Ιωάννης Χρυσόστομος
Πρός Απόστολον Ματθαίον
Τόμος 57
Λʹ Καὶ παράγων ὁ Ἰησοῦς ἐκεῖθεν, εἶδεν ἄνθρωπον ἐπὶ τὸ τελώνιον καθήμενον, Ματθαῖον λεγόμενον· καὶ λέγει αὐτῷ· «Ἀκολούθει μοι.»
αʹ.Ποιήσας γὰρ τὸ θαῦμα οὐκ ἐπέμεινεν, ἵνα μὴ τὸν ζῆλον ἐξάψῃ πλέον ὁρώμενος· ἀλλὰ χαρίζεται αὐτοῖς ἀναχωρῶν, καὶ τὸ πάθος παραμυθούμενος. Τοῦτο δὴ καὶ ἡμεῖς ποιῶμεν, μὴ ὁμόσε χωροῦντες τοῖς ἐπιβουλεύουσιν, ἀλλὰ παραμυθώμεθα αὐτῶν τὸ ἕλκος, ἐνδιδόντες καὶ χαλῶντες αὐτῶν τὸν τόνον. Ἀλλὰ τίνος ἕνεκεν οὐ μετὰ Πέτρου καὶ Ἰωάννου καὶ τῶν ἄλλων αὐτὸν ἐκάλεσεν; Ὥσπερ ἐκεῖ τότε παρεγένετο, ὅτε ᾔδει τοὺς ἀνθρώπους πεισθησομένους· οὕτω καὶ τὸν Ματθαῖον τότε ἐκάλεσεν, ὅτε ἠπίστατο εἴξοντα. ∆ιὰ δὴ τοῦτο καὶ Παῦλον μετὰ τὴν ἀνάστασιν ἡλίευσεν. Ὁ γὰρ τὰς καρδίας ἐπιστάμενος, καὶ τὰ ἀπόῤῥητα τῆς ἑκάστου διανοίας εἰδὼς, ᾔδει καὶ πότε ἔμελλεν ἕκαστος τούτων ὑπακούσεσθαι.
∆ιὰ τοῦτο οὐκ ἐν προοιμίοις αὐτὸν ἐκάλει, ὅτε σκληρότερον ἔτι διέκειτο, ἀλλὰ μετὰ τὰ μυρία θαύματα, καὶ τὴν πολλὴν περὶ αὐτοῦ φήμην, ὅτε καὶ ἐπιτηδειότερον ᾔδει πρὸς τὴν ὑπακοὴν γεγενημένον. Ἄξιον δὲ καὶ τοῦ εὐαγγελιστοῦ θαυμάσαι τὴν φιλοσοφίαν, πῶς οὐκ ἀποκρύπτεται αὐτοῦ τὸν ἔμπροσθεν βίον, ἀλλὰ καὶ τὸ ὄνομα τίθησι, τῶν ἄλλων κρυψάντων αὐτὸν προσηγορίᾳ ἑτέρᾳ. Τίνος δὲ ἕνεκεν εἶπεν, ὅτι Ἐπὶ τὸ τελώνιον καθήμενον; ∆εικνὺς τοῦ καλέσαντος τὴν δύναμιν, ὅτι οὐ λήξαντα, οὐδὲ ἀποστάντα τῆς πονηρᾶς ταύτης καπηλείας, ἀλλ' ἐκ μέσων αὐτὸν ἀνέσπασε τῶν κακῶν· καθάπερ οὖν καὶ τὸν μακάριον Παῦλον μαινόμενον καὶ λυττῶντα καὶ πῦρ ἀφιέντα μετέστησεν· ὅπερ οὖν καὶ αὐτὸς δεῖγμα ποιούμενος τῆς τοῦ καλέσαντος δυνάμεως, φησὶ Γαλάταις· Ἠκούσατε τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ, ὅτι καθ' ὑπερβολὴν ἐδίωκον τὴν Ἐκκλησίαν τοῦ Θεοῦ· καὶ τοὺς ἁλιέας δὲ ἐν μέσοις τοῖς ἔργοις ὄντας ἐκάλεσεν. Ἀλλ' ἐκεῖνο μὲν τέχνη τις ἦν οὐ διαβεβλημένη μὲν, ἀνθρώπων δὲ ἀγροικότερον διακειμένων, καὶ ἀμίκτων, καὶ πολὺ τὸ ἀφελὲς κεκτημένων· τοῦτο δὲ ἐπιτήδευμα ἀναισχυντίας γέμον ἦν καὶ ἰταμότητος, καὶ κέρδος οὐκ ἔχον πρόφασιν εὔλογον, καὶ ἐμπορία ἀναιδὴς, καὶ ἁρπαγὴ σχῆμα ἔχουσα ἔννομον· ἀλλ' ὅμως οὐδὲν τούτων ἐπῃσχύνετο ὁ καλέσας. Καὶ τί λέγω, εἰ τελώνην οὐκ ἐπῃσχύνετο, ὅπου γε οὐδὲ πόρνην γυναῖκα οὐ μόνον καλέσαι οὐκ ἐπῃσχύνθη, ἀλλὰ καὶ φιλῆσαι τοὺς πόδα, αὐτοῦ καὶ βρέξαι τοῖς δάκρυσι παρεῖχεν αὐτῇ; Καὶ γὰρ διὰ τοῦτο παραγέγονεν, οὐχ ἵνα σώματα θεραπεύσῃ μόνον, ἀλλ' ἵνα καὶ ψυχῆς κακίαν ἰάσηται. Ὃ καὶ ἐπὶ τοῦ παραλυτικοῦ πεποίηκε· καὶ δείξας σαφῶς, ὅτι δύναται ἀφιέναι ἁμαρτίας, τότε ἐπὶ τοῦτον ἔρχεται, ἵνα μηκέτι θορυβῶνται τελώνην ὁρῶντες εἰς τὸν τῶν μαθητῶν ἐγκρινόμενον χορόν. Ὁ γὰρ κύριος ὢν λῦσαι τὰ πεπλημμελημένα πάντα, τί θαυμάζεις εἰ καὶ τοῦτον ἀπόστολον ποιεῖ; Ἀλλ' ὥσπερ εἶδες τοῦ καλέσαντος τὴν δύναμιν, οὕτω καταμάνθανε καὶ τοῦ κληθέντος τὴν ὑπακοήν. Οὔτε γὰρ ἀντέτεινεν, οὐδὲ ἀμφισβητῶν εἶπε· Τί τοῦτο; ἆρα μὴ ἀπατηλῇ κλήσει ἐμὲ τὸν τοιοῦτον καλεῖς; καὶ γὰρ ἄκαιρος αὕτη πάλιν ἡ ταπεινοφροσύνη· ἀλλ' εὐθέως ὑπήκουσε, καὶ οὐδὲ οἴκαδε ἀπελθεῖν ἠξίωσε, καὶ τοῖς αὐτοῦ περὶ τούτου κοινώσασθαι, ὥσπερ οὖν οὐδὲ οἱ ἁλιεῖς· ἀλλ' ὃν τρόπον ἐκεῖνοι τὸ δίκτυον καὶ τὸ πλοῖον καὶ τὸν πατέρα, οὕτω καὶ οὗτος τὴν τελωνείαν καὶ τὸ κέρδος ἀφεὶς εἵπετο, παρεσκευασμένην πρὸς ἅπαντα τὴν γνώμην ἐπιδεικνύμενος· καὶ πάντων ἀθρόως ἑαυτὸν ἀποῤῥηγνὺς τῶν βιωτικῶν, ἐμαρτύρει τῇ εὐκαιρίᾳ τοῦ καλέσαντος διὰ τῆς ἀπηρτισμένης ὑπακοῆς. Καὶ τί δήποτε, φησὶν, οὐχὶ καὶ περὶ τῶν ἄλλων εἶπεν ἡμῖν, πῶς καὶ τίνα τρόπον ἐκλήθησαν, ἀλλὰ περὶ Πέτρου καὶ Ἰακώβου καὶ Ἰωάννου καὶ Φιλίππου, περὶ δὲ τῶν ἄλλων οὐδαμοῦ; Ὅτι οὗτοι μάλιστα ἦσαν ἐν τοῖς ἀτόποις καὶ ταπεινοῖς ἐπιτηδεύμασιν. Οὔτε γὰρ τελωνείας τι χεῖρον, οὔτε ἁλείας εὐτελέστερον. Ὅτι δὲ καὶ Φίλιππος τῶν σφόδρα ἀσήμων ἦν, ἀπὸ τῆς πατρίδος δῆλον.
∆ιὰ τοῦτο τούτους μάλιστα ἡμῖν ἀνακηρύττουσι μετὰ τῶν ἐπιτηδευμάτων,δηλοῦντες ὅτι καὶ ἐν τοῖς λαμπροῖς τῶν διηγημάτων τούτοις πιστεύειν χρή. Οἱ γὰρ τῶν δοκούντων ἐπονειδίστων εἶναι μηδὲν αἱρούμενοι παραλιπεῖν, ἀλλὰ πρὸ τῶν ἄλλων ταῦτα μετὰ ἀκριβείας ἀνακηρύττοντες, καὶ ἐπὶ τοῦ ∆ιδασκάλου καὶ ἐπὶ τῶν μαθητῶν, πῶς ἂν εἶεν ἐπὶ τῶν σεμνῶν ὕποπτοι; καὶ μάλιστα ὅταν σημεῖα μὲν πολλὰ καὶ θαύματα παρατρέχωσι, τὰ δὲ ἐπὶ τοῦ σταυροῦ δοκοῦντα εἶναι ὀνείδη μετὰ ἀκριβείας βοῶσι· καὶ τῶν μαθητῶν τὰ ἐπιτηδεύματα καὶ τὰ ἐλαττώματα, καὶ τοῦ ∆ιδασκάλου τοὺς προγόνους τοὺς ἐπὶ ἁμαρτήμασι βεβοημένους λαμπρὰ ἐκκαλύπτωσι τῇ φωνῇ; Ὅθεν δῆλον ὅτι πολὺν τῆς ἀληθείας ἐποιοῦντο λόγον, καὶ οὐδὲν πρὸς χάριν, οὐδὲ πρὸς ἐπίδειξιν ἔγραφον.
βʹ. Καλέσας τοίνυν αὐτὸν, καὶ τιμῇ μεγίστῃ τετίμηκε, τραπέζης αὐτῷ κοινωνήσας εὐθέως· ταύτῃ γὰρ αὐτὸν καὶ ὑπὲρ τῶν μελλόντων εὔελπιν ἐποίει· καὶ εἰς πλείονα παῤῥησίαν ἦγεν. Οὐ γὰρ χρόνῳ μακρῷ, ἀλλ' ἀθρόον ἰάσατο τὴν κακίαν. Καὶ οὐκ αὐτῷ συνανάκειται μόνῳ, ἀλλὰ καὶ ἑτέροις πολλοῖς· καίτοι καὶ τοῦτο ἐδόκει αὐτοῦ ἔγκλημα εἶναι, ὅτι οὐκ ἀπεσόβησε τοὺς ἁμαρτωλούς. Ἀλλ' οὐδὲ τοῦτο κρύπτουσιν, οἷα ἐπισκήπτειν ἐπιχειροῦσι τοῖς παρ' αὐτοῦ γινομένοις. Συνέρχονται δὲ οἱ τελῶναι ὡς πρὸς ὁμότεχνον· ἐγκαλλωπιζόμενος γὰρ τῇ εἰσόδῳ τῇ τοῦ Χριστοῦ, πάντας αὐτοὺς συνεκάλεσε. Καὶ γὰρ πᾶν εἶδος θεραπείας ὁ Χριστὸς ἐκίνει, καὶ οὐχὶ διαλεγόμενος μόνον, οὐδὲ θεραπεύων, οὐδὲ ἐλέγχων τοὺς ἐχθροὺς, ἀλλὰ καὶ ἀριστῶν διώρθου πολλοὺς τῶν κακῶς διακειμένων· διὰ τούτων διδάσκων ἡμᾶς, ὅτι πᾶς καιρὸς καὶ πᾶν ἔργον δύναται παρέχειν ἡμῖν τὴν ὠφέλειαν. Καίτοιγε τὰ παρακείμενα τότε ἐξ ἀδικίας ἦν καὶ πλεονεξίας· ἀλλ' οὐ παρῃτήσατο ὁ Χριστὸς αὐτῶν μετασχεῖν, ἐπειδὴ μέγα τὸ κέρδος ἐντεῦθεν ἔμελλε γίνεσθαι, ἀλλὰ καὶ ὁμορόφιος καὶ ὁμοτράπεζος γίνεται τοῖς τοιαῦτα πεπλημμεληκόσι. Τοιοῦτος γὰρ ὁ ἰατρός· ἂν μὴ ἀνάσχηται τῆς σηπεδόνος τῶν καμνόντων, οὐκ ἀπαλλάττει τῆς ἀῤῥωστίας αὐτούς. Καίτοιγε πονηρὰν ἐντεῦθεν ἔλαβε δόξαν, καὶ τῷ μετ' αὐτοῦ φαγεῖν, καὶ τῷ ἐν τῇ οἰκίᾳ τῇ ἐκείνου, καὶ τῷ μετὰ πολλῶν τελωνῶν. Ὅρα γοῦν αὐτοὺς τοῦτο ὀνειδίζοντας· Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν. Ἀκουέτωσαν ὅσοι μεγάλην ἐπὶ νηστείᾳ δόξαν ἑαυτοῖς περιτιθέναι σπουδάζουσιν, καὶ ἐννοείτωσαν ὅτι ὁ ∆εσπότης ἡμῶν φάγος καὶ οἰνοπότης ἐκλήθη, καὶ οὐκ ᾐσχύνετο, ἀλλὰ πάντων ὑπερεώρα τούτων, ἵνα τὸ προκείμενον ἀνύσῃ· ὅπερ οὖν καὶ ἐγένετο. Καὶ γὰρ καὶ μετεβάλετο ὁ τελώνης, καὶ βελτίων οὕτως ἐγένετο. Καὶ ἵνα μάθῃς, ὅτι μέγα τοῦτο ἤνυσε τὸ κοινωνῆσαι αὐτῷ τῆς τραπέζης, ἄκουσον τί φησιν ὁ Ζακχαῖος, ἕτερος πάλιν τελώνης. Ἐπειδὴ γὰρ ἤκουσε τοῦ Χριστοῦ λέγοντος, Σήμερον ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι, ὑπὸ τῆς ἡδονῆς πτερωθεὶς, Τὰ ἡμίση τῶν ὑπαρχόντων μοι δίδωμι πτωχοῖς, φησὶ, καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν. Καὶ πρὸς αὐτὸν ὁ Ἰησοῦς φησι· Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο. Οὕτω διὰ πάντων ἔνεστι παιδεύειν. Καὶ πῶς ὁ Παῦλος, φησὶ, κελεύει, ἐάν τις, ἀδελφὸς ὀνομαζόμενος, ἢ πόρνος, ἢ πλεονέκτης, τῷ τοιούτῳ μηδὲ συνεσθίειν; Μάλιστα μὲν οὔπω δῆλον, εἰ καὶ διδασκάλοις ταῦτα παραινεῖ, ἀλλ' οὐχὶ ἀδελφοῖς μόνοις. Ἔπειτα, οὗτοι οὔπω τῶν ἀπηρτισμένων ἦσαν, οὐδὲ ἀδελφῶν γεγενημένων. Πρὸς δὲ τούτοις ὁ Παῦλος καὶ τοὺς ἀδελφοὺς γεγενημένους τότε ἀποστρέφεσθαι κελεύει, ὅταν ἐπιμένωσιν· οὗτοι δὲ ἦσαν παυσάμενοι λοιπὸν καὶ μεταβαλόμενοι. Ἀλλ' οὐδὲν τούτων τοὺς Φαρισαίους ἐνέτρεψεν, ἀλλ' ἐγκαλοῦσι τοῖς μαθηταῖς λέγοντες· ∆ιατί μετὰ τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν; Καὶ ὅταν μὲν αὐτοὶ δοκῶσιν ἁμαρτάνειν, αὐτῷ ἐντυγχάνουσι λέγοντες· Ἰδοὺ οἱ μαθηταί σου ποιοῦσιν ὃ οὐκ ἔξεστι ποιεῖν ἐν σαββάτῳ· ἐνταῦθα δὲ πρὸς αὐτοὺς αὐτὸν διαβάλλουσιν. Ἅπερ πάντα κακουργούντων ἦν καὶ βουλομένων ἀποῤῥῆξαι τοῦ διδασκάλου τὸν χορὸν τῶν μαθητῶν. Τί οὖν ἡ ἄπειρος σοφία; Οὐ χρείαν ἔχουσι, φησὶν, οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες. Ὅρα πῶς αὐτῶν εἰς τοὐναντίον περιέτρεψε τὸν λόγον. Ἐκεῖνοι μὲν γὰρ ἔγκλημα ἐποιοῦντο τὸ συγγίνεσθαι αὐτὸν τούτοις· αὐτὸς δὲ τοὐναντίον φησὶν, ὅτι τὸ μὴ συγγίνεσθαι ἀνάξιον αὐτοῦ καὶ τῆς αὐτοῦ φιλανθρωπίας καὶ οὐ μόνον ἐγκλήματος ἐκτὸς τὸ τοὺς τοιούτους διορθοῦν, ἀλλὰ προηγούμενον καὶ ἀναγκαῖον καὶ μυρίων ἄξιον ἐπαίνων. Εἶτα ἵνα μὴ δόξῃ καταισχύνειν τοὺς κληθέντας τῷ λέγειν, οἱ κακῶς ἔχοντες, ὅρα πῶς αὐτὸ παραμυθεῖται πάλιν, ἐπιτιμῶν αὐτοῖς καὶ λέγων· Πορευθέντες δὲ μάθετε τί ἐστιν, Ἔλεον θέλω, καὶ οὐ θυσίαν. Τοῦτο δὲ ἔλεγε, τὴν τῶν Γραφῶν ἄγνοιαν αὐτοῖς ὀνειδίζων. ∆ιὸ καὶ πληκτικώτερον κέχρηται τῷ λόγῳ, οὐχὶ αὐτὸς ὀργιζόμενος· μὴ γένοιτο· ἀλλ' ὥστε ἐκείνους μὴ ἐξαπορηθῆναι. Καίτοιγε ἠδύνατο εἰπεῖν· Οὐκ ἐνενοήσατε, πῶς ἔλυσα τὰς ἁμαρτίας τοῦ παραλυτικοῦ; πῶς τὸ σῶμα ἔσφιγξα; Ἀλλ' οὐ λέγει τούτων οὐδέν· ἀλλ' ἀπὸ τῶν κοινῶν λογισμῶν πρῶτον αὐτοῖς διαλέγεται, καὶ τότε ἀπὸ τῶν Γραφῶν. Εἰπὼν γὰρ, Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες, καὶ λανθανόντως δείξας ἑαυτὸν ὄντα τὸν ἰατρὸν, τότε εἶπε· Πορευθέντες μάθετε τί ἐστιν, Ἔλεον θέλω καὶ οὐ θυσίαν. Οὕτω καὶ ὁ Παῦλος ποιεῖ. Πρότερον ἀπὸ τῶν κοινῶν παραδειγμάτων τὸν λόγον κατασκευάσας, καὶ εἰπών· Τίς ποιμαίνει ποίμνην, καὶ ἐκ τοῦ γάλακτος αὐτῆς οὐκ ἐσθίει τότε καὶ τὰς Γραφὰς ἐπήγαγε λέγων· Ἐν γὰρ τῷ νόμῳ Μωϋσέως γέγραπται, Οὐ φιμώσεις βοῦν ἀλοῶντα· καὶ πάλιν, Οὕτως ὁ Κύριος διέταξε τοῖς τὸ Εὐαγγέλιον καταγγέλλουσιν, ἐκ τοῦ Εὐαγγελίου ζῇν. Πρὸς δὲ τοὺς μαθητὰς οὐχ οὕτως· ἀλλὰ τῶν σημείων ἀναμιμνήσκει οὕτω λέγων· Οὔπω μνημονεύετε τοὺς πέντε ἄρτους τῶν πεντακισχιλίων, καὶ πόσους κοφίνους ἐλάβετε;
γʹ. Ἀλλ' οὐ πρὸς τούτους οὕτως· ἀλλὰ τῆς ἀσθενείας ἀναμιμνήσκει τῆς κοινῆς, καὶ δείκνυσι καὶ αὐτοὺς ὄντας τῶν ἀσθενούντων, οἴγε οὐδὲ τὰς Γραφὰς ᾔδεσαν, καὶ πάσης τῆς λοιπῆς ἀμελοῦντες ἀρετῆς, ἐν ταῖς θυσίαις τὸ πᾶν ἐτίθεντο· ὃ καὶ σφόδρα αὐτοὺς αἰνιττόμενος, τὸ διὰ τῶν προφητῶν πάντων εἰρημένον ἐν βραχεῖ τίθησι, λέγων· Μάθετε τί ἐστιν, Ἔλεον θέλω, καὶ οὐ θυσίαν. ∆ιὰ γὰρ τούτων δείκνυσιν οὐκ αὐτὸν ὄντα τὸν παρανομοῦντα, ἀλλ' ἐκείνους· ὡσανεὶ ἔλεγε· Τίνος ἕνεκεν ἐγκαλεῖτέ μοι· ὅτι ἁμαρτωλοὺς διορθοῦμαι; Οὐκοῦν καὶ τῷ Πατρὶ τοῦτο ἐγκαλέσετε. Ὅπερ οὖν καὶ ἀλλαχοῦ τοῦτο κατασκευάζων ἔλεγεν· Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι· καὶ ἐνταῦθα πάλιν· Πορευθέντες μάθετε τί ἐστιν, Ἔλεον θέλω, καὶ οὐ θυσίαν. Ὥσπερ γὰρ ἐκεῖνος τοῦτο βούλεται, φησὶν, οὕτω καὶ ἐγώ. Ὁρᾷς πῶς ἐκεῖνα μὲν περιττὰ, ταῦτα δὲ ἀναγκαῖα; Οὐδὲ γὰρ εἶπεν, Ἔλεον θέλω καὶ θυσίαν, ἀλλ', Ἔλεον θέλω, καὶ οὐ θυσίαν. Τὸ μὲν γὰρ ἐνέκρινε, τὸ δὲ ἐξέβαλε· καὶ ἀπέδειξεν οὐ μόνον οὐ κεκωλυμένον ὅπερ ἐνεκάλουν, ἀλλὰ καὶ νενομοθετημένον, καὶ μᾶλλον τῆς θυσίας· καὶ τὴν Παλαιὰν αὐτὴν εἰσάγει συνῳδὰ αὐτῷ φθεγγομένην καὶ νομοθετοῦσαν. Καθαψάμενος τοίνυν αὐτῶν καὶ ἀπὸ τῶν κοινῶν ὑποδειγμάτων, καὶ ἀπὸ τῶν Γραφῶν, ἐπάγει πάλιν· Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλ' ἁμαρτωλοὺς εἰς μετάνοιαν. Ταῦτα δὲ εἰρωνευόμενος πρὸς αὐτοὺς λέγει, ὡς ὅταν λέγῃ· Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν· καὶ πάλιν· Ἐὰν πεινάσω, οὐ μή σοι εἴπω. Ὅτι γὰρ οὐδεὶς δίκαιος ἦν ἐπὶ τῆς γῆς, Παῦλος ἐδήλωσεν εἰπών· Πάντες γὰρ ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ. Τοῦτο δὲ καὶ ἐκείνους παρεμυθήσατο τοὺς κεκλημένους. Τοσοῦτον γὰρ ἀπέχω, φησὶ, τοῦ βδελύξασθαι ἁμαρτωλοὺς, ὅτι καὶ δι' αὐτοὺς παραγέγονα μόνους. Εἶτα, ἵνα μὴ ὑπτιωτέρους ἐργάσηται, εἰπὼν ἁμαρτωλοὺς, οὐκ ἐσίγησεν, ἀλλὰ προσέθηκεν, εἰς μετάνοιαν. Οὐ γὰρ ὥστε ἁμαρτωλοὺς μεῖναι παρεγενόμην, ἀλλ' ὥστε μεταβαλέσθαι καὶ γενέσθαι βελτίους. Ἐπεὶ οὖν πάντοθεν ἐπεστόμισε, καὶ ἀπὸ τῶν Γραφῶν, καὶ ἀπὸ τῆς τῶν πραγμάτων ἀκολουθίας, καὶ οὐδὲν ἔσχον εἰπεῖν, ὑπεύθυνοι τοῖς ἐγκλήμασι φανέντες, οἷς ἐπήγαγον αὐτῷ, καὶ ἐναντίοι τῷ νόμῳ καὶ τῇ Παλαιᾷ ἀφέντες αὐτὸν, πάλιν ἐπὶ τοὺς μαθητὰς τὸ ἔγκλημα μεταφέρουσι Καὶ ὁ μὲν Λουκᾶς φησιν, ὅτι οἱ Φαρισαῖοι εἶπον· οὗτος δὲ, ὅτι οἱ μαθηταὶ Ἰωάννου· εἰκὸς δὲ καὶ ἀμφοτέρους ταῦτα εἰρηκέναι. Ἐξαπορηθέντες γὰρ ἐκείνους, ὡς εἰκὸς, μεθ' ἑαυτῶν λαμβάνουσιν, ὅπερ καὶ ἐπὶ τῶν Ἡρωδιανῶν ὕστερον ἐποίησαν. Καὶ γὰρ ζηλοτύπως ἀεὶ πρὸς αὐτὸν εἶχον οἱ Ἰωάννου μαθηταὶ, καὶ ἀπεναντίας αὐτῷ διελέγοντο· τότε μόνον ταπεινωθέντες, ὅτε ἐν ἀρχῇ τὸ δεσμωτήριον ᾤκησεν Ἰωάννης. Ἐλθόντες γοῦν τότε ἀνήγγειλαν τῷ Ἰησοῦ· μετὰ δὲ ταῦτα ἐπὶ τὴν προτέραν ἐπανῆλθον βασκανίαν. Τί οὖν φασι; ∆ιατί ἡμεῖς καὶ οἱ Φαρισαῖοι νηστεύομεν πολλὰ, οἱ δὲ μαθηταί σου οὐ νηστεύουσι; Τοῦτό ἐστι τὸ νόσημα, ὃ πάλαι ἐξέκοπτεν ὁ Χριστὸς, λέγων· Ὅταν νηστεύῃς, ἄλειψαί σου τὴν κεφαλὴν, καὶ τὸ πρόσωπόν σου νίψαι, τὰ ἐξ αὐτοῦ τικτόμενα κακὰ προειδώς, Ἀλλ' οὐδὲ τούτοις ἐπιτιμᾷ, οὐδὲ λέγει· Ὦ κενόδοξοι καὶ περιττοί· ἀλλὰ μετὰ ἐπιεικείας αὐτοῖς ἁπάσης διαλέγεται, λέγων· Οὐ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος νηστεύειν, ἕως ἂν μετ' αὐτῶν ὁ νυμφίος ἐστίν. Ὅτε μὲν γὰρ ὑπὲρ ἑτέρων ὁ λόγος ἦν, τῶν τελωνῶν λέγω, ἵνα αὐτῶν παραμυθήσηται πληγεῖσαν τὴν ψυχὴν, σφοδρότερον ἐπετίμησε τοῖς ὀνειδίσασιν· ἔνθα δὲ αὐτὸν καὶ τοὺς μαθητὰς ἔσκωπτον, μετὰ ἐπιεικείας ἁπάσης ποιεῖται τὴν ἀπάντησιν. Ὃ δὲ λέγουσι, τοιοῦτόν ἐστιν· Ἔστω, σὺ, φησὶν, ὡς ἰατρὸς ταῦτα ποιεῖς· τί καὶ οἱ μαθηταὶ τὸ νηστεύειν ἀφέντες ταῖς τοιαύταις τραπέζαις προσέχουσιν; Εἶτα ἵνα μείζω ποιήσωσι τὴν κατηγορίαν, πρώτους ἑαυτοὺς τιθέασι, καὶ τότε τοὺς Φαρισαίους, τῇ συγκρίσει τὸ ἔγκλημα αὐξῆσαι βουλόμενοι. Καὶ γὰρ καὶ ἡμεῖς, φησὶ, καὶ οἱ Φαρισαῖοι νηστεύομεν πολλά. Καὶ γὰρ ἐνήστευον, οἱ μὲν παρὰ Ἰωάννου μαθόντες, οἱ δὲ ἀπὸ τοῦ νόμου· ὥσπερ οὖν καὶ ὁ Φαρισαῖος ἔλεγε· Νηστεύω δὶς τῆς ἑβδομάδος. Τί οὖν φησιν ὁ Ἰησοῦς, Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος νηστεύειν, ἐφ' ὅσον μετ' αὐτῶν ἐστιν ὁ νυμφίος; Πρότερον μὲν ἰατρὸν ἑαυτὸν ἐκάλεσεν, ἐνταῦθα δὲ νυμφίον, τὰ ἀπόῤῥητα μυστήρια διὰ τῶν ὀνομάτων τούτων ἀποκαλύπτων. Καίτοιγε ἐνῆν πληκτικώτερον πρὸς αὐτοὺς εἰπεῖν, ὅτι Οὐκ ἐστὲ τούτων κύριοι ὑμεῖς, ὥστε τοιαῦτα νομοθετεῖν. Τί γὰρ ὄφελος τῆς νηστείας, ὅταν πονηρίας ᾖ γέμουσα ἡ διάνοια; ὅταν ἑτέροις ἐγκαλῆτε; ὅταν κατακρίνητε, δοκοὺς περιφέροντες ἐπὶ τῶν ὀφθαλμῶν, καὶ πρὸς ἐπίδειξιν πάντα ποιῆτε; Πρὸ γὰρ τούτων ἁπάντων κενοδοξίαν ἐκβάλλειν ἐχρῆν, καὶ τὰ ἄλλα κατορθοῦν ἅπαντα, ἀγάπην, πραότητα, φιλαδελφίαν. Ἀλλ' οὐδὲν τούτων φησὶν, ἀλλὰ μετ' ἐπιεικείας ἁπάσης· Οὐ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος νηστεύειν, ἐφ' ὅσον μετ' αὐτῶν ἐστιν ὁ νυμφίος· ἀναμιμνήσκων αὐτοὺς τῶν Ἰωάννου ῥημάτων, δι' ὧν ἔλεγεν· Ὁ ἔχων τὴν νύμφην νυμφίος ἐστίν· ὁ δὲ φίλος τοῦ νυμφίου, ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου. Ὁ δὲ λέγει, τοιοῦτόν ἐστι· Χαρᾶς ὁ παρὼν καιρὸς καὶ εὐφροσύνης· μὴ τοίνυν ἐπείσαγε τὰ σκυθρωπά. Καὶ γὰρ σκυθρωπὸν ἡ νηστεία, οὐ τῇ φύσει, ἀλλ' ἐκείνοις τοῖς ἀσθενέστερον ἔτι διακειμένοις· ὡς τοῖς γε φιλοσοφεῖν ἐθέλουσι καὶ σφόδρα ἡδὺ τὸ πρᾶγμα καὶ ποθεινόν. Ὥσπερ γὰρ τοῦ σώματος ὑγιαίνοντος, πολλὴ ἡ εὐφροσύνη· οὕτω τῆς ψυχῆς εὖ διακειμένης, μείζων ἡ ἡδονή. Ἀλλὰ πρὸς τὴν ὑπόνοιαν ἐκείνων ταῦτά φησιν. Οὕτω καὶ Ἡσαΐας περὶ αὐτῆς διαλεγόμενος, ταπείνωσιν ψυχῆς αὐτὴν καλεῖ, καὶ Μωϋσῆς δὲ ὁμοίως.
δʹ. Οὐ μὴν ἐντεῦθεν αὐτοὺς ἐπιστομίζει μόνον, ἀλλὰ καὶ ἑτέρωθεν, λέγων· Ἐλεύσονται ἡμέραι, ὅταν ἀπαρθῇ ἀπ' αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσι. ∆ιὰ γὰρ τούτων δείκνυσιν, ὅτι οὐ γαστριμαργίας τὸ γινόμενον ἦν, ἀλλ' οἰκονομίας τινὸς θαυμαστῆς· ἅμα δὲ καὶ τὸν περὶ τοῦ πάθους προκαταβάλλεται λόγον, ἐν ταῖς πρὸς ἑτέρους ἀντιλογίαις παιδεύων τοὺς μαθητὰς, καὶ γυμνάζων μελετᾷν ἤδη ἐν τοῖς δοκοῦσιν εἶναι σκυθρωποῖς. Πρὸς μὲν γὰρ αὐτοὺς ἤδη τοῦτο εἰπεῖν, φορτικὸν ἦν καὶ ἐπαχθὲς, ὅπου γε καὶ μετὰ ταῦτα λεχθὲν αὐτοὺς ἐθορύβησε· πρὸς δὲ ἑτέρους λεγόμενον, ἀνεπαχθέστερον τούτοις μᾶλλον ἐγίνετο. Ἐπειδὴ δὲ εἰκὸς ἦν αὐτοὺς καὶ ἐπὶ τῷ πάθει Ἰωάννου μέγα φρονεῖν, καὶ τοῦτο ἐντεῦθεν καταστέλλει τὸ φύσημα· τὸν μέντοι περὶ τῆς ἀναστάσεως λόγον οὔπω προστίθησι· οὐδέπω γὰρ ἦν καιρός. Τοῦτο μὲν γὰρ κατὰ φύσιν ἦν, τὸ ἄνθρωπον νομιζόμενον εἶναι ἀποθανεῖν, ἐκεῖνο δὲ ὑπὲρ φύσιν. Εἶτα ὅπερ ἔμπροσθεν ἐποίησε, τοῦτο καὶ ἐνταῦθα ποιεῖ. Ὥσπερ γὰρ ἐπιχειροῦντας αὐτὸν δεῖξαι ἐγκλήμασιν ὄντα ὑπεύθυνον τῷ μετὰ ἁμαρτωλῶν ἐσθίειν, ἔπεισε τοὐναντίον, ὅτι οὐ μόνον οὐκ ἔγκλημα, ἀλλὰ καὶ ἔπαινος τὸ γινόμενον ἦν· οὕτω καὶ ἐνταῦθα βουλομένους αὐτοὺς ἀποφῆναι αὐτὸν, ὅτι οὐκ οἶδε κεχρῆσθαι τοῖς μαθηταῖς, δείκνυσιν ὅτι τὸ ταῦτα λέγειν οὐκ εἰδότων ἐστὶ κεχρῆσθαι τοῖς ἑπομένοις, ἀλλ' ἁπλῶς ἐγκαλούντων. Οὐδεὶς γὰρ ἐπιβάλλει, φησὶν, ἐπίβλημα ῥάκους ἀγνάφου ἐπὶ ἱματίῳ παλαιῷ. Πάλιν ἀπὸ τῶν κοινῶν ὑποδειγμάτων κατασκευάζει τὸν λόγον. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὔπω γεγόνασιν ἰσχυροὶ οἱ μαθηταὶ, ἀλλ' ἔτι πολλῆς δέονται συγκαταβάσεως· οὔπω διὰ τοῦ Πνεύματος ἀνεκαινίσθησαν. Οὕτω δὲ διακειμένοις οὐ χρὴ βάρος ἐπιτιθέναι ἐπιταγμάτων. Ταῦτα δὲ ἔλεγε, νόμους τιθεὶς καὶ κανόνας τοῖς ἑαυτοῦ μαθηταῖς, ἵν' ὅταν μέλλωσι μαθητὰς λαμβάνειν τοὺς ἐκ τῆς οἰκουμένης ἅπαντας, μετὰ πολλῆς αὐτοῖς προσφέρωνται τῆς ἡμερότητος. Οὐδὲ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς παλαιούς. Εἶδες τὰ ὑποδείγματα τῇ Παλαιᾷ ἐοικότα; τὸ ἱμάτιον; τοὺς ἀσκούς; Καὶ γὰρ ὁ Ἱερεμίας περίζωμα τὸν λαόν φησι, καὶ πάλιν ἀσκῶν μέμνηται καὶ οἴνου. Ἐπειδὴ γὰρ περὶ γαστριμαργίας ἦν ὁ λόγος καὶ τραπέζης, ἀπὸ τῶν αὐτῶν λαμβάνει τὰ ὑποδείγματα. Ὁ δὲ Λουκᾶς καὶ πλέον τί φησιν, ὅτι καὶ τὸ καινὸν σχίζεται, ἐὰν ἐπιβάλῃς αὐτὸ τῷ παλαιῷ. Ὁρᾷς ὅτι οὐ μόνον οὐδὲν γίνεται ὄφελος, ἀλλὰ καὶ πλείων ἡ ζημία; Καὶ λέγει μὲν τὸ παρὸν, προαναφωνεῖ δὲ τὸ μέλλον· οἷον ὅτι καινοὶ μετὰ ταῦτα ἔσονται· ἕως δ' ἂν τοῦτο γένηται, οὐδὲν αὐστηρὸν αὐτοῖς ἐπιτάττειν χρὴ καὶ βαρύ. Ὁ γὰρ πρὸ καιροῦ ζητῶν, φησὶ, τοῦ προσήκοντος τὰ ὑψηλὰ ἐντιθέναι δόγματα, οὐδὲ τοῦ καιροῦ καλοῦντος λοιπὸν ἐπιτηδείους εὑρήσει, ἀχρήστους ἐργασάμενος ἅπαξ. Τοῦτο δὲ οὐ παρὰ τὸν οἶνον συμβαίνει, οὐδὲ παρὰ τοὺς ὑποδεχομένους, ἀλλὰ παρὰ τὴν ἀκαιρίαν τῶν ἐμβαλλόντων. Ἐντεῦθεν ἡμᾶς καὶ τὴν αἰτίαν ἐδίδαξε τῶν ταπεινῶν ῥημάτων, ὧν συνεχῶς πρὸς αὐτοὺς διελέγετο. ∆ιὰ γὰρ τὴν ἀσθένειαν αὐτῶν πολλὰ ἔλεγε καταδεέστερα τῆς ἀξίας τῆς ἑαυτοῦ· ὅπερ οὖν
καὶ ὁ Ἰωάννης ἐνδεικνύμενος αὐτὸν εἰρηκέναι, φησί· Πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι. Ἵνα γὰρ μὴ νομίσωσι ταῦτα εἶναι μόνον ἅπερ εἶπεν, ἀλλὰ καὶ ἕτερα πολλῷ μείζονα φαντάζωνται, τὴν ἀσθένειαν αὐτῶν εἰς τὸ μέσον τέθεικεν, ἐπαγγειλάμενος, ὅταν γένωνται ἰσχυροὶ, κἀκεῖνα ἐρεῖν· ὅπερ οὖν καὶ ἐνταῦθά φησιν· Ἐλεύσονται ἡμέραι, ὅταν ἀπαρθῇ ἀπ' αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσι. Μὴ τοίνυν μηδὲ ἡμεῖς πάντα παρὰ πάντων ἀπαιτῶμεν ἐν προοιμίοις, ἀλλ' ὅσα δυνατόν· καὶ ταχέως καὶ ἐπ' ἐκεῖνα ἥξομεν. Εἰ δὲ ἐπείγῃ καὶ σπεύδεις, δι' αὐτὸ τοῦτο μὴ ἐπείγου, ἐπειδὴ σπεύδεις. Εἰ δὲ αἴνιγμά σοι τὸ εἰρημένον δοκεῖ εἶναι, ἀπ' αὐτῆς αὐτὸ τῶν πραγμάτων μάνθανε τῆς φύσεως, καὶ τότε ὄψει αὐτοῦ τὴν δύναμιν ἅπασαν. Καὶ μηδείς σε τῶν ἀκαίρως ἐγκαλούντων κινείτω· ἐπεὶ καὶ ἐνταῦθα Φαρισαῖοι οἱ ἐγκαλοῦντες ἦσαν, καὶ μαθηταὶ οἱ ὀνειδιζόμενοι.
εʹ. Ἀλλ' ὅμως οὐδὲν τούτων ἔπεισε τὸν Χριστὸν μεταθεῖναι τὴν δόξαν, οὐδὲ εἶπεν· Αἰσχύνη ἐστὶ τούτους νηστεύειν καὶ τούτους μὴ νηστεύειν. Ἀλλ' ὥσπερ ὁ ἄριστος κυβερνήτης οὐ τοῖς ταραττομένοις κύμασιν, ἀλλὰ τῇ οἰκείᾳ τέχνῃ προσέχει· οὕτω καὶ ὁ Χριστὸς τότε ἐποίησε. Καὶ γὰρ αἰσχύνη ἦν, οὐ τὸ μὴ νηστεύειν αὐτοὺς, ἀλλὰ τὸ διὰ τὴν νηστείαν ἐν τοῖς καιρίοις πληγῆναι, καὶ ἀποσχισθῆναι, καὶ διαῤῥαγῆναι. Ἅπερ οὖν καὶ ἡμεῖς ἐννοοῦντες, οὕτω τοῖς οἰκείοις χρώμεθα πᾶσι. Κἂν γυναῖκα φιλόκοσμον ἔχῃς, πρὸς ἐπιτρίμματα κεχηνυῖαν καὶ ἀνεπτερωμένην, καὶ πολλῇ τρυφῇ διαχεομένην, καὶ λάλον, καὶ ἀνόητον· καίτοιγε οὐκ ἔνι ταῦτα πάντα εἰς γυναῖκα μίαν συνεμπεσεῖν· πλὴν ἀλλὰ διαπλάσωμεν τῷ λόγῳ γυναῖκα τοιαύτην. Τί οὖν ὅτι γυναῖκα, φησὶ, καὶ οὐχὶ ἄνδρα διαπλάττεις; Εἰσὶ καὶ ἄνδρες ταύτης χείρους τῆς γυναικός. Ἀλλ' ἐπειδὴ ἀνδράσιν ἡ ἐπιστασία ἐγκεχείρισται, διὰ τοῦτο γυναῖκα διαπλάττομεν τέως, οὐχ ὡς ἐκεῖ τῆς κακίας πλεοναζούσης. Πολλὰ γὰρ καὶ παρὰ ἀνδράσιν ἔστιν εὑρεῖν, ἃ παρὰ γυναιξὶν οὐκ ἔστιν, οἷον ἀνδροφονίαν, τυμβωρυχίαν, θηριομαχίαν, καὶ πολλὰ τοιαῦτα. Μὴ τοίνυν νομίσητε τὸ γένος ἡμᾶς ἐξευτελίζοντας ταῦτα ποιεῖν· οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν· ἀλλ' οὕτω χρήσιμον τέως ὑπογράψαι τὴν εἰκόνα. Ὑποκείσθω τοίνυν ἡμῖν γυνὴ τοιαύτη, καὶ σπουδαζέτω παντὶ τρόπῳ αὐτὴν διορθοῦσθαι ὁ ἀνήρ. Πῶς οὖν αὐτὴν διορθώσεται; Μὴ πάντα ἀθρόον ἐπιτάττων, ἀλλὰ τὰ κουφότερα πρότερον, καὶ οἷς οὐ σφόδρα κατέχεται. Ἂν γὰρ τὸ πᾶν ἐπείξῃς αὐτὴν κατορθῶσαι ἐξ ἀρχῆς, τὸ πᾶν ἀπώλεσας. Μὴ τοίνυν περιέλῃς τὰ χρυσία εὐθέως, ἀλλ' ἄφες ἔχειν καὶ περικεῖσθαι τέως· δοκεῖ γὰρ τοῦτο ἔλαττον εἶναι κακὸν τῶν ἐπιτριμμάτων καὶ τῶν ὑπογραφῶν. Πρότερον τοίνυν ἐκεῖνα ἀναιρείσθω· καὶ μηδὲ ἐκεῖνα φόβῳ καὶ ἀπειλῇ, ἀλλὰ πειθοῖ καὶ προσηνείᾳ, καὶ διὰ τῆς ἑτέρων κατηγορίας, καὶ διὰ τῆς σῆς ψήφου καὶ γνώμης. Καὶ λέγε πρὸς αὐτὴν συνεχῶς, ὅτι Σοὶ οὐκ ἔστιν ἐπέραστος ἡ ὄψις οὕτω καλλωπιζομένη, ἀλλὰ καὶ σφόδρα ἀηδής· καὶ πεῖθε μάλιστα ὅτι σε τοῦτο λυπεῖ. Καὶ μετὰ τὴν σὴν ψῆφον, καὶ τὴν παρ' ἑτέρων δόξαν εἴσαγε, καὶ λέγε, ὅτι καὶ τὰς εὐμόρφους τοῦτο ἀφανίζειν εἴωθεν, ἵνα τὸ πάθος ἐξέλῃς. Καὶ μηδὲν μηδέπω περὶ γεέννης εἴπῃς, μηδὲ περὶ βασιλείας· εἰκῆ γὰρ ταῦτα ἐρεῖς· ἀλλὰ πεῖσον αὐτὴν, ὅτι σε τέρπει μᾶλλον γυμνὸν ἐπιδεικνῦσα τοῦ Θεοῦ τὸ ἔργον· ἡ δὲ βασανίζουσα τὴν ὄψιν, καὶ κατατείνουσα, καὶ κονιῶσα, οὐδὲ παρὰ τοῖς πολλοῖς φαίνεται καλὴ καὶ εὐειδής. Πρότερον δὲ τοῖς κοινοῖς λογισμοῖς καὶ ταῖς πάντων ψήφοις τὸ νόσημα ἔκβαλλε· καὶ ὅταν τούτοις καταμαλάξῃς τοῖς λόγοις, καὶ ἐκεῖνα προστίθει. Κἂν ἅπαξ εἴπῃς, καὶ μὴ πείσῃς, καὶ δεύτερον καὶ τρίτον καὶ πολλάκις τὰ αὐτὰ ἐπαντλῶν ῥήματα μὴ ἀποκάμῃς· μὴ μέντοι μετὰ ἐπαχθείας τινὸς, ἀλλὰ μετὰ χαριεντισμοῦ· καὶ νῦν μὲν ἀποστρέφου, νῦν δὲ κολάκευε καὶ θεράπευε. Οὐχ ὁρᾷς τοὺς ζωγράφους πόσα ἐξαλείφουσι, πόσα παρεγγράφουσιν ὅταν ὄψιν ποιῶσι καλήν· Μὴ γίνου τοίνυν ἐκείνων χείρων. Εἰ γὰρ ἐκεῖνοι σώματος εἰκόνα γράφοντες τοσαύτῃ κέχρηνται τῇ σπουδῇ· πόσῳ μᾶλλον ἡμᾶς ψυχὴν διαπλάττοντας πᾶσαν ἂν εἴη δίκαιον κινεῖν μηχανήν. Ἂν γὰρ καλῶς τῆς ψυχῆς ταύτης διαπλάσῃς τὴν ὄψιν, οὐκ ὄψει τὸ τοῦ σώματος ἀσχημονοῦν πρόσωπον, οὐδὲ ᾑμαγμένα χείλη, οὐδὲ στόμα ἄρκτου αἵματι πεφοινιγμένῳ προσεοικὸς, οὐδὲ ἠσβολωμένας ὀφρῦς ὡς ἀπὸ χύτρας τινὸς, οὐδὲ κεκονιαμένας παρειὰς κατὰ τοὺς τοίχους τῶν τάφων. Πάντα γὰρ ταῦτα ἀσβόλη καὶ τέφρα καὶ κόνις, καὶ ἐσχάτης δυσειδείας γνωρίσματα. ʹ. Ἀλλὰ γὰρ οὐκ οἶδ' ὅπως ἔλαθον εἰς τούτους ἐξενεχθεὶς τοὺς λόγους, καὶ ἑτέρῳ παραινῶν ὥστε διδάσκειν μετ' ἐπιεικείας, αὐτὸς εἰς ὀργὴν ἐξεκυλίσθην. Οὐκοῦν ἐπανίωμεν πάλιν πρὸς τὴν ἡμερωτέραν παραίνεσιν, καὶ πάντα φέρωμεν τὰ ἐλαττώματα τῶν γυναικῶν, ἵνα κατορθώσωμεν ὃ βουλόμεθα. Οὐχ ὁρᾷς πῶς τὰ παιδία φέρομεν κλαίοντα, ὅταν αὐτὰ τῆς θηλῆς ἀπάγειν βουλώμεθα, καὶ πάντα ὑπομένομεν δι' ἐκεῖνο μόνον, ἵνα αὐτὰ πείσωμεν καταφρονεῖν τῆς προτέρας τραπέζης; Οὕτω καὶ ἐνταῦθα ποιῶμεν· πάντων ἀνεχώμεθα τῶν ἄλλων, ἵνα τοῦτο κατορθώσωμεν. Ὅταν γὰρ τοῦτο διορθωθῇ, ὄψει καὶ τὸ ἕτερον ὁδῷ προβαίνων, καὶ ἐπὶ τὰ χρυσία πάλιν ἥξεις, καὶ τῷ αὐτῷ τρόπῳ καὶ περὶ τούτων ὁμοίως διαλέξῃ καὶ οὕτω κατὰ μικρὸν ῥυθμίζων τὴν γυναῖκα. ἔσῃ ζωγράφος κάλλιστος, δοῦλος πιστὸς, γεωργὸς ἄριστος. Μετὰ τούτων· ἀναμίμνησκε αὐτὴν καὶ τῶν παλαιῶν γυναικῶν, τῆς Σάῤῥας, τῆς Ῥεβέκκας, καὶ τῶν εὐμόρφων καὶ τῶν οὐ τοιούτων, καὶ δείκνυ πάσας ὁμοίως σωφρονούσας. Καὶ γὰρ Λεία ἡ τοῦ πατριάρχου γυνὴ οὐκ οὖσα εὔμορφος, οὐκ ἠναγκάσθη τοιοῦτον οὐδὲν ἐπινοῆσαι, ἀλλὰ καὶ δυσειδὴς οὖσα, καὶ οὐ σφόδρα φιλουμένη παρὰ τοῦ συνοικοῦντος, οὔτε ἐπενόησέ τι τοιοῦτον, οὔτε τὴν ὄψιν διέφθειρεν, ἀλλ' ἔμενεν ἀκέραιον διατηροῦσα τὸν χαρακτῆρα, καὶ ταῦτα ὑπὸ Ἑλλήνων τραφεῖσα. Σὺ δὲ ἡ πιστὴ, ἡ τὸν Χριστὸν ἔχουσα κεφαλὴν, σατανικὴν ἐπεισάγεις ἡμῖν μηχανήν; καὶ οὐκ ἀναμιμνήσκῃ τοῦ ὕδατος τοῦ περικλύσαντός σου τὴν ὄψιν, τῆς θυσίας τῆς κοσμούσης σου τὰ χείλη, τοῦ αἵματος τοῦ φοινίξαντός σου τὴν γλῶτταν; Ἂν γὰρ ταῦτα πάντα ἐννοήσῃς, κἂν μυριάκις φιλόκοσμος ᾖς, οὐ τολμήσεις, οὐδὲ ἀνέξῃ τὸν κονιορτὸν καὶ τὴν τέφραν ἐκείνην ἐπιβαλεῖν. Μάθε ὅτι τῷ Χριστῷ ἡρμόσθης, καὶ ἀπόστηθι τῆς ἀσχημοσύνης ταύτης. Οὐδὲ γὰρ τέρπεται τοῖς χρώμασι τούτοις, ἀλλ' ἕτερον ἐπιζητεῖ κάλλος, οὗ καὶ σφοδρός ἐστιν ἐραστὴς, τὸ ἐν τῇ ψυχῇ λέγω. Τοῦτό σοι καὶ ὁ προφήτης ἀσκεῖν ἐκέλευσε, καὶ ἔλεγε· Καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου. Μὴ τοίνυν περιττὰ ἀσχημονῶμεν. Οὐδὲ γὰρ ἀτελές τι τῶν ἔργων ἐστὶ τοῦ Θεοῦ, οὐδὲ διορθώσεως δεῖται τῆς παρὰ σοῦ. Οὐδὲ γὰρ εἰ βασιλικῇ τις εἰκόνι μετὰ τὸ ἀναστῆναι προσθεῖναι ἐπιχειρήσειε τὰ παρ' ἑαυτοῦ, ἀσφαλὴς ἡ ἐπιχείρησις, ἀλλὰ τὸν ἔσχατον ὑποστήσεται κίνδυνον. Εἶτα ἄνθρωπος μὲν ἐργάζεται, καὶ οὐ προστιθεῖς· Θεὸς δὲ ἐργάζεται. καὶ διορθοῦσαι; Καὶ οὐκ ἐννοεῖς τῆς γεέννης τὸ πῦρ; οὐκ ἐννοεῖς τῆς ψυχῆς τὴν ἐρημίαν; ∆ιὰ γὰρ τοῦτο ἐκείνη ἠμέληται, ἐπειδὴ πᾶσα εἰς τὴν σάρκα ἡ σπουδὴ κενοῦται. Καὶ τί λέγω τὴν ψυχήν; Καὶ γὰρ αὐτῇ τῇ σαρκὶ τἀναντία συμβαίνει ἅπαντα, ὧν ἐσπουδάκατε. Σκόπει δέ. Βούλει καλὴ φαίνεσθαι; Τοῦτό σε ἄμορφον δείκνυσι. Βούλει ἀρέσαι τῷ ἀνδρί; Τοῦτο αὐτὸν μᾶλλον λυπεῖ· καὶ οὐκ αὐτὸν μόνον, ἀλλὰ καὶ τοὺς ἔξω κατηγόρους παρασκευάζει γενέσθαι. Βούλει νέα φαίνεσθαι; Τοῦτό σε ταχέως εἰς γῆρας ἄξει. Βούλει καλλωπίζεσθαι; Τοῦτό σε αἰσχύνεσθαι ποιεῖ. Ἡ γὰρ τοιαύτη οὐχὶ τὰς ὁμοτίμους μόνον, ἀλλὰ καὶ τῶν θεραπαινίδων τὰς συνειδυίας καὶ τῶν οἰκετῶν τοὺς ἐπισταμένους αἰσχύνεται· καὶ πρό γε πάντων ἑαυτήν. Ἀλλὰ τί δεῖ λέγειν ταῦτα; Τὸ γὰρ πάντων χαλεπώτερον παρῆκα νῦν, ὅτι τῷ Θεῷ προσκρούεις, ὅτι σωφροσύνην ὑπορύττεις, ὅτι ζηλοτυπίας ἀνάπτεις φλόγα, ὅτι τὰς ἐπὶ τοῦ στέγους ζηλοῖς πορνευομένας γυναῖκας. Ταῦτ' οὖν ἅπαντα λογισάμεναι, καταγελάσατε τῆς σατανικῆς πομπῆς καὶ τῆς διαβολικῆς τέχνης, καὶ τὸν κόσμον τοῦτον ἀφεῖσαι, μᾶλλον δὲ τὴν ἀκοσμίαν, τὸ κάλλος ἐκεῖνο κατασκευάσατε ἐν ταῖς ἑαυτῶν ψυχαῖς, ὃ καὶ ἀγγέλοις ἐπέραστον, καὶ Θεῷ ποθεινὸν, καὶ τοῖς συνοικοῦσιν ἡδὺ, ἵνα καὶ τῆς παρούσης καὶ τῆς μελλούσης ἐπιτύχητε δόξης· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η επεξεργασία, επιμέλεια μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου