Ιωάννης Χρυσόστομος
Πρός Απόστολον Ματθαίον
Τόμος 57
Κʹ. Ὅταν δὲ νηστεύητε, μὴ γίνεσθε ὥσπερ οἱ ὑπο κριταὶ, σκυθρωποί. Ἀφανίζουσι γὰρ τὰ πρόσωπα αὐτῶν, ὅπως φανῶσι τοῖς ἀνθρώποις νηστεύοντες.
αʹ. Καλὸν ἐνταῦθα στενάξαι μέγα καὶ ἀνοιμῶξαι πικρόν. Οὐ γὰρ μόνον τοὺς ὑποκριτὰς μιμούμεθα, ἀλλὰ καὶ ἐκείνους παρεληλύθαμεν. Οἶδα γὰρ, οἶδα πολλοὺς, οὐχὶ νηστεύοντας καὶ ἐπιδεικνυμένους μόνον, ἀλλὰ καὶ μὴ νηστεύοντας καὶ τὰ τῶν νηστευόντων προσωπεῖα περικειμένους, καὶ ἀπολογίαν χείρονα τῆς ἁμαρτίας προβαλλομένους. Ἵνα γὰρ μὴ σκανδαλίσω, φησὶ, τοὺς πολλοὺς, τοῦτο ποιῶ. Τί λέ γεις; Νόμος ἐστὶ θεῖος ὁ ταῦτα κελεύων, καὶ σκανδάλου μέμνησαι; καὶ φυλάττων μὲν αὐτὸν, σκανδαλίζειν νομίζεις, παραβαίνων δὲ, ἀπαλλάττειν σκανδάλου; καὶ τί ταύτης τῆς ἀλογίας χεῖρον γένοιτ' ἄν; Οὐ παύσῃ καὶ τῶν ὑποκριτῶν χείρων γινόμενος, καὶ διπλῆν τὴν ὑπόκρισιν ἐργαζόμενος; καὶ πολλὴν τῆς κακίας ταύτης τὴν ὑπερβολὴν ἐννοῶν, οὐκ αἰσχυνθήσῃ τῆς λέξεως ταύτης τὴν ἔμφασιν;
Οὐδὲ γὰρ εἶπεν, ὅτι ὑποκρίνονται ἁπλῶς, ἀλλὰ καὶ καθάψασθαι μειζόνως βουλόμενος, φησίν· Ἀφανίζουσι γὰρ τὰ πρόσωπα αὐτῶν, τουτέστι, διαφθείρουσιν, ἀπολλύουσιν. Εἰ δὲ τοῦτο ἀφανισμὸς προσώπου, τὸ πρὸς κενοδοξίαν ὠχρὸν φαίνεσθαι, τί ἂν εἴποιμεν περὶ τῶν ἐπιτρίμμασι καὶ ὑπογραφαῖς διαφθειρουσῶν τὰ πρόσωπα γυναικῶν, ἐπὶ λύμῃ τῶν ἀκολάστων νέων; Ἐκεῖνοι μὲν γὰρ ἑαυτοὺς βλάπτουσι μόνον· αὗται δὲ καὶ ἑαυτὰς καὶ τοὺς ὁρῶντας. ∆ιὸ χρὴ καὶ ταύτην κἀκείνην φεύγειν τὴν λύμην ἐκ πολλοῦ τοῦ περιόντος. Οὐδὲ γὰρ μόνον μὴ ἐπιδείκνυσθαι, ἀλλὰ καὶ σπουδάζειν λανθάνειν ἐκέλευσεν· ὅπερ καὶ ἔμπροσθεν ἐποίησε. Καὶ ἐπὶ μὲν τῆς ἐλεημοσύνης οὐχ ἁπλῶς αὐτὸ τέθεικεν, ἀλλ' εἰπὼν, Προσέχετε μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων, προσέθηκε, πρὸς τὸ θεαθῆναι αὐτοῖς· ἐπὶ δὲ τῆς νηστείας καὶ τῆς εὐχῆς οὐδὲν τοιοῦτον διώρισε. Τί δήποτε; Ὅτι ἐλεημοσύνην μὲν ἀδύνατον πάντη λαθεῖν· εὐχὴν δὲ καὶ νηστείαν, δυνατόν. Ὥσπερ οὖν εἰπὼν, Μὴ γνώτω ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου, οὐ περὶ χειρῶν ἔλεγεν, ἀλλὰ περὶ τοῦ δεῖν μετὰ ἀκριβείας ἅπαντας λανθάνειν· καὶ κελεύσας εἰς τὸ ταμιεῖον εἰσιέναι, οὐ πάντως, οὐδὲ προηγουμένως ἐκεῖ μόνον ἐπέταξεν εὔχεσθαι, ἀλλὰ τὸ αὐτὸ πάλιν ᾐνίξατο· οὕτω καὶ ἐνταῦθα ἀλείφεσθαι κελεύσας, οὐχ ἵνα ἀλειφώμεθα πάντως ἐνομοθέτησεν· ἐπεὶ πάντες εὑρεθησόμεθα τὸν νόμον παραβαίνοντες τοῦτον, καὶ πρό γε πάντων οἱ μάλιστα αὐτὸν φυλάττειν ἐσπουδακότες, οἱ τῶν μοναχῶν δῆμοι, οἱ τὰ ὄρη κατειληφότες. Οὐ τοίνυν τοῦτο ἐπέταξεν· ἀλλ' ἐπειδὴ τοῖς παλαιοῖς ἔθος ἀλείφεσθαι συνεχῶς ἦν εὐφραινομένοις καὶ χαίρουσι (καὶ τοῦτο ἀπὸ τοῦ ∆αυῒδ καὶ ἀπὸ τοῦ ∆ανιὴλ ἄν τις κατίδοι σαφῶς), εἶπεν ἀλείφεσθαι, οὐχ ἵνα πάντως τοῦτο ποιῶμεν, ἀλλ' ἵνα διὰ πάντων σπουδάζωμεν μετὰ ἀκριβείας πολλῆς κρύπτειν τὸ κτῆμα τοῦτο. Καὶ ἵνα μάθῃς ὅτι τοῦτό ἐστιν, αὐτὸς τοῦτο, ὅπερ διὰ τῶν λόγων ἐπέταξε, διὰ τῶν ἔργων ἐπιδειξάμενος, καὶ νηστεύσας τεσσαράκοντα ἡμέρας, καὶ μετὰ τοῦ λαθεῖν νηστεύσας, οὔτε ἠλείψατο, οὔτε ἐνίψατο· ἀλλ' ὅμως καὶ ταῦτα μὴ ποιήσας, μάλιστα πάντων χωρὶς κενοδοξίας τὸ πᾶν ἤνυσεν. Ὃ δὴ καὶ ἡμῖν ἐπιτάττει, καὶ τοὺς ὑποκριτὰς εἰς μέσον ἀγαγὼν, καὶ διπλῇ παραγγελίᾳ τοὺς ἀκούοντας ἀποτρέψας. Καὶ ἕτερόν τι διὰ τῆς προσηγορίας ταύτης ᾐνίξατο, τῆς τῶν ὑποκριτῶν λέγω. Οὐ γὰρ μόνον τῷ τὸ πρᾶγμα εἶναι καταγέλαστον, οὐδὲ τῷ ζημίαν ἔχειν ἐσχάτην, ἀλλὰ καὶ τῷ πρόσκαιρον δεῖξαι τὴν τοιαύτην ἀπάτην, ἀπάγει τῆς πονηρᾶς ἐπιθυμίας. Ὁ γὰρ ὑποκριτὴς μέχρι τότε φαίνεται λαμπρὸς, ἕως ἂν τὸ θέατρον κάθηται· μᾶλλον δὲ οὐδὲ τότε παρὰ πᾶσιν. Ἴσασι γὰρ οἱ πλείους τῶν θεωμένων, τίς ὢν τίνα ὑποκρίνεται. Πλὴν ἀλλὰ τοῦ θεάτρου λυθέντος, σαφέστερον ἅπασιν ἐκκαλύπτεται. Τοῦτο τοίνυν καὶ τοὺς κενοδόξους ὑπομένειν ἀνάγκη πᾶσα. Καὶ ἐνταῦθα μὲν γὰρ τοῖς πλείοσίν εἰσι κατάδηλοι, ὅτι οὐκ εἰσὶ τοῦτο ὅπερ φαίνονται, ἀλλὰ προσωπεῖον περίκεινται μόνον· πολλῷ δὲ πλέον μετὰ ταῦτα ἁλώσονται, ὅτε πάντα γυμνὰ καὶ τετραχηλισμένα φαίνεται. Καὶ ἑτέρωθεν δὲ πάλιν αὐτοὺς ἀπάγει τῶν ὑποκριτῶν, τῷ δεῖξαι κοῦφον τὸ ἐπίταγμα ὄν. Οὐ γὰρ τὴν νηστείαν ἐπιτείνει, οὐδὲ μείζονα ἐπιδείξασθαι κελεύει, ἀλλὰ μὴ τὸν ἐξ αὐτῆς ἀπολέσαι στέφανον. Ὥστε ὃ μὲν δοκεῖ φορτικὸν εἶναι, κοινὸν ἡμῖν καὶ τοῖς ὑποκριταῖς· νηστεύουσι γὰρ κἀκεῖνοι· ὃ δέ ἐστι κουφότατον, τὸ καμόντας μὴ ἀπολέσαι τὸν μισθὸν, τοῦτό ἐστιν ὃ κελεύω, φησί· τοῖς μὲν πόνοις οὐδὲν προστιθεὶς, τοὺς δὲ μισθοὺς ἡμῖν συνάγων μετὰ ἀσφαλείας ἁπάσης, καὶ οὐκ ἀφιεὶς ἀστεφανώτους ἀπελθεῖν, καθάπερ ἐκείνους. Καὶ οὐδὲ τοὺς ἐν τοῖς Ὀλυμπιακοῖς ἀγῶσι παλαίοντας μιμεῖσθαι ἐθέλουσιν, οἳ, τοσούτου καθημένου δήμου καὶ ἀρχόντων τοσούτων, ἑνὶ βούλονται ἀρέσαι τῷ βραβεύοντι τὴν νίκην αὐτοῖς, καίτοι πολλῷ ὄντι καταδεεστέρῳ· σὺ δὲ διπλῆν ἔχων τὴν ἀφορμὴν τοῦ τὴν νίκην ἐπιδείκνυσθαι ἐκείνῳ, τῷ καὶ αὐτὸν εἶναι τὸν βραβεύοντα, καὶ τῷ πάντων ἀσυγκρίτως ὑπερέχειν τῶν ἐν τῷ θεάτρῳ καθημένων, ἑτέροις ἐπιδείκνυσαι τοῖς οὐ μόνον οὐδὲν ὠφελοῦσιν, ἀλλὰ καὶ τὰ μέγιστά σε παραβλάπτουσι.
βʹ. Πλὴν οὐδὲ τοῦτο κωλύω, φησίν. Εἰ δὲ καὶ ἀνθρώποις ἐπιδείξασθαι βούλει, ἀνάμεινον, καὶ ἐγώ σοι καὶ τοῦτο μετὰ πλείονος παρέξομαι τῆς περιουσίας, καὶ πολλοῦ τοῦ κέρδους. Νῦν μὲν γάρ σε ἀποῤῥήγνυσι τῆς πρός με δόξης τοῦτο, ὥσπερ οὖν συγκολλᾷ τὸ τούτων ὑπερορᾷν· τότε δὲ πάντων ἀπολαύσῃ μετὰ ἀδείας ἁπάσης, οὐ μικρὸν καὶ πρὸ ἐκείνων καὶ ἐνταῦθα καρπωσόμενος, τὸ πᾶσαν καταπατῆσαι τὴν ἀνθρωπίνην δόξαν, καὶ τῆς χαλεπῆς τῶν ἀνθρώπων ἐλευθερωθῆναι δουλείας, καὶ γνήσιον γενέσθαι τῆς ἀρετῆς ἐργάτην. Ὡς νῦν γε οὕτω διακείμενος, ἂν ἐν ἐρημίᾳ γένῃ, πάσης ἔρημος ἔσῃ τῆς ἀρετῆς, οὐκ ἔχων τοὺς θεωροῦντας. Ὃ καὶ αὐτὴν ὑβρίζοντός ἐστι τὴν ἀρετὴν, εἴγε μὴ δι' αὐτὴν, ἀλλὰ διὰ τὸν σχοινοστρόφον, καὶ τὸν χαλκοτύπον, καὶ τὸν πολὺν τῶν ἀγοραίων δῆμον μέλλοις αὐτὴν μετιέναι, ἵνα καὶ οἱ κακοὶ, καὶ οἱ πόῤῥω ταύτης ὄντες σε θαυμάσωσι· καὶ τοὺς ἐχθροὺς αὐτῆς καλεῖς ἐπὶ τὴν ἐπίδειξιν αὐτῆς καὶ τὴν θεωρίαν· ὥσπερ ἂν εἴ τις σωφρονεῖν ἕλοιτο, μὴ διὰ τὸ τῆς σωφροσύνης καλὸν, ἀλλ' ἵνα ἐπιδείξηται τοῖς ἡταιρηκόσι. Καὶ σὺ τοίνυν οὐκ ἂν εἴλου τὴν ἀρετὴν, εἰ μὴ διὰ τοὺς ἐχθροὺς τῆς ἀρετῆς· δέον αὐτὴν καὶ ἐντεῦθεν θαυμάσαι, ὅτι καὶ τοὺς ἐχθροὺς ἐπαινέτας ἔχει· θαυμάσαι δὲ, ὡς χρὴ, μὴ δι' ἑτέρους, ἀλλὰ δι' αὐτήν. Ἐπεὶ καὶ ἡμεῖς, ὅταν μὴ δι' ἑαυτοὺς, ἀλλὰ δι' ἑτέρους φιλώμεθα, ὕβριν τὸ πρᾶγμα νομίζομεν. Τοῦτο τοίνυν καὶ ἐπὶ τῆς ἀρετῆς λογίζου· καὶ μήτε δι' ἑτέρους αὐτὴν δίωκε, μήτε δι' ἀνθρώπους ὑπάκουε τῷ Θεῷ, ἀλλὰ διὰ τὸν Θεὸν ἀνθρώποις· ὡς ἂν τὸ ἐναντίον ποιῇς, κἂν μετιέναι δοκῇς ἀρετὴν, ὁμοίως τῷ μὴ μετιόντι παρώξυνας. Ὥσπερ γὰρ ἐκεῖνος τῷ μὴ ποιῆσαι παρήκουσεν, οὕτω καὶ σὺ τῷ παρανόμως ποιῆσαι. Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς. Ἐπειδὴ γὰρ τὸ τῆς κενοδοξίας ἐξέβαλε νόσημα, εὐκαίρως λοιπὸν καὶ τὸν περὶ ἀκτημοσύνης εἰσάγει λόγον. Οὐδὲν γὰρ οὕτω χρημάτων ἐρᾷν παρασκευάζει, ὡς ὁ τῆς δόξης ἔρως. ∆ιὰ γοῦν τοῦτο καὶ τὰς τῶν ἀνδραπόδων ἀγέλας, καὶ τὸν ἐσμὸν τῶν εὐνούχων, καὶ τοὺς χρυσοφοροῦντας ἵππους, καὶ τὰς ἀργυρᾶς τραπέζας, καὶ τὰ ἄλλα τὰ καταγελαστότερα ἐπινοοῦσιν ἄνθρωποι· οὐχ ἵνα χρείαν πληρώσωσιν, οὐδ' ἵνα ἡδονῆς ἀπολαύσωσιν, ἀλλ' ἵνα τοῖς πολλοῖς ἐπιδείξωνται. Ἀνωτέρω μὲν οὖν, ὅτι ἐλεεῖν δεῖ μόνον ἔλεγεν· ἐνταῦθα δὲ καὶ πόσον ἐλεεῖν χρὴ δείκνυσιν, εἰπὼν, Μὴ θησαυρίζετε. Ἐπειδὴ γὰρ οὐκ ἐνῆν ἐξ ἀρχῆς ἀθρόον τὸν περὶ τῆς ὑπεροψίας τῶν χρημάτων εἰσαγαγεῖν λόγον διὰ τὴν τυραννίδα τοῦ πάθους, κατὰ μικρὸν αὐτὸν διατεμὼν καὶ ἐλευθερώσας, ἐνίησιν ἐν τῇ τῶν ἀκροατῶν διανοίᾳ, ὥστε εὐπαράδεκτον γενέσθαι. ∆ιὰ δὴ τοῦτο πρῶτον μὲν ἔλεγε, Μακάριοι οἱ ἐλεήμονες· μετὰ δὲ τοῦτο, Ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου· καὶ μετ' ἐκεῖνο πάλιν, Ἐάν τίς σοι θέλῃ κριθῆναι, καὶ τὸν χιτῶνά σου λαβεῖν, δὸς αὐτῷ καὶ τὸ ἱμάτιον· ἐνταῦθα δὲ τὸ πολλῷ μεῖζον πάντων ἐκείνων. Ἐκεῖ μὲν γὰρ εἶπεν, ὅτι Ἂν δίκην ἐπικειμένην ἴδῃς, τοῦτο ποίησον· τοῦ γὰρ μάχεσθαι ἔχοντα βέλτιον τὸ μὴ ἔχοντα ἀπηλλάχθαι μάχης. Ἐνταῦθα δὲ οὔτε ἀντίδικον, οὔτε τὸν κρινόμενον θεὶς, οὔτε ἄλλου οὐδενὸς τοιούτου μνημονεύσας, αὐτὴν καθ' ἑαυτὴν διδάσκει τὴν τῶν χρημάτων ὑπεροψίαν, δεικνὺς ὅτι οὐ διὰ τοὺς ἐλεουμένους τοσοῦτον, ὅσον διὰ τὸν διδόντα ταῦτα νομοθετεῖ· ἵνα κἂν μηδεὶς ᾖ ὁ ἀδικῶν καὶ ἕλκων εἰς δικαστήριον, καὶ οὕτω καταφρονῶμεν τῶν ὄντων, παρέχοντες αὐτὰ τοῖς δεομένοις. Καὶ οὐδὲ ἐνταῦθα τὸ ὅλον τέθεικεν, ἀλλὰ καὶ ἐνταῦθα ἠρέμα, καίτοιγε τοὺς ἀγῶνας τοὺς περὶ τούτων μετὰ πολλῆς ἐν τῇ ἐρήμῳ τῆς ὑπερβολῆς ἐπιδειξάμενος. Ἀλλ' ὅμως οὐ τίθησι τοῦτο, οὐδὲ εἰς μέσον ἄγει· οὐδέπω γὰρ ἐκκαλύψαι καιρὸς ἦν· ἀλλὰ λογισμοὺς ἐξετάζει τέως, συμβούλου μᾶλλον ἢ νομοθέτου τάξιν ἐν τοῖς περὶ τούτων φυλάττων λόγοις. Εἰπὼν γὰρ, Μὴ θησαυρίζετε ἐπὶ τῆς γῆς, ἐπήγαγεν· Ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διορύττουσι καὶ κλέπτουσι. Τέως δείκνυσι τοῦ ἐνταῦθα θησαυροῦ τὴν βλάβην, καὶ τοῦ ἐκεῖ τὴν ὠφέλειαν, καὶ ἀπὸ τοῦ τόπου, καὶ ἀπὸ τῶν λυμαινομένων. Καὶ οὐδὲ μέχρι τούτου ἵσταται, ἀλλὰ καὶ ἕτερον ἐπάγει λογισμόν. Καὶ πρῶτον, ἀφ' ὧν μάλιστα δεδοίκασιν, ἀπὸ τούτων αὐτοὺς προτρέπει. Τί γὰρ δέδοικας; φησί· μὴ ἀναλωθῇ τὰ χρήματα, ἐὰν ἐλεημοσύνην δῷς; Οὐκοῦν δὸς ἐλεημοσύνην, καὶ τότε οὐκ ἀναλωθήσεται· καὶ τὸ δὴ μεῖζον, ὅτι οὐ μόνον οὐκ ἀναλωθήσεται, ἀλλ' ὅτι καὶ προσθήκην λήψεται πλείονα· καὶ γὰρ τὰ ἐν τοῖς οὐρανοῖς προστίθεται. Ἀλλὰ τέως αὐτὸ οὐ λέγει, ἀλλ' ὕστερον αὐτὸ τίθησι.
γʹ. Τέως δὲ ὃ μάλιστα αὐτοὺς προτρέψαι ἡδύνατο, τοῦτο εἰς μέσον ἄγει, τὸ μένειν ἀνάλωτον αὐτοῖς τὸν θησαυρὸν, καὶ ἑκατέρωθεν αὐτοὺς ἐφέλκεται. Οὐδὲ γὰρ εἶπεν, ὅτι Ἐὰν δῷς ἐλεημοσύνην, τηρεῖται μόνον, ἀλλὰ καὶ τὸ ἐναντίον ἠπείλησεν, ὅτι καὶ Ἐὰν μὴ δῷς, ἀπόλλυται. Καὶ ὅρα τὴν ἄφατον σύνεσιν. Οὐδὲ γὰρ εἶπεν, ὅτι Καὶ ἑτέροις αὐτὰ καταλιμπάνεις· ἐπεὶ καὶ τοῦτο ἡδὺ τοῖς ἀνθρώποις· ἀλλ' ὅμως ἑτέρωθεν αὐτοὺς φοβεῖ, δεικνὺς ὅτι οὐδὲ τούτου τυγχάνουσι· κἂν γὰρ ἄνθρωποι μὴ ἀδικήσωσιν, εἰσὶν οἱ ἀδικοῦντες πάντως, ὁ σὴς καὶ ἡ βρῶσις. Εἰ γὰρ καὶ σφόδρα εὐάλωτος εἶναι δοκεῖ αὕτη ἡ λύμη, ἀλλ' ὅμως ἄμαχός ἐστι καὶ ἀκάθεκτος· κἂν ὁτιοῦν ἐπινοήσῃς, οὐ δυνήσῃ ταύτην ἐπισχεῖν τὴν βλάβην. Τί οὖν; τὸ χρυσίον σὴς ἀφανίζει; Εἰ καὶ μὴ σὴς, ἀλλὰ κλέπται. Τί οὖν; ἅπαντες ἐσυλήθησαν; Εἰ καὶ μὴ πάντες, ἀλλ' οἱ πλείους. ∆ιὰ δὴ τοῦτο καὶ ἕτερον, ὅπερ ἔφθην εἰπὼν, ἐπάγει λογισμὸν, λέγων· Ὅπου ὁ θησαυρὸς τοῦ ἀνθρώπου, ἐκεῖ καὶ ἡ καρδία αὐτοῦ. Κἂν γὰρ μηδὲν τούτων γένηται, φησὶν, οὐ μικρὰν ὑποστήσῃ βλάβην, τοῖς κάτω προσηλωμένος, καὶ δοῦλος ἀντ' ἐλευθέρου γινόμενος, καὶ τῶν οὐρανίων ἐκπίπτων, καὶ μηδὲν τῶν ὑψηλῶν ἐννοῆσαι δυνάμενος, ἀλλὰ πάντα χρήματα καὶ τόκους καὶ δανείσματα καὶ κέρδη καὶ καπηλείας ἀνελευθέρους· οὗ τί γένοιτ' ἂν ἀθλιώτερον; Καὶ γὰρ ἀνδραπόδου παντὸς ὁ τοιοῦτος διακείσεται χεῖρον, τυραννίδα χαλεπωτάτην ἐπισπώμενος, καὶ τὸ πάντων καιριώτατον προδοὺς, τὴν εὐγένειαν τοῦ ἀνθρώπου καὶ τὴν ἐλευθερίαν. Ὅσα γὰρ ἄν τίς σοι διαλέγηται, τῆς διανοίας προσηλωμένης τοῖς χρήμασιν, οὐδὲν ἀκοῦσαι δυνήσῃ τῶν σοι προσηκόντων· ἀλλ' ὥσπερ κύων τάφῳ προσδεδεμένος ἁπάσης ἁλύσεως χαλεπώτερον τῇ τῶν χρημάτων τυραννίδι, κατὰ τῶν προσιόντων ἁπάντων ὑλακτῶν, ἓν ἔργον τοῦτο ἔχεις διηνεκὲς, τὸ τηρεῖν ἑτέροις τὰ κείμενα· οὗ τί γένοιτ' ἂν ἀθλιώτερον; Ἀλλ' ὅμως ἐπειδὴ τοῦτο ὑψηλότερον ἦν τῆς τῶν ἀκροωμένων διανοίας· καὶ οὔτε ἡ βλάβη αὐτοῦ τοῖς πολλοῖς εὐσύνοπτος, οὔτε τὸ κέρδος φανερὸν, ἀλλὰ φιλοσοφωτέρας ἐδεῖτο γνώμης, ὥστε ἑκάτερα ταῦτα συνιδεῖν· τέθεικε μὲν αὐτὸ μετ' ἐκεῖνα τὰ δῆλα, εἰπών· Ὅπου ὁ θησαυρὸς τοῦ ἀνθρώπου, ἐκεῖ καὶ ἡ καρδία αὐτοῦ· ποιεῖ δὲ αὐτὸ σαφέστερον πάλιν, ἀπὸ τῶν νοητῶν ἐπὶ τὰ αἰσθητὰ ἐξάγων τὸν λόγον, καὶ λέγων· Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Μὴ κατορύξῃς χρυσίον ἐν τῇ γῇ, μηδὲ ἄλλο τι τῶν τοιούτων μηδέν· τῷ γὰρ σητὶ καὶ τῇ βρώσει καὶ τοῖς κλέπταις αὐτὰ συνάγεις. Ἐὰν δὲ καὶ ταύτας διαφύγῃς τὰς βλάβας, τὸ δουλωθῆναί σου τὴν καρδίαν, καὶ προσηλωθῆναι τοῖς κάτω πᾶσιν, οὐ διαφεύξῃ· Ὅπου γὰρ ἂν ᾖ ὁ θησαυρὸς, ἐκεῖ καὶ ἡ καρδία σου. Ὥσπερ οὖν εἰς τὸν οὐρανὸν ἀποτιθέμενος, οὐ τοῦτο καρποῦσαι μόνον, τὸ τυχεῖν τῶν ἐπὶ τούτοις ἐπάθλων, ἀλλ' ἐντεῦθεν ἤδη τὸν μισθὸν λαμβάνεις, ἐκεῖ μεθορμιζόμενος, καὶ τὰ ἐκεῖ φρονῶν, καὶ ὑπὲρ τῶν ἐκεῖ μεριμνῶν· ὅπου γὰρ ἀπέθου τὸν θησαυρὸν, εὔδηλον ὅτι καὶ τὴν διάνοιαν μετατίθης. Οὕτως ἂν ἐπὶ τῆς γῆς τοῦτο ποιήσῃς, τἀναντία πείσῃ. Εἰ δὲ ἀσαφές σοι τὸ εἰρημένον, ἄκουσον τῶν ἑξῆς· Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός. Ἐὰν οὖν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾗ, ὅλον τὸ σῶμά σου φωτεινὸν ἔσται· ἐὰν δὲ ὁ ὀφθαλμός σου πονηρὸς ᾖ, ὅλον τὸ σῶμά σου σκοτεινὸν ἔσται. Εἰ δὲ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστὶ, τὸ σκότος πόσον. Ἐπὶ τὰ αἰσθητότερα ἐξάγει τὸν λόγον. Ἐπειδὴ γὰρ ἐμνημόνευσε τοῦ νοῦ, ὡς καταδουλουμένου καὶ αἰχμαλωτιζομένου, τοῦτο δὲ οὐ πολλοῖς εὐσύνοπτον ἦν, ἐπὶ τὰ ἔξω καὶ πρὸ τῶν ὀφθαλμῶν κείμενα τὴν διδασκαλίαν μετατίθησιν, ἵνα ἀπὸ τούτων καὶ περὶ ἐκείνων νοήσωσιν. Εἰ γὰρ μὴ οἶσθα, φησὶ, τί ποτέ ἐστι βλάβη νοῦ, ἀπὸ τῶν σωματικῶν τοῦτο καταμάνθανε· ὅπερ γάρ ἐστιν ὁ ὀφθαλμὸς τῷ σώματι, τοῦτο ὁ νοῦς τῇ ψυχῇ. Ὥσπερ οὖν οὐκ ἂν ἕλοιο χρυσοφορεῖν, καὶ σηρικὰ περιβεβλῆσθαι ἱμάτια, καὶ πεπηρῶσθαί σου τοὺς ὀφθαλμοὺς, ἀλλὰ τὴν ὑγείαν τὴν τούτων ἁπάσης τῆς τοιαύτης περιουσίας ποθεινοτέραν εἶναι νομίζεις (ἂν γὰρ αὐτὴν ἀπολέσῃς καὶ διαφθείρῃς, οὐδέν σοι τῆς λοιπῆς ὄφελος ζωῆς· ὥσπερ γὰρ τῶν ὀφθαλμῶν τυφλωθέντων, τὸ πολὺ τῆς τῶν λοιπῶν μελῶν ἐνεργείας οἴχεται, τοῦ φωτὸς αὐτοῖς σβεσθέντος, οὕτω καὶ τῆς διανοίας διαφθαρείσης, μυρίων ἡ ζωή σου κακῶν ἐμπλησθήσεται)· καθάπερ οὖν ἐν σώματι τοῦτο σκοποῦμεν, ὥστε τὸν ὀφθαλμὸν ἔχειν ὑγιῆ, οὕτω καὶ ἐν τῇ ψυχῇ τὸν νοῦν. Ἂν δὲ τοῦτον πηρώσωμεν, τὸν καὶ τοῖς ἄλλοις ὀφείλοντα παρέχειν τὸ φῶς, πόθεν διαβλέψωμεν λοιπόν; Ὥσπερ γὰρ ὁ τὴν πηγὴν ἀνελὼν, καὶ τὸν ποταμὸν ἐξήρανεν, οὕτως ὁ τὸν νοῦν ἀφανίσας, πᾶσαν αὐτοῦ τὴν ἐν τῇ ζωῇ ταύτῃ πρᾶξιν ἐθόλωσε. ∆ιό φησιν, Εἰ τὸ φῶς τὸ ἐν σοὶ σκότος, τὸ σκότος πόσον; Ὅταν γὰρ ὁ κυβερνήτης ὑποβρύχιος γένηται, καὶ ὁ λύχνος σβεσθῇ, καὶ ὁ ἡγεμὼν αἰχμάλωτος γένηται, ποία λοιπὸν ἔσται τοῖς ὑπηκόοις ἐλπίς;
δʹ. ∆ιὰ δὴ τοῦτο ἀφεὶς εἰπεῖν νῦν τὰς ἐπιβουλὰς τὰς διὰ τὸν πλοῦτον, τὰς μάχας, τὰς δίκας· (ᾐνίξατο μὲν γὰρ αὐτὰς ἀνωτέρω εἰπών· Παραδώσει σε ὁ ἀντίδικος τῷ κριτῇ, καὶ ὁ κριτὴς τῷ ὑπηρέτῃ·) τὰ πάντων χαλεπώτερα τούτων συμβαίνοντα πάντως θεὶς, οὕτως ἀπάγει τῆς πονηρᾶς ἐπιθυμίας. Τοῦ γὰρ τὸ δεσμωτήριον οἰκῆσαι πολλῷ χαλεπώτερον τὸ δεδουλῶσθαι τὸν νοῦν τῷ νοσήματι τούτῳ· καὶ τὸ μὲν οὐ πάντως συμβαίνει, τὸ δὲ ἐφεξῆς συγκεκλήρωται τῇ τῶν χρημάτων ἐπιθυμίᾳ. ∆ιόπερ αὐτὸ μετ' ἐκεῖνο τίθησιν, ἅτε χαλεπώτερον ὂν, καὶ πάντως συμβαῖνον. Ὁ γὰρ Θεὸς, φησὶν, ἔδωκεν ἡμῖν νοῦν, ἵνα τὴν ἄγνοιαν διασκεδάσωμεν, καὶ τὴν τῶν πραγμάτων κρίσιν ὀρθὴν ἔχωμεν, καὶ πρὸς τὰ λυποῦντα πάντα καὶ ἐπιβλαβῆ τούτῳ ὥσπερ ὅπλῳ τινὶ καὶ φωτὶ χρώμενοι, μένωμεν ἐν ἀσφαλείᾳ. Ἡμεῖς δὲ προδίδομεν τὴν δωρεὰν διὰ τὰ περιττὰ καὶ ἀνόνητα. Τί γὰρ ὄφελος στρατιωτῶν χρυσοφορούντων, ὅταν ὁ στρατηγὸς αἰχμάλωτος ἕλκηται; τί κέρδος νηὸς καλλωπιζομένης, ὅταν ὁ κυβερνήτης ὑποβρύχιος γένηται; τί δὲ σώματος εὖ συγκειμένου πλέον, ὅταν οἱ ὀφθαλμοὶ τῆς ὄψεως ὦσιν ἐκκεκομμένοι; Ὥσπερ οὖν τὸν ἰατρὸν τὸν ὀφείλοντα ὑγιαίνειν, ἵνα λύῃ τὰς νόσους, ἄν τις ἐμβαλὼν εἰς νόσον, εἰς ἀργυρᾶν κελεύσῃ κεῖσθαι κλίνην καὶ χρυσοῦν θάλαμον, οὐδὲν ὄφελος ἔσται τοῖς κάμνουσιν· οὕτως ἂν τὸν νοῦν διαφθείρας τὸν δυνάμενον λύειν τὰ πάθη θησαυρῷ παρακαθίσῃς, οὐ μόνον οὐδὲν ὤνησας, ἀλλὰ καὶ τὰ μέγιστα ἐζημίωσας, καὶ πᾶσαν ἔβλαψας τὴν ψυχήν. Εἶδες πῶς δι' ὧν μάλιστα ἐπιθυμοῦσιν ἄνθρωποι τῆς πονηρίας πανταχοῦ, διὰ τούτων αὐτοὺς μάλιστα ἐκείνης ἀπάγει, καὶ πρὸς ἀρετὴν ἐπανάγει; Τίνος γὰρ ἕνεκεν ἐπιθυμεῖς χρημάτων; φησίν· οὐχ ἵνα ἡδονῆς ἀπολαύῃς καὶ τρυφῆς; Τοῦτο μὲν οὖν μάλιστα οὐκ ἔσται σοι ἐντεῦθεν, ἀλλὰ τοὐναντίον ἅπαν. Εἰ γὰρ ὀφθαλμῶν ἐκκοπέντων οὐδενὸς αἰσθανόμεθα τῶν ἡδέων διὰ τὴν συμφορὰν τὴν ἐκεῖθεν, πολλῷ μᾶλλον ἐν τῇ τοῦ νοῦ διαστροφῇ καὶ πηρώσει τοῦτο πεισόμεθα. Τίνος δὲ ἕνεκεν κατορύττεις ἐν τῇ γῇ; ἵνα φυλάττηται μετὰ ἀσφαλείας; Ἀλλὰ κἀνταῦθα πάλιν τοὐναντίον, φησίν. Ὥσπερ οὖν τὸν νηστεύοντα καὶ ἐλεοῦντα καὶ προσευχόμενον πρὸς κενοδοξίαν, ἀφ' ὧν ἐπιθυμεῖ μάλιστα, ἀπὸ τούτων αὐτὸν ἐπεσπάσατο εἰς τὸ μὴ κενοδοξεῖν· (Τίνος γὰρ ἕνεκεν οὕτως εὔχῃ καὶ ἐλεεῖς;φησίν· τῆς παρὰ τῶν ἀνθρώπων δόξης ἐρῶν; οὐκοῦν μὴ οὕτως εὔχου, φησὶ καὶ τότε αὐτῆς τεύξῃ κατὰ τὴν ἡμέραν τὴν μέλλουσαν·) οὕτω καὶ τὸν φιλάργυρον, ἀφ' ὧν μάλιστα ἐσπούδακεν, ἀπὸ τούτων εἷλε. Τί γὰρ βούλει; φησί· τὰ χρήματά σου φυλάττεσθαι, καὶ ἡδονῆς ἀπολαύειν; Ταῦτά σοι ἀμφότερα παρέξομαι μετὰ πολλῆς τῆς περιουσίας, ἐὰν ἐκεῖ καταθῇ τὸ χρυσίον, ὄπου κελεύω. Σαφέστερον μὲν οὖν ἐν τοῖς μετὰ ταῦτα τὴν τοῦ νοῦ βλάβην τὴν ἐντεῦθεν γινομένην ἐπέδειξεν, ὅτε τῶν ἀκανθῶν ἐμνημόνευσε· τέως δὲ καὶ ἐνταῦθα οὐχ ὡς ἔτυχε τοῦτο ᾐνίξατο, δείξας ἐσκοτωμένον τὸν περὶ ταῦτα μαινόμενον. Καὶ καθάπερ οἱ ἐν σκότῳ ὄντες οὐδὲν ὁρῶσι σαφὲς, ἀλλὰ ἄν τε σχοῖνον ἴδωσιν, ὄφιν εἶναι νομίζουσιν, ἄν τε ὄρη καὶ φάραγγας, ἀποτεθνήκασι τῷ δέει· οὕτω καὶ αὐτοὶ τὰ μὴ φοβερὰ τοῖς ὁρῶσι, ταῦτα δι' ὑποψίας ἔχουσι· καὶ γὰρ πενίαν τρέμουσι· μᾶλλον δὲ οὐχὶ πενίαν μόνον, ἀλλὰ καὶ τὴν τυχοῦσαν ζημίαν. Καὶ γὰρ ἂν μικρόν τι παραπολέσωσι, τῶν τῆς ἀναγκαίας ἀπορούντων τροφῆς μᾶλλον ἀλγοῦσι καὶ διακόπτονται. Πολλοὶ γοῦν τῶν πλουτούντων καὶ ἐπὶ βρόχον ἦλθον, τὴν τοιαύτην οὐκ ἐνεγκόντες δυσημερίαν. Καὶ τὸ ὑβρίζεσθαι δὲ καὶ τὸ ἐπηρεάζεσθαι οὕτως ἀφόρητον αὐτοῖς εἶναι δοκεῖ, ὡς καὶ διὰ τοῦτο πάλιν τῆς παρούσης πολλοὺς ἀποῤῥαγῆναι ζωῆς. Πρὸς γὰρ πάντα μαλακοὺς αὐτοὺς ὁ πλοῦτος ἐποίησε, πλὴν τῆς αὐτοῦ διακονίας. Ὅταν γὰρ αὐτῷ δουλεύειν κελεύῃ, καὶ φόνων κατατολμῶσι, καὶ μαστίγων. καὶ ὀνειδῶν, καὶ αἰσχύνης ἁπάσης. Ὅπερ τῆς ἐσχάτης ἐστὶν ἀθλιότητος, ἐν μὲν οἷς δεῖ φιλοσοφεῖν, πάντων εἶναι μαλακωτέρους· ἐν δὲ οἷς εὐλαβεστέρους εἶναι ἐχρῆν, ἀναισχυντοτέρους πάλιν καὶ ἰταμωτέρους γίνεσθαι. Καὶ γὰρ τὸ αὐτὸ συμβαίνει τούτοις, οἷον ἂν εἴ τις πάθοι τὰ ὄντα πάντα ἀναλώσας εἰς τὰ μὴ δέοντα. Ὁ γὰρ τοιοῦτος, τοῦ καιροῦ τῆς ἀναγκαίας δαπάνης ἐπιστάντος, οὐδὲν ἔχων ἐπιδοῦναι, τὰ ἀνήκεστα πάσχει δεινὰ, πάντων τῶν αὐτοῦ προαναλωθέντων κακῶς.
εʹ. Καὶ καθάπερ οἱ ἐπὶ τῆς σκηνῆς τὰς πονηρὰς τέχνας εἰδότες ἐκείνας, ἐν μὲν ταύταις πολλὰ τῶν παραδόξων καὶ ἐπικινδύνων ὑπομένουσιν, ἐν δὲ ἑτέροις χρησίμοις καὶ ἀναγκαίοις πράγμασι πάντων εἰσὶ καταγελαστότεροι· οὕτω καὶ οὗτοι. Καὶ γὰρ οἱ ἐπὶ σχοίνου τεταμένης βαδίζοντες, τοσαύτην ἀνδρείαν ἐπιδεικνύμενοι, ἡνίκα ἄν τι τῶν ἀναγκαίων τόλμαν ἀπαιτῇ καὶ ἀνδρείαν, οὐδὲ ἐννοῆσαί τι δύνανται ἢ ἀνέχονται τοιοῦτον. Οὕτω δὴ καὶ οἱ πλουτοῦντες, πάντα ὑπὲρ χρημάτων τολμῶντες, ὑπὲρ τοῦ φιλοσοφεῖν οὐ μικρὸν, οὐ μέγα τι τοιοῦτον ὑπομεῖναι ἀνέχονται. Καὶ καθάπερ ἐκεῖνοι καὶ σφαλερὸν καὶ ἀκερδὲς πρᾶγμα μεταχειρίζουσιν· οὕτω καὶ οὗτοι κινδύνους μὲν ὑπομένουσι πολλοὺς καὶ κρημνοὺς, εἰς οὐδὲν δὲ χρήσιμον ἀπαντῶσι τέλος, καὶ διπλοῦν ὑπομένουσι σκότος, ἀπό τε τῆς τοῦ νοῦ διαστροφῆς πεπηρωμένοι, ἀπό τε τῆς τῶν φροντίδων ἀπάτης πολλὴν τὴν ἀχλὺν ὑπομένοντες. ∆ιόπερ οὐδὲ διαβλέψαι ῥᾳδίως δύνανται. Ὁ μὲν γὰρ ἐν σκότῳ ὢν, μόνον ἡλίου φανέντος ἀπαλλάττεται τοῦ σκότους· ὁ δὲ τὰς ὄψεις πεπηρωμένος, οὐδὲ ἡλίου φανέντος· ὃ δὴ καὶ οὗτοι πεπόνθασι. Οὐδὲ γὰρ τοῦ ἡλίου τῆς δικαιοσύνης λάμψαντος καὶ παραινοῦντος ἀκούουσιν, ἀποκλείσαντος αὐτοῖς τοὺς ὀφθαλμοὺς τοῦ πλούτου. ∆ιὸ καὶ διπλοῦν σκότος ὑπομένουσι· τὸ μὲν ἐξ ἑαυτῶν, τὸ δὲ ἐκ τοῦ μὴ προσέχειν τῷ διδασκάλῳ. Προσέχωμεν τοίνυν αὐτῷ μετὰ ἀκριβείας, ἵνα ὀψὲ γοῦν ποτε ἀναβλέψωμεν. Καὶ πῶς ἀναβλέψαι δυνατόν; Ἐὰν μάθῃς πῶς ἐτυφλώθης. Πῶς οὖν ἐτυφλώθης; Ἀπὸ τῆς πονηρᾶς ἐπιθυμίας. Καθάπερ γὰρ κόρῃ καθαρᾷ χυμὸς ἐπιῤῥεύσας πονηρὸς ὁ τῶν χρημάτων ἔρως, πυκνὴν τὴν νεφέλην ἐποίησεν. Ἀλλὰ καὶ διασκεδασθῆναι καὶ ῥαγῆναι τὴν νεφέλην ταύτην ῥᾴδιον, ἐὰν τὴν ἀκτῖνα τῆς τοῦ Χριστοῦ δεξώμεθα διδασκαλίας· ἂν ἀκούσωμεν αὐτοῦ παραινοῦντος καὶ λέγοντος· Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς. Καὶ τί μοι, φησὶ, πλέον ἀπὸ τῆς ἀκροάσεως, ὅταν ὑπὸ τῆς ἐπιθυμίας κατέχωμαι; Μάλιστα μὲν οὖν καὶ τὴν ἐπιθυμίαν ἡ συνεχὴς ἀκρόασις καταλῦσαι δυνήσεται. Ἂν δ' ἄρα ἐπιμένῃς κατεχόμενος, ἐννόησον ὅτι οὐδὲ ἐπιθυμία τὸ πρᾶγμά ἐστι. Ποία γὰρ ἐπιθυμία, δουλεύειν χαλεπῶς, καὶ ὑποκεῖσθαι τυραννίδι, καὶ δεδέσθαι πανταχόθεν, καὶ ἐν σκότῳ διατρίβειν, καὶ θορύβου γέμειν, καὶ πόνους ὑπομένειν ἀκερδεῖς, καὶ ἑτέροις φυλάττειν τὰ χρήματα, πολλάκις δὲ καὶ ἐχθροῖς; Ποίας ταῦτα ἐπιθυμίας ἄξια; ποίας δὲ οὐ φυγῆς καὶ δρόμων; Ποία ἐπιθυμία, θησαυρὸν ἀποτίθεσθαι μεταξὺ κλεπτῶν; Εἰ γὰρ ὅλως ἐπιθυμεῖς χρημάτων, μετάθες ἔνθα δύναται μένειν ἀσφαλῆ καὶ ἀνεπηρέαστα. Ὡς ἅ γε νῦν ποιεῖς, οὐ χρημάτων ἐπιθυμοῦντός ἐστιν, ἀλλὰ δουλείας, καὶ ἐπηρείας, καὶ ζημίας, καὶ ὀδύνης διηνεκοῦς. Σὺ δὲ, ἂν μέν τις ἀνθρώπων ἐπὶ τῆς γῆς τόπον ἀνεπηρέαστον δείξῃ, κἂν εἰς αὐτὴν ἐξαγάγῃ τὴν ἔρημον, ὑποσχόμενος ἀσφάλειαν τῇ φυλακῇ τῶν χρημάτων, οὐ κατοκνεῖς, οὐδὲ ἀναδύῃ, ἀλλὰ καὶ ἐμπιστεύεις, καὶ ἐκβάλλεις ἐκεῖ τὰ χρήματα· τοῦ Θεοῦ δὲ ἀντὶ ἀνθρώπων ὑπισχνουμένου σοι τοῦτο, καὶ οὐχὶ τὴν ἔρημον, ἀλλὰ τὸν οὐρανὸν προτιθέντος, τὰ ἐναντία καταδέχῃ. Καίτοιγε κἂν μυριάκις ἐν ἀσφαλείᾳ γένηται κάτω, τῆς φροντίδος οὐδέποτε ἐλεύθερος γενέσθαι δυνήσῃ. Κἂν γὰρ μὴ ἀπολέσῃς, τοῦ φροντίζειν μὴ ἀπολέσῃς οὐδέποτε ἀπαλλαγήσῃ. Ἐκεῖ δὲ οὐδὲν ὑποστήσῃ τούτων· καὶ τὸ δὴ πλέον, ὅτι οὐ κατορύττεις τὸ χρυσίον μόνον, ἀλλὰ καὶ φυτεύεις. Τὸ γὰρ αὐτὸ καὶ θησαυρός ἐστι καὶ σπόρος· μᾶλλον δὲ ἑκατέρων τούτων πλέον. Ὁ μὲν γὰρ σπόρος οὐ μένει διαπαντὸς, τοῦτο δὲ μένει διηνεκῶς. Πάλιν ὁ θησαυρὸς οὐ βλαστάνει, οὗτος δὲ ἀθανάτους σοι φέρει καρπούς. Εἰ δὲ τὸν χρόνον μοι λέγεις, καὶ τὴν ἀναβολὴν τῆς ἀποδόσεως, ἔχω μὲν καὶ ἐγὼ δεῖξαι, καὶ εἰπεῖν ὅσα καὶ ἐνταῦθα ἀπολαμβάνεις· χωρὶς δὲ τούτων, καὶ ἀπ' αὐτῶν τῶν βιωτικῶν σε ἐλέγξαι πειράσομαι μάτην ταῦτα προφασιζόμενον. ʹ. Πολλὰ γὰρ καὶ ἐν τῷ παρόντι βίῳ κατασκευάζεις, ὧν οὐ μέλλεις αὐτὸς ἀπολαύειν· κἂν ἐγκαλῇ τις, τοὺς παῖδας καὶ τοὺς ἐκείνων παῖδας προβαλλόμενος, ἱκανὴν δοκεῖς παραμυθίαν τῶν περιττῶν εὑρηκέναι πόνων. Ὅταν γὰρ ἐν ἐσχάτῳ γήρᾳ γενόμενος οἰκοδομῇς οἰκίας λαμπρὰς, ὧν πρὸ τοῦ τέλους ἀπελεύσῃ πολλάκις, καὶ δένδρα φυτεύῃς, ἃ μετὰ πολλὰ ἔτη τὸν καρπὸν οἴσει· [ὅταν φυτεύῃς ἐν χωρίῳ δένδρα, ὧν μετὰ μυρία ἔτη ὁ καρπὸς ἥξει,] καὶ οὐσίας ἀγοράζῃς καὶ κλήρους, ὧν μετὰ πολὺν δέξῃ χρόνον τὴν δεσποτείαν, καὶ ἕτερα πολλὰ τοιαῦτα φιλοπονῇς, ὧν οὐ καρπώσῃ τὴν ἀπόλαυσιν· ἆρα διὰ σεαυτὸν ἢ διὰ τοὺς μετὰ ταῦτα ποιεῖς; Πῶς οὖν οὐκ ἐσχάτης ἀνοίας, ἐνταῦθα μὲν μηδὲν ἀλύειν πρὸς τὴν τοῦ χρόνου μέλλησιν, καὶ ταῦτα μέλλοντα ἐκ τῆς μελλήσεως ταύτης ἁπάσης τῶν πόνων ἐκπίπτειν τῆς ἀμοιβῆς· ἐκεῖ δὲ διὰ τὴν ἀναβολὴν ναρκᾷν, καὶ ταῦτα πλέον σοι φερούσης τὸ κέρδος, καὶ οὐκ εἰς ἑτέρους παραπεμπούσης τὰ ἀγαθὰ, ἀλλὰ σοὶ κομιζούσης τὰς δωρεάς; Χωρὶς δὲ τούτων οὐδὲ ἡ ἀναβολὴ πολλή. Καὶ γὰρ ἐπὶ θύραις τὰ πράγματα, καὶ οὐκ ἴσμεν μή ποτε καὶ ἐν τῇ ἡμετέρᾳ γενεᾷ τέλος ἕξει τὰ καθ' ἡμᾶς ἅπαντα, καὶ ἡ φοβερὰ παραγένηται ἡμέρα ἐκείνη. τὸ φρικῶδες ἡμῖν ἐνδεικνυμένη καὶ ἀδέκαστον δικαστήριον. Καὶ γὰρ τὰ πλείονα τῶν σημείων ἀπήρτισται, καὶ τὸ Εὐαγγέλιον λοιπὸν πανταχοῦ τῆς οἰκουμένης κεκήρυκται, καὶ τὰ τῶν πολέμων, καὶ τὰ τῶν σεισμῶν, καὶ τὰ τῶν λιμῶν ἐξέβη, καὶ οὐ πολὺ τὸ μέσον. Ἀλλ' οὐχ ὁρᾷς σημεῖα; Καὶ τοῦτο αὐτὸ μέγιστον σημεῖον. Οὐδὲ γὰρ οἱ ἐπὶ Νῶε εἶδον προοίμια τῆς πανωλεθρίας ἐκείνης, ἀλλὰ μεταξὺ παίζοντες, ἐσθίοντες, γαμοῦντες, τὰ συνήθη πράττοντες ἅπαντα, οὕτω κατελήφθησαν ὑπὸ τῆς φοβερᾶς δίκης ἐκείνης. Καὶ οἱ ἐν Σοδόμοις δὲ ὁμοίως, τρυφῶντες καὶ οὐδὲν ὑφορώμενοι τῶν γεγενημένων, ὑπὸ τῶν κεραυνῶν κατεφλέχθησαν τῶν τότε κατενεχθέντων. Ἅπερ οὖν ἅπαντα ἐννοοῦντες, ἐπιστρέψωμεν ἑαυτοὺς πρὸς τὴν τῆς ἐντεῦθεν ἀποδημίας παρασκευήν. Κἂν γὰρ ἡ κοινὴ τῆς συντελείας ἡμέρα μηδέποτε ἐπιστῇ, τὸ ἑκάστου τέλος ἐπὶ θύραις, κἂν γεγηρακώς τις ᾖ, κἂν νέος· καὶ οὐκ ἔστιν ἐντεῦθεν ἀπελθόντας οὔτε ἔλαιον πρίασθαι λοιπὸν, οὔτε δεηθέντας ἐπιτυχεῖν συγγνώμης, κἂν Ἀβραὰμ ὁ παρακαλῶν ᾖ, κἂν Νῶε, κἂν Ἰὼβ, κἂν ∆ανιήλ. Ἕως οὖν καιρὸν ἔχομεν, προαποθώμεθα ἑαυτοῖς πολλὴν τὴν παῤῥησίαν, συναγάγωμεν ἔλαιον δαψιλὲς, μεταθῶμεν ἅπαντα εἰς τὸν οὐρανὸν, ἵνα ἐν καιρῷ τῷ προσήκοντι καὶ ᾧ μάλιστα αὐτῶν δεόμεθα, πάντων ἀπολαύσωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η επεξεργασία, επιμέλεια μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου