ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Α΄ Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν

Πέμπτη 27 Οκτωβρίου 2016

Α΄ Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν




Ιωάννης Χρυσόστομος
Πρός Εβραίους
Τόμος 63



Α΄ Πολυμερῶς καὶ πολυτρόπως  πάλαι  ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις,  ἐπ' ἐσχάτων  τῶν  ἡμερῶν  τούτων  ἐλάλησεν  ἡμῖν  ἐν  Υἱῷ· ὃν  ἔθηκε κληρονόμον πάντων, δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν.

αʹ. Ὄντως ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. Τοῦτο γοῦν καὶ ἐνταῦθα ἐν τῷ προοιμίῳ αἰνίττεται  ὁ μακάριος Παῦλος πρὸς Ἑβραίους ἐπιστέλλων.  Ἐπειδὴ γὰρ εἰκὸς  ἦναὐτοὺς τεταλαιπωρημένους  καὶ τετρυχωμένους ὑπὸ τῶν κακῶν, καὶ ἀπὸ τούτων τὰ πράγματα κρίνοντας,  λογίζεσθαι ἑαυτοὺς ἐλάττους  πάντων  τῶν  ἄλλων,  δείκνυσι ταύτῃ μᾶλλον μείζονος ἀπολελαυκότας χάριτος καὶ σφόδρα ὑπερεχούσης, ἀπ' αὐτῆς τοῦ λόγου τῆς εἰσβολῆς διεγείρων  τὸν ἀκροατήν. ∆ιὰ τοῦτό φησι· Πολυμερῶς καὶ πολυτρόπως  πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ' ἐσχάτων τῶν  ἡμερῶν  τούτων  ἐλάλησεν  ἡμῖν  ἐν  Υἱῷ. ∆ιὰ τί  μὴ  ἀντέθηκεν  ἑαυτὸν  τοῖς προφήταις; καίτοι γε πολλῷ μείζων ἦν ἐκείνων, ὅσῳ καὶ μείζονα ἐπεπίστευτο. Ἀλλ' οὐ ποιεῖ τοῦτο, Τί δήποτε·


Πρῶτον μὲν τὸ περὶ ἑαυτοῦ μεγάλα λέγειν παραιτούμενος· δεύτερον δὲ, διὰ τὸ τοὺς ἀκροατὰς μηδέπω εἶναι τελείους· καὶ τρίτον, ἐπᾶραι μᾶλλον αὐτοὺς βουλόμενος, καὶ δεῖξαι πολλὴν οὖσαν τὴν ὑπεροχήν. Ὡς ἂν εἰ ἔλεγε· Τί μέγα ὅτι προφήτας ἔπεμψε πρὸς τοὺς . πατέρας ἡμῶν; ἔπεμψε γὰρ πρὸς ἡμᾶς αὐτὸν τὸν  Υἱὸν αὐτοῦ τὸν  μονογενῆ.  Καὶ καλῶς  ἤρξατο οὕτως  εἰπών·  Πολυμερῶς καὶ πολυτρόπως· δείκνυσι γὰρ ὅτι οὐδὲ αὐτοὶ οἱ προφῆται τὸν Θεὸν εἶδον· ὁ μέντοι Υἱὸς εἶδε. Τὸ γὰρ, Πολυμερῶς καὶ πολυτρόπως,  τουτέστι, διαφόρως.  Ἐγὼ γὰρ, φησὶν, ὁράσεις ἐπλήθυνα, καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην. Ὥστε οὐ κατὰ τοῦτο μόνον ἡ ὑπεροχὴ, ὅτι ἐκείνοις μὲν προφῆται ἀπεστάλησαν, ἡμῖν δὲ ὁ Υἱὸς, ἀλλ' ὅτι ἐκείνων μὲν οὐδεὶς εἶδε τὸν Θεὸν, ὁ δὲ Υἱὸς ὁ μονογενὴς εἶδε. Καὶ εὐθέως μὲν αὐτὸ οὐ τίθησι, διὰ δὲ τῶν ἑξῆς αὐτὸ κατασκευάζει, ὅταν περὶ τῆς ἀνθρωπότητος  λέγῃ· Πρὸς τίνα γὰρ τῶν ἀγγέλων  εἴρηκεν· Υἱός μου εἶ σὺ, καὶ, Κάθου ἐκ δεξιῶν μου; Καὶ ὅρα τὴν σύνεσιν αὐτοῦ τὴν πολλήν· πρῶτον ἀπὸ προφητῶν δείκνυσι τὴν ὑπεροχήν· εἶτα ὡς ὁμολογούμενον ἐκεῖνο κατασκευάσας, ἀποφαίνεται λοιπὸν, ὅτι ἐκείνοις μὲν διὰ τῶν προφητῶν  ἐλάλησεν, ἡμῖν δὲ διὰ τοῦ Μονογενοῦς. Εἰ δὲ καὶ δι' ἀγγέλων  ἐκείνοις (καὶ γὰρ καὶ ἄγγελοι ὡμίλησαν Ἰουδαίοις)· ἀλλὰ κἀν τούτῳ τὸ πλέον ἡμεῖς ἔχομεν, καὶ τοσοῦτον, ὅσον ἡμῖν  μὲν ∆εσπότης, ἐκείνοις  δὲ δοῦλοι· καὶ ἄγγελοι  γὰρ καὶ προφῆται  ὁμόδουλοι. Καὶ καλῶς  εἶπεν· Ἐπ' ἐσχάτων  τῶν  ἡμερῶν· καὶ τοῦτο γὰρ αὐτοὺς διανίστησι, καὶ παρακαλεῖ ἀπειρηκότας λοιπόν. Ὥσπερ γὰρ ἀλλαχοῦ λέγει, ὅτι  Ὁ  Κύριος  ἐγγὺς,  μηδὲν  μεριμνᾶτε·  καὶ  πάλιν,  Νῦν  γὰρ  ἐγγύτερον  ἡμῶν  ἡ σωτηρία, ἢ ὅτε ἐπιστεύσα  μεν· οὕτω καὶ ἐνταῦθα. Τί οὖν ἐστιν ὃ λέγει; Ὅτι πᾶς ὁ ἐν τῷ ἀγῶνι καταναλωθεὶς, ἐπειδὰν ἀκούσῃ τοῦ ἀγῶνος τὸ τέλος, ἀναπνεῖ μικρὸν, εἰδὼς ὅτι τῶν πόνων μέν ἐστι τὸ τέλος, τῆς δὲ ἀναπαύσεως ἀρχή. Ἐπ' ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ. Ἰδοὺ πάλιν τὸ, Ἐν Υἱῷ, διὰ τοῦ Υἱοῦ, φησὶ, πρὸς τοὺς λέγοντας τῷ Πνεύματι τοῦτο ἁρμόζειν. Ὁρᾷς ὅτι καὶ τὸ, ἐν, διὰ ἐστί; Καὶ τὸ, Πάλαι, καὶ τὸ, Ἐπ' ἐσχάτων τῶν ἡμερῶν, πάλιν ἕτερόν τι αἰνίττεται.  Ποῖον δὴ τοῦτο; Ὅτι πολλοῦ χρόνου γενομένου μέσου, ὅτε ἐμέλλομεν κολάζεσθαι, ὅτε ἐκλελοίπει τὰ χαρίσματα, ὅτε προσδοκία σωτηρίας οὐκ ἦν, ὅτε πανταχόθεν προσεδοκῶμεν ἔλαττον  ἔχειν,  τότε πλέον  ἐσχήκαμεν. Καὶ θέα πῶς συνετῶς αὐτὸ εἴρηκεν· οὐ γὰρ εἶπεν,  Ὁ Χριστὸς ἐλάλησε, καίτοι  γε αὐτὸς ἦν  ὁ λαλήσας· ἀλλ' ἐπειδὴ ἀσθενεῖς αὐτῶν ἦσαν αἱ ψυχαὶ, καὶ οὐδέπω ἀκούειν ἠδύναντο  τὰ περὶ τοῦ Χριστοῦ, Ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, φησί. Τί λέγεις; ὁ Θεὸς διὰ τοῦ Υἱοῦ ἐλάλησε; Ναί. Ποῦ οὖν ἡ ὑπεροχή; ἐνταῦθα μὲν γὰρ ἔδειξας, ὅτι καὶ ἡ Καινὴ καὶ ἡ Παλαιὰ ἑνός ἐστι καὶ τοῦ αὐτοῦ, οὐ πολλὴν  δὲ ταύτην  ὑπεροχὴν  οὖσαν. ∆ιὰ τοῦτο λοιπὸν  τούτῳ ἐπεξέρχεται τῷ λόγῳ, λέγων· Ἐλάλησεν ἡμῖν ἐν Υἱῷ. Ὅρα πῶς αὐτὸ κοινοποιεῖ, καὶ ἐξισοῖ τοῖς μαθηταῖς ἑαυτὸν ὁ Παῦλος, λέγων· Ἐλάλησεν ἡμῖν. Καίτοι γε αὐτῷ οὐκ ἐλάλησεν, ἀλλὰ τοῖς ἀποστόλοις, καὶ δι' αὐτῶν τοῖς πολλοῖς. Ἀλλ' ἐπαίρει αὐτοὺς, καὶ δείκνυσιν,  ὅτι καὶ αὐτοῖς  ἐλάλησεν,  ἅμα δὲ καθάπτεταί  πως  τῶν  Ἰουδαίων. Σχεδὸν γὰρ ἅπαντες, οἷς ἐλάλησαν οἱ προφῆται, μοχθηροί τινες ἦσαν καὶ μιαροί. Καὶ οὔπω περὶ τούτων ποιεῖται τὸν λόγον, τέως δὲ περὶ τῶν ὑπηργμένων παρὰ τοῦ Θεοῦ δωρεῶν. ∆ιὰ τοῦτο καὶ ἐπάγει· Ὃν ἔθηκε κληρονόμον ἁπάντων. Ἐνταῦθα τὴν σάρκα φησί· καθὼς καὶ ὁ ∆αυῒδ ἐν τῷ δευτέρῳ ψαλμῷ λέγει· Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου. Οὐκέτι γὰρ μερὶς Κυρίου Ἰακὼβ, οὐδὲ κλῆρος αὐτῷ ὁ Ἰσραὴλ, ἀλλὰ  πάντες.  Τί ἐστιν, Ὃν ἔθηκε κληρονόμον;  Τουτέστι, τοῦτον  Κύριον ἁπάντων  ἐποίησεν. Ὃ καὶ ἐν ταῖς Πράξεσιν ὁ Πέτρος ἔφη· Καὶ Κύριον καὶ Χριστὸν αὐτὸν ὁ Θεὸς ἐποίησε. Τῷ δὲ τοῦ κληρονόμου ὀνόματι κέχρηται, δύο δηλῶν, καὶ τὸ τῆς υἱότητος γνήσιον, καὶ τὸ τῆς κυριότητος ἀναπόσπαστον. Κληρονόμον πάντων· τουτέστι, τοῦ κόσμου παντός. Εἶτα πάλιν ἐπὶ τὸ πρότερον ἐπανάγει τὸν λόγον· ∆ι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησε.

βʹ. Ποῦ εἰσιν οἱ λέγοντες, Ἦν ὅτε οὐκ ἦν; Εἶτα ἀναβαθμοῖς χρώμενος, τὸ πολλῷ τούτων μεῖζον ὕστερον φθέγγεται  λέγων· Ὃς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, δι' ἑαυτοῦ καθαρισμὸν ποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς· τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον  παρ' αὐτοὺς κεκληρονόμηκεν  ὄνομα. Βαβαὶ τῆς συνέσεως τῆς ἀποστολικῆς! μᾶλλον δὲ οὐ τὴν τοῦ Παύλου σύνεσιν, ἀλλὰ τὴν τοῦ Πνεύματός ἐστι θαυμάσαι χάριν ἐνταῦθα. Οὐ γὰρ δὴ ἐξ οἰκείας διανοίας ταῦτα ἐφθέγξατο,  οὐδὲ τοσαύτην  σοφίαν  ἐξ  ἑαυτοῦ  εὗρεν·  πόθεν  γάρ;  ἀπὸ  τῆς  σμίλης  γὰρ  καὶ  τῶν δερμάτων,  ἢ τοῦ ἐργαστηρίου; ἀλλὰ θείας ἐνεργείας ἦν τὸ οὕτως εἰπεῖν.  Οὐ γὰρ αὐτοῦ ταῦτα τὰ νοήματα  ἔτικτεν  ἡ διάνοια, τότε μὲν οὕτω ταπεινὴ  καὶ εὐτελὴς οὖσα, ὡς τῶν ἀγοραίων μηδὲν ἔχειν πλέον· πῶς γὰρ ἡ περὶ συμβόλαια καὶ δέρματα καταναλωθεῖσα; ἀλλ' ἡ τοῦ Πνεύματος χάρις, ἢ δι' ὧν ἂν ἐθέλῃ τὴν ἰσχὺν αὐτῆς ἐπιδείκνυται.  Καθάπερ γὰρ εἰς ὑψηλὸν  τόπον τινὰ, καὶ πρὸς αὐτὴν  τοῦ οὐρανοῦ φθάνοντα τὴν κορυφὴν, εἴ τις παιδίον μικρὸν ἀναγαγεῖν  βούλοιτο, ἠρέμα καὶ κατὰ μικρὸν τοῦτο ποιεῖ, διὰ τῶν κάτωθεν βαθμῶν αὐτὸ ἀνάγων· εἶτα ἐπειδὰν ἄνω στήσῃ, καὶ κελεύσῃ κάτω προσέχειν, καὶ ἴδῃ ἰλιγγιῶν  καὶ θορυβούμενον καὶ σκοτοδινιῶν, λαβόμενος  αὐτοῦ κατάγει  πάλιν  ἐπὶ τὸ ταπεινότερον,  παρέχων  ἀναπνεῦσαι· εἶτα ὅταν ἀνακτήσηται αὐτὸ, πάλιν ἀνάγει, καὶ πάλιν κατάγει· οὕτω δὴ καὶ ὁ μακάριος Παῦλος ἐποίησε καὶ ἐπὶ τῶν  Ἑβραίων καὶ πανταχοῦ,  παρὰ τοῦ διδασκάλου τοῦτο μαθών.  Καὶ γὰρ  καὶ  αὐτὸς  οὕτως  ἐποίησε, ποτὲ  μὲν  ἀνάγων  εἰς  ὕψος,  ποτὲ  δὲ κατάγων τοὺς ἀκροατὰς, καὶ οὐκ ἀφεὶς ἐπιπολὺ κατὰ τὸ αὐτὸ ἐγχρονίζειν. Ὅρα γοῦν αὐτὸν καὶ ἐνταῦθα, δι' ὅσων αὐτοὺς ἀναγαγὼν ἀναβαθμῶν, καὶ πρὸς αὐτὴν στήσας τὴν κορυφὴν  τῆς εὐσεβείας, πρὶν ἰλιγγιᾶσαι  καὶ σκοτοδινίᾳ ἁλῶναι,  πῶς κατάγει πάλιν αὐτοὺς κατώτερον, καὶ διδοὺς ἀναπνεῦσαι, φησίν· Ἐλάλησεν ἡμῖν ἐν Υἱῷ· καὶ πάλιν, Ὃν ἔθηκε κληρονόμον πάντων. Τὸ γὰρ τοῦ Υἱοῦ ὄνομα τέως κοινόν. Ἔνθα μὲν γὰρ ἂν γνήσιος ὑπονοῆται, πάντων ἐστὶν ἀνώτερος· τέως δὲ ὅπως ἂν ᾖ, κατασκευάζει λοιπὸν καὶ δείκνυσιν ὅτι ἄνωθέν ἐστιν. Ὅρα δὲ καὶ πῶς πρῶτον ἐπὶ τὸν  ταπεινότερον  βαθμὸν ἵστησι λέγων· Ὃν ἔθηκε κληρονόμον  πάντων·  τὸ γὰρ, Κληρονόμον ἔθηκε, ταπεινόν·  εἶτα ἐπὶ τὸν ἀνώτερον,  ἐπαγαγών·  ∆ι' οὗ καὶ τοὺς αἰῶνας  ἐποίησεν· εἶτα ἐπὶ τὸν ὑψηλότερον,  καὶ μεθ' ὃν οὐκ ἔστιν ἕτερος· Ὃς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ. Ὄντως εἰς ἀπρόσιτον φῶς ἤγαγεν, εἰς αὐτὸ τὸ ἀπαύγασμα. Καὶ πρὶν ἢ σκοτωθῆναι, ὅρα πῶς πάλιν ἠρέμα κατάγει  λέγων·  Φέρων τε τὰ πάντα  τῷ  ῥήματι τῆς  δυνάμεως  αὐτοῦ, δι' ἑαυτοῦ καθαρισμὸν ποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης. Οὐχ ἁπλῶς εἶπεν· Ἐκάθισεν, ἀλλὰ, Μετὰ τὸν καθαρισμὸν ἐκάθισεν. Ἐπελάβετο γὰρ τῆς σαρκώσεως· καὶ πάλιν ταπεινὰ φθέγγεται.  Εἶτα πάλιν φθεγξάμενός τι ὑψηλὸν, Ἐν δεξιᾷ γὰρ, φησὶ, τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, πάλιν φθέγγεται τὸ ταπεινὸν διὰ τῆς ἐπαγωγῆς τῆς, Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρ' αὐτοὺς κεκληρονόμηκεν ὄνομα. Ἐνταῦθα γὰρ καὶ περὶ τῆς κατὰ σάρκα οἰκονομίας διαλέγεται· τὸ γὰρ, Κρείττων γενόμενος, οὐκ οὐσίας δηλωτικόν ἐστι τῆς κατὰ Πατέρα· ἐκείνη γὰρ οὐκ ἐγένετο, ἀλλὰ γεγέννηται· ἀλλὰ τῆς κατὰ σάρκα· αὕτη γὰρ ἐγένετο.  Ἀλλ'  οὐ περὶ οὐσιώσεως νῦν  ὁ λόγος  αὐτῷ· ἀλλ'  ὥσπερ Ἰωάννης λέγων· Ὁ ὀπίσω μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν, τοῦτο δηλοῖ, ὅτι ἐντιμότερος καὶ λαμπρότερος· οὕτω καὶ ἐνταῦθα Παῦλος εἰπών· Τοσούτῳ κρείττων γενόμενος ἀγγέλων, ὅτι βελτίων ἐδήλωσε καὶ εὐδοκιμώτερος, ὅσῳ διαφορώτερον παρ' αὐτοὺς κεκληρονόμηκεν ὄνομα. Ὁρᾷς ὅτι περὶ τοῦ κατὰ σάρκα ὁ λόγος  ἦν;  τοῦτο  γὰρ  τὸ  ὄνομα,  ὁ  Θεὸς  Λόγος, ἀεὶ  εἶχεν,  οὐχ  ὕστερον ἐκληρονόμησεν,  οὐδὲ τότε τῶν  ἀγγέλων  κρείττων  ἐγένετο,  ὅτε καθαρισμὸν τῶν ἁμαρτιῶν ἡμῶν ἐποιήσατο, ἀλλ' ἀεὶ κρείττων ἦν, καὶ κρείττων ἀσυγκρίτως. Περὶ δὲ τοῦ κατὰ σάρκα τοῦτο εἴρηται. Οὕτω γοῦν καὶ ἡμῖν ἔθος περὶ ἀνθρώπου διαλεγομένοις, καὶ ὑψηλὰ καὶ ταπεινὰ φθέγγεσθαι. Ὅταν μὲν γὰρ λέγωμεν, Οὐδὲν ἄνθρωπος,  γῆ ἄνθρωπος,  σποδὸς ἄνθρωπος,  ἀπὸ τοῦ χείρονος  τὸ πᾶν  καλοῦμεν· ὅταν δὲ λέγωμεν, Ἀθάνατον ζῶον ὁ ἄνθρωπος, καὶ λογικὸς ὁ ἄνθρωπος, καὶ ὅτι τῶν ἄνω  συγγενὴς,  ἀπὸ τοῦ κρείττονος  τὸ πᾶν  πάλιν  καλοῦμεν.  Οὕτω καὶ περὶ τοῦ Χριστοῦ, ποτὲ μὲν ἀπὸ τοῦ ἐλάττονος,  ποτὲ δὲ ἀπὸ τοῦ κρείττονος  διαλέγεται  ὁ Παῦλος, καὶ τὴν οἰκονομίαν συστῆσαι βουλόμενος, καὶ περὶ τῆς ἀκηράτου διδάξαι φύσεως.

γʹ. Ἐπεὶ οὖν καθαρισμὸν ἐποίησε τῶν ἁμαρτιῶν ἡμῶν, μένωμεν καθαροὶ, καὶ μηδεμίαν δεξώμεθα κηλῖδα, ἀλλὰ τὸ κάλλος, ὅπερ ἡμῖν ἐνέθηκε, καὶ τὴν εὐπρέπειαν διαφυλάττειν  οὕτω σπουδάζωμεν ἀμόλυντον καὶ καθαρὰν, ὥστε μηδένα σπῖλον ἔχειν ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων. Σπῖλος γάρ ἐστι καὶ ῥυτὶς καὶ τὰ μικρὰ τῶν ἁμαρτημάτων· οἷόν τι λέγω, λοιδορία, ὕβρις, ψεῦδος· μᾶλλον δὲ οὐδὲ ταῦτα μικρὰ, ἀλλὰ καὶ σφόδρα μεγάλα, καὶ οὕτω μεγάλα, ὡς καὶ τῆς βασιλείας ἀποστερεῖν τῶν οὐρανῶν. Πῶς καὶ τίνι  τρόπῳ; Ὁ καλῶν  τὸν ἀδελφὸν  αὑτοῦ μωρὸν, ἔνοχός ἐστι, φησὶν, εἰς τὴν  γέενναν  τοῦ πυρός. Εἰ δὲ ὁ μωρὸν καλῶν,  ὃ δοκεῖ πάντων  εἶναι κουφότερον, καὶ παίδων ὁμιλία· ὁ κακοήθη καλῶν καὶ κακοῦργον καὶ βάσκανον, καὶ μυρίοις ἑτέροις βάλλων ὀνείδεσι, τίνα οὐχ ὑποστήσεται κολάσεως δίκην; τί φρικωδέστερον τούτου; Ἀλλ' ἀνάσχεσθε, παρακαλῶ, τοῦ λόγου. Εἰ γὰρ ὁ ποιῶν ἑνὶ τῶν ἐλαχίστων, αὐτῷ ποιεῖ, καὶ ὁ μὴ ποιῶν ἑνὶ τῶν ἐλαχίστων, αὐτῷ οὐ ποιεῖ· πῶς οὐχὶ καὶ ἐπὶ τῆς εὐφημίας, καὶ ἐπὶ τῆς κατηγορίας ταὐτόν ἐστιν; Ὁ ὑβρίζων γὰρ τὸν ἀδελφὸν αὑτοῦ, τὸν Θεὸν ὕβρισε· καὶ ὁ τιμῶν τὸν ἀδελφὸν αὑτοῦ, τὸν Θεὸν τιμᾷ.


δʹ. Παιδεύωμεν οὖν τὴν γλῶτταν  εὔφημον εἶναι· Παῦσον γὰρ, φησὶ, τὴν γλῶσσάν σου ἀπὸ  κακοῦ.  Οὐ γὰρ  διὰ  τοῦτο  αὐτὴν  ἔδωκεν  ὁ  Θεὸς, ἵνα  κατηγορῶμεν,  ἵνα ὑβρίζωμεν, ἵνα  ἀλλήλους  διαβάλλωμεν·  ἀλλ' ἵνα  τὸν  Θεὸν ὑμνῶμεν,  ἵνα  ταῦτα λαλῶμεν ἃ δίδωσι χάριν τοῖς ἀκούουσι, τὰ πρὸς οἰκοδομὴν, τὰ πρὸς ὠφέλειαν. Εἶπες τὸν δεῖνα κακῶς; τί κερδαίνεις καὶ σαυτὸν μετ' ἐκείνου βλάβῃ περιβάλλων; δόξαν γὰρ ἔλαβες κακηγόρου. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν οὐδὲν κακὸν, ὃ μέχρι τοῦ πάσχοντος ἵσταται, ἀλλὰ καὶ τὸν ποιοῦντα περιλαμβάνει· οἷον, ὁ βάσκανος δοκεῖ μὲν ἐπιβουλεύειν ἑτέρῳ, πρότερος δὲ αὐτὸς ἀπολαύει τῆς ἀδικίας, τηκόμενος καὶ φθειρόμενος,  καὶ  παρὰ  πάντων   μισούμενος.  Ὁ  πλεονέκτης  ἀποστερεῖ  χρήματα ἕτερον, ἀλλὰ καὶ τὸ φιλεῖσθαι ἑαυτόν· μᾶλλον δὲ παρὰ πάντων ποιεῖ κακηγορεῖσθαι. Πολλῷ δὲ κρείττων ἀγαθὴ δόξα χρημάτων· τὴν μὲν γὰρ οὐ ῥᾴδιον ἀπονίψασθαι, τὰ δὲ ῥᾴδιον  ἀποκτήσασθαι· μᾶλλον  δὲ, τὰ μὲν  οὐ παρόντα  οὐδὲν  τὸν  οὐκ ἔχοντα ἔβλαψεν· ἡ δὲ μὴ παροῦσα ἐπονείδιστον   ποιεῖ καὶ καταγέλαστον, καὶ πᾶσιν ἐχθρὸν καὶ πολέμιον. Ὁ ὀργίλος πάλιν πρότερον ἑαυτὸν τιμωρεῖται σπαράττων, καὶ τότε ἐκεῖνον ᾧ ὀργίζεται. Οὕτως ὁ κακήγορος πρότερον ἑαυτὸν αἰσχύνει, καὶ τότε τὸν κακηγορούμενον· ἢ οὐδὲ τοῦτο ἴσως δεδύνηται, ἀλλ' ἀπῆλθεν οὗτος μὲν μιαροῦ τινος καὶ καταπτύστου δόξαν λαβὼν, ἐκεῖνον δὲ μᾶλλον φιλεῖσθαι παρασκευάζων. Ὅταν γὰρ ἀκούων κακῶς, μὴ τοῖς αὐτοῖς αὐτὸν ἀμύνηται, ἀλλ' ἐπαινῇ καὶ θαυμάζῃ· οὐκ ἐκεῖνον ἐπαινέσεται, ἀλλ' ἑαυτόν. Ὥσπερ γὰρ, ὅπερ ἔφθην εἰπὼν, αἱ κατὰ τῶν πλησίον κακηγορίαι τῶν ἐπιβουλευόντων  ἅπτονται  πρῶτον· οὕτω καὶ τὰ εἰς τοὺς πλησίον ἀγαθὰ τοὺς ἐργαζομένους εὐφραίνει πρῶτον. Ὁ γὰρ τίκτων  καὶ τὸ καλὸν καὶ τὸ κακὸν, εἰκότως πρῶτος αὐτὸς ἀπολαύει· καὶ καθάπερ ὕδωρ πηγαῖον  τό τε ἁλμυρὸν, τό τε πότιμον, καὶ τὰ τῶν προσαγόντων ἀγγεῖα πληροῖ, καὶ τὴν πηγὴν οὐκ ἐλαττοῖ τὴν ἐκφέρουσαν· οὕτω δὴ καὶ κακία καὶ ἀρετὴ, ὅθεν ἂν ἐξίῃ, ἐκεῖνον καὶ εὐφραίνει καὶ ἀπόλλυσι. Καὶ ταῦτα μὲν ἐνταῦθα. Τὰ δὲ ἐκεῖ τίς διηγήσεται λόγος, ἢ τὰ  ἀγαθὰ,  ἢ  τὰ  κακά;  Οὐκ ἔστιν  οὐδείς.  Τὰ χρηστὰ  μὲν  γὰρ  καὶ  πάντα  νοῦν ὑπερβαίνει,  οὐχὶ  λόγον  μόνον·  τὰ  ἐναντία   δὲ  εἴρηται  μὲν  τοῖς  ὀνόμασι  τοῖς συντρόφοις  ἡμῖν·  πῦρ γὰρ, φησὶν,  ἐστὶν  ἐκεῖ  καὶ σκότος καὶ δεσμὰ καὶ σκώληξ ἀτελεύτητος· οὐ ταῦτα δὲ μόνον παρίστησιν, ἅπερ εἴρηται, ἀλλ' ἕτερα χαλεπώτερα. Καὶ ἵνα μάθῃς, εὐθέως τοῦτο σκόπησον πρῶτον. Εἰπὲ γὰρ, εἰ πῦρ ἐστι, πῶς καὶ σκότος ἐστίν; Ὁρᾷς ὅτι χαλεπώτερον  τούτου τὸ πῦρ ἐκεῖνο; οὐ γὰρ ἔχει φῶς. Εἰ πῦρ ἐστι, πῶς ἀεὶ κατακαίει; Ὁρᾷς ὅτι χαλεπώτερον  τούτου τυγχάνει; οὐ γὰρ σβέννυται· διὰ γὰρ τοῦτο ἄσβεστον λέγεται.  Ἐννοήσωμεν τοίνυν  ὅσον ἐστὶ κακὸν κατακαίεσθαι διαπαντὸς, καὶ ἐν σκότῳ εἶναι, καὶ μυρία οἰμώζειν, καὶ βρύχειν τοὺς ὀδόντας, καὶ μηδὲ  ἀκούεσθαι.  Εἰ γὰρ  εἰς  δεσμωτήριόν  τις  ἐμβληθεὶς  ἐνταῦθα  τῶν  εὐγενῶς τεθραμμένων,   τὴν   δυσωδίαν   μόνον,  καὶ  τὸ  ἐν  σκότῳ  κεῖσθαι,  καὶ  τὸ  μετὰ ἀνδροφόνων   δεδέσθαι, παντὸς  θανάτου  χαλεπώτερον  εἶναί  φησιν·  ἐννόησον  τί ἐστιν, ὅταν μετὰ τῶν  τῆς οἰκουμένης  ἀνδροφόνων  κατακαιώμεθα,  μήτε ὁρῶντες μήτε ὁρώμενοι, ἀλλ' ἐν πλήθει τοσούτῳ νομίζοντες εἶναι μόνοι. Τὸ γὰρ σκότος καὶ τὸ ἀλαμπὲς οὐκ ἀφίησιν οὐδὲ τοὺς πλησίον ἡμᾶς διαγινώσκειν· ἀλλ' ὡς μόνος τοῦτο πάσχων  ἕκαστος, οὕτω διακείσεται. Εἰ δὲ σκότος θλίβει  καθ' ἑαυτὸ τὰς ἡμετέρας ψυχὰς καὶ θορυβεῖ· τί ἔσται ἄρα, ὅταν μετὰ τοῦ σκότους καὶ ὀδύναι τοσαῦται ὦσι καὶ ἐμπρησμοί; ∆ιὸ δέομαι ταῦτα διαπαντὸς  στρέφειν  παρ' ἑαυτοῖς, καὶ τῆς ἀπὸ τῶν ῥημάτων λύπης ἀνέχεσθαι, ἵνα μὴ τὴν διὰ τῶν πραγμάτων ὑπομείνωμεν  τιμωρίαν. Πάντως γὰρ ταῦτα πάντα  ἔσται, καὶ τοὺς ἄξια πράξαντας  τῶν  ἐκεῖ κολαστηρίων οὐδεὶς ἐξαιρήσεται, οὐ πατὴρ, οὐ μήτηρ, οὐκ ἀδελφὸς, κἂν πολλὴν παῤῥησίαν ἔχῃ, κἂν μεγάλα ἰσχύῃ πρὸς τὸν Θεόν. Ἀδελφὸς γὰρ οὐ λυτροῦται, φησί· λυτρώσεται ἄνθρωπος; Αὐτὸς γάρ ἐστιν ὁ ἀποδιδοὺς ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, καὶ ἀπὸ τούτων καὶ σωθῆναι ἔνι καὶ κολασθῆναι.  Ποιήσατε ὑμῖν φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας. Οὐκοῦν ὑπακούσωμεν, ∆εσποτικὴ γάρ ἐστιν ἐντολὴ,  καὶ τὰ περιττὰ  τοῦ πλούτου  εἰς τοὺς δεομένους  σκορπίσωμεν· ἐργασώμεθα ἐλεημοσύνην,  ἕως ἐσμὲν κύριοι· τοῦτο γάρ ἐστι τὸ, φίλους ποιεῖν ἐκ τοῦ μαμωνᾶ· κενώσωμεν τὰ χρήματα εἰς τοὺς  πένητας,  ἵνα  κενώσωμεν  ἐκεῖνο  τὸ  πῦρ,  ἵνα  σβέσωμεν αὐτὸ,  ἵνα  ἔχωμεν παῤῥησίαν ἐκεῖ. Καὶ γὰρ ἐκεῖ οὐχ οὗτοί εἰσιν οἱ δεχόμενοι ἡμᾶς, ἀλλὰ τὸ ἔργον τὸ ἡμέτερον. Ὅτι γὰρ οὐχ ἁπλῶς  τὸ φίλους  ἡμῖν  τούτους εἶναι  σῶσαι δύναται,  ἔνι τοῦτο μαθεῖν ἀπὸ τῆς προσθήκης. ∆ιὰ τί γὰρ οὐκ εἶπε, Ποιήσατε ὑμῖν φίλους, ἵνα δέξωνται  ὑμᾶς εἰς τὰς αἰωνίους  αὐτῶν  σκηνὰς, ἀλλὰ προσέθηκε καὶ τὸν τρόπον; εἰπὼν  γὰρ, Ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἔδειξεν ὅτι ἀπὸ τῶν  χρημάτων  προσήκει ποιῆσαι τούτους φίλους,  δηλῶν  ὅτι οὐχ ἁπλῶς  προστήσεται ἡμῶν  φιλία,  ἐὰν μὴ ἔργα ἔχωμεν ἀγαθὰ, ἐὰν μὴ τὸν ἀδίκως συλλεγέντα πλοῦτον δικαίως κενώσωμεν. Οὗτος δὲ ὁ λόγος  ἡμῖν  ὁ τῆς  ἐλεημοσύνης οὐ πρὸς τοὺς πλουσίους μόνον ἁρμόσει, ἀλλὰ καὶ πρὸς τοὺς πένητας. Κἂν ᾖ τις ἐκ τοῦ προσαιτεῖν τρεφόμενος, καὶ πρὸς αὐτόν ἐστιν ὁ λόγος οὗτος· οὐ γάρ ἐστιν, οὐκ ἔστιν οὕτως οὐδεὶς πένης, κἂν σφόδρα πένης ᾖ, ὡς δύο λεπτῶν  μὴ εὐπορεῖν. Ἔνεστι γοῦν καὶ ἐξ ὀλίγων  ὀλίγα δόντα, τοὺς πολλὰ κεκτημένους ὑπερβαλέσθαι πλείονα διδόντας· καθάπερ κἀκείνη ἡ χήρα. Οὐ γὰρ τῷ μέτρῳ τῶν  διδομένων,  ἀλλὰ τῇ δυνάμει καὶ τῇ προαιρέσει τῶν διδόντων κρίνεται τῆς ἐλεημοσύνης τὸ μέγεθος. Ὥστε πανταχοῦ προαιρέσεως ἡμῖν δεῖ, πανταχοῦ τῆς πρὸς τὸν Θεὸν ἀγάπης. Ἐὰν μετὰ ταύτης ἅπαντα πράττωμεν, κἂν μικρὰ ἔχοντες  μικρὰ δῶμεν,  οὐκ ἀποστρέψει ὁ Θεὸς τὸ πρόσωπον  αὑτοῦ,  ἀλλὰ δέξεται ὡς μεγάλα καὶ θαυμαστά. Τῇ γὰρ προαιρέσει, οὐ τοῖς διδομένοις προσέχει· κἂν ἐκείνην  ἴδῃ μεγάλην  οὖσαν, ταύτῃ τίθεται  τὰς ψήφους  καὶ κρίσεις, καὶ τῶν αἰωνίων  ἀγαθῶν  ποιεῖ  μετόχους· ὧν  γένοιτο  πάντας  ἡμᾶς ἐπιτυχεῖν,  χάριτι  καὶ φιλανθρωπίᾳ.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |