ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ∆ʹ. Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως ∆αυῒδ, γενεαὶ δεκατέσσαρες· καὶ ἀπὸ ∆αυῒδ

Κυριακή 30 Οκτωβρίου 2016

∆ʹ. Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως ∆αυῒδ, γενεαὶ δεκατέσσαρες· καὶ ἀπὸ ∆αυῒδ




Ιωάννης Χρυσόστομος
Πρός Απόστολον Ματθαίον
Τόμος 57


∆ʹ. Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως ∆αυῒδ, γενεαὶ δεκατέσσαρες· καὶ ἀπὸ ∆αυῒδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος, γενεαὶ δεκατέσσαρες· καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ, γενεαὶ δεκατέσσαρες.

αʹ. Εἰς  τρεῖς  διεῖλε  μερίδας  τὰς  γενεὰς  ἁπάσας,  δεικνὺς  ὅτι  οὐδὲ  τῶν πολιτειῶν μεταβληθεισῶν ἐγένοντο βελτίους, ἀλλὰ καὶ ἀριστοκρατούμενοι, καὶ βασιλευόμενοι,   καὶ   ὀλιγαρχούμενοι,   ἐν   τοῖς   αὐτοῖς   ἦσαν   κακοῖς·   καὶ   οὔτε δημαγωγῶν,  οὔτε ἱερέων,  οὔτε βασιλέων  αὐτοὺς  διεπόντων,  ἔσχον τι  πλέον  εἰς ἀρετῆς λόγον. Τίνος δὲ ἕνεκεν ἐν μὲν τῇ μέσῃ μερίδι τρεῖς παρέδραμε βασιλεῖς, ἐν δὲ τῇ ἐσχάτῃ δώδεκα θεὶς γενεὰς, δεκατέσσαρας αὐτὰς εἶναι ἔφησε; Τὸ μὲν πρότερον ὑμῖν ἀφίημι ζητεῖν· οὐδὲ γὰρ πάντα ἐπιλύειν ὑμῖν ἀναγκαῖον, ἵνα μὴ ἀναπέσητε· τὸ δὲ  δεύτερον   ἡμεῖς   ἐροῦμεν.  Ἐμοὶ  γὰρ  ἐνταῦθα   δοκεῖ  καὶ  τὸν   χρόνον   τῆς αἰχμαλωσίας ἐν τάξει γενεᾶς τιθέναι, καὶ αὐτὸν τὸν Χριστὸν, πανταχόθεν συνάπτων ἡμῖν αὐτόν. Ἀναμιμνήσκει δὲ καὶ τῆς αἰχμαλωσίας ἐκείνης καλῶς, δηλῶν ὅτι οὐδὲ ἐκεῖ κατελθόντες, ἐγένοντο σωφρονέστεροι· ὥστε πάντοθεν ἀναγκαίαν φανῆναι τὴν αὐτοῦ παρουσίαν.


Τί οὖν ὁ Μάρκος, φησὶν, οὐ ποιεῖ τοῦτο, οὐδὲ γενεαλογεῖ  τὸν Χριστὸν, ἀλλ' ἐπιτόμως  ἅπαντα  φθέγγεται;  Ἐμοὶ δοκεῖ ὁ μὲν Ματθαῖος πρὸ τῶν ἄλλων  ἦρχθαι τοῦ πράγματος· διὸ καὶ τὴν γενεαλογίαν  τίθησι μετὰ ἀκριβείας, καὶ πρὸς τὰ κατεπείγοντα  ἵσταται· ὁ δὲ Μάρκος μετ' ἐκεῖνον, διὸ ἐπὶ σύντομον ἦλθεν ὁδὸν, ἅτε τοῖς ἤδη λεχθεῖσι καὶ δήλοις ἔθνος, οἷς καὶ μᾶλλον προσεῖχεν ὁ τῶν Ἰουδαίων δῆμος. ∆ιόπερ ἀναγκαῖος οὗτος τῶν προοιμίων ὁ τρόπος ἦν παρ' αὐτοῖς. Εἰ δέ ποτε καὶ ἐγένετο σημεῖα, τῶν βαρβάρων ἕνεκεν ἐγένετο, ὥστε πολλοὺς γενέσθαι τοὺς  προσηλύτους,  καὶ  εἰς  ἔνδειξιν  τῆς  τοῦ  Θεοῦ δυνάμεως,  εἴ  ποτε  αὐτοὺς  οἱ πολέμιοι   λαβόντες,   ὡς   τῶν   παρ'   αὐτοῖς   θεῶν   ἰσχυρῶν   ὄντων,   ἐνόμισαν κεκρατηκέναι· καθάπερ ἐν Αἰγύπτῳ, ὅθεν καὶ πολὺς ὁ σύμμικτος ἀνέβη· καὶ μετὰ ταῦτα ἐν Βαβυλῶνι, τὰ κατὰ τὴν κάμινον καὶ τὰ ὀνείρατα. Ἐγένετο δὲ καὶ ἡνίκα καθ' ἑαυτοὺς ἦσαν, σημεῖα ἐν τῇ ἐρήμῳ, καθάπερ καὶ ἐφ' ἡμῶν· καὶ γὰρ καὶ ἐφ' ἡμῶν, ἡνίκα τῆς πλάνης ἐξῄειμεν, πολλὰ θαύματα ἐδείχθη· μετὰ δὲ ταῦτα ἔστη, πανταχοῦ τῆς εὐσεβείας φυτευθείσης. Εἰ δὲ καὶ μετὰ ταῦτα γέγονεν, ὀλίγα καὶ σποράδην· οἷον, ἡνίκα ὁ ἥλιος ἔστη τοῦ γεγενημένοις ἐπιχειρῶν. Πῶς οὖν ὁ Λουκᾶς, καὶ γενεαλογεῖ, καὶ διὰ πλειόνων  τοῦτο ποιεῖ; Ἅτε τοῦ Ματθαίου προοδοποιήσαντος, βούλεταί τι τῶν  εἰρημένων   διδάξαι  πλέον  ἡμᾶς.  Καὶ ἕκαστος  δὲ  ὁμοίως  τὸν  διδάσκαλον ἐμιμήσατο· ὁ  μὲν  τὸν  Παῦλον,  ὑπὲρ  τοὺς  ποταμοὺς  ῥέοντα·  ὁ  δὲ  τὸν  Πέτρον, βραχυλογίας ἐπιμελούμενον. Καὶ τί δήποτε ἀρχόμενος ὁ Ματθαῖος οὐκ εἶπεν, ὥσπερ ὁ  προφήτης·  Ὅρασις ἢν  εἶδον·  καὶ,  Ὁ  λόγος  ὁ  γενόμενος  πρός  με;  Ὅτι  πρὸς εὐγνώμονας  ἔγραφε,  καὶ  σφόδρα αὐτῷ  προσέχοντας.  Καὶ γὰρ  καὶ  τὰ  γενόμενα θαύματα ἐβόα, καὶ οἱ δεχόμενοι σφόδρα ἦσαν πιστοί. Ἐπὶ δὲ τῶν  προφητῶν  οὔτε θαύματα  ἦν  τοσαῦτα αὐτοὺς  ἀνακηρύττοντα,  καὶ  πολὺ  τὸ τῶν  ψευδοπροφητῶν ἐπεκώμαζεν  δρόμου, καὶ πάλιν ἀνεχαίτισεν εἰς τὰ ὀπίσω. Ἴδοι δ' ἄν τις τοῦτο καὶ ἐφ' ἡμῶν  γεγενημένον.  Καὶ γὰρ καὶ ἐν τῇ γενεᾷ τῇ ἡμετέρᾳ, ἐπὶ τοῦ πάντας ἀσεβείᾳ νικήσαντος Ἰουλιανοῦ, πολλὰ καὶ παράδοξα συνέβη. Καὶ γὰρ τῶν Ἰουδαίων τὸν ἐν Ἱεροσολύμοις ναὸνἀναστῆσαι ἐπιχειρούντων,  πῦρ τῶν θεμελίων ἐκπηδῆσαν ἅπαντας διεκώλυσε· καὶ ὅτε ἐπὶ τὰ σκεύη τὰ ἱερὰ τὴν αὑτοῦ παροινίαν ἐπεδείξατο ὅ τε ταμίας, ὅ τε θεῖος καὶ ὁμώνυμος ἐκείνου, ὁ μὲν σκοληκόβρωτος γενόμενος ἐξέψυξεν, ὁ δὲ ἐλάκισε μέσος· καὶ τὸ τὰς πηγὰς δὲ ἐπιλιπεῖν, θυσιῶν ἐκεῖ γενομένων, καὶ μετ' αὐτοῦ τοῦ βασιλέως τὸν λιμὸν εἰς τὰς πόλεις συνεμπεσεῖν, σημεῖον μέγιστον ἦν.


βʹ. Ἔθος γὰρ τοιαῦτα ποιεῖν τῷ Θεῷ· ὅταν αὐξηθῇ τὰ κακὰ, καὶ τοὺς μὲν αὐτοῦ κακουμένους ἴδῃ, τοὺς δὲ ἐναντίους  σφόδρα τῇ κατ' αὐτῶν  τυραννίδι  μεθύοντας, τότε τὴν  οἰκείαν  ἐπιδείκνυσθαι  δυναστείαν· ὃ καὶ ἐν Περσίδι πεποίηκεν  ἐπὶ τῶν Ἰουδαίων.  Ὅτι μὲν  οὖνοὐχ  ἁπλῶς  οὐδὲ  ὡς  ἔτυχε  ποιῶν,  εἰς  τρεῖς  μοίρας τοὺς προγόνους  διένειμε  τοῦ Χριστοῦ, δῆλον  ἐκ τῶν  εἰρημένων.  Σκόπει δὲ καὶ πόθεν ἄρχεται, καὶ ποῦ τελευτᾷ· Ἀπὸ τοῦ Ἀβραὰμ εἰς τὸν ∆αυΐδ· ἀπὸ τοῦ ∆αυῒδ εἰς τὴν μετοικεσίαν Βαβυλῶνος· ἀπὸ ταύτης εἰς αὐτὸν τὸν Χριστόν. Καὶ γὰρ καὶ ἀρχόμενος τοὺς δύο τέθεικεν  ἐφεξῆς, τόν τε ∆αυῒδ καὶ τὸν Ἀβραὰμ, καὶ ἀνακεφαλαιούμενος ἀμφοτέρων ἐμνημόνευσεν ὁμοίως. Καὶ γὰρ, ὅπερ ἔφθην εἰπὼν, πρὸς αὐτοὺς ἦσαν αἱ ἐπαγγελίαι γεγενημέναι. Τί δήποτε δὲ, ὥσπερ τῆς μετοικεσίας Βαβυλῶνος ἐμνήσθη, οὐκ  ἐμνήσθη  καὶ  τῆς  καθόδου  τῆς  εἰς  Αἴγυπτον;  Ὅτι  ἐκείνους   μὲν  οὐκέτι ἐδεδοίκεσαν, τούτους δὲ ἔτρεμον ἔτι· καὶ τὸ μὲν ἀρχαῖον ἦν, τὸ δὲ νεαρὸν καὶ ἄρτι γεγενημένον·   κἀκεῖ  μὲν   οὐ  δι'  ἁμαρτήματα   κατηνέχθησαν,   ἐνταῦθα   δὲ  διὰ παρανομίας  ἀπηνέχθησαν.  Εἰ δέ  τις  καὶ  τῶν  ὀνομάτων   αὐτῶν  τὰς  ἑρμηνείας μεταβαλεῖν  ἐπιχειρήσειε,  πολλὴν  εὑρήσει καὶ  ἐντεῦθεν  τὴν  θεωρίαν  οὖσαν, καὶ μεγάλα πρὸς τὴν Καινὴν συντελοῦσαν ∆ιαθήκην· οἷον, ἀπὸ τοῦ Ἀβραὰμ, ἀπὸ τοῦ Ἰακὼβ,ἀπὸ  τοῦ  Σολομῶνος,  ἀπὸ  τοῦ  Ζοροβάβελ· οὐ  γὰρ  ἁπλῶς  ταῦτα  αὐτοῖς ἐπετίθετο τὰ ὀνόματα. Ἀλλ' ἵνα μὴ δόξωμεν πολὺ μῆκος ποιοῦντες ἐνοχλεῖν, ταῦτα παρέντες ἐπὶ τὰ κατεπείγοντα  ἴωμεν. Εἰπὼν τοίνυν  τοὺς προγόνους ἅπαντας, καὶ τελευτήσας εἰς τὸν Ἰωσὴφ, οὐκ ἔστη μέχρι τούτου, ἀλλὰ προσέθηκεν· Ἰωσὴφ τὸν ἄνδρα  Μαρίας· δεικνὺς  ὅτι  δι' ἐκείνην  καὶ  τοῦτον  ἐγενεαλόγησεν.  Εἶτα ἵνα  μὴ ἀκούσας Ἄνδρα Μαρίας, τῷ κοινῷ νομίσῃς τετέχθαι τῆς φύσεως νόμῳ, σκόπει πῶς αὐτὸ διορθοῦται τῇ ἐπαγωγῇ.  Ἤκουσας, φησὶν, ἄνδρα, ἤκουσας μητέρα, ἤκουσας ὄνομα τῷ παιδίῳ τεθέν· οὐκοῦν ἄκουε καὶ τὸν τρόπον τῆς γεννήσεως. Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν. Ποίαν μοι γέννησιν  λέγεις; εἰπέ μοι· καίτοιγε τοὺς προγόνους εἶπας. Ἀλλὰ βούλομαι καὶ τὸν τρόπον τῆς γεννήσεως εἰπεῖν. Εἶδες πῶς διανέστησε τὸν ἀκροατήν; Ὡς γὰρ μέλλων  τι καινότερον  ἐρεῖν, ἐπαγγέλλεται  καὶ τὸν τρόπον λέγειν. Καὶ σκόπει τῶν εἰρημένων ἀκολουθίαν ἀρίστην.  Οὐδὲ γὰρ εὐθέως ἐπὶ τὴν γέννησιν ἦλθεν, ἀλλ' ἀναμιμνήσκει πρῶτον ἡμᾶς, πόστος ἦν ἀπὸ τοῦ Ἀβραὰμ, πόστος ἀπὸ τοῦ ∆αυῒδ, ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος, καὶ τὸν ἀκριβῆ διὰ τούτων  ἀκροατὴν  εἰς  ἐξέτασιν  ἐμβάλλει  τῶν  χρόνων,  δεικνὺς  ὅτι  οὗτός  ἐστιν ἐκεῖνος ὁ Χριστὸς ὁ διὰ τῶν Προφητῶν κηρυχθείς. Ὅταν γὰρ ἀριθμήσῃς τὰς γενεὰς, καὶ μάθῃς ἀπὸ τοῦ χρόνου, ὅτι οὗτος ἐκεῖνός ἐστιν, εὐκόλως δέξῃ καὶ τὸ θαῦμα τὸ περὶ τὴν γέννησιν συμβάν. Ἐπειδὴ γὰρ ἔμελλε μέγα τι φθέγγεσθαι, ὅτι ἐκ Παρθένου ἐτέχθη, πρὶν ἢ μὲν ἀριθμῆσαι τὸν χρόνον, συσκιάζει τὸ εἰρημένον, Ἄνδρα Μαρίας, εἰπὼν, μᾶλλον δὲ καὶ συντέμνει τὴν διήγησιν αὐτῆς τῆς γεννήσεως· ἀριθμεῖ δὲ καὶ τὰ  ἔτη  λοιπὸν,  ἀναμιμνήσκων   τὸν  ἀκροατὴν,  ὅτι  οὗτος  ἐκεῖνός  ἐστιν,  ὃν  ὁ πατριάρχης Ἰακὼβ, ἐπιλιπόντων  λοιπὸν τῶν Ἰουδαϊκῶν ἀρχόντων, παρέσεσθαι ἔφησεν· ὃν ὁ προφήτης ∆ανιὴλ μετὰ τὰς ἑβδομάδας τὰς πολλὰς ἐκείνας ἥξειν προανεφώνησε. Κἂν ἐθελήσῃ τις τὰ ἔτη ταῦτα τὰ ἐν ἑβδομάδων ἀριθμῷ παρὰ τοῦ ἀγγέλου εἰρημένα τῷ ∆ανιὴλ ἀπὸ τῆς οἰκοδομῆς τῆς πόλεως ἀριθμῶν καταβῆναι εἰς τὴν αὐτοῦ γέννησιν, ὄψεται ταῦτα ἐκείνοις συμφωνοῦντα. Πῶς οὖν ἐγεννήθη, εἰπέ; Μνηστευθείσης τῆς μητρὸς αὐτοῦ Μαρίας. Οὐκ εἶπε, Παρθένου, ἀλλ' ἁπλῶς, Μητρὸς, ὥστε εὐπαράδεκτον  γενέσθαι τὸν λόγον.  ∆ιὸ πρότερον παρασκευάσας προσδοκᾷν τὸν ἀκροατὴν ἀκούσεσθαί τι τῶν συνήθων, καὶ κατασχὼν τούτῳ, τότε ἐκπλήττει τῇ τοῦ παραδόξου πράγματος ἐπαγωγῇ, λέγων, ὅτι Πρὶν ἢ συνελθεῖν αὐτοὺς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου. Οὐκ εἶπε· Πρὶν ἢ ἀχθῆναι αὐτὴν εἰς τὴν οἰκίαν τοῦ νυμφίου· καὶ γὰρ ἔνδον ἦν. Ἔθος γὰρ τοῖς παλαιοῖς ὡς τὰ πολλὰ ἐν οἰκίᾳ τὰς μεμνηστευμένας ἔχειν, ὅπου γε καὶ νῦν τοῦτο γινόμενον ἴδοι τις ἄν· καὶ οἱ γαμβροὶ δὲ τοῦ Λὼτ ἔνδον ἦσαν μετ' αὐτοῦ. Ἔνδον οὖν καὶ αὐτὴ μετὰ τοῦ Ἰωσὴφ ἦν.


γʹ. Καὶ τίνος ἕνεκεν οὐ πρὸ τῆς μνηστείας ἐκύησεν; Ἵνα, ὅπερ ἔφην ἐξ ἀρχῆς, συσκιασθῇ τὸ γινόμενον τέως, καὶ ἵνα πᾶσαν πονηρὰν διαφύγῃ ἡ Παρθένος ὑπόνοιαν. Ὅταν γὰρ ὁ ζηλοτυπεῖν ὀφείλων μάλιστα πάντων φαίνηται μὴ μόνον ἐκπομπεύων αὐτὴν, μηδὲ ἀτιμάζων, ἀλλὰ καὶ δεχόμενος καὶ θεραπεύων μετὰ τὴν κύησιν, εὔδηλον ὅτι εἰ μὴ σαφῶς ἦν πεπεικὼς ἑαυτὸν, ὅτι ἐκ τῆς τοῦ Πνεύματος ἐνεργείας τὸ γεγεννημένον, οὐκ ἂν κατέσχε, καὶ τἄλλα πάντα ὑπηρέτησε. Κυρίως δὲ σφόδρα καὶ τὸ, Εὑρέθη ἐν γαστρὶ ἔχουσα, τέθεικεν· ὅπερ ἐπὶ τῶν παραδόξων, καὶ παρ' ἐλπίδα πᾶσαν ἐκβαινόντων,  καὶ οὐ προσδοκωμένων λέγεσθαι εἴωθε. Μὴ τοίνυν περαιτέρω χώρει, μηδὲ ζήτει πλέον τι τῶν εἰρημένων, μηδὲ λέγε· Καὶ πῶς τὸ Πνεῦμα εἰργάσατο τοῦτο ἐκ παρθένου; Εἰ γὰρ τῆς φύσεως ἐργαζομένης ἀδύνατον ἑρμηνεῦσαι τῆς διαπλάσεως τὸν τρόπον, πῶς τοῦ Πνεύματος θαυματουργοῦντος δυνησόμεθα ταῦτα εἰπεῖν; Ἵνα γὰρ μὴ κόπτῃς τὸν εὐαγγελιστὴν, μηδὲ ἐνοχλῇς συνεχῶς ταῦτα ἐρωτῶν, εἰπὼν τὸν ἐργασάμενον τὸ θαῦμα, ἀπηλλάγη. Οὐδὲν γὰρ οἶδα, φησὶ, πλέον, ἀλλ' ἢ ὅτι ἐκ Πνεύματος  ἁγίου  γέγονε  τὸ  γεγενημένον.  Αἰσχυνέσθωσαν οἱ  τὴν  ἄνω περιεργαζόμενοι γέννησιν. Εἰ γὰρ ταύτην  τὴν μυρίους ἔχουσαν μάρτυρας, καὶ πρὸ τοσούτων ἀνακηρυχθεῖσαν χρόνων, καὶ φανεῖσαν, καὶ ψηλαφηθεῖσαν, οὐδεὶς ἑρμηνεῦσαι  δύναται,  ποίαν  καταλείπουσι  μανίας  ὑπερβολὴν  οἱ  τὴν  ἀπόῤῥητον ἐκείνην  περιεργαζόμενοι  καὶ  πολυπραγμονοῦντες;  Οὐδὲ γὰρ  ὁ  Γαβριὴλ, οὐδὲ  ὁ Ματθαῖος ἐδυνήθησάν τι πλέον εἰπεῖν, ἀλλ' ἢ ὅτι ἐκ Πνεύματος μόνον· τὸ δὲ, πῶς ἐκ Πνεύματος, καὶ τίνι τρόπῳ, οὐδεὶς τούτων ἡρμήνευσεν· οὐδὲ γὰρ δυνατὸν ἦν. Μηδὲ νομίσῃς τὸ πᾶν μεμαθηκέναι, ἐκ Πνεύματος ἀκούων· καὶ γὰρ πολλὰ ἀγνοοῦμεν ἔτι, καὶ τοῦτο μανθάνοντες·  οἷον, πῶς ὁ ἄπειρος ἐν μήτρᾳ ἐστί· πῶς ὁ πάντα συνέχων κυοφορεῖται  ὑπὸ  γυναικός·  πῶς  τίκτει  ἡ  Παρθένος,  καὶ  μένει  παρθένος.  Πῶς ἔπλασεν, εἰπέ μοι, τὸ Πνεῦμα τὸν ναὸν ἐκεῖνον; πῶς οὐ πᾶσαν τὴν σάρκα ἀπὸ τῆς μήτρας ἔλαβεν, ἀλλὰ μέρος αὐτῆς, καὶ ηὔξησε καὶ διετύπωσεν; Ὅτι μὲν γὰρ ἀπὸ τῆς σαρκὸς τῆς Παρθένου προῆλθεν, ἐδήλωσεν εἰπών· Τὸ γὰρ ἐν αὐτῇ γεννηθέν· καὶ ὁ Παῦλος, Γενόμενος ἐκ γυναικός· ἐπιστομίζων τοὺς λέγοντας,  ὅτι ὥσπερ διά τινος σωλῆνος παρῆλθεν ὁ Χριστός. Εἰ γὰρ τοῦτο ἦν, τίς χρεία τῆς μήτρας; Εἰ τοῦτο ἦν, οὐδὲν ἔχει κοινὸν πρὸς ἡμᾶς· ἀλλ' ἄλλη τίς ἐστιν ἐκείνη ἡ σὰρξ, οὐ τοῦ φυράματος τοῦ ἡμετέρου. Πῶς οὖν ἐκ τῆς ῥίζης Ἰεσσαί; πῶς δὲ ῥάβδος; πῶς υἱὸς ἀνθρώπου; πῶς δὲ μήτηρ ἡ Μαριάμ; πῶς ἐκ σπέρματος ∆αυΐδ; πῶς μορφὴν δούλου ἔλαβε; πῶς Ὁ Λόγος ἐγένετο σάρξ; πῶς δὲ Ῥωμαίοις φησὶν ὁ Παῦλος· Ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ  ὢν  ἐπὶ  πάντων  Θεός; Ὅτι  μὲν  οὖν  ἐξ ἡμῶν  καὶ  τοῦ  φυράματος  τοῦ ἡμετέρου, καὶ τῆς μήτρας τῆς παρθενικῆς, δῆλον ἐκ τούτων καὶ ἐξ ἑτέρων πλειόνων· τὸ δὲ πῶς, οὐκέτι δῆλον. Μὴ τοίνυν μηδὲ σὺ ζήτει, ἀλλὰ δέχου τὸ ἀποκαλυφθὲν, καὶ μὴ περιεργάζου τὸ σιγηθέν. Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν, φησὶ, καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἠβουλήθη λάθρα ἀπολῦσαι αὐτήν. Εἰπὼν ὅτι ἐκ Πνεύματος ἁγίου, καὶ συνουσίας χωρὶς, καὶ ἑτέρωθεν κατασκευάζει τὸν λόγον. Ἵνα γὰρ μή τις λέγῃ, Πόθεν τοῦτο δῆλον; τίς εἶδε, τίς ἤκουσε τοιοῦτόν τί ποτε συμβεβηκός; μηδὲ ὑποπτεύσῃς τὸν μαθητὴν, ὡς χαριζόμενον τῷ διδασκάλῳ, ταῦτα πλάττοντα, εἰσάγει τὸν Ἰωσὴφ, δι' ὧν ἔπαθε, πρὸς τὴν τῶν εἰρημένων συντελοῦντα πίστιν, μονονουχὶ λέγων  δι' ὧν  ἀπαγγέλλει·  Εἰ ἀπιστεῖς  ἐμοὶ, καὶ  ὑποπτεύεις  μου τὴν  μαρτυρίαν, πίστευσον τῷ ἀνδρί. Ἰωσὴφ γὰρ, φησὶν, ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὤν. ∆ίκαιον ἐνταῦθα τὸν ἐνάρετον ἐν ἅπασι λέγει. Ἔστι μὲν γὰρ δικαιοσύνη καὶ τὸ μὴ πλεονεκτεῖν· ἔστι δὲ καὶ ἡ καθόλου ἀρετή· καὶ μάλιστα ἐπὶ τούτου τῇ τῆς δικαιοσύνης προσηγορίᾳ κέχρηται ἡ Γραφὴ, ὡς ὅταν λέγῃ· Ἄνθρωπος δίκαιος, ἀληθινός· καὶ πάλιν, Ἦσαν δὲ δίκαιοι  ἀμφότεροι.


 δʹ. ∆ίκαιος  οὖν  ὢν,  τουτέστι,  χρηστὸς  καὶ  ἐπιεικὴς,   ἠβουλήθη λάθρα ἀπολῦσαι αὐτήν. ∆ιὰ τοῦτο λέγει τὸ συμβὰν πρὸ τῆς γνώσεως, ἵνα μὴ ἀπιστήσῃς τοῖς μετὰ τὴν γνῶσιν  γεγενημένοις.  Καίτοιγε οὐ παραδειγματισμοῦ μόνον ὑπεύθυνος ἦν ἡ τοιαύτη, ἀλλὰ καὶ κολάζεσθαι αὐτὴν ὁ νόμος ἐκέλευεν. Ἀλλ' ὁ  Ἰωσὴφ  οὐ  μόνον  τὸ  μεῖζον  ἐκεῖνο,  ἀλλὰ  καὶ  τὸ  ἔλαττον  συνεχώρησε,  τὴν αἰσχύνην.  Οὐ γὰρ μόνον  οὐ κολάσαι, ἀλλ' οὐδὲ παραδειγματίσαι ἐβούλετο. Εἶδες φιλόσοφον ἄνδρα καὶ πάθους ἀπηλλαγμένον τοῦ τυραννικωτάτου; Ἴστε γὰρ ἡλίκον ζηλοτυπία.  ∆ιὰ τοῦτο καὶ ὁ ταῦτα σαφῶς εἰδὼς  ἔλεγε· Μεστὸς γὰρ ζήλου θυμὸς ἀνδρός· οὐ φείσεται ἐν ἡμέρᾳ κρίσεως· καὶ, Σκληρὸς ὡς ᾅδης ζῆλος. Καὶ ἡμεῖς δὲ πολλοὺς ἴσμεν τὴν ψυχὴν  ἑλομένους προέσθαι μᾶλλον, ἢ εἰς ζηλοτυπίας ὑποψίαν ἐμπεσεῖν. Ἐνταῦθα δὲ οὐδὲ ὑποψία ἦν, τοῦ τῆς γαστρὸς ὄγκου διελέγχοντος.  Ἀλλ' ὅμως οὕτως ἦν πάθους καθαρὸς, ὡς μὴ θελῆσαι μηδὲ ἐν τοῖς μικροτάτοις λυπῆσαι τὴν Παρθένον. Ἐπειδὴ γὰρ τὸ μὲν κατέχειν  ἔνδον παρανομίας εἶναι ἐδόκει, τὸ δὲ ἐκπομπεύειν  καὶ  εἰς  δικαστήριον  ἄγειν,  θανάτῳ  παραδοῦναι  ἠνάγκαζεν·  οὐδὲν τούτων   ποιεῖ,   ἀλλ'   ὑπὲρ   νόμον   ἤδη   πολιτεύεται.   Ἔδει   γὰρ   τῆς   χάριτος παραγενομένης πολλὰ λοιπὸν εἶναι τὰ σημεῖα τῆς ὑψηλῆς πολιτείας. Καθάπερ γὰρ ὁ ἥλιος καὶ μηδέπω τὰς ἀκτῖνας δείξας, πόῤῥωθεν τῷ φωτὶ καταυγάζει τῆς οἰκουμένης τὸ πλέον· οὕτω καὶ ὁ Χριστὸς μέλλων ἀνίσχειν ἀπὸ τῆς μήτρας ἐκείνης, καὶ πρὶν ἢ ἐξελθεῖν, τὴν οἰκουμένην κατέλαμψεν ἅπασαν. ∆ιὸ καὶ πρὸ τῶν ὠδίνων  προφῆται ἐσκίρτων, καὶ γυναῖκες  τὰ μέλλοντα  προὔλεγον,  καὶ Ἰωάννης  οὔπω  τῆς νηδύος προελθὼν, ἀπὸ τῆς μήτρας αὐτῆς ἐπήδα. Ἐντεῦθεν καὶ οὗτος πολλὴν ἐπεδείκνυτο φιλοσοφίαν· οὔτε γὰρ ἐνεκάλεσεν, οὔτε ὠνείδισεν, ἀλλ' ἐκβαλεῖν ἐπεχείρησε μόνον. Ἐν τούτῳ  τοίνυν  τῶν  πραγμάτων  ὄντων,  καὶ πάντων  ἐν ἀμηχανίᾳ  καθεστώτων, παραγίνεται  ὁ ἄγγελος  πάντα  λύων  τὰ ἄπορα. Ἄξιον δὲ ἐξετάσαι, διὰ τί μὴ πρὸ τούτου εἶπεν ὁ ἄγγελος, πρὸ τοῦ διανοηθῆναι τὸν ἄνδρα τοῦτο, ἀλλ' ἐπειδὴ ἐνεθυμήθη,  τότε  ἀφικνεῖται·  Ταῦτα γὰρ αὐτοῦ, φησὶν,  ἐνθυμηθέντος,  ὁ ἄγγελος ἔρχεται· καίτοιγε  αὐτὴν  καὶ πρὸ τοῦ συλλαβεῖν  εὐαγγελίζεται,  ὃ καὶ αὐτὸ πάλιν ἑτέραν  ἀπορίαν  ἔχει.  Εἰ γὰρ  καὶ  ὁ ἄγγελος  οὐκ  εἶπε,  τίνος  ἕνεκεν  ἡ  Παρθένος ἐσίγησεν, ἀκούσασα παρὰ τοῦ ἀγγέλου, καὶ τὸν μνηστῆρα ὁρῶσα θορυβούμενον, οὐκ ἔλυσεν αὐτοῦ τὴν ἀπορίαν; Τίνος οὖν ἕνεκεν πρὸ τοῦ θορυβηθῆναι αὐτὸν ὁ ἄγγελος οὐκ εἶπεν; καὶ γὰρ ἀναγκαῖον  τὸ πρότερον λῦσαι πρῶτον.  Τίνος οὖν ἕνεκεν  οὐκ εἶπεν; Ἵνα μὴ ἀπιστήσῃ, καὶ πάθῃ τὸ αὐτὸ τῷ Ζαχαρίᾳ. Ὁρωμένου μὲν γὰρ τοῦ πράγματος,  εὔκολος  ἡ  πίστις  λοιπόν·  μηδέπω  δὲ  ἀρχὴν  λαβόντος,  οὐχ  ὁμοίως εὐπαράδεκτον  ἦν τὸ λεγόμενον.  ∆ιὰ τοῦτο οὐκ εἶπεν  ἐξ ἀρχῆς ὁ ἄγγελος· καὶ ἡ Παρθένος δὲ τῆς αὐτῆς ἕνεκεν αἰτίας ἐσίγησεν. Οὐ γὰρ ἐνόμιζε πιστεύεσθαι παρὰ τῷ μνηστῆρι, πρᾶγμα ἀπαγγέλλουσα  ξένον· ἀλλὰ  καὶ παροξύνειν  μᾶλλον  αὐτὸν, ὡς ἁμάρτημα  γεγενημένον   συσκιάζουσα.  Εἰ  γὰρ  αὐτὴ   ἡ  ὑποδέχεσθαι   μέλλουσα τοσαύτην χάριν,  ἀνθρώπινόν  τι πάσχει, καί φησι· Πῶς ἔσται τοῦτο ἐπεὶ ἄνδρα οὐ γινώσκω; πολλῷ  μᾶλλον  ἐκεῖνος ἀμφέβαλλεν  ἄν· καὶ μάλιστα παρὰ γυναικὸς ἀκούων τῆς ὑποπτευομένης.


εʹ. ∆ιὰ ταῦτα ἡ Παρθένος μὲν οὐδὲν αὐτῷ λέγει, ὁ δὲ ἄγγελος τοῦ καιροῦ καλοῦντος ἐφίσταται. Τίνος οὖν ἕνεκεν, φησὶν, οὐχὶ καὶ ἐπὶ τῆς Παρθένου τοῦτο  ἐποίησε, καὶ  μετὰ τὴν  κύησιν  αὐτὴν  εὐηγγελίσατο;  Ἵνα  μὴ ἐν ταραχῇ  ᾖ  καὶ  θορύβῳ  πολλῷ.  Καὶ γὰρ  εἰκὸς  ἦν,  τὸ  σαφὲς  οὐκ  εἰδυῖαν,  καὶ βουλεύσασθαί τι  περὶ  ἑαυτῆς  ἄτοπον,  καὶ  ἐπὶ  βρόχον  ἐλθεῖν,  καὶ  ἐπὶ  ξίφος,  οὐ φέρουσαν τὴν αἰσχύνην. Καὶ γὰρ θαυμαστὴ ἦν ἡ Παρθένος, καὶ δείκνυσιν αὐτῆς τὴν ἀρετὴν ὁ Λουκᾶς, λέγων  ὅτι ἐπειδὴ τὸν  ἀσπασμὸν ἤκουσεν, οὐκ εὐθέως  ἑαυτὴν ἐξέχεεν,  οὐδὲ  ἐδέξατο  τὸ  λεχθέν·  ἀλλ'  ἐταράχθη  ζητοῦσα  τὸ,  ποταπὸς  εἴη  ὁ ἀσπασμός. Ἡ δὲ οὕτως οὖσα διηκριβωμένη,  κἂν ἐξέστη τῇ ἀθυμίᾳ τὴν  αἰσχύνην λογιζομένη, καὶ οὐ προσδοκῶσα, ὅσα ἂν λέγῃ, πείσειν τινὰ τῶν ἀκουόντων, ὅτι οὐ μοιχεία  τὸ γεγενημένον.  Ἵν' οὖν ταῦτα  μὴ γένηται,  ἦλθε  πρὸ τῆς συλλήψεως  ὁ ἄγγελος.  Καὶ γὰρ  ἔδει  ταραχῆς  ἐκτὸς  εἶναι  τὴν  νηδὺν  ἐκείνην,  ᾗ  ὁ  πάντων ∆ημιουργὸς ἐπέβη. Καὶ παντὸς ἀπηλλάχθαι θορύβου τὴν ψυχὴν, τὴν καταξιωθεῖσαν τοιούτων   γενέσθαι  διάκονον  μυστηρίων.  ∆ιὰ  ταῦτα  τῇ  μὲν  Παρθένῳ  πρὸ  τῆς κυήσεως, τῷ δὲ Ἰωσὴφ ἐν τῷ καιρῷ τῶν ὠδίνων διαλέγεται· ὃ πολλοὶ τῶν ἀφελεστέρων  οὐ  συνειδότες,  διαφωνίαν   ἔφασαν  εἶναι,  διὰ  τὸ  τὸν  μὲν  Λουκᾶν λέγειν, ὅτι τῇ Μαρίᾳ εὐηγγελίζετο, τὸν δὲ Ματθαῖον, ὅτι τῷ Ἰωσὴφ, οὐκ εἰδότες ὅτι ἀμφότερα γέγονεν. Ὅπερ ἀναγκαῖον παρὰ πᾶσαν τὴν ἱστορίαν παρατηρεῖν· καὶ γὰρ πολλὰς  οὕτω  λύσομεν  δοκούσας  εἶναι  διαφωνίας.   Ἔρχεται  τοίνυν  ὁ  ἄγγελος, θορυβουμένου τοῦ Ἰωσήφ. Καὶ γὰρ καὶ τῶν εἰρημένων ἕνεκεν, καὶ ἵνα φανῇ αὐτοῦ ἡ φιλοσοφία,  ἀναβάλλεται  τὴν  παρουσίαν. Ἐπειδὴ δὲ τὸ ἔργον  ἔμελλεν  ἐκβαίνειν, παραγίνεται λοιπόν. Ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος, ἄγγελος κατ' ὄναρ φαίνεται τῷ Ἰωσήφ. Ὁρᾷς τοῦ ἀνδρὸς τὴν ἐπιείκειαν; Οὐ μόνον ὅτι οὐκ ἐκόλασεν, ἀλλ' ὅτι οὐδὲ ἐξεῖπέ τινι, οὐδὲ αὐτῇ τῇ ὑποπτευομένῃ, ἀλλὰ καθ' ἑαυτὸν ἐλογίζετο, καὶ αὐτῇ τῇ Παρθένῳ σπουδάζων κρύψαι τὴν αἰτίαν. Οὐδὲ γὰρ εἶπεν, Ἐκβαλεῖν αὐτὴν ἤθελεν, ἀλλ' Ἀπολῦσαι· τοσοῦτον ἦν ἥμερος καὶ ἐπιεικὴς ὁ ἀνήρ. Ταῦτα δὲ αὐτοῦ ἐνθυμουμένου, κατ' ὄναρ φαίνεται  ὁ ἄγγελος. Καὶ διὰ τί μὴ φανερῶς, καθὼς τοῖς ποιμέσι καὶ τῷ Ζαχαρίᾳ καὶ τῇ Παρθένῳ; Σφόδρα πιστὸς ἦν ὁ ἀνὴρ, καὶ οὐκ ἐδεῖτο τῆς ὄψεως ταύτης. Ἡ μὲν γὰρ Παρθένος, ἅτε πολὺ μέγα εὐαγγελιζομένη,  καὶ τοῦ Ζαχαρίου μεῖζον,  καὶ  πρὸ  τοῦ  πράγματος,  ἔχρῃζε  καὶ  παραδόξου  ὄψεως·  οἱ  δὲ ποιμένες,  ἅτε ἀγροικικώτερον  διακείμενοι.  Οὗτος δὲ μετὰ τὸν  τόκον, τῆς ψυχῆς λοιπὸν ὑπὸ τῆς πονηρᾶς ὑποψίας καταληφθείσης, καὶ ἑτοίμου οὔσης πρὸς χρηστὰς μεταθέσθαι  ἐλπίδας,  εἰ  φανείη  τις  ὁ πρὸς  τοῦτο  ὁδηγῶν,  εὐκόλως  δέχεται  τὴν ἀποκάλυψιν.  ∆ιὸ μετὰ τὴν  ὑποψίαν  εὐαγγελίζεται,  ἵνα αὐτὸ τοῦτο γένηται αὐτῷ  τῶν  λεγομένων  ἀπόδειξις.  Τὸ γὰρ μηδενὶ  ἐξειπεῖν,  ἀλλ' ἃ κατὰ  διάνοιαν ἐνεθυμήθη, ταῦτα ἀκοῦσαι λέγοντος  τοῦ ἀγγέλου, ἀναμφισβήτητον  αὐτῷ παρεῖχε σημεῖον τοῦ παρὰ Θεοῦ λέγοντα ἀφῖχθαι· αὐτοῦ γὰρ μόνου τὰ ἀπόῤῥητα τῆς καρδίας εἰδέναι ἐστίν. Ὅρα γοῦν πόσα γίνεται· καὶ ἡ τοῦ ἀνδρὸς φιλοσοφία διαδείκνυται, καὶ πρὸς τὴν  πίστιν  αὐτῷ  συμβάλλεται τὸ εὐκαίρως  λεχθὲν,  καὶ ὁ λόγος  ἀνύποπτος γίνεται, δεικνὺς ὅτι ἔπαθεν ἅπερ εἰκὸς ἦν παθεῖν ἄνδρα.   ʹ. Πῶς οὖν αὐτὸν πιστοῦται ὁ ἄγγελος; Ἄκουσον, καὶ θαύμασον τὴν σοφίαν τῶν εἰρημένων. Ἐλθὼν γάρ φησιν· Ἰωσὴφ υἱὸς ∆αυῒδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου. Εὐθέως αὐτὸν ἀναμιμνήσκει τοῦ ∆αυῒδ, ὅθεν ὁ Χριστὸς ἔμελλεν ἔσεσθαι, καὶ οὐκ ἀφίησιν αὐτὸν διαταραχθῆναι,  διὰ τῆς τῶν  προγόνων  προσηγορίας τῆς ἐπαγγελίας  τῆς πρὸς τὸ ὅλον γένος γενομένης ἀναμνήσας. Ἐπεὶ τίνος ἕνεκεν υἱὸν ∆αυῒδ αὐτὸν ἐκάλεσε; Μὴ φοβηθῇς· καίτοιγε ἀλλαχοῦ ὁ Θεὸς οὐχ οὕτω ποιεῖ, ἀλλὰ βουλευομένου τινὸς περὶ γυναικὸς  ὅπερ οὐκ ἔδει, ἐπιπληκτικώτερον   καὶ μετ' ἀπειλῆς  τῷ  λόγῳ  κέχρηται· καίτοιγε τὸ πρᾶγμα καὶ ἐκεῖ ἀγνοίας ἦν· οὐδὲ γὰρ εἰδὼς ἔλαβε τὴν Σάῤῥαν ἐκεῖνος· ἀλλ' ὅμως ἐπέπληξεν· ἐνταῦθα δὲ ἡμερώτερον. Πολὺ γὰρ τὸ μέγεθος τῶν οἰκονομουμένων  ἦν, καὶ τὸ μέσον ἑκατέρων τῶν ἀνδρῶν· διόπερ οὐδὲ ἐπιπλήξεως ἔδει. Εἰπὼν δὲ, Μὴ φοβηθῇς, δείκνυσιν αὐτὸν δεδοικότα, μὴ προσκρούσῃ τῷ Θεῷ ὡς μοιχαλίδα ἔχω, ὡς εἰ μὴ τοῦτο ἦν, οὐδ' ἂν ἐνενόησεν ἐκβαλεῖν. ∆ιὰ πάντων τοίνυν δείκνυσιν, ὅτι παρὰ Θεοῦ ὁ ἄγγελος ἥκει, καὶ ἅπερ ἐνενόησε, καὶ ἅπερ ἔπαθε κατὰ διάνοιαν, ἅπαντα εἰς μέσον ἐκφέρων καὶ προτιθείς. Εἰπὼν δὲ αὐτῆς τὸ ὄνομα, οὐκ ἔστη μέχρι τούτου, ἀλλὰ καὶ ἐπήγαγε, Τὴν γυναῖκά σου, οὐκ ἂν οὕτω καλέσας, εἰ διέφθαρτο. Γυναῖκα δὲ ἐνταῦθα τὴν μνηστὴν λέγει· ὥσπερ οὖν καὶ γαμβροὺς εἴωθεν ἡ Γραφὴ λέγειν καὶ πρὸ τοῦ γάμου τοὺς μνηστῆρας. Τί δέ ἐστι, Παραλαβεῖν; Ἔνδον κατέχειν·  ἤδη γὰρ αὐτῷ τῇ διανοίᾳ ἀπολέλυτο. Ταύτην τὴν ἀπολελυμένην,  φησὶ, κάτεχε, ἥν σοι παραδίδωσιν ὁ Θεὸς, οὐχ οἱ γονεῖς·  παραδίδωσι δὲ, οὐκ εἰς γάμον, ἀλλ' εἰς τὸ συνοικεῖν, καὶ παραδίδωσι διὰ τῆς φωνῆς τῆς ἐμῆς. Ὥσπερ αὐτὴν καὶ ὁ Χριστὸς ὕστερον παρέδωκε  τῷ  μαθητῇ,  οὕτω  καὶ  νῦν  τῷ  Ἰωσήφ.  Εἶτα καὶ  τὴν ὑπόθεσιν αἰνιξάμενος, τὴν μὲν πονηρὰν ὑποψίαν οὐκ εἶπε, σεμνότερον δὲ καὶ πρεπωδέστερον τῇ τῶν ὠδίνων αἰτίᾳ κἀκείνην ἀνεῖλε, δεικνὺς ὅτι δι' ὅπερ ἐδεδοίκει καὶ ἐκβαλεῖν ἤθελε, δι' αὐτὸ μὲν οὖν τοῦτο καὶ λαβεῖν καὶ κατασχεῖν ἔνδον ἂν εἴη δίκαιος,  ἐκ  περιουσίας  λύων  τὴν  ἀγωνίαν.   Οὐ γὰρ  μόνον  παρανόμου,  φησὶν, ἀπήλλακται  μίξεως,  ἀλλὰ  καὶ  ὑπὲρ φύσιν  κυεῖ. Μὴ τοίνυν  τὸν  φόβον  ἐκλύσῃς μόνον, ἀλλὰ καὶ εὐφραίνου μειζόνως· Τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν ἁγίου. Παράδοξον τὸ εἰρημένον, ὑπερβαῖνον  ἀνθρώπινον  λογισμὸν, καὶ ἀνώτερον τῶν  τῆς φύσεως νόμων. Πῶς οὖν πιστεύσει ὁ τούτων ἄπειρος τῶν διηγημάτων ἀνήρ; Ἀπὸ τῶν παρελθόντων, φησὶν, ἀπὸ τῶν ἀποκαλύψεων. ∆ιὰ γὰρ τοῦτο τὰ ἐν τῇ διανοίᾳ πάντα ἐξεκάλυψεν, ἅπερ ἔπαθεν, ἅπερ ἔδεισεν, ἅπερ ποιῆσαι ἐβουλεύσατο, ἵνα ἐξ ἐκείνων καὶ τοῦτο πιστώσηται· μᾶλλον δὲ, οὐκ ἀπὸ τῶν παρελθόντων μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν μελλόντων  αὐτὸν ἐπάγεται. Τέξεται δὲ, φησὶν, υἱὸν, καὶ καλέσεις τὸ  ὄνομα  αὐτοῦ  Ἰησοῦν.  Μὴ γὰρ,  ἐπειδὴ  ἐκ  Πνεύματός  ἐστιν  ἁγίου,  νομίσῃς ἀλλότριόν  σε τῆς  διακονίας  εἶναι  τῆς  κατὰ  τὴν  οἰκονομίαν.  Εἰ γὰρ καὶ εἰς τὴν γέννησιν  οὐδὲν  συντελεῖς,  ἀλλ' ἀνέπαφος  ἔμεινεν  ἡ Παρθένος, ὅμως  ὅπερ ἐστὶ πατρὸς ἴδιον, οὐ λυμαινόμενον τὸ τῆς παρθενίας ἀξίωμα, τοῦτό σοι δίδωμι, τὸ ὄνομα ἐπιθεῖναι τῷ τικτομένῳ· σὺ γὰρ αὐτὸν καλέσεις. Εἰ γὰρ καὶ μὴ σὸς ὁ τόκος, ἀλλὰ τὰ πατρὸς ἐπιδείξῃ περὶ αὐτόν. ∆ιὰ τοῦτό σε καὶ ἀπὸ τῆς τοῦ ὀνόματος θέσεως εὐθέως οἰκειῶ τῷ τικτομένῳ.  Εἶτα, ἵνα μὴ πάλιν  ἐκ τούτου πατέρα τις αὐτὸν ὑποπτεύσῃ, ἄκουσον τὰ ἑξῆς πῶς μετὰ ἀκριβείας τίθησι. Τέξεται, φησὶν, υἱόν· οὐκ εἶπε, Τέξεταί σοι, ἀλλ'  ἁπλῶς,  Τέξεται, μετέωρον  αὐτὸ  θείς·  οὐ  γὰρ  αὐτῷ  ἔτικτεν,  ἀλλὰ  τῇ οἰκουμένῃ  πάσῃ.


ζʹ.  ∆ιὰ τοῦτο  καὶ  τὸ  ὄνομα  ἐκ τῶν  οὐρανῶν  ἦλθε  κομίζων  ὁ ἄγγελος, καὶ ἐντεῦθεν δεικνὺς θαυμαστὸν ὄντα τὸν τόκον, τῷ τὸν Θεὸν εἶναι τὸν τὴν προσηγορίαν ἄνωθεν  πέμποντα  διὰ τοῦ ἀγγέλου  τῷ Ἰωσήφ. Οὐδὲ γὰρ τοῦτο ἁπλῶς ἦν, ἀλλὰ μυρίων ἀγαθῶν θησαυρός. ∆ιὸ καὶ ἑρμηνεύει τοῦτο ὁ ἄγγελος, καὶ χρηστὰς ὑποτείνει  ἐλπίδας,  καὶ  ταύτῃ  πρὸς πίστιν  αὐτὸν  ἐπαγόμενος.  Πρὸς γὰρ ταῦτα ἐπιῤῥεπέστερον εἰώθαμεν ἔχειν· διὸ καὶ μᾶλλον αὐτοῖς πιστεύειν φιλοῦμεν. Ἀπὸ πάντων  τοίνυν  κατασκευάσας τὴν  πίστιν,  ἀπὸ τῶν  παρελθόντων,  ἀπὸ τῶν μελλόντων, ἀπὸ τῶν ἐνεστώτων, ἀπὸ τῆς εἰς αὐτὸν τιμῆς, εἰσάγει καὶ τὸν προφήτην εὐκαίρως τούτοις ἅπασι ψηφιζόμενον. Πρὶν ἢ δὲ αὐτὸν εἰσαγαγεῖν, τὰ μέλλοντα τῇ οἰκουμένῃ  δι'  αὐτοῦ  συμβήσεσθαι ἀγαθὰ  προαναφωνεῖ.   Τίνα  δὲ  ταῦτά  ἐστιν; Ἁμαρτιῶν ἀπαλλαγὴ καὶ ἀναίρεσις. Αὐτὸς γὰρ σώσει, φησὶ, τὸν λαὸν αὑτοῦ ἀπὸ τῶν ἁμαρτιῶν   αὐτῶν   Καὶ  ἐνταῦθα   τὸ  παράδοξον  ἐνδείκνυται.   Οὐ  γὰρ  πολέμων αἰσθητῶν,   οὐδὲ  βαρβάρων,  ἀλλ'  ὃ  πολλῷ   τούτων   μεῖζον  ἦν,  ἁμαρτημάτων ἀπαλλαγὴν  εὐαγγελίζεται·  ὃ μηδενί  ποτε ἔμπροσθεν ἐγένετο  δυνατόν.  Καὶ τίνος ἕνεκεν,  φησὶ, Τὸν λαὸν  αὑτοῦ, εἶπε, καὶ οὐχὶ  καὶ τὰ ἔθνη  προσέθηκεν; Ἵνα  μὴ πτοήσῃ τὸν ἀκροατὴν τέως. Τῷ γὰρ συνετῶς ἀκροωμένῳ καὶ τὰ ἔθνη ᾐνίξατο. Λαὸς γὰρ αὐτοῦ οὐχ οἱ Ἰουδαῖοι μόνον, ἀλλὰ καὶ πάντες οἱ προσιόντες καὶ δεχόμενοι τὴν παρ' αὐτοῦ γνῶσιν. Σκόπει δὲ πῶς αὐτοῦ καὶ τὸ ἀξίωμα ἡμῖν παρήνοιξε, λαὸν αὐτοῦ καλῶν  τὸν δῆμον τὸν Ἰουδαϊκόν. Τοῦτο γὰρ οὐδὲν ἄλλο δεικνύντος  ἐστὶν, ἢ ὅτι Θεοῦ Παῖς ὁ τικτόμενος, καὶ περὶ τοῦ τῶν ἄνω βασιλέως ὁ λόγος ἐστὶν αὐτῷ. Οὐδὲ γὰρ ἁμαρτήματα ἀφιέναι  ἑτέρας ἐστὶ δυνάμεως, ἀλλ' ἢ τῆς οὐσίας μόνης ἐκείνης. Ἐπεὶ  οὖν  τοσαύτης  ἀπελαύσαμεν  δωρεᾶς,  πάντα   ποιῶμεν,  ὥστε  μὴ  τὴν εὐεργεσίαν  καθυβρίσαι  τὴν  τοσαύτην.  Εἰ γὰρ  καὶ  πρὸ  τῆς  τιμῆς  ταύτης  ἄξια κολάσεως τὰ γινόμενα ἦν, πολλῷ μᾶλλον μετὰ τὴν ἄφατον ταύτην εὐεργεσίαν. Καὶ ταῦτα   οὐχ   ἁπλῶς   λέγω   νῦν,   ἀλλ'  ἐπειδὴ   πολλοὺς   ὁρῶ  μετὰ  τὸ  βάπτισμα ῥᾳθυμότερον  τῶν  ἀμυήτων   διατελοῦντας,   καὶ  οὐδὲν  ἔχοντας   ἴδιον  γνώρισμα πολιτείας. ∆ιά τοι τοῦτο οὐκ ἐν ἀγορᾷ, οὐκ ἐν ἐκκλησίᾳ δυνατὸν εἰδέναι ταχέως, τίς μὲν  ὁ  πιστὸς,  τίς  δὲ  ὁ  μὴ  πιστὸς,  πλὴν  εἴ  τις  κατὰ  τὸν  καιρὸν  ἐπισταίη  τῶν μυστηρίων, καὶ ἴδοι τοὺς μὲν ἐκβαλλομένους, τοὺς δὲ ἔνδον μένοντας. Ἐχρῆν δὲ οὐκ ἀπὸ τοῦ τόπου, ἀλλ' ἀπὸ τοῦ τρόπου γνωρίζεσθαι. Τὰ μὲν γὰρ ἔξωθεν ἀξιώματα, εἰκότως ἀπὸ τῶν ἔξωθεν περικειμένων τεκμηρίων ἐστὶ κατάδηλα· τὰ δὲ ἡμέτερα ἀπὸ τῆς ψυχῆς εἶναι γνώριμα χρή. Τὸν γὰρ πιστὸν οὐκ ἀπὸ τῆς δωρεᾶς χρὴ φαίνεσθαι μόνον,  ἀλλὰ  καὶ ἀπὸ τῆς  ζωῆς  τῆς  καινῆς.  Τὸν πιστὸν, φωστῆρα δεῖ εἶναι  τοῦ κόσμου καὶ ἅλας. Ὅταν δὲ μηδὲ σαυτῷ φαίνῃς, μηδὲ τὴν οἰκείαν σηπεδόνα ἐπισφίγγῃς, πόθεν σε εἰσόμεθα λοιπόν; ὅτι τῶν ναμάτων  ἐπέβης τῶν ἱερῶν; Ἀλλὰ τοῦτό σοι κολάσεως ἐφόδιον γίνεται. Τιμῆς γὰρ μέγεθος τοῖς οὐκ ἀξίως τῆς τιμῆς ζῇν προαιρουμένοις προσθήκη τιμωρίας ἐστί. Τὸν γὰρ πιστὸν οὐκ ἀφ' ὧν ἔλαβε παρὰ τοῦ Θεοῦ μόνον, ἀλλὰ καὶ ἀφ' ὧν αὐτὸς εἰσήνεγκε λάμπειν δίκαιον, καὶ πανταχόθεν εἶναι γνώριμον, ἀπὸ τοῦ βαδίσματος, ἀπὸ τοῦ βλέμματος, ἀπὸ τοῦ σχήματος, ἀπὸ τῆς φωνῆς.  Ταῦτα  δὲ  εἶπον,  οὐχ  ἵνα  πρὸς  ἐπίδειξιν,  ἀλλ'  ἵνα  πρὸς  ὠφέλειαν   τῶν ὁρώντων ἑαυτοὺς ῥυθμίσωμεν. Νῦν δὲ ὅθεν ἂν ζητήσω σε ἐπιγνῶναι,  πανταχοῦ σε ἀπὸ τῶν  ἐναντίων  εὑρίσκω φαινόμενον.  Ἄν τε γὰρ ἀπὸ τοῦ τόπου βουληθῶ  σε καταμαθεῖν,  ἐν ἱπποδρομίοις  καὶ θεάτροις καὶ παρανομίαις ὁρῶ διημερεύοντα, ἐν πονηροῖς συλλόγοις τοῖς ἐν ἀγορᾷ, καὶ ἀνθρώπων  συνουσίαις διεφθαρμένων· ἄν τε ἀπὸ τοῦ σχήματος τῆς ὄψεως, ἀνακαγχάζοντα  βλέπω διηνεκῶς  καὶ διαλελυμένον, καθάπερ σεσηρυῖαν ἑταιρίδα καὶ ἀπολελυμένην·  ἄν τε ἀπὸ τῶν  ἱματίων,  τῶν  ἐπὶ σκηνῆς  οὐδὲν  ἄμεινον  διακείμενον  ὁρῶ· ἄν  τε  ἀπὸ  τῶν  ἑπομένων,  παρασίτους περιφέρεις καὶ κόλακας· ἄν τε ἀπὸ τῶν ῥημάτων, οὐδὲν ὑγιὲς, οὐδὲ ἀναγκαῖον, οὐδὲ συνέχον  ἡμῶν  τὴν  ζωὴν  ἀκούω  φθεγγόμενον·  ἄν  τε ἀπὸ τῆς  τραπέζης, μείζων ἐντεῦθεν ἡ κατηγορία φανεῖται.


ηʹ. Πόθεν οὖν, εἰπέ μοι, δυνήσομαί σε ἐπιγνῶναι τὸν πιστὸν, τῶν εἰρημένων  ἁπάντων  τἀναντία  ψηφιζομένων;  Καὶ τί λέγω τὸν πιστόν; Οὐδὲ γὰρ εἰ ἄνθρωπος  εἶ, σαφῶς δύναμαι μαθεῖν. Ὅταν γὰρ λακτίζῃς μὲν ὥσπερ ὄνος, σκιρτᾷς δὲ ὥσπερ ταῦρος, χρεμετίζῃς δὲ ἐπὶ γυναιξὶν ὥσπερ ἵππος· καὶ γαστριμαργῇς μὲν ὥσπερ ἄρκτος, πιαίνῃς δὲ τὴν σάρκα ὥσπερ ἡμίονος· μνησικακῇς δὲ ὥσπερ κάμηλος· καὶ ἁρπάζῃς μὲν ὡς λύκος, ὀργίζῃ δὲ ὡς ὄφις, πλήττῃς  δὲ ὡς σκορπίος, ὕπουλος δὲ ᾖς ὥσπερ ἀλώπηξ, ἰὸν δὲ πονηρίας διατηρῇς ὥσπερ ἀσπὶς καὶ ἔχις, πολεμῇς δὲ κατὰ τῶν ἀδελφῶν  ὥσπερ ὁ πονηρὸς δαίμων ἐκεῖνος· πῶς δυνήσομαί σε μετὰ τῶν ἀνθρώπων  ἀριθμεῖν, οὐχ ὁρῶν ἐν σοὶ τῆς τοιαύτης φύσεως τοὺς χαρακτῆρας; Κατηχουμένου γὰρ καὶ πιστοῦ διαφορὰν ζητῶν, κινδυνεύω  μηδὲ ἀνδρὸς καὶ θηρίου εὑρεῖν διαφοράν.  Τί γάρ σε εἴπω; Θηρίον; Ἀλλὰ τὰ θηρία ἑνὶ τούτων  τῶν ἐλαττωμάτων  κατέχεται· σὺ δὲ ὁμοῦ συμφορήσας πάντα, ποῤῥωτέρω τῆς  ἐκείνων  ἀλογίας  ὁδεύεις.  Ἀλλὰ  δαίμονά  σε προσείπω;  Ἀλλὰ  δαίμων  οὔτε γαστρὸς  δουλεύει  τυραννίδι,   οὔτε  χρημάτων   ἐρᾷ.  Ὅταν  οὖν  καὶ  θηρίων  καὶ δαιμόνων  ἐλαττώματα  πλείονα ἔχῃς, πῶς σε ἄνθρωπον καλέσομεν, εἰπέ μοι; Εἰ δὲ ἄνθρωπόν σε οὐκ ἔστιν εἰπεῖν, πῶς σε προσεροῦμεν πιστόν; Καὶ τὸ δὴ χαλεπώτερον, ὅτι οὕτω διακείμενοι κακῶς, οὐδὲ ἐννοοῦμεν τῆς ψυχῆς ἡμῶν τὴν ἀμορφίαν, οὐδὲ καταμανθάνομεν αὐτῆς τὸ δυσειδές. Ἀλλ' ἐν κουρείῳ μὲν καθήμενος, καὶ τὴν κόμην ἀποκείρων, τὸ κάτοπτρον λαβὼν περισκοπεῖς μετὰ ἀκριβείας τὴν τῶν τριχῶν σύνθεσιν, καὶ τοὺς παρεστῶτας ἐρωτᾷς, καὶ τὸν ἀποκείραντα  αὐτὸν, εἰ καλῶς  τὰ πρὸς  τῷ  μετώπῳ  συνέθηκε· καὶ  γέρων  ὢν  πολλάκις,  οὐκ  αἰσχύνῃ  νεωτερικαῖς φαντασίαις ἐπιμαινόμενος· τῆς δὲ ψυχῆς ἡμῶν οὐκ ἀμόρφου μόνον, ἀλλὰ καὶ θηριομόρφου, καὶ Σκύλλης τινὸς  ἢ Χιμαίρας, κατὰ τὸν  ἔξω μῦθον, γεγενημένης, οὐδὲ μικρὸν αἰσθανόμεθα. Καίτοιγε καὶ ἐνταῦθα κάτοπτρον ἔστι πνευματικὸν,  καὶ πολλῷ βέλτιον ἐκείνου καὶ χρησιμώτερον· οὐδὲ γὰρ δείκνυσι τὴν ἀμορφίαν μόνον, ἀλλὰ καὶ μετατίθησιν αὐτὴν πρὸς κάλλος ἀμήχανον, ἂν θέλωμεν. Τοῦτο δέ ἐστιν ἡ τῶν ἀγαθῶν ἀνδρῶν μνήμη, καὶ τῆς μακαρίας ζωῆς αὐτῶν ἱστορία, ἡ τῶν Γραφῶν ἀνάγνωσις, οἱ παρὰ τοῦ Θεοῦ δοθέντες νόμοι. Κἂν βουληθῇς ἅπαξ μόνον ἰδεῖν εἰς τὰς τῶν ἁγίων ἐκείνων εἰκόνας, καὶ τὸ δυσειδὲς ὄψει τῆς διανοίας τῆς σῆς, καὶ ἰδὼν οὐδενὸς δεήσῃ λοιπὸν ἑτέρου εἰς τὸ ἀπαλλαγῆναι  τῆς αἰσχρότητος ταύτης. Καὶ γὰρ εἰς τοῦτο  χρήσιμον ἡμῖν  τὸ κάτοπτρον,  καὶ ῥᾳδίαν  ποιεῖ  τὴν  μετάθεσιν. Μηδεὶς τοίνυν ἐν τῇ τῶν ἀλόγων μενέτω μορφῇ. Εἰ γὰρ ὁ δοῦλος εἰς τὴν οἰκίαν τοῦ πατρὸς οὐκ εἰσέρχεται, ὅταν αὐτὸς καὶ θηρίον γένῃ, πῶς δυνήσῃ τῶν προθύρων ἐπιβῆναι ἐκείνων;  Καὶ τί λέγω  θηρίον; Θηρίου μὲν παντὸς  χαλεπώτερος  ὁ τοιοῦτός ἐστιν. Ἐκεῖνα μὲν γὰρ, καίτοι κατὰ φύσιν ὄντα ἄγρια, ἀνθρωπίνης  ἀπολαύσαντα τέχνης, πολλάκις  ἥμερα γίνεται·  σὺ δὲ ὁ τὴν ἐκείνων  θηριωδίαν  τὴν κατὰ φύσιν εἰς τὴν παρὰ φύσιν ἡμερότητα μεταβαλὼν, ποίαν ἕξεις ἀπολογίαν, τὴν σεαυτοῦ πραότητα τὴν κατὰ φύσιν εἰς τὴν παρὰ φύσιν θηριωδίαν ἐξαγαγών; καὶ τὸ μὲν ἄγριον φύσει δεικνὺς ἥμερον, σαυτὸν δὲ τὸν ἥμερον φύσει, παρὰ φύσιν ἄγριον ἱστάς; καὶ λέοντα μὲν τιθασσεύων καὶ χειροήθη ποιῶν,  τὸν δὲ θυμὸν  τὸν σὸν λέοντος  ἀγριώτερον κατασκευάζων; Καίτοι δύο ἐκεῖ τὰ κωλύματα, καὶ τὸ λογισμοῦ ἐστερῆσθαι τὸ θηρίον, καὶ τὸ πάντων  εἶναι  θυμωδέστερον· ἀλλ' ὅμως τῇ περιουσίᾳ τῆς παρὰ τοῦ Θεοῦ δοθείσης σοι σοφίας, καὶ τῆς φύσεως κρατεῖς. Ὁ τοίνυν  ἐπὶ θηρίων καὶ τὴν φύσιν νικῶν,  πῶς ἐπὶ σαυτοῦ  μετὰ τῆς φύσεως καὶ τὸ τῆς προαιρέσεως προδίδως καλόν; Καὶ εἰ μὲν ἄλλον ἐκέλευον ἄνθρωπον ποιῆσαι πρᾶον, οὐδὲ οὕτω μὲν ἀδύνατα ἂν ἔδοξα ἐπιτάττειν· πλὴν ἀλλ' ἐνῆν σοι προβαλέσθαι τὸ μὴ κύριον εἶναι τῆς ἑτέρου γνώμης,  μηδὲ ἐπὶ σοὶ κεῖσθαι τὸ πᾶν. Νυνὶ δὲ τὸ σαυτοῦ θηρίον, καὶ οὗ πάντως κύριος   εἶ. 


 θʹ.  Τίνα   οὖν   ἔχεις   ἀπολογίαν,   ποίαν   δὲ   πρόφασιν   εὐπρόσωπον προβαλέσθαι  δυνήσῃ,  λέοντα   μὲν  ποιῶν   ἄνθρωπον,   σαυτὸν  δὲ  περιορῶν   ἐξ ἀνθρώπου  γινόμενον  λέοντα; κἀκείνῳ  μὲν τὰ ὑπὲρ φύσιν χαριζόμενος, σαυτῷ δὲ οὐδὲ  τὰ  κατὰ  φύσιν  τηρῶν;  ἀλλὰ  τοὺς  μὲν  ἀγρίους  θῆρας  εἰς  τὴν  ἡμετέραν φιλονεικῶν  ἀνάγειν εὐγένειαν, σαυτὸν δὲ ἀπὸ τοῦ θρόνου τῆς βασιλείας καταστρέφων, καὶ εἰς τὴν μανίαν ἐξωθῶν τὴν ἐκείνων; Νόμισον γὰρ, εἰ βούλει, καὶ τὸν θυμὸν θηρίον εἶναι· καὶ ὅσην περὶ λέοντας  ἕτεροι, τοσαύτην σὺ περὶ σαυτὸν ἐπίδειξαι τὴν σπουδὴν, καὶ ποίησον ἥμερον καὶ πρᾶον εἶναι τὸν τοιοῦτον λογισμόν. Καὶ γὰρ οὗτος χαλεποὺς ὀδόντας ἔχει καὶ ὄνυχας, κἂν μὴ ἡμερώσῃς αὐτὸν, πάντα ἀπολεῖ. Οὐδὲ γὰρ οὕτω λέων καὶ ἔχις τὰ σπλάγχνα διασπαράξαι δύναται, ὡς θυμὸς, τοῖς σιδηροῖς ὄνυξι διηνεκῶς  τοῦτο ποιῶν. Οὐ γὰρ δὴ τὸ σῶμα λυμαίνεται  μόνον, ἀλλὰ   καὶ  αὐτὴν   τῆς  ψυχῆς   διαφθείρει   τὴν   ὑγίειαν,   κατεσθίων,   σπαράττων, διαξαίνων  τὴν  δύναμιν  αὐτῆς  ἅπασαν, καὶ  ἄχρηστον  πρὸς πάντα  τιθείς.  Εἰ γὰρ σκώληκάς  τις,  ἐν  τοῖς  ἐγκάτοις  τρέφων  οὐδὲ ἀναπνεῖν  δυνήσεται,  πάντων  τῶν ἔνδον  αὐτῷ  δαπανωμένων,   πῶς  ὄφιν  ἡμεῖς  τηλικοῦτον  ἔχοντες  κατατρώγοντα πάντα τὰ ἔνδον, τὸν θυμὸν λέγω, δυνησόμεθά τι γενναῖον  τεκεῖν; Πῶς οὖν ταύτης ἀπαλλαγησόμεθα  τῆς λύμης; Ἂν  πίωμεν  ποτὸν  νεκρῶσαι δυνάμενον  τοὺς ἔνδον σκώληκας καὶ τοὺς ὄφεις. Καὶ ποῖον ἂν εἴη τὸ ποτὸν, φησὶ, τὸ τὴν ἰσχὺν ταύτην ἔχον; Τὸ τίμιον  αἷμα τοῦ Χριστοῦ, εἰ μετὰ παῤῥησίας ληφθείη·  πᾶσαν γὰρ νόσον σβέσαι δυνήσεται  τοῦτο,  καὶ  μετὰ  τούτου  τῶν  θείων  Γραφῶν  ἡ  μετ'  ἀκριβείας ἀκρόασις, καὶ  ἐλεημοσύνη  τῇ  ἀκροάσει προσγινομένη·  διὰ  γὰρ  τούτων  πάντων δυνήσεται νεκρωθῆναι  τὰ λυμαινόμενα τὴν ψυχὴν ἡμῶν πάθη. Καὶ τότε ζησόμεθα μόνον·  ὡς  νῦν  γε  οὐδὲν  τῶν  τεθνεώτων  ἄμεινον  διακείμεθα· ἐπείπερ  οὐκ ἔστι, ζώντων  ἐκείνων,  καὶ ἡμᾶς ζῇν, ἀλλ' ἀνάγκη ἡμᾶς ἀπολέσθαι. Κἂν μὴ φθάσωμεν αὐτὰ  ἀποκτείναντες  ἐνταῦθα,  ἐκεῖ  πάντως  ἡμᾶς  ἀποκτενεῖ·  μᾶλλον  δὲ  καὶ  πρὸ ἐκείνου  τοῦ  θανάτου  τὴν  ἐσχάτην  ἡμᾶς  καὶ  ἐνταῦθα  ἀπαιτήσει  δίκην.  Καὶ γὰρ ἕκαστον τῶν  παθῶν  τῶν  τοιούτων,  καὶ ὠμὸν καὶ τυραννικὸν  καὶ ἀκόρεστον, καὶ καθ' ἑκάστην ἡμᾶς ἐσθίον τὴν ἡμέραν οὐδέποτε ἵσταται. Ὀδόντες γὰρ λέοντος  οἱ ὀδόντες  αὐτῶν·  μᾶλλον  δὲ  καὶ  πολλῷ  χαλεπώτεροι.  Ὁ μὲν  γὰρ  λέων  ὁμοῦ  τε ἐκορέσθη, καὶ ἀπέστη τοῦ παραπεσόντος  αὐτῷ  σώματος· ταῦτα  δὲ τὰ πάθη οὔτε ἐμπίπλαται,   οὔτε  ἀφίσταται,  ἕως  ἂν  ἐγγὺς  τοῦ  διαβόλου  στήσῃ  τὸν  ἁλόντα ἄνθρωπον. Τοσαύτη γὰρ αὐτῶν ἡ δύναμις, ὡς τὴν δουλείαν, ἣν ὁ Παῦλος περὶ τὸν Χριστὸν ἐπεδείκνυτο, καὶ γεέννης  καὶ βασιλείας  δι' αὐτὸν καταφρονῶν,  τὴν αὐτὴν καὶ παρὰ τῶν ἁλόντων ἀπαιτεῖν. Ἄν τε γὰρ σωμάτων ἔρωτι, ἄν τε χρημάτων, ἄν τε δόξης περιπέσῃ τις, καὶ γεέννης καταγελᾷ λοιπὸν, καὶ βασιλείας καταφρονεῖ, ἵνα τὸ θέλημα τούτων  ἐργάσηται. Μὴ τοίνυν  ἀπιστῶμεν Παύλῳ λέγοντι,  ὅτι τὸν Χριστὸν οὕτως ἐφίλησεν. Ὅταν γὰρ εὑρεθῶσί τινες τοῖς πάθεσιν οὕτω δουλεύοντες, πῶς ἄπιστον ἐκεῖνο δόξει εἶναι λοιπόν; Καὶ γὰρ διὰ τοῦτο ὁ περὶ τὸν Χριστὸν πόθος ἀσθενέστερος, ἐπειδὴ πᾶσα ἡμῖν ἡ δύναμις εἰς τοῦτον καταναλοῦται τὸν ἔρωτα, καὶ ἁρπάζομεν, καὶ πλεονεκτοῦμεν, καὶ δόξῃ δουλεύομεν κενῇ· ἧς τί γένοιτ' ἂν εὐτελέστερον; Κἂν γὰρ μυριάκις γένῃ περίβλεπτος, οὐδὲν τῶν ἀτίμων ἔσῃ βελτίων, ἀλλὰ δι' αὐτὸ μὲν οὖν τοῦτο καὶ ἀτιμότερος. Ὅταν γὰρ οἱ βουλόμενοί σε δοξάζειν καὶ λαμπρὸν ἀποδεικνύναι, δι' αὐτὸ τοῦτό σε γελῶσιν, ὅτι τῆς παρ' αὐτῶν ἐπιθυμεῖς δόξης, πῶς οὐκ εἰς τὸ ἐναντίον  περιτραπήσεταί σοι τὰ τῆς τοιαύτης σπουδῆς;


ιʹ. Καὶ γὰρ τῶν κατηγορουμένων τὸ πρᾶγμά ἐστιν. Ὥσπερ γὰρ τὸν ἐπιθυμοῦντα μοιχεύειν ἢ πορνεύειν  ἂν ἐπαινῇ τις καὶ κολακεύῃ, αὐτῷ τούτῳ μᾶλλον  κατήγορος γίνεται  ἢ ἐπαινέτης  τοῦ τὰ τοιαῦτα  ἐπιθυμοῦντος· οὕτω  καὶ τὸν  δόξης ἐπιθυμοῦντα,  ὅταν ἐπαινῶμεν ἅπαντες, κατήγοροι μᾶλλόν ἐσμεν ἢ ἐπαινέται τῶν βουλομένων δοξάζεσθαι. Τί τοίνυν ἐφέλκῃ τὸ πρᾶγμα, ἀφ' οὗ τὸ ἐναντίον σοι συμβαίνειν εἴωθεν; Εἰ γὰρ  δοξάζεσθαι βούλει,  καταφρόνει  δόξης,  καὶ  πάντων  ἔσῃ λαμπρότερος.  Τί πάσχεις ὅπερ ἔπαθεν ὁ Ναβουχοδονόσορ; Καὶ γὰρ καὶ ἐκεῖνος εἰκόνα ἔστησεν, ἀπὸ τοῦ  ξύλου  καὶ  τῆς  ἀναισθήτου  μορφῆς  προσθήκην  νομίζων   ἑαυτῷ   πορίζειν εὐφημίας, καὶ ὁ ζῶν ἀπὸ τοῦ μὴ ζῶντος λαμπρότερος ἤθελε φαίνεσθαι. Εἶδες τῆς μανίας  τὴν  ὑπερβολήν; ∆οκῶν  γὰρ ἑαυτὸν  τιμᾷν,  μᾶλλον  ἐξύβρισεν. Ὅταν γὰρ φαίνηται  τῷ ἀψύχῳ θαῤῥῶν μᾶλλον ἢ ἑαυτῷ καὶ τῇ ἐν αὐτῷ ζώσῃ ψυχῇ, καὶ διὰ τοῦτο τὸ ξύλον ἐπὶ τοσαύτην ἄγῃ προεδρίαν, πῶς οὐκ ἂν εἴη γέλωτος ἄξιος, οὐκ ἀπὸ τρόπων, ἀλλ' ἀπὸ σανίδων καλλωπίζεσθαι σπεύδων; Ὥσπερ ἂν εἴ τις διὰ τὸ βάθρον τὸ ἐν τῇ οἰκίᾳ καὶ διὰ τὴν κλίμακα καλὴν οὖσαν ἀξιοῖ μᾶλλον, ἢ διὰ τὸ ἄνθρωπος εἶναι, ἐναβρύνεσθαι. Τοῦτον καὶ ἐφ' ἡμῶν πολλοὶ μιμοῦνται νῦν. Ὥσπερ γὰρ ἐκεῖνος ἀπὸ τῆς εἰκόνος, οὕτως ἀπὸ ἱματίων ἕτεροι, καὶ ἐξ οἰκίας ἄλλοι, καὶ ἐξ ἡμιόνων καὶ ὀχημάτων, καὶ ἀπὸ κιόνων τῶν ἐν ταῖς οἰκίαις ἀξιοῦσι θαυμάζεσθαι. Ἐπειδὴ γὰρ τὸ ἄνθρωποι εἶναι ἀπώλεσαν, περιέρχονται συλλέγοντες ἑαυτοῖς ἑτέρωθεν τὴν πολλοῦ γέλωτος γέμουσαν δόξαν. Ἀλλ' οὐχ οἱ γενναῖοι  καὶ μεγάλοι τοῦ Θεοῦ θεράποντες ἐντεῦθεν, ἀλλ' ἀφ' ὧν ἔδει μάλιστα, ἐκ τούτων ἔλαμπον. Καὶ γὰρ αἰχμάλωτοι  καὶ δοῦλοι καὶ νέοι καὶ ξένοι καὶ πάντων τῶν οἴκοθεν ὄντες ἔρημοι, τοῦ πάντα περιβεβλημένου ταῦτα σεμνότεροι πολλῷ τότε ἐφάνησαν. Καὶ τῷ μὲν Ναβουχοδονόσορ οὐκ εἰκὼν  τοσαύτη, οὐ σατράπαι, οὐ στρατηγοὶ, οὐ στρατόπεδα ἄπειρα οὐ χρυσίου πλῆθος, οὐκ ἄλλη  φαντασία πρὸς τὴν ἐπιθυμίαν ἤρκεσε, καὶ τὸ δεῖξαι μέγαν· τούτοις δὲ τούτων  πάντων  γεγυμνωμένοις  ἤρκεσεν ἡ φιλοσοφία μόνη, καὶ τοῦ τὸ διάδημα καὶ τὴν πορφυρίδα ἔχοντος καὶ τοιαῦτα περιβεβλημένου, τοὺς οὐδὲν τούτων  κεκτημένους  λαμπροτέρους ἀπέφηνε  τοσοῦτον, ὅσον ὁ ἥλιός ἐστι μαργάρου λαμπρότερος. Καὶ γὰρ ἐν μέσῳ τῆς οἰκουμένης ἁπάσης ἤγοντο, νέοι τε ὄντες καὶ αἰχμάλωτοι καὶ δοῦλοι, καὶ φανέντων  εὐθέως ὁ βασιλεὺς πῦρ ἀπὸ τῶν ὀφθαλμῶν ἠφίει, καὶ στρατηγοὶ καὶ ὕπαρχοι καὶ τοπάρχαι καὶ ἅπαν τοῦ διαβόλου τὸ θέατρον περιειστήκει, καὶ φωνὴ  συρίγγων  πανταχόθεν  καὶ σαλπίγγων  καὶ πάσης μουσικῆς πρὸς τὸν  οὐρανὸν  φερομένη  περιήχει  τὰς ἐκείνων  ἀκοὰς, καὶ κάμινος ἀνεκαίετο πρὸς ὕψος ἄπειρον, καὶ αὐτῶν ἡ φλὸξ ἥπτετο τῶν νεφελῶν,  καὶ πάντα φόβου καὶ ἐκπλήξεως ἦν ἀνάμεστα. Ἀλλ' ἐκείνους οὐδὲν τούτων  ἐξέπληξεν· ἀλλ' ὥσπερ παίδων παιζόντων καταγελάσαντες, τὴν ἀνδρείαν καὶ τὴν ἐπιείκειαν ἐπεδείκνυντο,  καὶ τῶν σαλπίγγων  ἐκείνων  λαμπροτέραν ἀφιέντες  φωνὴν  ἔλεγον· Γνωστὸν  ἔστω  σοι,  βασιλεῦ.  Οὐδὲ γὰρ  μέχρι  ῥήματος  ὑβρίσαι  ἐβούλοντο  τὸν τύραννον,   ἀλλὰ   τὴν   εὐσέβειαν   ἐπιδείξασθαι   μόνον.   ∆ιόπερ   οὐδὲ   μακροὺς ἀπετείναντο  λόγους, ἀλλ' ἐν βραχεῖ πάντα ἐπιδείκνυνται·  Ἔστι γὰρ, φησὶ, Θεὸς ἐν οὐρανῷ δυνατὸς ἐξελέσθαι ἡμᾶς. Τί μοι τὸ πλῆθος δεικνύεις; τί μοι τὴν κάμινον; τί τὰ ξίφη τὰ ἠκονημένα; τί τοὺς φοβεροὺς δορυφόρους; Πάντων τούτων  ἀνώτερος ἡμῶν  ὁ  ∆εσπότης καὶ  δυνατώτερος.  Εἶτα ἐννοήσαντες  ὅτι  συμβαίνει  τὸν  Θεὸν βουληθῆναι  καὶ συγχωρῆσαι αὐτοὺς καυθῆναι,  ἵνα μὴ τούτου γενομένου  δόξωσι ψευδῆ λέγειν, προστιθέασι καὶ τοῦτο, λέγοντες, ὅτι Ἐὰν μὴ τοῦτο γένηται, γνωστὸν ἔστω σοι, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν. ιαʹ. Εἰ γὰρ εἶπον, ὅτι δι' ἁμαρτήματα οὐ ῥύεται, κἂν  μὴ ῥύσηται, ἠπιστήθησαν  ἄν. ∆ιὰ τοῦτο  ἐνταῦθα  μὲν  τοῦτο  σιγῶσι· λέγουσι δὲ αὐτὸ ἐπὶ τῆς καμίνου, ἄνω καὶ κάτω τὰ ἁμαρτήματα προβαλλόμενοι. Ἐπὶ δὲ τοῦ βασιλέως οὐδὲν τοιοῦτον, ἀλλ' ὅτι κἂν καίεσθαι μέλλωσι, τὴν εὐσέβειαν οὐ προδώσουσιν. Οὐ γὰρ ἐπ' ἀμοιβαῖς καὶ ἀντιδόσεσιν ἔπραττον ἅπερ ἔπραττον, ἀλλ' ἐξ ἀγάπης  μόνης·  καίτοιγε  καὶ  ἐν  αἰχμαλωσίᾳ  ἦσαν, καὶ  ἐν  δουλείᾳ,  καὶ  οὐδενὸς ἀπολελαυκότες  χρηστοῦ.  Καὶ γὰρ  καὶ  πατρίδος  καὶ  ἐλευθερίας  καὶ  τῶν  ὄντων πάντων ἐξέπεσον. Μὴ γάρ μοι τὰς ἐν ταῖς βασιλικαῖς αὐλαῖς εἴπῃς τιμάς. Ὅσιοι γὰρ ὄντες καὶ δίκαιοι, μυριάκις ἂν εἵλοντο προσαιτεῖν οἴκοι, καὶ τῶν ἐν τῷ ναῷ καλῶν ἀπολαύειν.  Ἐξελεξάμην  γὰρ, φησὶ, παραῤῥιπτεῖσθαι  ἐν  τῷ  οἴκῳ  τοῦ  Θεοῦ μου, μᾶλλον ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν· καὶ, Κρείττων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας. Μυριάκις οὖν ἂν εἵλοντο ἀπεῤῥίφθαι οἴκοι, ἢ βασιλεύειν ἐν Βαβυλῶνι. Καὶ τοῦτο δῆλον ἐξ ὧν καὶ ἐν τῇ καμίνῳ δηλοῦσι, βαρούμενοι τὴν αὐτόθι διατριβήν. Εἰ γὰρ καὶ αὐτοὶ πολλῆς ἀπέλαυον τιμῆς, τὰς τῶν ἄλλων ὁρῶντες συμφορὰς  σφόδρα ἐδάκνοντο· ὅπερ μάλιστά ἐστιν ἁγίων ἴδιον. μὴ δόξαν, μὴ τιμὴν, μηδὲν ἄλλο προτιμᾷν τῆς τοῦ πλησίον σωτηρίας. Ὅρα γοῦν πῶς ἐν καμίνῳ ὄντες, ὑπὲρ τοῦ δήμου παντὸς τὴν ἱκετηρίαν ἐποιοῦντο. Ἡμεῖς δὲ οὐδὲ ἐν ἀνέσει ὄντες τῶν ἀδελφῶν μνημονεύομεν. Καὶ ἡνίκα δὲ τὰ ἐνύπνια ἐζήτουν, οὐ τὸ ἑαυτῶν ἐσκόπουν, ἀλλὰ τὸ τῶν πολλῶν· ὅτι γὰρ θανάτου κατεφρόνουν, διὰ πολλῶν  μετὰ ταῦτα   ἔδειξαν.   Πανταχοῦ   δὲ   ἑαυτοὺς   προβάλλονται,   τὸν   Θεὸν  δυσωπῆσαι βουλόμενοι. Εἶτα ἐπειδὴ οὐδὲ ἑαυτοὺς ἀρκεῖν ἡγοῦντο, ἐπὶ τοὺς πατέρας καταφεύγουσιν·   αὐτοὶ   δὲ   οὐδὲν   πλέον   ἔφασαν   εἰσφέρειν,   ἀλλ'   ἢ   πνεῦμα συντετριμμένον. Τούτους δὴ καὶ ἡμεῖς ζηλώσωμεν. Καὶ γὰρ καὶ νῦν ἕστηκεν εἰκὼν χρυσῆ, ἡ τοῦ μαμωνᾶ  τυραννίς.  Ἀλλὰ μὴ προσέχωμεν τοῖς τυμπάνοις,  μηδὲ τοῖς αὐλοῖς, μηδὲ ταῖς κινύραις,  μηδὲ τῇ λοιπῇ  τοῦ πλούτου  φαντασίᾳ· ἀλλὰ  κἂν εἰς κάμινον  ἐμπεσεῖν δέῃ πενίας,  ἑλώμεθα,  ὥστε μὴ προσκυνῆσαι ἐκείνῳ,  καὶ ἔσται δρόσος ἐν μέσῳ διασυρίζουσα. Μὴ τοίνυν φρίττωμεν, πενίας ἀκούοντες κάμινον. Καὶ γὰρ καὶ τότε οἱ μὲν ἐμπεσόντες εἰς τὴν κάμινον ἀπεδείχθησαν λαμπρότεροι, οἱ δὲ προσκυνήσαντες ἀνῃρέθησαν. Ἀλλὰ τότε μὲν ὁμοῦ πάντα ἐγένετο· νῦν  δὲ τὰ μὲν ἐνταῦθα ἔσται, τὰ δὲ ἐκεῖ, τὰ δὲ καὶ ἐνταῦθα καὶ ἐν τῇ μελλούσῃ ἡμέρᾳ. Οἱ μὲν γὰρ ὑπὲρ τοῦ μὴ προσκυνῆσαι τὸν  μαμωνᾶν  πενίαν  ἑλόμενοι,  καὶ ἐνταῦθα  καὶ τότε ἔσονται λαμπρότεροι· οἱ δὲ πλουτοῦντες ἐνταῦθα ἀδίκως, τότε τὴν ἐσχάτην δώσουσι δίκην. Ἀπὸ ταύτης καὶ Λάζαρος τῆς καμίνου ἐξῄει, τῶν παίδων ἐκείνων οὐχ ἧττον λαμπρός· ὁ δὲ ἐν τῇ τάξει τῶν  προσκυνησάντων  τὴν εἰκόνα πλούσιος ἐν γεέννῃ κατεδικάζετο.  Καὶ γὰρ  τὰ  εἰρημένα  τύπος  ἐκείνων.  Ὥσπερ οὖν  ἐνταῦθα  οἱ  μὲν ἐμπεσόντες οὐδὲν ἔπαθον, οἱ δὲ ἔξω καθήμενοι μετὰ πολλῆς ἡρπάγησαν τῆς σφοδρότητος· οὕτω καὶ τότε ἔσται· οἱ μὲν ἅγιοι διὰ τοῦ ποταμοῦ τοῦ πυρὸς βαδίζοντες, οὐδὲν πείσονται ἀηδὲς, ἀλλὰ καὶ φαιδροὶ φανοῦνται·  οἱ δὲ τὴν εἰκόνα προσκυνήσαντες, ὄψονται τὸ πῦρ αὐτοῖς θηρίου χαλεπώτερον παντὸς ἐπιπηδῶν, καὶ καθέλκον ἔνδον. Ὥστε εἴ τις διαπιστεῖ τῇ γεέννῃ, ταύτην ἰδὼν τὴν κάμινον, ἀπὸ τῶν παρόντων πιστευέτω τοῖς μέλλουσι, καὶ μὴ φοβείσθω πενίας κάμινον, ἀλλ' ἁμαρτίας κάμινον. Τοῦτο μὲν γὰρ φλὸξ καὶ ὀδύνη, ἐκεῖνο δὲ δρόσος καὶ ἄνεσις· κἀκείνῃ μὲν τῇ καμίνῳ παρέστηκεν ὁ διάβολος, ταύτῃ δὲ ἄγγελοι  τινάσσοντες τὴν φλόγα.


 ιβʹ. Ταῦτα  ἀκουέτωσαν  οἱ  πλουτοῦντες,   οἱ  τὴν  κάμινον   τῆς  πενίας   ἀνάπτοντες. Ἐκείνους μὲν γὰρ οὐδὲν βλάψουσι, τῆς δρόσου παραγενομένης αὐτοῖς· ἑαυτοὺς δὲ εὐχειρώτους ἐργάσονται τῇ φλογὶ, ἣν ἀπὸ τῶν ἰδίων ἀνῆψαν χειρῶν. Τότε μὲν οὖν ἄγγελος συγκατέβη τοῖς παισὶν ἐκείνοις· νυνὶ δὲ ἡμεῖς τοῖς ἐν καμίνῳ πενίας οὖσι συγκαταβῶμεν, καὶ διὰ τῆς ἐλεημοσύνης ἐργασώμεθα δρόσον, καὶ ἐκτινάξωμεν τὴν  φλόγα, ἵνα καὶ τῶν στεφάνων αὐτῶν γενώμεθα κοινωνοί· ἵνα καὶ τὴν φλόγα τῆς γεέννης  ἡ τοῦ Χριστοῦ διασκεδάσῃ φωνὴ  ἡ λέγουσα· Πεινῶντά με εἴδετε, καὶ ἐθρέψατε.  Αὕτη γὰρ  ἡ  φωνὴ  τότε  ἀντὶ  δρόσου παραστήσεται  ἡμῖν,  διὰ  μέσης συρίζουσα τῆς φλογός. Κατέλθωμεν τοίνυν μετὰ ἐλεημοσύνης εἰς τὴν τῆς πτωχείας κάμινον·  ἴδωμεν  τοὺς  φιλοσοφοῦντας   βαδίζοντας  ἐν  αὐτῇ,  καὶ  τοὺς  ἄνθρακας πατοῦντας· ἴδωμεν τὸ θαῦμα τὸ καινὸν καὶ παράδοξον, ἄνθρωπον ἐν καμίνῳ ψάλλοντα,  ἄνθρωπον  ἐν  πυρὶ  εὐχαριστοῦντα,  πενίᾳ  προσδεδεμένον  ἐσχάτῃ, καὶ πολλὴν  φέροντα  τὴν  εὐφημίαν  τῷ  Χριστῷ. Καὶ γὰρ  τοῖς  παισὶν  ἐκείνοις  ἴσοι γίνονται   οἱ  πενίαν  μετ'  εὐχαριστίας  φέροντες.  Καὶ γὰρ  πυρὸς  φοβερώτερον  ἡ πτωχεία, καὶ μᾶλλον ἐμπιπρᾷν εἴωθεν. Ἀλλὰ τοὺς παῖδας οὐκ ἐνέπρησεν ἐκείνους,ἀλλ' ἐπειδὴ χάριτας ὡμολόγησαν τῷ ∆εσπότῃ, καὶ τὰ δεσμὰ εὐθέως αὐτοῖς διελύετο. Οὕτω καὶ νῦν, ἂν ἐμπεσὼν εἰς πενίαν εὐχαριστήσῃς, καὶ τὰ δεσμὰ λύεται, καὶ ἡ φλὸξ σβέννυται· κἂν μὴ σβεσθῇ, τὸ πολλῷ θαυμαστότερον, ἀντὶ φλογὸς πηγὴ γίνεται· ὃ δὴ καὶ τότε συνέβη· καὶ ἐν καμίνῳ μέσῃ δρόσου καθαρᾶς ἀπέλαυον. Τὸ μὲν γὰρ πῦρ οὐκ  ἔσβεσε, τὸ  δὲ  καυθῆναι  τοὺς  ἐμβληθέντας  διεκώλυσε.  Τοῦτο  καὶ  ἐπὶ  τῶν φιλοσοφούντων   ἔστιν  ἰδεῖν·  καὶ  γὰρ  ἐν  πενίᾳ  τῶν  πλουτούντων   ἀδεέστερονδιάκεινται.  Μὴ τοίνυν  ἔξω τῆς καμίνου καθεζώμεθα, ἀνηλεῶς  πρὸς τοὺς πένητας ἔχοντες,  ἵνα  μὴ πάθωμεν  ὅπερ ἔπαθον  τότε  ἐκεῖνοι.  Ἂν  μὲν  γὰρ καταβὰς  πρὸς αὐτοὺς στήσῃ μετὰ τῶν παίδων, οὐκέτι σε οὐδὲν ἐργάσεται δεινὸν τὸ πῦρ· ἐὰν δὲ ἄνω  καθήμενος  περιίδῃς αὐτοὺς ἐν τῇ φλογὶ  τῆς πενίας, κατακαύσει σε ἡ φλόξ. Κατάβηθι τοίνυν  εἰς τὸ πῦρ, ἵνα μὴ κατακαῇς ὑπὸ τοῦ πυρός· μὴ καθίσῃς ἔξω τοῦ πυρὸς, ἵνα μή σε ἁρπάσῃ ἡ φλόξ. Ἂν μὲν γὰρ ἴδῃ σε μετὰ τῶν πενήτων, ἀποστήσεταί σου· ἂν δὲ ἀλλοτριούμενον  αὐτῶν, ἐπιδραμεῖταί σοι ταχέως, καὶ ἁρπάσεταί σε. Μὴ  τοίνυν ἀποστῇς αὐτῶν ἐμβληθέντων· ἀλλ' ὅταν ὁ διάβολος κελεύῃ τοὺς μὴ προσκυνήσαντας   τῷ   χρυσῷ   βαλεῖν   εἰς   τὴν   κάμινον   τῆς   πενίας,   μὴ   τῶν ἐμβαλλόντων,  ἀλλὰ τῶν  ἐμβαλλομένων  γίνου, ἵνα γένῃ τῶν  σωζομένων, καὶ μὴ τῶν  καιομένων.  Καὶ γὰρ μεγίστη δρόσος, τὸ μὴ κατέχεσθαι ἐπιθυμίᾳ πλούτου, τὸ πένησιν ὁμιλεῖν. Οὗτοι πάντων  εἰσὶν εὐπορώτεροι, οἱ τὴν ἐπιθυμίαν  τοῦ πλούτου καταπατήσαντες. Ἐπεὶ καὶ ἐκεῖνοι καταφρονήσαντες  τότε τοῦ βασιλέως, ἐγένοντο τοῦ  βασιλέως  λαμπρότεροι.  Καὶ  σὺ  τοίνυν,   ἂν  ὑπερίδῃς  τῶν   ἐν  τῷ  κόσμῳ πραγμάτων, τοῦ κόσμου παντὸς ἔσῃ τιμιώτερος, κατὰ τοὺς ἁγίους ἐκείνους, Ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος. Ἵν' οὖν ἄξιος γένῃ τῶν οὐρανίων, καταγέλασον τῶν παρόντων. Οὕτω γὰρ καὶ ἐνταῦθα ἔσῃ λαμπρότερος, καὶ τῶν μελλόντων  ἀπολαύσεις ἀγαθῶν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |