ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΙΘʹ. Προσέχετε τὴν ἐλεημοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων

Κυριακή 30 Οκτωβρίου 2016

ΙΘʹ. Προσέχετε τὴν ἐλεημοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων



Ιωάννης Χρυσόστομος
Πρός Απόστολον Ματθαίον
Τόμος 57

ΙΘʹ. Προσέχετε τὴν ἐλεημοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων, πρὸς τὸ θεαθῆναι αὐτοῖς.

αʹ. Τὸ τυραννικώτερον  πάντων  λοιπὸν ἐξορίζει πάθος, τὴν λύσσαν καὶ τὴν μανίαν τὴν περὶ τὴν κενὴν δόξαν ἐγγινομένην  τοῖς κατορθοῦσιν. Ἐξ ἀρχῆς μὲν γὰρ οὐδὲν  περὶ  αὐτοῦ  διελέχθη·  καὶ  γὰρ  ἦν  περιττὸν,  πρὶν  ἢ  πεῖσαι  ποιεῖν  τι  τῶν δεόντων, περὶ τοῦ πῶς δεῖ ποιεῖν αὐτὰ καὶ μετιέναι διδάσκειν. Ἐπειδὴ δὲ ἐνῆγεν εἰς φιλοσοφίαν, τότε λοιπὸν καὶ τὴν παρυφισταμένην  αὐτῇ καθαίρει λύμην. Οὐδὲ γὰρ ἁπλῶς   τίκτεται   τοῦτο   τὸ   νόσημα,   ἀλλ'   ὅταν   πολλὰ   κατορθώσωμεν   τῶν ἐπιταττομένων. Ἔδει τοίνυν πρότερον φυτεῦσαι τὴν ἀρετὴν, καὶ τότε τὸ ἐπηρεάζον αὐτῆς τὸν καρπὸν ἀνελεῖν  πάθος. Καὶ ὅρα πόθεν ἄρχεται· ἀπὸ νηστείας, καὶ εὐχῆς, καὶ ἐλεημοσύνης. Τούτοις γὰρ μάλιστα ἐμφιλοχωρεῖν  εἴωθε τοῖς κατορθώμασιν.


Ὁ γοῦν Φαρισαῖος ἐντεῦθεν ἐφυσᾶτο λέγων· Νηστεύω δὶς τῆς ἑβδομάδος, ἀποδεκατῶ μου τὰ ὑπάρχοντα· καὶ ἐν αὐτῇ δὲ ἐκενοδόξει τῇ εὐχῇ, πρὸς ἐπίδειξιν αὐτὴν ποιούμενος. Ἐπειδὴ γὰρ οὐδεὶς ἄλλος παρῆν, τῷ τελώνῃ  ἐνεδείκνυτο  λέγων· Οὐκ εἰμὶ ὡς οἱ λοιποὶ ἄνθρωποι, οὐδὲ ὡς οὗτος ὁ τελώνης  Καὶ σκόπει πῶς ἤρξατο, ὡς περὶ θηρίου τινὸς  δυσφωράτου διαλεγόμενος,  καὶ δεινοῦ  κλέψαι  τὸν  μὴ σφόδρα ἐγρηγορότα. Προσέχετε γὰρ, φησὶ, τὴν ἐλεημοσύνην ὑμῶν. Οὕτω καὶ ὁ Παῦλος λέγει Φιλιππησίοις· Βλέπετε τοὺς κύνας. Καὶ γὰρ λάθρα ἐπεισέρχεται τὸ θηρίον, καὶ πάντα ἐκφυσᾷ ἀψοφητὶ, καὶ ἀνεπαισθήτως ἐκφέρει τὰ ἔνδον ἅπαντα. Ἐπεὶ οὖν πολὺν περὶ τῆς ἐλεημοσύνης ἐποιήσατο λόγον, καὶ τὸν Θεὸν εἰς μέσον ἤγαγε, Τὸν ἀνατέλλοντα τὸν  ἥλιον  ἐπὶ  πονηροὺς  καὶ ἀγαθοὺς,  καὶ πανταχόθεν  προέτρεψεν   εἰς τοῦτο,  καὶ  κομᾷν  ἔπεισε  τῇ  δαψιλείᾳ   τῆς  χορηγίας,  ἀναιρεῖ   λοιπὸν   καὶ  τὰ ἐνοχλοῦντα  τῇ καλῇ  ταύτῃ  ἐλαίᾳ  πάντα.  ∆ιό φησι· Προσέχετε τὴν  ἐλεημοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων. Ἐκείνη γὰρ ἡ ἔμπροσθεν εἰρημένη, τοῦ Θεοῦ ἐστιν ἐλεημοσύνη. Καὶ εἰπὼν, Μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων, ἐπήγαγε, Πρὸς τὸ  θεαθῆναι  αὐτοῖς.  Καὶ δοκεῖ  μὲν  δεύτερον  εἰρῆσθαι  τὸ  αὐτό· ἂν  δέ  τις ἀκριβῶς  προσέχῃ, οὐκ ἔστι τὸ  αὐτὸ,  ἀλλ' ἕτερον  τοῦτο,  καὶ  ἕτερον  ἐκεῖνο,  καὶ πολλὴν ἔχει τὴν ἀσφάλειαν, καὶ ἄφατον τὴν κηδεμονίαν καὶ τὴν φειδώ. Ἔστι γὰρ καὶ  ἔμπροσθεν  τῶν  ἀνθρώπων   ποιοῦντα,  μὴ  πρὸς  τὸ  θεαθῆναι  ποιεῖν·  καὶ  μὴ ποιοῦντα   ἔμπροσθεν  πάλιν,   πρὸς  τὸ  θεαθῆναι   ποιεῖν.  ∆ιόπερ  οὐχ  ἁπλῶς   τὸ γινόμενον, ἀλλὰ τὴν γνώμην καὶ κολάζει καὶ στεφανοῖ. Εἰ γὰρ μὴ αὐτὴ ἡ ἀκρίβεια προσκειμένη ἦν. πολλοὺς ἂν τοῦτο ὀκνηροτέρους ἐποίησε περὶ τὴν τῆς ἐλεημοσύνης δόσιν, διὰ τὸ μὴ πανταχοῦ  πάντως  δυνατὸν  εἶναι λανθανόντως  ποιεῖν. ∆ιὰ τοῦτο ἀπολύων σε τῆς ἀνάγκης ταύτης, οὐ τῷ τέλει τοῦ πράγματος, ἀλλὰ τῇ προαιρέσει τοῦ ποιοῦντος, καὶ τὴν ζημίαν καὶ τὸν μισθὸν ὁρίζει. Ἵνα γὰρ μὴ λέγῃς· Τί γὰρ ἐγὼ πάθω, ἂν ἕτερος ἴδῃ; Οὐ τοῦτο ζητῶ, φησὶν, ἀλλὰ τὴν διάνοιαν  τὴν σὴν, καὶ τὸν τρόπον τοῦ γινομένου. Τὴν γὰρ ψυχὴν διαπλάσαι βούλεται, καὶ παντὸς ἀπαλλάξαι νοσήματος. Ἀπαγορεύσας τοίνυν τὸ πρὸς ἐπίδειξιν ποιεῖν, καὶ τὴν ἐκ τούτου ζημίαν διδάξας, τὸ μάτην καὶ εἰκῆ τοῦτο ποιεῖν, πάλιν  αὐτῶν ἐγείρει τὰ φρονήματα, τοῦ Πατρὸς ἀναμνήσας καὶ τοῦ οὐρανοῦ, ἵνα μὴ τῇ ζημίᾳ μόνῃ καθάψηται, ἀλλὰ καὶ τῇ μνήμη τοῦ γεγεννηκότος ἐντρέψῃ. Οὐκ ἔχετε γὰρ μισθὸν, φησὶ, παρὰ τῷ Πατρὶ ὑμῶν τῷ ἐν οὐρανοῖς. Καὶ οὐδὲ ἐνταῦθα  ἔστη, ἀλλὰ καὶ περαιτέρω πρόεισι, καὶ δι' ἑτέρων  πολλὴν  τὴν  ἀποτροπὴν  ἐργαζόμενος. Ὥσπερ γὰρ ἀνωτέρω  τελώνας  καὶ ἐθνικοὺς τέθεικε, τῇ ποιότητι τοῦ προσώπου καταισχύνων  τοὺς μιμουμένους· οὕτω καὶ ἐνταῦθα  τοὺς ὑποκριτάς. Ὅταν οὖν ποιῇς, φησὶν, ἐλεημοσύνην, μὴ σαλπίσῃς ἔμπροσθέν σου, ὥσπερ οἱ ὑποκριταί. Οὐχ ὅτι σάλπιγγας  εἶχον  ἐκεῖνοι, ἀλλὰ  τὴν πολλὴν αὐτῶν ἐπιδεῖξαι βούλεται μανίαν τῇ λέξει τῆς μεταφορᾶς ταύτης, κωμῳδῶν ταύτῃ καὶ ἐκπομπεύων αὐτούς. Καὶ καλῶς ὑποκριτὰς εἶπε. Τὸ μὲν γὰρ προσωπεῖον, ἐλεημοσύνης ἦν· ἡ δὲ διάνοια, ὠμότητος καὶ ἀπανθρωπίας. Οὐ γὰρ διὰ τοὺς πλησίον ἐλεεῖν ποιοῦσιν, ἀλλὰ διὰ τὸ δόξης ἀπολαύειν αὐτούς· ὅπερ ἐσχάτης ἦν ὠμότητος, ἑτέρου λιμῷ διαφθειρομένου  φιλοτιμίαν  ζητεῖν, καὶ μὴ λύειν τὴν συμφοράν. Οὐκ ἄρα τὸ δοῦναι ἐλεημοσύνην, ἀλλὰ τὸ ὡς χρὴ δοῦναί ἐστι τὸ ζητούμενον, καὶ διὰ τοῦτο δοῦναι.


βʹ. Κωμῳδήσας τοίνυν ἐκείνους ἱκανῶς, καὶ καθαψάμενος αὐτῶν, ὡς καὶ αἰσχυνθῆναι τὸν ἀκροατὴν, διορθοῦται πάλιν τὴν τὰ τοιαῦτα νοσοῦσαν γνώμην· καὶ εἰπὼν πῶς δεῖ μὴ ποιεῖν, δείκνυσι πάλιν πῶς δεῖ ποιεῖν. Πῶς οὖν δεῖ ποιεῖν; Μὴ γνώτω,  φησὶν,  ἡ  ἀριστερά σου τί  ποιεῖ  ἡ  δεξιά  σου. Πάλιν  ἐνταῦθα  οὐ  χεῖρας αἰνίττεται,  ἀλλ' ὑπερβολικῶς  αὐτὸ  τέθεικεν.  Εἰ γὰρ οἷόν  τέ ἐστι, φησὶ, σεαυτὸν ἀγνοῆσαι, περισπούδαστον ἔστω σοι τοῦτο, κἂν αὐτὰς δυνατὸν ᾖ τὰς διακονουμένας χεῖρας  λαθεῖν.  Οὐχ ὥς  τινές  φασιν,  ὅτι  τοὺς  σκαιοὺς δεῖ  κρύπτειν  ἀνθρώπους· πάντας γὰρ ἐνταῦθα λανθάνειν ἐκέλευσεν. Εἶτα καὶ ὁ μισθὸς ἐννόησον ὅσος. Ἐπειδὴ γὰρ εἶπε τὴν ἐκεῖθεν κόλασιν, δείκνυσι καὶ τὴν ἐντεῦθεν τιμὴν, ἑκατέρωθεν αὐτοὺς ὠθῶν, καὶ εἰς ὑψηλὰ ἄγων διδάγματα. Καὶ γὰρ πείθει εἰδέναι, ὅτι πανταχοῦ πάρεστιν ὁ  Θεός· καὶ  ὅτι  οὐ  μέχρι  τοῦ  παρόντος  βίου  ἕστηκε  τὰ  ἡμέτερα,  ἀλλὰ  καὶ φοβερώτερον  ἡμᾶς  ἐντεῦθεν  ἐκδέξεται  δικαστήριον,  καὶ  αἱ  τῶν  πεπραγμένων εὐθῦναι  ἁπάντων,  καὶ τιμαὶ καὶ κολάσεις· καὶ ὅτι οὐδὲν, οὐ μικρὸν, οὐ μέγα τις ποιῶν  λήσεται, κἂν δόξῃ τοὺς ἀνθρώπους  λανθάνειν.  Ταῦτα γὰρ ἅπαντα ᾐνίξατο εἰπών· Ὁ Πατήρ σου, ὁ βλέπων ἐν τῷ κρυπτῷ, ἀποδώσει σοι ἐν τῷ φανερῷ· μέγα καὶ σεμνὸν αὐτῷ καθίζων θέατρον, καὶ ὅπερ ἐπιθυμεῖ, τοῦτο μετὰ πολλῆς αὐτῷ διδοὺς τῆς περιουσίας. Τί γὰρ βούλει; φησίν· οὐχὶ θεατὰς ἔχειν τῶν γινομένων  τινάς; Ἰδοὺ τοίνυν ἔχεις, οὐχὶ ἀγγέλους, οὐδὲ ἀρχαγγέλους, ἀλλὰ τὸν τῶν ὅλων Θεόν. Εἰ δὲ καὶ ἀνθρώπους ἐπιθυμεῖς ἔχειν θεωροὺς, οὐδὲ ταύτης σε ἀποστερεῖ τῆς ἐπιθυμίας καιρῷ τῷ προσήκοντι, ἀλλὰ καὶ μετὰ πλείονός σοι αὐτὸ παρέχει τῆς ὑπερβολῆς. Νῦν μὲν γὰρ ἂν ἐπιδείξῃ, δέκα καὶ εἴκοσιν, ἣ καὶ ἑκατὸν ἀνθρώποις  ἐπιδείξασθαι δυνήσῃ μόνοις·  ἂν  δὲ  σπουδάζῃς  νῦν  λαθεῖν,  τότε  σε  αὐτὸς  ὁ  Θεὸς ἀνακηρύξει,  τῆς οἰκουμένης  παρούσης ἁπάσης. Ὥστε μάλιστα εἰ βούλει  ἀνθρώπους  ἰδεῖν  σου τὰ κατορθώματα,  κρύψον  αὐτὰ  νῦν,  ἵνα  μετὰ  πλείονος  τιμῆς  τότε  αὐτὰ  πάντες θεάσωνται, τοῦ Θεοῦ φανερὰ ποιοῦντος καὶ ἐπαίροντος καὶ παρὰ πᾶσιν ἀνακηρύττοντος.  Νῦν μὲν γάρ σου καὶ καταγνώσονται  οἱ ὁρῶντες, ὡς κενοδόξου· στεφανούμενον  δὲ ἰδόντες,  οὐ μόνον  οὐ καταγνώσονται,  ἀλλὰ  καὶ θαυμάσονται ἅπαντες. Ὅταν οὖν καὶ μισθὸν ᾖ λαβεῖν, καὶ θαῦμα καρπώσασθαι μεῖζον, ὀλίγον ἀναμείναντα  χρόνον,   ἐννόησον  ἡλίκης  ἀνοίας  ἐστὶν ἀμφοτέρων  ἐκπεσεῖν τούτων,  καὶ  παρὰ τοῦ  Θεοῦ τὸν  μισθὸν  αἰτοῦντα,  καὶ  τοῦ  Θεοῦ ὁρῶντος,  τοὺς ἀνθρώπους καλεῖν πρὸς τὴν ἐπίδειξιν τῶν γινομένων.  Εἰ γὰρ ἐπιδείκνυσθαι δεῖ, τῷ Πατρὶ πρὸ πάντων ἐπιδείκνυσθαι χρή· καὶ μάλιστα ὅταν καὶ τοῦ στεφανῶσαι καὶ τοῦ ζημιῶσαι κύριος ὁ Πατὴρ ᾖ. Καίτοι εἰ καὶ ζημία μὴ ἦν, οὐκ ἔδει τὸ θέατρον τοῦτο ἀφιέντα, ἀνταλλάξασθαι τὸ τῶν ἀνθρώπων, τὸν δόξης ἐπιθυμοῦντα. Τίς γὰρ οὕτως ἄθλιος, ὡς τοῦ βασιλέως σπεύδοντος ἐπὶ τὴν θεωρίαν τῶν  αὐτοῦ κατορθωμάτων ἐλθεῖν, ἐκεῖνον μὲν ἀφιέναι, ἀπὸ δὲ τῶν πτωχῶν  καὶ προσαιτῶν καθίζειν αὐτοῦ τὸ θέατρον; ∆ιὰ δὴ τοῦτο οὐχὶ μόνον οὐκ ἐπιδείκνυσθαι κελεύει, ἀλλὰ καὶ σπουδάζειν λανθάνειν.  Οὐδὲ γάρ ἐστιν ἴσον, μὴ σπουδάσαι φανῆναι, καὶ σπουδάσαι λαθεῖν. Καὶ ὅταν  προσεύχησθε, φησὶν,  οὐκ ἔσεσθε ὥσπερ οἱ ὑποκριταί· ὅτι φιλοῦσιν  ἐν  ταῖς συναγωγαῖς καὶ ἐν ταῖς γωνίαις  τῶν πλατειῶν  ἑστῶτες προσεύχεσθαι. Ἀμὴν λέγω ὑμῖν, ἀπέχουσι τὸν μισθὸν αὐτῶν. Σὺ δὲ ὅταν προσεύχῃ, εἴσελθε εἰς τὸ ταμιεῖόν σου, καὶ κλείσας τὴν θύραν σου, πρόσευξαι τῷ Πατρί σου τῷ ἐν τῷ κρυπτῷ. Πάλιν καὶ τούτους ὑποκριτὰς καλεῖ, καὶ μάλα εἰκότως· ὅτι Θεῷ προσποιούμενοι προσεύχεσθαι, ἀνθρώπους περισκοποῦσιν, οὐχ ἱκετῶν περικείμενοι σχῆμα, ἀλλ' ἀνθρώπων καταγελάστων.  Ὁ γὰρ μέλλων  ἱκετεύειν, ἅπαντας ἀφεὶς, πρὸς ἐκεῖνον μόνον ὁρᾷ τὸν κύριον ὄντα δοῦναι τὴν αἴτησιν. Ἂν δὲ τοῦτον ἀφεὶς, περιέρχῃ πλανώμενος καὶ πανταχοῦ  περιφέρων  τοὺς ὀφθαλμοὺς,  κεναῖς  ἀπελεύσῃ χερσί. Τοῦτο γὰρ αὐτὸς ἐβουλήθης.  ∆ιὰ τοῦτο  οὐκ εἶπεν,  ὅτι  οὐ λήψονται  μισθὸν  οἱ τοιοῦτοι,  ἀλλ' ὅτι ἀπέχουσι, τουτέστιν, ὅτι λήψονται μὲν, παρ' ὧν δὲ ἐπιθυμοῦσιν αὐτοί. Οὐ γὰρ ὁ Θεὸς βούλεται, ἀλλ' αὐτὸς μὲν τὴν παρ' ἑαυτοῦ παρέχειν ἤθελεν ἀμοιβήν· ἐκεῖνοι δὲ τὴν παρὰ τῶν ἀνθρώπων  ζητοῦντες, οὐκέτ' ἂν εἶεν δίκαιοι λαβεῖν παρ' ἐκείνου, δι' ὃν οὐδὲν πεποιήκασι. Σὺ δέ μοι σκόπει τοῦ Θεοῦ τὴν φιλανθρωπίαν,  ὅτι καὶ ὑπὲρ ὧν αἰτεῖται παρ' ἡμῶν ἀγαθῶν, ἐπαγγέλλεται  μισθὸν παρέξειν. ∆ιαβαλὼν τοίνυν τοὺς οὐ  προσηκόντως  τῷ  πράγματι  χρωμένους,   καὶ  ἀπὸ  τοῦ  τόπου,  καὶ  ἀπὸ  τῆς διαθέσεως, καὶ δείξας σφόδρα καταγελάστους ὄντας, εἰσάγει τὸν ἄριστον τῆς προσευχῆς τρόπον, καὶ πάλιν  τὸν μισθὸν δίδωσιν, εἰπών· Εἴσελθε εἰς τὸ ταμιεῖόν σου.


γʹ. Τί οὖν; ἐν ἐκκλησίᾳ, φησὶν, οὐ δεῖ προσεύχεσθαι; Καὶ σφόδρα μὲν, ἀλλὰ μετὰ γνώμης τοιαύτης. Πανταχοῦ γὰρ ὁ Θεὸς τὸν σκοπὸν ζητεῖ τῶν γινομένων. Ἐπεὶ κἂν εἰς τὸ ταμιεῖον εἰσέλθῃς, καὶ ἀποκλείσας, πρὸς ἐπίδειξιν αὐτὸ ἐργάσῃ, οὐδέν σοι τῶν θυρῶν ὄφελος. Ὅρα γοῦν καὶ ἐνταῦθα πῶς ἀκριβῆ τὸν διορισμὸν τέθεικεν, εἰπὼν, Ὅπως φανῶσι τοῖς ἀνθρώποις. Ὥστε κἂν τὰς θύρας ἀποκλείσῃς, τοῦτο πρὸ τῆς τῶν θυρῶν  ἀποκλείσεως  κατορθῶσαί  σε βούλεται,  καὶ  τὰς  τῆς  διανοίας  ἀποκλείειν θύρας. Κενοδοξίας γὰρ πανταχοῦ μὲν ἀπηλλάχθαι καλὸν, μάλιστα δὲ ἐν εὐχῇ. Εἰ γὰρ καὶ τούτου χωρὶς πλανώμεθα  καὶ περιφερόμεθα, ἂν καὶ ταύτην  εἰσερχώμεθα τὴν νόσον ἔχοντες, πότε ἀκουσόμεθα τῶν παρ' ἡμῶν λεγομένων; εἰ δὲ ἡμεῖς οἱ δεόμενοι καὶ παρακαλοῦντες οὐκ ἀκούομεν, πῶς τὸν Θεὸν ἀξιοῦμεν ἀκούειν; Ἀλλ' ὅμως εἰσί τινες, οἱ  μετὰ τοιαῦτα καὶ τοσαῦτα παραγγέλματα οὕτως ἀσχημονοῦντες ἐν εὐχῇ, ὡς καὶ τοῦ σώματος κρυπτομένου, διὰ τῆς φωνῆς πᾶσιν ἑαυτοὺς καταδήλους ποιεῖν,   συρφετωδῶς   βοῶντες,   καὶ  τῷ   σχήματι  καὶ  τῇ  φωνῇ   καταγελάστους ποιοῦντες ἑαυτούς. Οὐχ ὁρᾷς ὅτι καὶ ἐν ἀγορᾷ, ἂν μὲν τοιαῦτα προσέλθῃ τις ποιῶν καὶ  μετὰ  βοῆς ἱκετεύων,  σοβήσει τὸν  ἱκετευόμενον·  ἂν  δὲ ἡσυχῆ καὶ  μετὰ  τοῦ προσήκοντος σχήματος, τότε ἐπισπᾶται μᾶλλον  τὸν δυνάμενον  δοῦναι τὴν χάριν; Μὴ τοίνυν τῷ σχήματι τοῦ σώματος, μηδὲ τῇ κραυγῇ τῆς φωνῆς, ἀλλὰ τῇ προθυμίᾳ τῆς γνώμης τὰς εὐχὰς ποιώμεθα· μηδὲ μετὰ ψόφου καὶ ἠχῆς, καὶ πρὸς ἐπίδειξιν, ὡς καὶ τοὺς πλησίον ἐκκρούειν, ἀλλὰ μετὰ ἐπιεικείας  πάσης, καὶ τῆς κατὰ διάνοιαν συντριβῆς, καὶ δακρύων τῶν ἔνδοθεν. Ἀλλ' ἀλγεῖς τὴν ψυχὴν, καὶ οὐκ ἂν δύναιο μὴ βοᾷν; Καὶ μὴν τοῦ σφόδρα ἀλγοῦντός ἐστι τὸ οὕτως εὔχεσθαι καὶ παρακαλεῖν, ὥσπερ εἶπον. Ἐπεὶ καὶ Μωϋσῆς ἤλγει, καὶ οὕτως ηὔχετο, καὶ ἠκούετο· διὰ τοῦτο καὶ ἔλεγε πρὸς αὐτὸν ὁ Θεός· Τί βοᾷς πρός με; Καὶ ἡ Ἄννα δὲ πάλιν, τῆς φωνῆς  αὐτῆς οὐκ ἀκουομένης, πάντα ἤνυσεν ὅσα ἠθέλησεν, ἐπειδὴ ἡ καρδία αὐτῆς ἐβόα. Ὁ δὲ Ἄβελ οὐχὶ σιγῶν, ἀλλὰ καὶ τελευτῶν ηὔχετο, καὶ τὸ αἷμα αὐτοῦ σάλπιγγος λαμπροτέραν ἠφίει  φωνήν.  Στέναξον  τοίνυν  καὶ  σὺ οὕτως  ὡς  ὁ  ἅγιος  ἐκεῖνος·  οὐ  κωλύω.∆ιάῤῥηξον, ὡς ὁ Προφήτης ἐκέλευσε, τὴν καρδίαν σου, καὶ μὴ τὰ ἱμάτια. Ἐκ βαθέων κάλεσον τὸν Θεόν· Ἐκ βαθέων γὰρ, φησὶν, ἐκέκραξά σοι, Κύριε. Κάτωθεν ἀπὸ τῆς καρδίας ἕλκυσον φωνήν· μυστήριον ποίησόν σου τὴν εὐχήν. Οὐχ ὁρᾷς ὅτι καὶ ἐν τοῖς βασιλείοις θόρυβος ἐκποδὼν ἅπας, καὶ πολλὴ πανταχόθεν  ἡ σιγή; Καὶ σὺ τοίνυν ὡς εἰς βασίλεια εἰσιὼν, οὐ τὰ ἐν τῇ γῇ, ἀλλὰ τὰ πολλῷ φρικωδέστερα τούτων, τὰ ἐν τοῖς οὐρανοῖς, πολλὴν ἐπιδείκνυσο τὴν εὐσχημοσύνην. Καὶ γὰρ ἀγγέλων εἶ συγχορευτὴς, καὶ ἀρχαγγέλων  κοινωνὸς,  καὶ μετὰ τῶν Σεραφὶμ ᾄδεις. Πάντες δὲ οὗτοι οἱ δῆμοι πολλὴν  ἐπιδείκνυνται  τὴν εὐταξίαν, μετὰ πολλῆς  τῆς φρίκης τὸ μυστικὸν ἐκεῖνομέλος καὶ τοὺς ἱεροὺς ὕμνους ᾄδοντες τῷ βασιλεῖ τῶν ὅλων Θεῷ. Τούτοις τοίνυν ἐγκατάμιξον σαυτὸν εὐχόμενος, καὶ τὸν μυστικὸν αὐτῶν ζήλωσον κόσμον. Οὐδὲ γὰρ ἀνθρώποις εὔχῃ, ἀλλὰ Θεῷ τῷ πανταχοῦ παρόντι, τῷ καὶ πρὸ τῆς φωνῆς ἀκούοντι, τῷ τὰ ἀπόῤῥητα τῆς διανοίας  ἐπισταμένῳ. Ἂν  οὕτως  εὔχῃ, πολὺν  ἀπολήψῃ  τὸν μισθόν. Ὁ Πατὴρ γάρ σου, φησὶν, ὁ βλέπων  ἐν τῷ κρυπτῷ, ἀποδώσει σοι ἐν τῷ φανερῷ. Οὐκ εἶπε, Χαριεῖταί σοι, ἀλλ', Ἀποδώσει σοι. Καὶ γὰρ χρεώστην ἑαυτόν σοι,κατέστησε, καὶ  μεγάλῃ  σε καὶ  ἐντεῦθεν  ἐτίμησε  τιμῇ.  Ἐπειδὴ  γὰρ  αὐτός  ἐστιν ἀόρατος, καὶ τὴν εὐχήν σου τοιαύτην εἶναι βούλεται. Εἶτα λέγει καὶ τὰ ῥήματα αὐτὰ τῆς εὐχῆς. Προσευχόμενοι γὰρ, φησὶ, μὴ βαττολογήσητε ὥσπερ οἱ ἐθνικοὶ ποιοῦσιν.Ὅτε μὲν  γὰρ  περὶ  τῆς  ἐλεημοσύνης  διελέγετο,  τὴν  ἀπὸ  τῆς  κενοδοξίας  λύμην ἀπέστησε μόνον, καὶ οὐδὲν πλέον  προσέθηκεν, οὐδὲ εἶπε πόθεν ἐλεημοσύνην  δεῖ ποιεῖν· οἶον ἀπὸ δικαίων  πόνων,  ἀλλὰ μὴ ἐξ ἁρπαγῆς, μηδὲ πλεονεξίας·  καὶ γὰρ σφόδρα ἦν ὡμολογημένον παρὰ πᾶσι. Καὶ ἀνωτέρω δὲ τοῦτο προδιεκάθαρεν, ὅτε τοὺς πεινῶντας  τὴν δικαιοσύνην ἐμακάρισεν. Ἐπὶ δὲ τῆς εὐχῆς καὶ ἕτερόν τι προστίθησι  πλέον,  τὸ  μὴ  βαττολογεῖν.  Καὶ ὥσπερ  ἐκεῖ  τοὺς  ὑποκριτὰς,  οὕτως ἐνταῦθα  τοὺς ἐθνικοὺς  κωμῳδεῖ,  πανταχοῦ  τῇ τῶν  προσώπων  εὐτελείᾳ  μάλιστα ἐντρέπων  τὸν  ἀκροώμενον.  Ἐπειδὴ γὰρ ὡς τὰ πολλὰ  τοῦτο μάλιστα δάκνει  καὶ καθάπτεται,  τὸ  δοκεῖν  ἀπεῤῥιμμένοις  ἀνθρώποις  ἐξομοιοῦσθαι, ἐντεῦθεν  αὐτοὺς ἀποτρέπει, βαττολογίαν ἐνταῦθα τὴν φλυαρίαν λέγων· οἷον ὅταν τὰ μὴ προσήκοντα αἰτῶμεν  παρὰ τοῦ Θεοῦ, δυναστείας καὶ δόξας, καὶ τὸ ἐχθρῶν  περιγενέσθαι, καὶ χρημάτων  περιουσίας, καὶ ἁπλῶς τὰ μηδὲν ἡμῖν διαφέροντα. Οἶδε γὰρ, φησὶν, ὧν χρείαν ἔχετε.


δʹ. Μετὰ τούτων  δοκεῖ μοι κελεύειν ἐνταῦθα μηδὲ μακρὰς ποιεῖσθαι τὰς εὐχάς· μακρὰς δὲ οὐχὶ τῷ χρόνῳ, ἀλλὰ τῷ πλήθει καὶ μήκει τῶν λεγομένων. Παραμένειν μὲν γὰρ χρὴ τὰ αὐτὰ αἰτοῦντας· Τῇ γὰρ εὐχῇ, φησὶ, προσκαρτεροῦντες. Καὶ αὐτὸς δὲ διὰ τοῦ παραδείγματος ἐκείνου τοῦ κατὰ τὴν χήραν, ἣ τὸν ἀνελεῆ καὶ ὠμὸν ἐπέκαμψεν ἄρχοντα τῇ συνεχείᾳ τῆς ἐντεύξεως, καὶ τοῦ κατὰ τὸν φίλον, τὸν ἀωρὶ   τῶν   νυκτῶν    παραγενόμενον,    καὶ   τὸν   καθεύδοντα   ἀπὸ   τῆς   κλίνης ἀναστήσαντα, οὐ διὰ τὴν  φιλίαν,  ἀλλὰ  διὰ τὴν  προσεδρείαν, οὐδὲν  ἕτερον ἢ τὸ συνεχῶς ἐντυγχάνειν  αὐτῷ ἅπαντας ἐνομοθέτησεν, οὐ μὴν μυρίων στίχων εὐχὴν συντιθέντας  αὐτῷ προσιέναι καὶ ἀπαγγέλλειν  ἁπλῶς  κελεύει. Τοῦτο γὰρ ᾐνίξατο εἰπών· ∆οκοῦσιν ὅτι ἐν τῇ πολυλογίᾳ αὐτῶν εἰσακουσθήσονται. Οἶδε γὰρ, φησὶν, ὧν χρείαν ἔχετε. Καὶ εἰ οἶδε, φησὶν, ὧν χρείαν ἔχομεν, τίνος ἕνεκεν εὔχεσθαι δεῖ; Οὐχ ἵνα  διδάξῃς, ἀλλ' ἵνα  ἐπικάμψῃς· ἵνα  οἰκειωθῇς  τῇ συνεχείᾳ  τῆς ἐντεύξεως,  ἵνα ταπεινωθῇς, ἵνα ἀναμνησθῇς τῶν ἁμαρτημάτων τῶν σῶν. Οὕτως οὖν προσεύχεσθε ὑμεῖς,  φησί·  Πάτερ ἡμῶν  ὁ  ἐν  τοῖς  οὐρανοῖς,  Ὅρα πῶς  εὐθέως  ἀνέστησε  τὸν ἀκροατὴν, καὶ πάσης ἀνέμνησε τῆς εὐεργεσίας ἐν προοιμίοις. Ὁ γὰρ Πατέρα εἰπὼν τὸν Θεὸν, καὶ ἁμαρτημάτων ἄφεσιν, καὶ κολάσεως ἀναίρεσιν, καὶ δικαιοσύνην, καὶ ἁγιασμὸν, καὶ ἀπολύτρωσιν, καὶ υἱοθεσίαν, καὶ κληρονομίαν, καὶ ἀδελφότητα τὴν πρὸς τὸν Μονογενῆ, καὶ Πνεύματος χορηγίαν, διὰ τῆς μιᾶς ταύτης ὡμολόγησε προσηγορίας. Οὐδὲ γὰρ δυνατὸν  καλέσαι πατέρα τὸν  Θεὸν, μὴ πάντων  ἐκείνων ἐπιτυχόντα   τῶν  ἀγαθῶν.  ∆ιπλῇ  τοίνυν   αὐτῶν  διεγείρει  τὸ  φρόνημα,  καὶ  τῷ ἀξιώματι τοῦ καλουμένου, καὶ τῷ μεγέθει τῶν εὐεργετημάτων  ὧν ἀπέλαυσαν. Τὸ δὲ, Ἐν τοῖς οὐρανοῖς, ὅταν εἴπῃ, οὐκ ἐκεῖ τὸν Θεὸν συγκλείων τοῦτό φησιν, ἀλλὰ τῆς γῆς  ἀπάγων  τὸν  εὐχόμενον,  καὶ τοῖς  ὑψηλοῖς  προσηλῶν  χωρίοις,  καὶ ταῖς  ἄνω διατριβαῖς. Παιδεύει δὲ καὶ κοινὴν ὑπὲρ τῶν ἀδελφῶν ποιεῖσθαι τὴν εὐχήν. Οὐ γὰρ λέγει  Ὁ Πατήρ μου ὁ ἐν  τοῖς  οὐρανοῖς,  ἀλλ',  Ὁ Πατὴρ ἡμῶν  ὑπὲρ τοῦ  κοινοῦ σώματος τὰς δεήσεις ἀναφέρων, καὶ οὐδαμοῦ σκοπῶν τὸ ἑαυτοῦ, ἀλλὰ πανταχοῦ τὸ τοῦ πλησίον. Ἀπὸ δὲ τούτου καὶ ἔχθραν  ἀναιρεῖ, καὶ ἀπόνοιαν  καταστέλλει, καὶ βασκανίαν ἐκβάλλει, καὶ τὴν μητέρα τῶν ἀγαθῶν ἁπάντων ἀγάπην εἰσάγει, καὶ τὴν ἀνωμαλίαν  τῶν ἀνθρωπίνων  ἐξορίζει  πραγμάτων, καὶ πολλὴν  δείκνυσι τῷ βασιλεῖ πρὸς τὸν πτωχὸν τὴν ὁμοτιμίαν, εἴγε ἐν τοῖς μεγίστοις καὶ ἀναγκαιοτάτοις κοινωνοῦμεν  ἅπαντες. Τί γὰρ βλάβος ἐκ τῆς κάτω συγγενείας, ὅταν κατὰ τὴν ἄνω ἅπαντες ὦμεν συνημμένοι, καὶ μηδεὶς ἑτέρου πλέον ἔχῃ μηδὲν, μήτε ὁ πλούσιος τοῦ πένητος,  μήτε  ὁ  δεσπότης  τοῦ  δούλου,  μήτε  ὁ  ἄρχων  τοῦ  ἀρχομένου,  μήτε  ὁ βασιλεὺς  τοῦ  στρατιώτου,  μήτε  ὁ φιλόσοφος  τοῦ  βαρβάρου, μήτε  ὁ  σοφὸς  τοῦ ἰδιώτου; Πᾶσι γὰρ μίαν ἐχαρίσατο εὐγένειαν, πάντων ὁμοίως κληθῆναι καταξιώσας πατήρ. Ἀναμνήσας τοίνυν  τῆς εὐγενείας  ταύτης, καὶ τῆς ἄνωθεν  δωρεᾶς, καὶ τῆς πρὸς τοὺς ἀδελφοὺς  ὁμοτιμίας, καὶ τῆς ἀγάπης, καὶ τῆς γῆς ἀποστήσας, καὶ τοῖς οὐρανοῖς προσηλώσας, ἴδωμεν τί κελεύει λοιπὸν αἰτεῖν. Μάλιστα μὲν γὰρ καὶ αὐτὴ ἡ λέξις ἱκανὴ πάσης ἀρετῆς διδασκαλίαν ἐνθεῖναι. Ὁ γὰρ Πατέρα καλέσας τὸν Θεὸν, καὶ Πατέρα κοινὸν,  δίκαιος ἂν εἴη τοιαύτην  ἐπιδείκνυσθαι  πολιτείαν,  ὡς μὴ τῆς εὐγενείας  ταύτης  ἀνάξιος φανῆναι,  καὶ ἴσην τῇ δωρεᾷ παρέχεσθαι τὴν  σπουδήν. Πλὴν ἀλλ' οὐκ ἀρκεῖται τούτῳ, ἀλλὰ καὶ ἑτέραν προστίθησιν, οὕτω λέγων· Ἁγιασθήτω τὸ ὄνομά σου. Ἀξία τοῦ τὸν Θεὸν Πατέρα καλοῦντος ἡ εὐχὴ, τὸ μηδὲν αἰτεῖν  πρὸ τῆς τοῦ Πατρὸς δόξης, ἀλλὰ  πάντα  δεύτερα ἡγεῖσθαι τῆς εἰς ἐκεῖνον εὐφημίας.  Τὸ γὰρ, Ἁγιασθήτω, τοῦτό ἐστι, ∆οξασθήτω. Τὴν μὲν γὰρ οἰκείαν  ἔχει δόξαν πεπληρωμένην, καὶ ὡσαύτως ἀεὶ μένουσαν· ἀξιοῦν δὲ κελεύει τὸν εὐχόμενον, καὶ διὰ τῆς ἡμετέρας αὐτὸν δοξάζεσθαι ζωῆς. Ὅπερ καὶ ἔμπροσθεν ἔλεγε· Λαμψάτω τὸ  φῶς  ὑμῶν  ἔμπροσθεν τῶν  ἀνθρώπων,  ὅπως  ἴδωσι  τὰ  καλὰ  ὑμῶν  ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Καὶ γὰρ τὰ Σεραφὶμ δοξάζοντα οὕτως ἔλεγον· Ἅγιος, ἅγιος, ἅγιος. Ὥστε τὸ, Ἁγιασθήτω, τοῦτό ἐστι, ∆οξασθήτω. Καταξίωσον γὰρ,  φησὶν,  οὕτως  ἡμᾶς  βιοῦν  καθαρῶς,  ὡς  δι'  ἡμῶν  ἅπαντάς  σε δοξάζειν. Ὅπερ πάλιν ἀπηρτισμένης ἐστὶ φιλοσοφίας, τὸ οὕτω βίον ἄληπτον παρέχεσθαι  πᾶσιν,  ὡς  ἕκαστον  τῶν   ὁρώντων   τῷ  ∆εσπότῃ  τὴν  ὑπὲρ  τούτων ἀναφέρειν εὐφημίαν. Ἐλθέτω ἡ βασιλεία σου. Καὶ τοῦτο πάλιν παιδὸς εὐγνώμονος τὸ ῥῆμα, τὸ μὴ προσηλῶσθαι τοῖς ὁρωμένοις, μηδὲ μέγα τι τὰ παρόντα ἡγεῖσθαι, ἀλλ' ἐπείγεσθαι πρὸς τὸν  Πατέρα, καὶ τῶν  μελλόντων  ἐφίεσθαι· ὅπερ ἀπὸ συνειδότος ἀγαθοῦ γίνεται, καὶ ψυχῆς ἀπηλλαγμένης  τῶν ἐν τῇ γῇ πραγμάτων.


εʹ. Τοῦτο γοῦν καὶ ὁ Παῦλος καθ' ἑκάστην ἐπεθύμει τὴν ἡμέραν· διὰ τοῦτο καὶ ἔλεγεν, ὅτι Καὶ αὐτοὶ τὴν  ἀπαρχὴν  τοῦ Πνεύματος ἔχοντες  στενάζομεν, υἱοθεσίαν  ἀπεκδεχόμενοι,  τὴν ἀπολύτρωσιν  τοῦ σώματος ἡμῶν.  Ὁ γὰρ τοῦτον  ἔχων  τὸν  ἔρωτα, οὔτε ὑπὸ τῶν χρηστῶν   τοῦ   βίου   τούτου   φυσηθῆναι    δύναται,   οὔτε   ὑπὸ   τῶν    λυπηρῶν ταπεινωθῆναι· ἀλλ' ὡς ἐν αὐτοῖς διατρίβων τοῖς οὐρανοῖς, ἑκατέρας ἀπήλλακται τῆς ἀνωμαλίας.   Γενηθήτω  τὸ  θέλημά  σου  ὡς  ἐν  οὐρανῷ  καὶ  ἐπὶ  τῆς  γῆς.  Εἶδες ἀκολουθίαν ἀρίστην; Ἐπιθυμεῖν μὲν γὰρ ἐκέλευσε τῶν μελλόντων, καὶ πρὸς ἐκείνην ἐπείγεσθαι τὴν ἀποδημίαν· ἕως δ' ἂν τοῦτο μὴ γίνηται,  καὶ ἐνταῦθα διατρίβοντας τέως σπουδάζειν τὴν αὐτὴν τοῖς ἄνω πολιτείαν  ἐπιδείκνυσθαι. Ἐπιθυμεῖν μὲν γὰρ δεῖ τῶν οὐρανῶν, φησὶ, καὶ τῶν ἐν τοῖς οὐρανοῖς· πλὴν καὶ πρὸ τοῦ οὐρανοῦ τὴν γῆν οὐρανὸν ἐκέλευσε ποιῆσαι, καὶ ἐν αὐτῇ διατρίβοντας ὡς ἐκεῖ πολιτευομένους, οὕτω πάντα ποιεῖν καὶ λέγειν, ὡς καὶ ὑπὲρ τούτων παρακαλεῖν τὸν ∆εσπότην. Οὐδὲν γὰρ τὸ κωλύον  φθάσαι  τὴν τῶν  ἄνω δυνάμεων  ἀκρίβειαν διὰ τὸ τὴν γῆν οἰκεῖν· ἀλλ' ἔνι καὶ ἐνταῦθα διατρίβοντα, ὡς ἄνω γενόμενον ἤδη πάντα ποιεῖν. Ὃ λέγει  τοίνυν,  τοῦτό  ἐστιν· Ὥσπερ ἐκεῖ πάντα  ἀκωλύτως  γίνεται,  καὶ οὐ τὰ μὲν ὑπακούουσιν οἱ ἄγγελοι, τὰ δὲ παρακούουσιν, ἀλλὰ πάντα εἴκουσι καὶ πείθονται·∆υνατοὶ γὰρ, φησὶν, ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ· οὕτω καὶ ἡμᾶς καταξίωσον τοὺς ἀνθρώπους μὴ ἐξ ἡμισείας τὸ θέλημά σου ποιεῖν, ἀλλὰ πάντα καθάπερ θέλεις πληροῦν. Εἶδες πῶς καὶ μετριάζειν ἐδίδαξε, δηλώσας ὅτι οὐ τῆς ἡμετέρας σπουδῆς ἡ ἀρετὴ μόνον. ἀλλὰ καὶ τῆς ἄνωθεν  χάριτος; Καὶ πάλιν  τὴν ὑπὲρ τῆς οἰκουμένης πρόνοιαν ἕκαστον ἡμῶν τῶν προσευχομένων ἀναδέχεσθαι ἐπέταξεν. Οὐδὲ γὰρ εἶπε, Γενηθήτω τὸ θέλημά σου ἐν ἐμοὶ, ἢ ἐν ἡμῖν· ἀλλὰ, Πανταχοῦ τῆς γῆς, ὥστε λυθῆναι τὴν  πλάνην,  καὶ φυτευθῆναι  τὴν  ἀλήθειαν,  καὶ ἐκβληθῆναι  κακίαν  ἅπασαν, καὶ ἐπανελθεῖν  ἀρετὴν, καὶ μηδὲν ταύτῃ διαφέρειν λοιπὸν τὸν οὐρανὸν τῆς γῆς. Εἰ γὰρ τοῦτο γένοιτο, φησὶν, οὐδὲν διοίσει τὰ κάτω τῶν ἄνω, εἰ καὶ τῇ φύσει διέστηκεν, ἀγγέλους ἑτέρους τῆς γῆς ἡμῖν ἐπιδεικνυμένης. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Τί ἐστι, Τὸν ἄρτον τὸν ἐπιούσιον; Τὸν ἐφήμερον. Ἐπειδὴ γὰρ εἶπεν οὕτω·  Γενηθήτω  τὸ  θέλημά  σου ὡς  ἐν  οὐρανῷ,  καὶ  ἐπὶ  τῆς  γῆς· ἀνθρώποις  δὲ διελέγετο σάρκα περικειμένοις, καὶ ἀνάγκῃ φύσεως ὑποκειμένοις, καὶ οὐ δυναμένοις τὴν αὐτὴν ἔχειν ἀπάθειαν τοῖς ἀγγέλοις· τὰ μὲν ἐπιτάγματα ὁμοίως κελεύει γίνεσθαι καὶ  παρ' ἡμῶν,  καθάπερ αὐτὰ  κἀκεῖνοι  πληροῦσι· συγκαταβαίνει  δὲ καὶ  τῇ  τῆς φύσεως ἀσθενείᾳ λοιπόν. Ἀκρίβειαν μὲν γὰρ, φησὶ, πολιτείας ἀπαιτῶ τοσαύτην, οὐ μὴν ἀπάθειαν· οὐδὲ γὰρ ἐπιτρέπει τῆς φύσεως ἡ τυραννίς·  δεῖται γὰρ τροφῆς τῆς ἀναγκαίας. Σὺ δέ μοι σκόπει πῶς καὶ ἐν τοῖς σωματικοῖς πολὺ τὸ πνευματικόν. Οὐδὲ γὰρ ὑπὲρ χρημάτων, οὐδὲ ὑπὲρ τρυφῆς, οὐδὲ ὑπὲρ πολυτελείας ἱματίων, οὐδὲ ὑπὲρ ἄλλου οὐδενὸς τῶν τοιούτων, ἀλλ' ὑπὲρ ἄρτου μόνον ἐκέλευσε τὴν εὐχὴν ποιεῖσθαι, καὶ  ὑπὲρ  ἄρτου  τοῦ  ἐφημέρου,  ὥστε  μὴ  ὑπὲρ  τῆς  αὔριον  μεριμνᾷν.  ∆ιὰ  τοῦτο προσέθηκε, Τὸν ἄρτον  τὸν  ἐπιούσιον,  τουτέστι,  τὸν  ἐφήμερον.  Καὶ οὐδὲ  τούτῳ ἠρκέσθη τῷ  ῥήματι, ἀλλὰ  καὶ  ἕτερον  μετὰ  τοῦτο  προσέθηκεν, εἰπὼν,  ∆ὸς ἡμῖν σήμερον· ὥστε μὴ περαιτέρω συντρίβειν ἑαυτοὺς τῇ φροντίδι τῆς ἐπιούσης ἡμέρας.Ἧς γὰρ οὐκ οἶδας εἰ τὸ διάστημα ὄψει, τίνος ἕνεκεν ὑπομένεις τὴν μέριμναν; Τοῦτο καὶ προϊὼν  διὰ πλειόνων  ἐπέταξε, λέγων·  Μὴ μεριμνήσητε  εἰς  τὴν  αὔριον. Καὶ βούλεται πάντοθεν  ἡμᾶς εὐζώνους εἶναι καὶ ἐπτερωμένους, τοσοῦτον εἴκοντας τῇ φύσει, ὅσον ἡ τῆς χρείας ἀνάγκη παρ' ἡμῶν ἀπαιτεῖ. Εἶτα ἐπειδὴ συμβαίνει καὶ μετὰ τὸ λουτρὸν τῆς παλιγγενεσίας ἁμαρτάνειν, πολλὴν καὶ ἐνταῦθα τὴν φιλανθρωπίαν αὐτοῦ ἐπιδεικνύμενος,  κελεύει περὶ τῆς τῶν ἁμαρτημάτων ἀφέσεως προσιέναι τῷ φιλανθρώπῳ  Θεῷ, καὶ λέγειν οὕτως· Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν  τοῖς  ὀφειλέταις  ἡμῶν.  Εἶδες φιλανθρωπίας  ὑπερβολήν; Μετὰ τοσούτων κακῶν   ἀναίρεσιν,   καὶ   δωρεᾶς   μέγεθος   ἄφατον,   πάλιν   ἁμαρτάνοντας   ἀξιοῖ συγγνώμης. Ὅτι γὰρ πιστοῖς αὕτη ἡ προσευχὴ προσήκει, καὶ οἱ νόμοι τῆς Ἐκκλησίας διδάσκουσι, καὶ τὸ προοίμιον  τῆς εὐχῆς. Ὁ γὰρ ἀμύητος οὐκ ἂν δύναιτο  Πατέρα καλεῖν τὸν Θεόν. Εἰ τοίνυν πιστοῖς προσήκει ἡ εὐχὴ, εὔχονται δὲ οὗτοι ἁμαρτήματα ἑαυτοῖς  ἀφεθῆναι   δεόμενοι,  δῆλον   ὅτι  οὐδὲ  μετὰ  τὸ  λουτρὸν  ἀνῄρηται   τῆς μετανοίας  τὸ  κέρδος,  Εἰ γὰρ  μὴ  τοῦτο  ἐβούλετο  δεῖξαι,  οὐδ'  ἂν  τοῦτο ἐνομοθέτησεν εὔχεσθαι. Ὁ δὲ καὶ ἁμαρτημάτων ἀναμιμνήσκων, καὶ κελεύων αἰτεῖν ἄφεσιν, καὶ διδάσκων ὅπως ἂν ἐπιτύχωμεν  τῆς ἀφέσεως, καὶ εὔκολον ταύτῃ ποιῶν τὴν ὁδὸν, εὔδηλον ὅτι εἰδὼς καὶ δεικνὺς ὅτι καὶ μετὰ τὸ λουτρὸν ἔστιν ἀπονίψασθαι τὰ πεπλημμελημένα, τοῦτον τῆς ἱκετηρίας τὸν νόμον εἰσήνεγκε· τῷ μὲν ὑπομνῆσαι τῶν ἁμαρτημάτων, μετριάζειν πείθων· τῷ δὲ ἑτέροις ἀφεῖναι κελεῦσαι, μνησικακίας ἁπάσης ἀπαλλάττων  ἡμᾶς· τῷ δὲ ἀντὶ τούτων καὶ ἡμῖν ἐπαγγέλλεσθαι συγχωρεῖν, χρηστὰς  ὑποτείνων   ἐλπίδας,   καὶ  περὶ  τῆς   ἀφάτου   τοῦ   Θεοῦ  φιλανθρωπίας φιλοσοφεῖν ἡμᾶς παιδεύων.   ʹ. Ὃ δὲ μάλιστα χρὴ παρατηρῆσαι, τοῦτό ἐστιν· ὅτι καθ' ἕκαστον τῶν εἰρημένων  ὁλοκλήρου μνημονεύσας τῆς ἀρετῆς, καὶ ταύτῃ καὶ τὸ μὴ μνησικακεῖν περιλαβών (καὶ γὰρ τὸ ἁγιασθῆναι τὸ ὄνομα αὐτοῦ ἀπηρτισμένης ἐστὶ πολιτείας ἀκρίβεια· καὶ τὸ γενηθῆναι  τὸ θέλημα αὐτοῦ τὸ αὐτὸ τοῦτο πάλιν δηλοῖ· καὶ τὸ Πατέρα δύνασθαι καλεῖν τὸν Θεὸν, ἀμώμου πολιτείας ἐπίδειξίς ἐστιν· ἐν οἷς ἅπασι συνείληπτο καὶ τὸ δεῖν ἀφεῖναι τοῖς πεπλημμεληκόσι τὴν ὀργήν)· ἀλλ' ὅμως οὐκ ἠρκέσθη τούτοις, ἀλλὰ δεῖξαι βουλόμενος ὅσην ὑπὲρ τοῦ πράγματος ποιεῖται τὴν σπουδὴν, καὶ ἰδικῶς αὐτὸ τίθησι, καὶ μετὰ τὴν εὐχὴν οὐδεμιᾶς ἄλλης ἐντολῆς μέμνηται ἢ ταύτης, οὕτω λέγων· Ἐὰν γὰρ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει ὑμῖν καὶ ὁ Πατὴρ ὑμῶν  ὁ οὐράνιος. Ὥστε παρ' ἡμῶν  ἡ ἀρχὴ, καὶ κύριοι τῆς κρίσεως τῆς περὶ ἡμῶν  ἡμεῖς. Ἵνα γὰρ μηδὲ τῶν  ἀναισθήτων  μηδεὶς ἐγκαλεῖν ἔχῃ δικαζόμενος μὴ μικρὸν, μὴ μέγα, σὲ τὸν ὑπεύθυνον  κύριον ποιεῖ τῆς ψήφου· καὶ, ὡς ἂν αὐτὸς ἐδίκασας σαυτῷ, φησὶν, οὕτω σοι δικάζω κἀγώ. Κἂν ἀφῇς τῷ  συνδούλῳ,  καὶ παρ' ἐμοῦ τῆς αὐτῆς  τεύξῃ χάριτος· καίτοιγε  οὐκ ἴσον τοῦτο ἐκείνῳ.  Σὺ  μὲν  γὰρ  δεόμενος  ἀφίης,  ὁ  δὲ  Θεὸς μηδενὸς  χρείαν  ἔχων·  σὺ  τῷ ὁμοδούλῳ,  ὁ  δὲ  Θεὸς τῷ  δούλῳ·  σὺ ὑπεύθυνος  ὢν  μυρίοις  κακοῖς,  ὁ  δὲ  Θεὸς ἀναμάρτητος ὤν. Ἀλλ' ὅμως καὶ οὕτω τὴν αὐτοῦ φιλανθρωπίαν ἐπιδείκνυται. Ἠδύνατο μὲν γὰρ καὶ χωρὶς τούτου πάντα σοι ἀφιέναι  τὰ πεπλημμελημένα,  ἀλλὰ βούλεταί   σε  καὶ   ἐντεῦθεν   εὐεργετεῖσθαι,   μυρίας   σοι   πανταχόθεν    παρέχων ἡμερότητος καὶ φιλανθρωπίας  ἀφορμὰς, καὶ τὸ ἐν σοὶ θηριῶδες ἐκβάλλων, καὶ τὸν θυμὸν σβεννὺς, καὶ πανταχόθεν  σε συγκολλῶν  τῷ μέλει τῷ σῷ. Τί γὰρ ἂν ἔχοις εἰπεῖν;  ὅτι  ἀδίκως   ἔπαθές  τι  κακὸν  παρὰ  τοῦ  πλησίον;  Ταῦτα  γάρ  ἐστι  τὰ ἁμαρτήματα· ὡς εἰ δικαίως, οὐδὲ ἁμάρτημα τὸ πρᾶγμά ἐστιν. Ἀλλὰ καὶ σὺ τοιούτων προσέρχῃ ληψόμενος  ἄφεσιν, καὶ πολλῷ  μειζόνων.  Καὶ πρὸ τῆς  ἀφέσεως δὲ οὐ μικρᾶς ἀπέλαυσας δωρεᾶς, διδασκόμενος ἀνθρωπίνην ἔχειν ψυχὴν, καὶ πᾶσαν παιδευόμενος ἡμερότητα. Καὶ μετὰ τούτων  καὶ μισθός σοι μέγας κείσεται ἐκεῖ, τὸ μηδενὸς  ἀπαιτηθῆναι  λόγον  τῶν  πεπλημμελημένων.   Ποίας οὖν  οὐκ  ἂν  εἴημεν κολάσεως ἄξιοι, ὅταν τὴν ἐξουσίαν λαβόντες, προδῶμεν ἡμῶν τὴν σωτηρίαν; πῶς δὲ ἐν τοῖς ἄλλοις πράγμασιν ἀξιώσομεν ἀκούεσθαι, αὐτοὶ  μὴ θέλοντες, ἐν οἷς ἐσμεν κύριοι, φείδεσθαι ἑαυτῶν; Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ὅτι σοῦ ἐστιν ἡ βασιλεία, καὶ ἡ δύναμις, καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Ἐνταῦθα ἡμᾶς τὴν ἡμετέραν παιδεύει σαφῶς εὐτέλειαν, καὶ καταστέλλει τὸ φύσημα, διδάσκων παραιτεῖσθαι τοὺς ἀγῶνας, ἀλλὰ μὴ ἐπιπηδᾷν. Οὕτω γὰρ καὶ ἡμῖν ἡ νίκη λαμπροτέρα ἔσται, καὶ ἡ ἧττα τῷ διαβόλῳ καταγελαστοτέρα. Ἑλκυσθέντας μὲν γὰρ δεῖ γενναίως  ἑστάναι· μὴ καλουμένους δὲ, ἡσυχάζειν, καὶ τὸν καιρὸν ἀναμένειν  τῶν ἀγώνων,  ἵνα καὶ τὸ ἀκενόδοξον καὶ τὸ γενναῖον  ἐπιδειξώμεθα.  Πονηρὸν δὲ ἐνταῦθα  τὸν διάβολον  καλεῖ, κελεύων  ἡμᾶς ἄσπονδον πρὸς αὐτὸν ἔχειν πόλεμον, καὶ δεικνὺς ὅτι οὐ φύσει τοιοῦτός ἐστιν. Οὐ γὰρ τῶν ἐκ φύσεως, ἀλλὰ τῶν ἐκ προαιρέσεως ἐπιγινομένων  ἐστὶν ἡ πονηρία. Κατ' ἐξοχὴν δὲ οὕτως ἐκεῖνος καλεῖται, διὰ τὴν ὑπερβολὴν τῆς κακίας, καὶ ἐπειδὴ μηδὲν παρ' ἡμῶν ἀδικηθεὶς ἄσπονδον πρὸς ἡμᾶς ἔχει τὸν πόλεμον. ∆ιὰ τοῦτο οὐδὲ εἶπε, Ῥῦσαι ἡμᾶς ἀπὸ τῶν  πονηρῶν,  ἀλλ',  Ἀπὸ τοῦ Πονηροῦ· παιδεύων  ἡμᾶς μηδαμοῦ πρὸς τοὺς πλησίον ἀηδῶς ἔχειν, ἐν οἷς ἂν πάθωμεν  παρ' αὐτῶν  κακῶς, ἀλλ' ἀπὸ τούτων πρὸς ἐκεῖνον μεταθεῖναι τὴν ἔχθραν, ὡς πάντων  αὐτὸν αἴτιον τῶν κακῶν ὄντα. Ἐναγωνίους  τοίνυν  ποιήσας τῇ μνήμῃ τοῦ Ἐχθροῦ, καὶ τὴν ῥᾳθυμίαν ἡμῶν ἅπασαν ἐκκόψας, πάλιν θαῤῥύνει καὶ ἀνίστησι τὰ φρονήματα, τοῦ Βασιλέως ἀναμνήσας, ὑφ' ᾧ ταττόμεθα, καὶ δείξας πάντων αὐτὸν ὄντα δυνατώτερον. Σοῦ γάρ ἐστι, φησὶν, ἡ βασιλεία, καὶ ἡ δύναμις, καὶ ἡ δόξα. Οὐκοῦν εἰ αὐτοῦ ἐστιν ἡ βασιλεία, οὐδένα δεδοικέναι χρὴ, ἅτε οὐδενὸς ὄντος τοῦ ἀνθισταμένου, καὶ πρὸς αὐτὸν τὴν ἀρχὴν διανεμομένου. Ὅταν γὰρ εἴπῃ, Σοῦ ἐστιν ἡ βασιλεία, δείκνυσι καὶ ἐκεῖνον τὸν πολεμοῦντα ἡμῖν ὑποτεταγμένον, κἂν ἐναντιοῦσθαι δοκῇ, τοῦ Θεοῦ συγχωροῦντος τέως. Καὶ γὰρ καὶ αὐτὸς τῶν δούλων  ἐστὶν, εἰ καὶ τῶν ἠτιμωμένων  καὶ προσκεκρουκότων· καὶ οὐκ ἂν τολμήσειεν  οὐδενὶ  τῶν  ὁμοδούλων  ἐπιθέσθαι, μὴ πρότερον ἄνωθεν τὴν ἐξουσίαν λαβών. Καὶ τί λέγω τῶν ὁμοδούλων; Οὐδὲ χοίρων κατατολμῆσαι ὑπέμεινεν, ἕως ὅτε αὐτὸς ἐπέτρεψεν· οὔτε ποιμνίων, οὔτε βουκολίων, ἕως ὅτε τὴν ἐξουσίαν ἄνωθεν  ἔλαβε. Καὶ ἡ δύναμις,  φησί. Οὐκοῦν κἂν μυριάκις ἀσθενὴς  ᾖς,  δίκαιος  ἂν  εἴης  θαῤῥεῖν  τοιοῦτον  ἔχων  τὸν  βασιλεύοντα,  πάντα εὐκόλως καὶ διὰ σοῦ κατορθοῦν δυνάμενον. Καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.


ζʹ. Οὐδὲ γὰρ ἀπαλλάττει  σε τῶν  ἐπιόντων  δεινῶν  μόνον, ἀλλὰ καὶ ἔνδοξον δύναται ποιεῖν καὶ λαμπρόν. Ὥσπερ γὰρ ἡ δύναμις αὐτοῦ πολλὴ, οὕτω καὶ ἡ δόξα ἄφατος, καὶ τὰ πάντα ἀπέραντα καὶ τέλος αὐτῶν οὐδέν. Εἶδες πῶς πανταχόθεν  ἤλειψε τὸν ἀθλητὴν, καὶ θαῤῥεῖν παρεσκεύασεν; Εἶτα, ὅπερ ἔφθην εἰπὼν, δεῖξαι βουλόμενος, ὅτι πάντων  μάλιστα  μνησικακίαν  ἀποστρέφεται  καὶ  μισεῖ, καὶ  μάλιστα  πάντων  τὴν ἐναντίαν  τῇ κακίᾳ ταύτῃ ἀποδέχεται ἀρετὴν, καὶ μετὰ τὴν εὐχὴν πάλιν αὐτοῦ τοῦ κατορθώματος ὑπέμνησε, καὶ ἀπὸ τῆς κειμένης κολάσεως, καὶ ἀπὸ τῆς  ὡρισμένης τιμῆς τὸν ἀκροατὴν ἐνάγων  εἰς τὴν τῆς ἐντολῆς ταύτης ὑπακοήν. Ἐὰν γὰρ ἀφῆτε, φησὶ, τοῖς ἀνθρώποις, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ἀφήσει ὑμῖν· ἐὰν δὲ μὴ ἀφῆτε, οὐδὲ αὐτὸς ὑμῖν ἀφήσει. ∆ιὰ τοῦτο τῶν οὐρανῶν πάλιν καὶ τοῦ Πατρὸς ἐμνημόνευσεν, ὥστε καὶ τούτῳ τὸν ἀκροατὴν ἐντρέψαι, εἴγε τοιούτου πατρὸς ὢν, ἐκθηριοῦσθαι μέλλοι, καὶ πρὸς τὸν οὐρανὸν κληθεὶς, γήϊνόν  τι καὶ βιωτικὸν  ἔχοι φρόνημα. Οὐ γὰρ δὴ χάριτι δεῖ γενέσθαι παῖδας μόνον, ἀλλὰ καὶ τοῖς ἔργοις. Οὐδὲν δὲ   οὕτως   ὁμοιοῖ   τῷ   Θεῷ,  ὡς   τὸ   τοῖς   πονηροῖς   καὶ   τοῖς   ἀδικοῦσιν   εἶναι συγγνωμονικόν· ὥσπερ οὖν καὶ ἔφθη διδάξας, ἡνίκα ἔλεγε τὸ τὸν ἥλιον ἀνατέλλειν ἐπὶ πονηροὺς  καὶ ἀγαθούς. ∆ιὰ δὴ τοῦτο καὶ καθ' ἕκαστον τῶν  ῥημάτων  κοινὰς κελεύει ποιεῖν τὰς εὐχὰς, Πάτερ ἡμῶν, λέγων· καὶ, Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς· καὶ, ∆ὸς ἡμῖν τὸν ἄρτον· καὶ, Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν·  καὶ,  Μὴ εἰσενέγκῃς  ἡμᾶς  εἰς  πειρασμόν· καὶ,  Ῥῦσαι ἡμᾶς· πανταχοῦ  τῷ πληθυντικῷ  ῥήματι  τούτῳ  κελεύων  κεχρῆσθαι, ἵνα  μηδὲ  ἴχνος  ὀργῆς  πρὸς τὸν πλησίον ἔχωμεν. Πόσης οὖν ἂν εἶεν κολάσεως ἄξιοι οἱ μετὰ ταῦτα πάντα μὴ μόνον αὐτοὶ μὴ ἀφιέντες, ἀλλὰ καὶ τὸν Θεὸν ἐπὶ τὴν ἄμυναν τῶν ἐχθρῶν παρακαλοῦντες, καὶ ὥσπερ ἐκ διαμέτρου τινὸς τὸν νόμον τοῦτον παραβαίνοντες, καὶ ταῦτα αὐτοῦ πάντα ποιοῦντος καὶ πραγματευομένου, ὥστε μὴ διαστασιάζειν ἡμᾶς πρὸς ἀλλήλους; Ἐπειδὴ  γὰρ  ῥίζα  πάντων  τῶν  ἀγαθῶν  ἐστιν  ἡ  ἀγάπη,  τὰ  λυμαινόμενα  αὐτὴν ἀναιρῶν,  πάντοθεν  ἡμᾶς πρὸς ἀλλήλους  συνάγει συγκολλῶν.  Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν  οὐδεὶς,  κἂν  πατὴρ,  κἂν  μήτηρ,  κἂν  φίλος,  κἂν  ὁστισοῦν, ὃς  οὕτως  ἡμᾶς ἠγάπησεν, ὡς ὁ ποιήσας ἡμᾶς Θεός. Καὶ τοῦτο μάλιστα καὶ ἐξ ὧν εὐεργετεῖ καθ' ἑκάστην ἡμέραν, καὶ ἐξ ὧν ἐπιτάττει  δῆλον. Εἰ δὲ τὰς λύπας μοι λέγεις, καὶ τὰς ὀδύνας,  καὶ  τὰ  τοῦ  βίου  κακὰ, ἐννόησον  ὅσα αὐτῷ  προσκρούεις καθ'  ἑκάστην ἡμέραν, καὶ οὐκέτι θαυμάσῃ, κἂν πλείονα  τούτων  ἐπέλθῃ  κακά· ἀλλ' ἂν ἀγαθοῦ τινος ἀπολαύσῃς, τότε καὶ θαυμάσῃ καὶ ἐκπλαγήσῃ. Νῦν δὲ εἰς μὲν τὰς συμφορὰς ὁρῶμεν  τὰς ἐπιούσας, τὰ δὲ προσκρούσματα, ἃ καθ' ἑκάστην προσκρούομεν τὴν ἡμέραν, οὐκ ἐννοοῦμεν· διὰ τοῦτο ἀλύομεν. Ὡς εἴγε μιᾶς ἡμέρας μόνον μετὰ ἀκριβείας τὰ ἁμαρτήματα ἡμῶν  ἐλογισάμεθα, τότε ἂν ἔγνωμεν  καλῶς, πόσων ἂν εἴημεν ὑπεύθυνοι κακῶν. Καὶ ἵνα τὰ ἄλλα ἀφεὶς τὰ ἰδίᾳ πεπλημμελημένα ἑκάστῳ, τὰ σήμερον εἴπω γινόμενα· καίτοιγε οὐκ οἶδα τί ποτε ἕκαστος ἡμῶν ἥμαρτεν· ἀλλ' ὅμως τοσαύτη ἡ περιουσία τῶν  πλημμελημάτων,  ὡς μηδὲ τὸν  ἀκριβῶς ἅπαντα  εἰδότα δύνασθαι καὶ ἐκ τούτων ἑλεῖν. Τίς οὖν ἡμῶν οὐκ ἐῤῥᾳθύμησεν εὐχόμενος; τίς οὐκ ἀπενοήθη;  τίς  οὐκ  ἐκενοδόξησε; τίς  οὐ  κακῶς  εἶπε  τὸν  ἀδελφὸν,  οὐδὲ  ἐδέξατο πονηρὰν  ἐπιθυμίαν;  οὐκ εἶδεν  ἀκολάστοις ὀφθαλμοῖς;  οὐκ ἐμνήσθη μετὰ πάθους ἐχθροῦ, καὶ οἰδαίνειν τὴν καρδίαν ἐποίησεν; Εἰ δὲ ἐν ἐκκλησίᾳ ὄντες, καὶ ἐν καιρῷ βραχεῖ, τοσούτοις ὑπεύθυνοι γεγόναμεν κακοῖς, τίνες ἐσόμεθα ἐξελθόντες ἐντεῦθεν; εἰ ἐν τῷ λιμένι τοσαῦτα τὰ κύματα, ὅταν ἐξέλθωμεν εἰς τὸν εὔριπον τῶν κακῶν, τὴν ἀγορὰν λέγω, καὶ τὰ πολιτικὰ πράγματα, καὶ τὰς ἐν οἰκίᾳ φροντίδας, ἆρα ἑαυτοὺς γοῦν ἐπιγνῶναι  δυνησόμεθα; Ἀλλ' ὅμως τῆς τῶν τοσούτων καὶ τηλικούτων  ἁμαρ τημάτων  ἀπαλλαγῆς  ἔδωκεν  ἡμῖν  σύντομον  καὶ ῥᾳδίαν  ὁδὸν  καὶ παντὸς ἀπηλλαγμένην  πόνου ὁ Θεός. Ποῖος γὰρ πόνος ἀφεῖναι τῷ λελυπηκότι; Πόνος μὲν οὖν τὸ μὴ ἀφεῖναι, ἀλλὰ κατέχειν τὴν ἔχθραν· ὡς τό γε ἀπαλλαγῆναι τοῦ θυμοῦ, καὶ ἄνεσιν πολλὴν ἐμποιεῖ, καὶ σφόδρα εὔκολον τῷ βουλομένῳ.

 ηʹ. Οὐδὲ γὰρ πέλαγος διαβῆναι δεῖ, οὐδὲ ὁδὸν ἀποδημῆσαι μακρὰν, οὐδὲ ὁρῶν ὑπερβῆναι κορυφὰς, οὐδὲ χρήματα δαπανῆσαι, οὐδὲ κατατεῖναι τὸ σῶμα, ἀλλ' ἀρκεῖ θελῆσαι μόνον, καὶ πάντα λέλυται  τὰ ἁμαρτήματα. Ἂν δὲ μὴ μόνον αὐτὸς μὴ ἀφῇς, ἀλλὰ καὶ τῷ Θεῷ κατ' αὐτοῦ ἐντυγχάνῃς, τίνα λοιπὸν ἕξεις σωτηρίας ἐλπίδα, ὅταν ἡνίκα ἐξιλεοῦσαι αὐτὸν καὶ  δέῃ, καὶ  τότε  αὐτὸν  παροξύνῃς,  ἱκέτου  μὲν  σχῆμα περικείμενος,  θηρίου  δὲ φωνὰς ἀφιεὶς, καὶ καθ' ἑαυτοῦ τὰ βέλη τοῦ Πονηροῦ ἐξακοντίζων ἐκεῖνα; ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος εὐχῆς μεμνημένος, οὐδὲν οὕτως ἐξεζήτησεν ὡς τῆς ἐντολῆς ταύτης τὴν φυλακήν· Ἐπαίροντας γὰρ ὁσίους χεῖρας, φησὶ, χωρὶς ὀργῆς καὶ διαλογισμοῦ. Εἰ γὰρ ὅτε ἐλέους χρείαν ἔχεις, οὐδὲ τότε ἀφίης τὴν ὀργὴν, ἀλλὰ καὶ σφόδρα αὐτῆς μέμνησαι, καὶ ταῦτα εἰδὼς ὅτι κατὰ σεαυτοῦ τὸ ξίφος ὠθεῖς, πότε δυνήσῃ γενέσθαι φιλάνθρωπος,  καὶ τὸν πονηρὸν ἀποβλῦσαι τῆς πονηρίας ταύτης ἰόν; Εἰ δὲ οὐδέπω τῆς ἀτοπίας ταύτης εἶδες τὸ μέγεθος, ἐπ'  ἀνθρώπων  αὐτὸ λογίζου γινόμενον,  καὶ τότε ὄψει τῆς ὕβρεως τὴν ὑπερβολήν. Εἰ γὰρ ἀνθρώπῳ σοι ὄντι προσῆλθέ τις ἀξιῶν ἐλεηθῆναι, εἶτα μεταξὺ κείμενος ἐπὶ τῆς γῆς εἶδεν ἐχθρὸν, καὶ ἀφείς σε ἱκετεῦσαι ἐκεῖνον ἔτυπτεν, ἆρα οὐκ ἂν μείζονα ἐποιήσω τὴν ὀργήν; Τοῦτο λογίζου καὶ ἐπὶ τοῦ
Θεοῦ συμβαίνειν. Καὶ γὰρ καὶ σὺ τὸν Θεὸν ἱκετεύων, μεταξὺ τὴν ἱκετηρίαν ἀφεὶς, τὸν ἐχθρὸν τοῖς ῥήμασι τύπτεις, καὶ τοὺς τοῦ Θεοῦ νόμους ὑβρίζεις, τὸν νομοθετήσαντα  πᾶσαν ὀργὴν  ἀφιέναι  κατὰ τῶν  λελυπηκότων  καλῶν,  καὶ ἀξιῶν ἐναντία τοῖς ἑαυτοῦ προστάγμασι ποιεῖν. Οὐκ ἀρκεῖ εἰς τιμωρίας σοι λόγον, ὅτι σὺ παραβαίνεις τὸν νόμον τὸν τοῦ Θεοῦ, ἀλλὰ καὶ αὐτὸν τοῦτο παρακαλεῖς ποιεῖν; Μὴ γὰρ ἐπελάθετο ὧν ἐπέταξε, μὴ γὰρ ἄνθρωπός ἐστιν ὁ ταῦτα εἰπών; Θεός ἐστιν, ὁ τὰ πάντα  εἰδὼς,  καὶ  μετὰ  ἀκριβείας  ἁπάσης τοὺς  ἑαυτοῦ  φυλάττεσθαι  βουλόμενος νόμους, καὶ τοσοῦτον ἀπέχων τοῦ ποιῆσαι ταῦτα ἅπερ ἀξιοῖς, ὅτι καὶ σὲ τὸν ταῦτα λέγοντα καὶ ὑπὲρ τοῦ λέγειν μόνον ἀποστρέφεται καὶ μισεῖ, καὶ δίκην ἀπαιτεῖ τὴν ἐσχάτην. Πῶς οὖν ἀξιοῖς παρ'  αὐτοῦ τυχεῖν,  ὧν αὐτὸς μετὰ πολλῆς ἀπέχεσθαί σε κελεύει σπουδῆς; Ἀλλὰ γὰρ εἰσί τινες, οἳ καὶ εἰς τοσοῦτον ἀλογίας ἥκασιν, ὡς μὴ μόνον  τῶν  ἐχθρῶν  κατεύχεσθαι, ἀλλὰ  καὶ τέκνοις  ἐπαρᾶσθαι τοῖς  ἐκείνων,  καὶ αὐτῶν, εἴγε ἐνῆν, ἀπογεύσασθαι τῶν σαρκῶν· μᾶλλον δὲ καὶ ἀπογευόμενοι. Μὴ γάρ μοι τοῦτο εἴπῃς, ὅτι τοὺς ὀδόντας οὐκ ἐνέπηξας τῷ σώματι τοῦ λελυπηκότος· πολὺ γὰρ χαλεπώτερον  ἐποίησας, τό γε εἰς σὲ ἧκον, ἀξιῶν ἄνωθεν  ὀργὴν ἐπενεχθῆναι κατ' αὐτοῦ, καὶ ἀθανάτῳ  παραδοθῆναι κολάσει, καὶ μετὰ τῆς οἰκίας ἀνατραπῆναι ἁπάσης. Ποίων γὰρ ταῦτα οὐ χαλεπώτερα δηγμάτων; ποίων βελῶν οὐ πικρότερα; Οὐ ταῦτά σε ἐπαίδευσεν ὁ Χριστός· οὐχ οὕτω τὸ στόμα αἱμάττειν  ἐκέλευσε. Καὶ γὰρ ᾑμαγμένων στομάτων ἀπὸ σαρκῶν ἀνθρωπίνων  χαλεπώτεραι αἱ τοιαῦται γλῶτται. Πῶς οὖν ἀσπάσῃ τὸν ἀδελφόν; πῶς ἅψῃ τῆς θυσίας; πῶς ἀπογεύσῃ τοῦ αἵματος τοῦ   ∆εσποτικοῦ,  τοσοῦτον   ἔχων   ἐπὶ   τῆς   διανοίας   ἰόν;   Ὅταν   γὰρ  εἴπῃς, κατάῤῥαξον αὐτὸν, καὶ τὴν οἰκίαν  ἀνάτρεψον,  καὶ πάντα  ἀπόλεσον, καὶ μυρίους αὐτῷ  ὀλέθρους  κατεύχῃ,  οὐδὲν  ἀνθρωποκτόνου  διενήνοχας,  μᾶλλον  δὲ ἀνθρωποφάγου  θηρίου. Παυσώμεθα τοίνυν  τῆς νόσου ταύτης καὶ τῆς μανίας, καὶ τὴν  φιλοφροσύνην,   ἣν  ἐκέλευσεν,  ἐπιδειξώμεθα   περὶ  τοὺς  λελυπηκότας,   ἵνα γενώμεθα  ὅμοιοι τοῦ Πατρὸς ἡμῶν  τοῦ ἐν τοῖς οὐρανοῖς. Παυσόμεθα δὲ, ἂν τῶν οἰκείων  ἀναμνησθῶμεν  ἁμαρτημάτων· ἂν μετὰ ἀκριβείας ἅπαντα  ἐξετάσωμεν τὰ πεπλημμελημένα,  τὰ ἔνδον, τὰ ἔξω, τὰ ἐν ἀγορᾷ, τὰ ἐν ἐκκλησίᾳ. Εἰ γὰρ μηδενὸς ἑτέρου, τῆς γοῦν ἐνταῦθα ὀλιγωρίας τὴν ἐσχάτην ἄξιοί ἐσμεν δίκην ὑποσχεῖν. Καὶ γὰρ προφητῶν  ψαλλόντων,  καὶ ἀποστόλων  ὑμνούντων,  καὶ Θεοῦ διαλεγομένου, ἔξω πλανώμεθα, καὶ βιωτικῶν πραγμάτων ἐπεισάγομεν θόρυβον· καὶ οὐδὲ τοσαύτην ἀπονέμομεν τοῖς τοῦ Θεοῦ νόμοις τὴν ἡσυχίαν, ὅσην τοῖς τοῦ βασιλέως γράμμασιν ἐν  τοῖς  θεάτροις  οἱ θεαταὶ  παρέχουσι τὴν  σιγήν.  Ἐκεῖ μὲν  γὰρ τῶν  γραμμάτων τούτων  ἀναγινωσκομένων,  καὶ  ὕπατοι  καὶ  ὕπαρχοι  καὶ  βουλὴ  καὶ  δῆμος  ὀρθοὶ πάντες ἑστήκασι, μεθ' ἡσυχίας ἀκούοντες τῶν λεγομένων· κἂν μεταξὺ τῆς ἡσυχίας τῆς  βαθυτάτης  ἐκείνης  ἀθρόον ἄν  τις  πηδήσας καταβοήσῃ, ἅτε εἰς  τὸν  βασιλέα ὑβρικὼς, τὴν ἐσχάτην δίδωσι δίκην· ἐνταῦθα δὲ τῶν  ἐκ τοῦ οὐρανοῦ γραμμάτων ἀναγινωσκομένων,  πολὺς πανταχόθεν  ὁ θόρυβος γίνεται.  Καίτοι καὶ ὁ πέμψας τὰ γράμματα πολὺ τοῦ βασιλέως τούτου μείζων ἐστὶ, καὶ τὸ θέατρον σεμνότερον· οὐ γὰρ ἀνθρώπων μόνον, ἀλλὰ καὶ ἀγγέλων ἐστί· καὶ τὰ ἐπινίκια ταῦτα, ἃ τὰ γράμματα εὐαγγελίζεται,  πολλῷ  τῶν  ἐν τῇ γῇ φρικωδέστερα. ∆ιόπερ οὐκ ἄνθρωποι  μόνον, ἀλλὰ καὶ ἄγγελοι καὶ ἀρχάγγελοι, καὶ οἱ τῶν οὐρανῶν δῆμοι, καὶ οἱ ἐν τῇ γῇ πάντες εὐφημεῖν κελευόμεθα. Εὐλογεῖτε γὰρ, φησὶ, τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ. Καὶ γὰρ οὐ μικρὰ τὰ κατορθούμενα, ἀλλὰ πάντα ὑπερβαίνει λόγον καὶ νοῦν καὶ διάνοιαν ἀνθρωπίνην.   Καὶ  ταῦτα   καθ'  ἑκάστην  ἡμέραν  ἀνακηρύττουσιν   οἱ  προφῆται, διαφόρως ἕκαστος τὸ λαμπρὸν τοῦτο τρόπαιον ἀναγορεύων. Ὁ μὲν γὰρ, Ἀνέβης εἰς ὕψος, φησὶ, ᾐχμαλώτευσας  αἰχμαλωσίαν,  καὶ ἔλαβες δόματα ἐν  ἀνθρώποις·  καὶ, Κύριος κραταιὸς καὶ δυνατὸς  ἐν  πολέμῳ.  Ὁ δέ φησι, Τῶν ἰσχυρῶν  μεριεῖται  τὰ σκῦλα. Καὶ γὰρ διὰ τοῦτο ἦλθεν, ὥστε κηρῦξαι αἰχμαλώτοις  ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν. Καὶ κατὰ τοῦ θανάτου τὴν ἐπινίκιον ἀλαλάζων φωνὴν  ἔλεγε· Ποῦ σου, θάνατε, τὸ νῖκος; ποῦ σου, ᾅδη, τὸ κέντρον; Ἕτερος δὲ αὖ πάλιν  τὴν βαθυτάτην εἰρήνην εὐαγγελιζόμενος  ἔλεγε· Συντρίψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας  αὐτῶν  εἰς δρέπανα. Καὶ ὁ μὲν  τὴν  Ἱερουσαλὴμ καλεῖ  λέγων·  Χαῖρε σφόδρα,  θύγατερ  Σιὼν,  ὅτι  ἰδοὺ  ὁ  βασιλεύς  σου  ἔρχεταί  σοι  πρᾶος, ἐπιβεβηκὼς   ἐπὶ  ὑποζύγιον   καὶ  πῶλον   νέον.  Ὁ  δὲ  καὶ  τὴν   δευτέραν  αὐτοῦ ἀνακηρύττει  παρουσίαν,  οὕτω  λέγων·  Ἥξει  Κύριος, ὃν  ὑμεῖς  ζητεῖτε,  καὶ  τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; Σκιρτήσατε ὡς μοσχάρια ἐκ δεσμῶν ἀνειμένα. Καὶ ἕτερος πάλιν τοιαῦτα ἐκπληττόμενος ἔλεγεν· Οὗτος ὁ Θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Ἀλλ' ὅμως καὶ τούτων  καὶ πολλῷ πλειόνων  λεγομένων,  δέον φρίττειν·  καὶ μηδὲ ἐπὶ  γῆς  νομίζειν  εἶναι,  ἀλλ' ὡς  ἐν  ἀγορᾷ μέσῃ θορυβοῦμεν, ταράττομεν, τὰ μηδὲν πρὸς ἡμᾶς ὄντα διαλεγόμενοι ἅπαντα ἀναλίσκομεν τῆς συνάξεως τὸν καιρόν. Ὅταν οὖν καὶ ἐν μικροῖς καὶ ἐν μεγάλοις, καὶ ἐν ἀκροάσει καὶ ἐν πράξει, καὶ ἔξω καὶ ἔνδον ἐν ἐκκλησίᾳ οὕτως ὦμεν ῥᾴθυμοι, καὶ μετὰ τούτων ἁπάντων καὶ κατ' ἐχθρῶν εὐχώμεθα, πόθεν ἕξομεν σωτηρίας ἐλπίδα, τοῖς τοσούτοις ἁμαρτήμασι προσθήκην ἑτέραν χαλεπὴν  καὶ τούτων  ἀντίῤῥοπον,  τὴν  παράνομον ταύτην προστιθέντες εὐχήν; Ἔτι οὖν θαυμάζειν δίκαιον, ἂν συμβῇ τι τῶν ἀδοκήτων ἡμῖν  καὶ  λυπηρῶν,  δέον  ὅταν  μὴ  συμβῇ θαυμάζειν;  Ἐκεῖνο  μὲν  γὰρ  τῆς  τῶν πραγμάτων ἀκολουθίας· τοῦτο δὲ ὑπὲρ λόγον πάντα καὶ προσδοκίαν. Καὶ γὰρ ὑπὲρ λόγον, ἐχθροὺς τοῦ Θεοῦ γενομένους  καὶ παροργίζοντας  αὐτὸν, ἀπολαύειν  ἡλίου καὶ ὑετῶν καὶ τῶν ἄλλων ἁπάντων, ἀνθρώπους θηρίων ὠμότητα νικῶντας, καὶ κατ' ἀλλήλων ἱσταμένους, καὶ τοῖς τῶν πλησίον δήγμασι τὴν γλῶτταν αἱμάττοντας, μετὰ τὴν τράπεζαν τὴν πνευματικὴν, καὶ τὰς τοσαύτας εὐεργεσίας, καὶ τὰ μυρία παραγγέλματα. Ταῦτ' οὖν ἐννοοῦντες, ἐμέσωμεν τὸν ἰὸν, καταλύσωμεν τὰς ἔχθρας, καὶ  τὰς  ἡμῖν  πρεπούσας  εὐχὰς  ποιώμεθα·  ἀντὶ  δαιμόνων  θηριωδίας,  ἀγγέλων λάβωμεν ἡμερότητα· καὶ ὅσα ἂν ὦμεν ἠδικημένοι, τὰ ἡμέτερα αὐτῶν ἐννοήσαντες, καὶ τὸν  ὑπὲρ ταύτης  τῆς ἐντολῆς  κείμενον  ἡμῖν  μισθὸν, μαλάξωμεν  τὴν  ὀργὴν, καταστείλωμεν  τὰ κύματα, ἵνα  καὶ τὸν  παρόντα  βίον  ἀταράχως  διέλθωμεν,  καὶ ἀπελθόντες   ἐκεῖ  τοιούτου  τύχωμεν   τοῦ  ∆εσπότου, οἷοι  περὶ  τοὺς  συνδούλους γεγόναμεν. Εἰ δὲ βαρὺ τοῦτο καὶ φοβερὸν, ποιήσωμεν αὐτὸ κοῦφον καὶ ποθεινὸν, καὶ τὰς τῆς παῤῥησίας τῆς πρὸς αὐτὸν  λαμπρὰς ἀνοίξωμεν  θύρας· καὶ ὅπερ οὐκ ἰσχύσαμεν ἀνύσαι διὰ τοῦ τῶν ἁμαρτημάτων ἀπέχεσθαι, τοῦτο ἀνύσωμεν διὰ τοῦ γεγενῆσθαι τοῖς ἡμαρτηκόσιν εἰς ἡμᾶς ἥμεροι (οὐδὲ γὰρ βαρὺ τοῦτο, οὐδὲ ἐπαχθές)· καὶ  τοὺς  ἐχθροὺς  εὐεργετοῦντες  τοὺς  ἡμετέρους,  πολὺν  ἑαυτοῖς  προαποθώμεθα ἔλεον. Οὕτω γὰρ καὶ κατὰ τὸν παρόντα βίον ἅπαντες ἡμᾶς ἀγαπήσουσι, καὶ πρὸ τῶν ἄλλων  ἁπάντων  ὁ Θεὸς καὶ φιλήσει,  καὶ στεφανώσει, καὶ τῶν  μελλόντων  ἡμᾶς ἀγαθῶν   ἀξιώσει   πάντων·   ὧν   γένοιτο   πάντας   ἡμᾶς   ἐπιτυχεῖν,    χάριτι   καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |