ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Κ∆ʹ Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν

Κυριακή 30 Οκτωβρίου 2016

Κ∆ʹ Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν



Ιωάννης Χρυσόστομος
Πρός Απόστολον Ματθαίον
Τόμος 57



Κ∆ʹ Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ' ὁ ποιῶν τὸ θέ λημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς.

αʹ. ∆ιὰ τί μὴ εἶπεν, Ἀλλ' ὁ ποιῶν τὸ θέλημα τὸ ἐμόν; Ὅτι τέως ἀγαπητὸν ἦν καὶ  τοῦτο  πρότερον  δέξασθαι· καὶ  γὰρ  πολὺ  μέγα  ἦν  πρὸς  τὴν  ἀσθένειαν  τὴν ἐκείνων. Ἄλλως  δὲ καὶ τοῦτο δι' ἐκείνου ᾐνίξατο. Μετὰ δὲ τούτων  κἀκεῖνο ἔστιν εἰπεῖν, ὅτι οὐδέ ἐστιν ἕτερον θέλημα τοῦ Υἱοῦ παρὰ τὸ τοῦ Πατρός. Ἐνταῦθα δέ μοι τῶν  Ἰουδαίωνμάλιστα  καθάπτεσθαι δοκεῖ, ἐν τοῖς δόγμασι τιθεμένων  τὸ πᾶν, καὶ τοῦ βίου πρόνοιαν οὐδεμίαν ποιουμένων. ∆ιὸ καὶ ὁ Παῦλος αὐτοῖς ἐγκαλεῖ λέγων· Ἴδε σὺ Ἰουδαῖος ἐπονομάζῃ, καὶ ἐπαναπαύῃ τῷ νόμῳ, καὶ καυχᾶσαι ἐν Θεῷ, καὶ γινώσκεις  τὸ θέλημα· ἀλλ' οὐδέν  σοι πλέον  ἐντεῦθεν,  ὅταν  ἡ τοῦ βίου καὶ τῶν ἔργων ἐπίδειξις μὴ παρῇ. Αὐτὸς δὲ οὐ μέχρι τούτων ἔστη, ἀλλὰ καὶ τὸ πολλῷ πλέον εἶπε



. Πολλοὶ γὰρ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν; Οὐ γὰρ δὴ μόνον, φησὶν, ὁ πίστιν ἔχων, τοῦ βίου ἠμελημένου, τῶν οὐρανῶν ἐκβάλλεται, ἀλλὰ κἂν μετὰ τῆς πίστεως σημεῖα πολλὰ πεποιηκὼς ᾖ, καὶ οὐδὲν  ἀγαθὸν  ἐργασάμενος,  καὶ  οὗτος  ὁμοίως  τῶν  ἱερῶν  εἴργεται  προθύρων ἐκείνων. Πολλοὶ γὰρ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν; Ὁρᾷς πῶς λανθανόντως  ἑαυτὸν  συνεισάγει λοιπὸν,  ἐπειδὴ τὴν πᾶσαν  ἀπήρτισε  δημηγορίαν,  καὶ  δείκνυσιν  ἑαυτὸν  ὄντα  κριτήν;  Ὅτι  μὲν  γὰρ κόλασις  ἐκδέξεται  τοὺς  ἁμαρτάνοντας,  ἐν  τοῖς  ἔμπροσθεν  ἔδειξε·  τίς  δὲ  καὶ  ὁ κολάζων, ἐνταῦθα λοιπὸν  ἐκκαλύπτει. Καὶ οὐκ εἶπε φανερῶς, ὅτι Ἐγώ εἰμι· ἀλλὰ Πολλοὶ ἐροῦσί μοι, τὸ αὐτὸ τοῦτο πάλιν κατασκευάζων. Εἰ γὰρ μὴ αὐτὸς ἦν ὁ κριτὴς, πῶς  ἂν  πρὸς  αὐτοὺς  εἶπε·  Καὶ τότε  ὁμολογήσω  αὐτοῖς·  Ἀποχωρεῖτε  ἀπ'  ἐμοῦ, οὐδέποτε ἔγνων ὑμᾶς; Οὐχὶ μόνον ἐν τῷ καιρῷ τῆς κρίσεως, ἀλλ' οὐδὲ τότε, ἡνίκα ἐθαυματουργεῖτε,  φησί. ∆ιὰ τοῦτο  καὶ  τοῖς  μαθηταῖς  ἔλεγε·  Μὴ χαίρετε,  ὅτι  τὰ δαιμόνια ὑμῖν ὑποτάσσεται, ἀλλ' ὅτι τὰ ὀνόματα ὑμῶν γέγραπται ἐν τοῖς οὐρανοῖς. Καὶ πανταχοῦ πολλὴν κελεύει τοῦ βίου σπουδὴν ποιεῖσθαι. Οὐ γὰρ ἔστιν ἄνθρωπον ὀρθῶς βιοῦντα, καὶ πάντων ἀπηλλαγμένον τῶν παθῶν, περιοφθῆναί ποτε· ἀλλὰ κἂν πλανώμενος  τύχῃ, ταχέως αὐτὸν ὁ Θεὸς πρὸς τὴν ἀλήθειαν ἐπισπάσεται. Ἀλλ' εἰσί τινες οἵ φασιν, ὅτι ψευδόμενοι οὗτοι ταῦτα ἔλεγον· διόπερ οὐδὲ ἐσώθησαν, φησίν. Οὐκοῦν τὸ ἐναντίον οὗ βούλεται κατασκευάζει. Καὶ γὰρ βούλεται ἐνταῦθα δεῖξαι, ὅτι ἡ πίστις οὐδὲν ἰσχύει χωρὶς ἔργων. Εἶτα ἐπιτείνων  αὐτὰ, προσέθηκε καὶ τὰ σημεῖα· δηλῶν  ὅτι οὐ μόνον  ἡ πίστις, ἀλλ' οὐδὲ ἡ τῶν  σημείων ἐπίδειξις  ὀνίνησί τι τὸν θαυματουργοῦντα ἀρετῆς χωρίς. Εἰ δὲ μὴ ἐποίησαν, πῶς ἂν ἐδυνήθη τοῦτο συστῆναι ἐνταῦθα; Ἄλλως  δὲ οὐδ' ἂν ἐτόλμησαν, τῆς κρίσεως παρούσης, πρὸς αὐτὸν ταῦτα εἰπεῖν.  Καὶ αὑτὴ δὲ ἡ ἀπόκρισις, καὶ τὸ κατ' ἐρώτησιν  λέγειν,  δείκνυσιν  αὐτοὺς πεποιηκότας. Ἐπειδὴ γὰρ ἐναντίον  τῇ προσδοκίᾳ τὸ τέλος εἶδον, καὶ ἐνταῦθα μὲν θαυμαστοὶ ἦσαν παρὰ πᾶσι θαυματουργοῦντες, ἐκεῖ δὲ ὁρῶσιν ἑαυτοὺς λοιπὸν κολαζομένους, ὡς ἐκπληττόμενοι καὶ θαυμάζοντες λέγουσι· Κύριε, οὐχὶ ἐν τῷ σῷ ὀνόματι προεφητεύσαμεν; πῶς οὖν ἡμᾶς ἀποστρέφῃ νῦν; τί βούλεται τὸ ξένον καὶ παράδοξον τοῦτο τέλος; Ἀλλ' ἐκεῖνοι μὲν θαυμάζουσιν, ὅτι τοιαῦτα θαυματουργήσαντες  ἐκολάσθησαν· σὺ δὲ μὴ θαύμαζε. Ἡ γὰρ χάρις πᾶσα τῆς τοῦ δεδωκότος δωρεᾶς· ἐκεῖνοι δὲ οὐδὲν παρ' ἑαυτῶν εἰσήνεγκαν· διὸ καὶ κολάζεσθαι δίκαιοι, ὅτι περὶ τὸν οὕτω τιμήσαντα, ὡς καὶ ἀναξίοις δοῦναι τὴν χάριν, ἀγνώμονες γεγόνασι καὶ ἀναίσθητοι. Τί οὖν, φησὶν, ἐργαζόμενοι τὴν ἀνομίαν, τοιαῦτα ἐποίουν; Τινὲς μέν φασιν, ὅτι οὐκ ἐν τῷ καιρῷ, ἐν ᾧ ταῦτα ἐθαυματούργουν, καὶ ἠνόμουν, ἀλλ' ὕστερον μετεβάλοντο, καὶ τὴν ἀνομίαν  ἐποίουν. Ἀλλ' ἐὰν τοῦτο ᾖ, πάλιν τὸ σπουδαζόμενον οὐχ ἵσταται. Ὃ γὰρ δεῖξαι ἐσπούδακε, τοῦτό ἐστιν· ὅτι οὔτε πίστις, οὔτε θαύματα ἰσχύει, βίου μὴ παρόντος· ὅπερ οὖν καὶ ὁ Παῦλος ἔλεγεν· Ἐὰν ἔχω πίστιν, ὥστε ὄρη μεθιστάνειν, καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, ἀγάπην   δὲ  μὴ  ἔχω,   οὐδέν   εἰμι.  Τίνες  οὖν   εἰσιν   οὗτοι;  φησί.  Πολλοὶ  τῶν πιστευσάντων ἔλαβον χαρίσματα, οἷος ἦν ὁ τὰ δαιμόνια ἐκβάλλων, καὶ οὐκ ὢν μετ' αὐτοῦ, οἷος ἦν ὁ Ἰούδας· καὶ γὰρ καὶ οὗτος, πονηρὸς ὢν, χάρισμα εἶχε. Καὶ ἐν τῇ Παλαιᾷ δὲ τοῦτο εὕροι τις ἂν, εἰς ἀναξίους τὴν χάριν ἐνεργήσασαν πολλάκις, ἵνα ἑτέρους εὐεργετήσῃ. Ἐπειδὴ γὰρ οὐ πάντες πρὸς πάντα ἐπιτηδείως εἶχον, ἀλλ' οἱ μὲν ἦσαν βίου καθαροῦ, πίστιν δὲ οὐ τοσαύτην εἶχον, οἱ δὲ τοὐναντίον·  κἀκείνους διὰ τούτων  προτρέπει, ὥστε πολλὴν  ἐπιδείξασθαι πίστιν, καὶ τούτους διὰ τῆς ἀφάτου ταύτης  δωρεᾶς ὥστε γενέσθαι  βελτίους  ἐξεκαλεῖτο. 


βʹ. ∆ιὸ καὶ μετὰ πολλῆς  τῆς δαψιλείας   τὴν   χάριν   ἐδίδου.  ∆υνάμεις  γὰρ,  φησὶ,  πολλὰς   ἐποιήσαμεν.  Ἀλλ' ὁμολογήσω αὐτοῖς τότε, ὅτι Οὐκ οἶδα ὑμᾶς. Νῦν μὲν γὰρ νομίζουσιν εἶναί μοι φίλοι· τότε δὲ εἴσονται, ὅτι οὐχ ὡς φίλοις ἔδωκα. Καὶ τί θαυμάζεις εἰ ἀνδράσι πεπιστευκόσι μὲν εἰς αὐτὸν, βίον δὲ οὐκ ἔχουσι τῇ πίστει συμβαίνοντα, χαρίσματα δέδωκεν, ὅπου γε καὶ εἰς τοὺς ἀμφοτέρων  τούτων  ἐκπεπτωκότας  εὑρίσκεται ἐνεργῶν; Καὶ γὰρ ὁ Βαλαὰμ καὶ πίστεως καὶ πολιτείας ἀρίστης ἀλλότριος ἦν· ἀλλ' ὅμως ἐνήργησεν εἰς αὐτὸν  ἡ  χάρις  διὰ  τὴν  ἑτέρων  οἰκονομίαν.  Καὶ ὁ  Φαραὼ τοιοῦτος·  ἀλλ'  ὅμως κἀκείνῳ  τὰ μέλλοντα  ἔδειξε. Καὶ ὁ Ναβουχοδονόσορ παρανομώτατος,  καὶ τούτῳ πάλιν τὰ μετὰ πολλὰς ὕστερον ἐσόμενα γενεὰς ἀπεκάλυψε. Καὶ τῷ παιδὶ πάλιν τῷ ἐκείνου  νικῶντι   τὸν  πατέρα  τῇ  παρανομίᾳ,  τὰ  μέλλοντα  ἔδειξε,  θαυμαστὰ  καὶ μεγάλα οἰκονομῶν πράγματα. Ἐπεὶ οὖν καὶ τότε ἀρχὰς τὸ κήρυγμα εἶχε, καὶ πολλὴν ἔδει γενέσθαι τῆς δυνάμεως  αὐτοῦ τὴν ἐπίδειξιν,  πολλοὶ  καὶ τῶν  ἀναξίων  δῶρα ἐλάμβανον. Ἀλλ' ὅμως ἀπὸ τῶν σημείων τούτων οὐδὲν ἐκέρδαναν ἐκεῖνοι, ἀλλὰ καὶ μᾶλλον κολάζονται. ∆ιὸ καὶ τὸ φοβερὸν ἐκεῖνο ῥῆμα εἶπεν αὐτοῖς· Οὐδέποτε ἔγνων ὑμᾶς. Πολλοὺς γὰρ καὶ ἐντεῦθεν  ἤδη μισεῖ, καὶ πρὸ τῆς  κρίσεως ἀποστρέφεται. Φοβηθῶμεν τοίνυν, ἀγαπητοὶ, καὶ πολλὴν ἐπιμέλειαν ποιησώμεθα βίου, μηδὲ νομίζωμεν  ἔλαττον  ἔχειν,  ἐπειδὴ σημεῖα οὐ ποιοῦμεν  νῦν.  Οὐδὲν γὰρ ἐκ τούτου πλέον ἔσται ἡμῖν ποτε, ὥσπερ οὖν οὐδὲ ἔλαττον ἐκ τοῦ μὴ ποιεῖν, ἐὰν ἀρετῆς ἐπιμε
 λώμεθα πάσης. Τῶν μὲν γὰρ σημείων αὐτοὶ ὀφειλέται ἐσμὲν, τοῦ δὲ βίου καὶ τῶν πράξεων τὸν Θεὸν ἔχομεν ὀφειλέτην. Ἐπειδὴ τοίνυν πάντα ἀπήρτισε, καὶ περὶ ἀρετῆς διελέχθη  μετὰ ἀκριβείας  ἁπάσης, καὶ τοὺς ὑποκρινομένους  αὐτὴν  ἔδειξε διαφόρους ὄντας, τούς τε νηστεύοντας  πρὸς ἐπίδειξιν  καὶ εὐχομένους, τούς τε ἐν δορᾷ προβάτων παραγενομένους, τούς τε λυμαινομένους αὐτὴν, οὓς καὶ χοίρους καὶ κύνας ἐκάλεσε, δεικνὺς λοιπὸν πόσον μὲν τῆς ἀρετῆς καὶ ἐνταῦθα τὸ κέρδος, πόσον δὲ τῆς κακίας τὸ βλάβος, φησί· Πᾶς οὖν ὅστις ἀκούει μου τοὺς λόγους τούτους, καὶ ποιεῖ αὐτοὺς, ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ. Ἃ μὲν γὰρ οἱ μὴ ποιοῦντες, κἂν σημεῖα ἐργάζωνται, πείσονται, ἀκηκόατε· δεῖ δὲ ὑμᾶς εἰδέναι, καὶ τίνων  οἱ πειθόμενοι τοῖς εἰρημένοις  ἅπασιν  ἀπολαύσονται,  οὐκ  ἐν  τῷ  μέλλοντι  αἰῶνι  μόνον,  ἀλλὰ  καὶ ἐνταῦθα. Πᾶς γὰρ, φησὶν, ὅστις ἀκούει μου τοὺς λόγους τούτους, καὶ ποιεῖ αὐτοὺς, ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ. Εἶδες πῶς ποικίλλει  τὸν λόγον, ποτὲ μὲν λέγων, Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, καὶ ἑαυτὸν ἐκκαλύπτων· ποτὲ δὲ λέγων, Ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου· καὶ πάλιν κριτὴν ἑαυτὸν εἰσάγων· Πολλοὶ γὰρ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν; Καὶ ἐρῶ· Οὐκ οἶδα ὑμᾶς. Καὶ ἐνταῦθα πάλιν δείκνυσιν ἑαυτὸν τὴν ἐξουσίαν ἔχοντα τοῦ παντός· διὸ καὶ ἔλεγεν·  Ὅστις ἀκούει μου τοὺς λόγους τούτους. Ἐπειδὴ γὰρ πάντα  περὶ τῶν μελλόντων  διελέχθη, καὶ βασιλείαν λέγων, καὶ μισθὸν ἄφατον, καὶ παράκλησιν, καὶ ὅσα τοιαῦτα, βούλεται καὶ ἐντεῦθεν αὐτοῖς δοῦναι τοὺς καρποὺς, καὶ δεῖξαι πόση καὶ κατὰ τὸν παρόντα βίον ἡ ἰσχὺς τῆς ἀρετῆς. Τίς οὖν ἐστιν ἡ ἰσχύς; Τὸ μετὰ ἀσφαλείας ζῇν, τὸ μηδενὶ  τῶν  δεινῶν  εὐχείρωτον  εἶναι, τὸ πάντων  ἀνώτερον  ἑστάναι τῶν ἐπηρεαζόντων·   οὗ  τί  γένοιτ'  ἂν  ἴσον;  Τοῦτο  γὰρ  οὐδὲ  αὐτὸς  ὁ  τὸ  διάδημα περικείμενος  ἑαυτῷ  κατασκευάσαι δύναιτ' ἂν, ἀλλ' ὁ ἀρετὴν  μετιών.  Αὐτὸς γὰρ μόνος  μετὰ  πολλῆς   κέκτηται   τῆς  περιουσίας,  ἐν  τῷ  τῶν   παρόντων   εὐρίπῳ πραγμάτων πολλῆς ἀπολαύων γαλήνης. Τὸ γὰρ δὴ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι οὐκ εὐδίας οὔσης, ἀλλὰ σφοδροῦ τοῦ χειμῶνος, καὶ πολλῆς τῆς ταραχῆς, καὶ συνεχῶν τῶν πειρασμῶν, αὐτὸς οὐδὲ μικρὸν σαλευθῆναι δύναται. Κατέβη γὰρ ἡ βροχὴ, φησὶν, ἦλθον  οἱ ποταμοὶ, ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέπεσον τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσε· τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν· βροχὴν ἐνταῦθα καὶ ποταμοὺς καὶ ἀνέμους μεταφορικῶς τὰς ἀνθρωπίνας  λέγων συμφορὰς καὶ δυσπραγίας, οἷον συκοφαντίας, ἐπιβουλὰς, πένθη, θανάτους, οἰκείων ἀποβολὰς, ἀλλοτρίων ἐπηρείας, πάντα ὅσα ἂν εἴποι τις τὰ ἐν τῷ βίῳ κακά. Ἀλλ' οὐδενὶ εἴκει, φησὶν, ἡ τοιαύτη ψυχή· τὸ δὲ αἴτιον, ὅτι ἐπὶ τῆς πέτρας τεθεμελίωται. Πέτραν δὲ τὴν ἀσφάλειαν τῆς ἑαυτοῦ διδασκαλίας καλεῖ. Καὶ γὰρ πέτρας ἰσχυρότερα τὰ προστάγματα, ὑψηλότερον  πάντων ποιοῦντα τῶν ἀνθρωπίνων  κυμάτων. Ὁ γὰρ ταῦτα μετὰ ἀκριβείας φυλάττων,  οὐκ ἀνθρώπων περιέσται μόνον ἐπηρεαζόντων, ἀλλὰ καὶ αὐτῶν τῶν δαιμόνων ἐπιβουλευόντων  αὐτῷ.


 γʹ. Καὶ ὅτι οὐ κόμπος τὰ εἰρημένα, μάρτυς ἡμῖν ὁ Ἰὼβ, πάσας δεξάμενος τοῦ διαβόλου τὰς προσβολὰς, καὶ μείνας ἀκίνητος· μαρτυρήσειαν δ' ἂν καὶ οἱ ἀπόστολοι, τῶν κυμάτων τῆς οἰκουμένης προσρηγνυμένων αὐτοῖς, καὶ δήμων καὶ τυράννων,  καὶ οἰκείων καὶ ἀλλοτρίων,  καὶ δαιμόνων καὶ διαβόλου, καὶ πάσης μηχανῆς κινηθείσης, πέτρας στεῤῥότερον στάντες, καὶ ταῦτα πάντα διαλύσαντες. Τί τοίνυν  τοῦ  βίου  τούτου  μακαριώτερον  γένοιτ'  ἄν;  Τοῦτο  γὰρ  οὐ  πλοῦτος,  οὐ σώματος ἰσχὺς, οὐ δόξα, οὐ δυναστεία, οὐκ ἄλλο οὐδὲν ὑποσχέσθαι δυνήσεται, ἀλλ' ἡ  τῆς  ἀρετῆς  κτῆσις  μόνη.  Οὐ γὰρ  ἔστιν,  οὐκ  ἔστι  βίον  εὑρεῖν  ἕτερον  κακῶν ἐλεύθερον  ἁπάντων,  ἀλλ'  ἢ  τοῦτον  μόνον.  Καὶ μάρτυρες  ὑμεῖς,  οἱ  τὰς  ἐν  τοῖς βασιλείοις εἰδότες ἐπιβουλὰς, οἱ τοὺς θορύβους καὶ τὰς ταραχὰς τὰς ἐν ταῖς τῶν πλουτούντων  οἰκίαις. Ἀλλ' οὐκ ἐν τοῖς ἀποστόλοις τοιοῦτον οὐδέν. Τί οὖν; οὐδὲν γέγονε τοιοῦτον,  οὐδὲ ἔπαθόν τι δεινὸν  παρ' οὐδενὸς ἐκεῖνοι; Τὸ γὰρ θαυμαστὸν τοῦτο  μάλιστα  πάντων  ἐστὶν, ὅτι  πολλὰς  μὲν  ὑπέμειναν  ἐπιβουλὰς,  καὶ  πολλοὶ κατεῤῥάγησαν ἐπ' αὐτῶν οἱ χειμῶνες, τὴν δὲ ψυχὴν αὐτῶν οὐ περιέτρεψαν, οὐδὲ εἰς ἀθυμίαν ἐνέβαλον· ἀλλὰ γυμνοῖς σώμασι παλαίοντες  ἐκράτησαν καὶ περιεγένοντο. Καὶ σὺ τοίνυν, ἐὰν θέλῃς ταῦτα ποιεῖν μετὰ ἀκριβείας, πάντων καταγελάσῃ. Κἂν γὰρ ᾖς  ὠχυρωμένος   τῇ  τῶν   παραινέσεων   τούτων   φιλοσοφίᾳ,   οὐδέν  σε  λυπῆσαι δυνήσεται. Τί γάρ σε βλάψει ὁ βουλόμενος ἐπιβουλεύειν; Χρήματά σου ἀφαιρήσεται; Ἀλλὰ καὶ πρὸ τῆς ἀπειλῆς τῆς ἐκείνου ἐκελεύσθης αὐτῶν  καταφρονεῖν,  καὶ μετὰ τοσαύτης ἀπέχεσθαι τῆς ὑπερβολῆς, ὡς μηδὲ παρὰ τοῦ ∆εσπότου τί ποτε τοιοῦτον αἰτεῖν. Ἀλλ' εἰς δεσμωτήριον ἐμβάλλει; Ἀλλὰ πρὸ τοῦ δεσμωτηρίου οὕτω ζῇν ἐκελεύσθης, ὡς καὶ παντὶ  ἐσταυρῶσθαι τῷ κόσμῳ. Ἀλλὰ λέγει  κακῶς; Ἀλλὰ καὶ ταύτης  ἀπήλλαξέ  σε τῆς  ὀδύνης  ὁ Χριστὸς, πολύν  σοι ἀπονητὶ  τῆς  ἀνεξικακίας ἐπαγγελλόμενος   μισθὸν,  καὶ  οὕτω  σε καθαρὸν  τῆς  ἐντεῦθεν  ὀργῆς  καὶ  λύπης ποιήσας, ὡς  καὶ  κελεῦσαι  ὑπὲρ  ἐχθρῶν  εὔχεσθαι.  Ἀλλ'  ἐλαύνει  καὶ  μυρίοις  σε περιβάλλει  κακοῖς; Ἀλλὰ λαμπρότερόν  σοι ποιεῖ τὸν στέφανον. Ἀλλ' ἀναιρεῖ  καὶ κατασφάττει;  Καὶ διὰ τοῦτο  τὰ μέγιστά σε ὠφελεῖ  πάλιν,  τὰ τῶν  μαρτύρων  σοι ἔπαθλα κατασκευάζων, καὶ ταχύτερον εἰς τὸν ἀκύμαντον λιμένα παραπέμπων, καὶ μείζονος ἀμοιβῆς ὑπόθεσίν σοι παρέχων, καὶ τὴν κοινὴν δίκην πραγματεύεσθαί σε παρασκευάζων. Ὃ δὴ καὶ μάλιστα πάντων ἐστὶ θαυμαστότερον· ὅτι οὐ μόνον οὐδὲν παραβλάπτουσιν οἱ ἐπιβουλεύοντες, ἀλλὰ καὶ εὐδοκιμωτέρους ποιοῦσι τοὺς ἐπηρεαζομένους. Οὗ τί γένοιτ' ἂν ἴσον, τοιοῦτον  ἑλέσθαι βίον, οἷος μόνος οὗτός ἐστιν;  Ἐπειδὴ   γὰρ  εἶπε  στενὴν  καὶ  τεθλιμμένην   τὴν  ὁδὸν,  κἀντεῦθεν παραμυθούμενος  τοὺς  πόνους,  δείκνυσι  πολλὴν   αὐτῆς  οὖσαν  τὴν  ἀσφάλειαν, πολλὴν  τὴν ἡδονὴν, ὥσπερ οὖν καὶ τῆς ἐναντίας  πολλὴν  τὴν σαθρότητα καὶ τὴν ζημίαν. Καθάπερ γὰρ τῆς ἀρετῆς κἀντεῦθεν ἔδειξε τὰ ἔπαθλα, οὕτω καὶ τῆς κακίας τὰ ἐπίχειρα. Καὶ γὰρ ὅπερ ἀεὶ λέγω, τοῦτο καὶ νῦν ἐρῶ, δι' ἀμφοτέρων  πανταχοῦ κατασκευάζει τῶν ἀκροατῶν τὴν σωτηρίαν, διά τε τοῦ ζήλου τῆς ἀρετῆς, διά τε τοῦ τῆς κακίας μίσους. Ἐπειδὴ γὰρ ἔμελλόν τινες εἶναι, τὰ μὲν λεγόμενα θαυμάζοντες, τὴν δὲ διὰ τῶν  ἔργων  οὐ παρέχοντες  ἐπίδειξιν,  προκαταλαμβάνων  αὐτοὺς φοβεῖ λέγων, ὅτι εἰ καὶ καλὰ τὰ εἰρημένα, οὐκ ἀρκεῖ εἰς ἀσφάλειαν ἡ ἀκρόασις, ἀλλὰ δεῖ καὶ τῆς διὰ τῶν  ἔργων ὑπακοῆς, καὶ τὸ πᾶν ἐν τούτῳ μάλιστά ἐστι. Καὶ ἐνταῦθα καταλύει  τὸν  λόγον,  τὸν  φόβον  αὐτοῖς  ἐνακμάζοντα  ἀφείς.  Ὥσπερ γὰρ ἐπὶ  τῆς ἀρετῆς οὐκ ἀπὸ τῶν μελλόντων  προέτρεψε μόνον, βασιλείαν εἰπὼν, καὶ οὐρανοὺς, καὶ  μισθὸν  ἄφατον,  καὶ  παράκλησιν,  καὶ  τὰ  μυρία  ἀγαθὰ  ἀλλὰ  καὶ  ἀπὸ  τῶν παρόντων,  τὸ στεῤῥὸν καὶ ἀκίνητον  ἐνδειξάμενος  τῆς πέτρας· οὕτω  καὶ ἐπὶ τῆς κακίας οὐκ ἀπὸ τῶν προσδοκωμένων φοβεῖ μόνον, οἷον τοῦ κοπτομένου δένδρου, καὶ τοῦ πυρὸς τοῦ ἀσβέστου, καὶ τοῦ μὴ εἰσελθεῖν εἰς τὴν βασιλείαν, καὶ τοῦ λέγειν, Οὐκ οἶδα ὑμᾶς· ἀλλὰ καὶ ἀπὸ τῶν παρόντων, τῆς πτώσεως λέγω τῆς κατὰ τὴν οἰκίαν.
∆ιὸ καὶ ἐμφαντικώτερον  τὸν λόγον ἐποίησεν, ἐπὶ παραβολῆς αὐτὸ γυμνάζων. Οὐδὲ γὰρ ἦν εἰπεῖν ἴσον, ὅτι ἀχείρωτος ἔσται ὁ ἐνάρετος, καὶ εὐάλωτος ὁ πονηρὸς, καὶ πέτραν θεῖναι, καὶ οἰκίαν, καὶ ποταμοὺς, καὶ βροχὴν, καὶ ἄνεμον, καὶ ὅσα τοιαῦτα. Καὶ  πᾶς  ὁ  ἀκούων   μου  τοὺς  λόγους   τούτους,  φησὶ,  καὶ  μὴ  ποιῶν   αὐτοὺς, ὁμοιωθήσεται  ἀνδρὶ  μωρῷ, ὅστις ᾠκοδόμησε τὴν  οἰκίαν  αὐτοῦ ἐπὶ τὴν  ψάμμον. Καλῶς δὲ  μωρὸν  ἐκάλεσε  τοῦτον.  Τί  γὰρ  ἂν  γένοιτο  ἀνοητότερον  τοῦ  οἰκίαν οἰκοδομοῦντος ἐπὶ τῆς ψάμμου, καὶ τὸν μὲν πόνον ὑπομένοντος, τοῦ δὲ καρποῦ καὶ τῆς ἀναπαύσεως ἀποστερουμένου, καὶ ἀντὶ τούτου κόλασιν ὑπομένοντος; Ὅτι γὰρ καὶ οἱ κακίαν μετιόντες κάμνουσι, παντί που δῆλόν ἐστι· καὶ γὰρ καὶ ὁ ἅρπαξ, καὶ ὁ μοιχὸς, καὶ ὁ συκοφάντης  πολλὰ  πονοῦσι καὶ ταλαιπωροῦνται,  ὥστε τὴν  αὐτῶν κακίαν εἰς τέλος ἀγαγεῖν· ἀλλ' οὐ μόνον οὐδὲν ἀπὸ τῶν πόνων τούτων καρποῦνται τὸ κέρδος, ἀλλὰ  καὶ πολλὴν  ὑπομένουσι  τὴν  ζημίαν.  Ἐπεὶ καὶ ὁ Παῦλος τοῦτο αἰνιττόμενος  ἔλεγεν· Ὁ σπείρων εἰς τὴν σάρκα αὐτοῦ, ἐκ τῆς σαρκὸς αὐτοῦ θερίσει φθοράν. Τούτῳ ἐοίκασι καὶ οἱ ἐπὶ τῆς ψάμμου οἰκοδομοῦντες· οἷον οἱ ἐπὶ πορνείᾳ, οἱ ἐπὶ ἀσελγείᾳ, οἱ ἐπὶ μέθῃ, οἱ ἐπὶ θυμῷ, οἱ ἐπὶ τοῖς ἄλλοις ἅπασι.


δʹ. Τοιοῦτος ἦν ὁ Ἀχαὰβ, ἀλλ' οὐ τοιοῦτος ὁ Ἠλίας. Καὶ γὰρ παράλληλα θέντες τὴν ἀρετὴν καὶ τὴν κακίαν, ἀκριβέστερον εἰσόμεθα τὸ διάφορον. Ὁ μὲν γὰρ ἐπὶ τῆς πέτρας ᾠκοδόμησεν, ὁ δὲ ἐπὶ τῆς ψάμμου· διὸ καὶ βασιλεὺς ὢν ἐδεδοίκει καὶ ἔτρεμε τὸν προφήτην, τὸν τὴν μηλωτὴν  ἔχοντα μόνον. Τοιοῦτοι οἱ Ἰουδαῖοι, ἀλλ' οὐχ οἱ ἀπόστολοι· διὸ καὶ ὀλίγοι  ὄντες  καὶ δεδεμένοι, τῆς πέτρας ἐνεδείκνυντο  τὸ στεῤῥόν· ἐκεῖνοι  δὲ καὶ πολλοὶ καὶ ὡπλισμένοι, τῆς ψάμμου τὸ ἀσθενές. Καὶ γὰρ ἔλεγον· Τί ποιήσομεν τοῖς ἀνθρώποις  τούτοις; Ὁρᾷς ἐν ἀπορίᾳ ὄντας, οὐ τοὺς ὑποχειρίους  καὶ δεδεμένους, ἀλλὰ  τοὺς κατέχοντας  καὶ δεσμεύοντας; οὗ τί  γένοιτ' ἂν  καινότερον;  Σὺ κατέχεις  καὶ  διαπορεῖς;  Καὶ μάλα  εἰκότως.  Ἐπειδὴ  γὰρ  ἐπὶ  τῆς  ψάμμου  πάντα ᾠκοδόμησαν, διὰ τοῦτο καὶ ἀσθενέστεροι πάντων ἦσαν. ∆ιὰ τοῦτο καὶ πάλιν ἔλεγον· Τί ποιεῖτε βουλόμενοι ἐπαγαγεῖν ἐφ' ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου; Τί φησι; Σὺ μαστίζεις, καὶ σὺ φοβῇ; σὺ ἐπηρεάζεις, καὶ σὺ δέδοικας; σὺ κρίνεις, καὶ σὺ τρέμεις;
Οὕτως ἀσθενὴς ἡ κακία. Ἀλλ'  οὐχ οἱ ἀπόστολοι οὕτως·  ἀλλὰ  πῶς; Οὐ δυνάμεθα ἡμεῖς ἃ εἴδομεν καὶ ἠκούσαμεν μὴ λαλεῖν.  Εἶδες φρόνημα  ὑψηλόν;  εἶδες πέτραν κυμάτων  καταγελῶσαν; εἶδες οἰκίαν  ἄσειστον; Καὶ τὸ δὴ θαυμαστότερον, ὅτι οὐ μόνον οὐδὲ ἐγίνοντο αὐτοὶ δειλοὶ δι' ὧν ἐπεβουλεύοντο, ἀλλ' ὅτι καὶ πλεῖον ἐλάμβανον  θάρσος,  κἀκείνους  εἰς  μείζονα  ἐνέβαλον  ἀγωνίαν.   Καὶ γὰρ  ὁ  τὸν ἀδάμαντα πλήττων,  αὐτός ἐστιν ὁ πληττόμενος· καὶ ὁ τὰ κέντρα λακτίζων,  αὐτός ἐστιν  ὁ κεντούμενος,  καὶ  τὰ  χαλεπὰ  δεχόμενος  τραύματα· καὶ  ὁ τοῖς  ἐναρέτοις ἐπιβουλεύων, αὐτός ἐστιν ὁ κινδυνεύων. Ἡ γὰρ κακία τοσούτῳ μᾶλλον ἀσθενεστέρα γίνεται,  ὅσῳπερ ἂν πρὸς τὴν ἀρετὴν παρατάττηται. Καὶ καθάπερ ὁ πῦρ ἐν ἱματίῳ δεσμῶν,  τὴν  μὲν  φλόγα  οὐκ  ἔσβεσε, τὸ  δὲ  ἱμάτιον  ἐδαπάνησεν·  οὕτως  ὁ  τοῖς ἐναρέτοις  ἐπηρεάζων,  καὶ  κατέχων,  καὶ  δεσμεύων,  ἐκείνους  μὲν  λαμπροτέρους εἰργάσατο, ἑαυτὸν δὲ ἠφάνισε. Καὶ γὰρ ὅσα ἂν δεινὰ πάθῃς ἐπιεικῶς ζῶν, τοσούτῳ γέγονας ἰσχυρότερος· ὅσῳ γὰρ τιμῶμεν φιλοσοφίαν, τοσούτῳ μᾶλλον οὐδενὸς δεησόμεθα· καὶ ὅσῳ ἂν μηδενὸς δεηθῶμεν, τοσούτῳ μᾶλλον ἰσχυροὶ γινόμεθα καὶ πάντων ἀνώτεροι. Τοιοῦτος ἦν ὁ Ἰωάννης· διὸ ἐκεῖνον μὲν οὐδεὶς ἐλύπει, αὐτὸς δὲ ἐλύπει  τὸν  Ἡρώδην· καὶ ὁ μὲν  μηδὲν  ἔχων,  κατεξανέστη  τοῦ κρατοῦντος·  ὁ δὲ διάδημα καὶ ἁλουργίδα καὶ μυρίαν φαντασίαν περιβεβλημένος, τρέμει καὶ δέδοικε
τὸν πάντων γεγυμνωμένον, καὶ οὐδὲ ἀποτετμημένον τὴν κεφαλὴν ἀδεῶς ἰδεῖν ἐδύνατο. Ὅτι γὰρ καὶ μετὰ τελευτὴν ἀκμάζοντα εἶχε τὸν φόβον, ἄκουσον τί φησιν· Οὗτός ἐστιν ὁ Ἰωάννης, ὃν ἀνεῖλον ἐγώ. Τὸ δὲ, Ἀνεῖλον, οὐκ ἐπαιρομένου ἦν, ἀλλὰ
τὸν φόβον παραμυθουμένου, καὶ πείθοντος τὴν ψυχὴν τὴν ταραττομένην ἀναμνησθῆναι, ὅτι αὐτὸς αὐτὸν ἔσφαξε. Τοσαύτη τῆς ἀρετῆς ἡ ἰσχὺς, ὅτι καὶ μετὰ τελευτὴν  τῶν ζώντων  ἐστὶ δυνατωτέρα. ∆ιὰ δὴ τοῦτο καὶ ἡνίκα ἔζη, οἱ τὰ πολλὰ κεκτημένοι  χρήματα πρὸς αὐτὸν ἐρχόμενοι ἔλεγον· Τί ποιήσομεν; Τοσαῦτα ἔχετε,καὶ παρὰ τοῦ μηδὲν ἔχοντος  βούλεσθε μαθεῖν  τῆς ὑμετέρας εὐημερίας τὴν ὁδόν; παρὰ τοῦ πένητος οἱ πλουτοῦντες; παρὰ τοῦ μηδὲ οἰκίαν ἔχοντος οἱ στρατευόμενοι; Τοιοῦτος καὶ ὁ Ἠλίας ἦν· διὸ καὶ μετὰ τῆς αὐτῆς παῤῥησίας τῷ δήμῳ διελέγετο. Ὁ μὲν γὰρ ἔλεγε, Γεννήματα ἐχιδνῶν· οὗτος δὲ, Ἕως πότε χωλανεῖτε  ἐπ' ἀμφοτέραις ταῖς ἰγνύαις ὑμῶν; Καὶ ὁ μὲν ἔλεγεν, Ἐφόνευσας καὶ ἐκληρονόμησας· ὁ δὲ ἔλεγεν, Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου. Εἶδες τὴν πέτραν; εἶδες τὴν ψάμμον; πῶς εὐκόλως καταπίπτει; πῶς εἴκει ταῖς συμφοραῖς; πῶς περιτρέπεται, κἂν μετὰ βασιλέως, κἂν μετὰ πλήθους ᾖ, κἂν μετὰ δυναστείας; Ἁπάντων γὰρ τοὺς μετιόντας  αὐτὴν  ἀναισθητοτέρους  ποιεῖ. Καὶ οὐδὲ ἁπλῶς  καταπίπτει,  ἀλλὰ  μετὰ πολλῆς τῆς συμφορᾶς. Καὶ γὰρ ἦν, φησὶν, ἡ πτῶσις αὐτῆς μεγάλη. Οὐδὲ γὰρ ὑπὲρ τῶν τυχόντων  ὁ κίνδυνος. ἀλλ'  ὑπὲρ ψυχῆς, ὑπὲρ ἐκπτώσεως οὐρανῶν καὶ τῶν ἀθανάτων ἐκείνων ἀγαθῶν. Μᾶλλον δὲ καὶ πρὸ ἐκείνων, πάντων ἀθλιώτερον ὁ ταύτην  διώκων  βιώσεται βίον, ἀθυμίαις  διηνεκέσι, δειλίαις,  φροντίσιν,  ἀγωνίαις συζῶν·  ὅπερ  οὖν  καί  τις  σοφὸς  αἰνιττόμενος   ἔλεγε·  Φεύγει  ἀσεβὴς,  οὐδενὸς διώκοντος.  Οἱ γὰρ τοιοῦτοι  τὰς  σκιὰς τρέμουσι, τοὺς  φίλους  ὑποπτεύουσι, τοὺς ἐχθροὺς, τοὺς οἰκέτας, τοὺς εἰδότας, τοὺς οὐκ εἰδότας αὐτοὺς, καὶ πρὸ τῆς κολάσεως ἐνταῦθα τὴν ἐσχάτην τίνουσι κόλασιν. Καὶ ταῦτα πάντα δηλῶν ὁ Χριστὸς ἔλεγε· Καὶ ἦν  ἡ πτῶσις  αὐτῆς  μεγάλη·  εἰς  τὸ  προσῆκον τέλος  κατακλείων  τὰ  καλὰ  ταῦτα παραγγέλματα,  καὶ τοὺς  σφόδρα ἀπίστους πείθων  καὶ ἀπὸ τῶν  παρόντων φεύγειν  κακίαν.  Εἰ γὰρ  καὶ  μείζων  ὁ  περὶ  τῶν  μελλόντων   λόγος,  ἀλλὰ  τοὺς παχυτέρους οὗτος μᾶλλον ἱκανὸς κατασχεῖν, καὶ ἀπαγαγεῖν  τῆς πονηρίας. ∆ιὸ καὶ εἰς αὐτὸ κατέληξεν, ὥστε ἔναυλον εἶναι τὴν ὠφέλειαν  αὐτοῖς. Πάντα τοίνυν ταῦτα συνειδότες, καὶ τὰ παρόντα καὶ τὰ μέλλοντα, φύγωμεν κακίαν, ζηλώσωμεν ἀρετὴν, ἵνα μὴ μάτην μηδὲ εἰκῆ κάμνωμεν, ἀλλὰ καὶ τῆς ἐνταῦθα ἀπολαύσωμεν ἀσφαλείας, καὶ  τῆς  ἐκεῖ  μετάσχωμεν  δόξης· ἧς  γένοιτο  πάντας  ἡμᾶς  ἐπιτυχεῖν,  χάριτι  καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/





Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |