόνην εἰσήγαγε καθ'  ἑαυτὴν ἀγωνιζομένην.  Καὶ οὐδὲν περὶ Ἰούδα τέως φθέγγεται,  ἐπειδὴ τοῖς πᾶσιν ἦν δῆλον, οἵαν ἔδωκε δίκην, ἀλλὰ σιγᾷ, εἰδὼς  οὐδὲν ὂν ἰσχυρότερον τοῦ ἀπὸ προφητείας  αὐτοῖς διαλέγεσθαι· τοῦτο καὶ τῶν πραγμάτων αὐτῶν ἰσχυρότερον. Σημεῖα γὰρ ποιοῦντος τοῦ Χριστοῦ, πολλάκις  ἀντέλεγον·  ὅτε δὲ τὸν προφήτην  παρήγαγεν  αὐτοῖς ὁ Χριστὸς λέγοντα, Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν  μου, ἐσίγησαν οὕτως, ὡς μηδένα λοιπὸν  ἰσχῦσαι ἀποκριθῆναι  αὐτῷ  λόγον.  Καὶ πολλαχοῦ  τῶν  Γραφῶν καὶ αὐτὸς μέμνηται  λέγων·  Εἰ ἐκείνους  θεοὺς  εἶπε,  πρὸς  οὓς  ὁ  λόγος  τοῦ  Θεοῦ ἐγένετο. Μᾶλλον δὲ πανταχοῦ τοῦτο εὕροι τις ἄν. ∆ιὰ τοῦτο καὶ ἐνταῦθά φησιν· Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα· τουτέστι, τὰ ἔθνη. Ἀλλ' οὐδέπω ἀποκαλύπτει, οὐδὲ ἑρμηνεύει· οὐδὲ γὰρ συνέφερεν, ἐπεὶ καὶ τοῦτο ἀσαφές. ∆ώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω. Μᾶλλον γὰρ αὐτοὺς ἐφόβει ἀσαφὲς ὄν. Εἰ δὲ ἡρμήνευσε, μᾶλλον ἂν αὐτοῖς  καὶ  προσέστη. Εἶτα καὶ  ὡς  δῆλον  παρίησι, τοιαύτην  βουλόμενος  δοῦναι δόξαν. Ἀμέλει γοῦν μετὰ ταῦτα αὐτοῖς ἑρμηνεύει, ὅτε περὶ τῆς ἀναστάσεως αὐτοῖς διαλέγεται· ὅτε προωδοποίησε τῷ λόγῳ. ∆ιὰ τοῦτο ἑκὼν παρίησιν, ἐπειδὴ οὐκ ἤρκει τὰ ἀγαθὰ ἐπισπάσασθαι· καίτοι τοῦτο οὐδέποτε γέγονεν. Οὐδεὶς γὰρ τότε διέφυγε· νῦν  δὲ  οἱ  πιστοὶ  διέφυγον  ἐπὶ  Οὐεσπασιανοῦ. Καὶ τοῦτό  ἐστιν,  ὃ  λέγει·  Εἰ μὴ ἐκολοβώθησαν  αἱ  ἡμέραι  ἐκεῖναι,  οὐκ  ἂν  ἐσώθη  πᾶσα  σάρξ. Τὸ χαλεπώτερον πρότερον γέγονε· πρῶτον γὰρ συνέβη τοὺς κατοικοῦντας ἁλῶναι, καὶ τότε τὴν πόλιν κατασκαφῆναι καὶ ἐμπρησθῆναι. Εἶτα ἐπιμένει τῇ μεταφορᾷ, ἐγγὺς τῆς ὄψεως τῶν ἀκροατῶν  ἄγων  τὴν  κατασκαφὴν  καὶ τὴν  ἅλωσιν. Ὁ ἥλιος  μεταστραφήσεται εἰς σκότος, καὶ ἡ σελήνη εἰς αἷμα. Τί ἐστιν, εἰς αἷμα σελήνην μεταστραφῆναι; ∆οκεῖ μοι διὰ τούτου τὴν ὑπερβολὴν  λέγειν  τῆς σφαγῆς, καὶ πολλῆς  ἀπορίας ἐπίτηδες  τὸν λόγον ἐμπιπλᾷν.  Καὶ ἔσται, πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται. Πᾶς, φησὶ, κἂν  ἱερεὺς  ᾖ  (ἀλλ' οὐδέπω  ἀποκαλύπτει),  κἂν  δοῦλος  ᾖ, φησὶ, κἂν ἐλεύθερος. Οὐκ ἄρσεν γὰρ, οὐ θῆλυ ἐν Χριστῷ Ἰησοῦ, οὐ δοῦλος, οὐκ ἐλεύθερος. Εἰκότως· ταῦτα γὰρ ἐνταῦθα, ἔνθα πάντα σκιά. Εἰ γὰρ ἐν βασιλείοις οὐδεὶς εὐγενὴς οὐδὲ δυσγενὴς, ἀλλὰ ἀπὸ τῶν ἔργων ἕκαστος φαίνεται, καὶ ἐν τέχνῃ ἀπὸ τοῦ ἔργου ἕκαστος δείκνυται· πολλῷ μᾶλλον ἐν ἐκείνῃ τῇ καταστάσει. Πᾶς ὃς ἂν ἐπικαλέσηται. Ἐπικαλέσηται, οὐχ ἁπλῶς (Οὐ γὰρ πᾶς, φησὶν, ὁ λέγων μοι, Κύριε, Κύριε), ἀλλὰ μετὰ διαθέσεως, μετὰ βίου ἀρίστου, μετὰ παῤῥησίας τῆς προσηκούσης. Τέως ἀνεπαχθῆ ποιεῖ τὸν λόγον, τὸ τῆς πίστεως εἰσάγων, καὶ οὐ φοβερὸν κρύπτων τὸ τῆς κολάσεως. Πῶς; ∆εικνὺς, ὅτι ἐν ἐπικλήσει ἡ σωτηρία.


 γʹ. Τί λέγεις; εἰπέ μοι· σωτηρίας μέμνησαι μετὰ σταυρόν; Ἀνάσχου τέως· πολλὴ γὰρ ἡ φιλανθρωπία  τοῦ Θεοῦ. Καὶ τοῦτο οὐχ ἧττον  τῆς ἀναστάσεως  αὐτὸν  δείκνυσι Θεὸν, καὶ τῶν  σημείων, τὸ τούτους προσκαλεῖσθαι. Τὸ γὰρ σφόδρα ἀγαθὸν, τοῦτο Θεοῦ μάλιστα ἴδιον. ∆ιὰ τοῦτο καὶ λέγει·  Οὐδεὶς ἀγαθὸς,  εἰ  μὴ  εἷς  ὁ  Θεός. Ἀλλὰ  μὴ  τὴν  ἀγαθότητα  εἰς  ἀφορμὴν ῥᾳθυμίας  λάβωμεν· καὶ γὰρ καὶ κολάζει καθάπερ Θεός. Αὐτὰ γοῦν  ταῦτα  αὐτὸς εἰργάσατο ὁ εἰπὼν, Ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται. Τὰ κατὰ τὴν Ἱερουσαλὴμ λέγω, τὴν ἀφόρητον ἐκείνην  κόλασιν· ἧς βούλομαι ὀλίγα πρὸς ὑμᾶς εἰπεῖν, χρησιμεύοντα ἡμῖν καὶ πρὸς Μαρκιωνιστὰς καὶ πρὸς ἄλλους πολλοὺς τῶν αἱρετικῶν.  Ἐπειδὴ γὰρ λέγουσιν  ἀγαθὸν  Θεὸν τὸν  Χριστὸν, ἐκεῖνον  δὲ πονηρὸν,
ἴδωμεν τίς ταῦτα ἐποίησε. Τίς τοίνυν ταῦτα εἰργάσατο; ὁ πονηρὸς, τούτῳ ἀμύνων; Οὐδαμῶς. Πῶς οὖν αὐτοῦ ἀλλότριος; Ἀλλ' ὁ ἀγαθός; Ἀλλὰ δείκνυται καὶ ὁ Πατὴρ καὶ ὁ Υἱὸς πεποιηκώς·  ὁ μὲν  Πατὴρ πολλαχοῦ,  ὡς  ὅταν  λέγῃ,  ἐν  τῷ  ἀμπελῶνι πέμπειν τὰ στρατεύματα αὐτοῦ· ὁ δὲ Υἱὸς, ὅταν λέγῃ, Τοὺς δὲ ἐχθρούς μου ἀγάγετε καὶ κατασφάξατε ἐνώπιόν μου, τοὺς μὴ θελήσαντάς με αὐτῶν βασιλεῦσαι. Ἄλλως δὲ καὶ αὐτὸς λέγει τὰς θλίψεις τὰς ἐσομένας, ὧν οὐδὲν ὠμότερον γέγονε τῶν πώποτε πεπραγμένων,  καὶ  αὐτὸς  αὐτὰς  ἀπεφήνατο.  Θέλεις οὖν  ἀκοῦσαι τὰ  γεγενημένα; Ὀβελίσκοις αὐτοὺς διέπειραν.  Τί τούτων  ἰδεῖν  βαρύτερον; Ἀλλὰ τὸ τῆς γυναικὸς βούλει  πάθος  διηγήσομαι  καὶ  τὴν  τραγῳδίαν   ἐκείνην,   ἥτις  πᾶσαν  ἀπέκρυψε συμφοράν; ἀλλὰ τοὺς λιμοὺς καὶ τοὺς λοιμούς; Καὶ παρίημι τὰ τούτων χαλεπώτερα. Ἠγνοήθη παρ' ἐκείνοις ἡ φύσις, ἠγνοήθη ὁ νόμος· τὰ θηρία ὑπερηκόντισαν. Πάντα δὲ ταῦτα  ὑπὸ τῆς ἀνάγκης  τῶν  πολέμων  γέγονε,  τοῦ Θεοῦ βουλομένου  καὶ τοῦ Χριστοῦ. Ταῦτα καὶ πρὸς Μαρκιωνιστὰς ἁρμόσει, καὶ πρὸς τοὺς  ἀπιστοῦντας  τῇ γεέννῃ· ἱκανὰ γὰρ αὐτῶν ἐπιστομίσαι τὴν ἀναισχυντίαν.  Τῶν ἐν Βαβυλῶνι κακῶν οὐχὶ  ταῦτα  χαλεπώτερα;  τῶν  λιμῶν  ἐκείνων  οὐχὶ  ταῦτα  πολλῷ  βαρύτερα; Περὶ τούτων καὶ αὐτὸς ἀπεφήνατο ὁ Χριστὸς, λέγων· Ἔσται θλίψις οἵα οὐ γέγονεν, οὐδὲ μὴ γένηται. Πῶς οὖν λέγουσί τινες, ὅτι· εἴασεν αὐτοῖς ὁ Χριστὸς τὴν ἁμαρτίαν; Τάχα δοκεῖ κοινὸν εἶναι τὸ ζήτημα· ἀλλ' ὑμεῖς αὐτὸ ἱκανοὶ λῦσαι. Οὐδεὶς οὐδαμοῦ πλάσμα τοιοῦτον ἔχει δεῖξαι, οἷον ἐπὶ τῆς ἀληθείας γέγονε. Καὶ εἰ μὲν Χριστιανὸς ὁ ταῦτα γράφων ἦν, κἂν ὕποπτος ὁ λόγος ἦν· εἰ δὲ Ἰουδαῖος, καὶ Ἰουδαῖος ζηλωτὴς, μετὰ τὸ Εὐαγγέλιον ἐλθὼν, πῶς οὐ πᾶσι κατάδηλα τὰ γενόμενα; Ὄψει γὰρ αὐτὸν πανταχοῦ καὶ ἐπαίροντα τὰ Ἰουδαϊκά. Οὐκοῦν ἔστι καὶ γέεννα, καὶ ἀγαθός ἐστιν ὁ Θεός. Ἆρα ἐφρίξατε ταῦτα ἀκούσαντες; Ἀλλὰ ταῦτα ἐνταῦθα γινόμενα οὐδέν ἐστι πρὸς τὰ ἐκεῖ. Πάλιν ἀναγκάζομαι ἀηδὴς φαίνεσθαι  καὶ φορτικὸς  καὶ βαρύς· ἀλλὰ τί πάθω; Εἰς τοῦτο κεῖμαι. Καθάπερ παιδαγωγὸς χαλεπὸς εἰς τοῦτο κεῖται, εἰς τὸ μισεῖσθαι παρὰ τῶν  παιδαγωγουμένων·  οὕτω δὴ καὶ ἡμεῖς. Πῶς γὰρ οὐκ ἄτοπον, τοὺς μὲν παρὰ βασιλέων τάξιν τινὰ ταχθέντας, κἂν ἀηδὲς ᾖ τὸ προσταττόμενον ποιεῖν· ἡμᾶς δὲ διὰ τὴν παρ' ὑμῶν μέμψιν ἐλλείπειν τὴν τάξιν, ἣν ἐτάχθημεν; Ἄλλος ἔργον ἔχει ἕτερον· ὑμῶν  δὲ πολλοὶ  ἔργον  ἔχουσι, τὸ ἐλεεῖν,  τὸ φιλανθρωπεύεσθαι,  ἡδεῖς εἶναι  καὶ προσηνεῖς τοῖς εὐεργετουμένοις. Ἡμεῖς δὲ τοῖς ὠφελουμένοις βαρεῖς φαινόμεθα καὶ χαλεποὶ, καὶ φορτικοὶ καὶ ἀηδεῖς· οὐ γὰρ δι' ὧν τέρπομεν ὠφελοῦμεν, ἀλλὰ δι' ὧν δάκνομεν. Τοιοῦτός ἐστι καὶ ὁ ἰατρός. Ἀλλ'  ἐκεῖνος μὲν οὐ σφόδρα ἀη  δής· εὐθέως γὰρ τῆς αὐτοῦ τέχνης  τὴν ὠφέλειαν  παρέχεται· ἡμεῖς δὲ ἐν τῷ μέλλοντι. Τοιοῦτός ἐστι καὶ ὁ δικαστὴς, λυπηρὸς τοῖς νοσοῦσι καὶ στασιάζουσι. τοιοῦτος ὁ νομοθέτης, λυπηρὸς τοῖς νομοθετουμένοις.  Ἀλλ' οὐχ ὁ καλῶν ἐπὶ τρυφὴν, οὐδὲ ὁ δημοτελεῖς ποιῶν ἑορτὰς καὶ πανηγύρεις, οὐδὲ ὁ στεφανῶν τὸν δῆμον· ἀλλὰ προσηνεῖς οὗτοι, εὐωχοῦντες τὰς πόλεις θεάμασι παντοδαποῖς, εἰσφέροντες, ἀναλίσκοντες.  ∆ιὰ τοῦτο  καὶ  εὐφημίαις  αὐτοὺς  ἀμείβονται  οἱ  παθόντες  εὖ, καὶ παραπετάσμασι,  καὶ  λαμπάδων   πλήθει,  καὶ  στέμμασι, καὶ  κλάδοις,  καὶ  ἐσθῆτι λαμπρᾷ. Ἂν δὲ τὸν ἰατρὸν ἴδωσιν οἱ κάμνοντες, στυγνοὶ καὶ κατηφεῖς γίνονται· ἂν τὸν  δικαστὴν  ὁμοίως  οἱ στασιάζοντες, συνεσταλμένοι  γίνονται,  οὐχὶ  διαχέονται, οὐδὲ ὀρχοῦνται, πλὴν ὅταν κἀκεῖνος εἰς ἐκείνην  μεταστῇ τὴν τάξιν. Ἴδωμεν οὖν τίνες μάλιστα τὰς πόλεις ὠφελοῦσιν, οἱ τὰς ἑορτὰς ταύτας ἄγοντες, καὶ τὰς θαλίας, καὶ τὰς τραπέζας τὰς πολυτελεῖς, καὶ τὰς τέρψεις τὰς ποικίλας· ἢ οἱ πάντα ἐκεῖνα συστείλαντες, καὶ τὸ ξύλον ἐπιφερόμενοι, καὶ μάστιγας, καὶ δημίους, καὶ στρατιώτας φοβεροὺς, καὶ φωνὴν  προϊέμενοι πολλοῦ τρόμου γέμουσαν, καὶ ἐπισκήπτοντες, καὶ κατηφεῖν ποιοῦντες, καὶ ῥάβδῳ ἀποσοβοῦντες τοὺς ἐπὶ τῆς ἀγορᾶς. Ἴδωμεν τοίνυν ποῦ τὸ κέρδος λήγει. Οὗτοι μὲν γάρ εἰσιν ἀηδεῖς, ἐκεῖνοι δὲ ποθεινοί.  Τί οὖν ἀπ' ἐκείνων γίνεται τῶν τερπόντων; Ἡδονή τις ψυχρὰ, μέχρι τῆς ἑσπέρας μένουσα καὶτῇ ἐπιούσῃ διαῤῥέουσα, γέλως ἄτακτος, ῥήματα ἀπρεπῆ καὶ διακεχυμένα. Τί δαὶ ἀπὸ τούτων;  Φόβος, σωφροσύνη, λογισμὸς συνεσταλμένος, ψυχῆς  ἐπιείκεια,  ῥᾳθυμίας ἀναίρεσις, χαλινὸς  τῶν  ἔνδον  ὄντων  παθῶν,  τεῖχος  τῶν  ἔξωθεν  ἐπιόντων.  ∆ιὰ τούτους  τὰς  οὐσίας  ἔχομεν  ἕκαστος, δι'  ἐκείνας  δὲ  τὰς  ἑορτὰς  καὶ  ἐπιβλαβῶς κενοῦμεν  αὐτὰς, οὐ λῃστῶν  ἐπεισελθόντων,  ἀλλὰ  τῆς μεθ' ἡδονῆς  λῃστευούσης κενοδοξίας. Ὁρᾷ τὸν λῃστὴν ἕκαστος ἐκφοροῦντα  πάντα, καὶ ἥδεται. Καινὸς τῆς λῃστείας  ὁ  τρόπος· ἔπεισε τοὺς  ἀποδυομένους  εὐφραίνεσθαι.


 δʹ. Ἀλλ'  οὐκ  ἐκεῖ τοιοῦτον  οὐδέν· ἀλλὰ  πᾶσιν ἀπετείχισεν  ὁ Θεὸς καθάπερ κοινὸς Πατὴρ, καὶ τοῖς ὁρωμένοις, καὶ τοῖς μὴ ὁρωμένοις. Βλέπετε γὰρ, φησὶ, τὴν ἐλεημοσύνην ὑμῶν μὴ ποιεῖν  ἔμπροσθεν  τῶν  ἀνθρώπων.   Μανθάνει  ψυχὴ  ἐντεῦθεν  ἀδικίαν  φεύγειν. Ἀδικία γὰρ, οὐ τὸ χρήματα πλεονεκτεῖν  μόνον, ἀλλὰ καὶ τὸ πλέον τῆς ὡρισμένης τροφῆς διδόναι  τῇ γαστρὶ, καὶ τὴν εὐφροσύνην τῶν  οἰκείων  ἐξάγειν μέτρων, καὶ ποιεῖν ἐκβακχεύεσθαι. Ἐκεῖθεν σωφροσύνην μανθάνει, ἐντεῦθεν ἀκολασίαν. Οὐ γὰρ τὸ  μιγῆναι  γυναικὶ  μόνον  ἀκολασία, ἀλλὰ  καὶ  τὸ  ἀκολάστοις  ἰδεῖν  ὀφθαλμοῖς. Ἐκεῖθεν ἐπιείκειαν μανθάνει, ἐντεῦθεν τῦφον. Πάντα γάρ μοι, φησὶν, ἔξεστιν, ἀλλ' οὐ πάντα  συμφέρει. Ἐκεῖθεν κοσμιότητα, ἐντεῦθεν  ἀσχημοσύνην. Τὰ γὰρ ἐν τοῖς θεάτροις παρίημι. Ὅτι δὲ οὐδὲ ἡδονή τίς ἐστιν, ἀλλὰ λύπη, δείξατέ μοι μετὰ μίαν ἡμέραν τῆς ἑορτῆς τούς τε ἀναλώσαντας, τούς τε ἑστιαθέντας τοῖς θεάμασι, καὶ ὄψει αὐτοὺς  μὲν  ἐν  κατηφείᾳ  ἅπαντας,  ἐν  μείζονι  δὲ  ἐκεῖνον  τὸν  ἀναλωκότα.  Καὶ εἰκότως· ἔτερψε γὰρ τῇ προτεραίᾳ τὸν ἰδιώτην· καὶ ὁ μὲν ἰδιώτης ἐν εὐθυμίᾳ ἦν καὶ ἡδονῇ πολλῇ· τέως γὰρ τῇ ἐσθῆτι ἔχαιρε τῇ λαμπρᾷ· τὴν χρῆσιν δὲ αὐτῆς οὐκ ἔχων, ἀλλ' ὁρῶν ἑαυτὸν ἀποδυόμενον, ἤλγει καὶ ἐδάκνετο. Ἐκεῖνος δὲ ὁ ἀναλίσκων, καὶ τὴν οἰκείαν  εὐπραγίαν  μικρὰν ὁρᾷν πρὸς τὴν ἐκείνου ἐδόκει. ∆ιὰ τοῦτο τῇ ὑστεραίᾳ ἀντιδιδόασιν ἀλλήλοις, καὶ τὸ πλέον τῆς ἀθυμίας ἐκεῖνος δέχεται. Εἰ δὲ ἐν τοῖς  ἔξωθεν  τοσαύτην  ἔχει  ἀηδίαν  τὰ  τέρποντα,  τὰ  δὲ  ἐπιστύφοντα  ὠφέλειαν, πολλῷ μᾶλλον ἐν τοῖς πνευματικοῖς. ∆ιὰ τοῦτο μηδεὶς ἀγανακτεῖ τοῖς νόμοις, ἀλλὰ καὶ κοινὴν ὠφέλειαν  ἅπαντες τίθενται τὸ πρᾶγμα. Οὐ γὰρ ἄλλοθέν ποθεν ξένοι καὶ πολέμιοι τῶν νομοθετουμένων ἐλθόντες ταῦτα διετάξαντο, ἀλλ' αὐτοὶ οἱ πολῖται, οἱ προστάται, οἱ  κηδεμόνες·  καὶ  τοῦτο  σωτηρίας  καὶ  εὐνοίας  τεκμήριον  τυγχάνειν ἡγοῦνται,  τὸ νόμους θέσθαι. Καίτοι γε κολάσεως οἱ νόμοι γέμουσι, καὶ οὐκ ἔστιν εὑρεῖν   νόμον   κολάσεως   χωρίς.   Πῶς  οὖν   οὐκ   ἄτοπον,   τοὺς   μὲν   ἐκείνους ἐξηγουμένους τοὺς νόμους, καὶ σωτῆρας καὶ εὐεργέτας καὶ προστάτας ἀποκαλεῖν, ἡμᾶς δὲ βαρεῖς τινας  καὶ χαλεποὺς  ἡγεῖσθαι, ἂν τοὺς τοῦ Θεοῦ νόμους λέγωμεν; Ὅταν γὰρ περὶ γεέννης διαλεγώμεθα, ἐκείνους τοὺς νόμους κινοῦμεν· καὶ καθάπερ οἱ ἔξωθεν τοὺς φονικοὺς,  τοὺς περὶ λωποδυτῶν,  τοὺς γαμικοὺς, καὶ πάντας  τοὺς τοιούτους, οὕτω καὶ ἡμεῖς τοὺς κολαστικοὺς, οὓς οὐκ ἄνθρωπος ἔθηκεν, ἀλλ' αὐτὸς ὁ μονογενὴς τοῦ Θεοῦ Παῖς. Ὁ ἀνελεήμων κολαζέσθω, φησί· τοῦτο γὰρ ἡ παραβολὴ βούλεται. Ὁ μνησικακῶν τιμωρείσθω τιμωρίαν ἐσχάτην, ὁ ὀργιζόμενος εἰκῆ, εἰς τὸ πῦρ ἐμβαλλέσθω· ὁ λοιδορῶν, τιννύτω  δίκην ἐν τῇ γεέννῃ. Εἰ δὲ νομίζετε ξένους ἀκούειν νόμους, μὴ θορυβηθῆτε. Εἰ γὰρ μὴ ξένους ἔμελλε θήσειν, τί καὶ παρεγένετο ὁ  Χριστός; Ἐκεῖνα  γὰρ  δῆλα  ἡμῖν  ἐστιν,  ὅτι  τὸν  φονέα  καὶ  τὸν  μοιχὸν  δεῖ κολάζεσθαι.  Εἰ τοίνυν  τὰ  αὐτὰ  ἐμέλλομεν  ἀκούσεσθαι, τίς  χρεία  ἦν  οὐρανίου διδασκάλου; ∆ιὰ τοῦτο οὐ λέγει, Ὁ μοιχὸς κολαζέσθω, ἀλλ' Ὁ βλέπων ἀκολάστοις ὀφθαλμοῖς. Καὶ ποῦ, καὶ πότε δώσει δίκην, προστίθησι. Καὶ οὐκ εἰς ἄξονας, οὐδὲ εἰς κύρβεις τοὺς νόμους κατέθετο, οὐδὲ  στήλας ἀνέστησε χαλκᾶς καὶ γράμματα ἐνεχάραξεν·  ἀλλὰ  ψυχὰς  ἡμῖν  ἀναστήσας δώδεκα  τὰς  τῶν  ἀποστόλων,  ἐν  ταῖς ἐκείνων  διανοίαις  διὰ τοῦ  Πνεύματος ταῦτα  τὰ  γράμματα  γέγραφε.  Ταῦτα ὑμῖν παραγινώσκομεν εἰκότως ἡμεῖς. Εἰ γὰρ Ἰουδαίοις τοῦτο θεμιτὸν ἦν, ἵνα μηδεὶς εἰς ἄγνοιαν  ἔχῃ καταφεύγειν,  πολλῷ μᾶλλον ἡμῖν. Εἰ δὲ λέγοι τις Οὐδὲ ἀκούω, οὐδὲ
κρῖμα ἔχω, ταύτῃ μάλιστα κολάζεται. Εἰ γὰρ μηδεὶς ἦν ὁ διδάσκων, ἐνῆν εἰς ταῦτα καταφεύγειν· εἰ δέ ἐστιν, οὐκ ἔτι. Ὅρα γοῦν Ἰουδαίους πῶς ἀποστερεῖ συγγνώμης, λέγων· Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον. Καὶ πάλιν ὁ Παῦλος· Ἀλλὰ λέγω,  μὴ οὐκ ἤκουσαν; Μενοῦν γε εἰς πᾶσαν τὴν γῆν  ἐξῆλθεν  ὁ φθόγγος αὐτῶν. Τότε γὰρ συγγνώμη ἐστὶν, ὅταν μηδεὶς ᾖ ὁ λέγων· ὅταν δὲ ὁ σκοπὸς κάθηται καὶ τοῦτο ἔχῃ ἔργον, οὐκ ἔτι συγγνώμη. Μᾶλλον δὲ οὐκ ἐβούλετο ὁ Χριστὸς εἰς ἐκείνας τὰς στήλας ἐνορᾷν ἡμᾶς μόνον, ἀλλὰ καὶ αὐτοὺς εἶναι στήλας. Ἐπειδὴ δὲ ἀναξίους ἑαυτοὺς τῶν γραμμάτων τούτων  κατεστήσαμεν, κἂν εἰς ἐκείνας ἴδωμεν. Καθάπερ γὰρ αἱ στῆλαι ἑτέροις ἀπειλοῦσιν, αὐταὶ δὲ οὐκ εἰσὶν ὑπεύθυνοι,  ὥσπερ οὐδὲ οἱ νόμοι· οὕτω καὶ οἱ μακάριοι ἀπόστολοι. Καὶ ὅρα· οὐκ ἐν ἑνὶ τόπῳ ἡ στήλη ἕστηκεν αὕτη, ἀλλὰ πανταχοῦ  περιφέρεται τὰ γράμματα. Κἂν εἰς Ἰνδοὺς ἀπέλθῃς, ἀκούσῃ τούτων·  κἂν  εἰς  Ἱσπανίαν,  κἂν  πρὸς  αὐτὰ  τῆς  γῆς  τὰ  τέρματα,  οὐδεὶς ἀνήκοος τυγχάνει,  πλὴν  εἰ μὴ παρὰ τὴν  οἰκείαν  ῥᾳθυμίαν. Μὴ δὴ δυσχεραίνετε, ἀλλὰ προσέχετε τοῖς λεγομένοις· ἵνα δυνηθῆτε τῶν τῆς ἀρετῆς ἔργων ἐπιλαβέσθαι, καὶ τυχεῖν τῶν αἰωνίων ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν  καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας  τῶν αἰώνων. Ἀμήν.


ςʹ. Ἄνδρες Ἰσραηλῖται, ἀκούσατέ μου τοὺς λόγους τούτους.

αʹ. Οὐκ ἔστι κολακεία  τὸ  ῥῆμα· ἀλλ'  ἐπειδὴ  καθήψατο  αὐτῶν  σφοδρῶς, ἀνίησιν  αὐτοὺς  λοιπὸν,  καὶ  ἀναμιμνήσκει  τοῦ  ∆αυῒδ  εὐκαίρως.  Καὶ πάλιν  ἀπὸ προοιμίου ἄρχεται· ἵνα μὴ θορυβηθῶσιν, ἐπειδὴ ἔμελλεν αὐτοὺς τοῦ Ἰησοῦ ἀναμιμνήσκειν. Ἀνωτέρω μὲν γὰρ οὐκ ἂν ἐθορυβήθησαν τοῦ προφήτου ἀκούοντες, τὸ δὲ ὄνομα τοῦ Ἰησοῦ εὐθέως ἂν αὐτοῖς προσέστη. Καὶ οὐκ εἶπεν, Πείσθητε, ἀλλὰ, Ἀκούσατε, ὅπερ ἦν ἀνεπαχθές. Καὶ ὅρα, πῶς οὐδὲν λέγει τῶν ὑψηλῶν, ἀλλ' ἀπὸ τῶν σφόδρα ταπεινῶν ἄρχεται. Ἰησοῦν, φησὶ, τὸν Ναζωραῖον. Εὐθέως τὴν πατρίδα λέγει, ἥπερ ἐδόκει εὐτελὴς εἶναι. Καὶ οὐδὲν μέγα τέως λέγει περὶ αὐτοῦ, οὐδὲ οἷον ἄν τις εἶπε περὶ προφήτου. Ἰησοῦν, φησὶ, τὸν Ναζωραῖον, ἄνδρα ἀποδεδειγμένον  ἀπὸ τοῦ Θεοῦ εἰς ὑμᾶς. Ὅρα, ποῖον ἦν τοῦτο μέγα, τὸ εἰπεῖν, ὅτι παρὰ τοῦ Θεοῦ ἀπεστάλη. Τοῦτο γὰρ ἄνω καὶ κάτω καὶ αὐτὸς ἐσπούδαζε καὶ Ἰωάννης καὶ οἱ ἀπόστολοι δεῖξαι. Ἄκουε γὰρ Ἰωάννου λέγοντος· Ἐκεῖνός μοι εἶπεν, ἐφ' ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον  καὶ μένον ἐπ' αὐ  τὸν, οὗτός ἐστιν. Αὐτὸς δὲ ὁ Χριστὸς καὶ μεθ' ὑπερβολῆς τοῦτο ποιεῖ, λέγων·  Ἀπ' ἐμαυτοῦ οὐκ ἦλθον,  ἐκεῖνός  με ἔπεμψε. Καὶ πανταχοῦ τῶν Γραφῶν τοῦτο μάλιστά ἐστι τὸ σπουδαζόμενον. ∆ιὰ τοῦτο καὶ ἅγιος οὗτος ὁ κορυφαῖος τοῦ μακαρίου χοροῦ, ὁ ἐραστὴς τοῦ Χριστοῦ, ὁ σφοδρὸς μαθητὴς, ὁ   τὰς   κλεῖς   πιστευθεὶς   τῶν   οὐρανῶν,   ὁ   τὴν   ἀποκάλυψιν   δεξάμενος   τὴν πνευματικὴν,  καταστείλας αὐτοὺς τῷ φόβῳ, καὶ δείξας μεγάλων  ἠξιωμένους, καὶ ποιήσας ἀξιοπίστους, τότε καὶ περὶ ἐκείνου διαλέγεται. Βαβαὶ, οἷον ἐτόλμησε μεταξὺ τῶν φονευσάντων εἰπεῖν, ὅτι ἀνέστη. Καὶ οὐ λέγει, ὅτι ἀνέστη εὐθέως, ἀλλ' ὅτι ἀπὸ τοῦ Θεοῦ εἰς ὑμᾶς ἥκει. Τοῦτο δὲ δῆλον οἷς ἐποίησεν. Οὐκέτι λέγει, ὅτι αὐτὸς, ἀλλ' ὅτι δι'  αὐτοῦ ὁ Θεὸς, ἵνα μᾶλλον  τῷ μετριάζειν  ἐφελκύσηται, ἐφ'  ᾧ αὐτοὺς, καὶ καλεῖ μάρτυρας, καί φησιν· Ἄνδρα ἀποδεδειγμένον ἀπὸ τοῦ Θεοῦ εἰς ὑμᾶς δυνάμεσι καὶ τέρασι καὶ σημείοις οἷς ἐποίησε δι' αὐτοῦ ὁ Θεὸς ἐν μέσῳ ὑμῶν, καθὼς καὶ αὐτοὶ οἴδατε. Εἶτα ἐμπεσὼν εἰς τὸ τόλμημα αὐτῶν  τὸ ἐναγὲς  ἐκεῖνο, ὅρα πῶς πειρᾶται αὐτοὺς  ἀπαλλάξαι  τοῦ ἐγκλήματος·  εἰ γὰρ καὶ ὡρισμένον  ἦν, ὅμως ἀνδροφόνοι ἦσαν. Τοῦτον, φησὶ, τῇ ὡρισμένῃ βουλῇ  καὶ προγνώσει  τοῦ Θεοῦ ἔκδοτον  λαβόντες,  διὰ  χειρῶν  ἀνόμων  προσπήξαντες  ἀνείλετε.  Μονονουχὶ  τὰ  αὐτὰ  τῷ Ἰωσὴφ λέγων  ῥήματα, ἅπερ δὴ κἀκεῖνος ἔλεγε πρὸς τοὺς ἀδελφούς· Μὴ φοβεῖσθε, ὅτι ἀπέδοσθέ με οὐχ ὑμεῖς, ἀλλ' ὁ Θεός με ὧδε ἀπέστειλεν. Εἶτα εἰπὼν, ὅτι βουλὴ Θεοῦ, ἵνα μὴ εἴπωσιν, ἄρα καλῶς  τοῦτο ἐποιήσαμεν, συλλογίζεται  αὐτοὺς δι' οὗ προσέθηκε, ∆ιὰ χειρῶν ἀνόμων προσπήξαντες ἀνείλετε, Ἐνταῦθα τὸν Ἰούδαν αἰνίττεται·  ἅμα δὲ αὐτοῖς δείκνυσιν, ὅτι οὐ τῆς αὐτῶν ἰσχύος ἦν, εἰ μὴ καὶ αὐτὸς συνεχώρησε καὶ ἐξέδωκεν ὁ Θεὸς αὐτόν. Τοῦτο γάρ ἐστι τὸ Ἔκδοτον. Οὕτως ὅλον ἐπὶ τὴν κεφαλὴν τοῦ Ἰούδα περιέστησε τὸ ἔγκλημα τοῦ παραδεδωκότος· αὐτὸς γὰρ αὐτὸν παρέδωκε τῷ φιλήματι. Ἢ τοίνυν περὶ τούτου τὸ, ∆ιὰ χειρῶν ἀνόμων, ἢ τῶν στρατιωτῶν λέγει, δηλῶν, ὅτι Οὐδὲ ἁπλῶς ἀνείλετε, ἀλλὰ, ∆ιὰ τῶν ἀνόμων ἀνδρῶν. Καὶ θέα, πῶς πανταχοῦ  σπουδάζουσι τὸ πάθος ὁμολογηθῆναι  πρότερον. Τὰ δὲ τῆς ἀναστάσεως ἐπεὶ μέγα ἦν, τέως συσκιάζει, καὶ οὕτω πως μέσον αὐτὸ τίθησιν. Ἐκεῖνα μὲν γὰρ ὡμολόγητο, οἷον ὁ σταυρὸς καὶ ὁ θάνατος, ἡ δὲ ἀνάστασις οὔπω· διὸ καὶ ὕστερον περὶ ταύτης φησὶν ἐπάγων·  Ὃν ὁ Θεὸς ἀνέστησε λύσας τὰς ὠδῖνας  τοῦ θανάτου, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ' αὐτοῦ. Ἐνταῦθά τι μέγα καὶ ὑψηλὸν ᾐνίξατο. Τὸ γὰρ, Οὐκ ἦν δυνατὸν, καὶ αὐτὸν διδόντα ἐμφαίνει κατασχεῖν· καὶ ὅτι καὶ αὐτὸς ὤδινε κατέχων αὐτὸν ὁ θάνατος, καὶ τὰ δεινὰ ἔπασχεν. Ὠδῖνα γὰρ θανάτου ἡ Γραφὴ τὸν κίνδυνον  πανταχοῦ  οἶδε καλεῖν· καὶ ὅτι οὕτως ἀνέστη, ὡς μηκέτι πάλιν ἀποθανεῖν. Ἢ τῷ εἰπεῖν, Καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ' αὐτοῦ, τοῦτο δηλοῦντός ἐστιν, ὅτι οὐ κοινὴ τοῖς ἄλλοις γέγονεν ἡ ἀνάστασις. Εἶτα πρὶν ἤ τι τὴν διάνοιαν αὐτῶν ἐννοῆσαι, ἐπέστησεν αὐτοῖς τὸν ∆αυῒδ πάντα λογισμὸν ἀνθρώπινον  ἀναιροῦντα.  ∆αυῒδ γὰρ, φησὶ, λέγει εἰς αὐτόν. Καὶ ὅρα, πῶς πάλιν  ἡ μαρτυρία ταπεινή· διὰ δὴ τοῦτο καὶ ἄνωθεν αὐτὴν ἀνέλαβεν ἀπὸ τῶν ταπεινοτέρων, ἵνα  δείξῃ, ὅτι οὐ τῶν  λυπούντων  ἦν  ὁ θάνατος.  Προωρώμην, φησὶ, τὸν  Κύριον ἐνώπιόν μου διὰ παντὸς, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ· ὅτι οὐκ ἐγκαταλείψεις  τὴν ψυχήν μου εἰς ᾄδου. Εἶτα πληρώσας τὴν μαρτυρίαν τὴν προφητικὴν, ἐπάγει· Ἄνδρες ἀδελφοί. Ὅταν μέλλῃ τι λέγειν μέγα, τούτῳ κέχρηται τῷ προοιμίῳ, διεγείρων αὐτοὺς καὶ οἰκειούμενος ἐντεῦθεν. Ἐξὸν εἰπεῖν, φησὶ, μετὰ παῤῥησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου ∆αυΐδ. Πολλὴ ἡ ταπεινοφροσύνη· ἔνθα οὐδὲν  ἔβλαπτε, συγκαταβαίνει.  ∆ιά τοι τοῦτο καὶ οὐκ εἶπεν,  ὅτι ταῦτα  περὶ τοῦ Χριστοῦ εἴρηται, οὐ περὶ τοῦ ∆αυΐδ· σφόδρα συνετῶς, τῇ πολλῇ περὶ τὸν μακάριον
∆αυῒδ  τιμῇ  ἐντρέπων   αὐτοὺς,  καὶ  περὶ  τοῦ  ὡμολογημένου   καὶ  ὡς  τολμηροῦ δοκοῦντος εἰρῆσθαι, παραιτούμενος αὐτοὺς οἷς ἐγκωμιάζει ἠρέμα. ∆ιὸ καὶ οὐ, Περὶ τοῦ ∆αυῒδ, φησὶν ἁπλῶς, ἀλλὰ, Περὶ τοῦ πατριάρχου ∆αυῒδ, ὅτι καὶ ἐτελεύτησε καὶ ἐτάφη. Οὐκέτι λέγει, Καὶ οὐκ ἀνέστη, ἀλλ' ἑτέρως ἐξ εὐθείας τὸ αὐτὸ παριστῶν καὶ λέγων· Καὶ τὸ μνῆμα αὐτοῦ ἐστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης. Εἶτα ὃ ἐβούλετο κατασκευάσας, οὐδὲ οὕτως ἦλθεν ἐπὶ τὸν Χριστὸν, ἀλλὰ πάλιν μετ' ἐγκωμίων  τῶν τοῦ ∆αυΐδ· Προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς, ὅτι ὅρκῳ ὤμωσεν αὐτῷ ὁ Θεός. 


βʹ. Ταῦτα δὲ λέγει, ἵνα κἂν διὰ τὴν εἰς ἐκεῖνον τιμὴν καὶ τὸ γένος δέξωνται τὸν περὶ τῆς ἀναστάσεως λόγον· ὡς καὶ τῆς προφητείας βλαπτομένης εἰ μὴ τοῦτο εἴη, καὶ τῆς εἰς αὐτοὺς  τιμῆς. Καὶ εἰδὼς,  φησὶν,  ὅτι  ὅρκῳ ὤμωσεν  αὐτῷ  ὁ Θεός. Οὐκ εἶπεν, Ἐπηγγείλατο ἁπλῶς, ἀλλ' ὃ πλέον ἦν, Ὅρκῳ ὤμοσε, Ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ τὸ κατὰ σάρκα ἀναστήσειν τὸν  Χριστὸν, καθίσαι ἐπὶ τοῦ θρόνου αὐτοῦ. Ὅρα τὸ ὑψηλὸν  πῶς πάλιν  ᾐνίξατο. Ἐπειδὴ γὰρ αὐτοὺς κατεπράϋνε τοῖς λόγοις, θαῤῥῶν τοῦτο παρενέθηκεν τοῦ προφήτου, καὶ περὶ τῆς ἀναστάσεως διαλέγεται. Ὅτι οὔτε ἡ ψυχὴ αὐτοῦ ἐγκατελείφθη εἰς ᾅδου, οὔτε ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν. Τοῦτο πάλιν θαυμαστόν· δείκνυσι γὰρ, ὅτι οὐχ ὁμοία τοῖς ἄλλοις ἡ ἀνάστασις. Κατέσχε μὲν γὰρ αὐτὸν,  οὐκ  εἰργάσατο  δὲ  τὸ  αὐτοῦ  τότε  ὁ θάνατος.  Καὶ τὸ  μὲν  ἁμάρτημα  εἶπε συσκιάσας, τὴν δὲ τιμωρίαν οὐκ ἐπήγαγεν· ἀλλ' ὅτι μὲν ἀνεῖλον, ἐδήλωσε· λοιπὸν δὲ ἐπὶ τὸ σημεῖον ἔρχεται τὸ τοῦ Θεοῦ. Ὅταν δὲ ἀποδειχθῇ, ὅτι δίκαιος ὁ ἀναιρεθεὶς, καὶ ὅτι Θεῷ φίλος,  κἂν σιωπήσῃς τὴν  κόλασιν, μᾶλλόν  σου καταγνώσεται  ἑαυτοῦ ὁ ἡμαρτηκώς. Πάντα τοίνυν ἀνατίθησι τῷ Πατρὶ, ἵνα δέξωνται τὰ λεγόμενα. Εἶτα τὸ, Οὐ δυνατὸν, ἀπὸ τῆς προφητείας ἐπάγει· ἴδωμεν τοίνυν ἄνωθεν πάλιν τὰ εἰρημένα. Ἰησοῦν,  φησὶ,  τὸν  Ναζωραῖον,  ἄνδρα  ἀποδεδειγμένον  ἀπὸ  τοῦ  Θεοῦ εἰς  ὑμᾶς· τουτέστιν, οὐκ ἀμφισβητούμενον, ἀλλ' ἀποδεδειγμένον διὰ τῶν ἔργων. Οὕτω καὶ ὁ Νικόδημος ἔλεγε· Τὰ σημεῖα ταῦτα οὐδεὶς δύναται  ποιεῖν,  ἃ σὺ ποιεῖς. ∆υνάμεσι, φησὶ, καὶ τέρασι καὶ σημείοις, οἷς ἐποίησε δι' αὐτοῦ ὁ Θεὸς ἐν μέσῳ ὑμῶν. ὥστε οὐ λάθρα, εἰ ἐν μέσῳ. Πρῶτον ἀπὸ τῶν  ἐκείνοις γνωρίμων  ἄρχεται, καὶ τότε ἐπὶ τὰ ἄδηλα ἔρχεται. Ἔπειτα λέγων, Τῇ τοῦ Θεοῦ βουλῇ, δείκνυσιν, ὅτι οὐκ αὐτοὶ ἴσχυσαν, καὶ ὅτι σοφόν τι τὸ γινόμενον  ἦν καὶ οἰκονομία, εἴ γε παρὰ τοῦ Θεοῦ ἦν. Καὶ τὸ φορτικὸν  ταχέως παρῆλθε. Σπουδὴ γὰρ αὐτοῖς πανταχοῦ, δεῖξαι, ὅτι τέθνηκε. Κἂν ὑμεῖς  ἀρνήσησθε,  φησὶν,  ἐκεῖνοι  μαρτυρήσουσιν.  Ὁ  δὲ  τῷ  θανάτῳ   πράγματα παρέχων, πολλῷ μᾶλλον τοῖς σταυρώσασιν· ἀλλ' οὐδὲν τοιοῦτον λέγει, ὅτι Ἠδύνατο ὑμᾶς ἀνελεῖν, ἀλλ' ἁπλῶς μόνον ἐνέφηνε. Τέως δὲ μανθάνομεν καὶ ἡμεῖς διὰ τῶν εἰρημένων τί ἐστι τὸ κατέχειν. Ὁ γὰρ ὠδίνων οὐ κατέχει τὸ κατεχόμενον, οὐδὲ δρᾷ, ἀλλὰ πάσχει καὶ ῥῖψαι σπεύδει. Καὶ καλῶς εἶπε· ∆αυῒδ γὰρ λέγει εἰς αὐτὸν, ἵνα μὴ εἰς τὸν προφήτην ἑλκύσῃς τὸ εἰρημένον. Ὁρᾷς, πῶς ἑρμηνεύει λοιπὸν τὴν προφητείαν καὶ γυμνὴν τίθησι, δηλῶν πῶς ἐκάθισεν ἐπὶ τοῦ θρόνου αὐτοῦ; ἡ γὰρ κατὰ Πνεῦμα βασιλεία ἐν οὐρανοῖς. Ὅρα, πῶς μετὰ τῆς ἀναστάσεως καὶ τὴν βασιλείαν ἐνέφηνεν ἐν τῷ ἀναστῆναι. ∆είκνυσιν, ὅτι ἀνάγκην  εἶχεν ὁ προφήτης· περὶ γὰρ αὐτοῦ ἦν ἡ προφητεία. ∆ιὰ τί μὴ εἶπε, Περὶ τῆς βασιλείας αὐτοῦ· ἀλλὰ, Περὶ τῆς ἀναστάσεως αὐτοῦ; Μέγα τοῦτο ἦν. Πῶς δὲ ἐπὶ τοῦ θρόνου ἐκάθισε; Βασιλεύων Ἰουδαίων. Εἰ δὲ Ἰουδαίων,  πολλῷ  μᾶλλον  τῶν  σταυρωσάντων  αὐτόν. Οὐ γὰρ ἡ σὰρξ αὐτοῦ εἶδε, φησὶ, διαφθοράν. Τοῦτο τῆς ἀναστάσεως δοκεῖ μὲν ἧττον εἶναι, πλὴν τὸ αὐτό ἐστι. Τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ Θεός. Ὅρα, πῶς οὐ καλεῖ αὐτὸν ἑτέρως. Οὗ πάντες ἡμεῖς  ἐσμεν μάρτυρες. Τῇ δεξιᾷ  οὖν  τοῦ  Θεοῦ ὑψωθείς.  Πάλιν  ἐπὶ  τὸν  Πατέρα καταφεύγει,  καίτοι  γε  ἤρκει  εἰπεῖν  τὸ  πρότερον·  ἀλλ'  οἶδεν  ὅσον  τοῦτό  ἐστιν. Ἐνταῦθα καὶ περὶ τῆς ἀναλήψεως ᾐνίξατο, καὶ ὅτι ἐν τοῖς οὐρανοῖς ἐστιν, ἀλλ'  οὐδὲ  αὐτὸ  φανερῶς  λέγει.  Τήν  τε  ἐπαγγελίαν,  φησὶ,  τοῦ  Πνεύματος  τοῦ  ἁγίου λαβών. Ὅρα, πῶς ἀρχόμενος μὲν οὐχ ἑαυτὸν ἔφη αὐτὸ καταπεπομφέναι, ἀλλὰ τὸν Πατέρα· ἐπειδὴ δὲ ἐμνήσθη τῶν  σημείων αὐτοῦ καὶ τῶν  εἰς αὐτὸν  γεγενημένων παρὰ Ἰουδαίων,  καὶ περὶ τῆς ἀναστάσεως διελέχθη,  θαῤῥῶν λοιπὸν  καὶ τὸν περὶ τούτων   εἰσάγει  λόγον,  πάλιν   αὐτοὺς  μάρτυρας  δι'  ἑκατέρων  τῶν   αἰσθήσεων παράγων· καὶ τῆς μὲν ἀναστάσεως συνεχῶς  μέμνηται, τοῦ δὲ τολμήματος  αὐτῶν ἅπαξ, ἵνα μὴ αὐτοὺς βαρήσῃ. Τήν τε ἐπαγγελίαν,  φησὶ, τοῦ Πνεύματος τοῦ ἁγίου λαβών.  Τοῦτο πάλιν  μέγα. Οἶμαι δὲ νῦν  ἐπαγγελίαν  αὐτὸν  λέγειν  τὴν  πρὸ τοῦ παθεῖν. Ὅρα, πῶς αὐτοῦ ποιεῖ αὐτὸ λοιπὸν ὅλον, μέγα λανθανόντως  αὐτὸ ἐργαζόμενος. Εἰ γὰρ αὐτὸς ἐξέχεε, περὶ αὐτοῦ ὁ προφήτης εἴρηκεν ἀνωτέρω· Ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου, καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω. Ὅρα οἷα κεκρυμμένος ἐντίθησιν. Ἀλλ' ἐπειδὴ μέγα ἦν, πάλιν  αὐτὸ συσκιάζει τῷ παρὰ τοῦ Πατρὸς λαβεῖν. Εἶπε τὰ γεγενημένα ἀγαθὰ, τὰ σημεῖα· εἶπεν, ὅτι βασιλεύς ἐστιν· ὅτι εἰς αὐτοὺς ἧκεν· εἶπεν, ὅτι αὐτὸς τὸ Πνεῦμα δίδωσιν. Ὅσα γὰρ ἂν εἴπῃ τις, εἰ μὴ εἰς τὸ συμφέρον τελευτήσει, εἰκῆ λέγει. Ὥσπερ καὶ Ἰωάννης  ποιεῖ, Οὗτος ὑμᾶς, λέγων,  βαπτίσει ἐν Πνεύματι ἁγίῳ.  Καὶ δείκνυσιν,  ὅτι  ὁ σταυρὸς οὐ  μόνον  αὐτὸν  οὐκ  ἠλάττωσεν,  ἀλλὰ  καὶ λαμπρότερον εἰργάσατο, εἴ γε πάλαι μὲν ἐπηγγέλλετο ὁ Θεὸς αὐτῷ, τότε δὲ ἔδωκεν. Ἢ ἐπαγγελίαν,  φησὶν, ἣν ἡμῖν ἐπηγγείλατο.  Οὕτω προῄδει ἐσομένην, καὶ μείζονα ἡμῖν μετὰ τὸν σταυρὸν ἐχαρίσατο. Καὶ, Ἐξέχεε, φησίν. Ἐνταῦθα τὸ ἀξίωμα ἐμφαίνει·
καὶ ὅτι οὐχ ἁπλῶς,  ἀλλὰ  καὶ μετὰ δαψιλείας.  ∆ιὸ καὶ αὐτὸ τοῦτο δῆλον  ποιῶν, ἐπάγει τὰ ἑξῆς. Λοιπὸν γὰρ θαῤῥούντως μετὰ τὴν τοῦ Πνεύματος δόσιν, καὶ περὶ τῆς εἰς τοὺς οὐρανοὺς ἀναλήψεως διαλέγεται· καὶ οὐχ ἁπλῶς, ἀλλὰ πάλιν τὸν μάρτυρα παράγων, καὶ ἐκείνου ἀναμιμνήσκων περὶ οὗ ὁ Χριστὸς εἶπεν. Οὐ γὰρ ∆αυῒδ ἀνέβη, φησὶν, εἰς τοὺς οὐρανούς.


γʹ. Ἐνταῦθα οὐκ ἔτι μεθ' ὑποστολῆς δημηγορεῖ, ἔχων τὸ ἀπὸ τῶν  εἰρημένων  θάρσος, οὐδὲ λέγει. Ἐξὸν εἰπεῖν,  οὐδὲ ὅσα τοιαῦτα· λέγει  δὲ φανερῶς,  Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν  μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον  τῶν  ποδῶν  σου. Εἰ δὲ τοῦ ∆αυῒδ Κύριος, πολλῷ  μᾶλλον αὐτῶν. Κάθου ἐκ δεξιῶν μου. Τὸ πᾶν ἐνταῦθα τέθεικεν. Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ἐνταῦθα καὶ φόβον ἐπέστησε μέγαν, καθάπερ ἐν τῇ ἀρχῇ ἔδειξεν, οἷα τοὺς φίλους ἐργάζεται, οἷα τοὺς ἐχθρούς. Καὶ πάλιν τὴν κράτησιν, ἵνα μὴ ἀπιστῆται, τῷ Πατρὶ ἀνατίθησιν. Ἐπεὶ οὖν μεγάλα ἐφθέγξατο, πάλιν ἐπὶ τὰ ταπεινὰ  τὸν  λόγον  κατάγει.  Ἀσφαλῶς  οὖν  γινωσκέτω,  φησὶ, πᾶς οἶκος Ἰσραήλ· τουτέστι, Μὴ ἀμφισβητεῖτε, μηδὲ ἀμφιβάλλετε.  Εἶτα καὶ ἐπιτακτικῶς  λοιπόν· Ὅτι καὶ Κύριον αὐτὸν καὶ Χριστὸν ὁ Θεὸς ἐποίησε. Τοῦτο ἀπὸ τοῦ ∆αυῒδ καὶ ἀπὸ τοῦ Ψαλμοῦ ἐμνημόνευσε. ∆έον γὰρ εἰπεῖν, Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ, ὅτι  ἐκ  δεξιῶν   κάθηται,  ὅπερ  ἦν  μέγα,  τοῦτο  ἀφεὶς,  ἕτερον  ἐπάγει  τὸ  πολὺ ταπεινότερον  εἰπὼν,  Ἐποίησε, τουτέστι, Κατέστησεν. Ὥστε οὐδὲν περὶ οὐσιώσεως ἐνταῦθα, ἀλλὰ πᾶν φησι περὶ τούτου. Τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε. Καλῶς ἐνταῦθα   ἔληξε, διασείων  αὐτῶν  τὴν  διάνοιαν.  Ἐπειδὴ γὰρ ἔδειξεν ἡλίκον  ἐστὶ, τότε λοιπὸν,  καὶ τὸ τόλμημα ἐγύμνωσεν,  ὥστε μεῖζον δεῖξαι καὶ τῷ φόβῳ αὐτοὺς ἑλεῖν. Οὐ γὰρ οὕτως οἱ ἄνθρωποι ταῖς εὐεργεσίαις ἐπάγονται, ὡς τῷ φόβῳ σωφρονίζονται. Οἱ δὲ θαυμαστοὶ καὶ μεγάλοι καὶ Θεῷ φίλοι, οὐδενὸς τούτων δέονται· οἷος ὁ Παῦλος ἦν. Οὐ γὰρ βασιλείας, οὐ γεέννης λόγον ἐποιεῖτο. Τοῦτό ἐστι φιλεῖν  τὸν  Χριστὸν, τοῦτο μὴ μισθωτὸν  εἶναι,  μηδὲ πραγματείαν  καὶ καπηλείαν ἡγεῖσθαι, ἀλλ' ὄντως ἐνάρετον εἶναι, καὶ διὰ τὸ τῷ Θεῷ φίλον πάντα ποιεῖν. Πόσων οὖν δακρύων ἄξιοι, ὅταν τοσοῦτον ὀφείλοντες  μέτρον, μηδὲ ὡς κάπηλοι μετίωμεν τὴν βασιλείαν τῶν οὐρανῶν; Τοσαῦτα ἡμῖν ὑπισχνεῖται, καὶ οὐδὲ οὕτως ἀκούομεν; Τί ταύτης τῆς ἔχθρας ἴσον γένοιτο ἄν; Καίτοι γε οἱ περὶ χρήματα μαινόμενοι, κἂν ἐχθροὺς, κἂν δούλους, κἂν πολεμιωτάτους  εὕρωσι, κἂν πάντα  κακοὺς, μόνον  δὲ προσδοκήσωσιν, ὅτι  χρήματα  δι'  αὐτῶν  δυνήσονται  λαβεῖν,  πάντα  ποιοῦσι, καὶ κολακεύουσι, καὶ θεραπεύουσι, καὶ δοῦλοι γίνονται,  καὶ πάντων  ἡγοῦνται  αὐτοὺς σεμνοτέρους εἶναι, ἵνα τι λάβωσι παρ' αὐτῶν· ἡ γὰρ τῶν  χρημάτων  ἐλπὶς  οὐδὲν τούτων αὐτοὺς ἀφίησιν ἐννοῆσαι. Βασιλεία δὲ οὐκ ἴσχυσεν ὅσα χρήματα, μᾶλλον δὲ οὐδὲ τὸ πολλοστόν· καίτοι οὐδὲ ὁ τυχών  ἐστιν ὁ ἐπαγγελλόμενος  αὐτὴν, ἀλλ' ὁ ἀσυγκρίτως καὶ τῆς βασιλείας αὐτῆς μείζων. Ὅταν δὲ καὶ τὸ ἐπαγγελλόμενον βασιλεία, καὶ Θεὸς ὁ ταύτην διδοὺς, μέγα καὶ αὐτὸ τὸ παρὰ τοιούτου λαμβάνειν. Νῦν δὲ   ταὐτὸν   γίνεται,    ὥσπερ   ἂν   εἰ   βασιλεὺς   μὲν   κληρονόμους   αὐτοῦ   καὶ συγκληρονόμους τῷ υἱῷ βουλόμενος  ποιῆσαι μετὰ μυρίας καὶ ἑτέρας εὐεργεσίας, καταφρονοῖτο· λῄσταρχος δὲ μυρία καὶ ἡμᾶς καὶ τοὺς γονεῖς τοὺς ἡμετέρους διαθεὶς, καὶ μυρίων γέμων κακῶν, καὶ καταισχύνας ἡμῶν καὶ τὴν δόξαν καὶ τὴν σωτηρίαν, ἕνα μόνον ὀβολὸν δείξας προσκυνοῖτο παρ' ἡμῶν. Βασιλείαν ἐπαγγέλλεται  ὁ Θεὸς, καὶ καταφρονεῖται· γέενναν  προξενεῖ ὁ διάβολος, καὶ τιμᾶται. Οὗτος Θεὸς, ἐκεῖνος διάβολος. Ἀλλ' ἴδωμεν  τῶν  ἐπιταγμάτων  τὸ διάφορον.  Εἰ γὰρ μηδὲν τούτων  ἦν, μηδὲ οὗτος μὲν Θεὸς, ἐκεῖνος δὲ διάβολος· μηδὲ οὗτος μὲν βασιλείαν, ἐκεῖνος δὲ γέενναν προεξένει· αὐτὴ τῶν ἐπιταγμάτων ἡ φύσις οὐχ ἱκανὴ πεῖσαι τούτῳ προσθέσθαι; Τί δαὶ καὶ ἑκάτερος ἐπιτάττει;  Ἐκεῖνος τὰ καταισχύνοντα,  οὗτος τὰ ἐνδόξους ποιοῦντα· ἐκεῖνος τὰ μυρίαις περιβάλλοντα συμφοραῖς καὶ ἀσχημοσύναις, οὗτος τὰ πολλὴν  τὴν ἄνεσιν ἔχοντα. Ὅρα γάρ· Οὗτος λέγει, Μάθετε ἀπ' ἐμοῦ, ὅτι
πρᾶός εἰμι  καὶ  ταπεινὸς  τῇ  καρδίᾳ, καὶ  εὑρήσετε ἀνάπαυσιν  ταῖς  ψυχαῖς  ὑμῶν· ἐκεῖνός φησιν, Ἄγριος ἔσο καὶ ἀνήμερος, καὶ ἀκρόχολος καὶ ὀργίλος, καὶ θηρίον μᾶλλον, ἢ ἄνθρωπος. Ἴδωμεν οὖν, τί χρησιμώτερον, τί δαὶ ὠφελιμώτερον. Ἀλλὰ μὴ τοῦτο μόνον, ἀλλ' ἐννόησον, ὅτι ὁ μὲν διάβολός ἐστι· μάλιστα γὰρ ἂν ἐκεῖνο δειχθῇ, πάλιν τὰ νικητήρια ἔσται μείζονα. Οὐ γὰρ ὁ εὔκολα ἐπιτάττων οὗτος κηδεμὼν, ἀλλ' ὁ συμφέροντα. Ἐπεὶ καὶ πατέρες φορτικὰ ἐπιτάττουσι, καὶ δεσπόται πάλιν  ὁμοίως δούλοις·   ἀλλὰ   διὰ   τοῦτο   οἱ  μέν   εἰσι  πατέρες,  οἱ  δὲ  δεσπόται·  ἐκεῖνοι   δὲ ἀνδραποδισταὶ καὶ λυμεῶνες καὶ πάντα τὰ ἐναντία. Πλὴν ὅτι καὶ ἡδονὴν ἔχει, δῆλον ἐκεῖθεν. Ἐν τίσι γὰρ νομίζεις εἶναι τὸν ἀκρόχολον, ἐν τίσι δὲ τὸν ἀνεξίκακον  καὶ πρᾶον, οὐχὶ τούτου μὲν ἡ ψυχὴ ἐρημίᾳ τινὶ πολλὴν ἐχούσῃ τὴν ἡσυχίαν ἔοικεν· ἡ ἐκείνου  δὲ ἀγορᾷ καὶ θορύβῳ, ἔνθα  πολλὴ  ἡ κραυγὴ  τῶν  ἀκολούθων  καὶ καμήλοις, καὶ ἡμιόνοις.  καὶ ὄνοις, μεγάλα τοῖς προσιοῦσιν ἐμβοώντων,  ὥστε μὴ καταπατηθῆναι;  οὐχ ἡ μὲν  τοῦ τοιούτου  ταῖς  μέσαις πάλιν  τῶν  πόλεων  ἐοικυῖά ἐστιν, ἔνθα νῦν μὲν ἐντεῦθεν ἀργυροκόπων, νῦν δὲ ἐκεῖθεν τῶν χαλκοτύπων ὁ ἦχος πολὺς γίνεται, καὶ οἱ μὲν ἐπηρεάζουσιν, οἱ δὲ ἐπηρεάζονται; Ἀλλ' ἡ τούτου κορυφῇ τινι ἔοικεν ὄρους, λεπτὴν μὲν ἔχοντι τὴν αὔραν, καθαρὰν δὲ τὴν ἀκτῖνα δεχομένῳ, διειδῆ τὰ νάματα προχέοντι τῶν πηγῶν, καὶ πολλὰς τῶν ἀνθέων προβαλλομένῳ τὰς χάριτας, τῶν ἐαρινῶν ὁμοίως λειμώνων  τε καὶ παραδείσων, καὶ φυτοῖς καὶ ἄνθεσι κομώντων  καὶ καταῤῥύτοις ὕδασιν· εἴ τις δὲ καὶ ἠχὴ γένοιτο, λιγυρὰ καὶ πολλὴν καταχέουσα  τῶν  ἀκουόντων   τὴν  ἡδονήν.  Ἢ  γὰρ  ὄρνιθες  ᾠδικοὶ  ἄκροις  τῶν δένδρων ἐφιζάνουσι τοῖς πετάλοις, καὶ τέττιγες, καὶ ἀηδόνες, καὶ χελιδόνες, συμφώνως  μίαν  τινὰ  ἀποτελοῦσι μουσικήν· ἢ ζέφυρος ἠρέμα τῶν  πετάλων  τοῖς δένδροις προσπίπτων, πίτυς καὶ πεύκας συριζούσας, καὶ κύκνους πολλάκις μιμεῖται· ἢ λειμὼν  ῥόδα προβάλλων  καὶ  κρίνα  ἀλλήλοις  προσκεκλικότα καὶ  κυανίζοντα, καθάπερ πέλαγος κυανὸν ἠρέμα κυματούμενον δείκνυσι. Μᾶλλον δὲ πολλὰς εἰκόνας εὕροι τις ἄν. Ὅταν μὲν γὰρ εἰς τὰ ῥόδα τις ἀποβλέψῃ, τὴν ἶριν οἰήσεται καθορᾷν· ὅταν δὲ εἰς τὰ ἴα, θάλατταν κυματουμένην· ὅταν δὲ εἰς τὰ κρίνα, τὸν οὐρανόν. Οὐ τῇ θέᾳ δὲ μόνον, οὐδὲ τῇ ὄψει τέρποιτο ἂν τότε ὁ τοιοῦτος, ἀλλὰ καὶ τῷ σώματι αὐτῷ. Ἐκεῖνον γὰρ μᾶλλον ἀνίησί τε καὶ ἀναπνεῖν ποιεῖ, ὥστε νομίζειν ἐν οὐρανῷ μᾶλλον εἶναι,  ἢ ἐπὶ  γῆς.


δʹ. Ἔστι καὶ ἑτέρα τις  ἠχὴ, ὅταν  ὕδωρ ἀπὸ τῆς  ἀκρωρείας διὰ χαραδρῶν αὐτομάτως φερόμενον, καὶ ταῖς ὑποκειμέναις ψηφῖσιν ἠρέμα ἐπιψοφοῦν ἡσύχῳ κτύπῳ, οὕτως ἐκλύῃ τὰ μέλη ἡμῶν τῇ ἡδονῇ, ὥστε καὶ ταχέως τὸν λυσιμελῆ τοῖς ὀφθαλμοῖς ὕπνον ἐπάγειν. Ἡδέως ἠκούσατε τοῦ διηγήματος· τάχα καὶ ἐρασταὶ γεγόνατε ἐρημίας. Ἀλλὰ ταύτης τῆς ἐρημίας ἡδίων πολλῷ τοῦ μακροθύμου ἡ ψυχή. Οὐ γὰρ ἵνα λειμῶνα  ὑπογράψωμεν,  οὐδὲ ἵνα πρὸς ἐπίδειξιν  τὸν λόγον ἀγάγωμεν, ταύτης ἡψάμεθα τῆς εἰκόνος· ἀλλ' ἵνα διὰ τῆς ὑπογραφῆς ἰδόντες, ὅση τῶν μακροθύμων  ἡ ἡδονὴ, καὶ ὅτι πολλῷ  ἀνδρὶ μακροθύμῳ συγγινόμενος  ἄν τις καὶ ἥδοιτο καὶ ὠφελοῖτο,  ἢ τοιούτοις  ὁμιλήσας χωρίοις, τούτους μεταδιώκητε.  Ὅταν γὰρ μηδὲ πνεῦμα σφοδρὸν ἀπὸ ταύτης ἐξέρχηται τῆς ψυχῆς, ἀλλ' ἥμεροί τινες λόγοι καὶ  προσηνεῖς,  καὶ  ὄντως   ἐκεῖνο   τὸ  τοῦ  ζεφύρου  ἤρεμον  εἰκονίζοντες,   καὶ παραινέσεις, οὐδὲν μὲν ἔχουσαι στῦφον, τοὺς δὲ ὄρνιθας τοὺς ᾠδικοὺς μιμούμεναι· πῶς οὐ τοῦτο βέλτιον; Οὐ γὰρ σώματι προσπίπτει τοῦ λόγου ἡ αὔρα, ἀλλὰ ψυχὰς ἀνίησιν.  Οὐκ  ἂν  ἰατρὸς  πυρέττοντα   ἄνθρωπον   οὕτω  ταχέως  ἀπαλλάξειε  τοῦ πυρετοῦ, δι' οἱασδήποτε σπουδῆς, ὡς μακρόθυμος ἀνὴρ καὶ ὀργίλον καὶ καιόμενον ὑπὸ τῆς ὀργῆς λαβὼν, καταψύξειε διὰ τοῦ πνεύματος  τῶν  οἰκείων  λόγων.  Καὶ τί λέγω  ἰατρόν; Οὐδὲ σίδηρος πεπυρωμένος  καὶ ὕδατι βαπτόμενος οὕτω ταχέως  τῆς θέρμης ἀφίσταται, ὡς εἰς μακρόθυμον ψυχὴν ἄνθρωπος ὀργίλος ἐμπεσών. Καθάπερ δὲ ἐπὶ τῆς ἀγορᾶς, εἰ εἰσέλθοιεν ᾠδικοὶ ὄρνιθες,  καὶ λῆρος εἶναι  δοκοῦσιν· οὕτω δὴ καὶ τὰ παραγγέλματα τὰ ἡμέτερα, εἰς ψυχὰς ἀκροχόλους ἐμπίπτοντα. Ἄρα
ἡδίων ἐπιείκεια χολῆς καὶ θρασύτητος. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ τὸ μὲν ὁ διάβολος, τὸ δὲ ὁ Θεὸς ἐπέταξεν. Ὁρᾶτε, ὅτι οὐχ ἁπλῶς εἶπον, ὅτι εἰ καὶ μὴ διάβολος ἦν καὶ Θεὸς, αὐτὰ τὰ ἐπιτάγματα ἱκανὰ ἦν ἡμᾶς ἀποστῆσαι. Ὁ μὲν γὰρ καὶ ἑαυτῷ ἡδὺς, καὶ τοῖς ἄλλοις ὠφέλιμος· ὁ δὲ καὶ ἑαυτῷ ἀηδὴς, καὶ τοῖς ἄλλοις βλαβερός. Οὐδὲν γὰρ ἀτερπέστερον  ἀνθρώπου  χολῶντος,   οὐδὲν  φορτικώτερον,  οὐδὲν  ἐπαχθέστερον, οὐδὲν αἰσχρότερον, ὥσπερ οὖν τοῦ οὐκ εἰδότος χολᾷν οὐδὲν ἥδιον. Θηρίῳ συνοικεῖν κάλλιον, ἢ ἀνθρώπῳ τοιούτῳ. Ἐκεῖνο μὲν γὰρ ἐπειδὰν ἅπαξ ἡμερωθῇ, φυλάττει τὸν αὐτοῦ  νόμον·  τοῦτον  δὲ ὁσάκις ἂν  ἡμερώσῃς, πάλιν  ἐκθηριοῦται,  ἅπαξ εἰς  ἕξιν ἑαυτόν  τινα  τοιαύτην  καταστήσας. Καθάπερ γὰρ  ἡμέρα λευκὴ  καὶ  φαιδρὰ,  καὶ χειμὼν   γέμων   πολλῆς   τῆς   κατηφείας,   ἕτερα  ἀλλήλων   εἰσίν·  οὕτως   ἡ  τοῦ ὀργιζομένου ψυχὴ καὶ τοῦ ἐπιεικοῦς. Ἀλλὰ μήπω τὰ τοῖς ἄλλοις ἴδωμεν βλαβερὰ συμβαίνοντα, ἀλλὰ τὰ ἑαυτοῖς· καίτοι καὶ τοῦτο οὐ μικρὰ βλάβη, ἑτέρῳ τι δοῦναι κακόν· πλὴν  ἀλλὰ τέως τοῦτο σκοπῶμεν. Ποῖος δήμιος πλευρὰς οὕτω καταξᾶναι δυνήσεται; τίνες ὀβελίσκοι πεπυρωμένοι διέπειραν σῶμα; ποία μανία οὕτως ἐκστήσειεν ἂν τῶν κατὰ φύσιν φρενῶν, ὡς ὀργὴ καὶ παραπληξία; Οἶδα πολλοὺς ἀπὸ ὀργῆς νόσους τεκόντας.  Καὶ οἱ χαλεποὶ  τῶν  πυρετῶν,  μάλιστα οὗτοί εἰσιν. Εἰ δὲ σῶμα οὕτω λυμαίνονται,  ἐννόησον τὴν ψυχήν. Μὴ γὰρ λογίσῃ, ὅτι οὐχ ὁρᾷς· ἀλλ' ἐννόησον,  ὅτι εἰ τὸ δεχόμενον  τὴν  κακίαν  οὕτω βλάπτεται,  τὸ τίκτον  πόσην ἂν ὑποδέξηται   βλάβην;   Πολλοὶ   τοὺς   ὀφθαλμοὺς   ἀπώλεσαν,   πολλοὶ   εἰς   νόσον βαρυτάτην  κατέπεσον.  Ὁ μέντοι  φέρων  γενναίως,  πάντα  ὑποστήσεται εὐκόλως. Ἀλλ' ὅμως  καὶ  τοιαῦτα  ἐπιτάττει  φορτικὰ,  καὶ  τούτων  μισθὸν  ἡμῖν  τίθησι  τὴν γέενναν.  Καὶ διάβολός  ἐστι καὶ ἐχθρὸς  τῆς  σωτηρίας  τῆς  ἡμετέρας, καὶ μᾶλλον τούτῳ πειθόμεθα ἢ τῷ Χριστῷ, Σωτῆρι ὄντι καὶ εὐεργέτῃ, καὶ τοιαῦτα λέγοντι, ἃ καὶ ἡδίω  καὶ ὠφελιμώτερα  καὶ χρησιμώτερά ἐστι, καὶ ἡμᾶς καὶ τοὺς συνόντας  ἡμῖν ὠφελεῖ  τὰ μέγιστα. Οὐδὲν ὀργῆς χεῖρον, ἀγαπητὲ, οὐδὲν ἀκαίρου θυμοῦ· οὐ δεῖται πολλῆς τῆς ἀναβολῆς· ὀξὺ τὸ πάθος ἐστί. Πολλάκις καὶ ῥῆμα ἐξέβαλέ τις ὑπὸ θυμοῦ, οὗ εἰς τὴν θεραπείαν ὁλοκλήρου δεῖται βίου· καὶ εἰργάσατό τι, ὃ πᾶσαν αὐτοῦ τὴν ζωὴν ἀνέτρεψε. Τὸ γὰρ χαλεπὸν τοῦτό ἐστιν, ὅτι καὶ ἐν βραχεῖ καιρῷ, καὶ διὰ μιᾶς πράξεως, καὶ δι' ἑνὸς ῥήματος μόνον τῶν αἰωνίων ἡμᾶς πολλάκις ἐξέβαλεν ἀγαθῶν, καὶ μυρίους ἐκένωσε πόνους. ∆ιὸ παρακαλῶ, πάντα ποιεῖν, ὥστε τὸ θηρίον τοῦτο χαλινοῦν. Ἀλλὰ ταῦτα μὲν περὶ ἐπιεικείας καὶ θυμοῦ· εἰ δὲ καὶ τὰ ἄλλα τις προχειρίσαιτο τῷ λόγῳ, οἷον πλεονεξίαν, ὑπεροψίαν χρημάτων, ἀσέλγειαν, σωφροσύνην, φθόνον, χρηστότητα, καὶ ἀντεξετάσοι, καὶ ἄλλο εἴσεται ἔτι διάφορον, Εἴδετε, πῶς ἀπὸ τῶν προσταγμάτων μόνον ὁ μὲν Θεὸς, ὁ δὲ διάβολος ὢν δείκνυται; Πειθώμεθα τοίνυν τῷ Θεῷ, καὶ μὴ εἰς βάραθρα ἑαυτοὺς ἐμβάλωμεν, ἀλλ' ἕως ἐστὶ καιρὸς, πάντα ἀπονιψώμεθα τὰ τὴν ψυχὴν λυμαινόμενα, ἵνα τῶν αἰωνίων  ἀγαθῶν ἐπιτύχωμεν,  χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.




Ζʹ. Ἀκούσαντες δὲ τοὺς λόγους τούτους, κατενύγη σαν τὴν καρδίαν, εἶπόν τε πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺςἀποστόλους· Τί ποιήσωμεν, ἄνδρες ἀδελφοί;

αʹ. Ὁρᾷς, ὅσον ἐστὶν ἐπιείκεια ἀγαθόν; Αὕτη μᾶλλον  τῆς σφοδρότητος τὰς καρδίας κατακεντεῖ τὰς ἡμετέρας, καὶ ὀξυτέραν δίδωσι τὴν πληγήν. Καθάπερ γὰρ ἐπὶ τῶν ἐσκιῤῥωμένων σωμάτων ὁ πλήττων  οὐχ οὕτω ποιεῖ τὴν αἴσθησιν σφοδράν· ἂν δέ τις αὐτὰ μαλάξῃ πρότερον, καὶ ἁπαλὰ ἐργάσηται, τότε νύττει σφοδρότερον· οὕτω δὴ καὶ ἐνταῦθα πρότερον δεῖ μαλάξαι καὶ τότε νύξαι. Μαλάττει δὲ, οὐ θυμὸς, οὐδὲ κατηγορία σφοδρὰ, οὐδὲ ὀνείδη, ἀλλ' ἐπιείκεια· ἐκεῖνος μὲν γὰρ καὶ ἐπιτείνει  τὴν πώρωσιν, αὕτη δὲ ἀναιρεῖ.  Ὥστε ἂν ἐθέλῃς  καθάψασθαί τινος  ἠδικηκότος,  μετὰ πολλῆς τῆς πραότητος αὐτῷ προσφέρου. Ὅρα γοῦν καὶ ἐνταῦθα τί ποιεῖ· ἀνέμνησεν αὐτοὺς τῶν οἰκείων τολμημάτων  πράως, καὶ οὐδὲν προσέθηκεν· εἶπε τοῦ Θεοῦ τὴν δωρεὰν, ἐπήγαγε τὴν χάριν μαρτυροῦσαν τοῖς γεγενημένοις,  καὶ ἔτι περαιτέρω τὸν λόγον  ἐξήγαγεν.  Ἠδέσθησαν τοῦ Πέτρου τὴν  ἐπιείκειαν,  ὅτι  τοῖς  τὸν  ∆εσπότην αὐτοῦ  σταυρώσασι καὶ  κατ'  αὐτῶν  φονῶσιν,  ἐν  τάξει  πατρὸς  καὶ  διδασκάλου κηδεμονικοῦ διελέγετο. Οὐχ ἁπλῶς ἐπείσθησαν, ἀλλὰ κατέγνωσαν  ἑαυτῶν· ἦλθον εἰς  αἴσθησιν τῶν  γεγενημένων   Οὐ γὰρ  ἀφῆκεν  αὐτοῖς  ἀρθῆναι  τὸν  θυμὸν,  καὶ ἐπισκοτῆσαι τῇ διανοίᾳ· ἀλλὰ διὰ τῆς ταπεινοφροσύνης ὥσπερ τινὰ σκεδάσας ἀχλὺν τὴν ἀγανάκτησιν, οὕτως ἔδειξε τὸ τετολμημένον. Καὶ γὰρ οὕτως ἔχει, ὅταν εἴπωμεν ἡμεῖς, ὅτι ἠδικήμεθα, ἐκεῖνοι πειρῶνται  δεῖξαι, ὅτι οὐκ ἠδικήκασιν· ὅταν εἴπωμεν ἡμεῖς, ὅτι οὐκ ἠδικήμεθα, ἀλλ' ἠδικήκαμεν μᾶλλον, ἐκεῖνοι τὸ ἐναντίον  ποιοῦσιν. Ὥστε εἰ βούλει τὸν ἠδικηκότα εἰς ἀγῶνα  ἐμβαλεῖν, μὴ κατηγορήσῃς αὐτοῦ, ἀλλ' ἀγώνισαι,  κἀκεῖνος  κατηγορήσει. Φιλόνεικον  γάρ ἐστι τὸ γένος  τῶν  ἀνθρώπων. Τοῦτο ὁ Πέτρος ἐποίησεν. Οὐ κατηγόρησεν  αὐτῶν  σφοδρῶς, ἀλλὰ  καὶ ἐπειράθη σχεδὸν  ἀγωνίσασθαι  ἡμέρως  κατὰ  τὸ  δυνατόν·  διὰ  τοῦτο  αὐτῶν  καθίκεται  τῆς ψυχῆς. Καὶ πόθεν δῆλον, ὅτι κατενύγησαν; Ἀπὸ τῶν ῥημάτων αὐτῶν. Τί γάρ φασι; Τί ποιήσωμεν, ἄνδρες ἀδελφοί; Οὓς πλάνους ἐκάλουν, ἀδελφοὺς νῦν καλοῦσιν. Οὐχὶ τοσοῦτον ἑαυτοὺς παρεξισάζοντες, ὅσον εἰς φιλοστοργίαν ἐπισπώμενοι καὶ κηδεμονίαν. Ἄλλως δὲ, ἐπειδὴ αὐτοὶ κατηξίωσαν τοῦτο καλέσαι αὐτοὺς, καί φασι, Τί ποιήσωμεν; οὐκ εἶπον εὐθέως· Οὐκοῦν μετανοῶμεν· ἀλλ' ἐπέτρεψαν ἑαυτοὺς αὐτοῖς. Καθάπερ ἐν ναυαγίῳ τις γενόμενος ἢ ἐν νόσῳ, τὸν κυβερνήτην ἰδὼν ἢ τὸν ἰατρὸν, πάντα αὐτῷ παραχωρεῖ τε καὶ πείθεται· οὕτω καὶ οὗτοι ὡμολογήκασιν ἐν ἐσχάτοις ὄντας  ἑαυτοὺς,  καὶ  οὐδὲ  ἐλπίδα  σωτηρίας  ἔχοντας.  Καὶ ὅρα.  Οὐκ εἶπον·  Πῶς σωθῶμεν; ἀλλὰ, Τί ποιήσωμεν; Τί οὖν ὁ Πέτρος; Πάλιν ἐνταῦθα πάντων ἐρωτηθέντων,  ἐκεῖνος ἀποκρίνεται, Μετανοήσατε, λέγων, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν  ἐπὶ  τῷ  ὀνόματι  Ἰησοῦ  Χριστοῦ. Καὶ οὔπω  λέγει,  ὅτι  Πιστεύσατε· ἀλλὰ, Βαπτισθήτω ἕκαστος ὑμῶν. Τοῦτο γὰρ ἐν τῷ βαπτίσματι παρέλαβον. Εἶτα δείκνυσι καὶ τὸ κέρδος· Εἰς ἄφεσιν ἁμαρτιῶν· καὶ λήψεσθε τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος. Εἰ δωρεὰν λήψεσθε, εἰ ἄφεσιν ἔχει τὸ βάπτισμα, τί μέλλετε; Εἶτα πιθανὸν τὸν λόγον ποιῶν, ἐπήγαγεν· Ὑμῖν γάρ ἐστιν ἡ ἐπαγγελία.  Ταύτην καὶ ἐνταῦθα λέγει, ἣν εἶπε καὶ ἄνω διαλεγόμενος. Καὶ τοῖς τέκνοις ὑμῶν, φησί. Οὐκοῦν μείζων ἡ δωρεὰ, ὅταν τῶν ἀγαθῶν καὶ κληρονόμους ἔχωσι. Καὶ πᾶσι, φησὶ, τοῖς εἰς μακράν. Εἰ Τοῖς εἰς μακρὰν, πολλῷ μᾶλλον ὑμῖν τοῖς ἐγγύς. Ὅσους ἂν προσκαλέσηται Κύριος ὁ Θεὸς ἡμῶν.  Ὅρα πότε  λέγει,  Τοῖς  εἰς  μακράν.  Ὅτε  αὐτοὺς  εὗρεν  ᾠκειωμένους  καὶ κατεγνωκότας ἑαυτῶν· ψυχὴ γὰρ ὅταν ἑαυτὴν καταδικάσῃ, οὐκέτι φθονεῖν δύναται. Ἑτέροις τε λόγοις πλείοσι διεμαρτύρατο καὶ παρεκάλει, λέγων. Ὅρα αὐτὸν πανταχοῦ ἐπιτέμνοντα, καὶ οὐ φιλοτιμούμενον,  οὐδὲ ἐπιδεικτιῶντα,  ∆ιεμαρτύρατο, φησὶ, καὶ παρεκάλει,  λέγων.  Ἀπηρτισμένη αὕτη  διδασκαλία,  τὸ  μὲν  φόβου,  τὸ  δὲ  ἀγάπης ἔχουσα. Σώθητε ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης. Οὐδὲν περὶ μελλόντων  φησὶν, ἀλλὰ περὶ τῶν παρόντων, οἷς καὶ μάλιστα ἐνάγονται ἄνθρωποι· καὶ δείκνυσιν, ὅτι τὸ κήρυγμα καὶ τῶν  παρόντων  καὶ τῶν  μελλόντων  ἀπαλλάττει  κακῶν.  Οἱ μὲν οὖν ἀσμένως ἀποδεξάμενοι τὸν λόγον αὐτοῦ, ἐβαπτίσθησαν· καὶ προσετέθησαν τῇ ἡμέρᾳ ἐκείνῃ  ψυχαὶ  ὡσεὶ  τρισχίλιαι.  Πῶς  οἴει  τοῦτο  τοὺς  ἀποστόλους  ἀνακτήσασθαι μᾶλλον  τοῦ  σημείου;  Ἦσαν δὲ  προσκαρτεροῦντες  ὁμοθυμαδὸν  τῇ  διδαχῇ  τῶν ἀποστόλων καὶ τῇ κοινωνίᾳ. ∆ύο ἀρεταὶ, καὶ τὸ προσκαρτερεῖν, καὶ τὸ ὁμοθυμαδόν. Τοῦτο δέ φησι, ἵνα δείξῃ, ὅτι πολὺν χρόνον αὐτοὺς ἐδίδασκον. Καὶ τῇ κοινωνίᾳ, καὶ τῇ κλάσει τοῦ ἄρτου, καὶ τῇ προσευχῇ. Πάντα κοινῇ, πάντα μετὰ καρτερίας ἐποίουν, φησί. Ἐγένετο δὲ πάσῃ ψυχῇ φόβος τῶν πιστευσάντων, πολλά τε τέρατα καὶ σημεῖα διὰ τῶν ἀποστόλων ἐγίνετο. Εἰκότως. Οὐ γὰρ ὡς τῶν τυχόντων  κατεφρόνουν, οὐδὲ τοῖς ὁρωμένοις προσεῖχον, ἀλλὰ πεπύρωτο αὐτῶν ἡ διάνοια. Ἐπειδὴ δὲ ἄνωθεν ἦν πολὺς  ῥέων  ὁ  Πέτρος, καὶ  ἐδείκνυ  τὰς  ἐπαγγελίας  καὶ  τὰ  μέλλοντα,  εἰκότως ἐξέστησαν τῷ φόβῳ, καὶ ἐμαρτύρει τοῖς λεγομένοις  τὰ θαύματα. Καθάπερ οὖν ἐπὶ τοῦ Χριστοῦ πρότερον σημεῖα, εἶτα διδασκαλία, εἶτα θαύματα· οὕτω καὶ νῦν. Πάντες δὲ οἱ πιστεύοντες  ἦσαν ἐπιτοαυτὸ,  καὶ εἶχον  ἅπαντα  κοινά.  Ὅρα εὐθέως  ὅση ἡ ἐπίδοσις. Οὐ γὰρ ἐν ταῖς εὐχαῖς μόνον ἡ κοινωνία, οὐδὲ ἐν τῇ διδασκαλίᾳ, ἀλλὰ καὶ ἐν τῇ πολιτείᾳ. Καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις ἐπίπρασκον, καὶ διεμέριζον αὐτὰ πᾶσι, καθότι ἄν τις χρείαν εἶχεν. Ὅρα, πόσος φόβος αὐτοῖς ἐνεγένετο; Καὶ διεμέριζον αὐτά. Τοῦτο εἶπε, τὸ οἰκονομικὸν  δηλῶν. Καθότι ἄν τις χρείαν εἶχεν. Οὐχ ἁπλῶς, καθάπερ οἱ παρ' Ἕλλησι φιλόσοφοι,  οἱ μὲν ἀνῆκαν  τὴν γῆν, οἱ δὲ εἰς θάλασσαν ἔῤῥιψαν πολὺ χρυσίον, ὅπερ οὐχ ὑπεροψίᾳ χρημάτων  ἦν, ἀλλὰ μωρία καὶ ἄνοια. Πανταχοῦ γὰρ ἐσπούδασεν ὁ διάβολος ἀεὶ τοῦ Θεοῦ τὰ κτίσματα διαβάλλειν, ὡς οὐκ ἐνὸν καλῶς χρήσασθαι χρήμασι. Καθ' ἡμέραν τε προσκαρτεροῦντες ὁμοθυμαδὸν ἐν τῷ ἱερῷ. Ἐνταῦθα τὸν τρόπον διδάσκει, καθ' ὃν τῆς διδασκαλίας ἀπέλαυον.


βʹ. Καὶ σκόπει, πῶς  οὐδὲν  ἐποίουν  ἕτερον  Ἰουδαῖοι, οὐ μικρὸν, οὐ μέγα, ἀλλὰ  τῷ  ἱερῷ προσήδρευον. Ἅτε γὰρ σπουδαιότεροι γεγενημένοι,  καὶ περὶ τὸν τόπον εὐλάβειαν πλείονα  εἶχον.  Οὐ γὰρ  ἀπέσπων  αὐτοὺς  οἱ  ἀπόστολοι  τέως,  ὥστε  μὴ  βλάψαι. Κλῶντές τε κατ' οἶκον ἄρτον, μετελάμβανον τροφῆς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας, αἰνοῦντες  τὸν  Θεὸν,  καὶ ἔχοντες  χάριν  πρὸς ὅλον  τὸν  λαόν.  Τὸν ἄρτον ἐμοὶ δοκεῖ λέγων, καὶ τὴν νηστείαν ἐνταῦθα σημαίνειν καὶ τὸν σκληρὸν βίον· τροφῆς  γὰρ, οὐ  τρυφῆς  μετελάμβανον.  Ἐντεῦθεν,  ἀγαπητὲ,  μάνθανε,  ὡς  οὐχ  ἡ τρυφὴ, ἀλλ' ἡ τροφὴ τὴν ἀπόλαυσιν ποιεῖ· καὶ ὡς οἱ τρυφῶντες,  ἐν λύπῃ, οἱ δὲ μὴ τρυφῶντες,  ἐν  χαρᾷ. Ὁρᾷς, ὅτι  οἱ Πέτρου λόγοι  καὶ  τοῦτο  εἶχον,  τὸν  τοῦ  βίου σωφρονισμόν; Οὕτως οὐκ ἔνι γενέσθαι ἀγαλλίασιν,  μὴ ἀφελείας  οὔσης. Καὶ πῶς, φησὶν, Εἶχον χάριν πρὸς ὅλον τὸν λαόν; ∆ι' ὧν ἐποίουν διὰ τῆς ἐλεημοσύνης. Μὴ γάρ μοι, εἰ οἱ ἀρχιερεῖς ἐπέστησαν αὐτοῖς ὑπὸ φθόνου καὶ βασκανίας, τοῦτο ἴδῃς· ἀλλ' ὅτι πρὸς τὸν λαὸν χάριν εἶχον. Ὁ δὲ Κύριος προσετίθει τοὺς σωζομένους καθ' ἡμέραν τῇ Ἐκκλησίᾳ. Πάντες δὲ οἱ πιστεύοντες  ἦσαν ἐπιτοαυτό. Οὕτω πανταχοῦ καλὸν  ἡ ὁμόνοια. Ἑτέροις τε λόγοις  διεμαρτύρατο. Τοῦτο εἶπε, δεικνὺς,  ὅτι οὐκ ἤρκει τὰ λεχθέντα· ἢ καὶ ἐκεῖνα μὲν, ὥστε πρὸς πίστιν ἐπαχθῆναι, ταῦτα δὲ, τίνα χρὴ τὸν πιστὸν ποιεῖν, εἴρηται. Καὶ οὐκ εἶπεν, Ἐπὶ τῷ σταυρῷ, ἀλλ',  Ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ βαπτισθήτω ἕκαστος ὑμῶν. Οὐδὲ ἀναμιμνήσκει αὐτοὺς συνεχῶς τοῦ σταυροῦ, ἵνα μὴ ὀνειδίζειν δόξῃ, ἀλλ' ἁπλῶς, Μετανοήσατε, φησὶ, καὶ βαπτισθήτω ἕκαστος ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν ἁμαρτιῶν. Καὶ μὴν ἑτέρως ἔχει τῶν  ἐνταῦθα  δικαστηρίων  ὁ νόμος· ἀλλ' ἐπὶ τοῦ κηρύγματος ὅταν ὁ ἡμαρτηκὼς ὁμολογήσῃ, τότε  σώζεται. Ὅρα, πῶς  οὐ  τὸ  μεῖζον  παρέδραμεν  ὁ  Πέτρος· ἀλλὰ πρότερον τὴν χάριν εἰπὼν, τότε καὶ ἐκεῖνο ἐπήγαγε, λέγων· Λήψεσθε τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος. Ἀξιόπιστος ὁ λόγος αὐτόθεν ἐξ ὧν αὐτοὶ ἔλαβον. Τέως γὰρ τὸ εὔκολον  λέγει  καὶ πολλὴν  ἔχον  δωρεὰν,  καὶ τότε  ἐπὶ  τὸν  βίον  ἄγει, εἰδὼς,  ὅτι ὑπόθεσις αὐτοῖς ἔσται σπουδῆς, τὸ ἤδη γεύσασθαι τῶν τοσούτων ἀγαθῶν. Ἐπεὶ δὲ ἐπόθει ἀκοῦσαι ὁ ἀκροατὴς, τί ἦν τῶν  πλειόνων  λόγων  τὸ κεφάλαιον,  καὶ τοῦτο προστίθησι, δεικνὺς ὅτι ἡ δωρεὰ τοῦ ἁγίου Πνεύματος. Οἱ μὲν οὖν ἀποδεξάμενοι τὸν λόγον  ἐπῄνεσαν τὰ λεχθέντα,  καίτοι φόβου γέμοντα, καὶ μετὰ τὴν συγκατάθεσιν τότε  ἐπὶ  τὸ βάπτισμα ἔρχονται.  Ἀλλ' ἴδωμεν  ἄνωθεν  τὰ εἰρημένα.  Ἦσαν, φησὶ, προσκαρτεροῦντες τῇ διδαχῇ. Ἐκ τούτου δῆλον, ὅτι οὐ μίαν ἡμέραν, οὐδὲ δύο καὶ τρεῖς, ἀλλ' ἐπὶ πολλὰς ἐδιδάσκοντο, ἅτε ἐφ' ἕτερον μεταστάντες βίον. Καὶ ἐγένετο
πάσῃ ψυχῇ  φόβος. Εἰ πάσῃ, καὶ τῶν  μὴ πιστευσάντων.  Εἰκὸς δὲ αὐτοὺς  παθεῖν τοσαύτην ἀθρόον μεταβολὴν ἰδόντας· τάχα δὲ καὶ ἀπὸ τῶν σημείων, Οὐχὶ, Ὁμοῦ δὲ, ἀλλ', Ὁμοθυμαδὸν, εἶπεν, ἐπειδὴ ἔνι ὁμοῦ μὲν εἶναί τινας, οὐ μὴν δὲ ὁμοθυμαδὸν, διῃρημένους  ταῖς  γνώμαις.  Λόγοις τε  παρεκάλει.  Καὶ οὐδὲ  ἐνταῦθα  λέγει  τὴν διδασκαλίαν, ἐπιτέμνων τὸν λόγον· ἐξὸν δὲ μανθάνειν, ὅτι ὡς νέους παῖδας ἔτρεφον τῇ τροφῇ τῇ πνευματικῇ.  Καὶ ἄγγελοι  γεγόνασι λοιπὸν  ἐξαίφνης.  Καὶ διεμέριζον καθὸ χρείαν  τις εἶχεν.  Εἶδον, ὅτι τὰ πνευματικὰ  κοινὰ, καὶ οὐδεὶς ἕτερος ἑτέρου πλέον  ἔχει,  καὶ  ταχέως  ἦλθον  ἐπὶ  τὸ  τὰ  αὐτῶν  πᾶσι διαδιδόναι.  Πάντες  δὲ  οἱ πιστεύοντες ἦσαν ἐπιτοαυτό. Ὅτι δὲ οὐ τόπῳ ἦσαν ἐπιτοαυτὸ, δῆλον ἐξ ὧν ἐπήγαγε λέγων, Καὶ πάντα εἶχον κοινά. Πάντες δὲ, φησὶν, οὐχ ὁ μὲν, ὁ δὲ οὔ. Τοῦτο πολιτεία ἀγγελικὴ, μηδὲν αὐτῶν λέγειν ἴδιον εἶναι. Ἐντεῦθεν ἡ ῥίζα τῶν κακῶν ἐξεκόπη, καὶ δι' ὧν ἔπραττον  ἔδειξαν, ὅτι ἤκουσαν. Ἄρα τοῦτο ἦν ὃ ἔλεγε, Σώθητε ἀπὸ τῆς γενεᾶς   τῆς  σκολιᾶς  ταύτης.  Καὶ  προσετέθησαν  τῇ  ἡμέρᾳ  ἐκείνῃ  ψυχαὶ  ὡσεὶ τρισχίλιαι. Ἐπειδὴ τρισχίλιοι γεγόνασιν, ἐξήγαγον αὐτοὺς λοιπὸν ἔξω, οἳ καὶ μετὰ παῤῥησίας, ἅτε πολλῆς  οὔσης ἤδη, καθ' ἡμέραν ἀνῄεσαν καὶ προσήδρευον ἐν τῷ ἱερῷ· ἐπεὶ καὶ Πέτρος καὶ Ἰωάννης μικρὸν ὕστερον τὸ αὐτὸ ποιοῦσιν· οὐδὲν γὰρ τέως παρεκίνουν τῶν Ἰουδαϊκῶν. Καὶ αὐτὴ δὲ ἡ εἰς τὸν τόπον τιμὴ διέβαινε πρὸς τὸν τοῦ ἱεροῦ ∆εσπότην. Εἶδες εὐλαβείας ἐπίδοσιν; Χρήματα ἔῤῥιψαν, καὶ ἔχαιρον, καὶ πολλὴ ἦν  ἡ εὐφροσύνη· μείζονα  γὰρ ἦν  ἃ ἐλάμβανον  ἀγαθά. Οὐδεὶς ὠνείδιζεν,  οὐδεὶς ἐφθόνει,  οὐδεὶς ἐβάσκαινεν, οὐκ ἦν τῦφος, οὐκ ἦν ἐξουδένωσις· καθάπερ παιδία ἐνόμιζον οὕτω παιδεύεσθαι, ὡς ἀρτίτοκοι οὕτω διέκειντο. Καὶ τί ὡς ἐν ἀμυδρᾷ λέγω εἰκόνι;  Εἰ μέμνησθε  ὡς,  ὅτε  τὴν  πόλιν  ἡμῖν  ἔσεισεν ὁ  Θεὸς, καὶ  πάντες  ἦσαν συνεσταλμένοι, οὕτω τότε ἐκεῖνοι διέκειντο· οὐδεὶς ὕπουλος ἦν, οὐδεὶς πονηρός. Καὶ γὰρ τοιοῦτον φόβος, τοιοῦτον ἡ θλῖψις. Οὐκ ἦν τὸ ψυχρὸν ῥῆμα τὸ, Ἐμὸν, καὶ τὸ, Σόν. ∆ιὰ τοῦτο ἀγαλλίασις ἦν ἐπὶ τῆς τραπέζης· οὐδεὶς ὡς ἐξ ἰδίων ἐσθίων διέκειτο, οὐδεὶς ὡς ἐξ ἀλλοτρίων· καίτοι δοκεῖ αἴνιγμα εἶναι. Οὔτε ἀλλότρια ἐνόμιζον εἶναι τὰ τῶν  ἀδελφῶν·  δεσποτικὰ γὰρ ἦν· οὔτε  ἴδια, ἀλλὰ  τῶν  ἀδελφῶν.  Οὔτε ὁ πένης ᾐσχύνετο, οὔτε ὁ πλούσιος ἐτυφοῦτο. Τοῦτό ἐστιν ἀγαλλίασις. Κἀκεῖνος ὡς εὐεργετούμενος διέκειτο, καὶ εὖ πάσχων μᾶλλον, καὶ οὗτοι ὡς δοξαζόμενοι ταύτῃ, καὶ πάνυ πρὸς αὐτοὺς ἦσαν συνδεδεμένοι. Ἐπειδὴ γὰρ ἐν ταῖς τῶν χρημάτων διανομαῖς καὶ ὕβρεις, καὶ ἀπονοίας, καὶ λύπας γίνεσθαι συμβαίνει, διὰ τοῦτο ἔλεγεν ὁ Ἀπόστολος· Μὴ ἐκ λύπης,  ἢ  ἐξ ἀνάγκης.  Ὅρα, πόσα αὐτοῖς  μαρτυρεῖ; Πίστιν γνησίαν, βίον ὀρθὸν, τὴν ἐν ἀκροάσει καρτερίαν, τὴν ἐν εὐχαῖς, τὴν ἐν ἀφελείᾳ, τὴν ἐν εὐφροσύνῃ.


 γʹ. ∆ύο ἦν ἱκανὰ ἐμβαλεῖν αὐτοὺς εἰς ἀθυμίαν, ἥ τε νηστεία, καὶ τὸ τὰ χρήματα   διαδίδοσθαι.  Οἱ  δὲ  καὶ  δι'  ἀμφότερα  ἔχαιρον.   Τίς  γὰρ  τοὺς  οὕτω διακειμένους  οὐκ ἂν ἠγάπησεν ὡς πατέρας κοινούς· Οὐδὲν ἔτικτον  πονηρὸν κατ' ἀλλήλων· τὸ πᾶν ἐπέτρεπον τῇ χάριτι τοῦ Θεοῦ. Οὐκ ἦν φόβος, καὶ ταῦτα ἐν μέσοις κινδύνοις ἐμβεβληκότων αὐτῶν. ∆ιὰ γοῦν τῆς ἀφελείας τὴν πᾶσαν αὐτῶν ἐδήλωσεν ἀρετὴν, πολὺ καὶ τῆς τῶν χρημάτων  ὑπεροψίας, καὶ τῆς νηστείας, καὶ τῆς ἐν ταῖς εὐχαῖς καρτερίας μείζονα οὖσαν. Οὕτω δὲ καὶ καθαρῶς ᾔνουν τὸν Θεὸν, μᾶλλον δὲ τοῦτό ἐστιν αἰνεῖν τὸν Θεόν. Ὅρα δὲ καὶ ἐνταῦθα αὐτοὺς ἀπολαμβάνοντας  εὐθέως τὰς ἀμοιβάς. Τὸ γὰρ ἔχειν χάριν πρὸς τὸν λαὸν, τοῦτό ἐστιν, ὅτι ποθεινοί τινες ἦσαν καὶ ἐπέραστοι. Τίς γὰρ οὐκ ἂν ἀγάσαιτο, τίς δὲ οὐκ ἂν θαυμάσειεν ἄνθρωπον τὸ ἦθος ἁπλοῦν, ἢ τίς οὐκ ἂν συνδεθείη τῷ μηδὲν ὕπουλον ἔχοντι; Τίνων δὲ ἄλλων ἐστὶν ἡ σωτηρία  ἢ  τούτων;  τίνων  δὲ  τὰ  μεγάλα  ἀγαθά;  Οὐχὶ ποιμένες  εὐηγγελίσθησαν πρότεροι; οὐχὶ  Ἰωσὴφ  ἁπλοῦς  τις  ὢν  ἄνθρωπος,  ὥστε μὴ διὰ μοιχείας  ὑποψίαν φοβηθέντα   αὐτὸν   ἐργάσασθαί  τι   πονηρόν;   οὐχὶ   ἀγροίκους   ἐξελέγετο   τοὺς ἀπλάστους; Ψυχὴ γὰρ, φησὶν, εὐλογημένη πᾶσα ἁπλῆ· καὶ πάλιν, Ὁ δὲ πορευόμενος ἁπλῶς, πορεύεται πεποιθώς. Ναὶ, φησίν· ἀλλὰ καὶ φρονήσεως δεῖ. Τί γὰρ ἄλλο ἐστὶν
ἁπλότης  ἀλλ' ἢ φρόνησις;  Ὅταν  γὰρ μηδὲν  ὑποπτεύῃς  πονηρὸν,  οὔτε  τεκτῆναι δύνασαι πονηρόν· ὅταν μηδὲν ἔχῃς τῶν δεινῶν, οὐδὲ μνησικακῆσαι δυνήσῃ. Ὕβρισέ τις; οὐκ ἤλγησας· ἐκακηγόρησεν; οὐδὲν ἔπαθες· ἐβάσκηνεν; οὐδὲ οὕτως ἔπαθές τι. Ὁδός τίς ἐστιν ἐπὶ φιλοσοφίαν ἡ ἁπλότης.  Οὐδεὶς οὕτως ἐστὶ τὴν ψυχὴν καλὸς, ὡς ὁ ἁπλοῦς. καθάπερ γὰρ ἐν τῷ σώματι ὁ μὲν στυγνὸς καὶ κατηφὴς καὶ σύννους, κἂν  καλὸς  ᾖ, τὸ  πολὺ  τῆς  ὡραιότητος  ὑποτέμνεται·  ὁ δὲ  ἀνειμένος  καὶ  ἠρέμα μειδιῶν  τὴν  ὄψιν,  ἐπιτείνει  τὴν  ὡραιότητα·  οὕτω  δὴ καὶ ἐπὶ  τῆς  ψυχῆς,  ὁ μὲν σύννους κἂν μυρία ἔχῃ κατορθώματα, ἠφάνισεν αὐτά· ὁ δὲ ἀνειμένος καὶ ἁπλοῦς, τοὐναντίον.  Καὶ φίλον τὸν τοιοῦτον μετὰ ἀσφαλείας ἄν τις εἰργάσαιτο, καὶ ἐχθρὸν γενόμενον  καταλλάξειεν.  Οὐ γὰρ δεῖ φυλακῆς  καὶ προφυλακῆς, οὐδὲ δεσμῶν καὶ συνδέσμων ἐπὶ τοῦ τοιούτου, ἀλλὰ πολλὴ μὲν αὐτῷ ἔσται ἡ ἄνεσις, πολλὴ δὲ καὶ τοῖς συνοῦσιν αὐτῷ. Τί οὖν, ἂν εἰς πονηροὺς, φησὶν, ἄνδρας ὁ τοιοῦτος ἐμπέσῃ; Ὁ Θεὸς ὁ προστάξας εἶναι ἀπλάστους, ὀρέξει χεῖρα. Τί τοῦ ∆αυῒδ ἀπλαστότερον ἦν; τί δὲ τοῦ Σαοὺλ πονηρότερον; Τίς οὖν περιεγένετο; Τί δαὶ ἐπὶ τοῦ Ἰωσήφ; οὐχ ὁ μὲν ἀπλάστως προσῄει τῇ δεσποίνῃ, ἡ δὲ κακούργως; Τί οὖν, εἰπέ μοι, ἐκεῖνος ἠδίκηται; Τί δαὶ τοῦ Ἄβελ ἀπλαστότερον ἦν;  τί δαὶ τοῦ Κάϊν κακουργότερον; Ὁ Ἰωσὴφ δὲ πάλιν οὐκ ἀπλάστως ἐκέχρητο τοῖς ἀδελφοῖς; οὐ διὰ τοῦτο εὐδοκίμησεν, ὅτι ὁ μὲν ἀνυπόπτως  πάντα  ἐφθέγγετο,  οὗτοι  δὲ  κακούργως  ἐδέχοντο;  Καὶ ἅπαξ  εἶπε  τὰ ὀνείρατα, καὶ πάλιν εἶπε, καὶ οὐκ ἐφυλάξατο· καὶ πάλιν πρὸς αὐτοὺς ἀπῄει τροφὰς ἀποίσων, καὶ οὐδὲν ἐφυλάττετο, τὸ πᾶν ἐπιτρέπων τῷ Θεῷ· ἀλλ' ὅσῳ ἐκεῖνοι πρὸς αὐτὸν  οὕτω διέκειντο  ὡς πρὸς πολέμιον,  οὕτως  ἐκεῖνος  ὡς πρὸς ἀδελφούς.  Καὶ ἠδύνατο ὁ Θεὸς μὴ ἀφεῖναι αὐτὸν ἐμπεσεῖν, ἀλλ' ἀφῆκεν, ἵνα δειχθῇ τὸ θαῦμα, καὶ ὅτι κἂν τὰ αὐτῶν ἐπιδείξωνται, ἐκεῖνος ἀνώτερος ἔσται. Ὥστε κἂν λάβῃ πληγὴν, οὐ παρ'  ἑαυτοῦ,  ἀλλὰ  παρ'  ἑτέρου  λαμβάνει.  Ὁ  δὲ  πονηρὸς  ἑαυτὸν  μὲν  πλήττει πρότερον, ἕτερον  δὲ οὐδένα· οὕτως  ἐστὶ καὶ  ἑαυτῷ  πολέμιος.  Τοῦ τοιούτου  ἀεὶ ἀθυμίας ἡ ψυχὴ μεστὴ, τῶν λογισμῶν ἀεὶ συνδεδεμένων· κἂν ἀκοῦσαι, κἂν εἰπεῖν τι δέῃ πάντα  μετὰ ἐγκλημάτων  ποιεῖ, πάντα  μετὰ αἰτίας.  Φιλία τῶν  τοιούτων  καὶ ὁμόνοια πόῤῥω καὶ μακρὰν ἐσκήνωνται· μάχαι δὲ παρ' αὐτοῖς καὶ ἔχθραι καὶ ἀηδίαι, καὶ ἑαυτοὺς ὑποπτεύουσιν οἱ τοιοῦτοι. Τούτοις οὐδὲ ὕπνος ἡδὺς, οὔτε ἄλλο οὐδέν. Ἂν  δὲ  καὶ  γυναῖκα  ἔχωσι.  βαβαὶ,  πρὸς  πάντας  ἐχθροὶ  γίνονται   καὶ  πολέμιοι· ζηλοτυπίαι μυρίαι, φόβος διηνεκής· πονηρὸς δὲ παρὰ τὸ πονεῖν εἴρηται. Οὕτω γοῦν καὶ ἡ Γραφὴ πόνον ἀεὶ τὴν πονηρίαν καλεῖ, ὡς ὅταν λέγῃ, Ὑπὸ τὴν γλῶσσαν αὐτοῦ κόπος καὶ πόνος· καὶ ἀλλαχοῦ πάλιν, Καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος. Εἰ δὲ θαυμάζοι τις, πόθεν  μὲν παρὰ τὴν ἀρχὴν τοιοῦτοι  γεγόνασι, νῦν  δὲ οὐ τοιοῦτοι, μαθέτω  τὴν  θλῖψιν   αἰτίαν,  τὴν  διδάσκαλον  τῆς  φιλοσοφίας,  τὴν  μητέρα  τῆς εὐλαβείας. Ὅτε χρημάτων ἀναίρεσις ἦν, τότε οὐδὲ πονηρία ἦν. Ναὶ, φησίν· αὐτὸ γὰρ τοῦτο ἐρωτῶ· νῦν  δὲ πόθεν  ἡ τοσαύτη πονηρία· πόθεν  ἐκείνοις  μὲν ἐπῆλθε  τοῖς τρισχιλίοις   καὶ  πεντακισχιλίοις   εὐθέως  ἑλέσθαι  τὴν  ἀρετὴν,  καὶ  ὁμοῦ  οὕτως ἐγένοντο φιλόσοφοι, νῦν δὲ μόλις εἷς εὑρίσκεται; τότε δὲ οὕτω συνεφώνουν; τί τὸ ποιῆσαν αὐτοὺς σφοδροὺς καὶ διεγηγερμένους; τί αὐτοὺς ἄφνω  ἐπύρωσεν; Ἐπειδὴ μετὰ πολλῆς προσῆλθον τῆς εὐλαβείας· ἐπειδὴ τὰ τῶν τιμῶν οὐκ ἦν καθάπερ νῦν· ἐπειδὴ πρὸς τὰ μέλλοντα μετέστησαν αὐτῶν τὴν διάνοιαν, καὶ οὐδὲν τῶν παρόντων προσεδόκων. Τοῦτό ἐστι πεπυρωμένης ψυχῆς, τὸ τοῖς δεινοῖς ἐνστρέφεσθαι· τοῦτο ἐνόμιζον   ἐκεῖνοι χριστιανισμὸν  εἶναι. Ἀλλ'  οὐχ ἡμεῖς· νῦν  γὰρ τὰς ἀνέσεις ἐνταῦθα ζητοῦμεν. ∆ιὰ τοῦτο οὐδὲ, ὅταν δέῃ, τούτων ἐπιτευξόμεθα. Τί ποιήσωμεν, ἠρώτων  ἐκεῖνοι,  ἀπογινώσκοντες  ἑαυτῶν;  Ὑμεῖς δὲ τὸ  ἐναντίον,  Τί ποιήσομεν; λέγομεν  ἐπιδεικνύμενοι  πρὸς τοὺς  παρόντας,  καὶ  μέγα  φρονοῦντες  ἐφ' ἑαυτοῖς. Ἅπερ ἔδει  γενέσθαι  ἐποίουν  ἐκεῖνοι,  ἡμεῖς  δὲ  τοὐναντίον.  Κατέγνωσαν ἑαυτῶν ἐκεῖνοι, ἀπέγνωσαν αὐτῶν τῆς σωτηρίας· διὰ τοῦτο τοιοῦτοι γεγόνασιν. Ἔγνωσαν
ὅσον ἔλαβον δῶρον.


 δʹ. Πῶς δὲ ὑμεῖς ἔσεσθε τοιοῦτοι, ἀπεναντίας  ἐκείνοις ἅπαντα πράττοντες; Ἐκεῖνοι ἅμα ἤκουσαν καὶ ἐβαπτίσαντο· οὐκ εἶπον ταῦτα τὰ ῥήματα τὰ ψυχρὰ, ἅπερ ἡμεῖς νῦν, οὐδὲ τὴν ἀναβολὴν ἐπραγματεύσαντο· καίτοι γε οὐ πάντα ἤκουσαν  τὰ  δικαιώματα,  ἀλλὰ  μόνον,  τὸ, Σώθητε  ἀπὸ  τῆς  γενεᾶς  ταύτης.  Οὐκ ὀκνηροὺς αὐτοὺς ἐποίησεν, ἀλλὰ ἀπεδέξαντο τοὺς λόγους· καὶ ὅτι ἀπεδέξαντο, διὰ τῶν ἔργων ἐδήλωσαν, καὶ ἔδειξαν ἑαυτοὺς τίνες ἦσαν. Ἅμα γὰρ ἐνέβησαν εἰς τὸν ἀγῶνα, ἀπεδύσαντο τὰ ἱμάτια· ἡμεῖς δὲ ἐμβαίνοντες, μετὰ ἱματίων παλαίειν βουλόμεθα.   ∆ιὰ   τοῦτο   οὐ   δεῖται   πόνων   ὁ   ἀνταγωνιστὴς,   ἀλλ'   ἐν   αὐτοῖς περιπλακέντες  πολλάκις  κατηνέχθημεν.  Ταὐτὸν  γὰρ  ποιοῦμεν,  ὥσπερ ἂν  εἴ  τις ἄνδρα ἀθλητὴν κεκονιμένον. μέλανα, γυμνούμενον ἰδὼν, πολὺν καὶ ἀπὸ τῆς ἄμμου καὶ τοῦ ἡλίου πηλὸν ἔχοντα, καὶ ἀνακεχρωσμένον τῷ ἐλαίῳ, καὶ τῷ ἱδρῶτι, καὶ τῷ πηλῷ, αὐτὸς μύρων ὄζων, σηρικὰ λαβὼν ἱμάτια καὶ χρυσᾶ ὑποδήματα, καὶ στολὴν μέχρι σφυρῶν καθιεμένην, καὶ χρυσία περὶ τὴν κεφαλὴν, συμπλέκοιτο εἰσιών. Ὁ γὰρ τοιοῦτος  οὐκ ἐμποδισθήσεται μόνον,  ἀλλὰ  καὶ  πᾶσαν τὴν  φροντίδα  περὶ τὸ μὴ μολῦναι μηδὲ διαῤῥῆξαι τοὺς χιτῶνας ἔχων, ἐκ πρώτης εὐθέως προσβολῆς πεσεῖται, καὶ ὅπερ δέδοικεν, εὐθέως τοῦτο πείσεται, περὶ ἐκεῖνα τὰ καίρια τὴν ζημίαν λαβών. Καιρὸς ἀγῶνος  ἐνέστηκε·  σὺ  δὲ  περιβάλλῃ  σηρικά;  καιρὸς  γυμνασίας,  καιρὸς σταδίου· σὺ δὲ καθάπερ ἐν πομπῇ κοσμεῖς σαυτόν; Καὶ πῶς περιέσῃ; Μή μοι πρὸς τὰ ἔξω ἴδῃς, ἀλλὰ πρὸς τὰ ἔσω. Ταῖς γὰρ τούτων φροντίσι, καθάπερ σχοινίοις χαλεποῖς, πάντοθεν  ἡ ψυχὴ  συνδέδεται, χεῖρα οὐκ ἐῶσα ἀντᾶραι, οὐδὲ ἐπανατείνασθαι  τῷ πολεμίῳ, μαλακοὺς ἐργαζομένη καὶ ἁπαλούς. Ἀγαπητὸν, πάντων ἀπαλλαγέντα δυνηθῆναι περιγενέσθαι τῆς ἀκαθάρτου δυνάμεως ἐκείνης. ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς, ὡς οὐκ ἀρκούσης τῆς τῶν χρημάτων μόνον ἀποβολῆς, ὅρα τί φησι. Πώλησόν σου τὰ ὑπάρχοντα,   καὶ   δὸς   πτωχοῖς,   καὶ   δεῦρο  ἀκολούθει   μοι.  Εἰ  δὲ,  οὐδὲ   ὅταν ἀποδυσώμεθα τὰ χρήματα, οὐδέπω ἐν ἀσφαλείᾳ ἑστήκαμεν, ἀλλὰ καὶ ἑτέρας τινὸς τέχνης  καὶ ἀκριβείας ἡμῖν  δεῖ· πολλῷ  μᾶλλον  ἔχοντες,  οὐδὲν  ἐργασόμεθα μέγα, ἀλλὰ  καταγέλαστοι  καὶ τοῖς θεαταῖς  καὶ αὐτῷ  γενησόμεθα τῷ πονηρῷ. Κἂν γὰρ διάβολος μὴ ᾖ, κἂν ὁ παλαίων μηδεὶς ᾖ, μυρίαι πάντοθεν ὁδοὶ πρὸς τὴν γέενναν τὸν φιλοχρήματον  ἄγουσι. Ποῦ νῦν εἰσιν οἱ λέγοντες, ∆ιατί ὁ διάβολος γέγονεν; Ἰδοὺ ἐνταῦθα ὁ διάβολος οὐδὲν ἐργάζεται, ἀλλὰ τὸ πᾶν ἡμεῖς. Καὶ μὴν οἱ ἐν τοῖς ὄρεσι ταῦτα λέγειν ὤφειλον, οἱ μετὰ σωφροσύνην καὶ χρημάτων ὑπεροψίαν καὶ τὴν τῶν ἄλλων  καταφρόνησιν,  πατέρα,  καὶ  οἰκίας,  καὶ  ἀγροὺς,  καὶ  γυναῖκα,  καὶ  παιδία ἀφεῖναι μυριάκις ἑλόμενοι. Ἀλλ' ἐκεῖνοι μάλιστα ταῦτα οὐ λέγουσιν· ἃ δὲ οὐδέποτε λέγειν ἐχρῆν, οὗτοι λέγουσιν. Ἐκεῖνα  ὄντως τοῦ διαβόλου τὰ παλαίσματα· εἰς ταῦτα δὲ οὐδὲ καθεῖναι ἄξιον. Ἀλλὰ αὐτὴν, φησὶ, τὴν φιλοχρηματίαν  ὁ διάβολος ἐνίησι. Καὶ ἀπόφυγε, καὶ μὴ καταδέξῃ, ἄνθρωπε. Νῦν δὲ, ἂν μέν τινα ἴδῃς τινὸς ἀπὸ δρυφάκτου  κατασκευάζοντα  βόρβορον,  εἶτα  τὸν  ὁρῶντα  καταχεόμενον   αὐτοῦ ἑστῶτα καὶ τὸ πᾶν δεχόμενον τῇ κεφαλῇ, οὐ μόνον οὐκ ἐλεεῖς, ἀλλὰ καὶ ἀγανακτεῖς, καὶ  φὴς  αὐτὸν  δικαίως  πεπονθέναι,  καὶ,  Μὴ μωρὸς  ἴσθι,  ἕκαστος  πρὸς  αὐτὸν φθέγγεται· καὶ οὐ τὸν βάλλοντα τοσοῦτον αἰτιᾷ, ἀλλὰ τὸν δεχόμενον. Νυνὶ δὲ οἶδας, ὅτι  τοῦ διαβόλου  ἡ φιλοχρηματία·  οἶδας, ὅτι  μυρίων  κακῶν  τοῦτο  αἴτιον· ὁρᾷς αὐτὸν καθάπερ βόρβορον κατασκευάζοντα τοὺς συρφετοὺς λογισμοὺς καὶ αἰσχρούς· καὶ γυμνῇ τῇ κεφαλῇ δεχόμενος τὴν ἀκαθαρσίαν τὴν ἐκείνου οὐ νοεῖς, δέον μικρὸν ἐκκλίναντα   τοῦ  παντὸς  ἀπηλλάχθαι;  Καθάπερ ἂν  ἐκεῖνος  τὸν  τόπον  ἐκκλίνας ἀπηλλάγη·  οὕτω  καὶ  σὺ  μὴ  δέχου  τοὺς  τοιούτους  λογισμοὺς,  καὶ  φεύξῃ  τὴν ἁμαρτίαν, ἀπόκρουσαι τὴν ἐπιθυμίαν. Καὶ πῶς ἀποκρούσομαι; φησίν. Εἰ μὲν Ἕλλην ἦς, καὶ τὰ παρόντα ἐθαύμαζες μόνα, τάχα πολλῆς ἦν δυσκολίας τὸ πρᾶγμα, καίτοι γε ἐκεῖνοι κατώρθωσαν τοῦτο· ἄνθρωπος δὲ τὸν οὐρανὸν προσδοκῶν καὶ τὰ ἐν τοῖς οὐρανοῖς,  λέγεις,  Πῶς   ἀποκρούσομαι; Εἰ τοὐναντίον   ἔλεγον,  τότε  ἐχρῆν
ἀπορεῖν· εἰ ἔλεγον, Ἐπιθύμησον χρημάτων. Καὶ πῶς ἐπιθυμήσω χρημάτων; ἔφης ἂν, τοιαῦτα   ὁρῶν.   Εἰπέ  μοι,  εἰ  χρυσοῦ  προκειμένου   καὶ  λίθων   τιμίων   ἔλεγον, Ἐπιθύμησον μολύβδου· ἆρα οὐκ ἦν  ἀπορίας; Εἶπες γὰρ ἂν,  Πῶς δύναμαι;  Εἰ δὲ ἔλεγον, Μὴ ἐπιθυμήσῃς, τοῦτο εὐκολώτερον ἦν. Οὐ θαυμάζω τοὺς καταφρονοῦντας, ἀλλὰ τοὺς μὴ καταφρονοῦντας· σφόδρα ψυχῆς τοῦτο νωθείας πεπληρωμένης, μυιῶν καὶ κωνώπων  οὐδὲν διαφερούσης, χαμαὶ συρομένης, ἰλυσπωμένης ἐν τῷ βορβόρῳ, οὐδὲν μέγα φανταζομένης Τί λέγεις; ζωὴν μέλλεις κληρονομεῖν αἰώνιον, καὶ λέγεις, Πῶς καταφρονήσω τῆς παρούσης ὑπὲρ ἐκείνην; μὴ γὰρ ἀμφήριστά ἐστι τὰ πράγματα; Ἱμάτιον μέλλεις λαμβάνειν βασιλικόν· καὶ λέγεις, Πῶς καταφρονήσω τῶν ῥακίων; εἰς τὴν τοῦ βασιλέως μέλλεις  ἄγεσθαι οἰκίαν· καὶ λέγεις, Πῶς καταφρονήσω  τῆς πενιχρᾶς  τῆς  παρούσης; Ὄντως  ἡμεῖς  ἐσμεν  αἴτιοι  πανταχοῦ,  οἱ  μὴ  θέλοντες διεγερθῆναι μικρόν. Οἱ γὰρ θελήσαντες, πάντες κατώρθωσαν· καὶ κατώρθωσαν μετὰ πολλῆς  τῆς  σφοδρότητος  καὶ  τῆς  εὐκολίας.  Γένοιτο δὲ  καὶ  ὑμᾶς  πεισθέντας  τῇ ἡμετέρᾳ παραινέσει κατορθῶσαι, καὶ ζηλωτὰς γενέσθαι τῶν κατωρθωκότων,  χάριτι καὶ  φιλανθρωπίᾳ  τοῦ  μονογενοῦς  αὐτοῦ  Υἱοῦ, μεθ' οὗ  τῷ  Πατρὶ ἅμα τῷ  ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/






Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |