Ιωάννης Χρυσόστομος
Πρός Απόστολον Ματθαίον
Τόμος 57
Εʹ. Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ.»
αʹ. Πολλῶν ἀκούω λεγόντων, ὅτι παρόντες μὲν καὶ τῆς ἀκροάσεως ἀπολαύοντες, συστελλόμεθα· ἐξελθόντες δὲ, ἕτεροι πάλιν ἀνθ' ἑτέρων γινόμεθα, τὸ πῦρ τῆς προθυμίας σβεννύντες. Τί οὖν ἂν γένοιτο, ὅπως τοῦτο μὴ γίνηται; Σκοπήσωμεν ὅθεν γίνεται. Πόθεν οὖν γίνεται ἡμῖν ἡ τοσαύτη μεταβολή; Ἀπὸ τῆς διατριβῆς τῆς μὴ προσηκούσης, καὶ τῆς τῶν πονηρῶν ἀνθρώπων συνουσίας. Οὐ γὰρ ἐχρῆν ἀπὸ τῆς συνάξεως ἀναχωροῦντας, εἰς τὰ μὴ προσήκοντα τῇ συνάξει ἐμβάλλειν ἑαυτοὺς πράγματα· ἀλλ' εὐθέως οἴκαδε ἐλθόντας τὸ βιβλίον μεταχειρίζεσθαι, καὶ τὴν γυναῖκα καὶ τὰ παιδία πρὸς τὴν κοινωνίαν τῆς τῶν εἰρημένων καλεῖν συλλογῆς, καὶ τότε τῶν βιωτικῶν ἅπτεσθαι πραγμάτων. Εἰ γὰρ ἀπὸ βαλανείου οὐκ ἂν ἕλοιο εἰς ἀγορὰν ἐμβάλλειν, ὥστε μὴ τὴν ἐκεῖθεν ἄνεσιν λυμήνασθαι τοῖς ἐν ἀγορᾷ πράγμασι· πολλῷ μᾶλλον ἀπὸ συνάξεως τοῦτο ποιεῖν ἐχρῆν. Νῦν δὲ τοὐναντίον ποιοῦμεν· διὰ δὴ τοῦτο καὶ πάντα ἀπόλλυμεν. Οὔπω γὰρ τῆς ὠφελείας τῶν λεχθέντων παγείσης καλῶς, ἡ πολλὴ ῥύμη τῶν ἔξωθεν προσπιπτόντων πάντα παρασύρασα οἴχεται.
Ἵν' οὖν μὴ τοῦτο γίνηται, ἀπὸ συνάξεως ἀναχωρῶν, μηδὲν ποιοῦ τῆς τῶν εἰρημένων συλλογῆς ἀναγκαιότερον. Καὶ γὰρ ἐσχάτης ἀγνωμοσύνης ἂν εἴη, πέντε καὶ ἓξ ἡμέρας τοῖς βιωτικοῖς ἀπονέμοντας, τοῖς πνευματικοῖς μηδὲ μίαν ἡμέραν, μᾶλλον δὲ μηδὲ μικρὸν τῆς ἡμέρας μέρος διδόναι. Οὐχ ὁρᾶτε τὰ παιδία τὰ ἡμέτερα, ὅτι τὰ μαθήματα, ἅπερ ἂν δέξωνται, ταῦτα δι' ὅλης μελετῶσι τῆς ἡμέρας; Τοῦτο δὴ καὶ ἡμεῖς ἐργασώμεθα· ἐπεὶ πλέον οὐδὲν ἡμῖν ἔσται τῆς ἐνταῦθα ἀφίξεως, εἰς πίθον τετρημένον ἀντλοῦσι καθ' ἑκάστην ἡμέραν, καὶ μηδὲ τοσαύτην παρεχομένοις σπουδὴν τῇ τῶν εἰρημένων φυλακῇ, ὅσην περὶ χρυσὸν καὶ ἄργυρον ἐπιδεικνύμεθα. ∆ηνάρια μὲν γάρ τις ὀλίγα λαβὼν, καὶ εἰς βαλάντιον ἀποτίθεται, καὶ σφραγῖδα ἐπιτίθησιν· ἡμεῖς δὲ καὶ χρυσίου καὶ λίθων πολυτελῶν τιμιώτερα δεχόμενοι λόγια, καὶ τοὺς τοῦ Πνεύματος ὑποδεχόμενοι θησαυροὺς, οὐκ εἰς τὰ ταμιεῖα τῆς ψυχῆς ἀποτιθέμεθα, ἀλλ' ἁπλῶς καὶ ὡς ἔτυχεν ἐῶμεν τῆς ἡμετέρας διανοίας ἐκρεῖν. Τίς οὖν ἡμᾶς ἐλεήσει λοιπὸν, ἐπιβουλεύοντας ἑαυτοῖς, καὶ εἰς τοσαύτην ἐμβάλλοντας πενίαν; Ἵν' οὖν μὴ τοῦτο γίνηται, γράψωμεν ἑαυτοῖς νόμον ἀκίνητον, καὶ ταῖς γυναιξὶ καὶ τοῖς παισὶ τοῖς ἡμετέροις, μίαν τῆς ἑβδομάδος ἡμέραν ταύτην ὅλην ἀνατιθέναι τῇ ἀκροάσει καὶ τῶν ἀκουσθέντων τῇ συλλογῇ. Οὕτω γὰρ καὶ εὐμαθέστεροι πρὸς τὰ μέλλοντα ῥηθήσεσθαι ἀπαντήσομεν, καὶ ἡμῖν ἐλάττων ὁ πόνος ἔσται, καὶ ὑμῖν τὸ κέρδος πλέον, ὅταν τὰ πρώην εἰρημένα φέροντες ἐπὶ μνήμης, οὕτω τὰ μετὰ ταῦτα ἀκούητε. Οὐ γὰρ μικρόν τι καὶ τοῦτο συντελεῖ πρὸς τὴν τῶν λεγομένων σύνεσιν, τὸ τὴν ἀκολουθίαν εἰδέναι μετὰ ἀκριβείας τῶν παρ' ἡμῶν ὑφαινομένων ὑμῖν νοημάτων. Ἐπειδὴ γὰρ οὐκ ἔνι πάντα ἐν μιᾷ καταβαλεῖν ἡμέρᾳ, τὰ ἐν πολλαῖς ὑμῖν ἡμέραις κατατιθέμενα τῇ τῆς μνήμης συνεχείᾳ ὥσπερ σειράν τινα ποιήσαντες, οὕτω δὴ περιτίθεσθε τῇ ψυχῇ, ὥστε ὁλόκληρον φαίνεσθαι τὸ σῶμα τῶν Γραφῶν. Ἀναμνήσαντες τοίνυν τῶν ἔναγχος εἰρημένων ἑαυτοὺς, οὕτω καὶ σήμερον ἐπὶ τὰ προκείμενα ἴωμεν.
βʹ. Τίνα δέ ἐστι τὰ προκείμενα σήμερον; Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος. Ἀξίως τοῦ θαύματος, ὡς αὐτῷ δυνατὸν ἦν, ἀνεβόησεν, εἰπών· Τοῦτο δὲ ὅλον γέγονεν. Ἐπειδὴ γὰρ εἶδε τὸ πέλαγος καὶ τὴν ἄβυσσον τῆς φιλανθρωπίας τοῦ Θεοῦ, καὶ τὸ μηδέποτε ἐλπισθὲν εἰς ἔργον ἐλθὸν, καὶ φύσεως λυθέντας νόμους, καὶ καταλλαγὰς γινομένας, καὶ τὸν πάντων ἀνώτερον πρὸς τὸν πάντων κατώτερον κατιόντα, καὶ τὰ μεσότοιχα λυόμενα, καὶ τὰ κωλύματα ἀναιρούμενα, καὶ πολλῷ πλείονα τούτων ἕτερα γινόμενα, ἑνὶ ῥήματι τὸ θαῦμα παρέστησεν, εἰπών· Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου. Μὴ γὰρ νομίσῃς, φησὶν, ὅτι νῦν ταῦτα ἔδοξε· πάλαι προετυποῦτο. Ὅπερ καὶ ὁ Παῦλος πανταχοῦ δεῖξαι ἐσπούδασε. Καὶ παραπέμπει τὸν Ἰωσὴφ τῷ Ἡσαΐᾳ λοιπὸν, ἵνα κἂν τῶν αὐτοῦ ῥημάτων ἐπιλάθηται ἀφυπνισθεὶς, ἅτε πρόσφατον εἰρημένων, τῶν προφητικῶν, οἷς συνανεστράφη διαπαντὸς, ἀναμνησθεὶς, καὶ τὰ παρ' αὐτοῦ λεχθέντα κατάσχῃ. Καὶ τῇ μὲν γυναικὶ οὐδὲν τούτων εἴρηκεν, ἅτε κόρῃ οὔσῃ καὶ ἀπείρως τούτων ἐχούσῃ· τῷ δὲ ἀνδρὶ, δικαίῳ τε ὄντι καὶ μελετῶντι προφήτας, ἐντεῦθεν διαλέγεται. Καὶ πρὸ μὲν τούτου, Μαριὰμ τὴν γυναῖκά σου, λέγει· ἐνταῦθα δὲ ὅτε τὸν προφήτην εἵλκυσεν εἰς τὸ μέσον, τότε αὐτῷ πιστεύει τὸ τῆς παρθενίας ὄνομα· οὐ γὰρ οὕτως ἀτάραχος ἔμενε, παρθένον παρ' αὐτοῦ ἀκούων, εἰ μὴ πρῶτον καὶ παρὰ Ἡσαΐου. Καὶ γὰρ οὐδὲν ξένον, ἀλλὰ τὸ σύνηθες καὶ τὸ ἐν πολλῷ χρόνῳ μελετηθὲν ἔμελλεν ἀκούσεσθαι παρὰ τοῦ προφήτου. ∆ιὰ τοῦτο ποιῶν εὐπαράδεκτον τὸ εἰρημένον ὁ ἄγγελος, παράγει εἰς μέσον τὸν Ἡσαΐαν. Καὶ οὐδὲ ἐνταῦθα ἵσταται, ἀλλ' ἐπὶ τὸν Θεὸν ἀναρτᾷ τὸν λόγον· οὐ γὰρ αὐτοῦ εἶναί φησι τὸ εἰρημένον, ἀλλὰ τοῦ τῶν ὅλων Θεοῦ. ∆ιὰ τοῦτο οὐκ εἶπεν, Ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ Ἡσαΐου, ἀλλὰ, Τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου. Τὸ μὲν γὰρ στόμα Ἡσαΐου, ὁ δὲ χρησμὸς ἄνωθεν ἐφέρετο. Τί οὖν οὗτός φησιν ὁ χρησμός; Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. Πῶς οὖν οὐκ ἐκλήθη, φησὶ, τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ἀλλὰ Ἰησοῦς Χριστός; Ὅτι οὐκ εἶπε, Καλέσεις, ἀλλὰ, Καλέσουσιν, οἱ ὄχλοι τουτέστι, καὶ ἡ τῶν πραγμάτων ἔκβασις. Ἐνταῦθα γὰρ τὸ συμβαῖνον ὄνομα τίθησι· καὶ ἔθος τοῦτο τῇ Γραφῇ, τὰ συμβαίνοντα πράγματα ἀντὶ ὀνομάτων τιθέναι. Οὐδὲν οὖν ἄλλο δηλοῖ τὸ, Καλέσουσιν Ἐμμανουὴλ, ἢ ὅτι Ὄψονται Θεὸν μετὰ ἀνθρώπων· ἀεὶ μὲν γὰρ γέγονε μετὰ ἀνθρώπων, οὐδέποτε δὲ οὕτω σαφῶς. Εἰ δὲ ἀναισχυντοῖεν Ἰουδαῖοι, ἐρησόμεθα αὐτούς· Πότε ἐκλήθη τὸ παιδίον, Ταχέως σκύλευσον, ὀξέως προνόμευσον; Ἀλλ' οὐκ ἂν ἔχοιεν εἰπεῖν. Πῶς οὖν ὁ προφήτης ἔλεγε· Κάλεσον τὸ ὄνομα αὐτοῦ, Ταχέως σκύλευσον; Ὅτι γεννηθέντος αὐτοῦ προνομὴ σκύλων ἐγένετο καὶ διανομή· διὰ τοῦτο τὸ ἐπ' αὐτοῦ πρᾶγμα συμβεβηκὸς ὡς ὄνομα αὐτοῦ τίθησι. Καὶ ἡ πόλις δὲ, φησὶ, κληθήσεται πόλις δικαιοσύνης, μητρόπολις πιστὴ Σιών· καὶ οὐδαμοῦ εὑρίσκομεν ὅτι δικαιοσύνη ἐκλήθη ἡ πόλις, ἀλλ' ἔμεινεν Ἱεροσόλυμα καλουμένη· ἀλλ' ἐπειδὴ τοῦτο ἐξέβη, πρὸς τὸ βέλτιον αὐτῆς μεταβληθείσης, διὰ τοῦτο αὐτὴν οὕτω καλεῖσθαι ἔφη. Ὅταν γάρ τι συμβῇ πρᾶγμα, ὃ τῆς προσηγορίας σαφέστερον γνωρίζει τὸν κατορθοῦντα αὐτὸ, ἢ καὶ ἀπολαύοντα αὐτοῦ, ὄνομα αὐτῷ φησιν εἶναι τοῦ πράγματος τὴν ἀλήθειαν. Εἰ δὲ ἐντεῦθεν ἐπιστομισθέντες ἕτερον ζητοῖεν, τὸ περὶ τῆς παρθενίας λεχθὲν, καὶ προβάλλοιντο ἡμῖν ἑτέρους ἑρμηνευτὰς, λέγοντες, ὅτι Οὐκ εἶπον παρθένον, ἀλλὰ νεᾶνιν· πρῶτον μὲν ἐκεῖνο ἐροῦμεν, ὅτι τῶν ἄλλων μᾶλλον ἁπάντων τὸ ἀξιόπιστον οἱ Ἑβδομήκοντα ἔχοιεν ἂν δικαίως. Οἱ μὲν γὰρ μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν ἡρμήνευσαν, Ἰουδαῖοι μείναντες. καὶ δικαίως ἂν ὑποπτεύοιντο, ἅτε ἀπεχθείᾳ μᾶλλον εἰρηκότες, καὶ τὰς προφητείας συσκιάζοντες ἐπίτηδες· οἱ δὲ Ἑβδομήκοντα πρὸ ἑκατὸν ἢ καὶ πλειόνων ἐτῶν τῆς τοῦ Χριστοῦ παρουσίας ἐπὶ τοῦτο ἐλθόντες καὶ τοσοῦτοι ὄντες, πάσης τοιαύτης εἰσὶν ὑποψίας ἀπηλλαγμένοι, καὶ διὰ τὸν χρόνον, καὶ διὰ τὸ πλῆθος, καὶ διὰ τὴν συμφωνίαν μᾶλλον ἂν εἶεν πιστεύεσθαι δίκαιοι.
γʹ. Εἰ δὲ καὶ τὴν ἐκείνων παράγοιεν μαρτυρίαν, καὶ οὕτω τὰ νικητήρια παρ' ἡμῖν. Καὶ γὰρ τὸ τῆς νεανιότητος ὄνομα ἐπὶ τῆς παρθενίας· εἴωθεν ἡ Γραφὴ τιθέναι, οὐκ ἐπὶ γυναικῶν μόνον, ἀλλὰ καὶ ἐπὶ ἀνδρῶν· Νεανίσκοι γὰρ, φησὶ, καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων. Καὶ περὶ κόρης δὲ ἐπιβουλευομένης διαλεγομένη πάλιν, Ἐὰν φωνήσῃ ἡ νεᾶνις, φησὶ, τουτέστιν ἡ παρθένος. Καὶ τὰ πρὸ τούτου δὲ εἰρημένα τοῦτον τὸν λόγον συνίστησιν. Οὐδὲ γὰρ ἁπλῶς εἶπεν, Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει· ἀλλὰ πρότερον εἰπὼν, Ἰδοὺ δώσει Κύριος αὐτὸς ὑμῖν σημεῖον, τότε ἐπήγαγεν· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει. Καίτοι εἰ μὴ παρθένος ἦν ἡ μέλλουσα κύειν, ἀλλὰ νόμῳ γάμου τοῦτο ἐγίνετο, ποῖον ἂν εἴη σημεῖον τὸ γινόμενον; Τὸ γὰρ σημεῖον ὑπερβαίνειν δεῖ τὴν τῶν πολλῶν ἀκολουθίαν, καὶ ξένον εἶναι καὶ παρηλλαγμένον· ἐπεὶ πῶς ἂν εἴη σημεῖον; ∆ιεγερθεὶς δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου, ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος Κυρίου. Εἶδες ὑπακοὴν, καὶ καταπειθῆ διάνοιαν; εἶδες ψυχὴν διεγηγερμένην, καὶ ἐν ἅπασιν ἀδέκαστον; Οὔτε γὰρ ἡνίκα ὑπώπτευσεν ἀηδές τι καὶ ἄτοπον, κατασχεῖν ἠνέσχετο τὴν Παρθένον, οὔτε ἐπειδὴ ταύτης ἀπηλλάγη τῆς ὑποψίας, ἐκβαλεῖν ὑπέμεινεν· ἀλλὰ καὶ κατέχει, καὶ διακονεῖται τῇ οἰκονομίᾳ πάσῃ. Καὶ παρέλαβε Μαρίαν τὴν γυναῖκα αὐτοῦ. Εἶδες πῶς συνεχῶς τοῦτο τίθησι τὸ ὄνομα ὁ εὐαγγελιστὴς, οὐ βουλόμενος ἐκκαλυφθῆναι τὸ μυστήριον ἐκεῖνο τέως, καὶ τὴν πονηρὰν ἐκείνην ἀναιρῶν ὑποψίαν; Παραλαβὼν δὲ αὐτὴν, οὐκ ἐγίνωσκεν αὐτὴν, ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον. Τὸ, Ἕως, ἐνταῦθα εἴρηκεν, οὐχ ἵνα ὑποπτεύσῃς ὅτι μετὰ ταῦτα αὐτὴν ἔγνω, ἀλλ' ἵνα μάθῃς ὅτι πρὸ τῶν ὠδίνων πάντως ἀνέπαφος ἦν ἡ Παρθένος. Τίνος οὖν ἕνεκεν, φησὶ, τὸ, Ἕως, τέθεικεν; Ὅτι ἔθος τῇ Γραφῇ τοῦτο πολλάκις ποιεῖν, καὶ τὴν ῥῆσιν ταύτην μὴ ἐπὶ διωρισμένων τιθέναι χρόνων. Καὶ γὰρ καὶ ἐπὶ τῆς κιβωτοῦ φησιν· Οὐχ ὑπέστρεψεν ὁ κόραξ ἕως οὗ ἐξηράνθη ἡ γῆ· καίτοιγε οὐδὲ μετὰ ταῦτα ὑπέστρεψε. Καὶ περὶ τοῦ Θεοῦ δὲ διαλεγομένη φησίν· Ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ· οὐχ ὅρους τιθεῖσα ἐνταῦθα· καὶ πάλιν εὐαγγελιζομένη καὶ λέγουσα· Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης, ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη· οὐ πέρας δίδωσι τῷ καλῷ τούτῳ στοιχείῳ. Οὕτω δὴ καὶ ἐνταῦθα τὸ, Ἕως, εἶπε, τὰ πρὸ τῶν ὠδίνων ἀσφαλιζομένη, τὰ δὲ μετὰ ταῦτα σοὶ καταλιμπάνουσα συλλογίζεσθαι. Ὃ μὲν γὰρ ἀναγκαῖον ἦν παρ' αὐτοῦ σε μαθεῖν, τοῦτο αὐτὸς εἴρηκεν, ὅτι ἀνέπαφος ἦν ἡ Παρθένος ἕως τοῦ τόκου· ὃ δὲ ἐκ τῶν εἰρημένων ἀκόλουθόν τε ἐφαίνετο καὶ ὡμολογημένον, τοῦτο σοὶ λοιπὸν ἀφίησι συνιδεῖν· οἷον, ὅτι οὐδὲ μετὰ ταῦτα τὴν οὕτω γενομένην μητέρα, καὶ καινῶν ὠδίνων καὶ ξένων καταξιωθεῖσαν λοχευμάτων, οὐκ ἂν δίκαιος ὢν ἐκεῖνος ὑπέμεινε γνῶναι λοιπόν. Εἰ γὰρ ἔγνω αὐτὴν, καὶ ἐν τάξει γυναικὸς εἶχε, πῶς ὡς ἀπροστάτευτον αὐτὴν καὶ οὐδένα ἔχουσαν τῷ μαθητῇ παρατίθεται, καὶ κελεύει αὐτῷ εἰς τὰ ἴδια αὐτὴν λαβεῖν; Πῶς οὖν, φησὶν, ἀδελφοὶ αὐτοῦ χρηματίζουσιν οἱ περὶ Ἰάκωβον; Ὥσπερ καὶ αὐτὸς ἐνομίζετο ἀνὴρ τῆς Μαρίας. Πολλὰ γὰρ ἐγένετο τὰ παραπετάσματα, ὥστε συσκιασθῆναι τέως τὸν τοιοῦτον τόκον. ∆ιὸ καὶ Ἰωάννης οὕτως αὐτοὺς ἐκάλει λέγων· Οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν. Ἀλλ' ὅμως οἱ μὴ πιστεύοντες πρότερον, θαυμαστοὶ καὶ περιφανεῖς γεγόνασιν ὕστερον. Ὅτε γοῦν εἰς Ἱεροσόλυμα ἀνῆλθον οἱ περὶ Παῦλον δογμάτων ἕνεκεν, πρὸς αὐτὸν εὐθέως εἰσῆλθον. Οὕτω γὰρ ἦν θαυμαστὸς, ὡς καὶ τὴν ἐπισκοπὴν ἐγχειρισθῆναι πρῶτος. Φασὶ δὲ αὐτὸν καὶ σκληραγωγίᾳ προσέχειν τοσαύτῃ, ὡς καὶ τὰ μέλη νεκρωθῆναι ἅπαντα, καὶ ἀπὸ τῆς συνεχοῦς εὐχῆς, καὶ τῆς διηνεκοῦς πρὸς τὸ ἔδαφος ὁμιλίας τὸ μέτωπον οὕτως αὐτῷ κατεσκληκέναι, ὡς μηδὲν ἄμεινον γονάτων καμήλου διακεῖσθαι τῆς ἀντιτυπίας ἕνεκεν αὐτῆς. Οὗτος καὶ τὸν Παῦλον μετὰ ταῦτα πάλιν εἰς τὰ Ἱεροσόλυμα ἀνελθόντα ῥυθμίζει λέγων· Θεωρεῖς, ἀδελφὲ, πόσαι μυριάδες εἰσὶ τῶν συνεληλυθότων. Τοσαύτη ἦν αὐτοῦ ἡ σύνεσις, καὶ ὁ ζῆλος· μᾶλλον δὲ τοσαύτη ἡ τοῦ Χριστοῦ δύναμις. Οἱ γὰρ διασύροντες αὐτὸν ζῶντα, μετὰ τὸ ἀποθανεῖν οὕτως ἐξεπλάγησαν, ὡς καὶ ἀποθανεῖν ὑπὲρ αὐτοῦ μετὰ πολλῆς τῆς προθυμίας· ἅπερ μάλιστα δείκνυσι τῆς ἀναστάσεως τὴν ἰσχύν. ∆ιὰ γάρ τοι τοῦτο τὰ λαμπρότερα ὕστερον ἐτηρεῖτο, ἵνα ἀναμφισβήτητος αὕτη ἡ ἀπόδειξις γένηται. Εἰ γὰρ καὶ τῶν ἐν τῇ ζωῇ θαυμαζομένων παρ' ἡμῖν ἀπελθόντων ἐπιλανθανόμεθα, πῶς οἱ ζῶντα διαχλευάζοντες τοῦτον, ὕστερον Θεὸν εἶναι ἐνόμισαν, εἰ τῶν πολλῶν εἷς ἦν; πῶς δ' ἂν ὑπὲρ αὐτοῦ καὶ σφαγῆναι κατεδέξαντο, εἰ μὴ σαφῆ τῆς ἀναστάσεως ἔλαβον τὴν ἀπόδειξιν;
δʹ. Ταῦτα δὲ οὐχ ἵνα ἀκούητε λέγομεν μόνον, ἀλλ' ἵνα καὶ μιμῆσθε τήν τε ἀνδρείαν, τήν τε παῤῥησίαν, τήν τε δικαιοσύνην ἅπασαν· ἵνα μηδεὶς ἑαυτοῦ ἀπογινώσκῃ, κἂν πρὸ τούτου ῥᾴθυμος ἦν· ἵνα εἰς μηδὲν ἕτερον ἔχῃ τὰς ἐλπίδας, μετὰ τὸν ἔλεον τοῦ Θεοῦ, ἀλλ' εἰς ἀρετὴν οἰκείαν. Εἰ γὰρ οὗτοι τῆς τοιαύτης οὐδὲν ἀπώναντο συγγενείας, καὶ οἴκου καὶ πατριᾶς τῆς αὐτῆς ὄντες τῷ Χριστῷ, ἕως ἀρετὴν ἐπεδείξαντο, τίνος δυνησόμεθα ἀπολαῦσαι συγγνώμης ἡμεῖς, συγγενεῖς καὶ ἀδελφοὺς δικαίους προβαλλόμενοι, ἂν μὴ σφόδρα ὦμεν ἐπιεικεῖς καὶ ἐν ἀρετῇ βεβιωκότες; Καὶ γὰρ ὁ προφήτης αὐτὸ τοῦτο αἰνιττόμενος ἔλεγεν· Ἀδελφὸς οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος; κἂν Μωϋσῆς ᾖ, κἂν Σαμουὴλ, κἂν Ἱερεμίας. Ἄκουσον γοῦν τί φησι πρὸς αὐτὸν ὁ Θεός· Μὴ προσεύχου ὑπὲρ τοῦ λαοῦ τούτου, ὅτι οὐκ εἰσακούσομαί σου. Καὶ τί θαυμάζεις εἰ σοῦ οὐκ ἀκούω; Καὶ γὰρ αὐτὸς ὁ Μωϋσῆς. φησὶν, εἰ παρῆν, καὶ Σαμουὴλ, οὐκ ἂν αὐτῶν ἐδεξάμην τὴν ὑπὲρ τούτων ἱκετηρίαν. Κἂν Ἰεζεκιὴλ ᾖ ὁ παρακαλῶν, ἀκούσεται, ὅτι Ἐὰνστῇ Νῶε, καὶ Ἰὼβ, καὶ ∆ανιὴλ, υἱοὺς αὐτῶν καὶ θυγατέρας οὐ μὴ ἐξέλωνται. Κἂν Ἀβραὰμ ὁ πατριάρχης ᾗ ὑπὲρ τῶν σφόδρα ἀνίατα νοσούντων καὶ μὴ μεταβαλλομένων δεόμενος, ἀπελεύσεται ὁ Θεὸς αὐτὸν ἐγκαταλιμπάνων, ὥστε μὴ δέξασθαι τὴν ὑπὲρ τούτων φωνήν. Κἂν Σαμουὴλ ᾖ πάλιν ὁ τοῦτο ποιῶν, ἐρεῖ πρὸς αὐτόν· Μὴ πένθει περὶ τοῦ Σαούλ. Κἂν ὑπὲρ ἀδελφῆς τις παρακαλῇ μὴ προσηκόντως, ἀκούσεται πάλιν ὅπερ Μωϋσῆς· Εἰ ἐμπτύων ἐνέπτυσεν ὁ πατὴρ εἰς τὸ πρόσωπον αὐτῆς. Μὴ δὴ πρὸς ἑτέρους ὦμεν κεχηνότες. Ἔχουσι μὲν γὰρ δύναμιν αἱ εὐχαὶ τῶν ἁγίων μεγίστην, ἀλλ' ὅταν καὶ ἡμεῖς μετανοῶμεν καὶ γινώμεθα βελτίους. Ἐπεὶ καὶ Μωϋσῆς τὸν ἀδελφὸν τὸν ἑαυτοῦ καὶ μυριάδας ἑξήκοντα τῆς θεηλάτου τότε ὀργῆς ἐξαρπάσας, τὴν ἀδελφὴν οὐκ ἴσχυσεν ἐξελέσθαι· καίτοιγε οὐκ ἴσον τὸ ἁμάρτημα ἦν· ἐκείνη μὲν γὰρ τὸν Μωϋσέα ὕβρισεν· ἐνταῦθα δὲ ἀσέβεια ἦν τὸ τολμηθέν. Ἀλλὰ τοῦτο μὲν ὑμῖν ἀφίημι τὸ ζήτημα· τὸ δὲ ἔτι τούτου χαλεπώτερον ἐπιλῦσαι πειράσομαι. Τί γὰρ χρὴ λέγειν τὴν ἀδελφήν; Ὁ γὰρ τοσούτου δήμου προστὰς, ἑαυτῷ ἀρκέσαι οὐκ ἴσχυσεν, ἀλλὰ μετὰ τοὺς μυρίους πόνους καὶ τὰς ταλαιπωρίας, καὶ τὴν ἐν τεσσαράκοντα ἔτεσι προσεδρείαν, ἐκωλύετο τῆς γῆς ἐπιβῆναι, ὑπὲρ ἧς ἐπαγγελίαι τοσαῦται καὶ ὑποσχέσεις. Τί οὖν τὸ αἴτιον; Οὐκ ἦν λυσιτελοῦσα ἡ χάρις αὕτη, ἀλλὰ καὶ πολὺ τὸ βλάβος ἔχουσα, καὶ πολλοὺς τῶν Ἰουδαίων ὑποσκελίζειν ἔμελλεν. Εἰ γὰρ ἐπειδὴ τῆς Αἰγύπτου μόνης ἀπηλλάγησαν, τὸν Θεὸν ἀφέντες, Μωϋσέα ἐζήτουν, καὶ αὐτῷ τὸ πᾶν ἐλογίζοντο· εἰ καὶ εἰσαγαγόντα εἶδον εἰς τὴν γῆν τῆς ἐπαγγελίας, ποῦ οὐκ ἂν ἐξώκειλαν ἀσεβείας; ∆ιά τοι τοῦτο οὐδὲ ὁ τάφος αὐτοῦ κατάδηλος γέγονε. Καὶ Σαμουὴλ δὲ τὸν μὲν Σαοὺλ οὐκ ἴσχυσεν ἀπαλλάξαι τῆς ἄνωθεν ὀργῆς, τοὺς δὲ Ἰσραηλίτας πολλάκις διέσωσε. Καὶ ὁ Ἱερεμίας Ἰουδαίοις μὲν οὐκ ἤρκεσεν, ἕτερον δέ τινα ἐκάλυψεν ἐν τῇ προφητείᾳ. Καὶ ὁ ∆ανιὴλ τοὺς μὲν βαρβάρους ἐξείλετο σφαττομένους, τοὺς δὲ Ἰουδαίους οὐκ ἐξείλετο αἰχμαλωτιζομένους. Καὶ ἐν τοῖς Εὐαγγελίοις δὲ ὀψόμεθα οὐκ ἐφ' ἑτέρων, ἀλλ' ἐπὶ τῶν αὐτῶν ἀμφότερα ταῦτα γινόμενα· καὶ τὸν αὐτὸν νῦν μὲν ἀρκέσαντα ἑαυτῷ, νῦν δὲ προδεδομένον. Ὁ γὰρ τὰ μυρία τάλαντα ὀφείλων, καὶ ἐξείλετο ἑαυτὸν τοῦ κινδύνου δεηθεὶς, καὶ πάλιν οὐκ ἴσχυσεν· ἕτερος δὲ ἀντιστρόφως πρότερον ἑαυτὸν προδοὺς, ὕστερον τὰ μέγιστα ἑαυτῷ βοηθῆσαι ἴσχυσε. Τίς δὲ οὗτός ἐστιν; Ὁ τὴν πατρῴαν καταφαγὼν οὐσίαν. Ὥστε ἐὰν μὲν ῥᾳθυμῶμεν, οὐδὲ δι' ἑτέρων δυνησόμεθα σώζεσθαι· ἐὰν δὲ νήφωμεν, καὶ δι' ἑαυτῶν τοῦτο ἰσχύσομεν, καὶ δι' ἑαυτῶν μᾶλλον, ἢ δι' ἑτέρων. Καὶ γὰρ ὁ Θεὸς ἡμῖν μᾶλλον δοῦναι βούλεται τὴν χάριν, ἢ ἑτέροις ὑπὲρ ἡμῶν· ἵνα καὶ παῤῥησίας ἀπολαύωμεν, καὶ βελτίους γινώμεθα, σπουδάζοντες αὐτοῦ λῦσαι τὴν ὀργήν. Οὕτω τὴν Χαναναίαν ἠλέησεν· οὕτω τὴν πόρνην ἔσωσεν, οὕτω τὸν λῃστὴν, οὐδενὸς γενομένου μεσίτου καὶ προστάτου.
εʹ. Καὶ ταῦτα λέγω, οὐχ ἵνα μὴ ἱκετεύωμεν τοὺς ἁγίους, ἀλλ' ἵνα μὴ ῥᾳθυμῶμεν, μηδὲ ἀναπίπτοντες αὐτοὶ καὶ καθεύδοντες, ἑτέροις τὰ καθ' ἡμᾶς ἐπιτρέπωμεν μόνοις. Καὶ γὰρ εἰπὼν, Ποιήσατε ὑμῖν φίλους, οὐκ ἔστη μέχρι τούτου μόνον, ἀλλὰ προσέθηκεν, Ἐκ τοῦ ἀδίκου μαμωνᾶ· ἵνα πάλιν σὸν τὸ κατόρθωμα γένηται· οὐδὲν γὰρ ἕτερον ἢ ἐλεημοσύνην ἐνταῦθα ᾐνίξατο. Καὶ τὸ δὴ θαυμαστὸν, ὅτι οὐδὲ ἀκριβολογεῖται πρὸς ἡμᾶς, ἐὰν ἀποστῶμεν τῆς ἀδικίας Ὃ γὰρ λέγει τοιοῦτόν ἐστιν· Ἐκτήσω κακῶς; ἀνάλωσον καλῶς. Συνέλεξας ἀδίκως; σκόρπισον δικαίως. Καίτοιγε ποία τοῦτο ἀρετὴ τὸ ἐκ τῶν τοιούτων διδόναι; Ἀλλ' ὅμως ὁ Θεὸς, φιλάνθρωπος ὢν, καὶ μέχρι τούτου καταβαίνει· κἂν οὕτω ποιῶμεν, πολλὰ ἡμῖν ἐπαγγέλλεται ἀγαθά. Ἀλλ' ἡμεῖς εἰς τοσοῦτον ἀναισθησίας ἥκομεν, ὡς μηδὲ ἐκ τοῦ ἀδίκου διδόναι· ἀλλὰ μυρία ἁρπάζοντες, ἂν πολλοστὸν μέρος καταβάλωμεν, τὸ πᾶν νομίζομεν πεπληρωκέναι. Οὐκ ἤκουσας Παύλου λέγοντος, ὅτι Ὁ σπείρων φειδομένως, φειδομένως καὶ θερίσει; Τίνος οὖν ἕνεκεν φείδῃ; μὴ γὰρ ἀνάλωμα τὸ πρᾶγμά ἐστι; μὴ γὰρ δαπάνη; Πρόσοδός ἐστι καὶ ἐμπορία. Ὅπου ἐμπορία, ἐκεῖ καὶ πλεονασμός· ὅπου σπόρος, ἐκεῖ καὶ ἀμητός. Σὺ δὲ, εἰ μὲν γῆν λιπαρὰν καὶ βαθεῖαν καὶ πολλὰ δυναμένην δέξασθαι σπέρματα γεωργεῖν ἔμελλες, καὶ τὰ ὄντα ἂν ἐξέβαλες, καὶ παρ' ἑτέρων ἂν ἐδανείσω, ζημίαν τὴν ἐν τοῖς τοιούτοις φειδὼ νομίζων εἶναι· τὸν δὲ οὐρανὸν μέλλων γεωργεῖν, τὸν οὐδεμιᾷ ἀνωμαλίᾳ ἀέρων ὑποκείμενον, ἀλλὰ πάντως ἀποδώσοντα μετὰ πλείονος προσθήκης τὰ καταβαλλόμενα, ὀκνεῖς καὶ ἀναδύῃ, καὶ οὐκ ἐννοεῖς ὅτι ἔστι φειδόμενον ἀπολέσαι, καὶ μὴ φειδόμενον κερδᾶναι. Σκόρπισον τοίνυν, ἵνα μὴ ἀπολέσῃς· μὴ κατάσχῃς, ἵνα κατάσχῃς· ἔκβαλε, ἵνα φυλάξῃς· ἀνάλωσον, ἵνα κερδάνῃς. Κἂν φυλάξαι αὐτὰ δέῃ, μὴ σὺ φύλαττε· πάντως γὰρ αὐτὰ ἀπολεῖς· ἀλλὰ πίστευσον τῷ Θεῷ· οὐδεὶς γὰρ ἐκεῖθεν ἁρπάζει. Μὴ σὺ πραγματεύου· οὐδὲ γὰρ οἶσθα κερδαίνειν· ἀλλὰ δάνεισον τῷ πλείω τοῦ κεφαλαίου τὸν τόκον παρέχοντι. ∆άνεισον ἔνθα μηδεὶς φθόνος, ἔνθα μηδεμία κατηγορία, μηδὲ ἐπιβουλὴ, μηδὲ φόβος. ∆άνεισον τῷ μηδενὸς δεομένῳ, καὶ χρείαν ἔχοντι διὰ σέ· τῷ πάντας τρέφοντι, καὶ πεινῶντι, ἵνα σὺ μὴ λιμώξῃς· τῷ πενομένῳ, ἵνα σὺ πλουτήσῃς. ∆άνεισον ὅθεν οὐκ ἔστι θάνατον, ἀλλὰ ζωὴν ἀντὶ θανάτου καρπώσασθαι· οὗτοι μὲν γὰρ βασιλείαν, ἐκεῖνοι δὲ γέενναν προξενοῦσιν οἱ τόκοι· οἱ μὲν γὰρ φιλαργυρίας, οἱ δὲ φιλοσοφίας εἰσί· καὶ οἱ μὲν ὠμότητος, οἱ δὲ φιλανθρωπίας. Τίνα οὖν ἕξομεν ἀπολογίαν, ὅταν καὶ πλείονα ἐξὸν λαβεῖν, καὶ μετὰ ἀσφαλείας, καὶ ἐν καιρῷ τῷ προσήκοντι, καὶ ἐν ἐλευθερίᾳ πολλῇ, καὶ σκωμμάτων χωρὶς καὶ φόβων καὶ κινδύνων, ἀφέντες ταῦτα κερδᾶναι, διώκωμεν ἐκεῖνα τὰ αἰσχρὰ καὶ εὐτελῆ καὶ σφαλερὰ καὶ διαπίπτοντα, καὶ πολλὴν προξενοῦντα τὴν κάμινον ἡμῖν; Οὐδὲν γὰρ, οὐδὲν τῶν ἐνταῦθα τόκων αἰσχρότερον, οὐδὲν ὠμότερον. Τὰς γὰρ ἀλλοτρίας ὁ τοιοῦτος πραγματεύεται συμφορὰς, καὶ πρόσοδον τὴν ἑτέρου δυσημερίαν ποιεῖται, καὶ μισθὸν ἀπαιτεῖ φιλανθρωπίας, καθάπερ δεδοικὼς μὴ ἐλεήμων φανῇ, καὶ προσχήματι φιλανθρωπίας βαθύτερον ὀρύσσει τὸ βάραθρον, ἐν τῷ βοηθεῖν ἐπιτρίβων τὴν πενίαν, καὶ ἐν τῷ χεῖρα ὀρέγειν ὠθῶν, καὶ δεχόμενος μὲν ὡς εἰς λιμένα, ναυαγίῳ δὲ περιβάλλων, ὡς ἐν σκοπέλῳ καὶ ὑφάλῳ καὶ σπιλάδι τοῦτον. Ἀλλὰ τί κελεύεις; φησί· τὸ συλλεχθὲν ἀργύριον καὶ ἐμοὶ χρήσιμον, ἑτέρῳ διδόναι εἰς ἐργασίαν, καὶ μηδένα μισθὸν ἀπαιτεῖν; Ἄπαγε· οὐ φημὶ τοῦτο ἐγὼ, ἀλλὰ καὶ σφόδρα βούλομαί σε μισθὸν λαβεῖν, οὐ μὴν εὐτελῆ καὶ μικρὸν, ἀλλὰ πολλῷ μείζονα· ἀντὶ γὰρ χρυσίου, τὸν οὐρανὸν βούλομαί σε τόκον λαβεῖν. Τί τοίνυν εἰς πτωχείαν σεαυτὸν κατακλείεις, περὶ τὴν γῆν συρόμενος, καὶ μικρὰ ἀντὶ μεγάλων ἀπαιτῶν; Τοῦτο γὰρ οὐκ εἰδότος ἐστὶ πλουτεῖν. Ὅταν γὰρ ὁ μὲν Θεὸς, ἀντὶ χρημάτων ὀλίγων ἐπαγγέλληταί σοι τὰ ἐν τοῖς οὐρανοῖς ἀγαθὰ, σὺ δὲ λέγῃς, Μὴ οὐρανόν μοι δῷς, ἀλλ' ἀντὶ τοῦ οὐρανοῦ χρυσίον τὸ ἀπολλύμενον, τοῦτο βουλομένου μένειν ἐστὶν ἐν πενίᾳ. Ὡς ὅ γε ἐπιθυμῶν πλούτου καὶ εὐπορίας, τὰ μένοντα πρὸ τῶν ἀπολλυμένων, τὰ ἀνάλωτα πρὸ τῶν δαπανωμένων, τὰ πολλὰ πρὸ τῶν ὀλίγων, τὰ ἀκήρατα πρὸ τῶν φθειρομένων αἱρήσεται· οὕτω γὰρ κἀκεῖνα ἕψεται. Ὁ μὲν γὰρ τὴν γῆν πρὸ τοῦ οὐρανοῦ ζητῶν, καὶ ταύτης ἐκπεσεῖται πάντως· ὁ δὲ ἐκεῖνον ταύτης προτιθεὶς, ἀμφοτέρων ἀπολαύσεται μετὰ πολλῆς τῆς ὑπερβολῆς. Ὅπερ ἵνα καὶ ἐφ' ἡμῶν γένηται, καταφρονήσαντες τῶν ἐνταῦθα πάντων, ἑλώμεθα τὰ μέλλοντα ἀγαθά. Οὕτω γὰρ καὶ τούτων κἀκείνων τευξόμεθα, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η επεξεργασία, επιμέλεια μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου