ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΙΗʹ Ἀνώτερον λέγων, ὅτι θυσίαν καὶ προσφορὰν καὶ ὁλοκαυτώματα

Πέμπτη 27 Οκτωβρίου 2016

ΙΗʹ Ἀνώτερον λέγων, ὅτι θυσίαν καὶ προσφορὰν καὶ ὁλοκαυτώματα




Ιωάννης Χρυσόστομος
Πρός Εβραίους
Τόμος 63


ΙΗʹ  Ἀνώτερον λέγων,  ὅτι θυσίαν καὶ προσφορὰν καὶ ὁλοκαυτώματα  καὶ περὶ ἁμαρτίας οὐκ ἠθέλησας, οὐδὲ εὐδόκησας, αἵτινες  κατὰ νόμον προσφέρονται· τότε εἴρηκεν· Ἰδοὺ ἥκω τοῦ ποιῆσαι, ὁ Θεὸς, τὸ θέλημά σου. Ἀναιρεῖ τὸ πρῶ τον, ἵνα τὸ δεύτερον στήσῃ. Ἐν ᾧ θελήματι ἡγιασμένοι ἐσμὲν διὰ τῆς προσφορᾶς τοῦ σώ ματος Ἰησοῦ Χριστοῦ ἐφάπαξ. Καὶ πᾶς μὲν ἱερεὺς ἕστηκε καθ' ἡμέραν λειτουργῶν, καὶ τὰς αὐτὰς πολλάκις προσφέρων θυσίας, αἵτινες οὐ δέποτε δύνανται περιελεῖν ἁμαρτίας· οὗτος δὲ μίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκας θυσίαν, εἰς τὸ διηνεκὲς ἐκάθισεν ἐν δεξιᾷ τοῦ Θεοῦ, τὸ λοιπὸν  ἐκδεχόμενος, ἕως τεθῶσιν  οἱ ἐχθροὶ αὐτοῦ ὑπο πόδιον τῶν ποδῶν αὐτοῦ.

αʹ. Ἐν μὲν τοῖς ἔμπροσθεν ἔδειξεν ἀνωφελεῖς  τὰς θυσίας οὔσας πρὸς τὴν  τελείαν   καθαρότητα,  καὶ  τύπον   οὔσας,  καὶ  πολὺ  λειπομένας.   Ἐπεὶ  οὖν ἀντέπιπτεν   αὐτῷ  τοῦτο,  εἰ  τύποι  εἰσὶ, πῶς  τῆς  ἀληθείας  ἐλθούσης,  οὐκ ἐπαύσαντο οὐδὲ ὑπεχώρησαν, ἀλλ' ἐπιτελοῦνται; Αὐτὸ δὲ τοῦτο ἐνταῦθα ἐργάζεται, δεικνὺς ὅτι οὐκέτι τελοῦνται· οὐδὲ ὡς τύπος, οὐ γὰρ αὐτὰς προσίεται ὁ Θεός. Καὶ τοῦτο οὐκ ἀπὸ τῆς Καινῆς πάλιν, ἀλλ' ἀπὸ τῶν προφητῶν  δείκνυσιν, ἄνωθεν τὴν ἰσχυροτάτην παράγων μαρτυρίαν, ὅτι λήγει καὶ παύεται, καὶ εἰκῆ πάντα πράττουσιν, ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτοντες. 


Καὶ δείκνυσιν ἐκ περιουσίας οὐ νῦν αὐτὰς πεπαυμένας, ἀλλὰ καὶ παρ' αὐτὴν τοῦ Χριστοῦ τὴν παρουσίαν, μᾶλλον δὲ, καὶ πρὸ τῆς  αὐτοῦ  παρουσίας,  καὶ  πῶς  οὐ  τελευταῖον   ἔλυσεν  αὐτὰς  ὁ  Χριστὸς, ἀλλὰ πρότερον ἐλύθησαν, καὶ τότε ἦλθε· πρότερον ἐπαύθησαν, καὶ τότε αὐτὸς παρεγένετο. Ἵνα γὰρ μὴ λέγωσι, καὶ χωρὶς ταύτης  τῆς θυσίας ἠδυνάμεθα εὐαρεστῆσαι τῷ Θεῷ, καὶ  δι'  ἐκείνων  ἀνέμεινεν  αὐτὰς  ἐλεγχθῆναι,  καὶ  τότε  αὐτὸς  παρεγένετο· Θυσίαν γὰρ, φησὶ, καὶ προσφορὰν οὐκ ἠθέλησας. Πάντα ἀνεῖλε  διὰ τούτου· καὶ γενικῶς εἰπὼν, λέγει καὶ ἰδικῶς· Ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας. Προσφορὰ δὲ πᾶν τὸ ἐκτὸς τῆς θυσίας ἦν. Τότε εἶπον· Ἰδοὺ ἥκω. Περὶ τίνος τοῦτο εἴρηται; Περὶ οὐδενὸς ἑτέρου, ἀλλ' ἢ περὶ τοῦ Χριστοῦ. Ἐνταῦθα οὐδὲν αἰτιᾶται τοὺς προσφέροντας, δεικνὺς ὅτι οὐ διὰ τὰς πονηρίας αὐτῶν οὐ δέχεται, καθάπερ ἑτέρωθί φησιν· ἀλλὰ διὰ τὸ λοιπὸν ἐληλέγχθαι τὸ πρᾶγμα, καὶ πεφανερῶσθαι οὐδεμίαν ἔχον ἰσχὺν, οὐδὲ καιρόν τινα προσήκοντα. Τί οὖν τοῦτο πρὸς τὸ πολλάκις προσφέρεσθαι τὰς θυσίας; Οὐκ ἀπὸ τοῦ πολλάκις  μόνον δῆλον, φησὶν, ὅτι ἀσθενεῖς εἰσι καὶ ὅτι οὐδὲν ἤνυσαν, ἀλλὰ καὶ ἀπὸ τοῦ μὴ προσίεσθαι αὐτὰς τὸν Θεὸν, ὡς ἀνονήτους καὶ ἀνωφελεῖς.  Τοῦτο αὐτὸ δηλῶν καὶ ἀλλαχοῦ φησιν, ὅτι, Εἰ ἠθέλησας θυσίαν ἔδωκα ἄν. Ἄρα καὶ διὰ τούτου δηλοῖ ὅτι οὐ θέλει. Ἄρα οὖν οὐχ αἱ θυσίαι τὸ θέλημα τοῦ Θεοῦ, ἀλλ' ἡ τῶν θυσιῶν ἀναίρεσις· οὐκοῦν παρὰ τὸ θέλημα θύουσι. Τί ἐστι, Τοῦ ποιῆσαι τὸ θέλημά σου; Τοῦ ἐμαυτὸν, φησὶ, ἐκδοῦναι· τοῦτο τοῦ Θεοῦ θέλημα. Ἐν ᾧ θελήματι ἡγιασμένοι ἐσμέν. Ἔτι διὰ τούτου καὶ ἄλλως δείκνυσιν, ὅτι οὐχ αἱ θυσίαι τοὺς ἀνθρώπους  καθαίρουσιν, ἀλλὰ  τὸ θέλημα  τοῦ Θεοῦ. Ἄρα οὖν  τὸ θύειν  οὐ θέλημα τοῦ Θεοῦ. Καὶ τί θαυμάζεις, εἰ νῦν οὐ θέλημά ἐστι τοῦ Θεοῦ, ὅπου γε μηδὲ ἐξ ἀρχῆς θέλημα ἦν; Τίς γὰρ ἐξεζήτησε ταῦτα, φησὶν, ἐκ τῶν χειρῶν ὑμῶν; Πῶς οὖν αὐτὸς ἐπέταξε; Συγκαταβαίνων· ὥσπερ καὶ ὁ Παῦλος φαίνεται λέγων· Θέλω πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτὸν ἐν ἐγκρατείᾳ· καὶ πάλιν παραινῶν ἀλλαχοῦ φησι· Βούλομαι νεωτέρας  γαμεῖν,  τεκνογονεῖν.  ∆ύο θελήματα  τίθησιν,  ἀλλ' οὐ τὰ δύο αὐτοῦ ἐστιν, εἰ καὶ ἐπιτάττει· ἀλλὰ τοῦτο μὲν αὐτοῦ, διὸ καὶ χωρὶς αἰτίας τίθησιν· ἐκεῖνο δὲ οὐκ αὐτοῦ, εἰ καὶ βούλεται, διὸ καὶ μετὰ αἰτίας πρόσκειται. Πρότερον γὰρ κατηγορήσας  αὐτῶν,   ὅτι  κατεστρηνίασαν   τοῦ  Χριστοῦ,  τότε  φησί·  Βούλομαι νεωτέρας γαμεῖν, τεκνογονεῖν. Οὕτω δὴ καὶ ἐνταῦθα συγκαταβαίνων οἰκονομεῖ· οὐκ αὐτοῦ θέλημα ἦν προηγούμενον τὸ τὰς θυσίας γίνεσθαι. Οὕτω καὶ περὶ τοῦ θανάτου λέγων· Οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι αὐτὸν καὶ ζῇν αὐτόν· καὶ ἀλλαχοῦ  λέγει,  ὅτι  οὐ μόνον  ἠβουλήθη,  ἀλλὰ  καὶ ἐπεθύμησε τοῦτο· καίτοι γε ἐναντία ταῦτα ἀλλήλοις· ἐπιθυμία γὰρ ἐπιτεταμένη ἡ βούλησίς ἐστι. Πῶς οὖν οὐ θέλων, ἀλλαχοῦ ἐπιθυμεῖς, ὃ τοῦ σφόδρα θέλειν ἐστὶ σημεῖον; Τοῦτο δὴ καὶ ἐνταῦθα ἔστιν εἰπεῖν. Ἐν ᾧ θελήματι ἡγιασμένοι ἐσμὲν, φησί. Πῶς δὲ ἡγιασμένοι, αὐτὸς ἑρμηνεύσει ἐπάγων· ∆ιὰ τῆς προσφορᾶς τοῦ σώματος Ἰησοῦ Χριστοῦ ἐφάπαξ. Καὶ πᾶς  μὲν  ἱερεὺς  ἕστηκε  καθ'  ἡμέραν  λειτουργῶν,  καὶ  τὰς  αὐτὰς  πολλάκις προσφέρων θυσίας. Ἄρα τὸ ἑστάναι τοῦ λειτουργεῖν ἐστι σημεῖον· οὐκοῦν τὸ καθῆσθαι τοῦ λειτουργεῖσθαι· Οὗτος δὲ μίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκας θυσίαν, εἰς τὸ διηνεκὲς ἐκάθισεν ἐν δεξιᾷ τοῦ Θεοῦ, τὸ λοιπὸν ἐκδεχόμενος, ἕως τεθῶ  σιν οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ. Μιᾷ γὰρ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους. Μαρτυρεῖ δὲ ἡμῖν καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Εἶπεν, ὅτι ἐκεῖναι  οὐ προσφέρονται· συνελογίσατο  ἀπὸ τῶν  ἐγγράφων,  ἀπὸ τῶν  ἀγράφων· ἄλλως δὲ καὶ ῥητὸν παρέστησε προφητικὸν λέγον, ὅτι Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας. Εἶπεν, ὅτι ἀφῆκε τὰς ἁμαρτίας. Πάλιν καὶ τοῦτο ἀπὸ ἐγγράφου μαρτυρίας πιστοῦται· Μαρτυρεῖ γὰρ ἡμῖν, φησὶ, τὸ Πνεῦμα τὸ ἅγιον. Μετὰ γὰρ τὸ εἰρηκέναι, Αὕτη ἡ διαθήκη, ἣν διαθήσομαι πρὸς αὐτοὺς, μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει Κύριος, διδοὺς  νόμους  μου ἐπὶ  καρδίας  αὐτῶν,  καὶ  ἐπὶ  τῶν  διανοιῶν  αὐτῶν  ἐπιγράψω αὐτοὺς, καὶ τῶν ἁμαρτιῶν αὐτῶν, καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. Ὅπου δὲ ἄφεσις τούτων, οὐκέτι προσφορὰ περὶ ἁμαρτίας. Οὐκοῦν ἀφῆκε τὰς ἁμαρτίας, ὅτε τὴν διαθήκην ἔδωκε· τὴν δὲ διαθήκην διὰ τῆς θυσίας ἔδωκεν. Εἰ τοίνυν ἀφῆκε τὰς ἁμαρτίας διὰ τῆς μιᾶς θυσίας, οὐκέτι χρεία δευτέρας. Ἐκάθισεν ἐν δεξιᾷ τοῦ Θεοῦ, τὸ λοιπὸν ἐκδεχόμενος. Καὶ τίνος ἕνεκεν ἡ ἀναβολή; Ἵνα τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑπὸ τοὺς  πόδας  αὐτοῦ.  Μιᾷ γὰρ, φησὶ, προσφορᾷ τετελείωκεν  εἰς  τὸ  διηνεκὲς  τοὺς ἁγιαζομένους. Ἀλλ' ἴσως εἴποι τις ἄν· Καὶ τίνος ἕνεκεν οὐκ εὐθέως τέθεικε; ∆ιὰ τοὺς πιστοὺς τοὺς μέλλοντας τίκτεσθαι καὶ γεννᾶσθαι. Πόθεν οὖν δῆλον ὅτι τεθήσονται; ∆ιὰ τοῦ εἰπεῖν, ὅτι ἐκάθισεν. Ἀνέμνησε πάλιν τῆς μαρτυρίας ἐκείνης τῆς λεγούσης· Ἕως ἂν θῇ τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. Οἱ δὲ ἐχθροὶ αὐτοῦ οἱ Ἰουδαῖοί εἰσιν.Εἶτα ἐπειδὴ εἶπεν, Ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ, σφόδρα δὲ ἠπείγοντο· τούτου χάριν πάντα τὰ μετὰ ταῦτα τίθησιν, ὅσα περὶ πίστεως διαλέγεται. Τίνες δὲ οἱ ἐχθροὶ, ἀλλ' ἢ οἱ ἄπιστοι πάντες, οἱ δαίμονες; οὐ γὰρ δὴ μόνον Ἰουδαῖοι; Καὶ τὸ πολὺ δὲ τῆς ὑποταγῆς αἰνιττόμενος, οὐκ εἶπεν, Ὑποταγῶσιν, ἀλλὰ, Τεθῶσιν ὑπὸ τοὺς πόδας αὐτοῦ. Μὴ τοίνυν  γενώμεθα  τῶν  ἐχθρῶν· οὐ γὰρ ἐκεῖνοι  μόνον ἐχθροὶ οἱ ἄπιστοι καὶ Ἰουδαῖοι, ἀλλὰ καὶ οὗτοι οἱ βίου ἀκαθάρτου πλήρεις ὄντες· Τὸ
γὰρ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν· τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται· οὐδὲ γὰρ δύναται. Τί οὖν, φησίν; οὐκ ἔστιν ἔγκλημα  τοῦτο; Καὶ σφόδρα μὲν οὖν ἔγκλημα· ὁ γὰρ κακὸς, ἕως ἂν ᾖ κακὸς, οὐ δύναται  ὑποτάττεσθαι· μεταβαλέσθαι μέντοι  καὶ  γενέσθαι  ἀγαθὸς  δύναται. 

βʹ. Ἐκβάλωμεν  τοίνυν  τὰ  φρονήματα  τὰ σαρκικά. Ποῖα δέ ἐστι τὰ σαρκικά; Ὅσα τὸ μὲν σῶμα ἀνθεῖν ποιεῖ καὶ εὐπαθεῖν, κακοῖ δὲ τὴν ψυχήν· οἷόν τι λέγω· Ὁ πλοῦτος, ἡ τρυφὴ, ἡ δόξα· πάντα ταῦτα τῆς σαρκός ἐστιν· ὁ ἔρως τῶν σωμάτων. Μὴ τοίνυν τοῦ πλείονος ἐρῶμεν, ἀλλὰ τὴν πενίαν ἀεὶ διώκωμεν· αὕτη γὰρ μέγα ἀγαθόν. Ἀλλὰ ταπεινὸν, φησὶ, καὶ εὐτελῆ ποιεῖ. Τούτου γὰρ ἡμῖν χρεία· πολὺ γὰρ ἡμῖν τοῦτο συμβάλλεται. Πενία, φησὶν, ἄνδρα ταπεινοῖ· καὶ πάλιν ὁ Χριστός· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι. ∆ιὰ τοῦτο οὖν ἀλγεῖς, ὅτι ἔχεις ὁδὸν  εἰς  ἀρετὴν  χειραγωγοῦσαν;  οὐκ  οἶδας  ὅτι  αὕτη  πολλὴν  παῤῥησίαν  ἡμῖν δίδωσιν; Ἀλλ' ἡ σοφία, φησὶ, τοῦ πένητός ἐστιν ἐξουθενημένη· καὶ πάλιν ἕτερός τίς φησι· Πλοῦτον καὶ πενίαν,  μή μοι δῷς· καί· Ἐκ καμίνου πενίας ῥῦσαί με. Πῶς δὲ πάλιν, εἰ πλοῦτος καὶ πενία παρὰ Κυρίου, κακὸν ἡ πενία,  ἢ ὁ πλοῦτος; Τίνος οὖν ἕνεκεν ταῦτα εἴρηται; Ταῦτα ἐλέγετο ἐν τῇ Παλαιᾷ, ἔνθα πολὺς ὁ λόγος τοῦ πλούτου,  ἔνθα  τῆς πενίας  πολλὴ  ἦν ἡ ὑπεροψία, ἔνθα  τὸ μὲν κατάρα ἦν, τὸ δὲ εὐλογία.  Ἀλλὰ  νῦν  οὐκέτι·  ἀλλὰ  θέλεις  ἀκοῦσαι  τῆς  πενίας  ἐγκώμια;  αὐτὴν μετῆλθεν ὁ Χριστὸς, καί φησιν· Ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. Καὶ πάλιν τοῖς μαθηταῖς ἔλεγε· Μὴ κτήσησθε χρυσὸν, μήτε ἄργυρον, μήτε δύο χιτῶνας.  Καὶ ὁ Παῦλος γράφων  ἔλεγεν· Ὡς μηδὲν ἔχοντες, καὶ πάντα κατέχοντες. Καὶ Πέτρος ἔλεγε τῷ ἐκ γενετῆς χωλῷ· Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι. Καὶ ἐν  αὐτῇ  δὲ  τῇ  Παλαιᾷ,  ἔνθα  ἐθαυμάζετο  ὁ  πλοῦτος,  τίνες,  εἰπέ  μοι,  ἦσαν  οἱ θαυμαστοί; οὐχὶ  Ἠλίας  ὁ πλὴν  τῆς  μηλωτῆς  μηδὲν  ἔχων;  οὐχὶ  Ἑλισσαῖος, οὐχὶ Ἰωάννης;  Μηδεὶς τοίνυν  ἔστω  ταπεινὸς  διὰ  πενίαν·  οὐκ  ἔστι  πενία  ἡ  ποιοῦσα ταπεινὸν,  ἀλλὰ  πλοῦτος  ὁ πολλῶν  δεῖσθαι  καταναγκάζων,  καὶ  πολλοῖς  εἰδέναι χάριτας βιαζόμενος. Τί δὲ τοῦ Ἰακὼβ πενέστερον ἦν, εἰπέ μοι, ὃς ἔλεγεν· Ἐὰν δῷ μοι Κύριος ἄρτον φαγεῖν,  καὶ ἱμάτιον  περιβαλέσθαι; Ἆρα ἀπαῤῥησίαστοι ἦσαν οἱ περὶ Ἠλίαν  καὶ Ἰωάννην;  οὐχ ὁ μὲν τὸν Ἀχαὰβ ἤλεγχεν,  ὁ δὲ τὸν  Ἡρώδην; Ἐκεῖνος ἔλεγεν· Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου· ὁ δὲ Ἠλίας πρὸς τὸν Ἀχαὰβ μετὰ παῤῥησίας ἔλεγεν· Οὐκ ἐγὼ διαστρέφω τὸν Ἰσραὴλ, ἀλλὰ σὺ καὶ ὁ οἶκος τοῦ πατρός σου. Ὁρᾷς ὅτι τοῦτο μᾶλλον ποιεῖ τὴν παῤῥησίαν, ἡ πενία; Ὁ μὲν γὰρ πλούσιος δοῦλός ἐστιν, ὑπεύθυνος ὢν ζημίᾳ, καὶ παρέχων παντὶ τῷ βουλομένῳ  κακῶς  αὐτὸν  ποιεῖν·  ὁ δὲ  μηδὲν  ἔχων,  δήμευσιν  οὐ  δέδοικεν  οὐδὲ καταδίκην. Οὐκ ἂν οὖν, εἰ ἡ πενία ἐποίει ἀπαῤῥησιάστους, ὁ Χριστὸς μετὰ πενίας ἔπεμπε τοὺς μαθητὰς εἰς πρᾶγμα παῤῥησίας πολλῆς δεόμενον. Σφόδρα γὰρ ἰσχυρὸς ὁ πένης  ἐστὶ,  καὶ  οὐκ  ἔχει  ὅθεν  ἀδικηθῇ,  ἢ  πάθῃ  κακῶς.  Ὁ  μέντοι  πλούσιος πανταχόθεν  εὐχείρωτος  καθίσταται· καὶ  ταὐτὸν  γίνεται,  οἷον  ἄν  τις  τὸν  πολλὰ σχοινία  ἐπισυρόμενον  καὶ μακρὰ, ῥᾳδίως  ἕλοι,  τὸν  μέντοι  γυμνὸν  οὐκ εὐκόλως κατασχεῖν δυνήσεται. Οὕτω καὶ ἐνταῦθα ἐπὶ τοῦ πλουσίου συμβαίνει· ἀνδράποδα, χρυσίον,  ἀγροὶ,  μυρία  πράγματα,  μυρίαι  φροντίδες,  περιστάσεις, ἀνάγκαι  πᾶσιν αὐτὸν  εὐχείρωτον  ἐργάζονται. 


γʹ. Μηδεὶς τοίνυν  λοιπὸν  τὴν  πενίαν  τῆς  ἀτιμίας αἰτίαν εἶναι νομιζέτω. Ἐὰν γὰρ ἀρετὴ παρῇ, ἅπας ὁ τῆς οἰκουμένης πλοῦτος οὐδὲ πηλὸς,  οὐδὲ  κάρφος  ἐστὶ πρὸς αὐτήν.  Ταύτην  τοίνυν  διώκωμεν,  εἰ  βουλοίμεθα εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Πώλησον γάρ σου, φησὶ, τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς,  καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ· καὶ πάλιν· ∆ύσκολον πλούσιον εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ὁρᾷς ὅτι καὶ μὴ παροῦσαν αὐτὴν ἐπισπάσασθαι δεῖ; Τοσοῦτόν ἐστιν ἀγαθὸν ἡ πενία· χειραγωγία γάρ τίς ἐστι τῆς πρὸς τὸν   οὐρανὸν   φερούσης  ὁδοῦ,  ἄλειμμα   ἀθλητικὸν,   γυμνασία   τις   μεγάλη   καὶ θαυμαστὴ, λιμὴν εὐδιεινός. Ἀλλὰ χρείαν ἔχω πολλῶν, φησὶ, καὶ οὐ βούλομαί τινος χάριν λαβεῖν· ἀλλὰ καὶ ἐν τούτῳ σου ὁ πλούσιος ἠλάττωται. Σὺ μὲν γὰρ ἴσως ὑπὲρ τροφῆς τὴν χάριν αἰτεῖς· ἐκεῖνος δὲ ὑπὲρ μυρίων  ἀναισχυντῶν  πραγμάτων,  ὑπὲρ πλεονεξίας.  Ὥστε οἱ  πλούσιοί  εἰσιν  οἱ  πολλῶν  δεόμενοι.  Τί λέγω  πολλῶν;  καὶ ἀναξίων  ἑαυτῶν  πολλάκις·  οἷόν  τι  λέγω·  Τῶν  ἐν  ταῖς  τάξεσι  στρατιωτῶν  καὶ δούλων  ὄντων  πολλάκις  ἐν χρείᾳ καθίστανται. Ὁ δὲ πένης οὐδὲ αὐτοῦ δεῖται τοῦ βασιλέως, κἂν δεηθῇ, θαυμάζεται ὅτι εἰς τοῦτο κατέστησεν ἑαυτὸν, παρὸν αὐτῷ πλουτεῖν· μηδεὶς τοίνυν αἰτιάσθω τὴν πενίαν, ὡς μυρίων οὖσαν κακῶν αἰτίαν, μηδὲ ἀντιφθεγγέσθω τῷ Χριστῷ, ὃς τελειότητα ταύτην ἔφησεν εἶναι τῆς ἀρετῆς, εἰπών· Εἰ θέ  λεις τέλειος εἶναι· τοῦτο γὰρ καὶ διὰ τῶν λόγων αὐτὸς εἶπε, καὶ διὰ τῶν ἔργων ἔδειξε, καὶ διὰ τῶν μαθητῶν ἐδίδαξε. ∆ιώξωμεν οὖν τὴν πενίαν· μέγιστον γάρ ἐστιν ἀγαθὸν αὕτη τοῖς νήφουσι. Τάχα τινὲς καὶ οἰωνίζονται  τῶν ἀκουόντων. Οὐκ ἀπιστῶ· πολλὴ ἡ νόσος αὕτη παρὰ τοῖς πλείοσι τῶν ἀνθρώπων,  καὶ τοσαύτη τῶν χρημάτων ἡ τυραννὶς, ὡς μηδὲ μέχρι ῥημάτων αὐτῆς τὴν παραίτησιν φέρειν, ἀλλὰ καὶ  οἰωνίζεσθαι  ταύτην.  Πόῤῥω ταῦτα  τῆς  τοῦ  Χριστιανοῦ  ψυχῆς·  οὐδὲν  γὰρ πλουσιώτερον τοῦ πενίαν  αἱρουμένου ἑκοντὶ καὶ μετὰ προθυμίας. Πῶς, ἐγὼ λέγω· καὶ, εἰ βούλεσθε, καὶ αὐτοῦ τοῦ βασιλέως πλουσιώτερον ὄντα ἀποφαίνω τὸν ἑκοντὶ τὴν πενίαν αἱρούμενον. Ἐκεῖνος μὲν γὰρ δεῖται πολλῶν, καὶ ἐν φροντίδι  ἐστὶ, καὶ δέδοικε μὴ ἐπιλίπῃ αὐτῷ τὰ τῆς τροφῆς τῆς στρατιωτικῆς· οὗτος δὲ πάντα ἀφθόνως ἔχει, καὶ περὶ οὐδενὸς, δέδοικε, καὶ εἰ δέδοικεν, οὐχ ὑπὲρ τοσούτων. Τίς οὖν, εἰπέ μοι, πλούσιος, ὁ καθ' ἑκάστην ἡμέραν ἀπαιτῶν,  καὶ σπουδάζων πολλὰ συλλέγειν, καὶ δεδοικὼς μήποτε ἐπιλίπῃ· ἢ ὁ μηδὲν συλλέγων, καὶ ἐν ἀφθονίᾳ ὢν πολλῇ καὶ μηδενὸς  δεόμενος; τὴν  παῤῥησίαν γὰρ ἀρετὴ δίδωσι καὶ τοῦ Θεοῦ φόβος, οὐ τὰ χρήματα· ἐκεῖνα  γὰρ καὶ καταδουλοῦνται·  Ξένια γὰρ καὶ δῶρα, φησὶν, ἐκτυφλοῖ ὀφθαλμοὺς  σοφῶν,  καὶ ὡς φιμὸς  ἐν  στόματι ἀποτρέπει ἐλεγμούς. Σκόπει πῶς  ὁ πένης ἐκεῖνος Πέτρος Ἀνανίαν τὸν πλούσιον ἐκόλασεν· οὐχ ὁ μὲν πλούσιος ἦν, ὁ δὲ πένης; ἀλλ' ὅρα τοῦτον μὲν μετὰ αὐθεντίας διαλεγόμενον, καὶ λέγοντα, Εἰπέ μοι, Εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε; ἐκεῖνον δὲ μετὰ ὑποστολῆς λέγοντα, Ναὶ, τοσούτου. Καὶ τίς δώσει μοι, φησὶ, κατὰ Πέτρον εἶναι; Ἔξεστί σοι κατὰ Πέτρον εἶναι, ἐὰν θέλῃς ῥῖψαι ἃ ἔχεις· σκόρπισον, δὸς πένησιν, ἀκολούθησον τῷ Χριστῷ, καὶ ἔσῃ τοιοῦτος. Πῶς; ἐκεῖνος,  φησὶ,  σημεῖα ἐποίησε. Τοῦτο οὖν  ἐστιν,  εἰπέ  μοι, τὸ  τὸν  Πέτρον ποιῆσαν θαυμαστὸν, ἢ ἡ παῤῥησία ἡ ἀπὸ τῆς πολιτείας; Οὐκ ἀκούεις τοῦ Χριστοῦ λέγοντος·  Μὴ χαίρετε  ὅτι  τὰ δαιμόνια  ὑμῖν  ὑπακούει.  Ἐὰν θέλῃς  τέλειος  εἶναι, πώλησον  τὰ ὑπάρχοντά  σου, καὶ δὸς πτωχοῖς,  καὶ ἕξεις θησαυρὸν ἐν  οὐρανοῖς. Ἄκουσον τί καὶ ὁ Πέτρος φησίν· Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι· ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι. Εἴ τις ἔχει ἀργύριον καὶ χρυσίον, ἐκεῖνα οὐκ ἔχει. Τί οὖν, φησὶν, ὅτι πολλοὶ  οὔτε ἐκεῖνα,  οὔτε ταῦτα  ἔχουσιν; Ὅτι οὐχ ἑκόντες  πένονται·  ἐπεὶ  οἱ ἑκόντες πενόμενοι πάντα ἔχουσι τὰ ἀγαθά. Εἰ γὰρ καὶ μὴ νεκροὺς ἀνιστῶσι, μηδὲ χωλοὺς, ἀλλ' ὃ πάντων  μεῖζόν ἐστι, παῤῥησίαν ἔχουσι πρὸς τὸν Θεόν· ἀκούσονται κατ' ἐκείνην  τὴν  ἡμέραν  τῆς  μακαρίας  ἐκείνης  φωνῆς  τῆς  λεγούσης· ∆εῦτε, οἱ εὐλογημένοι  τοῦ Πατρός μου. Τί τούτου  κρεῖττον;  Κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ξένος ἤμην, καὶ συνηγάγετέ με· γυμνὸς ἤμην, καὶ περιεβάλετέ με· ἀσθενὴς ἤμην, καὶ ἐν φυλακῇ, καὶ ἐπεσκέψασθέ με. Κληρονομήσατε  τὴν   ἡτοιμασμένην   ὑμῖν   βασιλείαν   ἀπὸ   καταβολῆς   κόσμου. Φεύγωμεν  τοίνυν   τὴν  πλεονεξίαν,   ἵνα  τύχωμεν   τῆς  βασιλείας  τῶν  οὐρανῶν· τρέφωμεν  τοὺς  πένητας,  ἵνα  τρέφωμεν  τὸν  Χριστὸν, ἵνα  συγκληρονόμοι  αὐτοῦ γενώμεθα,  ἐν  Χριστῷ Ἰησοῦ τῷ  Κυρίῳ ἡμῶν,  μεθ'  οὗ  τῷ  Πατρὶ ἅμα  τῷ  ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΙΘʹ.Ἔχοντες οὖν, ἀδελφοὶ, παῤῥησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι Ἰησοῦ, ἣν ἐνεκαίνισεν  ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν διὰ τοῦ καταπετάσματος, τουτέστι, τῆς σαρ κὸς αὑτοῦ, καὶ ἱερέα μέγαν ἐπὶ τὸν οἶκον τοῦ Θεοῦ, προσερχώμεθα μετὰ ἀληθινῆς  καρδίας  ἐν  πληροφορίᾳ  πίστεως,  ἐῤῥαντισμένοι  τὰς  καρδίας  ἀπὸ συνειδήσεως  πονηρᾶς  καὶ  λελουμένοι  τὸ  σῶμα ὕδατι  καθαρῷ,  κατέχωμεν  τὴν ὁμολογίαν τῆς ἐλπίδος ἀκλινῆ.

αʹ. ∆είξας τὸ διάφορον ὅσον τοῦ ἀρχιερέως, καὶ τῶν θυσιῶν, καὶ τῆς σκηνῆς, καὶ τῆς διαθήκης, καὶ τῆς ἐπαγγελίας, καὶ πολὺ τὸ μέσον, εἴ γε τὰ μὲν πρόσκαιρα, τὰ δὲ αἰώνια, τὰ μὲν ἐγγὺς ἀφανισμοῦ, τὰ δὲ μένοντα, τὰ μὲν εὐτελῆ, τὰ δὲ τέλεια, τὰ μὲν τύποι, τὰ δὲ ἀλήθεια· Οὐ γὰρ κατὰ νόμον ἐντολῆς, φησὶ, σαρκικῆς, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου· καὶ πάλιν· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα (ἰδοὺ τὸ διηνεκὲς τοῦ ἱερέως)· καὶ περὶ τῆς ∆ιαθήκης· Ἐκείνη, φησὶ, παλαιά· Τὸ γὰρ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ· αὕτη δὲ καινὴ, καὶ ἄφεσιν ἁμαρτιῶν ἔχουσα· ἐκείνη δὲ οὐδὲν τοιοῦτον. Οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος, φησί· καὶ πάλιν· Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας· καὶ ἐκείνη μὲν χειροποίητος, αὕτη δὲ ἀχειροποίητος· καὶ ἡ μὲν τράγων αἷμα ἔχουσα, αὕτη δὲ ∆εσπότου· καὶ ἡ μὲν ἑστῶτα τὸν ἱερέα, αὕτη δὲ καθήμενον· ἐπειδὴ τοίνυν πάντα ἐκεῖνα ἐλάσσω, ταῦτα δὲ μείζω, διὰ τοῦτό  φησιν· Ἔχοντες οὖν, ἀδελφοὶ,  παῤῥησίαν. Παῤῥησίαν πόθεν; Ἀπὸ τῆς ἀφέσεως.  Ὥσπερ γὰραἰσχύνην,  φησὶ,  ποιεῖ  τὰ  ἁμαρτήματα,  οὕτω  παῤῥησίαν  τὸ πάντα  ἀφεθῆναι  ταῦτα  ἡμῖν·  οὐ μόνον  δὲ τοῦτο, ἀλλὰ  καὶ  τὸ συγκληρονόμους γενέσθαι, καὶ τοσαύτης ἀπολαῦσαι ἀγάπης. Εἰς τὴν εἴσοδον τῶν  ἁγίων.  Τί φησιν εἴσοδον ἐνταῦθα; Τὸν οὐρανὸν καὶ τὴν πρόσοδον τὴν εἰς τὰ πνευματικά. Ἣν ἐνεκαίνισεν  ἡμῖν.  Τουτέστιν,  ἣν  κατεσκεύασε, καὶ  ἧς  ἤρξατο·  ἐγκαινισμὸς  γὰρ λέγεται  ἀρχὴ χρήσεως λοιπόν·  ἣν κατεσκεύασε, φησὶ, καὶ δι' ἧς αὐτὸς ἐβάδισεν. Ὁδὸν  πρόσφατον  καὶ  ζῶσαν. Ἐνταῦθα  τὴν  πληροφορίαν  τῆς  ἐλπίδος  ἐμφαίνει. Πρόσφατον,  φησί.  Βιάζεται  δεῖξαι   πάντα   τὰ   μείζονα   ἐσχηκότας,  εἴ   γε   νῦν ἀνεῴχθησαν αἱ πύλαι τῶν οὐρανῶν, ὃ οὐδὲ ἐπὶ Ἀβραὰμ ἐγένετο. Καὶ καλῶς, Ὁδὸν πρόσφατον, φησὶ, καὶ ζῶσαν· ἡ γὰρ πρώτη ὁδὸς θανάτου ἦν, ἐπὶ τὸν ᾅδην ἄγουσα, αὕτη δὲ ζωῆς. Καὶ οὐκ εἶπε, Ζωῆς, ἀλλὰ ζῶσαν αὐτὴν ἐκάλεσε, τὴν μένουσαν οὕτω δηλῶν. ∆ιὰ τοῦ καταπετάσματος, φησὶ, τῆς σαρκὸς αὑτοῦ. Ἡ σὰρξ αὕτη ἔτεμε πρώτη τὴν ὁδὸν αὐτῷ ἐκείνην, ἣν καὶ ἐγκαινίσαι λέγει, τῷ καὶ αὐτὸς ἀξιῶσαι διὰ ταύτης βαδίσαι· καταπέτασμα δὲ εἰκότως ἐκάλεσε τὴν σάρκα· ὅτε γὰρ ἤρθη εἰς ὕψος, τότε ἐφάνη  τὰ ἐν  τοῖς  οὐρανοῖς. Προσερχώμεθα, φησὶ, μετὰ ἀληθινῆς  καρδίας, Τίνες προσερχώμεθα;  Εἴ τις  ἅγιος  τῇ  πίστει,  τῇ  πνευματικῇ  λατρείᾳ.  Μετὰ ἀληθινῆς καρδίας, ἐν  πληροφορίᾳ  πίστεως· τουτέστιν,  ἐπειδὴ  οὐδέν  ἐστιν  ὁρατὸν,  οὔτε  ὁ ἱερεὺς, οὔτε ἡ θυσία, οὔτε τὸ θυσιαστήριον ὁρᾶται. Καίτοι γε οὐδὲ ἐκεῖνος ὁ ἱερεὺς ὁρατὸς ἦν, ἄλλ' ἔνδον αὐτὸς  εἱστήκει, ἐκεῖνοι δὲ ἔξω πάντες, ὁ λαὸς ἅπας. Ἐνταῦθα δὲ οὐ μόνον τοῦτο δείκνυσιν, ὅτι ὁ ἱερεὺς εἰσῆλθεν εἰς τὰ ἅγια· τοῦτο γὰρ δηλοῖ  τῷ  λέγειν·  Καὶ ἱερέα  μέγαν  ἐπὶ  τὸν  οἶκον  τοῦ  Θεοῦ· ἀλλ' ὅτι  καὶ  ἡμεῖς εἰσερχόμεθα. ∆ιὰ τοῦτό  φησιν, Ἐν πληροφορίᾳ  πίστεως. Ἔστι γὰρ καὶ πιστεύειν διστάζοντα· οἷον πολλοί εἰσι καὶ νῦν λέγοντες, ὅτι ἐνίων μέν ἐστιν ἀνάστασις, ἐνίων δὲ οὔ. Τοῦτο δὲ οὐκ ἔστι πληροφορία  πίστεως· οὕτω  γὰρ δεῖ πιστεύειν, ὡς περὶ ὁρωμένων·  καὶ  πολλῷ  πλέον.  Ἐνταῦθα  μὲν  γὰρ  καὶ  σφαλῆναι  ἔστιν  ἐν  τοῖς ὁρωμένοις,  ἐκεῖ  δὲ  οὔ·  καὶ  ἐνταῦθα  μὲν  τῇ  αἰσθήσει ἐπιτρέπομεν,  ἐκεῖ  δὲ  τῷ πνεύματι. Ἐῤῥαντισμένοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς· ἐνταῦθα δείκνυσιν ὅτι  οὐ  πίστις  μόνον,  ἀλλὰ  καὶ  βίος  ἐνάρετος  ζητεῖται,  καὶ  τὸ  μηδὲν  ἑαυτοῖς συνειδέναι  πονηρόν.  Οὐ γὰρ  δέχεται  τὰ  ἅγια  τοὺς  μὴ  οὕτω  διακειμένους  μετὰ πληροφορίας·  ἅγια γάρ ἐστι, καὶ Ἅγια ἁγίων.  Οὐκοῦν ἐνταῦθα  ἄνθρωπος  οὐδεὶς βέβηλος εἴσεισιν. Ἐκεῖνοι τὸ σῶμα ἐῤῥαντίζοντο, ἡμεῖς τὴν συνείδησιν· ὥστε ἔστι καὶ  νῦν  περιῤῥαντίζεσθαι,  ἀλλ'  αὐτῇ  τῇ  ἀρετῇ. Καὶ λελουμένοι  τὸ  σῶμα ὕδατι καθαρῷ.  Τὸ λουτρὸν  ἐνταῦθά  φησιν,  ὅπερ οὐκ  ἔστι σωμάτων  καθάρσιον, ἀλλὰ ψυχῆς. Πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος·  καὶ τί ἐπαγγειλάμενος  ἔστι πιστός; Ὅτι δεῖ ἀπελθεῖν  ἐκεῖ, καὶ εἰσελθεῖν  εἰς τὴν  βασιλείαν. Μηδὲν τοίνυν  περιεργάζου, μηδὲ λογισμοὺς ἀπαίτει· πίστεως δεῖται τὰ ἡμέτερα. Καὶ κατανοῶμεν, φησὶν, ἀλλήλους εἰς παροξυσμὸν  ἀγάπης  καὶ  καλῶν  ἔργων,  μὴ  ἐγκαταλείποντες   τὴν  ἐπισυναγωγὴν ἑαυτῶν, καθὼς ἔθος τισὶν, ἀλλὰ παρακαλοῦντες· καὶ τοσούτῳ μᾶλλον, ὅσῳ βλέπετε ἐγγίζουσαν τὴν ἡμέραν. Καὶ πάλιν ἑτέρωθι· Ὁ Κύριος ἐγγὺς, μηδὲν μεριμνᾶτε. Νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία· καὶ πάλιν· Ὁ καιρὸς συνεσταλμένος ἐστὶ λοιπόν. Τί ἐστι, Μὴ ἐγκαταλείποντες  τὴν ἐπισυναγωγὴν  ἑαυτῶν; Οἶδεν ἀπὸ τῆς συνουσίας καὶ τῆς  ἐπισυναγωγῆς  πολλὴν  οὖσαν τὴν  ἰσχύν. Ὅπου γάρ εἰσι δύο ἢ τρεῖς, φησὶν, συνηγμένοι εἰς τὸ ὄνομά μου, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν· καὶ πάλιν· Ἵνα ὦσιν ἓν, καθὼς καὶ ἡμεῖς ἕν ἐσμεν· καὶ πάλιν· Πάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία. Οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλ' ἐπειδὴ καὶ τὰ τῆς ἀγάπης αὐξάνεται διὰ τῆς ἐπισυναγωγῆς· τῆς δὲ ἀγάπης αὐξανομένης, ἀνάγκη καὶ τὰ τοῦ Θεοῦ ἕπεσθαι. Προσευχὴ δὲ ἦν, φησὶν, ἐκτενὴς ὑπὸ τοῦ λαοῦ γινομένη. Καθὼς ἔθος τισίν. Ἐνταῦθα οὐ μόνον παρῄνεσεν, ἀλλὰ καὶ ἐμέμψατο. Καὶ κατανοῶμεν, φησὶν, ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων. Οἶδε καὶ τοῦτο γινόμενον ἀπὸ τῆς ἐπισυναγωγῆς αὐτῶν. Καθάπερ γὰρ σίδηρος σίδηρον ὀξύνει, οὕτω καὶ ἡ συνουσία τὴν ἀγάπην αὔξει. Εἰ γὰρ λίθος πρὸς λίθον τριβόμενος πῦρ ἀφίησι, πόσῳ μᾶλλον ψυχὴ πρὸς ψυχὴν ἀναμιγνυμένη; Ὅρα· οὐκ, Εἰς ζῆλον,  φησὶν,  ἀλλ',  Εἰς παροξυσμὸν ἀγάπης.  Τί ἐστιν,  Εἰς παροξυσμὸν ἀγάπης; Εἰς τὸ μᾶλλον ἀγαπᾷν καὶ ἀγαπᾶσθαι. Προστίθησι δὲ, Καὶ καλῶν ἔργων, ὥσ τε ζῆλον λαβεῖν·  εἰκότως. Εἰ γὰρ τὸ ποιεῖν,  φησὶ, τοῦ λέγειν  μείζονα τὴν ἰσχὺν ἔχει πρὸς διδασκαλίαν· πολλοὺς ἔχετε καὶ ὑμεῖς διδασκάλους ἐν τῷ πλήθει διὰ τῶν  ἔργων  τοῦτο  ποιοῦντας.  Τί  ἐστι,  Προσερχώμεθα μετὰ  ἀληθινῆς   καρδίας; Τουτέστι, χωρὶς ὑποκρίσεως· Οὐαὶ γὰρ καρδίᾳ δειλῇ, καὶ χερσὶ παρειμέναις. Μηδεὶς ἔστω, φησὶ, ψεῦδος ἐν ὑμῖν· μὴ ἕτερα μὲν λέγωμεν, ἕτερα δὲ φρονῶμεν· τοῦτο γὰρ
ψεῦδος· μηδὲ ὀλιγοψυχῶμεν·  τοῦτο γὰρ οὐκ ἀληθινῆς  καρδίας· ἀπὸ γὰρ τοῦ μὴ πιστεύειν  τὸ  ὀλιγοψυχεῖν   γίνεται.  Πῶς  δὲ  ἔσται  τοῦτο;  Ἐὰν  πληροφορήσωμεν ἑαυτοὺς διὰ τῆς πίστεως. Ἐῤῥαντισμένοι τὰς καρδίας. ∆ιὰ τί μὴ εἶπε, Κεκαθαρμένοι,
ἀλλὰ, Ἐῤῥαντισμένοι;  Τὴν διαφορὰν  τῶν  περιῤῥαντήριων  δεῖξαι βουλόμενος, καὶ ὅτι  τὸ  μὲν  τοῦ  Θεοῦ, τὸ  δὲ  ἡμέτερον.  Τὸ μὲν  γὰρ  λοῦσαι  καὶ  περιῤῥᾶναι  τὴν συνείδησιν, τοῦ Θεοῦ· τὸ δὲ μετὰ ἀληθείας προσελθεῖν καὶ ἐν πληροφορίᾳ πίστεως,
ἡμέτερον. Εἶτα καὶ τῇ πίστει δίδωσιν ἰσχὺν ἀπὸ τῆς ἀληθείας τοῦ ἐπαγγειλαμένου. Τί ἐστι, Καὶ λελουμένοι τὸ σῶμα ὕδατι καθαρῷ; Ἤτοι τῷ καθαροὺς ποιοῦντι λέγει, ἢ τῷ μὴ ἔχοντι  αἷμα. Εἶτα προστίθησι τὸ τέλειον, τὴν ἀγάπην. Μὴ ἐγκαταλείποντες τὴν  ἐπισυναγωγὴν,  φησὶν,  ἑαυτῶν·  ὅπερ τινὲς,  φησὶ, ποιοῦσι, καὶ τὰς  συνόδους διατέμνουσι, τοῦτο αὐτοῖς ἀπαγορεύει. Ἀδελφὸς γὰρ ὑπὸ ἀδελφοῦ βοηθούμενος, ὡς πόλις ὀχυρά. Ἀλλὰ κατανοῶμεν ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης. Τί ἐστι, Κατανοῶμεν  ἀλλήλους;  Οἷον, εἴ  τις  ἐνάρετος,  τοῦτον  μιμώμεθα,  βλέπωμεν  εἰς αὐτὸν, ὥστε ἀγαπᾷν καὶ ἀγαπᾶσθαι· ἀπὸ γὰρ τῆς ἀγάπης τὰ καλὰ ἔργα γίνονται.

βʹ.Μέγα ἀγαθὸν ἡ σύνοδος· αὕτη γὰρ αὐτὴν θερμοτέραν ἐργάζεται, καὶ ἐξ αὐτῆς πάντα τίκτεται  τὰ ἀγαθά· οὐδὲν γάρ ἐστιν ἀγαθὸν, ὃ μὴ δι' ἀγάπης γίνεται.  Ταύτην οὖν κυρώσωμεν εἰς ἀλλήλους· Πλήρωμα γὰρ νόμου ἐστὶν ἡ ἀγάπη. Οὐ δεῖ πόνων ἡμῖν,οὐδὲ ἱδρώτων, ἐὰν ἀγαπῶμεν ἀλλήλους· αὐτόματός τίς ἐστιν ὁδὸς φέρουσα πρὸς τὴν ἀρετήν. Καθάπερ γὰρ ἐπὶ τῆς λεωφόρου,  ἐάν  τις  εὕρῃ τὴν  ἀρχὴν, ὁδηγεῖται  ὑπ' αὐτῆς, καὶ οὐ δεῖται χειραγωγοῦ·  οὕτω καὶ ἐπὶ τῆς ἀγάπης, μόνον  ἐπιλαβοῦ τῆς ἀρχῆς, καὶ εὐθέως χειραγωγῇ  ὑπ'  αὐτῆς καὶ εὐθύνῃ. Ἡ ἀγάπη, φησὶ, μακροθυμεῖ, χρηστεύεται, οὐ λογίζεται τὸ κακόν. Ἐὰν ἐννοήσῃ τις αὐτὸς ἑαυτὸν, πῶς διάκειται πρὸς ἑαυτὸν, καὶ οὕτω πρὸς τὸν πλησίον διακείσθω. Οὐδεὶς φθονεῖ  ἑαυτῷ, πάντα ἑαυτῷ  εὔχεται  τὰ ἀγαθὰ, πάντων  ἑαυτὸν  προτιμᾷ, πάντα  ὑπὲρ ἑαυτοῦ βούλεται ποιεῖν. Ἐὰν τοίνυν καὶ πρὸς τοὺς ἄλλους οὕτω διακεώμεθα, πάντα λέλυται τὰ δεινὰ, οὐκ  εἰσὶν  ἔχθραι,  οὐκ  ἔστι πλεονεξία·  τίς  γὰρ  ἂν  ἕλοιτο  πλεονεκτῆσαι  ἑαυτόν; Οὐδείς· ἀλλὰ  μᾶλλον  πᾶν  τοὐναντίον.  Οὐκοῦν κοινὰ  πάντα  κτησώμεθα, καὶ μὴ παυσώμεθα συνάγοντες  ἑαυτούς· κἂν  τοῦτο ποιῶμεν,  μνησικακία χώραν  οὐκ ἂν ἔχοι· τίς γὰρ ἕλοιτο ἂν ἑαυτῷ μνησικακεῖν; τίς ἂν ἕλοιτο ἑαυτῷ ὀργίζεσθαι; οὐχὶ μάλιστα πάντων ἑαυτοῖς συγγινώσκομεν; Ἐὰν οὕτω καὶ πρὸς τοὺς πλησίον διακεώμεθα, οὐδέποτε ἔσται μνησικακία. Καὶ πῶς δυνατὸν, φησὶ, τὸν πλησίον οὕτως
 ἀγαπῆσαι, ὡς αὐτὸς ἑαυτόν; Εἰ μὴ ἐποίησαν τοῦτο ἕτεροι, καλῶς ἀδύνατον εἶναι τοῦτο νομίζεις· εἰ δὲ ἐποίησαν, δῆλον ὅτι διὰ ῥᾳθυμίαν παρ' ἡμῶν οὐ γίνεται.Ἄλλως  δὲ, οὐδὲν ἀδύνατον  ἐπιτάττει  ὁ Χριστὸς, ὅπου γε πολλοὶ  καὶ ὑπερέβησαναὐτοῦ τὰ προστάγματα. Τίς οὖν ἐποίησε τοῦτο; Ὁ Παῦλος, ὁ Πέτρος, πᾶς ὁ τῶν ἁγίων χορός. Ἀλλ' ἐὰν μὲν εἴπω ὅτι τοὺς πλησίον ἠγάπησαν, οὐδὲν μέγα ἐρῶ· τοὺς ἐχθροὺς οὕτως ἠγάπησαν, ὡς οὐκ ἄν τις ἀγαπήσειε τοὺς ὁμοψύχους. Τίς γὰρ ἂν ἕλοιτο ἡμῶν ὑπὲρ τῶν ὁμοψύχων  εἰς γέενναν  ἀπελθεῖν, μέλλων  εἰς βασιλείαν ἀπιέναι; Οὐδείς· ἀλλὰ ὁ Παῦλος ὑπὲρ τῶν ἐχθρῶν τοῦτο εἵλετο, τῶν λιθασάντων αὐτὸν, τῶν μαστιξάντων. Ποία οὖν ἡμῖν ἔσται συγγνώμη, τίς παραίτησις, εἰ μηδὲ τὸ πολλοστὸν μέρος τῆς ἀγάπης, ἧς ἐπεδείξατο περὶ τοὺς ἐχθροὺς ὁ Παῦλος, ἡμεῖς περὶ τοὺς φίλους ἐπιδειξαίμεθα; Καὶ ὁ μακάριος δὲ Μωϋσῆς πρὸ τούτου ὑπὲρ τῶν  ἐχθρῶν  ἠθέλησε τῶν  λιθασάντων  αὐτὸν  ἐξαλειφθῆναι   τῆς  βίβλου  τοῦ  Θεοῦ· καὶ  ὁ  ∆αυῒδ  τοὺς ἀντιστάντας αὐτῷ ὁρῶν ἀναιρουμένους, φησίν· Ἐγὼ ὁ ποιμὴν ἥμαρτον, καὶ οὗτοι τί ἐποίησαν; καὶ τὸν Σαοὺλ εἰς χεῖρας λαβὼν, ἀνελεῖν  οὐκ ἠβουλήθη, ἀλλὰ διέσωζε, καὶ ταῦτα μέλλων  αὐτὸς κινδυνεύειν.  Εἰ δὲ ἐν τῇ Παλαιᾷ ταῦτα, τίνα συγγνώμην ἕξομεν  ἡμεῖς  οἱ  ἐν  τῇ  Καινῇ πολιτευόμενοι,  καὶ  μηδὲ  πρὸς  τὸ  αὐτὸ  ἐκείνοις φθάνοντες  μέτρον;  Εἰ γὰρ,  ἐὰν  μὴ  περισσεύσῃ ἡ  δικαιοσύνη  ἡμῶν  πλέον  τῶν Φαρισαίων καὶ Γραμματέων, οὐκ εἰσελευσόμεθα εἰς τὴν βασιλείαν τῶν  οὐρανῶν· ὅταν καὶ ἔλαττον ἐκείνων ἔχωμεν, πῶς εἰσελευσόμεθα; Ἀγαπᾶτε, φησὶ, τοὺς ἐχθροὺς ὑμῶν,  καὶ  ἔσεσθε ὅμοιοι  τοῦ  Πατρὸς ὑμῶν  τοῦ  ἐν  οὐρανοῖς.  Ἀγάπησον  τοίνυν ἐχθρόν· οὐ γὰρ ἐκεῖνον εὐεργετεῖς, ἀλλὰ σαυτόν. Πῶς; Ἴσος γίνῃ τοῦτο ποιῶν τῷ Θεῷ. Ἐκεῖνος ἐὰνἀγαπηθῇ  παρὰ σοῦ, οὐδὲν μέγα ἐκέρδανε· παρὰ γὰρ ὁμοδούλου ἠγαπήθη· σὺ δὲ ἐὰν ἀγαπήσῃς τὸν ὁμόδουλον, μέγα ἐκέρδανας· γίνῃ γὰρ ὅμοιος τῷ Θεῷ. Ὁρᾷς ὅτι οὐκ ἐκείνῳ χαρίζῃ, ἀλλὰ σαυτῷ; τὸ γὰρ ἔπαθλον οὐκ ἐκείνῳ τίθησιν, ἀλλὰ σοί. Τί οὖν, ἐὰν ᾖ πονηρὸς, φησί; Τοσούτῳ μείζων ὁ μισθός· καὶ τῆς πονηρίας ὀφείλεις αὐτῷ χάριν εἰδέναι, κἂν μυρία εὐεργετούμενος κακὸς ᾖ. Εἰ μὴ γὰρ σφόδρα κακὸς ἦν, οὐκ ἄν σοι σφόδρα ὁ μισθὸς ηὐξήθη. Ὥστε ἡ αἰτία τοῦ μὴ ἀγαπᾷν, τὸ λέγειν ὅτι πονηρός ἐστιν, αὕτη αἰτία ἐστὶ τοῦ ἀγαπᾷν. Ἆρον τὸν ἀνταγωνιστὴν,  καὶ ἀναιρεῖς τῶν στεφάνων τὴν ἀφορμήν. Οὐχ ὁρᾷς τοὺς ἀθλητὰς, πῶς θυλάκους ἄμμου πληρώσαντες, οὕτω γυμνάζονται; Σοὶ δὲ οὐ χρεία ἐπιτηδεῦσαι τοῦτο· γέμει ὁ βίος τῶν γυμναζόντων  σε, καὶ ποιούντων  ἰσχυρόν. Οὐχ ὁρᾷς ὅτι καὶ τὰ δένδρα ὅσῳ ἂν ὑπὸ  ἀνέμων  ῥιπίζηται,  τοσούτῳ  μᾶλλον  ἰσχυρότερα γίνεται  καὶ  πυκνότερα;  Καὶ ἡμεῖς   τοίνυν   ἂν   ὦμεν   μακρόθυμοι,  καὶ   ἰσχυροὶ  ἐσόμεθα·  Ἀνὴρ  γὰρ,  φησὶ, μακρόθυμος, πολὺς  ἐν  φρονήσει· ὁ δὲ ὀλιγόψυχος,  ἰσχυρῶς  ἄφρων.  Ὁρᾷς ὅσον τούτου τὸ ἐγκώμιον; ὁρᾷς ὅσον ἐκείνου τὸ κατηγόρημα; Ἰσχυρῶς ἄφρων, τουτέστι, πάνυ. Μὴ τοίνυν  μικροψυχῶμεν  πρὸς ἀλλήλους·  οὐ γὰρ ἀπὸ τῆς ἔχθρας γίνεται τοῦτο, ἀλλ' ἀπὸ τοῦ ψυχὴν μικρὰν ἔχειν· ὡς ἐὰν ᾖ ἰσχυρὰ, πάντα οἴσει ῥᾳδίως, καὶ οὐδὲν  αὐτὴν  καταποντίσαι  δυνήσε   ται,  ἀλλ'  εἰς  τοὺς  εὐδιεινοὺς  ἀπάξει λιμένας· ὧν γένοιτο  πάντας  ἡμᾶς ἐπιτυχεῖν,  χάριτι  καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ  Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος,τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |