Ιωάννης Χρυσόστομος
Πρός Απόστολον Ματθαίον
Τόμος 57
ΜΒʹ Ἢ ποιήσατε τὸ δένδρον καλὸν, καὶ τὸν καρπὸν αὐ τοῦ καλόν· ἢ ποιήσατε τὸ δένδρον σαπρὸν, καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν· ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται.
αʹ. Πάλιν ἑτέρως αὐτοὺς καταισχύνει, καὶ οὐκ ἀρκεῖται τοῖς προτέροις ἐλέγχοις. Τοῦτο δὲ ποιεῖ, οὐχ ἑαυτὸν ἀπαλλάττων ἐγκλημάτων (ἤρκει γὰρ τὸ πρότερον), ἀλλ' αὐτοὺς διορθῶσαι βουλόμενος. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Οὐδεὶς ὑμῶν οὔτε ἐμέμψατο τοῖς θεραπευθεῖσιν, ὡς οὐ θεραπευθεῖσιν, οὔτε εἶπεν, ὅτι πονηρὸν τὸ δαίμονος ἐλευθεροῦν. Εἰ γὰρ καὶ σφόδρα ἠναισχύντουν, οὐκ ἐδύναντο τοῦτο εἰπεῖν. Ἐπεὶ οὖν τοῖς μὲν ἔργοις οὐκ ἐπέσκηπτον, τὸν δὲ ταῦτα ἐργαζόμενον διέβαλλον· δείκνυσιν ὅτι καὶ παρὰ τοὺς κοινοὺς λογισμοὺς καὶ παρὰ τὴν τῶν πραγμάτων ἀκολουθίαν ἡ κατηγορία αὕτη. Ὅπερ ἐπιτεταμένης ἐστὶν ἀναισχυντίας, τὸ μὴ μόνον πονηρεύεσθαι, ἀλλὰ καὶ τοιαῦτα συντιθέναι, ἃ καὶ παρὰ τὰς κοινάς ἐστιν ἐννοίας. Καὶ ὅρα τὸ ἀφιλόνεικον.
Οὐ γὰρ εἶπε· Ποιήσατε τὸ δένδρον καλὸν, ἐπειδὴ καὶ ὁ καρπὸς καλός· ἀλλὰ μεθ' ὑπερβολῆς αὐτοὺς ἐπιστομίζων, καὶ τὴν ἐπιείκειαν τὴν αὐτοῦ καὶ τὴν ἀναισχυντίαν τὴν ἐκείνων ἐνδεικνύμενός φησιν· Εἰ καὶ τῶν ἔργων βούλεσθε ἐπιλαβέσθαι, οὐδὲν κωλύω· μόνον μὴ ἀσύμφωνα, μηδὲ ἀνακόλουθα ἐγκαλεῖτε. Οὕτω γὰρ σαφέστερον ἁλίσκεσθαι ἔμελλον, πρὸς τὰ λίαν φανερὰ ἀναισχυντοῦντες. Ὥστε εἰκῆ πονηρεύεσθε, φησὶ, καὶ ἀνακόλουθα ἑαυτοῖς λέγετε. Καὶ γὰρ ἡ τοῦ δένδρου διάκρισις ἀπὸ τοῦ καρποῦ φαίνεται, οὐχ ὁ καρπὸς ἀπὸ τοῦ δένδρου· ὑμεῖς δὲ τοὐναντίον ποιεῖτε. Εἰ γὰρ καὶ τὸ δένδρον τοῦ καρποῦ αἴτιον, ἀλλ' ὁ καρπὸς τοῦ δένδρου γνωριστικός. Καὶ ἀκόλουθον ἦν, ἢ καὶ τὰ ἔργα διαβάλλειν ἡμᾶς αἰτιωμένους, ἢ ταῦτα ἐπαινοῦντας, καὶ ἡμᾶς τοὺς ἐργαζομένους τῶν ἐγκλημάτων ἀπαλλάττειν τούτων. Νῦν δὲ τοὐναντίον ποιεῖτε· τοῖς γὰρ ἔργοις οὐδὲν ἐγκαλεῖν ἔχοντες, ὅπερ ἐστὶν ὁ καρπὸς, τὴν ἐναντίαν περὶ τοῦ δένδρου φέρετε ψῆφον, ἐμὲ δαιμονῶντα καλοῦντες, ὅπερ ἐσχάτης ἐστὶ παροινίας. Καὶ γὰρ ὅπερ ἔμπροσθεν εἶπε, τοῦτο καὶ νῦν κατασκευάζει, ὅτι οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ποιεῖν, οὐδ' αὖ τοὐναντίον πάλιν. Ὥστε παρὰ πᾶσαν ἀκολουθίαν καὶ φύσιν αὐτῶν τὰ ἐγκλήματα. Εἶτα ἐπειδὴ οὐχ ὑπὲρ ἑαυτοῦ, ἀλλ' ὑπὲρ τοῦ Πνεύματος ποιεῖται τὸν λόγον, καὶ καταφορικῶς κέχρηται τῇ κατηγορίᾳ λέγων· Γεννήματα ἐχιδνῶν, πῶς δύνασθε ἀγαθὰ λαλεῖν, πονηροὶ ὄντες; Τοῦτο δὲ ὁμοῦ καὶ ἐγκαλοῦντός ἐστι, καὶ τῶν εἰρημένων τὴν ἀπόδειξιν ἐξ ἐκείνων παρέχοντος. Ἰδοὺ γὰρ ὑμεῖς, φησὶ, δένδρα ὄντες πονηρὰ, οὐ δύνασθε φέρειν καρπὸν ἀγαθόν. Οὐ τοίνυν θαυμάζω, ὅτι ταῦτα φθέγγεσθε· καὶ γὰρ ἐτράφητε κακῶς, προγόνων ὄντες πονηρῶν, καὶ διάνοιαν κέκτησθε πονηράν. Καὶ ὅρα πῶς ἀκριβῶς καὶ χωρὶς λαβῆς ἁπάσης τέθεικε τὰ ἐγκλήματα. Οὐ γὰρ εἶπε· Πῶς δύνασθε ἀγαθὰ λαλεῖν, γεννήματα ὄντες ἐχιδνῶν; οὐδὲν γὰρ τοῦτο πρὸς ἐκεῖνο· ἀλλὰ, Πῶς δύνασθε ἀγαθὰ λαλεῖν, πονηροὶ ὄντες; Γεννήματα δὲ ἐχιδνῶν αὐτοὺς εἴρηκεν, ἐπειδὴ ἐπὶ τοῖς προγόνοις ηὔχουν. ∆εικνὺς τοίνυν, ὅτι οὐδὲν αὐτοῖς ἐντεῦθεν τὸ κέρδος, τῆς μὲν πρὸς τὸν Ἀβραὰμ ἐξέβαλεν αὐτοὺς συγγενείας· δίδωσι δὲ αὐτοῖς προγόνους ὁμοτρόπους, τῆς ἐκεῖθεν περιφανείας γυμνώσας αὐτούς. Ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ Ἐνταῦθα πάλιν τὴν θεότητα αὐτοῦ δείκνυσιν εἰδυῖαν τὰ ἀπόῤῥητα· καὶ ὅτι οὐχὶ ῥημάτων μόνον, ἀλλὰ καὶ πονηρῶν ἐννοιῶν δώσουσι δίκην· καὶ ὅτι οἶδεν αὐτὰ ὡς Θεός. Λέγει δὲ ὅτι οὐκ ἀνθρώποις δυνατὸν ταῦτα εἰδέναι· φύσεως γὰρ ἀκολουθία τοῦτο, τὸ ὑπερβλυζούσης ἔνδον τῆς πονηρίας ἐκχεῖσθαι ἔξω διὰ τοῦ στόματος τὰ ῥήματα. Ὥστε ὅταν ἀκούσῃς ἀνθρώπου πονηρὰ φθεγγομένου, μὴ τοσαύτην νόμιζε πονηρίαν ἐγκεῖσθαι αὐτῷ, ὅσην τὰ ῥήματα ἐπιδείκνυται· ἀλλὰ πολλῷ πλείονα στοχάζου εἶναι τὴν πηγήν· τὸ γὰρ ἔξωθεν λεγόμενον, τὸ περιττόν ἐστι τοῦ ἔνδον. Εἶδες πῶς αὐτῶν καθήψατο σφοδρῶς; Εἰ γὰρ τὸ λεχθὲν οὕτω πονηρὸν, καὶ ἀπ' αὐτῆς τοῦ διαβόλου τῆς γνώμης ἐστὶν, ἐννόησον ἡ ῥίζα καὶ ἡ πηγὴ τῶν ῥημάτων ἡλίκη. Συμβαίνει δὲ τοῦτο εἰκότως· ἡ μὲν γὰρ γλῶττα αἰσχυνομένη πολλάκις οὐκ ἀθρόον ἐκχεῖ τὴν πονηρίαν· ἡ δὲ καρδία οὐδένα ἀνθρώπων ἔχουσα μάρτυρα, ἀδεῶς ὅσα ἂν θέλῃ τίκτει κακά· τοῦ γὰρ Θεοῦ οὐ πολὺς λόγος αὐτῇ. Ἐπεὶ οὖν τὰ μὲν λεγόμενα εἰς ἐξέτασιν ἔρχεται καὶ πᾶσι προτίθεται, ἐκείνη δὲ συνεσκίασται, διὰ τοῦτο τὰ μὲν ταύτης ἐλάττω, τὰ δὲ ἐκείνης πλείονα γίνεται. Ὅταν δὲ πολὺ τὸ πλῆθος γένηται τῶν ἔνδον, πολλῷ τῷ ῥοίζῳ τὰ τέως κρυπτόμενα πρόεισι. Καὶ καθάπερ οἱ ἐμοῦντες, παρὰ μὲν τὴν ἀρχὴν βιάζονται ἔνδον κατέχειν ἐκπηδῶντας τοὺς χυμοὺς, ἐπειδὰν δὲ ἐκνικηθῶσι, πολλὴν τὴν βδελυγμίαν προΐενται· οὕτω καὶ οἱ τὰ πονηρὰ βουλεύματα ἔχοντες, καὶ τοὺς πλησίον κακηγοροῦντες. Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ, φησὶν, ἐκβάλλει τὰ ἀγαθά· καὶ ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ ἐκβάλλει τὰ πονηρά.
βʹ. Μὴ γὰρ δὴ νομίσῃς, φησὶν, ἐπὶ τῆς πονηρίας τοῦτο γίνεσθαι μόνον· καὶ γὰρ καὶ ἐπὶ τῆς ἀγαθότητος τοῦτο συμβαίνει· καὶ γὰρ καὶ ἐκεῖ πλείων τῶν ἔξωθεν ῥημάτων ἔνδον ἡ ἀρετή. Ἐξ ὧν ἐδείκνυ, ὅτι κἀκείνους πονηροτέρους ἐχρῆν νομίζειν, ἢ τὰ ῥήματα ἐνεδείκνυτο, καὶ αὐτὸν ἀγαθώτερον, ἢ τὰ λεγόμενα ἐνέφαινε. Θησαυρὸν δέ φησι, τὸ πλῆθος ἐνδεικνύμενος. Εἶτα πάλιν πολὺν ἐπιτειχίζει τὸν φόβον. Μὴ γὰρ δὴ νομίσητε, φησὶ, μέχρι τούτου καὶ τῆς τῶν πολλῶν καταγνώσεως τὸ πρᾶγμα ἑστηκέναι· καὶ γὰρ τὴν ἐσχάτην δώσουσι δίκην ἅπαντες οἱ τὰ τοιαῦτα πονηρευόμενοι. Καὶ οὐκ εἶπεν, Ὑμεῖς· ὁμοῦ μὲν τὸ κοινὸν παιδεύων γένος, ὁμοῦ δὲ ἀνεπαχθέστερον τὸν λόγον ποιῶν. Λέγω δὲ ὑμῖν, ὅτι πᾶν ῥῆμα ἀργὸν, φησὶν, ὃ ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι, ἀποδώσουσι περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως. Ἀργὸν δὲ, τὸ μὴ κατὰ πράγματος κείμενον, τὸ ψευδὲς, τὸ συκοφαντίαν ἔχον· τινὲς δέ φασιν, ὅτι καὶ τὸ μάταιον· οἷον, τὸ γέλωτα κινοῦν ἄτακτον, ἢ τὸ αἰσχρὸν καὶ ἀναίσχυντον καὶ ἀνελεύθερον. Ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ, καὶ ἐκ τῶν λόγων σου κατακριθήσῃ. Εἶδες πῶς ἀνεπαχθὲς τὸ δικαστήριον; πῶς ἥμεροι αἱ εὐθῦναι; Οὐ γὰρ ἐξ ὧν ἕτερος εἶπε περὶ σοῦ, ἀλλ' ἐξ ὧν αὐτὸς ἐφθέγξω, τὰς ψήφους ὁ δικαστὴς οἴσει· ὅπερ ἁπάντων ἐστὶ δικαιότατον. Καὶ γὰρ σὺ κύριος εἶ καὶ τοῦ εἰπεῖν καὶ τοῦ μὴ εἰπεῖν. Οὐ τοίνυν τοὺς κακηγορουμένους ἀγωνιᾷν δεῖ καὶ τρέμειν, ἀλλὰ τοὺς κακηγοροῦντας. Οὐ γὰρ ἐκεῖνοι ἀναγκάζονται ἀπολογεῖσθαι ὑπὲρ ὧν κακῶς ἤκουσαν, ἀλλ' οὗτοι ὑπὲρ ὧν κακῶς εἶπον· καὶ τούτοις ἐπικρέμαται ὁ κίνδυνος ἅπας. Ὥστε τοὺς μὲν κακῶς ἀκούοντας ἀμερίμνους δεῖ εἶναι· οὐ γὰρ παρέξουσιν εὐθύνας ὧν ἕτεροι εἶπον κακῶς· τοὺς δὲ κακῶς εἰρηκότας ἀγωνιᾷν καὶ τρέμειν, ἅτε αὐτοὺς μέλλοντας εἰς τὸ δικαστήριον ὑπὲρ τούτων ἕλκεσθαι. Καὶ γὰρ διαβολικὴ αὕτη παγὶς, καὶ ἁμαρτία οὐδεμίαν ἔχουσα ἡδονὴν, ἀλλὰ βλάβην μόνον. Καὶ γὰρ πονηρὸν ἐν τῇ ψυχῇ θησαυρὸν ἀποτίθεται ὁ τοιοῦτος. Εἰ δὲ ὁ χυμὸν πονηρὸν ἔχων, αὐτὸς καρποῦται πρῶτον τὴν νόσον, πολλῷ μᾶλλον ὁ τὸ χολῆς πάσης πικρότερον, τὴν πονηρίαν, ἐν ἑαυτῷ θησαυρίζων, τὰ ἔσχατα πείσεται, χαλεπὴν συνάγων νόσον. Καὶ δῆλον ἐξ ὧν ἐρεύγεται. Εἰ γὰρ τοὺς ἄλλους οὕτω λυπεῖ, πολλῷ μᾶλλον τὴν τίκτουσαν αὐτὰ ψυχήν. Ὁ γὰρ ἐπιβουλεύων, ἑαυτὸν ἀναιρεῖ πρῶτον· καὶ γὰρ ὁ πῦρ πατῶν, ἑαυτὸν κατακαίει· καὶ ὁ ἀδάμαντα παίων, ἑαυτῷ ἐπηρεάζει· καὶ ὁ πρὸς κέντρα λακτίζων, ἑαυτὸν αἱμάττει. Τοιοῦτον γάρ τί ἐστιν ὁ εἰδὼς ἀδικεῖσθαι καὶ φέρειν γενναίως, καὶ ἀδάμας, καὶ κέντρα, καὶ πῦρ· ὁ δὲ ἀδικεῖν μεμελετηκὼς, πηλοῦ παντὸς ἀσθενέστερος. Οὐ τοίνυν τὸ ἀδικεῖσθαι κακὸν, ἀλλὰ τὸ ἀδικεῖν, καὶ τὸ μὴ εἰδέναι φέρειν ἀδικούμενον. Πόσα γοῦν ἠδικεῖτο ὁ ∆αυΐδ· πόσα δὲ ἠδίκει ὁ Σαούλ; Τίς οὖν ἰσχυρότερος γέγονε καὶ μακαριώτερος; τίς δὲ ἀθλιώτερος καὶ ἐλεεινότερος; οὐχ ὁ ἠδικηκώς; Σκόπει δέ· Ὑπέσχετο ὁ Σαοὺλ, εἰ καθέλοι τὸν ἀλλόφυλον ∆αυῒδ, κηδεστὴν αὐτὸν λήψεσθαι, καὶ δοῦναι τὴν θυγατέρα αὐτῷ μετὰ πολλῆς τῆς χάριτος. Καθεῖλε τὸν ἀλλόφυλον· παρέβη τὰς συνθήκας ἐκεῖνος, καὶ οὐ μόνον οὐκ ἐδίδου, ἀλλὰ καὶ ἀνελεῖν ἐπεχείρει. Τίς οὖν γέγονε λαμπρότερος; Οὐχ ὁ μὲν ἀπεπνίγετο ὑπὸ τῆς ἀθυμίας καὶ τοῦ πονηροῦ δαίμονος, ὁ δὲ ὑπὲρ τὸν ἥλιον ἔλαμπε τοῖς τροπαίοις καὶ τῇ πρὸς τὸν Θεὸν εὐνοίᾳ; Πάλιν ἐπὶ τοῦ χοροῦ τῶν γυναικῶν, οὐχ ὁ μὲν ἀπηγχονίζετο τῷ φθόνῳ, ὁ δὲ τῇ σιγῇ πάντα φέρων, ἅπαντας εἷλε καὶ ἑαυτῷ προσέδησεν; Ἐπειδὴ δὲ καὶ αὐτὸς ἔλαβεν αὐτὸν εἰς χεῖρας, καὶ ἐφείσατο, τίς πάλιν μακάριος ἦν; τίς δὲ ἄθλιος; τίς δὲ ὁ ἀσθενέστερος; τίς δὲ ὁ δυνατώτερος; Οὐχ οὗτος ὁ μηδὲ δικαίως ἐπεξελθών; Καὶ μάλα εἰκότως. Ὁ μὲν γὰρ στρατιώτας ὡπλισμένους, ὁ δὲ τὴν δικαιοσύνην τὴν μυρίων στρατοπέδων ἰσχυροτέραν εἶχε σύμμαχον καὶ βοηθόν. ∆ιά τοι τοῦτο ἐπιβουλευθεὶς ἀδίκως, οὐδὲ δικαίως ἀνελεῖν ὑπέμεινεν. Ἤδει γὰρ ἐκ τῶν ἔμπροσθεν, ὅτι οὐ τὸ ποιεῖν κακῶς, ἀλλὰ τὸ πάσχειν κακῶς, τοῦτο ποιεῖνδυνατωτέρους. Τοῦτο καὶ ἐπὶ τῶν σωμάτων γίνεται, τοῦτο καὶ ἐπὶ δένδρων. Τί δὲ ὁ Ἰακώβ; οὐκ ἠδικήθη παρὰ τοῦ Λάβαν, καὶ ἔπαθε κακῶς; Τίς οὖν ἦν ἰσχυρότερος; ὁ λαβὼν αὐτὸν εἰς χεῖρας, καὶ μὴ τολμῶν ἅψασθαι, ἀλλὰ δεδοικὼς καὶ τρέμων, ἢ οὗτος ὁ χωρὶς ὅπλων καὶ στρατιωτῶν μυρίων βασιλέων γενόμενος αὐτῷ φοβερώτερος;
γʹ. Ἵνα δὲ καὶ ἑτέραν μείζονα ταύτης ἀπόδειξιν ὑμῖν παράσχωμαι τῶν εἰρημένων, ἐπ' αὐτοῦ πάλιν τοῦ ∆αυῒδ εἰς τοὐναντίον τὸν λόγον γυμνάσωμεν. Ὁ γὰρ ἀδικηθεὶς οὗτος καὶ ἰσχύσας, ἀδικήσας ὕστερον πάλιν ἀσθενέστερος γέγονεν. Ὅτε γοῦν ἠδίκησε τὸν Οὐρίαν, μετέστη πάλιν ἡ τάξις, καὶ ἡ μὲν ἀσθένεια πρὸς τὸν ἀδικήσαντα, ἡ δὲ δύναμις πρὸς τὸν ἀδικηθέντα διέβη· νεκρὸς γὰρ ὢν ἐπόρθει τὴν οἰκίαν τὴν ἐκείνου. Καὶ αὐτὸς μὲν βασιλεὺς ὢν καὶ ζῶν οὐδὲν ἴσχυσεν· ἐκεῖνος δὲ καὶ στρατιώτης ὢν καὶ σφαγεὶς, πάντα ἄνω καὶ κάτω πεποίηκε τὰ ἐκείνου. Βούλεσθε καὶ ἑτέρωθεν, ὃ λέγω, ποιήσω σαφέστερον; Ἐξετάσωμεν καὶ τοὺς δικαίως ἀμυνομένους. Οἱ μὲν γὰρ ἀδικοῦντες, ὅτι πάντων εἰσὶν εὐτελέστεροι τῇ ἑαυτῶν πολεμοῦντες ψυχῇ, παντί που δῆλόν ἐστιν. Ἀλλὰ τίς ἠμύνατο δικαίως, καὶ μυρία ἀνῆψε κακὰ, καὶ πολλαῖς ἑαυτὸν περιέπειρε συμφοραῖς τε καὶ ὀδύναις; Ὁ τοῦ ∆αυῒδ στρατηγός. Οὗτος γὰρ καὶ πόλεμον συνεκρότησε χαλεπὸν, καὶ μυρία ἔπαθε κακὰ, ὧν οὐδὲ ἓν ἂν ἐγεγόνει, εἴγε ἠπίστατο φιλοσοφεῖν. Φεύγωμεν τοίνυν τὴν ἁμαρτίαν ταύτην, καὶ μήτε ῥήμασι, μήτε πράγμασιν ἀδικῶμεν τοὺς πλησίον. Οὐδὲ γὰρ εἶπεν, ἐὰν κακηγορήσῃς καὶ δικαστήριον καθίσῃς· ἀλλ' ἁπλῶς· Ἐὰν κακῶς εἴπῃς, καὶ κατὰ σαυτὸν, καὶ οὕτω τὴν ἐσχάτην δώσεις δίκην. Κἂν ἀληθὲς ᾖ τὸ εἰρημένον, σὺ δὲ κἂν πεπεισμένος εἴπῃς, καὶ οὕτω τιμωρηθήσῃ. Οὐ γὰρ ἐξ ὧν ἔπραξεν ἐκεῖνος, ἀλλ' ἐξ ὧν εἶπες σὺ, τὴν ψῆφον ὁ Θεὸς οἴσει· Ἐκ γὰρ τῶν λόγων σου κατακριθήσῃ, φησίν. Οὐκ ἀκούεις, ὅτι καὶ ὁ Φαρισαῖος τἀληθῆ ἐφθέγξατο, καὶ τὰ πᾶσι κατάδηλα εἶπεν, οὐ τὰ λανθάνοντα ἐκκαλύψας· Ἀλλ' ὅμως τὴν ἐσχάτην ἔδωκε δίκην. Εἰ δὲ τῶν ὡμολογημένων οὐ δεῖ κατηγορεῖν, πολλῷ μᾶλλον τῶν ἠμφισβητημένων· καὶ γὰρ ἔχει δικαστὴν ὁ πεπλημμεληκώς. Μὴ τοίνυν ἁρπάσῃς τὴν ἀξίαν τοῦ Μονογενοῦς. Ἐκείνῳ τῆς κρίσεως ὁ θρόνος τετήρηται. Ἀλλὰ βούλει δικάζειν; Ἔστι σοι κριτήριον, πολὺ τὸ κέρδος ἔχον, καὶ οὐδὲν ἔγκλημα φέρον. Κάθισον ἐπὶ τοῦ συνειδότος τὸν δικάζοντα λογισμὸν, καὶ πάραγε εἰς μέσον τὰ πεπλημμελημένα σοι πάντα. Ἐξέτασόν σου τὰ ἁμαρτήματα τῆς ψυχῆς, καὶ ἀπαίτει μετὰ ἀκριβείας τὰς εὐθύνας, καὶ λέγε· ∆ιατί τὸ καὶ τό σοι τετόλμηται; Κἂν ταῦτα μὲν φεύγῃ, τὰ δὲ ἑτέρων ἐξετάζῃ, λέγε πρὸς αὐτήν· Οὐχ ὑπὲρ τούτων σε κρίνω, οὐχ ὑπὲρ τούτων εἰσῆλθες ἀπολογησομένη. Τί γὰρ, ἂν ὁ δεῖνα πονηρός; Σὺ τίνος ἕνεκεν τὸ καὶ τὸ ἐπλημμέλησας; Ἀπολογοῦ, μὴ κατηγόρει· τὰ ἑαυτῆς σκόπει, μὴ τὰ ἑτέρων. Καὶ συνεχῶς αὐτὴν εἰς ταύτην ἐμβίβαζε τὴν ἀγωνίαν. Εἶτα, ἂν μηδὲν ἔχῃ λέγειν, ἀλλὰ καταδύηται, κατάξαινε μαστίζων αὐτὴν, καθάπερ τινὰ θεραπαινίδα μετέωρον καὶ πορνευομένην. Καὶ τοῦτο καθ' ἑκάστην ἡμέραν κάθιζε τὸ δικαστήριον, καὶ ὑπόγραφε τὸν ποταμὸν τοῦ πυρὸς, τὸν σκώληκα τὸν ἰοβόλον, τὰ ἄλλα βασανιστήρια. Καὶ μὴ ἀφῇς αὐτὴν συγγενέσθαι τῷ διαβόλῳ, λοιπὸν, μηδὲ ἀνάσχῃ ἀναίσχυντα λεγούσης, ὅτι Ἐκεῖνος πρός με ἔρχεται, αὐτός μοι ἐπιβουλεύει, αὐτός με πειράζει· ἀλλ' εἰπὲ πρὸς αὐτήν· Ἂν σὺ μὴ θέλῃς, πάντα ἐκεῖνα περιττά. Κἂν λέγῃ πάλιν, ὅτι Σώματι συμπέπλεγμαι, σάρκα ἐνδέδυμαι, κόσμον οἰκῶ, ἐν γῇ διατρίβω· εἰπὲ πρὸς αὐτὴν, ὅτι Πάντα ταῦτα σκήψεις καὶ προφάσεις. Καὶ γὰρ ὁ δεῖνα σάρκα περιέκειτο, καὶ ὁ δεῖνα κόσμον οἰκῶν καὶ ἐν γῇ διατρίβων εὐδοκιμεῖ· καὶ σὺ δὲ αὐτὴ, ὅταν εὐπραγῇς, σάρκα περικειμένη τοῦτο ποιεῖς. Κἂν ἀλγῇ ταῦτα ἀκούουσα, μὴ ἄρῃς τὴν χεῖρα· οὐ γὰρ ἀποθανεῖται, ἐὰν πατάξῃς, ἐκ θανάτου δὲ αὐτὴν ῥύσῃ. Κἂν λέγῃ πάλιν, ὅτι Ὁ δεῖνα παρώξυνεν, εἰπὲ πρὸς αὐτήν· Ἀλλ' ἔξεστί σοι μὴ παροξύνεσθαι· πολλάκις γοῦν κατέσχες ὀργῆς. Ἐὰν εἴπῃ, ὅτι Ἡ εὐμορφία τῆς δεῖνος ἀνεπτέρωσέ με, εἰπὲ πρὸς αὐτήν· Ἀλλ' ἠδύνασο κρατεῖν. Πάραγε τοὺς περιγενομένους, πάραγε τὴν γυναῖκα τὴν πρώτην, τὴν εἰποῦσαν, Ὁ ὄφις ἠπάτησέ με.καὶ οὐκ ἀπαλλαγεῖσαν τοῦ ἐγκλήματος.
δʹ. Ὅταν δὲ ταῦτα ἐξετάζῃς, μηδεὶς παρέστω.μηδεὶς θορυβείτω· ἀλλ' ὥσπερ οἱ δικασταὶ ὑπὸ παραπετάσματα καθεζόμενοι κρίνουσιν, οὕτω καὶ σὺ ἀντὶ παραπετασμάτων καιρὸν ζήτησον ἡσυχίας καὶ τόπον. Καὶ ὅταν δειπνήσας ἀναστῇς καὶ μέλλῃς κατακλίνεσθαι, τότε ταῦτα δίκαζε· οὗτος ὁ καιρὸς ἐπιτήδειός σοι· τόπος δὲ ἡ κλίνη καὶ ὁ θάλαμος. Τοῦτο καὶ ὁ προφήτης ἐκέλευσεν, εἰπών· Ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε. Καὶ τῶν μικρῶν μεγάλας εὐθύνας ἀπαίτει, ἵνα τῶν μεγάλων μηδὲ ἐγγὺς γένῃ ποτέ. Ἂν τοῦτο ποιῇς καθ' ἑκάστην ἡμέραν, μετὰ παῤῥησίας στήσῃ παρὰ τὸ βῆμα ἐκεῖνο τὸ φοβερόν. Οὕτως ὁ Παῦλος ἐγένετο καθαρός· διὰ τοῦτο καὶ ἔλεγεν· Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα. Οὕτω τοὺς παῖδας ἐξεκάθαρεν ὁ Ἰώβ. Ὁ γὰρ ὑπὲρ ἀδήλων θυσίας ἀναφέρων, πολλῷ μᾶλλον τῶν δήλων εὐθύνας ἀπῄτει. Ἀλλ' ἡμεῖς οὐχ οὕτω ποιοῦμεν, ἀλλὰ τοὐναντίον ἅπαν. Ὁμοῦ τε γὰρ κατεκλίθημεν, καὶ τὰ βιωτικὰ στρέφομεν ἅπαντα· καὶ οἱ μὲν ἀκαθάρτους εἰσάγουσι λογισμοὺς, οἱ δὲ δανείσματα καὶ συμβόλαια καὶ φροντίδας ἐπικήρους. Καὶ θυγατέρα μὲν ἔχοντες παρθενευομένην, ἀκριβῶς φυλάττομεν ὃ δὲ θυγατρὸς ἡμῖν τιμιώτερον, ἡ ψυχὴ, ταύτην ἐῶμεν πορνεύεσθαι καὶ μολύνεσθαι, μυρίας ἐπεισάγοντες ἐννοίας πονηράς· κἂν ὁ τῆς πλεονεξίας ἔρως, κἂν ὁ τῆς τρυφῆς, κἂν ὁ τῶν λαμπρῶν σωμάτων, κἂν ὁ τοῦ θυμοῦ. κἂν ὁστισοῦν ἕτερος ἐπεισελθεῖν βούληται, τὰς θύρας ἀναπετάσαντες ἕλκομεν καὶ καλοῦμεν, καὶ μετὰ ἀδείας αὐτῇ παρέχομεν μίγνυσθαι. Οὗ τί γένοιτ' ἂν βαρβαρικώτερον, τὴν πάντων ἡμῖν τιμιωτέραν ψυχὴν ὑπὸ τοσούτων μοιχῶν ὑβριζομένην περιορᾷν, καὶ μέχρι τοσούτου συγγινομένην, ἕως ἂν κορεσθῶσιν ἐκεῖνοι; Ὅπερ οὐδέποτε ἔσται. ∆ιὰ δὴ τοῦτο ὅταν ὕπνος καταλάβῃ, τότε μόνον ἀφίστανται· μᾶλλον δὲ οὐδὲ τότε· καὶ γὰρ τὰ ὀνείρατα καὶ αἱ φαντασίαι τὰ αὐτὰ αὐτῇ φέρουσιν εἴδωλα. Ὅθεν καὶ ἡμέρας γενομένης, ἡ τοιαῦτα φανταζομένη ψυχὴ καὶ εἰς τὸ ἔργον τῶν φαντασιῶν ἐκείνων πολλάκις ἐξέπεσε. Σὺ δὲ τῇ μὲν κόρῃ τῶν ὀφθαλμῶν οὐδὲ μικρὰν κόνιν ἐπεισελθεῖν ἐᾷς, τὴν δὲ ψυχὴν φορυτὸν τοσούτων κακῶν ἐπισυρομένην περιορᾷς; Πότε οὖν τὴν κόπρον ταύτην ἐξαντλῆσαι δυνησόμεθα, ἢν καθ' ἑκάστην ἡμέραν ἀποτιθέμεθα; πότε τὰς ἀκάνθας ἐκτεμεῖν; πότε τὰ σπέρματα καταβαλεῖν; Οὐκ οἶσθα, ὅτι τοῦ ἀμήτου λοιπὸν ἐφέστηκεν ὁ καιρός; Ἡμεῖς δὲ οὐδὲ ἐνεώσαμεν οὐδέπω τὰς ἀρούρας. Ἂν οὖν παραγένηται ὁ γεωργὸς καὶ ἐγκαλῇ, τί ἐροῦμεν; τί δὲ ἀποκρινούμεθα; Ὅτι τὰ σπέρματα οὐδεὶς ἔδωκε; Καὶ μὴν καθ' ἑκάστην καταβάλλεται ταῦτα τὴν ἡμέραν. Ἀλλ' ὅτι τὰς ἀκάνθας οὐδεὶς ἐξέτεμε; Καὶ μὴν καθ' ἑκάστην ἡμέραν τὴν δρεπάνην θήγομεν. Ἀλλ' αἱ βιωτικαὶ περιέλκουσιν ἀνάγκαι; Καὶ διατί μὴ ἐσταύρωσας σαυτὸν τῷ κόσμῳ; Εἰ γὰρ ὁ τὸ δοθὲν ἀποδιδοὺς μόνον πονηρὸς, ἐπειδὴ μὴ ἐδιπλασίασεν· ὁ καὶ τοῦτο διαφθείρας, τί ἀκούσεται; Εἰ ἐκεῖνος δεθεὶς ἐξηνέχθη ὅπου ὁ βρυγμὸς τῶν ὀδόντων, ἡμεῖς τί πεισόμεθα, μυρίων ἡμᾶς ἑλκόντων ἐπ' ἀρετὴν, ἀναδυόμενοι καὶ ὀκνοῦντες; Τί γὰρ οὐχ ἱκανόν σε προτρέψαι; Οὐχ ὁρᾷς τὸ εὐτελὲς τοῦ βίου; τὸ ἄδηλον τῆς ζωῆς; τὸν πόνον τὸν ἐν τοῖς παροῦσι; τὸν ἱδρῶτα; Μὴ γὰρ τὴν μὲν ἀρετὴν μετὰ πόνου, τὴν δὲ κακίαν ἄνευ πόνου ἔστι μετελθεῖν; Εἰ οὖν καὶ ἐνταῦθα καὶ ἐκεῖ πόνος, διατί μὴ ταύτην εἵλου τὴν πολὺ τὸ κέρδος ἔχουσαν; Μᾶλλον δὲ ἔστι τινὰ τῆς ἀρετῆς, ἃ μηδὲ πόνον ἔχει. Ποῖος γὰρ πόνος τὸ μὴ κακηγορεῖν, μηδὲ ψεύδεσθαι, τὸ μὴ ὀμνύναι, τὸ τὴν ὀργὴν ἀφιέναι τῷ πλησίον; Τοὐναντίον μὲν οὖν τὸ ταῦτα ποιεῖν ἐπίπονον, καὶ πολλὴν φέρει τὴν φροντίδα. Τίς οὖν ἡμῖν ἔσται ἀπολογία, ποία συγγνώμη, μηδὲ ταῦτα κατορθοῦσιν; Ἀπὸ γὰρ τούτων δῆλον, ὅτι καὶ τὰ ἐπιπονώτερα ἀπὸ ῥᾳθυμίας ἡμᾶς διαφεύγει καὶ ὄκνου. Ἅπερ ἅπαντα ἐννοήσαντες, φύγωμεν κακίαν, ἑλώμεθα ἀρετήν· ἵνα καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η επεξεργασία, επιμέλεια μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου