ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Μ∆ʹ Ἔτι δὲ αὐτοῦ λαλοῦντος τοῖς ὄχλοις, ἰδοὺ ἡ μήτηρ αὐτοῦ

Κυριακή 30 Οκτωβρίου 2016

Μ∆ʹ Ἔτι δὲ αὐτοῦ λαλοῦντος τοῖς ὄχλοις, ἰδοὺ ἡ μήτηρ αὐτοῦ



Ιωάννης Χρυσόστομος
Πρός Απόστολον Ματθαίον
Τόμος 57



Μ∆ʹ Ἔτι δὲ αὐτοῦ λαλοῦντος τοῖς ὄχλοις, ἰδοὺ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ εἱστήκεισαν ἔξω, ζη τοῦντες αὐτῷ λαλῆσαι. Εἶπε δέ τις αὐτῷ· «Ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ἑστήκασι, ζητοῦντές σοι λαλῆσαι.» Ὁ δὲ ἀποκριθεὶς εἶπε τῷ εἰπόντι «Τίς ἐστιν ἡ μήτηρ μου, καὶ οἱ ἀδελφοί μου;» Καὶ ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἐπὶ τοὺς μαθητὰς, εἶπεν· «Ἰδοὺ ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου.»

 αʹ. Ὅπερ πρώην ἔλεγον, ὅτι ἀρετῆς ἀπούσης ἅπαντα περιττὰ, τοῦτο καὶ νῦν μετὰ πολλῆς δείκνυται τῆς περιουσίας. Ἐγὼ μὲν γὰρ ἔλεγον, ὅτι καὶ ἡλικία, καὶ φύσις, καὶ τὸ ἔρημον οἰκεῖν, καὶ ὅσα τοιαῦτα ἀνόνητα,  γνώμης  οὐκ  οὔσης ἀγαθῆς·  σήμερον δὲ  καὶ  πλέον  ἕτερόν  τι μανθάνομεν, ὅτι οὐδὲ τὸ κυοφορῆσαι τὸν Χριστὸν, καὶ τὸν θαυμαστὸν ἐκεῖνον τόκον τεκεῖν, ἔχει τι κέρδος, ἀρετῆς οὐκ οὔσης. Καὶ τοῦτο μάλιστα ἐντεῦθεν  δῆλον. Ἔτι γὰρ αὐτοῦ λαλοῦντος  τοῖς ὄχλοις, φησὶν, εἶπέ τις αὐτῷ, ὅτι Ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ζητοῦσί σε. Ὁ δὲ λέγει·


 Τίς ἐστιν ἡ μήτηρ μου, καὶ τίνες οἱ ἀδελφοί μου; Ταῦτα δὲ ἔλεγεν, οὐκ ἐπαισχυνόμενος ἐπὶ τῇ μητρὶ, οὐδὲ ἀρνούμενος τὴν γεγεννηκυῖαν·  εἰ γὰρ ἐπῃσχύνετο,  οὐδ' ἂν διῆλθε  διὰ τῆς μήτρας ἐκείνης·  ἀλλὰ δηλῶν, ὅτι οὐδὲν ὄφελος αὐτῇ τούτου, εἰ μὴ τὰ δέοντα ποιεῖ ἅπαντα. Καὶ γὰρ ὅπερ ἐπεχείρησε, φιλοτιμίας ἦν περιττῆς· ἐβούλετο γὰρ ἐν  δείξασθαι τῷ δήμῳ, ὅτι κρατεῖ καὶ αὐθεντεῖ  τοῦ παιδὸς, οὐδὲν οὐδέπω περὶ αὐτοῦ μέγα φανταζομένη· διὸ καὶ ἀκαίρως προσῆλθεν. Ὅρα γοῦν καὶ αὐτῆς καὶ ἐκείνων τὴν ἀπόνοιαν. ∆έον γὰρ εἰσελθόντας ἀκοῦσαι μετὰ τοῦ ὄχλου, ἢ μὴ τοῦτο βουλομένους ἀναμεῖναι καταλῦσαι τὸν λόγον, καὶ τότε προσελθεῖν· οἱ δὲ ἔξω καλοῦσιν αὐτὸν, καὶ ἐπὶ πάντων  τοῦτο ποιοῦσι, φιλοτιμίαν  ἐπιδεικνύμενοι περιττὴν, καὶ δεῖξαι θέλοντες, ὅτι μετὰ πολλῆς αὐτῷ ἐπιτάττουσι τῆς ἐξουσίας. Ὅπερ καὶ ὁ εὐαγγελιστὴς δείκνυται ἐγκαλῶν· αὐτὸ γὰρ τοῦτο αἰνιττόμενος  οὕτως εἴρηκεν· Ἔτι αὐτοῦ λαλοῦντος  τοῖς ὄχλοις· ὡσανεὶ ἔλεγε· Μὴ γὰρ οὐκ ἦν καιρὸς ἕτερος; μὴ γὰρ οὐκ ἦν κατ' ἰδίαν διαλεχθῆναι; Τί δὲ καὶ λαλῆσαι  ἐβούλοντο;  Εἰ μὲν  γὰρ ὑπὲρ τῶν  τῆς  ἀληθείας  δογμάτων,  κοινῇ  ταῦτα προσθεῖναι ἐχρῆν, καὶ ἐπὶ πάντων εἰπεῖν, ὥστε καὶ τοὺς ἄλλους κερδάναι· εἰ δὲ περὶ ἑτέρων τῶν αὐτοῖς διαφερόντων, οὐκ ἐχρῆν οὕτω κατεπείγειν. Εἰ γὰρ πατέρα θάψαι οὐκ  ἀφῆκεν,  ἵνα  μὴ  διακόπτηται   ἡ  ἀκολούθησις,  πολλῷ   μᾶλλον   τὴν  αὐτοῦ δημηγορίαν καταλῦσαι οὐκ ἐχρῆν ὑπὲρ τῶν οὐδὲν προσηκόντων. Ὅθεν δῆλον, ὅτι κενοδοξίᾳ τοῦτο μόνον ἐποίουν· ὃ καὶ Ἰωάννης δηλῶν ἔλεγεν, ὅτι Οὐδὲ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν· καὶ τὰ ῥήματα δὲ αὐτῶν ἀπαγγέλλει τὰ πολλῆς γέμοντα ἀνοίας, λέγων  ὅτι εἷλκον αὐτὸν ἐπὶ τὰ Ἱεροσόλυμα, δι'  ἕτερον μὲν οὐδὲν, ἵνα δὲ αὐτοὶ δόξαν ἀπὸ τῶν  ἐκείνου  σημείων καρπώσωνται· Εἰ γὰρ ταῦτα ποιεῖς, φησὶ, δεῖξον σεαυτὸν τῷ κόσμῳ· οὐδεὶς γάρ τι ποιεῖ ἐν κρυπτῷ, καὶ ζητεῖ αὐτὸς φανερὸς εἶναι· ὅτε καὶ αὐτὸς αὐτοῖς  ἐπετίμησε, τὴν  σαρκικὴν αὐτῶν  αἰτιώμενος  γνώμην. Ἐπειδὴ γὰρ οἱ Ἰουδαῖοι ὠνείδιζον, καὶ ἔλεγον· Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱὸς, οὗ ἡμεῖς ἴσμεν τὸν πατέρα καὶ τὴν μητέρα; καὶ οἱ ἀδελφοὶ αὐτοῦ οὐχὶ παρ' ἡμῖν εἰσι; τὴν εὐτέλειαν βουλόμενοι τὴν ἀπὸ τοῦ γένους ἀποκρούεσθαι, ἐπὶ τὴν τῶν σημείων αὐτὸν   ἐκάλουν   ἐπίδειξιν.   ∆ιὰ  τοῦτο   αὐτοὺς   διακρούεται,   τὸ   πάθος   αὐτῶν βουλόμενος ἰάσασθαι· ὡς εἴγε ἀρνήσασθαι ἤθελε τὴν μητέρα, ὅτε ἐκεῖνοι ὠνείδιζον, τότε ἂν ἠρνήσατο. Νῦν δὲ φαίνεται  τοσαύτην αὐτῆς ποιούμενος πρόνοιαν, ὡς καὶ πρὸς αὐτῷ  τῷ  σταυρῷ τῷ  πάντων  μάλιστα ποθουμένῳ  μαθητῇ  παρακαταθέσθαι αὐτὴν,  καὶ πολλὰ  ὑπὲρ αὐτῆς ἐπισκῆψαι. Ἀλλ' οὐχὶ  νῦν  τοῦτο ποιεῖ, κηδόμενος αὐτῆς   καὶ   τῶν   ἀδελφῶν.   Ἐπειδὴ   γὰρ   ὡς   ἀνθρώπῳ   προσεῖχον   ψιλῷ,   καὶ ἐκενοδόξουν, τὸ νόσημα ἐκβάλλει, οὐχ ὑβρίζων, ἀλλὰ διορθούμενος. Σὺ δέ μοι μὴ τὰ ῥήματα ἐξέταζε μόνον τὰ ἐπιτίμησιν ἔχοντα σύμμετρον, ἀλλὰ καὶ τὴν ἀτοπίαν καὶ τὴν τόλμην τῶν ἀδελφῶν, ἣν ἐτόλμησαν, καὶ τὸν ἐπιτιμῶντα τίς ἦν· ὅτι οὐχὶ ψιλὸς ἄνθρωπος, ἀλλ' ὁ μονογενὴς  Υἱὸς τοῦ Θεοῦ· καὶ τί βουλόμενος ἐπετίμα· οὐδὲ γὰρ ἐξαπορῆσαι θέλων, ἀλλ' ἀπαλλάξαι τοῦ τυραννικωτάτου  πάθους, καὶ κατὰ μικρὸν ἐναγαγεῖν  εἰς τὴν προσήκουσαν περὶ αὐτοῦ ἔννοιαν, καὶ πεῖσαι ὅτι οὐχὶ υἱὸς αὐτῆς μόνον  ἐστὶν,  ἀλλὰ  καὶ  ∆εσπότης·  καὶ  ὄψει  σφόδρα  πρέπουσαν  καὶ  αὐτῷ  τὴν ἐπιτίμησιν, κἀκείνῃ λυσιτελοῦσαν, καὶ μετὰ τούτων  πολὺ καὶ τὸ ἥμερον ἔχουσαν. Οὐδὲ γὰρ εἶπεν, Ἄπελθε, εἰπὲ τῇ μητρὶ, ὅτι Οὐκ εἶ μου μήτηρ, ἀλλὰ πρὸς τὸν εἰπόντα ἀποτείνεται  λέγων·  Τίς ἐστιν  ἡ  μήτηρ  μου; μετὰ  τῶν  εἰρημένων  καὶ  ἕτερόν  τι κατασκευάζων. Ποῖον δὴ τοῦτο; Τὸ μήτε ἐκείνους, μήτε ἄλλους, συγγενείᾳ θαῤῥοῦντας, ἀρετῆς ἀμελεῖν, Εἰ γὰρ ταύτην  οὐδὲν ὠφελεῖ  τὸ μητέρα εἶναι, εἰ μὴ ἐκεῖνο εἴη, σχολῇ γ' ἂν ἕτερός τις ἀπὸ συγγενείας σωθήσεται Μία γάρ ἐστιν  εὐγένεια μόνη, τὸ τὸ θέλημα τοῦ Θεοῦ ποιεῖν. Οὗτος τῆς εὐγενείας ὁ τρόπος βελτίων ἐκείνου  καὶ κυριώτερος.

βʹ. Ταῦτ' οὖν  εἰδότες, μήτε  ἐπὶ  παισὶν  εὐδοκίμοις  μέγα φρονῶμεν,  ἂν μὴ τὴν ἀρετὴν αὐτῶν  ἔχωμεν· μήτε ἐπὶ πατράσι γενναίοις,  ἐὰν μὴ ὦμεν αὐτοῖς ὁμότροποι. Ἔστι γὰρ καὶ τὸν γεννήσαντα μὴ εἶναι πατέρα, καὶ τὸν μὴ γεννήσαντα εἶναι. ∆ιὰ δὴ τοῦτο καὶ ἀλλαχοῦ γυναικός τινος εἰπούσης· Μακαρία ἡ γαστὴρ ἡ βαστάσασά σε, καὶ μαστοὶ οὓς ἐθήλασας· οὐκ εἶπεν,  Οὐκ ἐβάστασέ με κοιλία, οὐδὲ Μαστοὺς οὐκ ἐθήλασα· ἀλλὰ τοῦτο· Μενοῦνγε μακάριοι οἱ ποιοῦντες τὸ θέλημα τοῦ Πατρός μου. Ὁρᾷς πῶς ἄνω  καὶ κάτω οὐκ ἀρνεῖται  τὴν κατὰ φύσιν συγγένειαν,   ἀλλὰ   προστίθησι  τὴν   κατ'  ἀρετήν;  Καὶ  ὁ  πρόδρομος  δὲ  λέγων, Γεννήματα  ἐχιδνῶν,   μὴ  δόξητε  λέγειν,  Πατέρα ἔχομεν  τὸν  Ἀβραὰμ, οὐ  τοῦτο δείκνυσιν, ὅτι οὐκ ἦσαν ἐκ τοῦ Ἀβραὰμ κατὰ φύσιν, ἀλλ' ὅτι οὐδὲν αὐτοὺς ὠφελεῖ τὸ εἶναι  ἐκ τοῦ Ἀβραὰμ, εἰ μὴ τὴν  ἀπὸ τῶν  τρόπων  συγγένειαν  ἔχοιεν· ὃ καὶ ὁ Χριστὸς δηλῶν ἔλεγεν· Εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε· οὐ τῆς συγγενείας  αὐτοὺς ἀποστερῶν τῆς κατὰ σάρκα, ἀλλὰ  παιδεύων  τὴν  μείζονα ταύτης καὶ κυριωτέραν ἐπιζητεῖν. Τοῦτο δὴ καὶ ἐνταῦθα κατασκευάζει, ἀλλ' ἀνεπαχθέστερον καὶ ἐμμελέστερον· καὶ γὰρ πρὸς μητέρα ἦν ὁ λόγος αὐτῷ. Οὐδὲ γὰρ εἶπεν, Οὐκ ἔστι μου μήτηρ, οὐδὲ ἀδελφοὶ ἐκεῖνοι, ἐπειδὴ οὐ ποιοῦσι τὸ θέλημά μου· οὐδὲ ἀπεφήνατο  καὶ κατεδίκασεν·  ἀλλ'  ἔτι κυρίους αὐτοὺς ἐποίει τοῦ βούλεσθαι, μετὰ τῆς αὐτῷ πρεπούσης ἐπιεικείας φθεγγόμενος. Ὁ γὰρ ποιῶν, φησὶ, τὸ θέλημα τοῦ Πατρός μου, οὗτός μου ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν. Ὥστε εἰ βούλονται εἶναι, ταύτην ἐρχέσθωσαν τὴν ὁδόν. Καὶ ἡνίκα δὲ ἐβόησεν ἡ γυνὴ λέγουσα, Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε, οὐκ εἶπεν, Οὐκ ἔστι μου μήτηρ, ἀλλ', Εἰ βούλεται μακαρία εἶναι, τὸ θέλημα ποιείτω τοῦ Πατρός μου. Ὁ γὰρ τοιοῦτος, καὶ ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστί. Βαβαὶ τῆς τιμῆς! βαβαὶ τῆς ἀρετῆς! εἰς ὅσην ἀνάγει κορυφὴν τὸν μετιόντα αὐτήν. Πόσαι γυναῖκες ἐμακάρισαν τὴν ἁγίαν Παρθένον ἐκείνην  καὶ τὴν νηδὺν, καὶ ηὔξαντο τοιαῦται γενέσθαι μητέρες, καὶ πάντα προέσθαι. Τί τοίνυν  τὸ κωλύον; Ἰδοὺ γὰρ εὐρεῖαν ἔτεμεν ἡμῖν ὁδὸν, καὶ ἔξεστιν οὐ γυναιξὶ μόνον, ἀλλὰ καὶ ἀνδράσιν ἐπὶ τῆς τοιαύτης  γενέσθαι  τάξεως· μᾶλλον  δὲ καὶ ἔτι πολλῷ  μείζονος. Τοῦτο γὰρ πολλῷ  μᾶλλον μητέρα ποιεῖ, ἢ αἱ ὠδῖνες  ἐκεῖναι. Ὥστε εἰ μακαριστὸν ἐκεῖνο, πολλῷ μᾶλλον τοῦτο, ὅσῳ καὶ κυριώτερον. Μὴ τοίνυν ἁπλῶς ἐπιθύμει· ἀλλὰ καὶ τὴν ὁδὸν τὴν φέρουσάν σε ἐπὶ τὴν ἐπιθυμίαν βάδιζε μετὰ πολλῆς τῆς σπουδῆς. Ταῦτα τοίνυν  εἰπὼν  ἐξῆλθεν ἐκ τῆς οἰκίας. Εἶδες πῶς καὶ ἐπέπληξε, καὶ ἐποίησεν ὅπερ ἐπόθουν; Ὃ δὴ καὶ ἐπὶ τῶν γάμων ποιεῖ. Καὶ γὰρ ἐκεῖ καὶ ἐπετίμησεν ἀκαίρως αἰτούσῃ, καὶ ὅμως οὐκ ἀντεῖπε· τῷ μὲν προτέρῳ διορθούμενος τὴν ἀσθένειαν, τῷ δὲ δευτέρῳ τὴν περὶ τὴν μητέρα εὔνοιαν ἐπιδεικνύμενος. Οὕτω δὴ καὶ ἐνταῦθα τῆς τε κενοδοξίας τὸ νόσημα ἰάσατο, καὶ τὴν πρέπουσαν τιμὴν τῇ μητρὶ ἀπέδωκε, καίτοι καὶ ἄκαιρα αἰτούσῃ. Ἐν γὰρ τῇ ἡμέρᾳ, φησὶν, ἐκείνῃ ἐξελθὼν ὁ Ἰησοῦς ἐκ τῆς οἰκίας, ἐκάθητο  παρὰ  τὴν  θάλασσαν. Εἰ γὰρ  βούλεσθε, φησὶν,  ἰδεῖν  καὶ  ἀκοῦσαι, ἰδοὺ ἐξέρχομαι καὶ διαλέγομαι.  Ἐπειδὴ γὰρ σημεῖα πολλὰ  ἐποίησε, πάλιν  τὴν  ἐκ τῆς διδασκαλίας  ὠφέλειαν   παρέχει.  Καὶ κάθηται  παρὰ  τὴν  θάλασσαν,  ἁλιεύων  καὶ σαγηνεύων  τοὺς ἐν τῇ γῇ. Ἐκάθισε δὲ παρὰ τὴν  θάλασσαν οὐχ ἁπλῶς· καὶ τοῦτο αὐτὸ τέθεικεν αἰνιττόμενος  ὁ εὐαγγελιστής. Ἵνα γὰρ δείξῃ, ὅτι βουλόμενος μετὰ ἀκριβείας συγκροτῆσαι τὸ θέατρον, τοῦτο πεποίηκε, καὶ ὥστε μηδένα ἀφεῖναι κατὰ νώτου, ἀλλὰ πάντας ἀντιπροσώπους ἔχειν, Καὶ συνήχθησαν, φησὶ, πρὸς αὐτὸν ὄχλοι πολλοὶ, ὥστε αὐτὸν εἰς τὸ πλοῖον ἐμβάντα καθῆσθαι· καὶ πᾶς ὁ ὄχλος ἐπὶ τὸν αἰγιαλὸν εἱστήκει. Καθίσας δὲ ἐκεῖ, διὰ παραβολῶν φθέγγεται. Καὶ ἐλάλησεν αὐτοῖς, φησὶ, πολλὰ ἐν παραβολαῖς. Καίτοιγε ἐπὶ τοῦ ὄρους οὐχ οὕτως ἐποίησεν, οὐδὲ διὰ παραβολῶν  τοσούτων τὸν λόγον  ὕφηνεν· τότε γὰρ ὄχλοι  μόνον  ἦσαν καὶ δῆμος ἄπλαστος·  ἐνταῦθα  δὲ  καὶ  γραμματεῖς  καὶ  Φαρισαῖοι. Σὺ  δέ  μοι  σκόπει  ποίαν προτέραν λέγει παραβολὴν, καὶ πῶς κατὰ ἀκολουθίαν  αὐτὰς τίθησιν ὁ Ματθαῖος. Ποίαν οὖν  πρώτην  λέγει;  Ἣν  μάλιστα  πρώτην  ἐχρῆν  εἰπεῖν,  τὴν  ποιοῦσαν  τὸν ἀκροατὴν προσεκτικώτερον. Ἐπειδὴ γὰρ αἰνιγματωδῶς  ἔμελλε διαλέγεσθαι, διανίστησι τὴν διάνοιαν τῶν ἀκουόντων πρῶτον διὰ τῆς παραβολῆς. ∆ιὰ τοῦτο καὶ ἕτερος εὐαγγελιστής φησιν, ὅτι ἐπετίμησεν αὐτοῖς, ὅτι οὐ νοοῦσι, λέγων· Πῶς οὐκ ἔγνωτε τὴν παραβολήν; Οὐ διὰ τοῦτο δὲ μόνον ἐν παραβολαῖς φθέγγεται, ἀλλ' ἵνα καὶ ἐμφαντικώτερον  τὸν λόγον ποιήσῃ, καὶ πλείονα τὴν μνήμην ἐνθῇ, καὶ ὑπ' ὄψιν ἀγάγῃ τὰ πράγματα. Οὕτω καὶ οἱ προφῆται ποιοῦσι.


γʹ. Τίς οὖν ἐστιν ἡ παραβολή; Ἰδοὺ ἐξῆλθεν ὁ σπείρων τοῦ σπείρειν, φησί. Πόθεν ἐξῆλθεν ὁ πανταχοῦ  παρὼν, ὁ πάντα πληρῶν; ἢ πῶς ἐξῆλθεν; Οὐ τόπῳ, ἀλλὰ σχέσει καὶ οἰκονομίᾳ τῇ πρὸς ἡμᾶς, ἐγγύτερος  ἡμῖν  γενόμενος  διὰ  τῆς  κατὰ  σάρκα  περιβολῆς.  Ἐπειδὴ  γὰρ  ἡμεῖς εἰσελθεῖν  οὐκ  ἐδυνάμεθα,  τῶν  ἁμαρτημάτων  διατειχιζόντων   ἡμῖν  τὴν  εἴσοδον, αὐτὸς ἐξέρχεται πρὸς ἡμᾶς. Καὶ τί ἐξῆλθεν; ἀπολέσαι τὴν γῆν ἀκανθῶν  γέμουσαν; τιμωρήσασθαι τοὺς γεωργούς; Οὐδαμῶς· ἀλλὰ γεωργῆσαι καὶ ἐπιμελήσασθαι, καὶ σπεῖραι τῆς  εὐσεβείας τὸν  λόγον.  Σπόρον γὰρ  ἐνταῦθα  τὴν  διδασκαλίαν  φησίν· ἄρουραν δὲ, τῶν ἀνθρώπων τὰς ψυχάς· σπορέα δὲ, ἑαυτόν. Τί τοίνυν γίνεται ἀπὸ τοῦ σπέρματος τούτου; Τρία ἀπόλλυται  μέρη, καὶ σώζεται τὸ ἕν. Καὶ ἐν τῷ σπείρειν αὐτὸν, ἃ μὲν ἔπεσε, φησὶ, παρὰ τὴν ὁδὸν, καὶ ἦλθε τὰ πετεινὰ, καὶ κατέφαγεν αὐτά. Οὐκ εἶπεν, ὅτι αὐτὸς ἔῤῥιψεν, ἀλλὰ ὅτι ἔπεσεν. Ἃ δὲ ἐπὶ τὴν πέτραν, ὅπου οὐκ εἶχε γῆν   πολλήν·   καὶ  εὐθέως   ἐξανέτειλε,   διὰ  τὸ  μὴ  ἔχειν   βάθος  γῆς·  ἡλίου   δὲ ἀνατείλαντος,  ἐκαυματίσθη, καὶ διὰ τὸ μὴ ἔχειν  ῥίζαν, ἐξηράνθη.  Ἃ  δὲ ἐπὶ  τὰς ἀκάνθας· καὶ ἀνέβησαν  αἱ ἄκανθαι,  καὶ ἀπέπνιξαν  αὐτά. Ἃ δὲ ἐπὶ  τὴν  γῆν  τὴν καλήν· καὶ ἐδίδου καρπὸν, ὃ μὲν ἑκατὸν, ὃ δὲ ἑξήκοντα, ὃ δὲ τριάκοντα. Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω. Τέταρτον μέρος ἐσώθη· καὶ οὐδὲ τοῦτο ἐξίσης, ἀλλὰ καὶ ἐνταῦθα πολλὴ  ἡ  διαφορά.  Ταῦτα δὲ  ἔλεγε,  δηλῶν  ὅτι  μετὰ  ἀφθονίας  ἅπασι διελέγετο. Καθάπερ γὰρ  ὁ σπείρων  οὐ  διαιρεῖ  τὴν  ὑποκειμένην  ἄρουραν, ἀλλ'  ἁπλῶς  καὶ ἀδιακρίτως βάλλει τὰ σπέρματα· οὕτω καὶ αὐτὸς οὐ πλούσιον, οὐ πένητα διαιρεῖ, οὐ σοφὸν, οὐκ ἄσοφον, οὐ ῥᾴθυμον, οὐ σπουδαῖον, οὐκ ἀνδρεῖον, οὐ δειλὸν, ἀλλὰ πᾶσι διελέγετο,  τὰ  παρ' ἑαυτοῦ  πληρῶν,  καίτοι  προειδὼς  τὰ  ἐσόμενα· ἵνα  ἐξῇ αὐτῷ λέγειν·  Τί με ἔδει ποιῆσαι, καὶ οὐκ ἐποίησα;  Καὶ οἱ μὲν προφῆται  ὡς περὶ ἀμπέλου διαλέγονται τοῦ δήμου· Ἀμπελὼν γὰρ ἐγενήθη, φησὶ, τῷ ἠγαπημένῳ· καὶ, Ἄμπελον  ἐξ Αἰγύπτου μετῆρεν· αὐτὸς δὲ ὡς περὶ σπόρου. Τί δήποτε δηλῶν; Ὅτι ταχεῖα ἔσται νῦν ἡ ὑπακοὴ, καὶ εὐκολωτέρα, καὶ εὐθέως τὸν καρπὸν δώσει. Ὅταν δὲ ἀκούσῃς,  ὅτι  Ἐξῆλθεν  ὁ  σπείρων  τοῦ  σπεῖραι,  μὴ  ταυτολογίαν   εἶναι  νόμιζε. Ἐξέρχεται γὰρ ὁ σπείρων πολλάκις καὶ ἐφ' ἕτερον πρᾶγμα, ἢ ὥστε νεῶσαι, ἢ ὥστε τὰς πονηρὰς ἐκτεμεῖν βοτάνας, ἢ ὥστε ἀκάνθας ἀνασπάσαι, ἢ ἄλλο τι ἐπιμελήσασθαι τοιοῦτον· αὐτὸς δὲ ἐπὶ τὸ σπεῖραι ἐξῆλθε. Πόθεν οὖν, εἰπέ μοι, τὸ πλέον ἀπώλετο τοῦ σπόρου; Οὐ παρὰ τὸν σπείραντα, ἀλλὰ παρὰ τὴν ὑποδεχομένην γῆν· τουτέστι, παρὰ τὴν μὴ ἀκούσασαν ψυχήν. Καὶ τίνος ἕνεκεν οὐ λέγει, ὅτι τὰ μὲν ἐδέξαντο οἱ ῥᾴθυμοι, καὶ ἀπώλεσαν· τὰ δὲ οἱ πλούσιοι, καὶ ἀπέπνιξαν· τὰ δὲ οἱ χαῦνοι, καὶ προὔδωκαν; Οὐ βούλεται αὐτῶν σφόδρα καθικέσθαι, ὥστε μὴ εἰς ἀπόγνωσιν ἐμβαλεῖν, ἀλλὰ καταλιμπάνει  τῷ συνειδότι τῶν  ἀκουόντων  τὸν ἔλεγχον.  Οὐχ ὁ σπόρος δὲ τοῦτο ἔπαθε μόνον, ἀλλὰ καὶ ἡ σαγήνη. Πολλὰ γὰρ καὶ ἐκείνη ἤνεγκεν ἄχρηστα. Ταύτην δὲ λέγει τὴν παραβολὴν, τοὺς μαθητὰς ἀλείφων, καὶ παιδεύων, κἂν πλείους τῶν δεχομένων  τὸν  λόγον  ὦσιν  οἱ  ἀπολλύμενοι,  μὴ  καταπίπτειν.  Καὶ γὰρ  ἐπὶ  τοῦ ∆εσπότου τοῦτο γέγονε· καὶ ὁ πάντως  προειδὼς, ὅτι ταῦτα ἔσται, οὐκ ἀπέστη τοῦ σπείρειν. Καὶ πῶς ἂν ἔχοι λόγον, φησὶν, ἐπὶ τὰς ἀκάνθας σπείρειν, ἐπὶ τὴν πέτραν, ἐπὶ τὴν ὁδόν; Ἐπὶ μὲν τῶν σπερμάτων καὶ τῆς γῆς, οὐκ ἂν ἔχοι λόγον· ἐπὶ δὲ τῶν ψυχῶν καὶ τῶν διδαγμάτων, καὶ πολὺν ἔχει τοῦτο τὸν ἔπαινον. Ὁ μὲν γὰρ γεωργὸς εἰκότως ἂν ἐγκαλοῖτο τοῦτο ποιῶν· οὐ γὰρ ἔνι τὴν πέτραν γενέσθαι γῆν, οὐδὲ τὴν ὁδὸν μὴ εἶναι ὁδὸν, οὐδὲ τὰς ἀκάνθας μὴ εἶναι ἀκάνθας· ἐπὶ δὲ τῶν λογικῶν  οὐχ οὕτω. ∆υνατὸν γὰρ τὴν πέτραν μεταβληθῆναι,  καὶ γενέσθαι γῆν λιπαράν· καὶ τὴν ὁδὸν  μηκέτι  καταπατεῖσθαι,  μηδὲ  προκεῖσθαι  τοῖς  παριοῦσιν  ἅπασιν, ἀλλ' εἶναι ἄρουραν πίονα·  καὶ τὰς ἀκάνθας  ἀφανισθῆναι,  καὶ πολλῆς  ἀπολαύειν  ἀδείας τὰ σπέρματα. Εἰ γὰρ μὴ ἐξῆν, οὐκ ἂν ἔσπειρεν οὗτος. Εἰ δὲ μὴ ἐγένετο ἐπὶ πάντων  ἡ μεταβολὴ, οὐ παρὰ τὸν σπείραντα, ἀλλὰ παρὰ τοὺς μὴ βουλομένους μεταβληθῆναι. Αὐτὸς μὲν  γὰρ  τὸ  αὐτοῦ  πεποίηκεν·  εἰ  δὲ  ἐκεῖνοι  τὰ  παρ'  αὐτοῦ  προὔδωκαν, ἀνεύθυνος αὐτὸς ὁ τοσαύτην φιλανθρωπίαν ἐπιδειξάμενος. Σὺ δέ μοι ἐκεῖνο σκόπει, ὅτι οὐ μία τῆς ἀπωλείας ἡ ὁδὸς, ἀλλὰ διάφοροι καὶ ἀλλήλων διεστηκυῖαι. Οἱ μὲν γὰρ τῇ ὁδῷ ἐοικότες εἰσὶν, οἱ βάναυσοι καὶ ῥᾴθυμοι καὶ ὀλίγωροι· οἱ δὲ ἐν τῇ πέτρᾳ, οἱ ἀσθενέστεροι μόνον. Ὁ γὰρ ἐπὶ τὰ πετρώδη σπαρεὶς, φησὶν, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων, καὶ εὐθὺς μετὰ χαρᾶς λαμβάνων αὐτόν· οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτῷ, ἀλλὰ πρόσκαιρός ἐστι· γενομένης δὲ θλίψεως ἣ διωγμοῦ διὰ τὸν λόγον, εὐθέως ἐσκανδαλίσθη. Παντὸς, φησὶν, ἀκούοντος τὸν λόγον τῆς ἀληθείας, καὶ μὴ συνιέντος, ἔρχεται ὁ Πονηρὸς, καὶ ἁρπάζει τὸ ἐσπαρμένον ἐκ τῆς καρδίας αὐτοῦ. Οὗτός ἐστιν ὁ παρὰ    τὴν   ὁδὸν   σπαρείς.   Οὐκ  ἔστι   δὲ   ἴσον,   μηδενὸς   ἐπηρεάζοντος,   μηδὲ ἀναμοχλεύοντος,  τὴν διδασκαλίαν μαρανθῆναι, καὶ πειρασμῶν ἐπικειμένων.  Οἱ δὲ ταῖς  ἀκάνθαις  προσεοικότες, πολλῷ  τούτων  ἀσυγγνωστότεροι. 


δʹ. Ἵν' οὖν  μή τι τούτων πάθωμεν, ἐπικαλύψωμεν  τῇ προθυμίᾳ τὰ λεγόμενα, καὶ τῇ διηνεκεῖ μνήμῃ. Εἰ γὰρ  καὶ ἁρπάζει ὁ διάβολος, ἀλλ' ἡμεῖς κύριοι τοῦ μὴ ἁρπαγῆναι· εἰ καὶ ξηραίνεται τὰ σπέρματα, οὐ παρὰ τὸν καύσωνα τοῦτο γίνεται (οὐ γὰρ εἶπεν, ὅτι διὰ τὸν  καύσωνα  ἐξηράνθη,  ἀλλὰ  διὰ  τὸ  μὴ  ἔχειν  ῥίζαν)·  εἰ  καὶ  ἀποπνίγεται   τὰ λεγόμενα, οὐ παρὰ τὰς ἀκάνθας, ἀλλὰ παρὰ τοὺς συγχωροῦντας ἀναβῆναι ταύτας. Ἔνεστι γὰρ, ἐὰν θέλῃς, κωλῦσαι τὴν πονηρὰν ταύτην βλάστην, καὶ τῷ πλούτῳ εἰς δέον χρήσασθαι. ∆ιὰ τοῦτο οὐκ εἶπεν, Ὁ αἰὼν, ἀλλ', Ἡ μέριμνα τοῦ αἰῶνος· οὐδὲ, Ὁ πλοῦτος, ἀλλ', Ἡ ἀπάτη τοῦ πλούτου. Μὴ τοίνυν τὰ πράγματα αἰτιώμεθα, ἀλλὰ τὴν γνώμην  τὴν διεφθαρμένην.  Ἔστι γὰρ καὶ πλουτεῖν,  καὶ μὴ ἀπατᾶσθαι· καὶ ἐν τῷ αἰῶνι εἶναι τούτῳ, καὶ μὴ ἀποπνίγεσθαι ταῖς φροντίσι. Καὶ γὰρ δύο ἐλαττώματα ὁ πλοῦτος  ἔχει  ἐναντία·  τὸ μὲν, κατατεῖνον  καὶ ἐπισκοτοῦν, τὴν  μέριμναν·  τὸ δὲ, μαλακωτέρους ποιοῦν, τὴν τρυφήν. Καὶ καλῶς εἶπεν, Ἡ ἀπάτη τοῦ πλούτου. Πάντα γὰρ τὰ τοῦ πλούτου ἀπάτη· ὀνόματα γὰρ μόνον ἐστὶν, οὐκ ἐπὶ πραγμάτων κείμενα. Καὶ γὰρ ἡ ἡδονὴ, καὶ ἡ δόξα, καὶ ὁ καλλωπισμὸς, καὶ πάντα ταῦτα, φαντασία τίς ἐστιν, οὐ πραγμάτων  ἀλήθεια. Εἰπὼν τοίνυν  τοὺς τρόπους τῆς ἀπωλείας, ὕστερον τίθησι τὴν καλὴν γῆν, οὐκ ἀφιεὶς ἀπογνῶναι,  ἀλλὰ διδοὺς ἐλπίδα μετανοίας, καὶ δεικνὺς, ὅτι δυνατὸν ἐκ τῶν εἰρημένων  εἰς ταύτην μεταβαλεῖν. Καίτοι εἰ καὶ ἡ γῆ καλὴ, καὶ ὁ σπορεὺς εἷς, καὶ τὰ σπέρματα τὰ αὐτὰ, διατί ὃ μὲν ἑκατὸν, ὃ δὲ ἑξήκοντα, ὃ δὲ τριάκοντα ἤνεγκεν; Ἐνταῦθα πάλιν παρὰ τὴν φύσιν τῆς γῆς ἡ διαφορά· καὶ γὰρ ἔνθα ἂν καλὴ ἡ γῆ, πολλὴ ἐν αὐτῇ καὶ ἡ διαφορά. Ὁρᾷς οὐχὶ τὸν γεωργὸν αἴτιον ὄντα, οὐδὲ τὰ σπέρματα, ἀλλὰ τὴν δεχομένην  γῆν· οὐ παρὰ τὴν φύσιν, ἀλλὰ παρὰ τὴν  γνώμην.  Καὶ ἐνταῦθα  δὲ πολλὴ  ἡ φιλανθρωπία.  ὅτι  οὐχ ἓν  ἀπαιτεῖ  μέτρον ἀρετῆς, ἀλλὰ καὶ τοὺς πρώτους ἀποδέχεται, καὶ τοὺς δευτέρους οὐκ ἐκβάλλει, καὶ τοῖς  τρίτοις  δίδωσι χώραν.  Ταῦτα δὲ λέγει,  ἵνα  μὴ νομίσωσιν  οἱ ἀκολουθοῦντες αὐτῷ, ὅτι ἀρκεῖ ἡ ἀκρόασις εἰς σωτηρίαν. Καὶ τίνος  ἕνεκεν,  φησὶν, οὐχὶ καὶ τὰς ἄλλας ἔθηκε πονηρίας, οἷον, ἐπιθυμίαν σωμάτων, κενοδοξίαν; Εἰπὼν τὴν μέριμναν τοῦ  αἰῶνος  τούτου,  καὶ τὴν  ἀπάτην  τοῦ  πλούτου,  ἅπαντα  τέθεικε.  Καὶ γὰρ καὶ κενοδοξία, καὶ τὰ ἄλλα ἅπαντα, τοῦ αἰῶνος τούτου, καὶ τῆς τοῦ πλούτου ἀπάτης ἐστίν· οἷον, ἡδονὴ, καὶ γαστριμαργία, καὶ βασκανία, καὶ κενοδοξία, καὶ ὅσα τοιαῦτα. Προσέθηκε δὲ  καὶ  τὴν  ὁδὸν  καὶ  τὴν  πέτραν,  δεικνὺς  ὅτι  οὐκ  ἀρκεῖ  χρημάτων ἀπηλλάχθαι μόνον, ἀλλὰ δεῖ καὶ τὴν ἄλλην ἀρετὴν ἀσκεῖν. Τί γὰρ, ἂν χρημάτων μὲν ἐλεύθερος ᾖς, ἄνανδρος δὲ καὶ μαλακός; τί δὲ, ἂν ἄνανδρος μὲν μὴ ᾖς, ῥᾴθυμος δὲ καὶ ὀλίγωρος περὶ τὴν ἀκρόασιν; Οὐδὲ γὰρ ἀρκεῖ μέρος ἓν πρὸς σωτηρίαν ἡμῖν, ἀλλὰ δεῖ πρῶτον μὲν ἀκροάσεως ἀκριβοῦς καὶ μνήμης διηνεκοῦς, ἔπειτα ἀνδρείας, εἶτα χρημάτων ὑπεροψίας καὶ τῆς τῶν βιωτικῶν ἁπάντων ἀπαλλαγῆς. ∆ιὰ γάρ τοι τοῦτο πρῶτον τίθησιν ἐκείνου τοῦτο, ἐπειδὴ τούτου πρώτου χρεία (Πῶς γὰρ πιστεύσουσιν, ἐὰν μὴ ἀκούσωσι; καθάπερ οὖν καὶ ἡμεῖς ἐὰν μὴ προσέχωμεν τοῖς λεγομένοις, οὐδὲ μαθεῖν  δυνησόμεθα  ἃ χρὴ ποιεῖν)· ἔπειτα  τὴν  ἀνδρείαν,  καὶ τὴν  τῶν  παρόντων ὑπεροψίαν. Ταῦτ' οὖν ἀκούοντες, πάντοθεν  ἑαυτοὺς τειχίζωμεν,  προσέχοντες τοῖς λεγομένοις,  καὶ  κατὰ  βάθους  ἀφιέντες  τὰς  ῥίζας,  καὶ  πάντων  ἑαυτοὺς ἐκκαθαίροντες τῶν βιωτικῶν. Ἂν δὲ τὰ μὲν ποιῶμεν, τῶν δὲ ἀμελῶμεν, οὐδὲν ἡμῖν ἔσται πλέον· κἂν γὰρ μὴ οὕτως, ἀλλ' ἐκείνως ἀπολλύμεθα. Τί γὰρ διαφέρει, ἂν μὴ διὰ πλούτου, ἀλλὰ διὰ ῥᾳθυμίας· ἂν μὴ διὰ ῥᾳθυμίας, ἀλλὰ δι' ἀνανδρίας διαφθαρῶμεν; Ἐπεὶ καὶ ὁ γεωργὸς, ἄν τε οὕτως, ἄν τε ἐκείνως ἀπολέσῃ τὸν σπόρον, ὁμοίως πενθεῖ. Μὴ τοίνυν  ἐπειδὴ μὴ πᾶσιν ἀπολλύμεθα τοῖς τρόποις, παραμυθίαν ἔχωμεν, ἀλλὰ ἀλγῶμεν  οἵῳ ἂν ἀπολώμεθα τρόπῳ. Καὶ κατακαίωμεν  τὰς ἀκάνθας· καὶ γὰρ ἀποπνίγει  τὸν λόγον. Καὶ ἴσασι τοῦτο οἱ πλουτοῦντες,  οἱ μὴ πρὸς ταῦτα μόνον, ἀλλὰ μηδὲ πρὸς ἕτερα ὄντες χρήσιμοι. ∆οῦλοι γὰρ καὶ αἰχμάλωτοι γενόμενοι τῶν  ἡδονῶν,  καὶ πρὸς τὰ πολιτικά  εἰσιν ἄχρηστοι πράγματα· εἰ δὲ πρὸς ἐκεῖνα, πολλῷ μᾶλλον πρὸς τὰ τῶν οὐρανῶν. Καὶ γὰρ διπλῆ τοῖς λογισμοῖς ἐντεῦθεν ἡ λύμη γίνεται, ἀπό τε τῆς τρυφῆς, ἀπό τε τῆς φροντίδος. Τούτων γὰρ καὶ καθ' ἑαυτὸ μὲν ἕκαστον  ἱκανὸν   καταποντίσαι   τὸ  σκάφος·  ὅταν   δὲ  καὶ  ἀμφότερα   συνδράμῃ, ἐννόησον ἡλίκον τὸ κλυδώνιον γίνεται.


εʹ. Καὶ μὴ θαυμάσῃς, εἰ τὴν τρυφὴν ἀκάνθας ἐκάλεσε. Σὺ μὲν γὰρ ἀγνοεῖς, μεθύων τῷ πάθει· οἱ δὲ ὑγιαίνοντες ἴσασιν ὅτι ἀκάνθης μᾶλλον κεντεῖ, καὶ τρυφὴ πλέον  ἢ μέριμνα δαπανᾷ τὴν ψυχὴν,  καὶ χαλεπωτέρας παρέχει τὰς ὀδύνας καὶ τῷ σώματι καὶ τῇ ψυχῇ. Οὐδὲ γὰρ οὕτως ὑπὸ φροντίδος τις πλήττεται,  ὡς ὑπὸ πλησμονῆς. Ὅταν γὰρ ἀγρυπνίαι, καὶ κροτάφων  διατάσεις, καὶ καρηβαρίαι,  καὶ  σπλάγχνων   ὀδύναι  περιέχωσι  τὸν  τοιοῦτον,  ἐννόησον  πόσων ἀκανθῶν  ταῦτα  χαλεπώτερα.  Καὶ καθάπερ  αἱ  ἄκανθαι,  ὅθεν  ἂν  κατασχεθῶσιν, αἱμάττουσι τὰς κατεχούσας αὐτὰς χεῖρας· οὕτω δὴ καὶ ἡ τρυφὴ καὶ πόδας, καὶ χεῖρας, καὶ κεφαλὴν, καὶ ὀφθαλμοὺς, καὶ πάντα ἁπλῶς λυμαίνεται τὰ μέλη· καὶ ξηρὰ δὲ καὶ ἄκαρπός ἐστιν, ὥσπερ ἡ ἄκανθα, καὶ πολλῷ  μειζόνως  ἐκείνης  λυπεῖ, καὶ ἐν τοῖς καιρίοις. Καὶ γὰρ γῆρας ἄκαιρον ἐπεισάγει, καὶ ἀμβλύνει τὰς αἰσθήσεις, καὶ σκοτοῖ τὸν  λογισμὸν,  καὶ πηροῖ τὸν  νοῦν  ὀξὺ βλέποντα,  καὶ πλαδαρὸν  τὸ σῶμα ποιεῖ, δαψιλεστέραν τῆς κόπρου τὴν ἀποθήκην ἐργαζομένη, καὶ πολλὴν τὴν σωρείαν τῶν κακῶν συνάγουσα, καὶ μεῖζον τὸ φορτίον, καὶ ὑπέρογκον ποιεῖται τὸν γόμον· ὅθεν καὶ πολλὰ καὶ συνεχῆ τὰ πτώματα, καὶ πυκνὰ τὰ ναυάγια. Τί γὰρ λιπαίνεις, εἰπέ μοι, τὸ σῶμα; Μὴ γὰρ καταθῦσαί σε ἔχομεν; μὴ γὰρ παραθεῖναι  τραπέζῃ; Τὰς ὄρνεις καλῶς πιαίνεις· μᾶλλον δὲ οὐδὲ ἐκείνας καλῶς· ὅταν γὰρ πιανθῶσιν, ἄχρηστοι πρὸς ὑγιεινήν  εἰσι δίαιταν.  Τοσοῦτον κακὸν  ἡ τρυφὴ,  ὡς  καὶ  ἐν  ἀλόγοις  τὴν  λύμην ἐπιδείκνυσθαι. Καὶ γὰρ ἐκείνας τρυφώσας καὶ ἑαυταῖς καὶ ἡμῖν ἀχρήστους ποιοῦμεν. Καὶ γὰρ  τὰ  περιττώματα  ἀκατέργαστα, καὶ  ἡ  ὑγροτέρα  σῆψις  ἀπὸ  τῆς  πιμελῆς ἐκείνης  γίνεται.  Τὰ δὲ  οὐχ  οὕτω  τρεφόμενα,  ἀλλ',  ὡς  ἂν  εἴποι  τις,  ἐν  νηστείᾳ διάγοντα,  καὶ  συμμέτρῳ  διαίτῃ,  καὶ  πονοῦντα  καὶ  ταλαιπωρούμενα,  ταῦτα  καὶ ἑαυτοῖς καὶ ἄλλοις χρησιμώτατα, καὶ πρὸς τροφὴν καὶ πρὸς τὰ ἄλλα ἅπαντα. Οἱ γοῦν ἐκεῖνα σιτούμενοι μᾶλλον  ὑγιαίνουσιν· οἱ δὲ τούτοις τρεφόμενοι, αὐτοῖς ἐοίκασι, νωθροὶ  καὶ ἐπίνοσοι γινόμενοι,  καὶ τὸν δεσμὸν χαλεπώτερον  ἐργαζόμενοι. Οὐδὲν γὰρ οὕτω σώματι πολέμιον καὶ βλαβερὸν, ὡς ἡ τρυφή· οὐδὲν οὕτω διαῤῥήγνυσι καὶ καταχώννυσιν   αὐτὴν  καὶ  διαφθείρει,   ὡς  ἀσωτία.  ∆ιὸ  μάλιστα  ἄν  τις   κἀντεῦθεν  ἐκπλαγείη  τῆς ἀνοίας  αὐτοὺς, ὅτι οὐδὲ ὅσην ἐπὶ τῶν  ἀσκῶν ἔχουσιν ἕτεροι τὴν φειδὼ, τοσαύτην ἐφ' ἑαυτῶν θέλουσιν ἐπιδείκνυσθαι οὗτοι. Ἐκείνους μὲν γὰρ οἱ τῶν οἴνων πρᾶται οὐκ ἐῶσι πλέον τοῦ δέοντος λαβεῖν, ὥστε μὴ διαῤῥαγῆναι· τὴν δὲ ἀθλίαν οὗτοι γαστέρα οὐδὲ ταύτης ἀξιοῦσι τῆς προνοίας· ἀλλ' ἐπειδὰν αὐτὴν ἐμπλήσωσι καὶ διαῤῥήξωσι, μέχρι τῶν ὤτων, μέχρι τῶν ῥινῶν, μέχρι τῆς φάρυγγος αὐτῆς   πληροῦσιν   ἅπαντα,   διπλῆν   ἐντεῦθεν   τῷ   πνεύματι   καὶ   τῇ   τὸ   ζῶον οἰκονομούσῃ δυνάμει  κατασκευάζοντες  τὴν  στενοχωρίαν.  Μὴ γὰρ διὰ τοῦτό  σοι γέγονε  φάρυγξ,  ἵνα  μέχρι  τοῦ  στόματος  ἄνω  σεσηπότος οἴνου  καὶ  τῆς  ἄλλης ἀποπληρώσης αὐτὸν  διαφθορᾶς; Οὐ διὰ τοῦτο, ἄνθρωπε, ἀλλ' ἵνα προηγουμένως ᾄδῃς τῷ Θεῷ, καὶ τὰς ἱερὰς ἀναπέμπῃς εὐχὰς, καὶ τοὺς θείους ἀναγινώσκῃς νόμους, καὶ τοῖς πλησίον τὰ συμφέροντα συμβουλεύῃς. Σὺ δὲ ὥσπερ διὰ τοῦτο αὐτὴν λαβὼν, ἐκείνῃ μὲν οὐδὲ μικρὸν ἐᾷς καιρὸν σχολάζειν τῇ λειτουργίᾳ, πάντα δὲ τὸν βίον τῇ πονηρᾷ ταύτῃ αὐτὴν ὑποτάττεις δουλείᾳ. Καὶ ὥσπερ εἴ τις κιθάραν λαβὼν, χρυσᾶς νευρὰς ἔχουσαν, καὶ ἡρμοσμένην καλῶς, ἀντὶ τοῦ τὴν παναρμόνιον  μελῳδίαν  εἰς αὐτὴν ἀνακρούεσθαι, κόπρῳ πολλῇ καταχώσειε καὶ πηλῷ· οὕτω καὶ οὗτοι ποιοῦσι. Κόπρον δὲ οὐ τὴν  τροφὴν  ἐκάλεσα, ἀλλὰ  τὴν  τρυφὴν,  καὶ τὴν  πολλὴν  ἐκείνην ἀσέλγειαν. Τὸ γὰρ πλέον τοῦ δέοντος οὐκ ἔστι τροφὴ, ἀλλὰ λύμη μόνον. Καὶ γὰρ ἡ γαστὴρ μόνη διὰ τὴν τῶν  σιτίων  μόνον γέγονεν  ὑποδοχήν· στόμα δὲ, καὶ φάρυγξ, καὶ γλῶττα, καὶ δι' ἕτερα ἀναγκαιότερα τούτων πολλῷ· μᾶλλον δὲ οὐδὲ ἡ γαστὴρ διὰ σιτίων  ὑποδοχὴν  ἁπλῶς,  ἀλλὰ  διὰ σιτίων  ὑποδοχὴν  συμμέτρων. Καὶ τοῦτο δηλοῖ, καταβοῶσα ἡμῶν μυρία, ὅταν ἐπηρεάσωμεν αὐτὴν διὰ τῆς πλεονεξίας ταύτης· οὐ καταβοᾷ δὲ μόνον, ἀλλὰ καὶ ἀμυνομένη τῆς ἀδικίας τὴν ἐσχάτην ἡμᾶς ἀπαιτεῖ δίκην. Καὶ πρῶτον τοὺς πόδας τιμωρεῖται, τοὺς βαστάζοντας καὶ ἀπάγοντας ἡμᾶς ἐπὶ τὰ πονηρὰ ἐκεῖνα συμπόσια, ἔπειτα τὰς χεῖρας τὰς διακονουμένας  αὐτῇ συνδέουσα, ἀνθ' ὧν τοσαῦτα καὶ τοιαῦτα προσῆγον ἐδέσματα· πολλοὶ δὲ καὶ αὐτὸ τὸ στόμα διέστρεψαν, καὶ ὀφθαλμοὺς καὶ κεφαλήν. Καὶ καθάπερ οἰκέτης, ὅταν ἐπιταγῇ τι τὴν δύναμιν ὑπερβαῖνον, ἀπονοηθεὶς ὑβρίζει εἰς τὸν ἐπιτάξαντα πολλάκις· οὕτω καὶ αὕτη μετὰ τῶν  μελῶν  τούτων  καὶ τὸν ἐγκέφαλον  πολλάκις  αὐτὸν βιασθεῖσα ἀπόλλυσι  καὶ διαφθείρει.  Καὶ τοῦτο  ὁ Θεὸς ᾠκονόμησε  καλῶς,  ἐκ τῆς  ἀμετρίας τοσαύτην γίνεσθαι βλάβην, ἵν' ὅταν ἑκὼν μὴ φιλοσοφῇς, κἂν ἄκων διὰ τὸν φόβον τῆς τοσαύτης διαφθορᾶς μετριάζειν μάθῃς. Ταῦτ' οὖν εἰδότες, φεύγωμεν  τρυφὴν, ἐπιμελώμεθα  συμμετρίας, ἵνα καὶ τῆς τοῦ σώματος ὑγείας ἀπολαύσωμεν, καὶ τὴν ψυχὴν πάσης ἀπαλλάξαντες ἀῤῥωστίας, τῶν μελλόντων  ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας  τῶν  αἰώνων.  Ἀμήν. 

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/






Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |