ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΣΤʹ. Τοῦ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως

Κυριακή 30 Οκτωβρίου 2016

ΣΤʹ. Τοῦ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως




Ιωάννης Χρυσόστομος
Πρός Απόστολον Ματθαίον
Τόμος 57

ΣΤʹ. Τοῦ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱερο σόλυμα, λέγοντες· Ποῦ ἐστιν ὁ τεχθεὶς βασι λεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ, καὶ ἤλθομεν προσκυνῆ σαι αὐτῷ.

 α’ Πολλῆς ἡμῖν δεῖ τῆς ἀγρυπνίας, πολλῶν τῶν εὐχῶν, ὥστε δυνηθῆναι ἐπεξελθεῖν τῷ παρόντι χωρίῳ, καὶ μαθεῖν, τίνες οἱ μάγοι οὗτοι, καὶ πόθεν ἦλθον, καὶ πῶς, καὶ τίνος αὐτοὺς πείσαντος, καὶ τίς ὁ ἀστήρ. Μᾶλλον δὲ, εἰ βούλεσθε, πρότερον ἅ φασιν οἱ τῆς ἀληθείας ἐχθροὶ, ταῦτα εἰς μέσον ἀγάγωμεν. Καὶ γὰρ τοσοῦτον κατ' αὐτῶν ἔπνευσεν ὁ διάβολος, ὥστε καὶ ἐντεῦθεν αὐτοὺς ἐπιχειρεῖν ὁπλίζειν κατὰ τῶν τῆς ἀληθείας λόγων. Τί οὖν φασιν; Ἰδοὺ, φησὶ, καὶ τοῦ Χριστοῦ γεννηθέντος  ἀστὴρ ἐφάνη,  ὅπερ ἐστὶ σημεῖον τοῦ τὴν  ἀστρολογίαν  εἶναι  βεβαίαν.  Πῶς οὖν  εἰ κατ' ἐκεῖνον  ἐτέχθη τὸν νόμον, ἀστρολογίαν  ἔλυσε,  καὶ εἱμαρμένην  ἀνεῖλε, καὶ δαίμονας   ἐπεστόμισε,  καὶ  πλάνην   ἐξέβαλε,  καὶ  πᾶσαν  τοιαύτην   μαγγανείαν ἀνέτρεψε; Τί δὲ καὶ οἱ μάγοι παρὰ τοῦ ἀστέρος αὐτοῦ μανθάνουσιν; ὅτι βασιλεὺς τῶν Ἰουδαίων ἦν; Καὶ μὴν οὐ ταύτης ἦν τῆς βασιλείας βασιλεὺς, καθὼς καὶ τῷ Πιλάτῳ ἔλεγεν·


 Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου. Οὐδὲν γοῦν ἐπεδείξατο τοιοῦτον·  οὐδὲ  γὰρ  δορυφόρους,  οὔτε  ὑπασπιστὰς,  οὔτε  ἵππους,  οὔτε  ἡμιόνων ζεῦγος, οὔτε ἄλλο τι τοιοῦτον ἔσχε περὶ ἑαυτόν· ἀλλὰ τὸν εὐτελῆ τοῦτον βίον καὶ πτωχὸν  μετῄει,  δώδεκα  εὐτελεῖς  ἀνθρώπους  μεθ'  ἑαυτοῦ  περιφέρων.  Εἰ δὲ  καὶ βασιλέα ᾔδεσαν ὄντα, τίνος  ἕνεκεν  παραγίνονται;  Οὐ γὰρ δὴ τοῦτο ἀστρονομίας ἔργον ἐστὶν, ἀπὸ τῶν  ἄστρων εἰδέναι  τοὺς τικτομένους,  ἀλλ' ἀπὸ τῆς ὥρας τῶν τικτομένων προαναφωνεῖν  τὰ μέλλοντα ἔσεσθαι, ὥς φασιν. Οὗτοι δὲ οὔτε ὠδινούσῃ τῇ μητρὶ παρῆσαν, οὔτε τὸν καιρὸν ἔγνωσαν, καθ' ὃν ἐτέχθη, οὔτε ἐντεῦθεν λαβόντες τὴν ἀρχὴν, συνέθηκαν ἀπὸ τῆς τῶν ἄστρων κινήσεως τὰ μέλλοντα ἔσεσθαι· ἀλλ' ἀντιστρόφως,  ἀστέρα πρὸ πολλοῦ  τοῦ χρόνου θεασάμενοι φανέντα  ἐπὶ τῆς αὐτῶν χώρας, ἔρχονται ὀψόμενοι τὸν τεχθέντα· ὅπερ καὶ αὐτὸ τοῦ προτέρου σφόδρα ἀπορώτερον  ἂν  εἴη. Τίς γὰρ αὐτοὺς  ἔπεισε λόγος,  ποίων  ἀγαθῶν  ἐλπὶς,  τὸν  ἐκ τοσούτου διαστήματος προσκυνῆσαι βασιλέα; Εἰ μὲν γὰρ αὐτῶν ἔμελλε βασιλεύειν, μάλιστα μὲν οὐδὲ οὕτω λόγον εἶχε τὸ γινόμενον. Καὶ γὰρ εἰ μὲν ἐν βασιλικαῖς αὐλαῖς ἐτίκτετο, καὶ πατρὸς αὐτῷ βασιλέως παρόντος, εἰκότως ἄν τις ἔφη τούτους, βουλομένους  τὸν  πατέρα θεραπεῦσαι, προσκυνῆσαι τὸ τεχθὲν  παιδίον,  καὶ ταύτῃ πολλὴν ἑαυτοῖς ὑπόθεσιν προαποθέσθαι εὐνοίας. Νυνὶ δὲ οὐδὲ αὐτῶν προσδοκῶντες ἔσεσθαι βασιλέα, ἀλλὰ ἔθνους ἀλλοκότου καὶ πολὺ τῆς αὐτῶν ἀφεστηκότος χώρας, οὔτε ἄνδρα ὁρῶντες ἤδη γενόμενον, τίνος ἕνεκεν τοσαύτην στέλλονται ἀποδημίαν, καὶ δῶρα προσφέρουσι, καὶ ταῦτα μέλλοντες μετὰ κινδύνων  ἅπαντα πράττειν; Καὶ γὰρ καὶ Ἡρώδης ἀκούσας διεταράχθη, καὶ ὁ δῆμος ἅπας ἐθορυβεῖτο, ταῦτα ἀκούσαντες παρ' αὐτῶν. Ἀλλ' οὐ προῄδεσαν οὗτοι ταῦτα. Ἀλλ' οὐκ ἂν ἔχοι λόγον. Εἰ γὰρ καὶ σφόδρα ἦσαν ἀνόητοι, τοῦτο οὐκ ἂν ἠγνόησαν, ὅτι εἰς πόλιν βασιλευομένην ἐλθόντες,   καὶ  τοιαῦτα  κηρύξαντες,  καὶ  βασιλέα  ἕτερον  παρὰ  τὸν  τότε  ὄντα δείξαντες,  οὐχὶ  μυρίους καθ' ἑαυτῶν  ἂν ἐπεσπάσαντο θανάτους.  Τί δὲ ὅλως  καὶ προσεκύνουν  ἐν  σπαργάνοις  ὄντα; Εἰ μὲν  γὰρ ἀνὴρ  ἦν, εἶχεν  ἄν  τις  εἰπεῖν,  ὅτι προσδοκῶντες τὴν παρ' αὐτοῦ βοήθειαν εἰς προὖπτον ἑαυτοὺς ἔῤῥιψαν κίνδυνον, ὅπερ καὶ αὐτὸ τῆς ἐσχάτης ἀλογίας ἦν, τὸν Πέρσην, τὸν βάρβαρον, καὶ οὐδὲν κοινὸν ἔχοντα πρὸς τὸ Ἰουδαίων ἔθνος, βούλεσθαι μὲν τῆς οἰκίας ἀφίστασθαι, καὶ πατρίδα καὶ συγγενεῖς καὶ οἰκείους ἀφιέναι, ἑτέρᾳ δὲ ἑαυτοὺς ὑποβάλλειν βασιλείᾳ.


 βʹ. Εἰ δὲ τοῦτο  ἀνόητον,  τὸ  μετὰ  τοῦτο  ἀνοητότερον  πολλῷ  πλέον.  Ποῖον δὴ  τοῦτο; Τὸ μακρὰν οὕτως ἀποδημίαν ἐλθόντας, καὶ προσκυνήσαντας, καὶ ταράξαντας πάντας, ἀπελθεῖν εὐθέως. Τί δὲ ὅλως καὶ βασιλείας σύμβολον εἶδον, καλύβην καὶ φάτνην, καὶ παιδίον ἐν σπαργάνοις, καὶ μητέρα πτωχὴν ἰδόντες; Τίνι δὲ καὶ τὰ δῶρα προσέφερον, καὶ τίνος ἕνεκεν; Ἆρα νόμος ἦν καὶ ἔθος, τοὺς πανταχοῦ τικτομένους βασιλέας οὕτω θεραπεύειν; καὶ πᾶσαν περιῄεσαν ἀεὶ τὴν οἰκουμένην, οὓς ᾔδεσαν ἐσομένους βασιλέας ἀπὸ μικρῶν καὶ εὐτελῶν, πρὶν ἐπὶ τὸν θρόνον τὸν βασιλικὸν ἀναβῆναι, προσκυνοῦντες; Ἀλλ' οὐκ ἂν ἔχοι τις τοῦτο εἰπεῖν. Τίνος δὲ ἕνεκεν καὶ προσεκύνουν; Εἰ μὲν τῶν  παρόντων  ἕνεκεν, καὶ τί προσεδόκων παρὰ παιδίου καὶ μητρὸς εὐτελοῦς  λήψεσθαι; εἰ δὲ τῶν  μελλόντων  ἕνεκεν,  καὶ πόθεν  ᾔδεσαν ὅτι ἀπομνημονεύσει τῶν τότε γινομένων  ὁ παῖς ἐν σπαργάνοις προσκυνηθείς; Εἰ δὲ ἡ μήτηρ ἔμελλεν ἀναμιμνήσκειν αὐτὸν, οὐδὲ οὕτω τιμῆς, ἀλλὰ κολάσεως ἦσαν ἄξιοι, εἰς  προὖπτον  ἐμβάλλοντες   αὐτὸν  κίνδυνον.   Ἐντεῦθεν  γοῦν  ὁ  Ἡρώδης  ταραχθεὶς, καὶ ἐζήτει, καὶ περιειργάζετο, καὶ ἀνελεῖν  ἐπεχείρει. Καὶ πανταχοῦ δὲ ὁ τὸν μέλλοντα βασιλεύειν κατάδηλον ποιῶν, ἐκ πρώτης ἡλικίας ἰδιώτην ὄντα, οὐδὲν ἕτερον  ἢ σφαγῇ  παραδίδωσι, καὶ μυρίους ἀνάπτει  πολέμους  αὐτῷ.  Εἶδες ὅσα τὰ ἄτοπα φαίνεται, εἰ κατὰ ἀνθρωπίνην ἀκολουθίαν καὶ κοινὴν συνήθειαν ταῦτα ἐξετάσαιμεν; Οὐδὲ γὰρ ταῦτα μόνον, ἀλλὰ καὶ πλείονα τούτων ἐνῆν εἰπεῖν, ζήτησιν ἔχοντα πλείω τῶν εἰρημένων. Ἀλλ' ἵνα μὴ συνάπτοντες ἀπορίας ἀπορίαις ἰλιγγιᾷν ὑμᾶς ποιῶμεν, φέρε δὴ λοιπὸν ἐπὶ τὴν λύσιν τῶν ζητουμένων ἔλθωμεν, ἀρχὴν τῆς λύσεως  ἀπὸ  τοῦ  ἀστέρος αὐτοῦ  ποιούμενοι.  Ἂν  γὰρ  μάθωμεν  τίς  ὁ ἀστὴρ, καὶ ποταπὸς, καὶ εἰ τῶν πολλῶν  εἷς, ἢ ξένος παρὰ τοὺς ἄλλους, καὶ εἰ φύσει ἀστὴρ, ἢ ὄψει μόνον ἀστὴρ, εὐκόλως καὶ τὰ ἄλλα πάντα εἰσόμεθα. Πόθεν οὖν ταῦτα ἔσται δῆλα; Ἀπὸ τῶν γεγραμμένων αὐτῶν. Ὅτι γὰρ οὐ τῶν πολλῶν εἷς ὁ ἀστὴρ οὗτος ἦν, μᾶλλον  δὲ  οὐδὲ  ἀστὴρ, ὡς  ἔμοιγε  δοκεῖ, ἀλλὰ  δύναμίς  τις  ἀόρατος εἰς  ταύτην μετασχηματισθεῖσα τὴν ὄψιν, πρῶτον ἀπὸ τῆς πορείας αὐτῆς δῆλον. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν ἀστήρ τις ταύτην βαδίζων τὴν ὁδόν· ἀλλὰ κἂν ἥλιον εἴπῃς, κἂν σελήνην, κἂν τοὺς ἄλλους ἅπαντας ἀστέρας, ἐξ ἀνατολῶν ἐπὶ δύσιν ὁρῶμεν χωροῦντας· οὗτος δὲ ἀπὸ ἄρκτου πρὸς μεσημβρίαν ἐφέρετο· οὕτω γὰρ ἡ Παλαιστίνη πρὸς τὴν Περσίδα κεῖται. ∆εύτερον, καὶ ἀπὸ τοῦ καιροῦ τοῦτο ἔστιν ἰδεῖν. Οὐ γὰρ ἐν νυκτὶ φαίνεται, ἀλλ' ἐν ἡμέρᾳ μέσῃ, ἡλίου λάμποντος· ὅπερ οὐκ ἔστι δυνάμεως ἀστέρος, ἀλλ' οὐδὲ σελήνης· ἡ γὰρ τοσοῦτον πάντων  ὑπερέχουσα, τῆς ἀκτῖνος φανείσης τῆς ἡλιακῆς, κρύπτεται εὐθέως καὶ ἀφανίζεται. Οὗτος δὲ τῇ τῆς οἰκείας λαμπρότητος ὑπερβολῇ καὶ τὰς ἀκτῖνας ἐνίκησε τὰς ἡλιακὰς, φανότερος  ἐκείνων  φανεὶς, καὶ ἐν τοσούτῳ φωτὶ μεῖζον λάμψας. Τρίτον, ἀπὸ τοῦ φαίνεσθαι καὶ πάλιν κρύπτεσθαι. Τὴν μὲν γὰρ ἕως  Παλαιστίνης  ὁδὸν  ἐφαίνετο  χειραγωγῶν·  ἐπειδὴ  δὲ ἐπέβησαν τῶν Ἱεροσολύμων, ἔκρυψεν ἑαυτόν· εἶτα πάλιν  ὅτε τὸν Ἡρώδην ἀφέντες,  διδάξαντες αὐτὸν ὑπὲρ ὧν ἦλθον, ἔμελλον ἀπιέναι, δείκνυσιν ἑαυτόν· ὅπερ οὐκ ἔστιν ἄστρου κινήσεως, ἀλλὰ δυνάμεώς τινος λογικωτάτης.  Οὐδὲ γὰρ ἰδίαν τινὰ πορείαν εἶχεν, ἀλλ'  ὅτε μὲν ἔδει βαδίσαι αὐτοὺς, ἐβάδιζεν· ὅτε δὲ στῆναι, ἵστατο, πρὸς τὸ δέον πάντα  οἰκονομῶν·  καθάπερ ὁ στῦλος τῆς  νεφέλης,  καὶ καθίζων  καὶ ἐγείρων  τὸ στρατόπεδον τῶν  Ἰουδαίων,  ἡνίκα ἐχρῆν. Τέταρτον, ἀπὸ τοῦ τρόπου τῆς δείξεως τοῦτο ἄν τις καταμάθοι σαφῶς. Οὐ γὰρ ἄνω μένων  τὸν τόπον ἐδείκνυ· οὐδὲ γὰρ δυνατὸν  ἦν αὐτοῖς οὕτω μαθεῖν· ἀλλὰ κάτω καταβὰς τοῦτο ἐποίει. Ἴστε γὰρ, ὅτι τόπον οὕτω μικρὸν, καὶ ὅσον εἰκὸς καλύβην κατασχεῖν, μᾶλλον δὲ ὅσον εἰκὸς σῶμα παιδίου  μικροῦ κατέχειν,  οὐχ οἷόν  τε ἀστέρα γνωρίζειν.  Ἐπειδὴ γὰρ ἄπειρον  τὸ ὕψος, οὐκ ἤρκει οὕτω στενὸν τόπον χαρακτηρίσαι καὶ γνωρίσαι τοῖς βουλομένοις ἰδεῖν.  Καὶ τοῦτο  ἀπὸ τῆς  σελήνης  ἴδοι τις  ἄν· ἢ τοσοῦτον ὑπερφερὴς  οὖσα τῶν ἄστρων, πᾶσι τοῖς κατὰ τὴν οἰκουμένην οἰκοῦσι, καὶ εἰς τοσοῦτον πλάτος γῆς ἐκκεχυμένοις,  ἅπασιν ἐγγὺς  εἶναι  δοκεῖ. Πῶς οὖν ὁ ἀστὴρ, εἰπέ μοι, τόπον  οὕτω στενὸν φάτνης καὶ καλύβης ἐδείκνυ, εἰ μὴ τὸ ὑψηλὸν ἐκεῖνο ἀφεὶς κάτω κατέβη, καὶ ὑπὲρ  αὐτῆς  ἔστη  τῆς  κεφαλῆς   τοῦ  παιδίου;  Ὅπερ  οὖν  καὶ  ὁ  εὐαγγελιστὴς αἰνιττόμενος ἔλεγεν· Ἰδοὺ ὁ ἀστὴρ προῆγεν αὐτοὺς, ἕως ἐλθὼν ἔστη ἐπάνω οὗ ἦν τὸ παιδίον. Ὁρᾷς δι' ὅσων δείκνυται οὐ τῶν πολλῶν εἷς ὢν οὗτος ὁ ἀστὴρ, οὐδὲ κατὰ τὴν ἀκολουθίαν τῆς ἔξω γενέσεως δεικνὺς ἑαυτόν;


γʹ. Καὶ τίνος ἕνεκεν ἐφάνη; Ὥστε καθικέσθαι  τῆς  Ἰουδαίων  ἀναισθησίας, καὶ  πᾶσαν αὐτοῖς  ἀποκλεῖσαι  ἀπολογίας ἀφορμὴν ἀγνωμονοῦσιν. Ἐπειδὴ γὰρ ὁ παραγενόμενος, τὴν μὲν παλαιὰν ἀναπαύειν ἔμελλε πολιτείαν, τὴν δὲ οἰκουμένην εἰς τὴν αὑτοῦ προσκύνησιν καλεῖν, καὶ ἐν γῇ καὶ ἐν θαλάττῃ προσκυνεῖσθαι πάσῃ, ἐκ προοιμίων εὐθέως τοῖς ἔθνεσιν ἀνοίγει τὴν θύραν,  διὰ  τῶν  ἀλλοτρίων   τοὺς  οἰκείους  παιδεῦσαι  θέλων.  Ἐπειδὴ  γὰρ  τῶν προφητῶν  συνεχῶς  ἀκούοντες  λεγόντων  περὶ τῆς  αὐτοῦ  παρουσίας, οὐ σφόδρα προσεῖχον, ἐποίησε καὶ βαρβάρους ἐλθεῖν ἀπὸ γῆς μακρᾶς, τὸν παρ' αὐτοῖς βασιλέα ἐπιζητοῦντας,   καὶ  παρὰ  Περσικῆς  πρώτης   φωνῆς   μανθάνουσιν,   ἃ  παρὰ  τῶν προφητῶν  μαθεῖν οὐκ ἠνέσχοντο· ἵνα, ἂν μὲν εὐγνωμονῶσι,  μεγίστην ἔχωσι τοῦ πείθεσθαι πρόφασιν· ἐὰν δὲ φιλονεικῶσι, πάσης ὦσιν ἀπεστερημένοι λοιπὸν ἀπολογίας. Τί γὰρ ἂν ἔχοιεν εἰπεῖν, μὴ δεξάμενοι τὸν Χριστὸν μετὰ τοὺς τοσούτους προφήτας,  ὅταν  ἴδωσι  μάγους  ἀπὸ  ὄψεως  ἑνὸς  ἄστρου τοῦτον  δεξαμένους,  καὶ προσκυνήσαντας τὸν φανέντα; Ὅπερ οὖν ἐπὶ τῶν Νινευϊτῶν  ἐποίησε, πέμψας τὸν Ἰωνᾶν, καὶ ὅπερ ἐπὶ τῆς Σαμαρείτιδος καὶ τῆς Χαναναίας, τοῦτο καὶ ἐπὶ τῶν μάγων.

∆ιὰ τοῦτο καὶ ἔλεγεν· Ἄνδρες Νινευῗται ἀναστήσονται, καὶ κατακρινοῦσι· καὶ, Βασίλισσα νότου ἀναστήσεται, καὶ κατακρινεῖ  τὴν γενεὰν  ταύτην· ὅτι ἐκεῖνοι μὲν τοῖς ἐλάττοσιν ἐπίστευσαν, οὗτοι δὲ οὐδὲ τοῖς μείζοσι. Καὶ τίνος ἕνεκεν διὰ τοιαύτης αὐτοὺς εἵλκυσεν ὄψεως, φησίν. Ἀλλὰ πῶς ἐχρῆν; Προφήτας πέμψαι; Ἀλλ' οὐκ ἂν οἱ μάγοι προφητῶν ἠνέσχοντο. Ἀλλὰ φωνὴν ἄνωθεν ἀφεῖναι; Ἀλλ' οὐκ ἂν προσέσχον. Ἀλλ' ἄγγελον  ἀποστεῖλαι; Ἀλλὰ καὶ τοῦτον  ἂν παρέδραμον. ∆ιὰ δὴ τοῦτο πάντα ἐκεῖνα ἀφεὶς ὁ Θεὸς, διὰ τῶν συνήθων αὐτοὺς καλεῖ, σφόδρα συγκαταβαίνων,  καὶ δείκνυσιν ἄστρον μέγα καὶ ἐξηλλαγμένον,  ὥστε καὶ τῷ μεγέθει καὶ τῷ κάλλει τῆς ὄψεως αὐτοὺς ἐκπλῆξαι, καὶ τῷ τρόπῳ τῆς πορείας. Ταῦτα καὶ ὁ Παῦλος μιμούμενος ἀπὸ βωμοῦ τοῖς Ἕλλησι διαλέγεται, καὶ ποιητῶν παράγει μαρτυρίας εἰς μέσον· καὶ μετὰ περιτομῆς τοῖς Ἰουδαίοις δημηγορεῖ, καὶ ἀπὸ θυσιῶν πρὸς τοὺς ἐν νόμῳ ζῶντας τὴν ἀρχὴν ποιεῖται τῆς διδασκαλίας. Ἐπειδὴ γὰρ ἑκάστῳ τὰ συνήθη φίλα, καὶ ὁ Θεὸς καὶ οἱ παρ' αὐτοῦ πεμφθέντες ἄνθρωποι πρὸς τὴν τῆς οἰκουμένης σωτηρίαν οὕτω τὰ πράγματα μεταχειρίζουσι. Μὴ τοίνυν  ἀνάξιον εἶναι νομίσῃς αὐτοῦ, τὸ δι' ἀστέρος αὐτοὺς καλέσαι· ἐπεὶ οὕτω καὶ τὰ Ἰουδαϊκὰ πάντα διαβαλεῖς, καὶ τὰς θυσίας, καὶ τοὺς καθαρμοὺς, καὶ τὰς νεομηνίας, καὶ τὴν κιβωτὸν, καὶ τὸν ναὸν δὲ αὐτόν. Καὶ γὰρ ἐξ Ἑλληνικῆς ταῦτα παχύτητος ἔλαβε τὴν ἀρχήν. Ἀλλ' ὅμως ὁ Θεὸς διὰ τὴν τῶν πλανηθέντων σωτηρίαν ἠνέσχετο διὰ τούτων θεραπευθῆναι, δι' ὧν οἱ ἔξωθεν δαίμονας ἐθεράπευον, μικρὸν παραλλάξας αὐτά· ἵνα αὐτοὺς κατὰ μικρὸν τῆς συνηθείας ἀποσπάσας ἐπὶ τὴν ὑψηλὴν ἀγάγῃ φιλοσοφίαν. Ὃ δὴ καὶ ἐπὶ τῶν μάγων ἐποίησε, δι' ὄψεως ἄστρου καλέσαι αὐτοὺς ἀνασχόμενος, ἵνα λοιπὸν ὑψηλοτέρους ἐργάσηται. Ἐπεὶ οὖν ἤγαγε καὶ ἐχειραγώγησε, καὶ πρὸς τὴν φάτνην ἔστησεν, οὐκέτι δι' ἄστρου, ἀλλὰ δι' ἀγγέλου λοιπὸν αὐτοῖς διαλέγεται, οὕτω κατὰ μικρὸν βελτίους ἐγένοντο. Τοῦτο καὶ ἐπὶ τῶν Ἀσκαλωνιτῶν  καὶ Γαζαίων ἐποίησε. Καὶ γὰρ αἱ πέντε πόλεις ἐκεῖναι, ἐπειδὴ τῆς κιβωτοῦ παραγενομένης ἐπλήγησαν καιρίαν πληγὴν, καὶ ἀπαλλαγὴν  οὐδεμίαν εὕρισκον τῶν ἐπικειμένων  κακῶν, τοὺς μάντεις καλέσαντες, καὶ ἐκκλησίαν συναγαγόντες, ἐζήτουν λύσιν εὑρεῖν τῆς θεηλάτου πληγῆς ἐκείνης. Εἶτα  τῶν   μάντεων   εἰπόντων,   ὅτι   δαμάλεις   ἀδαμάστους  καὶ   πρωτοτοκούσας ὑποζεῦξαι τῇ κιβωτῷ χρὴ, καὶ μηδενὸς χειραγωγοῦντος  ἀφεῖναι βαδίζειν· οὕτω γὰρ ἔσται κατάδηλον, εἴτε θεήλατος ἦν ἡ πληγὴ, εἴτε ἐκ περιφορᾶς τινος ἡ νόσος (ἂν μὲν γὰρ, φησὶ, τὸν ζυγὸν ὑπὸ τῆς ἀπειρίας συντρίψωσιν, ἢ πρὸς τὰς δαμάλεις μυκωμένας ἐπιστραφῶσι, συντυχία τὸ γεγενημένον  ἐστίν· ἂν δὲ ὀρθὰ βαδίσωσι, καὶ οὔτε πρὸς τὸν μυκηθμὸν τῶν παιδίων πάσχουσαί τι, οὔτε ὑπὸ τῆς ἀγνοίας τῆς κατὰ τὴν ὁδὸν, πλανηθῶσιν,  εὔδηλον ὅτι ἡ τοῦ Θεοῦ χείρ ἐστιν ἡ ἁψαμένη τῶν πόλεων τούτων)· ἐπεὶ οὖν ταῦτα τῶν μάντεων εἰπόντων, ἐπείσθησαν οἱ τὰς πόλεις οἰκοῦντες ἐκείνας, καὶ ἐποίησαν ὡς ἐκελεύσθησαν, καὶ ὁ Θεὸς τῇ τῶν  μάντεων  ἠκολούθησε γνώμῃ, συγκαταβαίνων  πάλιν,  καὶ οὐκ ἐνόμισεν  ἀνάξιον  εἶναι  αὐτοῦ τῶν  μάντεων  τὴν πρόῤῥησιν εἰς  ἔργον  ἐξαγαγεῖν,  καὶ  ποιῆσαι  πιστοὺς  εἶναι  δοκεῖν,  ἐν  οἷς  τότε εἰρήκασι. Καὶ γὰρ  μεῖζον  τὸ  κατορθούμενον  ἦν,  τῷ  καὶ  αὐτοὺς  τοὺς  ἐναντίους μαρτυρῆσαι  τῇ  τοῦ  Θεοῦ  δυνάμει,   καὶ  τὴν   περὶ  αὐτοῦ  ψῆφον   τοὺς  αὐτῶν διδασκάλους ἐξενεγκεῖν. Καὶ ἕτερα δὲ πολλὰ τοιαῦτα ἴδοι τις ἂν οἰκονομοῦντα τὸν Θεόν. Καὶ γὰρ καὶ τὸ ἐπὶ τῆς ἐγγαστριμύθου τούτῳ προσέοικε τῆς οἰκονομίας τῷ τρόπῳ, ὃ καὶ ὑμεῖς λοιπὸν  ἀπὸ τῶν  εἰρημένων  ἐπιλῦσαι δυνήσεσθε. Τοῦ μὲν οὖν ἀστέρος ἕνεκεν παρὰ μὲν ἡμῶν ταῦτα εἴρηται, παρὰ δὲ ὑμῶν καὶ πλείονα λεχθῆναι δύναιτ' ἄν· ∆ίδου γὰρ, φησὶ, σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται.


δʹ. ∆εῖ δὲ λοιπὸν ἐπὶ τὴν ἀρχὴν τῶν ἀναγνωσθέντων ἐλθεῖν. Τίς δὲ ἡ ἀρχή; Τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν  Βηθλεὲμ τῆς  Ἰουδαίας,  ἐν  ἡμέραις  Ἡρώδου  τοῦ  βασιλέως,  ἰδοὺ  μάγοι  ἀπὸ ἀνατολῶν ἔρχονται εἰς Ἱεροσόλυμα. Μάγοι μὲν ἀστέρος κατάρχοντος ἠκολούθησαν· οὗτοι δὲ οὐδὲ προφητῶν  ἐνηχούντων  ἐπίστευσαν. Τίνος δὲ ἕνεκεν  ἡμῖν  καὶ τὸν χρόνον λέγει, καὶ τὸν τόπον, Ἐν Βηθλεὲμ εἰπὼν, καὶ Ἐν ταῖς ἡμέραις Ἡρώδου τοῦ βασιλέως; τίνος δὲ χάριν καὶ τὸ ἀξίωμα προστίθησι; Τὸ ἀξίωμα μὲν, ἐπειδὴ καὶ ἕτερος ἦν Ἡρώδης, ὁ τὸν Ἰωάννην  ἀνελών·  ἀλλ' ἐκεῖνος τετράρχης ἦν, οὗτος δὲ βασιλεύς. Τὸν τόπον  δὲ καὶ τὸν  χρόνον  τίθησι, προφητείας  ἡμᾶς ἀναμιμνήσκων παλαιᾶς· ὧν τὴν μὲν ὁ Μιχαίας προεφήτευσε λέγων·  Καὶ σὺ, Βηθλεὲμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· τὴν δὲ ὁ πατριάρχης Ἰακὼβ, ἀκριβῶς ἡμῖν χαρακτηρίζων τὸν χρόνον, καὶ μέγα τὸ παράσημον τῆς αὐτοῦ παρουσίας τιθείς· Οὐκ ἐκλείψει γὰρ, φησὶν, ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται· καὶ αὐτὸς προσδοκία ἐθνῶν. Ἄξιον δὲ κἀκεῖνο ζητῆσαι, πόθεν εἰς τοιαύτην  ἦλθον  ἔννοιαν,  καὶ τίς  αὐτοὺς εἰς τοῦτο διήγειρεν.  Οὐ γὰρ δὴ τοῦ ἀστέρος ἐμοὶ δοκεῖ τὸ ἔργον εἶναι μόνον, ἀλλὰ καὶ τοῦ Θεοῦ τοῦ τὴν ψυχὴν αὐτῶν κινήσαντος·  ὅπερ  καὶ  ἐπὶ  Κύρου πεποίηκε,  παρασκευάζων  αὐτὸν  ἀφεῖναι  τοὺς Ἰουδαίους. Οὐχ οὕτω μέντοι  τοῦτο εἰργάσατο, ὥστε τὸ αὐτεξούσιον λυμήνασθαι· ἐπεὶ καὶ Παῦλον καλέσας ἄνωθεν διὰ φωνῆς, καὶ τὴν αὐτοῦ χάριν καὶ τὴν ἐκείνου ὑπακοὴν  δήλην  ἐποίησε.  Καὶ τίνος  ἕνεκεν  μὴ  πᾶσι  τοῖς  μάγοις  τοῦτο,  φησὶν, ἀπεκάλυψεν;  Ὅτι οὐδὲ  πάντες  πιστεύειν  ἔμελλον,  ἀλλ' οὗτοι  τῶν  ἄλλων  ἦσαν ἐπιτηδειότεροι· ἐπεὶ καὶ μυρία ἔθνη ἀπώλοντο, καὶ Νινευΐταις ὁ προφήτης ἐπέμπετο μόνοις, καὶ δύο ἦσαν λῃσταὶ ἐν τῷ σταυρῷ, καὶ ὁ εἷς διεσώθη μόνος. Ὅρα γοῦν τούτων τὴν ἀρετὴν, οὐκ ἀφ' ὧν ἦλθον, ἀλλὰ καὶ ἀφ' ὧν παῤῥησιάζονται. Καὶ γὰρ ἵνα μὴ δόξωσιν ὑποβολιμαῖοί τινες εἶναι, λέγουσι τὸν ὁδηγήσαντα, καὶ τῆς ὁδοῦ τὸ μῆκος, καὶ τὴν παῤῥησίαν ἐλθόντες ἐνδείκνυνται· Ἤλθομεν γὰρ, φησὶ, προσκυνῆσαι αὐτῷ·  καὶ  οὔτε   τοῦ  δήμου   τὸν   θυμὸν,   οὔτε   τοῦ  βασιλέως   τὴν   τυραννίδα ἐδεδοίκεισαν. Ὅθεν ἔμοιγε δοκοῦσιν οὗτοι καὶ οἴκοι διδάσκαλοι γενέσθαι τῶν ἐγχωρίων. Οἱ γὰρ ἐνταῦθα μὴ παραιτησάμενοι τοῦτο εἰπεῖν, πολλῷ μᾶλλον εἰς τὴν αὐτῶν ἐπαῤῥησιάσαντο, ἅτε καὶ τὸν χρησμὸν τὸν παρὰ τοῦ ἀγγέλου λαβόντες, καὶ τὴν παρὰ τοῦ προφήτου μαρτυρίαν. Ἀκούσας δὲ Ἡρώδης, φησὶν, ἐταράχθη, καὶ πᾶσα Ἱεροσόλυμα μετ'  αὐτοῦ. Ὁ μὲν Ἡρώδης εἰκότως, ἅτε βασιλεὺς ὢν, καὶ δεδοικὼς ὑπέρ τε ἑαυτοῦ καὶ τῶν παίδων· τὰ δὲ Ἱεροσόλυμα τίνος ἕνεκεν; Καίτοι σωτῆρα, καὶ εὐεργέτην,  καὶ  ἐλευθερωτὴν  ἄνωθεν  αὐτὸν  οἱ  προφῆται  προὔλεγον.  Τίνος  οὖν ἕνεκεν  ἐταράχθησαν;  Ἀπὸ τῆς  αὐτῆς  γνώμης,  ἀφ'  ἧς  καὶ  ἔμπροσθεν  τὸν  Θεὸν εὐεργετοῦντα ἀπεστρέφοντο, καὶ τῶν Αἰγυπτιακῶν ἐμέμνηντο κρεῶν, τοσαύτης ἀπολαύοντες  ἐλευθερίας. Σὺ δέ μοι σκόπει τῶν προφητῶν  τὴν ἀκρίβειαν. Καὶ γὰρ καὶ αὐτὸ τοῦτο προανεφώνησεν  ὁ προφήτης ἄνωθεν  λέγων· Θελήσουσιν, εἰ ἐγενήθησαν  πυρίκαυστοι· ὅτι παιδίον  ἐγεννήθη  ἡμῖν,  υἱὸς καὶ ἐδόθη ἡμῖν.  Ἀλλ' ὅμως ταραχθέντες, οὐ ζητοῦσι τὸ συμβὰν ἰδεῖν, οὐδὲ τοῖς μάγοις ἀκολουθοῦσι καὶ περιεργάζονται· οὕτως ὁμοῦ καὶ φιλόνεικοι  καὶ ῥᾴθυμοι μάλιστα πάντων ἦσαν.∆έον γὰρ αὐτοὺς καὶ ἐγκαλλωπίζεσθαι, ὅτι παρ' αὐτοῖς ὁ βασιλεὺς ἐτέχθη, καὶ τὴνΠερσῶν εἵλκυσε χώραν, καὶ μέλλουσιν ἔχειν ἅπαντας ὑποχειρίους, ἅτε τῶν πραγμάτων  ἐπὶ  τὸ βέλτιον  προελθόντων,  καὶ ἀπὸ προοιμίου  λαμπρᾶς  οὕτω  τῆς ἀρχῆς γενομένης, οἱ δὲ οὐδὲ ταύτῃ γίνονται ἀμείνους. Καίτοι ἄρτι τῆς αἰχμαλωσίας ἦσαν τῆς ἐκεῖθεν  ἀπαλλαγέντες·  καὶ εἰκὸς ἦν αὐτοὺς ἐννοεῖν,  εἰ καὶ μηδὲν  τῶν ἀποῤῥήτων καὶ ὑψηλῶν ᾔδεσαν, ἀλλ' ἀπὸ τῶν παρόντων ἐψηφίσαντο μόνον, ὅτι εἰ τεχθέντα  οὕτω τρέμουσιν ἡμῶν τὸν βασιλέα, πολλῷ  μᾶλλον  αὐξηθέντα φοβηθήσονται,   καὶ  ὑπακούσουσι,  καὶ  τῶν   βαρβαρικῶν  ἔσται  λαμπρότερα  τὰ ἡμέτερα. Ἀλλ' οὐδὲν τούτων αὐτοὺς διανίστησι· τοσαύτη ἦν αὐτῶν ἡ νωθεία, μετὰ ταύτης δὲ καὶ ἡ βασκανία· ἅπερ ἀμφότερα δεῖ μετὰ ἀκριβείας ἐξορίζειν τῆς ἡμετέρας διανοίας, καὶ πυρὸς εἶναι σφοδρότερον τὸν μέλλοντα ἐπὶ τῆς τοιαύτης παρατάξεως ἵστασθαι. ∆ιὸ καὶ ὁ Χριστὸς ἔλεγε· Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν· καὶ ἤθελον εἰ ἤδη ἀνήφθη.   Καὶ τὸ  Πνεῦμα  διὰ  τοῦτο  ἐν  πυρὶ  φαίνεται. 

 εʹ. Ἀλλ'  ἡμεῖς  τέφρας ψυχρότεροι γεγόναμεν, καὶ τῶν τεθνηκότων νεκρότεροι· καὶ ταῦτα Παῦλον ὁρῶντες ὑπὲρ τὸν οὐρανὸν ἱπτάμενον,  καὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ, καὶ φλογὸς  ἁπάσης σφοδρότερον ἅπαντα νικῶντα  καὶ ὑπερβαίνοντα, τὰ κάτω, τὰ ἄνω, τὰ παρόντα, τὰ μέλλοντα, τὰ ὄντα, τὰ οὐκ ὄντα. Εἰ δὲ μεῖζόν σου ἐκεῖνο τὸ ὑπόδειγμα, μάλιστα μὲν οὖν καὶ οὗτος νωθείας ὁ λόγος (τί γάρ σου πλέον εἶχεν ὁ Παῦλος, ὅτι ἀδύνατον τὸν πρὸς ἐκεῖνόν σοι φῂς εἶναι ζῆλον;)· πλὴν ἀλλ' ἵνα μὴ φιλονεικῶμεν,  τὸν Παῦλον ἀφέντες, τοὺς πρώτους πιστεύσαντας ἐννοήσωμεν, οἳ καὶ χρήματα, καὶ κτήματα, καὶ φροντίδα καὶ σχολὴν ἅπασαν βιωτικὴν ἐξέβαλον, καὶ ὅλους ἑαυτοὺς ἀνέθηκαν τῷ Θεῷ, καθ' ἑκάστην νύκτα  καὶ ἡμέραν τῇ τοῦ λόγου  διδασκαλίᾳ προσεδρεύοντες. Τοιοῦτον  γὰρ  τὸ  πῦρ  τὸ  πνευματικόν·  οὐδεμίαν  ἐπιθυμίαν  ἀφίησιν  ἔχειν  τῶν ἐνταῦθα, ἀλλ' εἰς ἕτερον ἡμᾶς μεθίστησιν ἔρωτα. ∆ιὰ τοῦτο ὁ τοιούτων ἐρῶν πραγμάτων, κἂν τὰ ὄντα προέσθαι δέῃ, κἂν τρυφῆς, κἂν δόξης καταγελάσαι, κἂν αὐτὴν  ἐκδοῦναι  τὴν ψυχὴν,  μετὰ πάσης εὐκολίας ταῦτα πάντα  ποιεῖ. Ἡ γὰρ τοῦ πυρὸς  ἐκείνου  θερμότης  εἰς  τὴν  ψυχὴν  εἰσιοῦσα, πᾶσαν ἐκβάλλει  νωθείαν,  καὶ πτεροῦ ποιεῖ κουφότερον τὸν ἁλόντα· καὶ πάντων τῶν ὁρωμένων ὑπερορῶν λοιπὸν, ὁ τοιοῦτος ἐν κατανύξει μένει διηνεκεῖ, πηγὰς συνεχεῖς ἀφιεὶς δακρύων, καὶ πολλὴν ἐντεῦθεν καρπούμενος τὴν ἡδονήν. Οὐδὲν γὰρ οὕτως συγκολλᾷ καὶ ἑνοῖ τῷ Θεῷ, ὡς τὰ τοιαῦτα δάκρυα. Ὁ τοιοῦτος κἂν ἐν μέσαις πόλεσιν ᾖ κατοικῶν,  ὡς ἐν ἐρημίᾳ διατρίβει  καὶ  ὄρεσι καὶ  νάπαις,  οὐδένα  τῶν  παρόντων  ὁρῶν,  οὐδὲ  κόρον  τῶν τοιούτων   λαμβάνων   θρήνων,   ἄν  τε  ὑπὲρ  ἑαυτοῦ,  ἄν  τε  ὑπὲρ  τῶν   ἑτέροις πεπλημμελημένων δακρύῃ. ∆ιὰ τοῦτο πρὸ τῶν ἄλλων τούτους ἐμακάριζεν ὁ Θεὸς, Μακάριοι οἱ πενθοῦντες,  λέγων.  Καὶ πῶς ὁ Παῦλός φησι· Χαίρετε ἐν Κυρίῳ πάντοτε; Τὴν ἐκ τῶν δακρύων τούτων λέγων ἡδονήν. Ὥσπερ γὰρ ἡ διὰ κόσμον χαρὰ λύπην ἔχει συγκεκληρωμένην, οὕτω τὰ κατὰ Θεὸν δάκρυα χαρὰν βλαστάνει διηνεκῆ καὶ   ἀμάραντον.   Οὕτω   καὶ   ἡ   πόρνη   παρθένων   ἐγένετο   σεμνοτέρα,   τούτῳ κατασχεθεῖσα τῷ πυρί. Ἐπειδὴ γὰρ διεθερμάνθη τῇ μετανοίᾳ, ἐξεβακχεύθη λοιπὸν τῷ περὶ τὸν Χριστὸν πόθῳ, τὰς τρίχας λύουσα, καὶ τοὺς ἁγίους βρέχουσα πόδας τοῖς δάκρυσι, καὶ ταῖς ἰδίαις  αὐτοὺς ἀπομάσσουσα κόμαις, καὶ τὸ μύρον κενοῦσα. Καὶ ταῦτα μὲν ἅπαντα ἔξωθεν ἐγίνετο· τὰ δὲ ἐν τῇ διανοίᾳ τελούμενα πολλῷ τούτων θερμότερα  ἦν,  ἃ  μόνος  αὐτὸς  ἔβλεπεν  ὁ  Θεός. ∆ιὰ  δὴ  τοῦτο  ἕκαστος ἀκούων, συγχαίρει  τε  αὐτῇ,  καὶ  εὐφραίνεται   τοῖς   ἐκείνης   κατορθώμασι,  καὶ  πάντων ἀπαλλάττει  τῶν  ἐγκλημάτων  αὐτήν. Εἰ δὲ ἡμεῖς οἱ πονηροὶ ταύτην  φέρομεν τὴν ψῆφον, ἐννόησον τίνος ἀπέλαυσε παρὰ τοῦ φιλανθρώπου  Θεοῦ, καὶ πόσα, καὶ πρὸ τῶν τοῦ Θεοῦ δωρεῶν, ἀπὸ τῆς μετανοίας ἐκαρπώσατο ἀγαθά. Καθάπερ γὰρ ὑετοῦ καταῤῥαγέντος σφοδροῦ αἰθρία γίνεται καθαρὰ, οὕτω καὶ δακρύων καταφερομένων γαλήνη  γίνεται  καὶ εὐδία, καὶ τὸ ἐκ τῶν  ἁμαρτημάτων  ἀφανίζεται  σκότος. Καὶ ὥσπερ ἐξ ὕδατος καὶ πνεύματος, οὕτως ἀπὸ δακρύων καὶ ἐξομολογήσεως καθαιρόμεθα πάλιν, ἂν μὴ πρὸς ἐπίδειξιν τοῦτο ποιῶμεν καὶ πρὸς φιλοτιμίαν.  Τὴν γὰρ οὕτω δακρύουσαν τῆς καλλωπιζομένης καὶ ὑπογραφαῖς καὶ ἐπιτρίμμασι μᾶλλον κατηγορεῖσθαι φαίην ἂν εἶναι δίκαιον. Ἐγὼ γὰρ ἐκεῖνα ζητῶ τὰ δάκρυα τὰ μὴ πρὸς ἐπίδειξιν,  ἀλλὰ  πρὸς  κατάνυξιν  γινόμενα·  τὰ  λάθρα  καὶ  ἐν  τοῖς  ταμιείοις,  καὶ μηδενὸς ὁρῶντος, ἀλλ' ἠρέμα καὶ ἀψοφητὶ στάζοντα· τὰ ἀπὸ βάθους διανοίας, τὰ ἐν τῷ θλίβεσθαι καὶ ὀδυνᾶσθαι, τὰ διὰ τὸν Θεὸν μόνον γινόμενα, οἷα τὰ τῆς Ἄννης ἦν· Τὰ γὰρ χείλη  αὐτῆς, φησὶν, ἐκινεῖτο,  καὶ ἡ φωνὴ  αὐτῆς  οὐκ ἠκούετο. Ἀλλὰ τὰ δάκρυα μόνα σάλπιγγος λαμπροτέραν ἠφίει φωνήν.  ∆ιὰ δὴ τοῦτο καὶ τὴν μήτραν ἀνέῳξεν ὁ Θεὸς, καὶ τὴν σκληρὰν πέτραν ἁπαλὴν ἄρουραν εἰργάσατο.   ʹ. Ἂν οὕτω καὶ αὐτὸς δακρύῃς, μιμητὴς τοῦ ∆εσπότου σου γέγονας. Καὶ γὰρ καὶ αὐτὸς ἐδάκρυσε, καὶ ἐπὶ Λαζάρου καὶ ἐπὶ τῆς πόλεως, καὶ ἐπὶ τοῦ Ἰούδα διεταράχθη. Καὶ τοῦτο μὲν πολλάκις  ἔστιν ἰδεῖν  αὐτὸν ποιοῦντα,  γελῶντα  δὲ οὐδαμοῦ· ἀλλ' οὐδὲ μειδιῶντα ἠρέμα· οὐκοῦν  τῶν  εὐαγγελιστῶν  οὐδεὶς εἴρηκε. ∆ιὰ τοῦτο καὶ Παῦλος, ὅτι μὲν ἐδάκρυσε, καὶ τριετίαν νύκτα καὶ ἡμέραν τοῦτο ἐποίει καὶ αὐτὸς περὶ ἑαυτοῦ, καὶ ἕτεροι περὶ αὐτοῦ τοῦτο λέγουσιν·  ὅτι δὲ ἐγέλασεν, οὐδαμοῦ οὔτε αὐτὸς εἴρηκεν, οὔτε ἄλλος οὐδὲ εἷς τῶν ἁγίων, οὔτε περὶ ἑαυτοῦ, οὔτε περὶ ἑτέρου τινὸς τοιούτου· ἀλλὰ περὶ Σάῤῥας μόνης τοῦτο εἴρηται, ἡνίκα ἐπετιμήθη· καὶ περὶ τοῦ υἱοῦ Νῶε, ὅτε ἀντ' ἐλευθέρου δοῦλος γέγονε. Καὶ ταῦτα λέγω, οὐ τὸν γέλωτα ἐκκόπτων, ἀλλὰ τὴν διάχυσιν ἀναιρῶν. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, θρύπτῃ  καὶ διαῤῥέεις, τοσαύταις εὐθύναις  ἔνοχος  ὢν  ἔτι,  καὶ  φοβερῷ  μέλλων   παραστήσεσθαι δικαστηρίῳ,  καὶ πάντων  παρέχειν  λόγον  μετὰ ἀκριβείας τῶν  ἐνταῦθα  γεγενημένων;  Καὶ γὰρ ὧν ἑκόντες  καὶ ὧν  ἄκοντες  ἡμάρτομεν,  δώσομεν  λόγον·  Ὃς γὰρ ἂν  ἀρνήσηταί  με, φησὶν, ἔμπροσθεν τῶν ἀνθρώπων,  κἀγὼ ἀρνήσομαι αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου. Καίτοιγε ἀκούσιος ἡ τοιαύτη ἄρνησις, ἀλλ' ὅμως οὐ διαφεύγει  τὴν κόλασιν, ἀλλὰ  καὶ ταύτης  διδόαμεν εὐθύνας· καὶ ὧν  ἴσμεν, καὶ ὧν  οὐκ ἴσμεν· Οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα, φησὶν, ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι. Καὶ ὧν κατὰ ἄγνοιαν, καὶ ὧν κατὰ γνῶσιν· Μαρτυρῶ γὰρ αὐτοῖς, φησὶν, ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ' οὐ κατ' ἐπίγνωσιν·  ἀλλ' ὅμως  οὐκ ἀρκεῖ τοῦτο  εἰς ἀπολογίαν  αὐτοῖς.  Καὶ Κορινθίοις δὲ ἐπιστέλλων  ἔλεγε· Φοβοῦμαι μήπως ὡς ὁ ὄφις ἐξηπάτησεν Εὔαν ἐν τῇ πανουργίᾳ αὐτοῦ, οὕτω  φθαρῇ  τὰ νοήματα  ὑμῶν  ἀπὸ τῆς  ἁπλότητος  τῆς  εἰς τὸν  Χριστόν. Τοσούτων τοίνυν  μέλλων  διδόναι  εὐθύνας,  κάθῃ γελῶν,  καὶ ἀστεῖα λέγων,  καὶ τρυφῇ προσέχων; Ἂν γὰρ μὴ ταῦτα ποιήσω, φησὶν, ἀλλὰ πενθήσω, τί τὸ ὄφελος; Μέγιστον μὲν οὖν, καὶ τοσοῦτον ὅσον οὐδὲ τῷ λόγῳ παραστῆσαι δυνατόν. Ἐπὶ μὲν γὰρ τῶν ἔξωθεν δικαστηρίων, ὅσα ἂν δακρύσῃς, οὐκ ἐκφεύξῃ τὴν κόλασιν μετὰ τὴν ἀπόφασιν· ἐνταῦθα  δὲ, ἂν στυγνάσῃς μόνον,  ἔλυσας τὴν  ψῆφον,  καὶ συγγνώμης ἀπέλαυσας. ∆ιὰ τοῦτο πολλὰ περὶ πένθους ἡμῖν ὁ Χριστὸς διαλέγεται, καὶ μακαρίζει τοὺς  πενθοῦντας,  καὶ  ταλανίζει  τοὺς  γελῶντας.  Οὐ γάρ  ἐστι τὸ  θέατρον  τοῦτο γέλωτος, οὐδὲ διὰ τοῦτο συνήλθομεν, ἵνα ἀνακαγχάζωμεν, ἀλλ' ἵνα στενάζωμεν, καὶ βασιλείαν ἐκ τοῦ στεναγμοῦ τούτου κληρονομήσωμεν. Σὺ δὲ βασιλεῖ μὲν παρεστὼς, οὐδὲ ἁπλῶς  μειδιᾶσαι ἀνέχῃ·  τὸν  δὲ τῶν  ἀγγέλων  ∆εσπότην ἔχων  ἔνοικον  οὐχ ἕστηκας  μετὰ  τρόμου  καὶ  σωφροσύνης  τῆς  προσηκούσης, ἀλλὰ  γελᾷς,  αὐτοῦ πολλάκις ὀργιζομένου; καὶ οὐκ ἐννοεῖς ὅτι τῶν ἁμαρτημάτων ταύτῃ μειζόνως παροξύνεις αὐτόν; Οὐ γὰρ οὕτω τοὺς ἁμαρτάνοντας, ὡς τοὺς μετὰ τὴν ἁμαρτίαν μὴ συστελλομένους ἀποστρέφεσθαι εἴωθεν ὁ Θεός. Ἀλλ' ὅμως οὕτως εἰσὶν ἀναισθήτως τινὲς διακείμενοι, ὡς καὶ μετὰ ταῦτα τὰ ῥήματα λέγειν· ἐμοὶ δὲ μὴ γένοιτο δακρῦσαί ποτε, ἀλλὰ δῴη μοι γελᾷν καὶ παίζειν ὁ Θεὸς πάντα τὸν χρόνον. Καὶ τί ταύτης τῆς διανοίας παιδικώτερον  γένοιτ' ἄν; οὐ γὰρ ὁ Θεὸς δίδωσι παίζειν, ἀλλ' ὁ διάβολος. Ἄκουσον γοῦν, οἱ παίζοντες τί ἔπαθον· Ἐκάθισε, φησὶν, ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν. Τοιοῦτοι ἦσαν οἱ ἐν Σοδόμοις, τοιοῦτοι οἱ ἐπὶ τοῦ κατακλυσμοῦ. Καὶ γὰρ καὶ  περὶ ἐκείνων  φησὶν,  Ὅτι ἐν  ὑπερηφανίᾳ,  καὶ  ἐν  εὐθηνίαις,  καὶ  ἐν πλησμονῇ ἄρτων ἐσπατάλων. Καὶ οἱ κατὰ τὸν Νῶε ὄντες τὴν κιβωτὸν ἐπὶ τοσούτοις ὁρῶντες κατασκευαζομένην ἔτεσιν, ἀναλγήτως εὐφραίνοντο, μηδὲν τῶν μελλόντων προορώμενοι. ∆ιὰ τοῦτο καὶ πάντας αὐτοὺς ἐπελθὼν παρέσυρεν ὁ κατακλυσμὸς, καὶ τὸ κοινὸν  τῆς οἰκουμένης ναυάγιον  τότε εἰργάσατο.


ζʹ. Μὴ τοίνυν  αἴτει παρὰ τοῦ Θεοῦ ταῦτα, ἃ παρὰ  τοῦ διαβόλου λαμβάνεις. Τοῦ γὰρ Θεοῦ, δοῦναι καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην,  νήφουσαν, σωφρονοῦσαν καὶ κατεσταλμένην, μετανοοῦσαν καὶ κατανενυγμένην.  Ταῦτα ἐκείνου τὰ δῶρα, ἐπειδὴ καὶ τούτου ἡμῖν χρεία  μάλιστα.  Καὶ γὰρ  ἀγὼν  ἐφέστηκε  χαλεπὸς,  καὶ  πρὸς  τὰς  ἀοράτους  ἡμῖν δυνάμεις ἡ πάλη, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἡ μάχη, πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας ὁ πόλεμος· καὶ ἀγαπητὸν σπουδάζοντας ἡμᾶς καὶ νήφοντας  καὶ διεγηγερμένους, δυνηθῆναι τὴν ἀγρίαν ἐκείνην φάλαγγα ἐνεγκεῖν. Ἂν δὲ γελῶμεν καὶ παίζωμεν,  καὶ διαπαντὸς  ῥᾳθυμῶμεν, καὶ πρὸ τῆς συμβολῆς ὑπὸ τῆς οἰκείας καταπεσούμεθα ῥᾳθυμίας. Οὐ τοίνυν  ἡμέτερον τὸ γελᾷν διηνεκῶς  καὶ θρύπτεσθαι καὶ τρυφᾷν,  ἀλλὰ  τῶν  ἐπὶ σκηνῆς, τῶν  πορνευομένων  γυναικῶν,  τῶν  εἰς τοῦτο ἐξυρημένων ἀνδρῶν, τῶν παρασίτων, τῶν κολάκων· οὐ τῶν ἐπὶ τὸν οὐρανὸν κεκλημένων, οὐ τῶν εἰς τὴν ἄνω πόλιν ἐγγεγραμμένων, οὐ τῶν ὅπλα βασταζόντων πνευματικὰ, ἀλλὰ τῶν τῷ διαβόλῳ τελουμένων.  Ἐκεῖνος γάρ ἐστιν, ἐκεῖνος, ὁ καὶ τέχνην   τὸ  πρᾶγμα  ποιήσας,  ἵνα   τοὺς  στρατιώτας   ἐκλύσῃ  τοῦ  Χριστοῦ,  καὶ μαλακώτερα αὐτῶν ποιήσῃ τῆς προθυμίας τὰ νεῦρα. ∆ιὰ τοῦτο καὶ θέατρα ᾠκοδόμησεν  ἐν  ταῖς  πόλεσι, καὶ  τοὺς  γελωτοποιοὺς  ἐκείνους  ἀσκήσας, διὰ  τῆς ἐκείνων λύμης κατὰ τῆς πόλεως ἁπάσης τὸν τοιοῦτον ἐνσκήπτει λοιμόν· ἃ φεύγειν ὁ Παῦλος ἐκέλευσε, τὴν μωρολογίαν καὶ τὴν εὐτραπελίαν, ταῦτα διώκειν ἀναπείθων. Καὶ τὸ  δὴ  χαλεπώτερον  τούτων  ἡ  τοῦ  γέλωτός  ἐστιν  ὑπόθεσις. Ὅταν  μὲν  γὰρ βλάσφημόν τι εἴπωσιν ἢ αἰσχρὸν οἱ μῖμοι τῶν γελοίων  ἐκείνων, τότε πολλοὶ τῶν ἀνοητοτέρων γελῶσι καὶ τέρπονται, ὑπὲρ ὧν αὐτοὺς λιθάζειν ἐχρῆν, ὑπὲρ τούτων κροτοῦντες, καὶ τὴν κάμινον  τοῦ πυρὸς διὰ τῆς ἡδονῆς ταύτης κατὰ τῆς ἑαυτῶν ἕλκοντες κεφαλῆς. Οἱ γὰρ ἐπαινοῦντες τοὺς ταῦτα λέγοντας, οὗτοι μάλιστά εἰσιν οἱ λέγειν ἀναπείθοντες· διὸ καὶ τῆς κολάσεως τῆς ἐπὶ τούτοις κειμένης δικαιότερον ἂν εἶεν ὑπεύθυνοι. Εἰ γὰρ μηδεὶς ἦν ὁ τὰ τοιαῦτα θεώμενος, οὐδ' ἂν ὁ ἀγωνιζόμενος ἦν· ὅταν δὲ ἴδωσιν ὑμᾶς καὶ ἐργαστήρια καὶ τέχνας καὶ τὴν ἐκ τούτων πρόσοδον, καὶ πάντα ἁπλῶς ὑπὲρ τῆς ἐκεῖ διατριβῆς ἀφέντας, μείζονα δέχονται τὴν προθυμίαν, καὶ πλείονα  περὶ  ταῦτα  ποιοῦνται  σπουδήν.  Καὶ ταῦτα  οὐκ  ἐκείνους  ἀπαλλάττων ἐγκλημάτων λέγω, ἀλλ' ἵνα ὑμεῖς μάθητε, ὅτι τὴν ἀρχὴν καὶ τὴν ῥίζαν τῆς τοιαύτης παρανομίας  ὑμεῖς μάλιστά ἐστε οἱ παρέχοντες,  οἱ τὴν  ἡμέραν ἅπασαν εἰς ταῦτα καταναλίσκοντες,   καὶ  τὰ  σεμνὰ  τοῦ  γάμου  πράγματα  ἐκπομπεύοντες,  καὶ  τὸ μυστήριον τὸ μέγα παραδειγματίζοντες. Οὐδὲ γὰρ οὕτως ἐκεῖνος ὁ ταῦτα ὑποκρινόμενός  ἐστιν ὁ πλημμελῶν,  ὡς πρὸ ἐκείνου  σὺ, ὁ ταῦτα κελεύων  ποιεῖν· μᾶλλον δὲ οὐ κελεύων μόνον, ἀλλὰ καὶ σπουδάζων, καὶ εὐφραινόμενος, καὶ γελῶν, καὶ ἐπαινῶν  τὰ γινόμενα, καὶ παντὶ τρόπῳ συγκροτῶν τὰ τοιαῦτα ἐργαστήρια τῶν δαιμόνων. Ποίοις οὖν ὀφθαλμοῖς, εἰπέ μοι, λοιπὸν τὴν γυναῖκα ἐπὶ τῆς οἰκίας ὄψει, ἰδὼν   αὐτὴν   ὑβριζομένην   ἐκεῖ;  Πῶς  δὲ  οὐκ  ἐρυθριᾷς  ἀναμιμνησκόμενος   τῆς συνοίκου, ἡνίκα ἂν τὴν φύσιν αὐτὴν παραδειγματιζομένην ἴδῃς; 


ηʹ. Μὴ γάρ μοι τοῦτο  εἴπῃς,  ὅτι  ὑπόκρισίς  ἐστι  τὰ  γινόμενα·  ἡ  γὰρ  ὑπόκρισις  αὕτη  πολλοὺς εἰργάσατο μοιχοὺς, καὶ πολλὰς ἀνέτρεψεν οἰκίας. Καὶ διὰ τοῦτο μάλιστα στένω, ὅτι οὐδὲ δοκεῖ πονηρὸν  εἶναι  τὸ γινόμενον,  ἀλλὰ  καὶ κρότοι καὶ κραυγὴ καὶ γέλως πολὺς, μοιχείας τολμωμένης  τοσαύτης. Τί λέγεις; Ὑπόκρισις τὰ γινόμενα; ∆ι' αὐτὸ μὲν οὖν τοῦτο μυρίων ἂν εἶεν ἐκεῖνοι θανάτων ἄξιοι, ὅτι ἃ φεύγειν οἱ νόμοι κελεύουσιν ἅπαντες, ταῦτα μιμεῖσθαι ἐσπουδάκασιν ἐκεῖνοι. Εἰ γὰρ αὐτὸ κακὸν, καὶ ἡ μίμησις τούτου κακόν. Καὶ οὔπω λέγω, πόσους ἐργάζονται μοιχοὺς οἱ τὰ τοιαῦτα τῆς  μοιχείας  ὑποκρινόμενοι  δράματα,  πῶς  ἰταμοὺς  καὶ  ἀναισχύντους κατασκευάζοντι   τοὺς   τῶν   τοιούτων   θεωρούς·  οὐδὲν   γὰρ  πορνικώτερον   καὶ ἰταμώτερον  ὀφθαλμοῦ  τοιαῦτα  βλέπειν  ἀνεχομένου.  Σὺ δὲ ἐν ἀγορᾷ μὲν οὐκ ἂν ἕλοιο  γυναῖκα  γυμνουμένην  ἰδεῖν,  μᾶλλον  δὲ οὐδὲ ἐν  οἰκίᾳ, ἀλλὰ  καὶ ὕβριν τὸ πρᾶγμα καλεῖς· ἐπὶ δὲ τὸ θέατρον ἀναβαίνεις, ἵνα τὸ κοινὸν τῶν ἀνδρῶν καὶ τῶν γυναικῶν  ἐνυβρίσῃς γένος, καὶ τοὺς σαυτοῦ αἰσχύνῃς ὀφθαλμούς; Μὴ γὰρ δὴ τοῦτο εἴπῃς, ὅτι πόρνη ἐστὶν ἡ γυμνουμένη, ἀλλ' ὅτι ἡ αὐτὴ φύσις καὶ σῶμα τὸ αὐτὸ καὶ τῆς πόρνης καὶ τῆς ἐλευθέρας. Εἰ γὰρ οὐδὲν ἄτοπον τοῦτο, τίνος ἕνεκεν ἐπ' ἀγορᾶς ἂν ἴδῃς τοῦτο γινόμενον,  καὶ αὐτὸς ἀποπηδᾷς, καὶ τὴν ἀσχημονοῦσαν ἐλαύνεις; ἢ ὅταν μὲν διῃρημένοι ὦμεν, τότε ἄτοπον τὸ τοιοῦτον· ὅταν δὲ συνηγμένοι καὶ πάντες ὁμοῦ  καθήμενοι,  οὐκέτι  ὁμοίως  αἰσχρόν;  Ἀλλὰ  γέλως  ταῦτα  καὶ  ὄνειδος,  καὶ ἐσχάτης παραπληξίας ῥήματα· καὶ βέλτιον πηλῷ καὶ βορβόρῳ τὴν ὄψιν ἀναχρῶσαι πᾶσαν,  ἢ  τοιαύτην   θεωρῆσαι  παρανομίαν.  Οὔτε  γὰρ  οὕτως  ὀφθαλμῷ   βλάβη βόρβορος, ὡς ἀκόλαστος ὄψις, καὶ γεγυμνωμένης  γυναικὸς θεωρία. Ἄκουσον γοῦν τί τὴν γύμνωσιν  ἐποίησεν ἐξ ἀρχῆς, καὶ φοβήθητι  τῆς τοιαύτης ἀσχημοσύνης τὴν ὑπόθεσιν. Τί οὖν ἐποίησε τὴν γύμνωσιν; Ἡ παρακοὴ, καὶ ἡ τοῦ διαβόλου συμβουλή. Οὕτως ἄνωθεν καὶ ἐξ ἀρχῆς, ἐκείνου τοῦτο γέγονε τὸ ἐπιτήδευμα. Ἀλλ' ἐκεῖνοι μὲν κἂν ᾐσχύνοντο γυμνοὶ ὄντες· ὑμεῖς δὲ καὶ ἐγκαλλωπίζεσθε, κατὰ τὸ ἀποστολικὸν ἐκεῖνο, Ἐν τῇ αἰσχύνῃ τὴν δόξαν ἔχοντες. Πῶς οὖν ὄψεταί σε λοιπὸν ἡ γυνὴ ἀπὸ τῆς τοιαύτης  ἐπανελθόντα  παρανομίας; πῶς δέξεται; πῶς προσερεῖ, οὕτως  ἀτίμως  τὸ κοινὸν   τῆς  γυναικείας   παραδειγματίσαντα   φύσεως,  καὶ  αἰχμάλωτον   ὑπὸ  τῆς τοιαύτης ὄψεως καὶ δοῦλον γεγενημένον  τῆς πορνευθείσης γυναικός; Εἰ δὲ ἀλγεῖτε ταῦτα ἀκούοντες, χάριν ὑμῖν ἔχω πολλήν· Τίς γάρ ἐστιν ὁ εὐφραίνων  με, εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ; Μὴ δὴ παύσησθέ ποτε στένοντες ἐπὶ τούτοις καὶ δακνόμενοι· καὶ γὰρ προοίμιον  ὑμῖν  ἔσται τῆς ἐπὶ τὰ κρείττω  μεταβολῆς  ἡ ἐκ τῶν  τοιούτων ὀδύνη. ∆ιὰ τοῦτο κἀγὼ σφοδρότερον τὸν λόγον  ἐποιησάμην, ἵνα βαθυτέραν δοὺς τὴν τομὴν, ἀπαλλάξω  τῆς σηπεδόνος τῶν  μεθυσκόντων  ὑμᾶς· ἵνα πρὸς καθαρὰν ἐπαναγάγω  ψυχῆς ὑγείαν· ἧς γένοιτο  πάντας ἡμᾶς ἀπολαύοντας  διὰ πάντων,  καὶ τῶν  κειμένων  ἐπάθλων  τοῖς κατορθώμασι τούτοις ἐπιτυχεῖν,  χάριτι  καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/





Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |