ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΛΘʹ. Ἐν ἐκείνῳ τῷ καιρῷ ἐπορεύθη ὁ Ἰησοῦς τοῖς σάββασι

Κυριακή 30 Οκτωβρίου 2016

ΛΘʹ. Ἐν ἐκείνῳ τῷ καιρῷ ἐπορεύθη ὁ Ἰησοῦς τοῖς σάββασι



Ιωάννης Χρυσόστομος
Πρός Απόστολον Ματθαίον
Τόμος 57


ΛΘʹ. Ἐν ἐκείνῳ τῷ καιρῷ ἐπορεύθη ὁ Ἰησοῦς τοῖς σάββασι διὰ τῶν σπορίμων· οἱ δὲ μαθηταὶ αὐτοῦ ἐπεί νασαν, καὶ ἤρξαντο τίλλειν στάχυας καὶἐσθίειν.

αʹ. Ὁ δὲ Λουκᾶς φησιν, Ἐν σαββάτῳ δευτεροπρώτῳ. Τί δέ ἐστιν ἐν δευτεροπρώτῳ; Ὅταν διπλῆ ἡ ἀργία ᾖ, καὶ τοῦ σαββάτου τοῦ κυρίου, καὶ ἑτέρας ἑορτῆς διαδεχομένης. Σάββατον γὰρ ἑκάστην ἀργίαν καλοῦσι. Καί τι δήποτε ἐκεῖθεν αὐτοὺς ἤγαγεν ὁ πάντα προειδὼς, εἰ μὴ ἐβούλετο λυθῆναι τὸ σάββατον; Ἐβούλετο μὲν,  ἀλλ'  οὐχ  ἁπλῶς·  διόπερ  οὐδέποτε  χωρὶς  αἰτίας  αὐτὸ  λύει,  ἀλλὰ  διδοὺς προφάσεις εὐλόγους, ἵνα καὶ τὸν νόμον ἀναπαύσῃ, καὶ ἐκείνους μὴ πλήξῃ. Ἔστι δὲ ὅπου καὶ προηγουμένως αὐτὸ λύει, οὐ μετὰ περιστάσεως· ὡς ὅταν τὸν πηλὸν χρίῃ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ· ὡς ὅταν λέγῃ· Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι.


Ποιεῖ δὲ ταῦτα, τούτῳ μὲν δοξάζων τὸν ἑαυτοῦ Πατέρα, ἐκείνῳ δὲ τὴν ἀσθένειαν τῶν Ἰουδαίων παραμυθούμενος. Ὃ δὴ καὶ ἐνταῦθα κατασκευάζει, τὴν τῆς φύσεως  ἀνάγκην  προβαλλόμενος·  καίτοιγε  ἐπὶ  τῶν  ἁμαρτημάτων  τῶν ὡμολογημένων  οὐκ ἂν γένοιτό ποτε ἀπολογία. Οὔτε γὰρ ὁ φονεύων  τὸν θυμὸν ἂν σχοίη προβαλέσθαι, οὔτε ὁ μοιχεύων τὴν ἐπιθυμίαν, μᾶλλον  δὲ οὐδὲ ἄλλην οὐδεμίαν αἰτίαν  εἰπεῖν· ἐνταῦθα  δὲ τὴν πεῖναν  εἰπὼν,  παντὸς  ἀπήλλαξεν  αὐτοὺς ἐγκλήματος.  Σὺ δέ μοι θαύμασον τοὺς μαθητὰς,  τοὺς οὕτω  συνεσταλμένους  καὶ μηδένα τῶν  σωματικῶν  ποιουμένους  λόγον,  ἀλλὰ  πάρεργον τιθεμένους  τὴν  τῆς σαρκὸς τράπεζαν, καὶ λιμῷ μαχομένους διηνεκεῖ, καὶ οὐδὲ οὕτως ἀφισταμένους. Εἰ γὰρ μὴ ἠνάγκαζεν αὐτοὺς σφόδρα τὸ πεινᾷν, οὐκ ἂν οὐδὲ τοῦτο ἐποίησαν. Τί οὖν οἱ Φαρισαῖοι; Ἰδόντες, φησὶν, εἶπον αὐτῷ· Ἰδοὺ οἱ μαθηταί σου ποιοῦσιν ὃ οὐκ ἔξεστι ποιεῖν ἐν σαββάτῳ. Ἐνταῦθα μὲν οὐ πάνυ σφοδρῶς (καίτοιγε ἀκόλουθον ἦν τοῦτο)· ἀλλ' ὅμως οὐ σφόδρα παροξύνονται, ἀλλ' ἐγκαλοῦσιν ἁπλῶς. Ὅτε δὲ τὴν χεῖρα τὴν ξηρὰν ἐξέτεινε καὶ διώρθωσε, τότε οὕτως ἐξεθηριώθησαν, ὡς καὶ περὶ σφαγῆς αὐτοῦ βουλεύεσθαι  καὶ  ἀναιρέσεως.  Ἔνθα  μὲν  γὰρ  οὐδὲν  γίνεται  μέγα  καὶ  γενναῖον, ἡσυχάζουσιν· ἔνθα δὲ ὁρῶσί τινας  σωζομένους, ἀγριαίνουσι  καὶ ταράττονται,  καὶ πάντων εἰσὶ φορτικώτεροι· οὕτως ἐχθροὶ τῆς τῶν ἀνθρώπων σωτηρίας εἰσί. Πῶς οὖν ἀπολογεῖται περὶ αὐτῶν ὁ Ἰησοῦς; Οὐκ ἀνέγνωτε, φησὶ, τί ἐποίησε ∆αυῒδ ἐν τῷ ἱερῷ, ὅτε ἐπείνασεν, αὐτὸς καὶ οἱ μετ' αὐτοῦ πάντες; πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἐξὸν  αὐτῷ φαγεῖν, οὐδὲ τοῖς μετ'  αὐτοῦ,  εἰ  μὴ  μόνοις  τοῖς  ἱερεῦσιν;  Ὅταν  μὲν  γὰρ  ὑπὲρ  τῶν   μαθητῶν ἀπολογῆται, τὸν ∆αυῒδ εἰς μέσον παράγει· ὅταν δὲ ὑπὲρ ἑαυτοῦ, τὸν Πατέρα. Καὶ ὅρα πῶς ἐπιπληκτικῶς· Οὐκ ἀνέγνωτε τί ἐποίησε ∆αυΐδ; Καὶ γὰρ πολλὴ τοῦ Προφήτου ἦν ἡ δόξα, ὡς καὶ Πέτρον μετὰ ταῦτα ἀπολογούμενον  πρὸς Ἰουδαίους οὕτως εἰπεῖν· Ἐξὸν  εἰπεῖν  μετὰ  παῤῥησίας  πρὸς  ὑμᾶς  περὶ  τοῦ  πατριάρχου  ∆αυῒδ,  ὅτι  καὶ ἐτελεύτησε καὶ ἐτάφη. ∆ιατί δὲ αὐτὸν οὐχὶ μετὰ τοῦ ἀξιώματος καλεῖ, οὔτε ἐνταῦθα, οὔτε μετὰ ταῦτα; Ἴσως ἐπειδὴ ἐκεῖθεν τὸ γένος κατῆγεν. Εἰ μὲν οὖν συγγνωμονικοί τινες  ἦσαν, ἐπὶ τὸ πάθος ἂν τῆς πείνης  τὸν  λόγον  ἤγαγεν· ἐπειδὴ δὲ μιαροὶ καὶ ἀπάνθρωποι,  καὶ ἱστορίαν αὐτοῖς ἀναγινώσκει.  Ὁ δὲ Μάρκος, Ἐπὶ Ἀβιάθαρ τοῦἀρχιερέως, φησὶν, οὐκ ἐναντία λέγων τῇ ἱστορίᾳ, ἀλλὰ δεικνὺς ὅτι διώνυμος ἦν· καὶ προστίθησιν ὅτι ἐκεῖνος  ἔδωκεν  αὐτῷ· δεικνὺς  καὶ ἐντεῦθεν  μεγάλην  οὖσαν ἀπολογίαν,  ὅπου  γε  καὶ  ὁ ἱερεὺς  ἐπέτρεψε· καὶ  οὐ  μόνον  ἐπέτρεψεν,  ἀλλὰ  καὶ διηκονήσατο. Μὴ γάρ μοι λέγε, ὅτι προφήτης ἦν ὁ ∆αυΐδ· οὐδὲ γὰρ οὕτως ἐξῆν, ἀλλὰ τῶν ἱερέων ἦν τὸ προτέρημα· διὸ καὶ προσέθηκεν, Εἰ μὴ τοῖς ἱερεῦσι μόνοις. Εἰ γὰρ καὶ μυριάκις ἦν προφήτης, ἀλλ' οὐχ ἱερεύς· εἰ δὲ καὶ ἐκεῖνος προφήτης, ἀλλ' οὐχὶ καὶ οἱ μετ' αὐτοῦ· καὶ γὰρ καὶ ἐκείνοις ἔδωκε. Τί οὖν; φησίν· ἴσον ∆αυῒδ καὶ οὗτοι; Τί μοι λέγεις ἀξίαν, ὅπου νόμου παράβασις εἶναι δοκεῖ, κἂν φύσεώς ἐστιν ἀνάγκη; Καὶ γὰρ καὶ ταύτῃ μᾶλλον αὐτοὺς ἀπήλλαξε τῶν ἐγκλημάτων, ὅταν ὁ μείζων φαίνηται τὸ αὐτὸ πεποιηκώς.


βʹ. Καὶ τί τοῦτο πρὸς τὸ ζητούμενον; φησίν· οὐ γὰρ δὴ σάββατον ἐκεῖνος  παρέβη. Τὸ μεῖζόν  μοι λέγεις,  καὶ ὃ μάλιστα  δείκνυσι  τοῦ  Χριστοῦ τὴν σοφίαν, ὅτι τὸ σάββατον ἀφεὶς, ἕτερον ὑπόδειγμα φέρει τοῦ σαββάτου μεῖζον. Οὐδὲ γὰρ ἴσον, παραβῆναι ἡμέραν, καὶ τῆς ἱερᾶς ἐκείνης ἅψασθαι τραπέζης, ἧς μηδενὶ θέμις ἦν. Τὸ μὲν γὰρ σάββατον καὶ ἐλύθη πολλάκις, μᾶλλον δὲ ἀεὶ λύεται, καὶ ἐν τῇ περιτομῇ, καὶ ἐν ἑτέροις πλείοσιν ἔργοις· καὶ ἐν τῇ Ἰεριχῶ δὲ τὸ αὐτὸ γενόμενον ἴδοι τις ἄν· τοῦτο δὲ τότε μόνον ἐγένετο. Ὥστε ἀπὸ τοῦ πλείονος ἡ νίκη. Πῶς οὖν οὐδεὶς ἐνεκάλεσε τῷ ∆αυῒδ, καίτοι καὶ τούτου μεῖζον ἔγκλημα ἕτερον ἦν, τὸ τοῦ φόνου τῶν ἱερέων ἐντεῦθεν λαβὸν τὴν ἀρχήν; Ἀλλ' οὐ τίθησιν αὐτό· πρὸς γὰρ τὸ προκείμενον ἵσταται  μόνον.  Εἶτα πάλιν  καὶ  ἑτέρως  αὐτὸ  λύει.  Ἐν  ἀρχῇ  μὲν  γὰρ  τὸν  ∆αυῒδ παρήγαγε, τῷ ἀξιώματι τοῦ προσώπου καταστέλλων αὐτῶν τὴν ἀπόνοιαν· ἐπειδὴ δὲ αὐτοὺς ἐπεστόμισε, καὶ τὴν ἀλαζονείαν  καθεῖλε, τότε καὶ τὴν κυριωτέραν ἐπάγει λύσιν. Ποία δὲ ἦν αὕτη; Οὐκ οἴδατε, ὅτι ἐν τῷ ἱερῷ οἱ ἱερεῖς τὸ σάββατον βεβηλοῦσι, καὶ ἀναίτιοί εἰσιν; Ἐκεῖ μὲν γὰρ, φησὶν, ἡ περίστασις τὴν λύσιν ἐποίησεν· ἐνταῦθα δὲ καὶ χωρὶς περιστάσεως ἡ λύσις. Ἀλλ' οὐκ εὐθέως οὕτως ἔλυσεν· ἀλλὰ πρῶτον κατὰ συγγνώμην,   εἶτα  κατὰ  ἔνστασιν.  Τὸ  γὰρ  ἰσχυρότερον  ὕστερον  ἐπάγειν  ἐχρῆν, καίτοιγε καὶ τὸ πρότερον τὴν οἰκείαν εἶχε δύναμιν. Μὴ γάρ μοι λέγε, ὅτι οὐκ ἔστιν ἀπηλλάχθαι  ἐγκλήματος, τὸ καὶ ἕτερον τὸ αὐτὸ ἁμαρτάνοντα εἰς μέσον ἐνεγκεῖν. Ὅταν γὰρ μὴ ἐγκαλῆται ὁ πεποιηκὼς, νόμος ἀπολογίας γίνεται τὸ τολμηθέν. Πλὴν οὐκ ἠρκέσθη τούτῳ, ἀλλὰ καὶ τὸ κυριώτερον ἐπάγει λέγων, ὅτι οὐδὲ ἁμάρτημά ἐστι  τὸ γεγενημένον· ὅπερ μάλιστα λαμπρᾶς νίκης ἦν, τὸ δεῖξαι τὸν νόμον ἑαυτὸν παραλύοντα, καὶ διπλῇ τοῦτο ποιοῦντα, καὶ ἀπὸ τοῦ τόπου καὶ ἀπὸ τοῦ σαββάτου· μᾶλλον  δὲ καὶ τριπλῇ,  τῷ  καὶ διπλοῦν  τὸ ἔργον γενέσθαι, καὶ μετὰ τούτου  καὶ ἕτερον, τὸ ὑπὸ τῶν ἱερέων· καὶ τὸ δὴ μεῖζον, τὸ μηδὲ ἔγκλημα εἶναι· Ἀναίτιοι γὰρ, φησὶν, εἰσίν. Εἶδες πόσα τέθεικε; τὸν τόπον· Ἐν τῷ ἱερῷ γάρ φησι· τὸ πρόσωπον· οἱἱερεῖς γάρ· τὸν καιρόν· Τὸ σάββατον γάρ φησι· τὸ πρᾶγμα αὐτό· Βεβηλοῦσι γάρ· οὐδὲ γὰρ εἶπε, Λύουσιν, ἀλλὰ τὸ φορτικώτερον, Βεβηλοῦσι· τὸ μὴ μόνον μὴ δίκην διδόναι, ἀλλὰ καὶ αἰτίας ἀπηλλάχθαι· Ἀναίτιοι γάρ εἰσι. Μὴ δὴ νομίσητε τοῦτο ὅμοιον εἶναι, φησὶ, τῷ προτέρῳ. Ἐκεῖνο μὲν γὰρ καὶ ἅπαξ γέγονε, καὶ οὐχ ὑπὸ ἱερέως, καὶ ἀνάγκης ἦν· διὰ τοῦτο καὶ συγγνώμης ἐγένοντο ἄξιοι· τοῦτο δὲ καὶ καθ' ἕκαστον σάββατον, καὶ ὑπὸ ἱερέων, καὶ ἐν ἱερῷ, καὶ κατὰ νόμον. ∆ιόπερ οὐδὲ κατὰ συγγνώμην,  ἀλλὰ κατὰ νόμον εἰσὶν ἀπηλλαγμένοι  τῶν ἐγκλημάτων. Οὐδὲ γὰρ ἐγκαλῶν ταῦτα εἶπον, φησὶν,  οὐδὲ  κατὰ  συγγνώμην  αὐτοὺς  αἰτίας  ἀπαλλάττων,   ἀλλὰ  κατὰ  τὸν  τοῦ δικαίου λόγον. Καὶ δοκεῖ μὲν ὑπὲρ ἐκείνων ἀπολογεῖσθαι, τούτους δὲ ἐλευθεροῖ τῶν ἐγκλημάτων.  Ὅταν γὰρ εἴπῃ· Ἀναίτιοί εἰσιν ἐκεῖνοι· Πολλῷ μᾶλλον οὗτοι, φησίν. Ἀλλ' οὐκ εἰσὶν ἱερεῖς. Ἀλλ' ἱερέων μείζους. Αὐτὸς γὰρ πάρεστιν ἐνταῦθα ὁ τοῦ ἱεροῦ ∆εσπότης· ἡ ἀλήθεια, οὐχ ὁ τύπος. ∆ιὸ καὶ ἔλεγε· Λέγω δὲ ὑμῖν, ὅτι τοῦ ἱεροῦ μεῖζόν ἐστιν  ὧδε.  Ἀλλ'  ὅμως  τηλικαῦτα  ἀκούσαντες,  οὐδὲν  εἶπον·  οὐ γὰρ ἦν  σωτηρίαἀνθρώπου  τὸ προκείμενον. Εἶτα ἐπειδὴ βαρὺ τοῖς ἀκούουσιν ἐδόκει εἶναι, ταχέωςαὐτὸ συνεκάλυψε, πάλιν ἐπὶ συγγνώμην τὸν λόγον ἄγων, καὶ μετὰ ἐπιπλήξεως καὶ οὕτω  λέγων.  Εἰ δὲ  ἐγνώκειτε   τί  ἐστιν,  Ἔλεον  θέλω,  καὶ  οὐ  θυσίαν,  οὐκ  ἂν κατεδικάσατε τοὺς ἀναιτίους. Εἶδες πῶς πάλιν ἐπὶ συγγνώμην ἄγει τὸν λόγον, καὶ πάλιν  συγγνώμης  ἀνωτέρους  ἀποφαίνει;  Οὐ γὰρ  ἂν  κατεδικάσατε,  φησὶ,  τοὺς ἀναιτίους. Τὸ μὲν πρότερον συνήγαγε τὸ τῶν ἱερέων εἰς τὸ αὐτὸ λέγων,  Ἀναίτιοί εἰσι. Τοῦτο δὲ ἀφ' ἑαυτοῦ τίθησι· μᾶλλον δὲ καὶ τοῦτο ἀπὸ τοῦ νόμου· προφητικὴν γὰρ ἀνέγνω  ῥῆσιν.



 γʹ. Εἶτα καὶ ἄλλην  αἰτίαν  λέγει· Κύριος γὰρ, φησὶν, ἐστὶ τοῦ σαββάτου ὁ Υἱὸς τοῦ ἀνθρώπου,  περὶ ἑαυτοῦ λέγων.  Ὁ δὲ Μάρκος καὶ περὶ τῆς κοινῆς  φύσεως  αὐτὸν  τοῦτο  εἰρηκέναι  φησίν·  ἔλεγε  γάρ· Τὸ σάββατον διὰ  τὸν ἄνθρωπον ἐγένετο, οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον. Τίνος οὖν ἕνεκεν ἐκολάζετο ὁ τὰ ξύλα συνάγων; Ὅτι εἰ ἔμελλον καὶ ἐν ἀρχῇ καταφρονεῖσθαι οἱ νόμοι, σχολῇ γ' ἂν ὕστερον ἐφυλάχθησαν.  Καὶ γὰρ πολλὰ  ὠφέλει  παρὰ τὴν  ἀρχὴν τὸ σάββατον καὶ μεγάλα· οἷον, ἡμέρους ἐποίει πρὸς τοὺς οἰκείους εἶναι καὶ φιλανθρώπους· ἐδίδασκεν αὐτοὺς  τοῦ  Θεοῦ τὴν  πρόνοιαν  καὶ  τὴν  δημιουργίαν·  ὅπερ  φησὶν  ὁ  Ἰεζεχιήλ· ἐπαίδευσεν   αὐτοὺς   κατὰ   μικρὸν   ἀπέχεσθαι   πονηρίας,   καὶ  τοῖς   πνευματικοῖς προσέχειν παρεσκεύαζεν. Ἐπειδὴ γὰρ, τὸν νόμον διδοὺς τὸν τοῦ σαββάτου, εἰ εἶπε, Τὰ μὲν ἀγαθὰ πράττετε ἐν τῷ σαββάτῳ, τὰ δὲ κακὰ μὴ ποιεῖτε, οὐκ ἂν ἠνέσχοντο· ἁπάντων   ὁμοίως  ἀπεῖργε·  Μηδὲν  γὰρ  ποιήσητε,   φησί·  καὶ  οὐδὲ  οὕτω κατείχοντο. Αὐτὸς δὲ καὶ τὸν νόμον διδοὺς τὸν τοῦ σαββάτου, καὶ οὕτως ᾐνίξατο, ὅτι τῶν  πονηρῶν  αὐτοὺς ἀπέχεσθαι βούλεται μόνον. Μηδὲν γὰρ ποιήσητε, φησὶ, πλὴν ὧν ποιηθήσεται ψυχῇ. Καὶ ἐν τῷ ἱερῷ δὲ πάντα ἐγίνετο, καὶ μετὰ πλείονος τῆς σπουδῆς, καὶ διπλασίονος τῆς ἐργασίας. Οὕτω καὶ δι' αὐτῆς τῆς σκιᾶς τὴν ἀλήθειαν αὐτοῖς παρήνοιγε. Τοσοῦτον οὖν κέρδος, φησὶν, ἔλυσεν ὁ Χριστός; Μὴ γένοιτο· ἀλλὰ καὶ   σφόδρα  ἐπέτεινε.   Καιρὸς  γὰρ   ἦν   διὰ   τῶν   ὑψηλοτέρων   αὐτοὺς   πάντα παιδεύεσθαι, καὶ οὐκ ἔδει δεδέσθαι τὰς χεῖρας τοῦ πονηρίας μὲν ἀπηλλαγμένου, πρὸς δὲ τὰ ἀγαθὰ  πάντα  ἐπτερωμένου·  οὐδὲ ἐντεῦθεν  μανθάνειν,  ὅτι  ὁ Θεὸς ἅπαντα ἐποίησεν· οὐδὲ ἐντεῦθεν ἡμέρους εἶναι τοὺς πρὸς αὐτὴν τοῦ Θεοῦ τῆς φιλανθρωπίας τὴν  μίμησιν καλουμένους· (Γίνεσθε γὰρ, φησὶν, οἰκτίρμονες  ὡς ὁ Πατὴρ ὑμῶν  ὁ οὐράνιος·) οὐδὲ μίαν ἡμέραν ἑορτάζειν τοὺς πάντα τὸν βίον ἑορτὴν ἄγειν κελευομένους· (Ἑορτάζωμεν γὰρ, φησὶ, μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας,  ἀλλ'  ἐν  ἀζύμοις  εἰλικρινείας  καὶ  ἀληθείας·)  οὐδὲ  γὰρ  παρὰ  κιβωτὸν ἑστάναι  καὶ  θυσιαστήριον  χρυσοῦν  τοὺς  αὐτὸν  τὸν  πάντων  ∆εσπότην  ἔνοικον ἔχοντας, καὶ διὰ πάντων ὁμιλοῦντας αὐτῷ, καὶ δι' εὐχῆς, καὶ διὰ προσφορᾶς, καὶ διὰ Γραφῶν, καὶ δι' ἐλεημοσύνης, καὶ διὰ τοῦ ἔχειν αὐτὸν ἔνδον. Τί τοίνυν  σαββάτου χρεία τῷ διαπαντὸς ἑορτάζοντι, τῷ πολιτευομένῳ  ἐν οὐρανῷ; Ἑορτάζωμεν τοίνυν διηνεκῶς, καὶ μηδὲν πονηρὸν πράττωμεν· τοῦτο γὰρ ἑορτή· ἀλλ' ἐπιτεινέσθω μὲν τὰ πνευματικὰ,  καὶ παραχωρείτω  τὰ ἐπίγεια, καὶ ἀργῶμεν  ἀργίαν  πνευματικὴν,  τὰς χεῖρας  πλεονεξίας  ἀφιστῶντες,  τὸ  σῶμα  τῶν  περιττῶν  καὶ  ἀνονήτων ἀπαλλάττοντες  καμάτων, καὶ ὧν ἐν Αἰγύπτῳ ὑπέμεινε τότε ὁ τῶν Ἑβραίων δῆμος. Οὐδὲν γὰρ διαφέρομεν οἱ χρυσίον συνάγοντες τῶν τῷ πηλῷ προσδεδεμένων, καὶ τὴν πλίνθον ἐκείνην ἐργαζομένων, καὶ ἄχυρα συλλεγόντων, καὶ μαστιζομένων. Καὶ γὰρ καὶ νῦν  ὁ διάβολος ἐπιτάττει  πλινθουργεῖν,  καθάπερ τότε ὁ Φαραώ. Τί γάρ ἐστιν ἄλλο τὸ χρυσίον ἢ πηλός; τί δὲ ἄλλο τὸ ἀργύριον ἢ ἄχυρον; Ὡς ἄχυρα γοῦν ἀνάπτει τῆς ἐπιθυμίας  τὴν φλόγα, ὡς πηλὸς οὕτω ῥυποῖ τὸν ἔχοντα  ὁ χρυσός. ∆ιὰ τοῦτο ἔπεμψεν ἡμῖν οὐ Μωϋσέα ἐξ ἐρήμου, ἀλλὰ τὸν Υἱὸν ἐξ οὐρανοῦ. Ἂν τοίνυν μετὰ τὸ ἐλθεῖν  αὐτὸν  μείνῃς  ἐν Αἰγύπτῳ, πείσῃ τὰ τῶν  Αἰγυπτίων· ἂν δὲ ἀφεὶς  ἐκείνην ἀναβῇς μετὰ τοῦ πνευματικοῦ Ἰσραὴλ, ὄψει τὰ θαύματα ἅπαντα.


δʹ. Πλὴν οὐδὲ τοῦτο ἀρκεῖ εἰς σωτηρίαν. Οὐδὲ γὰρ ἐξ Αἰγύπτου δεῖ μόνον ἀπαλλαγῆναι, ἀλλὰ καὶ εἰς τὴν ἐπαγγελίαν εἰσελθεῖν. Ἐπεὶ καὶ Ἰουδαῖοι, καθὼς ὁ Παῦλός φησι, καὶ διὰ τῆς Ἐρυθρᾶς διῆλθον,  καὶ  μάννα  ἔφαγον,  καὶ  πόμα  πνευματικὸν   ἔπιον,  ἀλλ'  ὅμως  πάντες ἀπώλοντο. Ἵν' οὖν μὴ καὶ ἡμεῖς τὰ αὐτὰ πάθωμεν, μὴ ὀκνῶμεν, μηδὲ ἀναδυώμεθα· ἀλλ' ὅταν ἀκούσῃς πονηρῶν  καὶ νῦν κατασκόπων διαβαλλόντων  τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν, καὶ λεγόντων  ἅπερ εἶπον τότε ἐκεῖνοι οἱ κατάσκοποι, μὴ τὸν δῆμον τὸν πολὺν, ἀλλὰ τὸν Ἰησοῦν ζηλώσωμεν, τὸν Χάλεβ τὸν τοῦ Ἰεφονῆ παῖδα· καὶ μὴ πρότερον ἀποστῇς, ἕως ἂν ἐπιλάβῃ τῆς ἐπαγγελίας, καὶ τῶν οὐρανῶν ἐπιβῇς. Μηδὲ δύσκολον τὴν ὁδοιπορίαν νομίσῃς εἶναι. Εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν  τῷ Θεῷ, πολλῷ  μᾶλλον  καταλλαγέντες  σωθησόμεθα. Ἀλλὰ στενὴ καὶ τεθλιμμένη,  φησὶν, ἡ ὁδὸς αὕτη. Ἀλλ' ἡ προτέρα, δι' ἧς διῆλθες, οὐ στενὴ καὶ τεθλιμμένη μόνον, ἀλλὰ καὶ ἄβατος, καὶ θηρίων ἀγρίων γέμουσα. Καὶ ὥσπερ οὐκ ἦν διὰ τῆς Ἐρυθρᾶς διαβῆναι θαλάσσης, εἰ μὴ τὸ θαῦμα ἐκεῖνο ἐγένετο, οὕτως οὐκ ἦν ἐν τῷ προτέρῳ βίῳ μείναντας  εἰς τὸν οὐρανὸν ἀνελθεῖν, εἰ μὴ τὸ βάπτισμα μέσον ἐφάνη. Εἰ δὲ τὸ ἀδύνατον γέγονε δυνατὸν, πολλῷ μᾶλλον τὸ δύσκολον ἔσται ῥᾴδιον. Ἀλλ' ἐκεῖνο, φησὶ, χάριτος μόνον ἦν. ∆ιὰ γὰρ τοῦτο μάλιστα δίκαιος ἂν εἴης θαῤῥεῖν. Εἰ γὰρ ἔνθα χάρις ἦν μόνη, συνήργησεν, ἔνθα καὶ πόνους ἐπιδείκνυσθε, οὐ πολλῷ μᾶλλον συμπράξει; εἰ ἀργοῦντα ἔσωσεν, οὐ πολλῷ μᾶλλον ἐργαζομένῳ βοηθήσει; Ἀνωτέρω  μὲν  οὖν  ἔλεγον,  ὅτι  ἀπὸ  τῶν  ἀδυνάτων  καὶ  τοῖς  δυσκόλοις  ὀφείλεις θαῤῥεῖν· νυνὶ δὲ ἐκεῖνο ἐρῶ, ὅτι ἐὰν νήφωμεν, οὐδὲ δύσκολα ταῦτα ἔσται. Ὅρα γάρ· θάνατος  πεπάτηται,  διάβολος  κατέπεσεν,  ὁ  νόμος  τῆς  ἁμαρτίας  ἐσβέσθη, τοῦ Πνεύματος ἡ χάρις ἐδόθη, ἡ ζωὴ εἰς ὀλίγον συνεστάλη, τὰ φορτικὰ ἐπιτέτμηται. Καὶ ἵνα μάθῃς ταῦτα καὶ διὰ τῶν ἔργων αὐτῶν, σκόπει πόσοι ὑπερηκόντισαν τὰ προστάγματα τοῦ Χριστοῦ· σὺ δὲ καὶ τὸ μέτρον  αὐτὸ δέδοικας; Ποίαν οὖν  ἕξεις ἀπολογίαν, ὅταν ἑτέρων ὑπὲρ τὰ σκάμματα πηδώντων,  ὀκνῇς πρὸς τὰ νενομισμένα αὐτός; Σοὶ μὲν γὰρ παραινοῦμεν ἐλεημοσύνην διδόναι ἀπὸ τῶν ὄντων, ἕτερος δὲ καὶ τὰ ὄντα ἅπαντα ἀπεδύσατο· σὲ σωφρόνως ζῇν ἀξιοῦμεν μετὰ τῆς γυναικὸς, ἕτερος δὲ οὐδὲ ὡμίλησε γάμῳ· καὶ σὲ μὲν παρακαλοῦμεν μὴ βάσκανον εἶναι, ἕτερον δὲ ἔχομεν καὶ  τὴν  ψυχὴν  ὑπὲρ ἀγάπης  ἐπιδιδόντα  τὴν  ἑαυτοῦ· καὶ  σὲ μὲν  παρακαλοῦμεν συγγνωμονικὸν  εἶναι καὶ μὴ βαρὺν τοῖς ἁμαρτάνουσιν, ἄλλος δὲ ῥαπιζόμενος καὶ τὴν ἑτέραν ἔστρεψε σιαγόνα. Τί οὖν ἐροῦμεν, εἰπέ μοι; τί δὲ ἀπολογησόμεθα, μηδὲ ταῦτα ποιοῦντες, ἑτέρων τοσοῦτον ὑπερβαινόντων  ἡμᾶς; οὐκ ἂν δὲ ὑπερέβησαν, εἰ μὴ πολλὴ  τοῦ πράγματος ἦν ἡ εὐκολία. Τίς γὰρ τήκεται, ὁ φθονῶν  τοῖς ἑτέρων ἀγαθοῖς ἢ ὁ συνηδόμενος καὶ χαίρων; τίς ὑποπτεύει πάντα καὶ τρέμει διηνεκῶς, ὁ σώφρων, ἢ ὁ μοιχεύων; τίς ἐν ἐλπίσιν εὐφραίνεται χρησταῖς, ὁ ἁρπάζων ἢ ὁ ἐλεῶν καὶ τῶν ἑαυτοῦ μεταδιδοὺς τῷ δεομένῳ; Ταῦτ' οὖν ἐννοοῦντες, μὴ ναρκῶμεν πρὸς τοὺς ὑπὲρ τῆς ἀρετῆς δρόμους, ἀλλὰ μετὰ προθυμίας ἁπάσης ἀποδυσάμενοι πρὸς τὰ καλὰ   ταῦτα   παλαίσματα,   ὀλίγον   κάμωμεν   χρόνον,   ἵνα   τοὺς   διηνεκεῖς   καὶ ἀμαράντους λάβωμεν  στεφάνους· ὧν  γένοιτο  πάντας  ἡμᾶς ἐπιτυχεῖν,  χάριτι  καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/





Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |