ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ∆ʹ Ἐγὼ δὲ μάρτυρα τὸν Θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχὴν

Πέμπτη 27 Οκτωβρίου 2016

∆ʹ Ἐγὼ δὲ μάρτυρα τὸν Θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχὴν




Ιωάννης Χρυσόστομος
Πρός Κορινθίους Β΄
Τόμος 61

∆ʹ Ἐγὼ δὲ μάρτυρα τὸν Θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχὴν, ὅτι φειδόμενος ὑμῶν, οὐκέτι ἦλ θον εἰς Κόρινθον.

αʹ. Τί φὴς, ὦ μακάριε Παῦλε; φειδόμενος αὐτῶν οὐκ  ἦλθες  εἰς  Κόρινθον;  Οὐκοῦν  ἐναντιολογίαν  τινὰ  ἡμῖν  εἰσάγεις  ἐνταῦθα. Ἀνωτέρω μὲν γὰρ ἔλεγες, ὅτι διὰ τοῦτο οὐκ ἦλθες, ἐπειδὴ οὐ κατὰ σάρκα βουλεύῃ, οὐδὲ κύριος εἶ σαυτοῦ, ἀλλ' ὑπὸ τῆς τοῦ Πνεύματος ἐξουσίας πανταχοῦ περιάγῃ, καὶ τὰς θλίψεις εἰς μέσον ἦγες· ἐνταῦθα δὲ σὸν φὴς εἶναι τὸ μὴ ἐλθεῖν, οὐκέτι τῆς τοῦ Πνεύματος ἐξουσίας· καὶ γάρ φησιν, ὅτι Φειδόμενος ὑμῶν, οὐκ ἦλθον εἰς Κόρινθον. Τί οὖν ἔστιν εἰπεῖν; Ἢ ὅτι καὶ τοῦτο αὐτὸ τοῦ Πνεύματος ἦν, καὶ ἠθέλησε μὲν αὐτὸς ἐλθεῖν, ὑπέβαλε δὲ τὸ Πνεῦμα μὴ παραγενέσθαι, τὴν φειδὼ τὴν αὐτῶν προβαλλόμενον·  ἢ  περὶ  ἑτέρας  λέγει  παρουσίας, δηλῶν  ὅτι  πρὶν  ἢ  γράψαι  τὴν προτέραν ἐπιστολὴν, ἠθέλησεν ἐλθεῖν,  καὶ κατέσχεν ἑαυτὸν δι' ἀγάπην, ὥστε μὴ ἀδιορθώτοις ἐπιστῆναι.


 Εἰκὸς δὲ καὶ μετὰ τὴν δευτέραν Ἐπιστολὴν, τοῦ Πνεύματος μηκέτι κωλύοντος αὐτὸν, ἑκόντα διὰ τὴν αἰτίαν ταύτην μεῖναι. Ὁ καὶ μᾶλλόν ἐστιν ὑποπτεῦσαι, ὅτι παρὰ μὲν τὴν  ἀρχὴν  τὸ Πνεῦμα ἐκώλυεν·  ὕστερον δὲ καὶ αὐτὸς ἐπιλογισάμενος  ὅτι  τοῦτο  βέλτιον,  ἔμεινε.  Σὺ δέ  μοι  σκόπει πῶς  πάλιν  ἑαυτοῦ μέμνηται, ὃ συνεχῶς λέγειν οὐ παύσομαι, ἀπὸ τῶν ἐναντίων  ἑαυτῷ συνιστάμενος. Ἐπειδὴ γὰρ καὶ τοῦτο εἰκὸς ἦν ὑποπτεύειν  αὐτοὺς, καὶ λέγειν, ὅτι ∆ιὰ τοῦτο οὐκ ἠθέλησας  ἐλθεῖν·  ἐμίσησας γὰρ  ἡμᾶς·  δείκνυσι  τοὐναντίον,   ὅτι  διὰ  τοῦτο  οὐκ ἠθέλησεν,  ἐπειδὴ  ἐφίλει  αὐτούς. Τί δέ ἐστι τὸ, Φειδόμενος; Ἤκουσα, φησὶν,  ὅτι ἐπόρνευσάν τινες παρ' ὑμῖν· οὐκ ἤθελον οὖν ἐλθὼν λυπῆσαι ὑμᾶς. Καὶ γὰρ ἀνάγκη παρόντα ἐξετάσαι τὸ πρᾶγμα, καὶ ἐπεξελθεῖν  καὶ κολάσαι, καὶ πολλοὺς ἀπαιτῆσαι δίκην. Βέλτιον οὖν εἶναι ἐνόμισα ἀπεῖναι, καὶ ἐνδοῦναι μετανοῆσαι, ἢ παρὼν ἐπεξελθεῖν,  καὶ  παροξυνθῆναι  μειζόνως.  Καὶ γὰρ  πρὸς  τῷ  τέλει  τῆς  Ἐπιστολῆς  σαφῶς αὐτὸ παρεδήλωσεν εἰπών· Φοβοῦμαι μή πως ἐλθόντα με ταπεινώσῃ ὁ Θεός μου πρὸς ὑμᾶς, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων  ἐπὶ  τῇ  ἀσελγείᾳ  καὶ  ἀκαθαρσίᾳ, ᾗ  ἔπραξαν.  Τοῦτο  τοίνυν  καὶ ἐνταῦθα ἐνδείκνυται, καὶ λέγει μὲν αὐτὸς ὡς ἀπολογούμενος, ἐπιστύφει δὲ αὐτοὺς σφοδρότατα, καὶ φοβεῖ. Καὶ γὰρ ᾐνίξατο τιμωρίας ὄντας αὐτοὺς ὑπευθύνους, καί τι καὶ πεισομένους, εἰ μὴ ταχέως  διορθωθεῖεν.  Ὃ καὶ αὐτὸ πάλιν  ἐν τῷ  τέλει  τῆς Ἐπιστολῆς φησιν, ὅτι Ἐὰν ἔλθω  εἰς τὸ πάλιν,  οὐ φείσομαι. Πλὴν ἀλλ' ἐκεῖ μὲν σαφέστερον, ἐνταῦθα δὲ, ἐπειδὴ προοίμιον ἦν, οὐχ οὕτως αὐτὸ λέγει, ἀλλ' ὑπεσταλμένως· καὶ οὐδὲ τούτῳ  ἀρκεῖται, ἀλλὰ  καὶ αὐτὸ τοῦτο πάλιν  θεραπεύει, ἐπιδιορθώσει κεχρημένος. Ἐπειδὴ γὰρ ὥσπερ ἐξουσίαν πολλὴν  ἐνδεικνυμένου  τὸ ῥῆμα ἦν·  (φείδεται  γάρ  τις  ἐκείνων,  οὓς  καὶ  κολάσαι κύριός  ἐστι), τοῦτο  αὐτὸ παραμυθούμενος, καὶ τὸ δοκοῦν εἶναι τραχὺ συσκιάζων φησίν· Οὐχ ὅτι κυριεύομεν ὑμῶν τῆς πίστεως. Τουτέστι, Οὐ διὰ τοῦτο εἶπον, ὅτι φειδόμενος ὑμῶν οὐκ ἦλθον, ὡς κυριεύων ὑμῶν. Καὶ οὐκ εἶπεν, Ὑμῶν, ἀλλὰ, Τῆς πίστεως· ὃ καὶ πραότερον ἦν καὶ ἀληθέστερον.  Τὸν  γὰρ  μὴ  βουλόμενον  πιστεῦσαι  τίς  κύριος  ἀναγκάσαι;  Ἀλλὰ συνεργοί ἐσμεν τῆς χαρᾶς ὑμῶν. Ἐπειδὴ γὰρ, φησὶν, ἡ χαρὰ ὑμῶν ἡμετέρα ἐστὶν, οὐκ ἦλθον,  ἵνα μὴ ἐμβάλω εἰς λύπην  ὑμᾶς, καὶ αὐξήσω τὴν ἀθυμίαν  τὴν ἐμήν· ἀλλ' ἔμεινα, ἵνα διορθωθέντες  ἀπὸ τῆς ἀπειλῆς, εὐφρανθῆτε. Πάντα γὰρ ποιοῦμεν ὑπὲρ τῆς χαρᾶς τῆς ὑμετέρας, καὶ ὑπὲρ τούτου σπεύδομεν, ἐπειδὴ καὶ αὐτοὶ κοινωνοῦμεν αὐτῇ. Τῇ γὰρ πίστει ἑστήκατε. Ὅρα πάλιν ὑπεσταλμένως διαλεγόμενον. ∆έδοικε γὰρ αὐτῶν  καθάψασθαι πάλιν, ἐπειδὴ σφοδρῶς αὐτῶν  ἐν τῇ προτέρᾳ  καθίκετο Ἐπιστολῇ, καί τινα μεταβολὴν ἐπεδείξαντο· καὶ ἔμελλεν αὐτοὺς τοῦτο ἀνατρέπειν, εἰ μεταβαλλόμενοι πάλιν τὴν αὐτὴν ἐπιτίμησιν ὑπέμενον. ∆ιὸ πολλῷ τῆς προτέρας ἡμερωτέρα αὕτη. Ἔκρινα δὲ ἐμαυτῷ τὸ μὴ πάλιν  ἐν λύπῃ ἐλθεῖν  πρὸς ὑμᾶς. Τὸ, Πάλιν, δείκνυσι καὶ ἤδη λυπηθέντα  ἐκεῖθεν· καὶ δοκῶν ἀπολογεῖσθαι, λεληθότως αὐτῶν καθάπτεται. Εἰ δὲ καὶ ἤδη ἐλύπησαν, καὶ πάλιν  ἔμελλον  λυπεῖν,  ἐννόησον ὅσην εἰκὸς γενέσθαι τὴν ἀηδίαν. Ἀλλὰ τοῦτο μὲν οὐ λέγει, ὅτι Ἐλυπήσατε· ἑτέρως δὲ μεθοδεύει τὸν  λόγον  τὸ αὐτὸ τοῦτο αἰνιττόμενος,  καὶ λέγων,  ὅτι ∆ιὰ τοῦτο οὐκ ἦλθον,  ἵνα  μὴ  λυπήσω  ὑμᾶς·  ὃ  τὴν  αὐτὴν  μὲν  ἰσχὺν  ἔχει  τούτῳ  ᾧ  εἶπον, εὐπαράδεκτον δὲ μᾶλλόν ἐστι. Εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς, καὶ τίς ἐστιν ὁ εὐφραίνων με, εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ; Ποία αὕτη ἀκολουθία; Μεγίστη μὲν οὖν. Σκόπει δέ· Οὐκ ἠθέλησα,  φησὶν,   ἐλθεῖν   πρὸς  ὑμᾶς,  ἵνα   μὴ  λυπήσω   ὑμᾶς  πλέον,   ἐπιτιμῶν, ἀγανακτῶν,  ἀποστρεφόμενος. Εἶτα ἐπειδὴ καὶ αὐτὸ σφοδρὸν ἦν, καὶ κατηγορίαν αὐτῶν εἶχεν, εἴ γε οὕτως ἔζων ὡς Παῦλον λυπεῖν, ἐπιδιορθώσει χρώμενος, φησίν· Εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς, καὶ τίς ἐστιν ὁ εὐφραίνων με, εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Εἰ δὲ καὶ ἐν λύπῃ ἔμελλον εἶναι, ἀναγκαζόμενος ὑμῖν ἐπιτιμᾷν καὶ ὁρᾷν λυπουμένους, ἀλλ' ὅμως καὶ αὐτὸ τοῦτο ηὔφραινέ με. Μεγίστης γὰρ τοῦτο ἀγάπης τεκμήριον, τὸ τοσούτου παρ' ὑμῖν ἄξιον εἶναί με, ὡς δύνασθαι δάκνειν ὑμᾶς ἀποστρεφόμενον.

βʹ. Καὶ ὅρα σύνεσιν. Ὃ γὰρ τοῦ νόμου τῶν μαθητῶν ἦν, τὸ ἀλγεῖν καὶ αἰσθάνεσθαι ἐπιτιμωμένους, τοῦτο ὡς χαριζομένους αὐτοὺς εἰσάγει. Οὐδεὶς γάρ με οὕτως εὐφραίνει, φησὶν, ὡς ἐκεῖνος ὁ ἐπιστρεφόμενος τῶν ἐμῶν ῥημάτων, καὶ λυπούμενος ὅταν βλέπῃ με ὀργιζόμενον. Καίτοι τὸ ἀκόλουθον ἦν εἰπεῖν. Εἰ γὰρ ἐγὼ λυπῶ  ὑμᾶς, καὶ τίς ἐστιν ὁ δυνάμενος  ὑμᾶς εὐφρᾶναι; ἀλλ' οὐ λέγει τοῦτο, ἀλλ' ἀντιστρέφει πάλιν αὐτὸ, θεραπεύων αὐτοὺς, καὶ λέγων· Εἰ καὶ λυπῶ ὑμᾶς, χάριν μοι παρέχετε κἀν τούτῳ μεγίστην, ὅτι δάκνεσθε ὑπὸ τῶν παρ' ἐμοῦ λεγομένων. Καὶ γὰρ ἔγραψα ὑμῖν αὐτὸ τοῦτο. Ποῖον; Ὅτι διὰ τοῦτο οὐκ ἦλθον, φειδόμενος ὑμῶν. Πότε ἔγραφεν; ἐν τῇ προτέρᾳ, ὅτε ἔλεγεν· Οὐ θέλω ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν; Οὐκ ἔγωγε οἶμαι, ἀλλ' ἐν αὐτῇ τῇ Ἐπιστολῇ, ὅτε εἶπε. Μὴ ἐλθόντα με πάλιν ταπεινώσῃ ὁ Θεός μου πρὸς ὑμᾶς. Ἔγραψα οὖν αὐτὸ τοῦτο πρὸς τῷ τέλει, φησί· Μή πως ἐλθόντα με ταπεινώσῃ  ὁ Θεός μου, καὶ  πενθήσω  πολλοὺς  τῶν  προημαρτηκότων.  ∆ιὰ τί  δὲ ἔγραφες; Ἵνα μὴ ἐλθὼν  λύπην σχῶ ἀφ'  ὧν ἔδει με χαίρειν, πεποιθὼς  ἐπὶ πάντας ὑμᾶς, ὅτι ἡ ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστιν. Ἐπειδὴ γὰρ εἶ  πεν, ὅτι Εὐφραίνομαι, ἀλγούντων ὑμῶν, καὶ ἔτι αὐθαδέστερον τοῦτο ἦν καὶ τραχύτερον, πάλιν αὐτὸ ἀνέστρεψεν  ἑτέρως, καὶ ἡμερώτερον  αὐτὸ ἐποίησεν οἷς ἐπήγαγε.  ∆ιὰ τοῦτο γὰρ, φησὶ, προέγραψα ὑμῖν, ἵνα μὴ ἐν ὀδύνῃ ὑμᾶς εὕρω μὴ διορθωθέντας.  ∆ιὰ τοῦτο εἶπον, Ἵνα μὴ λυπηθῶ, οὐ τὸ ἐμαυτοῦ σκοπῶν, ἀλλὰ τὸ ὑμέτερον. Οἶδα γὰρ, ὅτι ἐὰν ἴδητε χαίροντα, χαίρετε· κἂν θεάσησθε ἀλγοῦντα, ἀλγεῖτε. Ὅρα τοίνυν ἄνωθεν τὴν ἀκολουθίαν τῶν εἰρημένων· οὕτω γὰρ εὐμαθέστερος ἡμῖν ἔσται ὁ λόγος. Οὐκ ἦλθον, φησὶν, ἵνα μὴ λυπήσω ὑμᾶς, ἀδιορθώτους εὑρών. Τοῦτο δὲ ἐποίουν, οὐ τὸ ἐμαυτοῦ σκοπῶν, ἀλλὰ τὸ ὑμέτερον. Ἐγὼ μὲν γὰρ λυπουμένων ὑμῶν, ἔχω ἡδονὴν οὐ μικρὰν, ὅταν ἴδω τοσοῦτον ἐμοῦ φροντίζοντας, ὡς καὶ λυπεῖσθαι καὶ ἀλγεῖν ἀγανακτοῦντος ἐμοῦ. Τίς γάρ ἐστιν ὁ εὐφραίνων  με, εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ; Πλὴν ἀλλὰ καὶ οὕτω διακείμενος, ἐπειδὴ τὸ ὑμέτερον σκοπῶ, ἔγραψα ὑμῖν τὸ αὐτὸ τοῦτο, ἵνα μὴ λυπηθῶ· καὶ ἐν τούτῳ πάλιν οὐ τὸ ἐμὸν σκοπῶν, ἀλλὰ τὸ ὑμέτερον. Οἶδα γὰρ ὅτι καὶ ὑμεῖς μέλλετε λυπεῖσθαι, ἀλγοῦντά με ὁρῶντες, ὥσπερ οὖν καὶ εὐφραίνεσθαι, χαίροντα  θεωροῦντες.  Σκόπει τοίνυν  σύνεσιν· Εἶπεν· Ἵνα μὴ λυπήσω οὐκ ἦλθον, καίτοι γε εὐφραίνομαι, φησίν. Εἶτα ἵνα μὴ δόξῃ ἐκείνων ἀλγούντων  εὐφραίνεσθαι, Κατὰ τοῦτο, φησὶ, χαίρω, καθὸ καθάπτομαι· ἐπεὶ καθ' ἕτερον λυποῦμαι, ὅταν τοὺς οὕτω φιλοῦντας  ἀναγκάζωμαι λυπεῖν, οὐ τούτῳ μόνον τῷ ἐπιτιμᾷν, ἀλλὰ τῷ καὶ αὐτὸς ἐν λύπῃ εἶναι, καὶ ὑμᾶς διὰ τούτου πάλιν λυπεῖν. Σκόπει δὲ πῶς αὐτὸ καὶ μετ' ἐγκωμίου   τίθησι   λέγων·   Ἀφ'   ὧν   ἔδει   με   χαίρειν.   Τοῦτο   γὰρ   γνησιότητα μαρτυροῦντός ἐστι, καὶ πολλὴν  φιλοστοργίαν· ὡς ἂν εἰ περὶ υἱῶν  τις εἶπε πολλὰ εὐεργετηθέντων,   καὶ  περὶ  οὓς  ἐπόνησεν.  Εἰ τοίνυν  διὰ  τοῦτο  γράφω,  καὶ  οὐκ ἔρχομαι, μέγα τι οἰκονομῶν οὐκ ἔρχομαι, καὶ οὐ μισῶν οὐδὲ ἀποστρεφόμενος, ἀλλὰ καὶ σφόδρα φιλῶν. Εἶτα, ἐπειδὴ εἶπεν, ὅτι Ὁ λυπῶν εὐφραίνει, ἵνα μὴ λέγωσι· Τοῦτο οὖν αὐτὸ σπουδάζεις, ἵνα εὐφραίνῃ καὶ ἐπιδείξῃ πᾶσι πόσην ἔχῃς ἰσχύν; ἐπήγαγεν· Ἐκ γὰρ πολλῆς θλίψεως  καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν  δακρύων· οὐχ ἵνα λυπηθῆτε, ἀλλὰ τὴν ἀγάπην ἵνα γνῶτε, ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς. Τί ταύτης  φιλοστοργότερον  τῆς ψυχῆς; Αὐτῶν γὰρ τῶν  ἡμαρτηκότων  οὐκ ἔλαττον, ἀλλὰ καὶ πολλῷ  πλέον δείκνυσιν ἑαυτὸν ἀλγήσαντα. Οὐ γὰρ, Ἀπὸ θλίψεως, φησὶ μόνον, ἀλλ', Ἀπὸ πολλῆς· οὐδὲ, ∆ακρύων, ἀλλὰ ∆ιὰ πολλῶν δακρύων καὶ συνοχῆς καρδίας·  τουτέστιν,  Ἀπηγχονιζόμην,  ἀπεπνιγόμην  ὑπὸ  τῆς  ἀθυμίας·  καὶ  μηκέτι φέρων τῆς ἀθυμίας τὸ νέφος, ἔγραψα ὑμῖν· Οὐχ ἵνα λυπηθῆτε, ἀλλ' ἵνα γνῶτε τὴν ἀγάπην, φησὶν, ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς. Καίτοι τὸ ἀκόλουθον ἦν εἰπεῖν· Οὐχ ἵνα λυπηθῆτε, ἀλλ' ἵνα διορθωθῆτε· καὶ γὰρ διὰ τοῦτο ἔγρα  ψεν· ἀλλ' οὐ λέγει τοῦτο, ἀλλὰ  καταγλυκαίνων   μᾶλλον  τὸν  λόγον,  καὶ  εἰς  μεῖζον  φίλτρον  αὐτοὺς ἐπισπώμενος, τοῦτο ἀντ' ἐκείνου τίθησι, δεικνὺς ὅτι πάντα ἀπὸ ἀγάπης ποιεῖ. Καὶ οὐχ ἁπλῶς  φησιν, Ἀγάπην, ἀλλ',  Ἣν ἔχω  περισσοτέρως εἰς ὑμᾶς. Βούλεται γὰρ αὐτοὺς καὶ ταύτῃ ἐπισπάσασθαι, τῷ δεῖξαι ὅτι πλέον πάντων  αὐτοὺς φιλεῖ, καὶ ὡς περὶ ἐξαιρέτους μαθητὰς διάκειται. ∆ιό φησιν· Εἰ καὶ ἄλλοις  οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι· καὶ, Ἐὰν πολλοὺς παιδαγωγοὺς ἔχητε, ἀλλ' οὐ πολλοὺς πατέρας· καὶ πάλιν, Ἐν χάριτι Θεοῦ ἀνεστράφημεν ἐν τῷ κόσμῳ, περισσοτέρως δὲ πρὸς ὑμᾶς· καὶ προϊών φησι· Καὶ περισσοτέρως ὑμᾶς ἀγαπῶν,  ἧττον  ἀγαπῶμαι· καὶ ἐνταῦθα, Ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς. γʹ. Ὥστε εἰ καὶ θυμοῦ τὰ ῥήματα ἔγεμεν, ἀλλ' ἐξ ἀγάπης  ἦν  πολλῆς  καὶ  ὀδύνης  ὁ θυμός. Καὶ γράφων  τὴν  Ἐπιστολὴν,  ἔπασχον, ἤλγουν, οὐχ ὅτι ἡμαρτήκατε μόνον, ἀλλ' ὅτι καὶ ἠναγκαζόμην λυπεῖν. Καὶ τοῦτο δὲ αὐτὸ ἐξ ἀγάπης· ὥσπερ ἂν ἔχων τις παῖδα γνήσιον σηπεδόνα ἔχοντα, ἀναγκαζόμενος τέμνειν καὶ καίειν, δι' ἀμφότερα πάσχοι, καὶ ὅτι νοσεῖ, καὶ ὅτι ἀναγκάζεται αὐτὸν τέμνειν. Ὥστε ὃ νομίζετε εἶναι τοῦ μισεῖν ὑμᾶς σημεῖον, τοῦτο τοῦ σφόδρα φιλεῖν ἦν.  Εἰ δὲ τὸ  λυπῆσαι  ἐξ ἀγάπης,  πολλῷ  μᾶλλον  τὸ  εὐφραίνεσθαι  λυπουμένων. Ἀπολογησάμενος τοίνυν ὑπὲρ ἑαυτοῦ (καὶ γὰρ ἀπολογεῖται πολλαχοῦ· καὶ οὐκ αἰσχύνεται· εἰ γὰρ ὁ Θεὸς αὐτὸ ποιεῖ λέγων, Λαός μου, τί ἐποίησά σοι; πολλῷ μᾶλλον Παῦλος)· ἀπολογησάμενος  οὖν ὑπὲρ ἑαυτοῦ, καὶ μέλλων  μετιέναι  λοιπὸν  ἐπὶ τὴν ἀπολογίαν τὴν ὑπὲρ τοῦ πεπορνευκότος· ἵνα μὴ διαστραφῶσιν ὡς τἀναντία κελευόμενοι, καὶ προσφιλονεικήσωσιν,  ἐπειδὴ αὐτὸς ἦν ὁ καὶ τότε ὀργισθεὶς, καὶ νῦν κελεύων αὐτὸν ἀφιέναι· ὅρα πῶς αὐτὸ προῳκονόμησεν, ἀπό τε τῶν εἰρημένων, ἀπό τε τῶν  ῥηθησομένων. Τί γάρ φησιν; Εἰ δέ τις λελύπηκεν,  οὐκ ἐμὲ λελύπηκε. Πρῶτον αὐτοὺς ἐπαινέσας, ὡς τὰ αὐτὰ χαίροντας, καὶ τὰ αὐτὰ λυπουμένους, τότε ἐμβάλλει εἰς τὸν περὶ τούτου λόγον, εἰπὼν πρῶτον, ὅτι Ἡ ἐμὴ χαρὰ πάντων  ὑμῶν ἐστιν. Εἰ δὲ ἡ χαρὰ πάντων  ὑμῶν  χαρὰ, δεῖ μετ' ἐμοῦ καὶ νῦν  ἡσθῆναι, ὥσπερ ἠλγήσατε μετ' ἐμοῦ τότε. Καὶ γὰρ δι' ὧν ἐλυπήθητε, ηὐφράνατε· καὶ δι' ὧν χαίρετε νῦν, ἂν ἄρα ἡσθῆτε, τὸ αὐτὸ ποιήσετε. Καὶ οὐκ εἶπεν, Ἡ ἐμὴ λύπη πάντων  ὑμῶν ἐστιν· ἀλλ' ἐν τοῖς ἄλλοις κατασκευάσας τοῦτο, νῦν μόνον οὗ ἔχρῃζε, τοῦτο τέθεικε, τὴν  χαρὰν, εἰπὼν,  ὅτι Ἡ ἐμὴ χαρὰ πάντων  ὑμῶν  ἐστιν. Εἶτα καὶ τῶν  προτέρων μέμνηται λέγων· Εἰ δέ τις λελύπηκεν, οὐκ ἐμὲ λελύπηκεν, ἀλλὰ ἀπὸ μέρους, ἵνα μὴ ἐπιβαρῶ πάντας ὑμᾶς. Οἶδα, φησὶν, ὅτι συνωργίσθητέ μοι καὶ συνηγανακτήσατε ἐπὶ τῷ  πεπορνευκότι,  καὶ ἐκ μέρους πάντας  ὑμᾶς ἐλύπησε τὸ συμβάν. ∆ιὰ τοῦτο δὲ εἶπον, Ἐκ μέρους, οὐχ ὡς ὑμῶν ἐλάττονα ἀλγησάντων, ἢ ἐγὼ, ἀλλ' ἵνα μὴ βαρήσω ἐκεῖνον τὸν πορνεύσαντα. Οὐκ ἐμὲ τοίνυν  μόνον ἐλύπησεν, ἀλλὰ καὶ ὑμᾶς  ὁμοίως, καὶ φειδόμενος αὐτοῦ εἶπον· Ἀπὸ μέρους. Εἶδες πῶς αὐτῶν εὐθέως ἐχάλασε τὸν  θυμὸν,  δείξας  καὶ  τῆς  ἀγανακτήσεως  κοινωνοὺς   γενομένους;  Ἱκανὸν  τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη ἡ ὑπὸ τῶν πλειόνων. Καὶ οὐ λέγει, Τῷ πεπορνευκότι, ἀλλὰ πάλιν, Τῷ τοιούτῳ, ὡς καὶ ἐν τῇ προτέρᾳ· ἀλλ' οὐ διὰ τὴν αὐτὴν αἰτίαν, ἀλλ' ἐκεῖ μὲν αἰσχυνόμενος, ἐνταῦθα δὲ φειδόμενος. ∆ιὸ οὐδὲ μέμνηται λοιπὸν οὐδαμοῦ τῆς ἁμαρτίας· καιρὸς γὰρ ἀπολογίας ἦν. Ὥστε τοὐναντίον  μᾶλλον ὑμᾶς χαρίσασθαι καὶ παρακαλέσαι, μή πως  τῇ περισσοτέρᾳ λύπῃ  καταποθῇ ὁ τοιοῦτος. Οὐ γὰρ μόνον κελεύει λῦσαι τὴν ἐπιτίμησιν, ἀλλὰ καὶ ἐπὶ τὰ πρότερα ἐπανάγει. Τὸν γὰρ μαστιγωθέντα  ἂν μόνον τις ἀφῇ, καὶ οὐ θεραπεύσῃ, οὐδὲν ἐποίησεν. Ὅρα δὲ πῶς κἀκεῖνον  πάλιν  καταστέλλει,  ἵνα  μὴ τῇ συγχωρήσει γένηται  χείρων.  Εἰ γὰρ καὶ ἐξωμολογήσατο, καὶ μετενόησε, δείκνυσιν ὅτι οὐ τοσοῦτον ἀπὸ τῆς μετανοίας, ὅσον ἀπὸ τῆς δωρεᾶς λαμβάνει τὴν ἄφεσιν. ∆ιό φησι· Χαρίσασθαι καὶ παρακαλέσαι. Καὶ τὸ ἑξῆς  πάλιν  τὸ  αὐτὸ  δηλοῖ.  Οὐ γὰρ  ἐπειδὴ  ἄξιός  ἐστιν,  οὐδὲ  ἐπειδὴ  ἀρκοῦσαν μετάνοιαν  ἐπεδείξατο, ἀλλ' ἐπειδὴ ἀσθενής ἐστι, διὰ τοῦτό φησιν· Ἀξιῶ· διὸ καὶ ἐπήγαγε, Μή πως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. Τοῦτο δὲ καὶ μαρτυροῦντος  ἦν  αὐτῷ  πολλὴν  τὴν  μετάνοιαν,  καὶ  οὐκ  ἀφιέντος  εἰς  ἀπόνοιαν ἐλθεῖν. Τί δέ ἐστι τὸ, Καταποθῇ; Ἢ τοῦτο ποιήσας ὅπερ καὶ Ἰούδας ἐποίησεν, ἢ καὶ ἐν τῷ ζῇν χείρων γενόμενος. Κἂν γὰρ ἀποσκιρτήσῃ, φησὶ, τῷ μὴ φέρειν ἐπιπλέον τὴν ἐκ τῆς ἐπιτεινομένης  ἐπιπλήξεως ὀδύνην· πολλάκις καὶ ἀπογνοὺς, ἢ εἰς ἀγχόνην, ἢ εἰς μείζονα λοιπὸν ἥξει κακίαν. ∆εῖ τοίνυν προκαταλαβεῖν, ἵνα μὴ χαλεπώτερον τὸ ἕλκος  γένηται,  μηδὲ,  ὅπερ  κατωρθώσαμεν,  ἀπολέσωμεν  τῇ  ἀμετρίᾳ.  Ταῦτα  δὲ ἔλεγεν,  ἐκεῖνον,  ὅπερ ἔφθην  εἰπὼν,  καὶ καταστέλλων  καὶ παιδεύων  μὴ γενέσθαι μετὰ τὴν ἄφεσιν ῥᾳθυμότερον. Οὐ γὰρ ὡς ἀπονιψάμενον  τέλεον, ἀλλ' ὡς δεδοικὼς μὴ χαλεπώτερόν τι ἐργάσηται, οὕτω ἐδεξάμην, φησίν. Ὅθεν μανθάνομεν, ὅτι οὐ δεῖ μόνον πρὸς τὴν φύσιν τῶν ἁμαρτημάτων, ἀλλὰ καὶ πρὸς τὴν διάνοιαν καὶ τὴν ἕξιν τῶν ἁμαρτανόντων τὴν μετάνοιαν ὁρίζειν· ὃ καὶ τότε ὁ Ἀπόστολος ἐποίησε. Καὶ γὰρ ἐφοβεῖτο αὐτοῦ τὸ ἀσθενές· καὶ διὰ τοῦτο ἔλεγε, Μὴ καταποθῇ, ὡς ἐπὶ θηρίου, ὡς ἐπὶ χειμῶνος, ὡς ἐπὶ κλύδωνος. ∆ιὸ παρακαλῶ ὑμᾶς. Οὐκέτι ἐπιτάττει, ἀλλὰ παρακαλεῖ, οὐχ  ὡς  διδάσκαλος, ἀλλ'  ὡς  ὁμότιμος,  κἀκείνους  ἐπὶ  τοῦ  θρόνου  καθίσας τοῦ δικαστικοῦ, ἑαυτὸν  ἔστησεν ἐν  τάξει  συνηγόρου. Ἐπειδὴ γὰρ κατώρθωσεν  ὅπερ ἐβούλετο,  ἀπλήστως   ὑπὸ  χαρᾶς  τῇ  ἱκετηρίᾳ  κέχρηται.  Καὶ  τί  ποτέ  ἐστιν  ὃ παρακαλεῖς, εἰπέ μοι; Κυρῶσαι εἰς αὐτὸν ἀγάπην. Τουτέστι, βεβαιῶσαι, μὴ ἁπλῶς μηδὲ  ὡς  ἔτυχε  προσέσθαι. Τοῦτο  δὲ  πάλιν  μαρτυροῦντός  ἐστιν  αὐτοῖς  ἀρετὴν μεγίστην· εἴ γε οἱ οὕτω φιλοῦντες  αὐτὸν καὶ συγκροτοῦντες, ὡς καὶ φυσιωθῆναι, οὕτως ἀπεστράφησαν, ὡς τοσαῦτα κάμνειν τὸν Παῦλον, ἵνα  κυρώσωσιν εἰς αὐτὸν ἀγάπην. Τοῦτο ἀρετὴ μαθητῶν, τοῦτο ἀρετὴ διδασκάλων, τὸ οὕτως ἐκείνους εὐηνίους εἶναι, τὸ οὕτως αὐτὸν ῥυθμίζειν αὐτούς. Τοῦτο εἰ καὶ νῦν ἐγίνετο, οὐκ ἂν οἱ  ἁμαρτάνοντες  ἀναισθήτως  ἐπλημμέλησαν.  Οὔτε γὰρ  φιλεῖν  ἁπλῶς  δεῖ,  οὔτε ἀποστρέφεσθαι ἄνευ  λόγου  τινός.  Εἰς τοῦτο  γὰρ καὶ ἔγραψα  ὑμῖν,  ἵνα  γνῶ  τὴν δοκιμὴν ὑμῶν, εἰ εἰς πάντα ὑπήκοοί ἐστε· μὴ μόνον ἐν τῷ ἀποτέμνειν, ἀλλὰ καὶ ἐν τῷ συνάπτειν. Εἶδες πῶς πάλιν  καὶ ἐνταῦθα αὐτοῖς περιίστησι τὸν ἀγῶνα; Ὥσπερ γὰρ, ἡνίκα ἥμαρτεν, ἐναγωνίους  αὐτοὺς ἐποίησεν, εἰ μὴ ἐκτέμοιεν, εἰπὼν, Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ, καὶ ἕτερα πλείονα· οὕτω καὶ ἐνταῦθα πάλιν  τὸν τῆς παρακοῆς  αὐτοῖς  ἐφίστησι  φόβον,  μονονουχὶ  λέγων,  ὅτι  Ὥσπερ τότε  οὐχ  ὑπὲρ αὐτοῦ, ἀλλὰ  καὶ ὑπὲρ ὑμῶν,  καὶ νῦν  οὐχ  ὑπὲρ ἐκείνου  μᾶλλον  ἢ ὑμῶν  αὐτῶν βουλευτέον ὑμῖν ἐστι, μὴ δόξητε φιλόνεικοί τινες εἶναι καὶ ἀπάνθρωποι, καὶ οὐκ ἐν ἅπασιν ὑπήκοοι. ∆ιό φησιν, Εἰς τοῦτο γὰρ καὶ ἔγραψα ὑμῖν, ἵνα γνῶ τὴν δοκιμὴν ὑμῶν, εἰ εἰς πάντα ὑπήκοοί ἐστε. Ἐκεῖνο μὲν γὰρ ἔδοξεν ἂν καὶ φθόνου εἶναι, καὶ βασκανίας· τοῦτο δὲ δείκνυσιν καθαρὰν μάλιστα τὴν ὑπακοὴν, καὶ εἰ πρὸς φιλανθρωπίαν   ἐστὲ ἐπιτήδειοι.  Τοῦτο γὰρ  μαθητῶν  εὐγνωμόνων,  τὸ  μὴ  μόνον ἐκεῖνα,  ἀλλὰ  καὶ  τὰ ἐναντία  κελεύσαντι  πείθεσθαι. ∆ιὰ τοῦτο  εἶπεν,  Εἰς πάντα, δεικνὺς  ὅτι, ἐὰν μὴ ὑπακούσωσιν, οὐχ οὕτως ἐκεῖνον  ὡς ἑαυτοὺς καταισχύνουσι, φιλονείκων  λαμβάνοντες δόξαν. Ποιεῖ δὲ τοῦτο, ἵνα κἀντεῦθεν αὐτοὺς ὠθήσῃ πρὸς τὸ πεισθῆναι· διὸ καὶ λέγει, Εἰς τοῦτο γὰρ ἔγραψα ὑμῖν. Καίτοι οὐ διὰ τοῦτο ἔγραψε, λέγει δὲ διὰ τοῦτο, ὥστε αὐτοὺς ἐπισπάσασθαι· τὸ γὰρ προηγούμενον ἦν ἡ ἐκείνου σωτηρία. Ἀλλ' ἔνθα μηδὲν βλάπτεται, κἀκείνοις χαρίζεται. Τῷ δὲ εἰπεῖν, Εἰς πάντα, πάλιν ἐγκωμιάζει, τῆς προτέρας ὑπακοῆς ἀναμνήσας, καὶ εἰς μέσον αὐτὴν ἀγαγών. Ὧ δέ τι χαρίζεσθε, κἀγώ. Ὁρᾷς πῶς πάλιν τὰ δευτερεῖα ἑαυτῷ δίδωσιν, ἐκείνους μὲν ἄρχοντας, ἑαυτὸν δὲ ἑπόμενον δεικνύς; Τοῦτό ἐστι μαλάξαι τραχυνομένην γνώμην, τοῦτο ἐκλῦσαι φιλονεικοῦσαν. Εἶτα ἵνα μὴ ὑπτίους ποιήσῃ, ὡς κυρίους ὄντας, καὶ μὴ ἀφῶσιν αὐτὸν, πάλιν αὐτοὺς ἄγχει πρὸς τοῦτο, λέγων, ὅτι καὶ αὐτὸς ἐχαρίσατο. Καὶ γὰρ ἐγὼ  εἴ τι  κεχάρισμαι, ὃ κεχάρισμαι, δι' ὑμᾶς. Καὶ τοῦτο  γὰρ αὐτὸ δι' ὑμᾶς ἐποίησα, φησί. Καὶ ὥσπερ ἡνίκα ἐκέλευεν ἀποτεμεῖν, οὔτε ἀφῆκεν αὐτοὺς γενέσθαι κυρίους χαρίσασθαι, εἰπὼν, Ἤδη κέκρικα παραδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ, καὶ ἔλαβε πάλιν κοινωνοὺς  αὐτοὺς τῆς ψήφου εἰπὼν, Συναχθέντων  ὑμῶν παραδοῦναι αὐτὸν, δύο τὰ μέγιστα κατασκευάζων, καὶ τὸ ἐξενεχθῆναι  τὴν ἀπόφασιν, καὶ τὸ μὴ χωρὶς ἐκείνων, ὥστε μὴ δόξαι ταύτῃ πλήττειν, καὶ οὔτε μόνος αὐτὴν ἐκφέρει, ἵνα μὴ νομίσωσιν αὐθάδη εἶναι καὶ ὑπερῶφθαι αὐτοὶ, οὔτε τὸ πᾶν αὐτοῖς ἐπιτρέπει, ἵνα μὴ κύριοι γενόμενοι  προδῶσι τὸν ἡμαρτηκότα, ἀκαίρως αὐτῷ χαριζόμενοι· οὕτω καὶ ἐνταῦθα ποιεῖ λέγων, ὅτι Ἐγὼ  ἤδη ἐχαρισάμην, ὃς ἐν τῇ προτέρᾳ ἤδη κέκρικα Εἶτα ἵνα  μὴ πληγῶσιν,  ὡς ὑπεροφθέντες,  φησὶ, ∆ι' ὑμᾶς. Τί οὖν; δι' ἀνθρώπους συνεχώρησεν; Οὐχί· διὰ γὰρ τοῦτο καὶ προσέθηκεν, Ἐν προσώπῳ Χριστοῦ. Τί ἐστιν, Ἐν προσώπῳ  Χριστοῦ;  Ἢ κατὰ  Θεὸν, φησὶν,  ἢ εἰς  δόξαν  τοῦ  Χριστοῦ. Ἵνα  μὴ πλεονεκτηθῶμεν  ὑπὸ τοῦ σατανᾶ· οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν. Εἶδες πῶς καὶ τὴν  ἐξουσίαν αὐτοῖς  ἐπιτρέπει,  καὶ πάλιν  ἀφαιρεῖται  αὐτὴν,  ἵνα  ἐκείνῳ  μὲν μαλάξῃ, τούτῳ δὲ τὸ αὔθαδες αὐτῶν ἐκκόψῃ; Οὐ τοῦτο δὲ μόνον ἐντεῦθεν κατασκευάζει, ἀλλὰ καὶ τὸ δεῖξαι κοινὴν τὴν βλάβην οὖσαν, εἰ παρακούσαιεν· ὅπερκαὶ ἐν ἀρχῇ πεποίηκε. Καὶ γὰρ τότε ἔλεγε, Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ· καὶ ἐνταῦθα πάλιν, Ἵνα μὴ πλεονεκτηθῶμεν  ὑπὸ τοῦ σατανᾶ. Καὶ πανταχοῦ καὶ αὐτοῦ καὶ ἐκείνων ποιεῖ τὴν ἄφεσιν.

 εʹ. Σκόπει δὲ ἄνωθεν· Εἰ δέ τις λελύπηκε, φησὶν, οὐκ ἐμὲ λελύπηκεν, ἀλλ' ἀπὸ μέρους, ἵνα μὴ ἐπιβαρῶ πάντας ὑμᾶς· εἶτα πάλιν, Ἱκανὸν τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη ἡ ὑπὸ τῶν πλειόνων.  Τοῦτο αὐτοῦ ψῆφος καὶ γνώμη. Ἀλλ' οὐκ ἔστη μέχρι τῆς ψήφου, ἀλλὰ πάλιν αὐτοὺς κοινωνοὺς ποιεῖ, λέγων· Ὥστε τοὐναντίον μᾶλλον ὑμᾶς χαρίσασθαι καὶ παρακαλέσαι. ∆ιὸ παρακαλῶ ὑμᾶς κυρῶσαι εἰς αὐτὸν ἀγάπην. Πάλιν ἐκείνων  τὸ ὅλον ποιήσας, εἰς τὴν ἐξουσίαν τὴν ἑαυτοῦ μεταβαίνει, λέγων· Εἰς τοῦτο γὰρ καὶ ἔγραψα ὑμῖν, ἵνα γνῶ τὴν δοκιμὴν ὑμῶν, εἰ εἰς πάντα ὑπήκοοί ἐστε. Εἶτα πάλιν αὐτῶν ποιεῖ τὴν χάριν, λέγων, Ὧ δέ τι χαρίζεσθε· εἶτα αὐτοῦ, Καὶ ἐγὼ, λέγων, εἴ τι κεχάρισμαι, δι' ὑμᾶς· εἶτα καὶ ἐκείνων καὶ ἑαυτοῦ· Καὶ γὰρ ἐγὼ, φησὶν, εἴ τι κεχάρισμαι, δι'  ὑμᾶς ἐν προσώπῳ Χριστοῦ· ἢ εἰς δόξαν Χριστοῦ, ἢ ὡς τοῦ Χριστοῦ καὶ τοῦτο κελεύοντος· ὃ μάλιστα αὐτοὺς ἔπειθε. Καὶ γὰρ ἐδεδοίκεισαν λοιπὸν  μὴ χαρίσασθαι πρᾶγμα εἰς δόξαν αὐτοῦ διαβαῖνον, καὶ αὐτῷ δοκοῦν.  Εἶτα πάλιν  τὸ  κοινὸν  βλάβος,  εἰ  παρακούσαιεν, τίθησι  λέγων,  Ἵνα  μὴ πλεονεκτηθῶμεν  ὑπὸ τοῦ σατανᾶ· καλῶς πλεονεξίαν  ὀνομάσας· οὐ γὰρ τὰ αὐτοῦ λαμβάνει λοιπὸν, ἀλλὰ τὰ ἡμῶν ἁρπάζει. Μὴ δέ μοι τοῦτο εἴπῃς, ὅτι οὗτος μόνος θηριάλωτος  γίνεται,  ἀλλὰ  καὶ  τοῦτο  σκόπησον,  ὅτι  ἐλαττοῦται  τῆς  ἀγέλης  ὁ ἀριθμὸς, καὶ νῦν μάλιστα, ὅτε δύναται ὅπερ ἀπέβαλεν ἀνακτήσασθαι. Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν· ὅτι καὶ προσχήματι εὐλαβείας ἀπόλλυσιν. Οὐ γὰρ μόνον τῷ εἰς πορνείαν ἀγαγεῖν, ἀλλὰ καὶ ἀπὸ τοῦ ἐναντίου δύναται διαφθεῖραι, τῆς ἀμέτρου λύπης τῆς ἐπὶ τῇ μετανοίᾳ. Ὅταν οὖν μετὰ τῶν ἰδίων καὶ τοὺς ἡμετέρους λαμβάνῃ, ὅταν καὶ ἁμαρτάνειν κελεύων ἀπολλύῃ, καὶ μετανοεῖν κελευόντων  ἡμῶν ἁρπάζῃ, πῶς οὐχὶ πλεονεξία τὸ πρᾶγμα; Οὐ γὰρ ἀρκεῖ αὐτῷ δι' ἁμαρτίας καταβάλλειν, ἀλλὰ καὶ  διὰ  μετανοίας,  ἂν  μὴ  νήφωμεν,   τοῦτο  ποιεῖ.  ∆ιὸ  καὶ  πλεονεξίαν  εἰκότως ἐκάλεσεν, ὅταν καὶ διὰ τῶν ἡμετέρων κρατῇ. Τὸ γὰρ δι' ἁμαρτίας λαμβάνειν, ἴδιον αὐτοῦ ἐστι· τὸ μέντοι διὰ μετανοίας, οὐκέτι· ἡμέτερον γὰρ, οὐκ ἐκείνου τὸ ὅπλον. Ὅταν οὖν καὶ  ἐντεῦθεν  δύνηται  λαμβάνειν,  σκόπησον πῶς ἡ ἧττα αἰσχρὰ, πῶς ὡς ἀσθενῶν καὶ ταλαιπώρων καταγελάσεται καὶ καταδραμεῖται, εἴ γε τοῖς ἡμετέροις ὅπλοις ἡμᾶς μέλλει χειροῦσθαι. Καὶ γὰρ σφόδρα καταγέλαστον  καὶ τῆς ἐσχάτης αἰσχύνης, διὰ τῶν ἡμετέρων φαρμάκων τὰ τραύματα αὐτὸν κατασκευάζειν. ∆ιὰ τοῦτο ἔλεγεν· Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν· τὸ ποικίλον, τὸ δολερὸν, τὸ κακομήχανον, τὸ κακοῦργον, τὸ ἐπὶ προσχήματι εὐλαβείας ἐπηρεαστικὸν ἐμφαίνων. Ταῦτ' οὖν καὶ ἡμεῖς ἐννοοῦντες, μηδέποτε μηδενὸς καταφρονῶμεν, μηδέποτε ἁμαρτάνοντες ἀπογινώσκωμεν· μηδ' αὖ ῥᾳθυμῶμεν πάλιν, ἀλλὰ συντρίβωμεν τὴν διάνοιαν πλημμελοῦντες, μὴ ἁπλῶς ῥήματα προβαλλώμεθα. Καὶ γὰρ οἶδα πολλοὺς ἐγὼ, οἳ λέγουσι μὲν πενθεῖν τὰ ἁμαρτήματα, οὐδὲν δὲ μέγα ἐργάζονται, ἀλλὰ νηστεύουσι   μὲν   καὶ   τραχέα   φοροῦσιν   ἱμάτια,   χρημάτων    δὲ   μᾶλλον   τῶν καπηλευόντων   ἐφίενται,  καὶ  ὀργῇ  πλέον  θηρίων  ἁλίσκονται,  καὶ  κακηγορίαις χαίρουσι  μᾶλλον,   ἢ  ἐγκωμίοις   ἕτεροι.  Οὐκ  ἔστι  ταῦτα  μετάνοια·  εἰκών   ἐστι μετανοίας  ταῦτα καὶ σκιὰ μόνον, οὐ μετάνοια. ∆ιὸ καὶ ἐπὶ τούτων  καλὸν  εἰπεῖν· Σκοπεῖτε μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ σατανᾶ· οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν. Τοὺς μὲν γὰρ δι' ἁμαρτημάτων, τοὺς δὲ διὰ μετανοίας ἀπόλλυσι, τούτους δὲ ἑτέρῳ τρόπῳ πάλιν, τῷ μηδὲν ἀπὸ μετανοίας ἀφεῖναι καρποῦσθαι. Ἐπειδὴ γὰρ ἀπολέσαι ἐξ εὐθείας οὐχ εὗρεν, ἑτέραν ἦλθεν ὁδὸν τοὺς μὲν πόνους ἐπιτείνων, τοὺς δὲ καρποὺς ἀφαιρούμενος, καὶ πείθων ὡς τὸ πᾶν κατωρθωκότας, οὕτω τῶν ἄλλων ἀμελεῖν. Ἵν' οὖν μὴ εἰκῆ κόπτωμεν  ἑαυτοὺς, μικρὰ πρὸς τὰς τοιαύτας διαλεχθῶμεν  γυναῖκας· γυναικῶν  γὰρ μάλιστα  τουτὶ  τὸ νόσημα. Καλὸν μὲν  καὶ τοῦτο  ὃ πράττετε  νῦν, νηστεία καὶ χαμευνία  καὶ σποδός· ἀλλ'  ὅταν  τὰ ἄλλα  μὴ προσῇ, τούτων  ὄφελος οὐδέν. Ἔδειξε πῶς ἀφίησιν ἁμαρτίας ὁ Θεός· τί τοίνυν ἐκείνην ἀφέντες τὴν ὁδὸν, ἑτέραν ἑαυτοῖς τέμνετε; Ἥμαρτον οἱ Νινευῖταί ποτε, καὶ ἐποίησαν ταῦτα, ἃ καὶ ὑμεῖς ποιεῖτε  νῦν·  ἀλλ' ἴδωμεν  τί  αὐτοὺς  ὠφέλησε. Καθάπερ γὰρ ἐπὶ  τῶν  καμνόντων πολλὰ μὲν ἐπάγουσιν οἱ ἰατροὶ, ὁ δὲ συνετὸς οὐ τοῦτο σκοπεῖ, ὅτι τὸ καὶ τὸ ἐποίησεν ὁ ἀῤῥωστῶν,  ἀλλὰ  τί  αὐτὸν  ὠφέλησεν·  οὕτω  καὶ  ἐνταῦθα  σκοπεῖν  δεῖ.  Τί οὖν ὠφέλησε τοὺς βαρβάρους ἐκείνους; Ἐπέθηκαν νηστείαν τοῖς τραύμασι, καὶ σφοδρὰν νηστείαν ἐπέθηκαν, καὶ χαμευνίαν καὶ σάκκου περιβολὴν καὶ τέφραν καὶ ὀδυρμούς· ἐπέθηκαν καὶ μεταβολὴν βίου. ϛʹ. Ἴδωμεν οὖν τί τούτων ἐποίησεν αὐτοὺς ὑγιεῖς. Καὶ πόθεν εἰσόμεθα, φησίν; Ἂν πρὸς τὸν ἰατρὸν ἔλθωμεν, ἂν αὐτὸν ἐρωτήσωμεν· οὐ γὰρ ἀποκρύψεται  ἡμᾶς,  ἀλλὰ  καὶ  σφόδρα ἐρεῖ. Μᾶλλον  δὲ  ἵνα  μηδεὶς  ἀγνοῇ,  μηδὲ ἐρέσθαι δέηται, καὶ ἀνέγραψε  τὸ φάρμακον  τὸ ἀναστῆσαν αὐτούς. Τί οὖν τοῦτό ἐστιν;  Εἶδε, φησὶν, ὁ Θεὸς ὅτι ἀπέστρεψεν ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ μετενόησεν ἐπὶ τῇ κακίᾳ, ᾗ ἐλάλησε ποιῆσαι αὐτοῖς. Οὐκ εἶπεν, ὅτι Εἶδε νηστείαν καὶ σάκκον καὶ σποδόν. Καὶ ταῦτα οὐ νηστείαν ἀναιρῶν λέγω· μὴ γένοιτο· ἀλλὰ  τὸ  τῆς  νηστείας  κρεῖττον  ποιεῖν  παραινῶν,  τὸ  πάσης  κακίας  ἀπέχεσθαι. Ἥμαρτε καὶ ὁ ∆αυΐδ· ἴδωμεν οὖν καὶ οὗτος πῶς μετενόησε. Τρεῖς ἡμέρας ἐκάθισεν ἐπὶ  τέφρας.  Ἀλλ' ἐκεῖνος  οὐχ ὑπὲρ τῆς  ἁμαρτίας ἐποίει, ἀλλ' ὑπὲρ τοῦ παιδίου, μεθύων ἔτι τῷ πάθει· τὴν δὲ ἁμαρτίαν ἑτέρως ἀπέσμηχε, ταπεινοφροσύνῃ, συντριβῇ καρδίας,  κατανύξει   ψυχῆς,  τῷ  μηκέτι  τοῖς  αὐτοῖς  περιπεσεῖν,  τῷ  μεμνῆσθαι διηνεκῶς αὐτῆς, τῷ φέρειν εὐχαρίστως τὰ ἐπιόντα ἅπαντα, τῷ φείδεσθαι τῶν λυπούντων,  τῷ μὴ ἀμύνεσθαι τοὺς ἐπιβουλεύοντας,  ἀλλὰ  καὶ τοὺς βουλομένους τοῦτο  ποιεῖν,  κωλύειν.  Ὅτε γοῦν  αὐτὸν  ὁ Σεμεεὶ μυρίοις  ἔπλυνεν  ὀνείδεσι, τοῦ στρατηγοῦ τοῦ παρόντος ἀγανακτοῦντος,  ἔλεγεν, Ἄφες αὐτὸν καταρᾶσθαί με, ὅτι Κύριος ἐνετείλατο αὐτῷ. Καρδίαν γὰρ συντετριμμένην καὶ τεταπεινωμένην εἶχεν, ὃ μάλιστα αὐτοῦ τὰ ἁμαρτήματα ἀπέσμηχε· καὶ γὰρ τοῦτο ἐξομολόγησις, τοῦτο μετάνοια. Ἂν δὲ νηστεύοντες ἀλαζόνες ὦμεν, οὐ μόνον οὐδὲν ὠφελήθημεν,  ἀλλὰ καὶ ἐβλάβημεν. Ταπείνωσον τοίνυν  τὴν καρδίαν καὶ σὺ, ἵνα τὸν  Θεὸν ἐπισπάσῃ· Ἐγγὺς γὰρ Κύριος τοῖς συντετριμμένοις  τῇ καρδίᾳ. Οὐχ ὁρᾷς ἐν ταῖς οἰκίαις ταῖς λαμπραῖς τοὺς ἠτιμωμένους, πῶς οὐδὲ τῶν ἐλαττόνων  οἰκετῶν ὑβριζόντων αὐτοὺς οὐκ ἀντιλέγουσιν,  ἀλλὰ φέρουσι διὰ τὴν ἀτιμίαν, ᾗ περιέβαλεν αὐτοὺς ἡ ἁμαρτία; Οὕτω καὶ σὺ ποίει· κἂν λοιδορήσῃ σέ τις, μὴ ἀγριάνῃς, ἀλλὰ στέναξον, μὴ ἐπὶ τῇ ὕβρει, ἀλλ' ἐπὶ τῇ ἁμαρτίᾳ τῇ σε εἰς ἀτιμίαν ἐμβαλούσῃ. Στέναξον ὅταν ἁμάρτῃς, μὴ ὅτι κολάζεσθαι μέλλεις· τοῦτο γὰρ οὐδέν· ἀλλ' ὅτι προσέκρουσάς σου τῷ ∆εσπότῃ τῷ οὕτως ἡμέρῳ, τῷ οὕτω σε φιλοῦντι  καὶ ἐκκρεμαμένῳ τῆς σωτηρίας τῆς σῆς, ὡς καὶ τὸν Υἱὸν ἐπιδοῦναι ὑπὲρ σοῦ. ∆ιὰ ταῦτα στέναξον, καὶ τοῦτο ποίει διηνεκῶς· τοῦτο γὰρ ἐξομολόγησις. Μὴ νῦν μὲν φαιδρὸς, αὔριον δὲ σκυθρωπὸς, εἶτα φαιδρὸς, ἀλλὰ διαπαντὸς  μένε  ἐν  τῷ  πενθεῖν  καὶ  συντρίβειν  σαυτόν. Μακάριοι γὰρ, φησὶν,  οἱ πενθοῦντες,  τουτέστιν, οἱ διηνεκῶς τοῦτο ποιοῦντες. Μένε τοῦτο ποιῶν διηνεκῶς, καὶ  σαυτῷ προσέχων,  καὶ  συντρίβων  σου τὴν  καρδίαν,  ὡς  ἄν  τις  γνήσιον  υἱὸν ἀποβαλὼν πενθοίη. ∆ιαῤῥήξατε, φησὶ, τὰς καρδίας ὑμῶν, καὶ μὴ τὰ ἱμάτια ὑμῶν. Τὸ δὲ διεῤῥωγὸς οὐκ ἂν ἐπαρθείη· τὸ συντετριμμένον οὐκ ἂν ἐξανασταίη. ∆ιὰ τοῦτο ὁ μὲν λέγει, ∆ιαῤῥήξατε, ὁ δὲ λέγει, Καρδίαν συντετριμμένην  καὶ τεταπεινωμένην  ὁ Θεὸς οὐκ ἐξουδενώσει. Κἂν σοφὸς ᾖς, κἂν πλούσιος, κἂν δυνάστης, διάῤῥηξον τὴν καρδίαν,  μὴ  ἀφῇς  αὐτὴν  μέγα  φρονεῖν  μηδὲ  φυσᾶσθαι.  Τὸ γὰρ  διεῤῥωγὸς  οὐ φυσᾶται, κἂν ᾖ τι τὸ ἐπαῖρον, οὐ δύναται στέγειν τὸ φύσημα τῷ διεῤῥῆχθαι. Οὕτω καὶ  σὺ ταπεινοφρόνησον·  ἐννόησον  ὅτι  τελώνης  ἀπὸ  ῥήματος  ἑνὸς  ἐδικαιώθη· καίτοι  γε  οὐδὲ  ταπεινοφροσύνη  ἐκεῖνο  ἦν,  ἀλλ'  ὁμολογία  ἀληθής.  Εἰ δὲ  τοῦτο τοσαύτην ἔχει ἰσχὺν, πόσῳ μᾶλλον ταπεινοφροσύνη; Ἄφες ἁμαρτή  ματα τοῖς πεπλημμεληκόσιν  εἰς  σέ· καὶ  γὰρ καὶ  τοῦτο  ἁμαρτίας  ἀφίησι.  Καὶ περὶ  μὲν  τοῦ προτέρου φησὶν, Εἶδον ὅτι ἐπορεύθη στυγνὸς, καὶ ἰασάμην τὰς ὁδοὺς αὐτοῦ· καὶ ἐπὶ τοῦ Ἀχαὰβ δὲ τοῦτο τὴν ὀργὴν ἔλυσε τοῦ Θεοῦ· περὶ δὲ τοῦ δευτέρου, Ἄφετε, καὶ ἀφεθήσεται ὑμῖν. Ἔστι καὶ πάλιν  ἄλλη ὁδὸς τοῦτο φέρουσα τὸ φάρμακον ἡμῖν, ἡ κατάγνωσις  τῶν  πεπλημμελημένων·  Λέγε γὰρ  σὺ τὰς  ἀνομίας  σου πρῶτος,  ἵνα δικαιωθῇς. Καὶ τὸ κακῶς πάσχοντα εὐχαριστεῖν λύει τὰ ἁμαρτήματα, καὶ ἡ πασῶν μείζων ἐλεημοσύνη. Ἀρίθμει τοίνυν  τὰ φάρμακα τὰ ἰώμενά σου τὰ τραύματα, καὶ πάντα  ἐπιτίθει  συνεχῶς, ταπεινοφροσύνην,  ἐξομολόγησιν, τὸ μὴ μνησικακεῖν,  τὸ πάσχοντα κακῶς εὐχαριστεῖν, τὸ ἐλεεῖν διὰ χρημάτων, διὰ πραγμάτων, τὸ εὔχεσθαι καρτερικῶς. Οὕτως ἡ χήρα τὸν ὠμὸν καὶ ἀπηνῆ ἐξιλεώσατο δικαστήν. Εἰ δὲ ἐκείνη τὸν ἄδικον, πολλῷ  μᾶλλον  σὺ τὸν ἥμερον. Ἔστι καὶ ἑτέρα μετὰ τούτων  ὁδὸς, τὸ προΐστασθαι τῶν ἀδικουμένων· Κρίνατε γὰρ, φησὶν,  ὀρφανῷ, καὶ δικαιώσατε χήραν· καὶ δεῦτε, καὶ διαλεχθῶμεν, καὶ ἐὰν ὦσι αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ. Ποίας οὖν ἂν εἴημεν ἀπολογίας ἄξιοι, εἰ τοσαύτας ἔχοντες ὁδοὺς εἰς τὸν οὐρανὸν ἀναγούσας, καὶ τοιαῦτα φάρμακα ἰώμενα  τὰ τραύματα, καὶ μετὰ τὸ λουτρὸν  τοῖς  αὐτοῖς  ἐπιμένομεν;  Μὴ τοίνυν  ἐπιμένωμεν,  ἀλλ'  οἱ  μὲν  μηδέπω πεσόντες, ἐν τῷ οἰκείῳ μενέτωσαν κάλλει, μᾶλλον δὲ ἐπιπλέον ἀσκείτωσαν τοῦτο· κἂν γὰρ μὴ εὕρῃ ἁμαρτήματα, ταυτὶ τὰ κατορθώματα πλείονα ποιεῖ τὴν εὐμορφίαν· ἡμεῖς  δὲ  οἱ  πολλὰ   πεπλημμεληκότες,   εἰς  τὴν   τῶν   ἁμαρτημάτων   διόρθωσιν χρησώμεθα τοῖς εἰρημένοις, ἵνα τῷ βήματι τοῦ Χριστοῦ μετὰ παῤῥησίας παραστῶμεν πολλῆς·  ἧς γένοιτο  πάντας  ἡμᾶς ἐπιτυχεῖν,  χάριτι  καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |