αʹ. Ἥμερος ὢν σφόδρα καὶ ταπεινὸς ὁ Ἀπόστολος πανταχοῦ, ἐνταῦθα καὶ πληκτικώτερον τῷ λόγῳ κέχρη ται διὰ τὴν ἀτοπίαν τῶν ἀντιλεγόντων. Οὐ μὴν ἀρ κεῖται τούτῳ, ἀλλὰ καὶ λογισμοὺς καὶ παραδείγματα τίθησι, καὶ τὸν σφόδρα φιλόνεικον ταύτῃ χειρούμε νος. Καὶ ἀνωτέρω μέν φησιν· Ἐπειδὴ δι' ἀνθρώπου ὁ θάνατος, καὶ δι' ἀνθρώπου ἡ ἀνάστασις· ἐνταῦθα δὲ ἀντίθεσιν λύει παρ' Ἑλλήνων εἰσαγομένην. Καὶ ὅρα πῶς πάλιν ὑποτέμνεται τὸ σφοδρὸν τῆς διαβολῆς. Οὐ γὰρ εἶπεν, Ἀλλ' ἴσως ἐρεῖτε, ἀλλ' ἀδιόριστον τέθεικε τὸν ἀντιλέγοντα, ἵνα μετὰ ἀδείας καταφο ρικῷ χρώμενος τῷ λόγῳ, μὴ σφόδρα πλήξῃ τοὺς ἀκούοντας· καὶ τίθησι δύο τὰς ἐπαπορήσεις, τοῦ τρό που τῆς ἀναστάσεως, καὶ τῆς ποιότητος τῶν σωμά των. Καὶ γὰρ περὶ ἀμφοτέρων ἠπόρουν λέγοντες· Πῶς ἐγείρεται τὸ διαλυθέν; καὶ, Ποίῳ σώματι ἔρχονται; Τί δέ ἐστι, Ποίῳ σώματι; Οἷον τούτῳ τῷ φθαρέντι, τῷ ἀπολωλότι, ἢ ἑτέρῳ τινί;
Εἶτα δεικνὺς ὅτι οὐ τὰ ἀμφιβαλλόμενα ζητοῦσιν, ἀλλὰ τὰ ὡμολο γημένα, εὐθέως πληκτικώτερον ἀπαντᾷ λέγων· Ἄφρον, σὺ ὃ σπείρεις οὐ ζωοποιεῖται, ἐὰν μὴ ἀποθάνῃ. Ὅπερ καὶ ἡμεῖς εἰώθαμεν ποιεῖν ἐπὶ τῶν τοῖς ὡμολογημένοις ἀντιλεγόντων. Καὶ τίνος ἕνεκεν οὐκ εὐθέως ἐπὶ τὴν δύναμιν τοῦ Θεοῦ κατέφυγεν; Ὅτι ἀπίστοις διαλέγεται. Ὅταν μὲν γὰρ πρὸς πιστοὺς αὐτῷ ὁ λόγος ᾖ, οὐ σφόδρα δεῖται λογισμῶν. ∆ιόπερ εἰπὼν ἀλλαχοῦ, ὅτι Μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ὑμῶν εἰς τὸ γενέσθαι σύμ μορφον τῷ σώματι τῆς δόξης αὐτοῦ, καὶ πλέον τι τῆς ἀναστάσεως ἐνδειξάμενος, οὐ τέθεικε παραδεί γματα, ἀλλ' ἀντὶ πάσης ἀποδείξεως τοῦ Θεοῦ τὴν δύναμιν εἰς μέσον ἤγαγε προσθεὶς καὶ εἰπὼν, Κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι αὑτῷ τὰ πάντα. Ἐνταῦθα δὲ καὶ λογισμοὺς κινεῖ. Ἐπειδὴ γὰρ ἀπὸ τῶν Γραφῶν αὐτὸ κατεσκεύασε, καὶ ταῦτα προστίθησιν ἐκ περιουσίας λοιπὸν πρὸς τοὺς οὐ πειθομένους ταῖς Γραφαῖς, καί φησιν· Ἄφρον, σὺ ὃ σπείρεις. Τουτέστι, Παρὰ σαυτοῦ τὴν ἀπόδειξιν ἔχεις τούτων, δι' ὧν πράττεις καθ' ἑκάστην ἡμέραν, καὶ ἀμφιβάλλεις ἔτι; ∆ιὰ ταῦτά σε ἄφρονα καλῶ, ὅτι τὰ καθ' ἡμέραν ὑπὸ σοῦ γινό μενα ἀγνοεῖς, καὶ αὐτὸς δημιουργὸς ἀναστάσεως ὢν περὶ Θεοῦ ἀμφιβάλλεις. ∆ιὸ σφόδρα ἐμφαντικῶς εἶπε, Σὺ ὃ σπείρεις, σὺ ὁ θνητὸς καὶ ἀπολλύμενος. Καὶ ὅρα πῶς ταῖς λέξεσιν οἰκείως τῇ ὑποκειμένῃ κέχρη ται ὑποθέσει. Οὐ ζωοποιεῖται γὰρ, φησὶν, ἐὰν μὴ ἀποθάνῃ. Τὰς γὰρ οἰκείας λέξεις τῶν σπερμάτων ἀφεὶς, οἷον τὸ βλαστάνει, καὶ φύεται, καὶ σήπεται, καὶ διαλύεται, τὰς καταλλήλους ἥρμοσε τῇ σαρκὶ τῇ ἡμετέρᾳ, τὸ Ζωοποιεῖται καὶ Ἀποθάνῃ, ὅπερ οὐ σπερμάτων κυρίως ἐστὶν, ἀλλὰ σωμάτων. Καὶ οὐκ εἶπεν, ὅτι Μετὰ τὸ ἀποθανεῖν ζῇ, ἀλλ', ὃ μεῖζόν ἐστιν, ὅτι ∆ιὰ τοῦτο ζῇ, ἐπειδὴ ἀποθνήσκει. Ὁρᾷς ὅτι, ὅπερ ἀεὶ λέγω, εἰς τοὐναντίον ἀεὶ περιτρέπει τὸν λόγον. Ὃ γὰρ ἐποιοῦντο ἐκεῖνοι τεκμήριον τοῦ μὴ ἀνίστασθαι, τοῦτο τοῦ ἀνίστασθαι ποιεῖται ἀπόδειξιν· καὶ γὰρ ἔλεγον οὐκ ἀνίστασθαι, ἐπειδὴ ἀπέθανε. Τί οὖν αὐτὸς ἀντιστρέψας φησί; Καὶ μὴν εἰ μὴ ἀπ έθανεν, οὐκ ἂν ἀνέστη· καὶ διὰ τοῦτο ἀνίσταται, ἐπειδὴ ἀπέθανε. Καθάπερ γὰρ ὁ Χριστὸς σαφέστερον αὐτὸ τοῦτο ἐνδείκνυται λέγων· Ὁ κόκκος τοῦ σί του, ἐὰν πεσὼν εἰς τὴν γῆν μὴ ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέ ρει· ἐκεῖθεν καὶ ὁ Παῦλος τὸ παράδειγμα τοῦτο ἑλκύσας, οὐκ εἶπεν, ὅτι Οὐ ζῇ, ἀλλ', Οὐ ζωοποιεῖται, πάλιν τοῦ Θεοῦ τὴν δύναμιν παραλαμβάνων, καὶ δεικνὺς ὅτι οὐχ ἡ τῆς γῆς φύσις, ἀλλ' αὐτὸς τὸ πᾶν ἐργάζεται. Καὶ τί δήποτε οὐχ ὅπερ οἰκειότερον ἦν, τοῦτο ἤγαγεν εἰς μέσον, τὸ σπέρμα λέγω τὸ ἀνθρώ πινον; Καὶ γὰρ καὶ ἡ ἡμετέρα γέννησις ἀπὸ φθορᾶς ἄρχεται, ὥσπερ ἡ τοῦ σίτου. Ὅτι οὐκ ἦν ἴσον, ἀλλὰ τοῦτο πλέον. Ὁλόκληρον γάρ τι ζητεῖ φθειρόμενον, ἐκεῖνο δὲ μέρος ἦν· διόπερ τοῦτο εἰς μέσον ἄγει. Ἄλ λως δὲ, ἐκεῖνο μὲν καὶ ἀπὸ ζῶντος πρόεισι, καὶ εἰς ζῶσαν ἐμπίπτει γαστέρα· ἐνταῦθα δὲ οὐκ εἰς σάρκα, ἀλλ' εἰς τὴν γῆν ὁ σπόρος καταβάλλεται, καὶ εἰς αὐ τὴν διαλύεται, καθάπερ τὸ σῶμα τὸ τεθνηκός. ∆ιὸ καὶ ταύτῃ οἰκειότερον ἦν τὸ ὑπόδειγμα. Καὶ ὁ σπεί ρων, οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρει. Τὰ μὲν γὰρ ἔμπροσθεν εἰρημένα, πρὸς τὸ λέγειν πῶς ἐγεί ρονται· τοῦτο δὲ, πρὸς τὸ διαπορεῖν ποίῳ σώματι ἔρχονται. Τί δέ ἐστιν, Οὐ τὸ σῶμα τὸ γενησόμε νον σπείρεις; Οὐ στάχυν ὁλόκληρον, οὐδὲ σῖτον νέον. Ἐνταῦθα γὰρ οὐκέτι πρὸς τὴν ἀνάστασιν ὁ λόγος, ἀλλὰ πρὸς τὸν τρόπον τῆς ἀναστάσεως, ποταπὸν τὸ σῶμα τὸ μέλλον ἀνίστασθαι, οἷον εἰ τοιοῦτον, ἢ βέλτιον καὶ λαμπρότερον· καὶ ἀμφότερα ἀπὸ τοῦ αὐτοῦ ὑποδείγματος λαμβάνει, δεικνὺς ὅτι πολλῷ βέλτιον. βʹ. Ἀλλ' οἱ αἱρετικοὶ μηδὲν τούτων συνιέντες ἐπιπη δῶσι, καὶ λέγουσιν, ὅτι Ἕτερον σῶμα πίπτει, καὶ ἕτερον σῶμα ἀνίσταται. Πῶς οὖν ἀνάστασις; τοῦ γὰρ πεσόντος ἐστὶν ἡ ἀνάστασις. Ποῦ δὲ τὸ θαυμαστὸν καὶ παράδοξον κατὰ τοῦ θανάτου νικητή ριον, εἰ ἄλλο πίπτει, καὶ ἄλλο ἀνίσταται; οὐκέτι γὰρ φανήσεται ἐκεῖνος ἀποδοὺς ὅπερ ἔλαβεν αἰχμάλωτον. Πῶς δὲ τὸ ὑπόδειγμα ἁρμόσειεν ἂν τοῖς εἰρημένοις; οὐ γὰρ ἄλλη μὲν οὐσία σπείρεται, ἄλλη δὲ ἐγείρεται, ἀλλ' ἡ αὐτὴ βελτίων. Ἔσται δὲ οὐδὲ ὁ Χριστὸς τὸ αὐτὸ σῶμα ἀνειληφὼς, ἀπαρχὴ τῶν ἀνισταμένων γε νόμενος· ἀλλὰ καθ' ὑμᾶς ἐκεῖνο μὲν ἔῤῥιψε, καίτοι γε οὐδὲν ἡμαρτηκὸς, ἕτερον δὲ ἔλαβεν. Πόθεν ἄρα τὸ ἕτερον; τοῦτο μὲν γὰρ ἐκ παρθένου, ἐκεῖνο δὲ πόθεν; Ὁρᾷς εἰς ὅσην ἀτοπίαν ὁ λόγος ἐξεκυλίσθη; ∆ιὰ τί γὰρ καὶ τοὺς τύπους δείκνυσι τῶν ἥλων; οὐχὶ τοῦτο ἀποδεῖξαι θέλων, ὅτι αὐτὸ ἐκεῖνό ἐστι τὸ ἀνασκολοπισθὲν, καὶ αὐτὸ πάλιν ἀνέστη; Τί δὲ καὶ ὁ τύπος βούλεται αὐτῷ ὁ τοῦ Ἰωνᾶ; οὐ γὰρ δήπου ἄλλος μὲν κατεπόθη, ἄλλος δὲ εἰς τὴν γῆν ἐξηνέχθη Ἰωνᾶς. Τί δὲ καὶ ἔλεγε, Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρι σὶν ἡμέραις ἐγερῶ αὐτόν; τὸν γὰρ λυόμενον δηλον ότι τοῦτον καὶ ἀνίστη. ∆ιὸ καὶ προσέθηκεν ὁ εὐαγ γελιστὴς, ὅτι Ἐκεῖνος δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὑτοῦ. Τί οὖν φησιν, Οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις; Τουτέστιν, οὐ τὸν ἄσταχυν· καὶ γὰρ αὐτός ἐστι, καὶ οὐκ αὐτός· αὐτὸς μὲν, ὅτι αὐτὴ ἡ οὐσία· οὐκ αὐτὸς δὲ, ὅτι βελτίων οὗτος, τῆς μὲν αὐτῆς οὐσίας μενούσης, μείζονος δὲ τῆς εὐπρε πείας γινομένης, καὶ καινοῦ τοῦ αὐτοῦ ἀνισταμένου· ἐπειδὴ εἰ μὴ τοῦτο ἦν, οὐδὲ ἀναστάσεως ἔδει, εἰ μὴ βέλτιον ἀνίστασθαι ἔμελλε. Τί γὰρ καὶ καθῄρει τὴν οἰκίαν, εἰ μὴ λαμπροτέραν ἔμελλε οἰκοδομεῖν; Τοῦτο τοίνυν πρὸς τοὺς νομίζοντας τὴν αὐτὴν εἶναι φθορὰν εἶπεν. Εἶτα, ἵνα μὴ ἄλλο τις πάλιν ὑποπτεύσῃ σῶμα ἐντεῦθεν εἰρῆσθαι, παραμυθεῖται τὸ αἴνιγμα, καὶ αὐτὸς ἑρμηνεύει τὸ εἰρημένον, μὴ συγχωρῶν τῷ ἀκροατῇ ἀλλαχοῦ περιάγειν τὴν ἔννοιαν τὴν ἐντεῦθεν. Τί τοί νυν δεῖ τῶν ἡμετέρων λόγων; Ἄκουσον αὐτοῦ λέ γοντος καὶ ἑρμηνεύοντος τί ἐστιν· Οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις. Εὐθέως γὰρ ἐπήγαγεν, Ἀλλὰ γυμνὸν κόκκον εἰ τύχοι σίτου, ἤ τινος τῶν τοιούτων σπερμάτων. Τουτέστιν, Οὐ τὸ σῶμα τὸ γενησόμενον· οἷον οὐχ οὕτω περιβεβλημένον, οὐδὲ καλάμην ἔχοντα καὶ ἀνθέρικας, Ἀλλὰ γυμνὸν κόκ κον, εἰ τύχοι σίτου, ἤ τινος τῶν τοιούτων. Καὶ ὁ Θεὸς αὐτῷ δίδωσι σῶμα, καθὼς ἠθέλησε. Ναὶ, φησὶν, ἀλλ' ἐκεῖ τῆς φύσεως τὸ ἔργον ἐστί. Ποίας φύσεως, εἰπέ μοι; καὶ γὰρ καὶ ἐκεῖ τὸ πᾶν ὁ Θεὸς ἐργάζεται, οὐχ ἡ φύσις οὐδὲ ἡ γῆ οὐδὲ ὁ ὑετός. ∆ιό περ καὶ αὐτὸς ταῦτα δηλῶν, καὶ γῆν καὶ ὑετὸν καὶ ἀέρα καὶ ἥλιον καὶ χεῖρας γεωργικὰς ἀφεὶς, ἐπήγα γεν, ὅτι Ὁ Θεὸς αὐτῷ δίδωσι σῶμα, καθὼς ἠθέλησε. Μὴ τοίνυν περιεργάζου μηδὲ πολυπραγμόνει, πῶς καὶ τίνι τρόπῳ, ὅταν Θεοῦ δύναμιν καὶ θέλημα ἀκού σῃς. Καὶ ἑκάστῳ τῶν σπερμάτων τὸ ἴδιον σῶμα. Ποῦ τοίνυν τὸ ἀλλότριον; τὸ γὰρ ἴδιον δίδωσιν. Ὥστε ὅταν λέγῃ, Οὐ τὸ γενησόμενον σπείρεις, οὐ τοῦτο λέγει, ὅτι ἄλλη ἀντὶ ἄλλης οὐσίας ἀνίσταται, ἀλλ' ὅτι βελτίων, ὅτι λαμπροτέρα. Ἑκάστῳ γὰρ, φησὶ, τῶν σπερμάτων τὸ ἴδιον σῶμα. Ἐντεῦθεν λοιπὸν καὶ τὴν διαφορὰν εἰσάγει τῆς τότε ἐσομένης ἀναστάσεως. Μὴ γὰρ, ἐπειδὴ σῖτος σπείρεται καὶ πάντες στάχυες ἀνέρχονται, διὰ τοῦτο νομίσῃς καὶ ἐν τῇ ἀναστάσει ἰσοτιμίαν εἶναι. Μάλιστα μὲν γὰρ οὐδὲ ἐν τοῖς σπέρ μασι μία τάξις, ἀλλὰ τὰ μὲν τιμιώτερα, τὰ δὲ κατα δεέστερα. ∆ιὸ καὶ ἐπήγαγεν, Ἑκάστῳ τὸ ἴδιον σῶ μα. Πλὴν ἀλλ' οὐκ ἀρκεῖται τούτῳ, ἀλλ' ἑτέραν ζη τεῖ διαφορὰν μείζονα καὶ σαφεστέραν. Ἵνα γὰρ μὴ ἀκούσας, ὅπερ ἔφην, ὅτι πάντες ἀνίστανται, πάντας τῶν αὐτῶν ἀπολαύειν νομίσῃς, προκατεβάλετο μὲν καὶ ἐν τοῖς ἔμπροσθεν τῆς ἐννοίας ταύτης τὰ σπέρ ματα, εἰπών· Ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι. Ἐργάζεται δὲ αὐτὸ σαφέστερον καὶ ἐνταῦθα πάλιν λέγων· Οὐ πᾶσα σὰρξ ἡ αὐτὴ σάρξ. Τί λέγω γὰρ, φησὶν, ἐπὶ τῶν σπερμάτων; ἐπὶ τῶν σωμάτων γυμνάσωμεν αὐτὸ τοῦτο, περὶ ὧν ὁ λόγος ἡμῖν νῦν. ∆ιὸ καὶ ἐπάγει λέγων· Ἄλλη μὲν σὰρξ ἀνθρώπων, ἄλλη δὲ κτη νῶν, καὶ ἄλλη πτηνῶν, καὶ ἄλλη ἰχθύων. Καὶ σώματα ἐπουράνια, καὶ σώματα ἐπίγεια· ἀλλ' ἑτέρα μὲν ἡ τῶν ἐπουρανίων δόξα, ἑτέρα δὲ ἡ τῶν ἐπιγείων· ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελή νης, καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέ ρος διαφέρει ἐν δόξῃ. γʹ. Καὶ τί βούλεται αὐτῷ ταυτὶ τὰ ῥήματα; τίνος ἕνε κεν ἐκ τῆς ἀναστάσεως τῆς τῶν σωμάτων εἰς τὸν περὶ ἀστέρων καὶ ἡλίου λόγον ἐξέπεσεν; Οὐκ ἐξέπεσεν, οὐδὲ ἀπεῤῥάγη τῆς ὑποθέσεως, ἄπαγε, ἀλλ' ἔτι αὐτῆς ἔχεται. Ἐπειδὴ γὰρ τὸν περὶ τῆς ἀναστάσεως κατ εσκεύασε λόγον, δείκνυσι λοιπὸν ὅτι πολλὴ τῆς δόξης τότε ἡ διαφορὰ, εἰ καὶ ἡ ἀνάστασις μία· καὶ διαιρεῖ εἰς δύο τὸ πᾶν τέως, εἰς τὰ ἐπουράνια καὶ τὰ ἐπίγεια. Ὅτι μὲν γὰρ τὰ σώματα ἀνίσταται, ἔδειξε διὰ τοῦ σίτου· ὅτι δὲ οὐκ ἐν τῇ αὐτῇ δόξῃ πάντα, δείκνυσιν ἐντεῦθεν. Ὥσπερ γὰρ τὸ ἀπιστεῖν τῇ ἀναστάσει ὑπτίους ποιεῖ, οὕτω πάλιν ῥᾳθύμους τὸ νομίζειν πάν τας τῶν αὐτῶν ἀξιοῦσθαι. ∆ιόπερ ἀμφότερα διορθοῦ ται· καὶ τὰ μὲν ἐν τοῖς ἔμπροσθεν ἀπήρτισε, τούτου δὲ ἄρχεται νῦν· καὶ ποιήσας δύο τάγματα δικαίων τε καὶ ἁμαρτωλῶν, αὐτὰ τὰ δύο ταῦτα εἰς πολλὰ πάλιν κατατέμνει μέρη, δεικνὺς ὅτι οὔτε δίκαιοι καὶ ἁμαρ τωλοὶ τῶν αὐτῶν τεύξονται, οὔτε δίκαιοι πάντες δι καίοις ὁμοίως, οὔτε ἁμαρτωλοὶ ἁμαρτωλοῖς. Ποιεῖ τοίνυν πρώτην μίαν τομὴν δικαίων καὶ ἁμαρτωλῶν λέγων· Σώματα ἐπουράνια, καὶ σώματα ἐπίγεια· διὰ μὲν τῶν ἐπιγείων τούτους αἰνιττόμενος, διὰ δὲ τῶν ἐπουρανίων ἐκείνους. Εἶτα λοιπὸν τῶν ἁμαρτωλῶν διαφορὰν πρὸς ἁμαρτωλοὺς εἰσάγει, λέγων· Οὐ πᾶσα σὰρξ ἡ αὐτὴ σάρξ· ἀλλὰ ἄλλη μὲν ἰχθύων, ἄλλη δὲ πτηνῶν καὶ κτηνῶν. Καίτοι πάντα σώματα, ἀλλὰ τὰ μὲν ἐν πλείονι, τὰ δὲ ἐν ἐλάττονι εὐτελείᾳ. Καὶ ἐν ζωῇ δὲ ὁμοίως, καὶ ἐν αὐτῇ τῇ κατασκευῇ. Καὶ εἰπὼν τοῦτο, ἀναβαίνει πάλιν εἰς τὸν οὐρανὸν λέγων· Ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης. Ὥσπερ γὰρ ἐν τοῖς ἐπιγείοις σώμασι δια φορὰ, οὕτω καὶ ἐν τοῖς ἐπουρανίοις, καὶ διαφορὰ, οὐχ ἡ τυχοῦσα, ἀλλὰ καὶ μέχρι τῶν ἐσχάτων. Οὐ γὰρ ἡλίῳ πρὸς σελήνην, οὐδὲ σελήνῃ πρὸς ἀστέρας δια φορὰ μόνον, ἀλλὰ καὶ ἄστρασι πρὸς ἀστέρας. Εἰ γὰρ καὶ πάντα ἐν οὐρανῷ, ἀλλὰ τὰ μὲν πλείονος, τὰ δὲ ἐλάττονος μετέχει δόξης. Τί τοίνυν ἐντεῦθεν καταμανθάνομεν; Ὅτι εἰ καὶ ἐν βασιλείᾳ πάντες, οὐ πάντες τῶν αὐτῶν ἀπολαύσονται· καὶ εἰ πάντες ἐν γεέννῃ οἱ ἁμαρτωλοὶ, οὐ πάντες τὰ αὐτὰ ὑπομενοῦσι. ∆ιὸ καὶ ἐπήγαγεν· Οὕτω καὶ ἡ ἀνάστασις τῶν νεκρῶν. Οὕτω, πῶς; Ἐν διαφορᾷ πολλῇ. Εἶτα ἀφεὶς τοῦτον τὸν λόγον ὡς ἀρκούντως ἀποδειχθέντα, πάλιν ἐπ' αὐ τὴν τῆς ἀναστάσεως τὴν ἀπόδειξιν καὶ τὸν τρόπον ἔρχεται, λέγων· Σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ. Καὶ θέα σύνεσιν· Ἐπὶ μὲν τῶν σπερμάτων τῷ τῶν σωμάτων ἐχρήσατο ὀνόματι λέγων· Οὐ ζωο ποιεῖται, ἐὰν μὴ ἀποθάνῃ· ἐπὶ δὲ τῶν σωμάτων τῇ τῶν σπερμάτων προσηγορίᾳ, λέγων· Σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ. Οὐκ εἶπε, Φύεται, ἵνα μὴ τῆς γῆς ἔργον νομίσῃς, ἀλλ', Ἐγείρεται. Σπορὰν δὲ ἐνταῦθα, οὐ τὴν γένεσιν ἡμῶν λέγει τὴν ἐν μήτρᾳ, ἀλλὰ τὴν ταφὴν τὴν ἐν τῇ γῇ τῶν τετελευ τηκότων σωμάτων, τὴν διάλυσιν, τὴν τέφραν. ∆ιὸ εἰπὼν, Σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρ σίᾳ, ἐπήγαγε· Σπείρεται ἐν ἀτιμίᾳ. Τί γὰρ εἰδεχθέστερον νεκροῦ διαῤῥυέντος; Ἐγείρεται ἐν δόξῃ. Σπείρεται ἐν ἀσθενείᾳ. Οὔπω γὰρ ἡμέραι τριάκον τα, καὶ τὸ πᾶν ἀπώλετο· καὶ κατασχεῖν ἑαυτὴν ἡ σὰρξ οὐ δύναται, οὐδὲ πρὸς μίαν ἀρκέσαι ἡμέραν. Ἐγείρεται ἐν δυνάμει. Τότε γὰρ αὐτοῦ οὐδὲν περι έσται λοιπόν. ∆ιὰ δὴ τοῦτο καὶ ἐκείνων ἐδεήθη τῶν ὑπο δειγμάτων, ἵνα μὴ ταῦτα ἀκούοντες πολλοὶ, ὅτι ἐν ἀφθαρσίᾳ καὶ δόξῃ καὶ δυνάμει ἐγείρονται, νομίσωσι μηδεμίαν εἶναι διαφορὰν τῶν ἀνισταμένων. Πάντες μὲν γὰρ ἀνίστανται, καὶ ἐν δυνάμει καὶ ἐν ἀφθαρσίᾳ καὶ ἐν δόξῃ ταύτῃ τῇ τῆς ἀφθαρσίας, οὐ μέντοι τῆς τιμῆς τῆς αὐτῆς οὐδὲ τῆς ἀσφαλείας πάντες. Σπεί ρεται σῶμα ψυχικὸν, ἐγείρεται σῶμα πνευματικόν. Ἔστι σῶμα ψυχικὸν, καὶ ἔστι σῶμα πνευματικόν. Τί λέγεις; τοῦτο δὲ οὐ πνευματικόν; Πνευματικὸν μὲν, ἀλλ' ἐκεῖνο πολλῷ πλέον. Νῦν μὲν γὰρ καὶ ἀφ ίπταται τοῦ Πνεύματος τοῦ ἁγίου πολλάκις ἡ πολλὴ χάρις, ἁμαρτανόντων μεγάλα τινῶν, καὶ τοῦ πνεύμα τος δὲ παρόντος τῆς ψυχῆς ἡ ζωὴ τῆς σαρκός· καὶ τὸ τοιοῦτο κενόν ἐστι τούτου χωρίς· τότε δὲ οὐχ οὕτως, ἀλλὰ διηνεκῶς παραμένει τῇ σαρκὶ τῶν δικαίων, καὶ αὐτοῦ ἔσται τὸ κράτος παρούσης καὶ τῆς ψυχῆς. Ἢ γάρ τι τοιοῦτον ᾐνίξατο, εἰπὼν, Πνευματικὸν, ἢ ὅτι κουφότερον ἔσται καὶ λεπτότερον, καὶ οἷον καὶ ἐπ' ἀέρος ὀχεῖσθαι, μᾶλλον δὲ ἀμφότερα. Εἰ δὲ ἀπιστεῖς τῷ λόγῳ, ὅρα τὰ ἐπουράνια σώματα τὰ οὕτω λαμπρὰ καὶ διαρκῆ τέως καὶ ἐν ἀγηράτῳ λήξει διαμένοντα, καὶ πίστευσον ἐντεῦθεν, ὅτι δύναται ὁ Θεὸς ποιῆσαι καὶ ταῦτα τὰ φθαρτὰ ἄφθαρτα καὶ πολλῷ βελτίω τῶν ὁρωμένων. Οὕτω καὶ γέγραπται· Ἐγένετο ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν· ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν. Καίτοι τὸ μὲν γέγραπται, τὸ δὲ οὐ γέγραπται· πῶς οὖν εἶπεν, ὅτι Γέγραπται; Ἀπὸ τῆς τῶν πραγμάτων ἐκβάσεως αὐτὸ μετέφρασεν· ὅπερ ἔθος αὐτῷ συνεχῶς ποιεῖν. Καὶ γὰρ ἔθος τοῦτο προφήτου. Καὶ γὰρ τὴν Ἱερουσαλὴμ πόλιν δικαιοσύνης ἔφησεν ὁ προφήτης κληθήσε σθαι, καὶ οὐκ ἐκλήθη. Τί οὖν; ἐψεύσατο ὁ προφήτης; Οὐδαμῶς· τὴν γὰρ διὰ τῶν πραγμάτων ἔκβασιν λέγει. Καὶ τὸν Χριστὸν δὲ Ἐμμανουήλ· καὶ οὐδὲ αὐτὸς οὕτω κέκληται, ἀλλὰ τὰ πράγματα ταύτην ἀφίησι τὴν φωνήν. Οὕτω καὶ ἐνταῦθα, Ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν. δʹ. Ταῦτα δὲ εἶπεν, ἵνα μάθῃς ὅτι καὶ τῆς παρούσης ζωῆς καὶ τῆς μελλούσης τὰ σύμβολα ἤδη καὶ τὰ ἐνέχυρα ἔφθασε, τῆς μὲν παρούσης ὁ Ἀδὰμ, τῆς δὲ μελλούσης ὁ Χριστός. Ἐπειδὴ γὰρ τὰ χρηστότερα ἐν ἐλπίσι τίθησι, δείκνυσι τὴν ἀρχὴν ἤδη ἐκβεβηκυῖαν, καὶ τὴν ῥίζαν καὶ τὴν πηγὴν φανεῖσαν. Εἰ δὲ ἡ ῥίζα καὶ ἡ πηγὴ πᾶσι κατάδηλος, οὐδὲν δεῖ περὶ τῶν καρ πῶν ἀμφιβάλλειν. ∆ιὸ λέγει· Ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν· καὶ ἀλλαχοῦ δὲ, Ζωοποιήσει τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν. Ἄρα τοῦ Πνεύματος τὸ ζωοποιεῖν. Εἶτα ἵνα μή τις εἴπῃ, ∆ιὰ τί πρεσβύτερα τὰ χείρονα, καὶ τὰ μὲν ὅλα ἐξέβη τὰ ψυχικὰ, οὐ μέχρι τῆς ἀπαρχῆς, τὰ δὲ ἕως τῆς ἀπαρχῆς μόνον; δείκνυσιν ὅτι καὶ αἱ ἀρχαὶ ἑκατέρων οὕτω διετάγησαν. Οὐ γὰρ πρῶτον, φησὶ, τὸ πνευματικὸν, ἀλλὰ τὸ ψυχικὸν, ἔπειτα τὸ πνευματικόν. Καὶ οὐ λέγει, διὰ τί, ἀλλ' ἀρκεῖται τῇ τοῦ Θεοῦ διατάξει, τὴν ἀπὸ τῶν πραγμάτων ψῆφον ἔχων μαρτυροῦσαν τῇ ἀρίστῃ τοῦ Θεοῦ οἰκονομίᾳ, καὶ δεικνὺς ὅτι ἐπὶ τὸ βέλτιον ἀεὶ τὰ ἡμέτερα πρόεισιν, ἅμα κἀντεῦθεν πιστούμενος τὸν λόγον. Εἰ γὰρ τὰ ἐλάττονα ἐξέβη, πολλῷ μᾶλλον τὰ βελτίω προσδοκᾷν χρή. Ἐπεὶ οὖν τοιούτων μέλλομεν ἀπολαύειν ἀγαθῶν, εἰς ταύτην ἑαυτοὺς κατατάξωμεν τὴν τάξιν, καὶ μὴ κλαίωμεν τοὺς ἀπιόντας, ἀλλὰ τοὺς κακῶς τὸν βίον καταλύοντας. Ἐπεὶ καὶ γεωργὸς, ὅταν ἴδῃ τὸν σῖτον διαλυόμενον, οὐ θρηνεῖ, ἀλλ' ἕως μὲν ἂν βλέπῃ στε ρεὸν ἐν τῇ γῇ μένοντα, δέδοικε καὶ τρέμει· ἐπειδὰν δὲ ἴδῃ διαλυθέντα, χαίρει. Ἀρχὴ γὰρ τῆς μελλούσης σπορᾶς ἡ διάλυσις. Οὕτω καὶ ἡμεῖς τότε χαίρωμεν, ὅταν πέσῃ ἡ οἰκία ἡ φθαρτὴ, ὅταν σπαρῇ ὁ ἄνθρωπος. Καὶ μὴ θαυμάσῃς, εἰ σπορὰν τὴν ταφὴν ἐκάλεσε· καὶ γὰρ αὕτη βελτίων ἡ σπορά. Ἐκείνην μὲν γὰρ διαδέ χονται θάνατοι καὶ πόνοι καὶ κίνδυνοι καὶ φροντίδες, ταύτην δὲ, ἂν ὀρθῶς βιῶμεν, στέφανοι καὶ βραβεῖα· καὶ τὴν μὲν φθορὰ καὶ θάνατος, τὴν δὲ ἀφθαρ σία καὶ ἀθανασία καὶ τὰ μυρία ἀγαθά· ἐπ' ἐκείνης τῆς σπορᾶς συμπλοκαὶ καὶ ἡδοναὶ καὶ ὕπνος, ἐπὶ ταύτης δὲ φωνὴ μόνον ἐκ τῶν οὐρανῶν καταβαίνουσα, καὶ πάντα ἀθρόως τελεσφορεῖται. Καὶ ὁ ἀνιστάμενος οὐκέτι λοιπὸν ἐπὶ βίον ἄγεται πολύμοχθον, ἀλλ' ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός. Εἰ δὲ καὶ προστασίαν ἐπιζητεῖς, καὶ διὰ τοῦτο θρηνεῖς τὸν ἄν δρα, ἐπὶ τὸν κοινὸν πάντων προστάτην καὶ σωτῆρα καὶ εὐεργέτην κατάφυγε τὸν Θεὸν, ἐπὶ τὴν ἄμαχον συμμαχίαν, ἐπὶ τὴν εὔκολον βοήθειαν, ἐπὶ τὴν διαρκῆ σκέπην τὴν πανταχοῦ παροῦσαν καὶ πανταχόθεν ἡμᾶς τειχίζουσαν, ἀλλ' ἡ συνήθεια ποθεινὸν καὶ ἐπ έραστον. Οἶδα κἀγώ· ἀλλ' ἂν ἐπιτρέψῃς τῷ λογισμῷ τὸ πάθος, καὶ λογίσῃ πρὸς ἑαυτὴν τίς ὁ λαβὼν, καὶ ὅτι γενναίως ἐνεγκὼν θυσίαν τὴν γνώμην ἀναφέρεις τῷ Θεῷ, καὶ τοῦτο τὸ κῦμα δυνήσῃ διαδραμεῖν, καὶ ὅπερ ὁ χρόνος ἐργάζεται, τοῦτο ἡ φιλοσοφία ποιήσει· ἂν δὲ καταμαλακισθῇς, λήξει μὲν τῷ χρόνῳ τὸ πάθος, σοὶ δὲ οὐδένα τὸν μισθὸν οἴσει. Μετὰ δὲ τῶν λογισμῶν τούτων καὶ παραδείγματα σύλλεγε, τὰ ἐν τῷ παρόντι βίῳ, τὰ ἐν ταῖς θείαις Γραφαῖς· ἐννόησον ὅτι ὁ Ἀβραὰμ κατέσφαξε τὸν υἱὸν τὸν αὑτοῦ, καὶ οὔτε ἐδάκρυσεν οὔτε πικρὸν ῥῆμα ἐξέβαλεν. Ἀλλ' ἐκεῖνος Ἀβραὰμ, φησὶν, ἦν. Καὶ μὴν σὺ ἐπὶ μείζονα ἐκλήθης σκάμ ματα. Ὁ δὲ Ἰὼβ ἤλγησε μὲν, τοσοῦτον δὲ, ὅσον εἰκὸς πατέρα φιλόπαιδα καὶ σφόδρα κηδόμενον τῶν ἀπελ θόντων· ὡς ἅ γε νῦν ποιοῦμεν ἡμεῖς, ἐχθρῶν καὶ πο λεμίων ἐστίν. Οὐδὲ γὰρ, εἴ τινος εἰς βασίλεια ἀπενε χθέντος καὶ στεφανωθέντος ἔκοπτες σαυτὸν καὶ ἐθρή νεις, φίλον ἄν σε τοῦ στεφανωθέντος ἔφην εἶναι, ἀλλ' ἐχθρὸν σφόδρα καὶ πολέμιον. Ἀλλ' οὐδὲ νῦν ἐκεῖνον θρηνῶ, φησὶν, ἀλλ' ἐμαυτόν. Ἀλλ' οὐδὲ τοῦτο φι λοῦντος, τὸ θέλειν ἔτι ἐναγώνιον εἶναι ἐκεῖνον διὰ σαυτὸν καὶ ὑποκεῖσθαι τῇ ἀδηλίᾳ τοῦ μέλλοντος, παρὸν στεφανοῦσθαι καὶ προσορμεῖν, ἢ πελάγιον σα λεύειν, ἐξὸν ἐν λιμένι εἶναι. Ἀλλ' οὐκ οἶδα ποῖ κεχώ ρηκε, φησί. ∆ιὰ τί οὐκ οἶδας; εἰπέ μοι· εἴτε γὰρ ὀρθῶς ἐβίου εἴτε ἑτέρως, δῆλον ποῦ χωρήσει. ∆ι' αὐτὸ γὰρ τοῦτο κόπτομαι, φησὶν, ὅτι ἁμαρτωλὸς ἀπῆλθε. Σκῆψις ταῦτα καὶ πρόφασις. Εἰ γὰρ διὰ τοῦτο ἀπελ θόντα ἐθρήνεις, ζῶντα μεταπλάσαι ἐχρῆν καὶ ῥυθμί σαι. Ἀλλὰ τὰ σαυτοῦ σὺ πανταχοῦ σκοπεῖς, οὐ τὰ ἐκείνου. Εἰ δὲ καὶ ἁμαρτωλὸς ἀπῆλθε, καὶ διὰ τοῦτο δεῖ χαίρειν, ὅτι ἐνεκόπη τὰ ἁμαρτήματα, καὶ οὐ προσέθηκε τῇ κακίᾳ, καὶ βοηθεῖν, ὡς ἂν οἷόν τε ᾖ, οὐ δακρύειν, ἀλλ' εὐχαῖς καὶ ἱκετηρίαις καὶ ἐλεημο σύναις καὶ προσφοραῖς. Οὐ γὰρ ἁπλῶς ταῦτα ἐπινε νόηται, οὐδὲ εἰκῆ μνήμην ποιούμεθα τῶν ἀπελθόντων ἐπὶ τῶν θείων μυστηρίων, καὶ ὑπὲρ αὐτῶν πρόσιμεν, δεόμενοι τοῦ Ἀμνοῦ τοῦ κειμένου τοῦ λαβόντος τὴν ἁμαρτίαν τοῦ κόσμου, ἀλλ' ἵνα τις ἐντεῦθεν αὐτοῖς γένηται παραμυθία· οὐδὲ μάτην ὁ παρεστὼς τῷ θυ σιαστηρίῳ τῶν φρικτῶν μυστηρίων τελουμένων βοᾷ· Ὑπὲρ πάντων τῶν ἐν Χριστῷ κεκοιμημένων, καὶ τῶν τὰς μνείας ὑπὲρ αὐτῶν ἐπιτελούντων. Εἰ γὰρ μὴ ὑπὲρ αὐτῶν αἱ μνεῖαι ἐγένοντο, οὐδ' ἂν ταῦτα ἐλέχθη. Οὐ γάρ ἐστι σκηνὴ τὰ ἡμέτερα, μὴ γένοιτο· Πνεύματος γὰρ διατάξει ταῦτα γίνεται.
εʹ. Βοηθῶμεν τοίνυν αὐτοῖς, καὶ μνείαν ὑπὲρ αὐτῶν ἐπιτελῶμεν. Εἰ γὰρ τοὺς παῖδας τοῦ Ἰὼβ ἐκάθαιρεν ἡ τοῦ πατρὸς θυσία, τί ἀμφιβάλλεις, εἰ καὶ ἡμῶν ὑπὲρ τῶν ἀπελθόντων προσφερόντων γίνεταί τις αὐτοῖς παραμυθία; Εἴωθε γὰρ ὁ Θεὸς καὶ ἑτέροις ὑπὲρ ἑτέ ρων χαρίζεσθαι. Καὶ τοῦτο ἐδείκνυ ὁ Παῦλος λέγων· Ἵνα ἐν πολλῷ προσώπῳ τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ὑμῶν. Μὴ δὴ ἀποκά μωμεν τοῖς ἀπελθοῦσι βοηθοῦντες, καὶ προσφέροντες ὑπὲρ αὐτῶν εὐχάς· καὶ γὰρ τὸ κοινὸν τῆς οἰκουμένης κεῖται καθάρσιον. ∆ιὰ τοῦτο θαῤῥοῦντες ὑπὲρ τῆς οἰκουμένης δεόμεθα τότε, καὶ μετὰ μαρτύρων αὐτοὺς καλοῦμεν, μετὰ ὁμολογητῶν, μετὰ ἱερέων. Καὶ γὰρ ἓν σῶμά ἐσμεν ἅπαντες, κἂν λαμπρότερα μέλη με λῶν· καὶ δυνατὸν πάντοθεν συγγνώμην αὐτοῖς συν αγαγεῖν, ἀπὸ τῶν εὐχῶν, ἀπὸ τῶν ὑπὲρ αὐτῶν δώ ρων, ἀπὸ τῶν μετ' αὐτῶν καλουμένων. Τί τοίνυν ἀλ γεῖς, τί δὲ θρηνεῖς, ὁπότε τοσαύτην δυνατὸν συγγνώ μην συναγαγεῖν τῷ ἀπελθόντι; Ἀλλ' ὅτι σὺ γέγονας ἔρημος καὶ προστάτην ἀπώλεσας; Ἀλλὰ μηδέποτε τοῦτο εἴπῃς· οὐδὲ γὰρ τὸν Θεὸν ἀπώλεσας. Ὥστε ἕως ἂν τοῦτον ἔχῃς, καὶ ἀνδρὸς αὐτὸς ἔσται σοι μείζων καὶ πατρὸς καὶ παιδὸς καὶ κηδεστοῦ· καὶ γὰρ καὶ ζώντων ἐκείνων, οὗτος ἦν ὁ τὰ πάντα ποιῶν. Ταῦτα τοίνυν ἐννόει, καὶ λέγε κατὰ τὸν ∆αυΐδ· Κύριος φω τισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι; εἰπὲ, Σὺ εἶ ὁ πατὴρ τῶν ὀρφανῶν, καὶ κριτὴς τῶν χηρῶν· καὶ ἐπίσπασαι αὐτοῦ τὴν βοήθειαν, καὶ μᾶλ λον αὐτὸν ἕξεις νῦν προνοοῦντα ἢ πρότερον, ὅσον ἐν μείζονι κατέστης ἀπορίᾳ. Ἀλλὰ παιδίον ἀπώλεσας· Οὐκ ἀπώλεσας, μὴ λέγε· ὕπνος τὸ πρᾶγμά ἐστιν, οὐ θάνατος, μετάστασις, οὐκ ἀπώλεια, ἀποδημία ἀπὸ τῶν ἐλαττόνων ἐπὶ τὰ βελτίω. Μὴ δὴ παρόξυνε τὸν Θεὸν, ἀλλ' ἵλεω ποίει. Ἂν γὰρ ἐνέγκῃς γενναίως, ἔσται τις κἀντεῦθεν τῷ ἀπελθόντι καὶ σοὶ παραμυ θία· ἂν δὲ τοὐναντίον, μᾶλλον ἐξάπτεις τὴν ὀργὴν τοῦ Θεοῦ. Καὶ γὰρ εἰ παιδὸς μαστιχθέντος ὑπὸ δε σπότου, σὺ παρεστὼς ἐδυσχέρανας, μειζόνως ἂν παρ ώξυνας κατὰ σεαυτοῦ τὸν δεσπότην. Μὴ δὴ ποίει τοῦτο, ἀλλ' εὐχαρίστει, ἵνα σοι καὶ ταύτῃ σκεδασθῇ τὸ νέφος τῆς ἀθυμίας· εἰπὲ κατὰ τὸν μακάριον ἐκεῖνον· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ἐννόη σον ὅσοι μᾶλλόν σου εὐαρεστοῦντες οὐδὲ ἔλαβον τὴν ἀρχὴν παῖδας, οὐδὲ πατέρες ἐκλήθησαν. Οὐδὲ γὰρ ἐγὼ, φησὶν, ἐβουλόμην· καὶ γὰρ βέλτιον ἦν μηδὲ πεῖραν σχεῖν, ἢ μετὰ τὸ γεύσασθαι τῆς ἡδονῆς, ἐκ πεσεῖν. Μὴ, παρακαλῶ, μὴ λέγε ταῦτα, μὴ παροργί σῃς καὶ ταύτῃ τὸν ∆εσπότην· ἀλλ' ὑπὲρ μὲν ὧν ἔλα βες, εὐχαρίστησον· ὑπὲρ δὲ ὧν οὐκ εἰς τέλος ἔχεις, δόξαζε. Οὐκ εἶπεν ὁ Ἰὼβ, ὅτι Βέλτιον ἦν μὴ λαβεῖν τοῦτο, ὃ σὺ λέγεις ἀγνωμόνως, ἀλλὰ καὶ ὑπὲρ ἐκείνων ηὐχαρίστει λέγων· Ὁ Κύριος ἔδωκε· καὶ ὑπὲρ τούτων ηὐλόγει λέγων· Ὁ Κύριος ἀφείλετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶ νας. Καὶ τὴν γυναῖκα οὕτως ἐπεστόμιζε δικαιολο γούμενος πρὸς αὐτὴν, καὶ τὰ θαυμαστὰ ἐκεῖνα φθεγ γόμενος ῥήματα· Εἰ τὰ μὲν ἀγαθὰ ἐδεξάμεθα παρὰ Κυρίου, τὰ δὲ κακὰ οὐχ ὑποίσομεν; Καίτοι γε μετὰ ταῦτα χαλεπώτερος γέγονεν ὁ πειρασμός· ἀλλ' ἐκεῖνος οὐδὲ οὕτως ἐξελύετο, ἀλλ' ὁμοίως ἔφερε γενναίως, καὶ ἐδόξαζε. Τοῦτο καὶ σὺ ποίει, καὶ λογί ζου πρὸς σεαυτὸν, ὅτι οὐκ ἄνθρωπος ἔλαβεν, ἀλλ' ὁ Θεὸς ὁ ποιήσας, ὁ μᾶλλόν σου κηδόμενος, καὶ τὸ συμφέρον εἰδὼς, οὐ πολέμιός τις οὐδὲ ἐπίβουλος. Ὅρα πόσοι ζῶντες ἀβίωτον τὸν βίον τοῖς γονεῦσιν ἐποίησαν. Τοὺς δὲ γενναίους οὐχ ὁρᾷς; φησίν. Ὁρῶ καὶ τούτους, ἀλλὰ καὶ τούτων ἀσφαλέστερα τὰ κατὰ τὸν παῖδα τὸν σόν. Εἰ γὰρ καὶ εὐδοκιμοῦσιν, ἀλλ' ἐν ἀδήλῳ τὰ τοῦ τέλους αὐτῶν· ὑπὲρ δὲ ἐκείνου λοιπὸν οὐ δέδοικας οὐδὲ τρέμεις μή τι πάθῃ, ἢ μεταβολήν τινα δέξηται. Ταῦτα καὶ ἐπὶ γυναικὸς λογίζου καλῆς καὶ οἰκουροῦ, καὶ ὑπὲρ πάντων εὐχαρίστει τῷ Θεῷ, κἂν ἀπολέσῃς γυναῖκα, εὐχαρίστει. Ἴσως σε εἰς ἐγ κράτειαν ἀγαγεῖν βούλεται ὁ Θεὸς, ἐπὶ μείζονα καλεῖ σκάμματα, ἐλευθερῶσαί σε τοῦ δεσμοῦ ἠθέλησεν. Ἂν οὕτω φιλοσοφῶμεν, καὶ τὴν παροῦσαν εὐθυμίαν κερ δανοῦμεν, καὶ τῶν μελλόντων ἐπιτευξόμεθα στεφά νων, καὶ τὰ ἑξῆς.
ΜΒʹ.Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκὸς, ὁ δεύτερος ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ.
αʹ. Ἐπειδὴ ψυχικὸν εἶπε πρῶτον καὶ πνευματικὸν δεύτερον, πάλιν ἄλλην τίθησι διαφορὰν, χοϊκὸν λέγων καὶ ἐπουράνιον. Ἡ μὲν γὰρ πρώτη τοῦ παρόντος ἦν βίου καὶ τοῦ μέλλοντος· αὕτη δὲ τοῦ πρὸ τῆς χάριτος καὶ τοῦ μετὰ τὴν χάριν. Τέθεικε δὲ αὐτὴν εἰς πολι τείαν ἀρίστην λέγων. Ἵνα γὰρ, ὅπερ ἔφην, μὴ τῇ ἀναστάσει θαῤῥοῦντες ἀμελῶσι βίου καὶ ἀκριβείας, πάλιν καὶ ἐντεῦθεν αὐτοὺς ἐναγωνίους ποιεῖ, καὶ πα ρακαλεῖ εἰς ἀρετὴν, λέγων· Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκὸς, ὁ δεύτερος ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ· τὸ πᾶν ἄνθρωπον καλῶν, καὶ τὸν μὲν ἀπὸ τοῦ κρείττονος, τὸν δὲ ἀπὸ τοῦ χείρονος ὀνο μάζων. Οἷος ὁ χοϊκὸς, τοιοῦτοι καὶ οἱ χοϊκοί. Οὕ τως ἀπολοῦνται καὶ τελευτήσουσιν. Οἷος ὁ ἐπου ράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι. Οὕτω μενοῦ σιν ἀθάνατοι καὶ λάμποντες. Τί οὖν; οὐχὶ καὶ οὗτος ἀπέθανεν; Ἀπέθανε μὲν, ἀλλ' οὐδὲν ἐντεῦθεν παρ εβλάβη, ἀλλὰ καὶ ταύτῃ τὸν θάνατον κατέλυσεν. Εἶδες πῶς κἀντεῦθεν τῷ θανάτῳ τὸ περὶ τῆς ἀναστάσεως συνέστησε δόγμα; Ἔχων γὰρ, ὅπερ ἔφθην εἰ πὼν, τὴν ἀρχὴν καὶ τὴν κεφαλὴν, φησὶ, μὴ ἀμφίβαλλε περὶ τοῦ σώματος παντός. Πλὴν καὶ τὴν περὶ πολιτείας ἀρίστην ἐντεῦθεν γυμνάζει παραίνεσιν, ὑποδείγματα ὑψηλοῦ καὶ φιλοσόφου βίου, καὶ οὐ τοι ούτου τιθεὶς, καὶ τούτων ἀμφοτέρων παράγων τὰς ἀρχὰς, τοῦ μὲν τὸν Χριστὸν, τοῦ δὲ τὸν Ἀδάμ. ∆ιὰ τοῦτο οὐδὲ ἁπλῶς εἶπεν, Ἐκ γῆς, ἀλλὰ, Χοϊκὸς, τουτ έστι, παχὺς, τοῖς παροῦσι προσηλωμένος· καὶ πά λιν ἐπὶ τοῦ Χριστοῦ τοὐναντίον, Ὁ Κύριος ἐξ οὐ ρανοῦ. Εἰ δὲ λέγοιέν τινες διὰ τοῦτο μὴ ἔχειν τὸν Κύριον σῶμα, διὰ τὸ, Ἐξ οὐρανοῦ, εἰρῆσθαι, ἱκανὰ μὲν καὶ τὰ εἰρημένα πάλαι ἐμφράξαι αὐτῶν τὰ στό ματα, οὐδὲν δὲ κωλύει καὶ ἐντεῦθεν αὐτοὺς ἐπιστο μίσαι. Τί γάρ ἐστιν, Ὁ Κύριος ἐξ οὐρανοῦ; τὴν φύσιν λέγει, ἢ τὴν ἀρίστην πολιτείαν; Παντί που δῆλον, ὅτι τὴν πολιτείαν· διὸ καὶ ἐπάγει· Καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ (τουτέστι, Καθὼς φαῦλα ἐπράξαμεν), φορέσωμεν καὶ τὴν εἰ κόνα τοῦ ἐπουρανίου· τουτέστιν, Ἄριστα πράξωμεν. Χωρὶς δὲ τούτων, κἀκεῖνό σε ἡδέως ἂν ἐροίμην· Περὶ φύσεως εἴρηται· Ὁ ἐκ γῆς χοϊκὸς, καὶ, Ὁ Κύριος ἐξ οὐρανοῦ; Ναὶ, φησί. Τί οὖν; χοϊκὸς μόνον ἦν ὁ Ἀδὰμ, ἢ καὶ ἄλλην τινὰ εἶχεν οὐσίαν συγγενῆ τοῖς ἄνω καὶ ἀσωμάτοις, ἣν ψυχὴν καλεῖ ἡ Γραφὴ καὶ πνεῦμα; Παντί που δῆλον, ὅτι καὶ ταύτην. Οὐκ οῦν οὐδὲ ὁ Κύριος ἦν ἄνωθεν μόνον, εἰ καὶ ἐξ οὐ ρανοῦ λέγοιτο, ἀλλὰ καὶ σάρκα ἀνειλήφει. Ὃ δὲ λέ γει, τοιοῦτόν ἐστι· Καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, τὰς πονηρὰς πράξεις, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου, τὴν πολιτείαν τὴν ἐν τοῖς οὐρανοῖς. Εἰ δὲ περὶ φύσεως ἦν ὁ λόγος, οὐ παρακλήσεως ἐδεῖτο τὸ πρᾶγμα οὐδὲ συμβουλῆς· ὥστε κἀντεῦθεν δῆλον, ὅτι περὶ πολιτείας τὸ λεγόμε νον. ∆ιὸ καὶ συμβουλευτικῶς εἰσάγει τὸν λόγον, καὶ εἰκόνα καλεῖ, καὶ ταύτῃ πάλιν δηλῶν ὅτι περὶ πρά ξεως, οὐ περὶ φύσεως λέγει. Καὶ γὰρ διὰ τοῦτο ἐγενό μεθα χοϊκοὶ, ἐπειδὴ πονηρὰ ἐπράξαμεν· οὐκ ἐπειδὴ ἐξ ἀρχῆς χοϊκοὶ διεπλάσθημεν, ἀλλ' ἐπειδὴ ἡμάρτομεν. Καὶ γὰρ ἡ ἁμαρτία πρῶτον, καὶ τότε ὁ θάνατος, καὶ τὸ, Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ· τότε καὶ ὁ τῶν παθῶν εἰσῆλθεν ἐσμός. Οὐδὲ γὰρ τὸ, ἐκ γῆς γεγε νῆσθαι, ποιεῖ χοϊκὸν ἁπλῶς, ἐπεὶ καὶ ὁ Κύριος ἀπὸ τῆς μάζης καὶ τοῦ φυράματος τούτου ἦν, ἀλλὰ τὸ γήϊνα πράττειν· ὥσπερ οὖν καὶ ἐπουράνιον τὸ ἄξια τῶν οὐρανῶν ἐπιδείξασθαι. Ἀλλὰ γὰρ τί χρὴ περιττὰ πονεῖν τοῦτο κατασκευάζοντα; προϊὼν γὰρ ἡμῖν αὐ τὸς ἐκκαλύπτει τὸ νόημα, οὕτω λέγων· Τοῦτο δέ φημι, ἀδελφοὶ, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν. Εἶδες πῶς ἑαυτὸν ἑρμηνεύει πάλιν, ἀπαλλάττων ἡμᾶς πραγμάτων; ὃ πολλαχοῦ ποιεῖ. Σάρκα γὰρ ἐνταῦθα τὰς πονηρὰς πράξεις καλεῖ, ὃ καὶ ἀλλαχοῦ πεποίηκεν, οἷον ὡς ὅταν λέγῃ· Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί· καὶ πάλιν, Οἱ δὲ ἐν σαρκὶ ὄντες, Θεῷ ἀρέσαι οὐ δύνανται. Ὥστε ὅταν λέγῃ, Τοῦτο δέ φημι, οὐδὲν ἄλλο λέγει, ἢ ὅτι ∆ιὰ τοῦτο ταῦτα εἶπον, ἵνα μάθῃς ὅτι πονηραὶ πράξεις εἰς βασιλείαν οὐκ εἰσάγουσιν. Ἀπὸ γὰρ τῆς ἀναστάσεως εὐθέως καὶ τὸν τῆς βασιλείας εἰσήγαγε λόγον· διὸ καὶ ἐπήγαγεν· Οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρ σίαν κληρονομεῖ· τουτέστιν, ἡ κακία τὴν δόξαν ἐκείνην καὶ τὴν τῶν ἀφθάρτων πραγμάτων ἀπόλαυ σιν. Καὶ γὰρ πολλαχοῦ πάλιν τῇ προσηγορίᾳ ταύτῃ τὴν κακίαν ἐκάλεσεν εἰπών· Ὁ σπείρων εἰς τὴν σάρκα, ἐκ τῆς σαρκὸς θερίσει φθοράν. Εἰ δὲ περὶ σώματος ἔλεγεν, ἀλλ' οὐ περὶ πονηρᾶς πράξεως, οὐκ ἂν εἶπε φθοράν· οὐδαμοῦ γὰρ τὸ σῶμα φθορὰν καλεῖ· οὐδὲ γάρ ἐστι φθορὰ, ἀλλὰ φθαρτόν. ∆ιὸ προϊὼν καὶ περὶ αὐτοῦ διαλεγόμενος, οὐκ εἶπεν αὐτὸ φθορὰν, ἀλλὰ φθαρτὸν,λέγων· ∆εῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν. Εἶτα τὴν περὶ πολιτείας πληρώσας παραίνεσιν, ὅπερ ἀεὶ ποιεῖ, ὑπόθεσιν ὑποθέσει συνεχῶς ἀναμιγνὺς, εἰς τὸν περὶ ἀναστάσεως πάλιν τῶν σωμάτων ἐκβαίνει λόγον, οὕτω λέγων· Ἰδοὺ μυστήριον ὑμῖν λέγω. βʹ. Φρικτόν τι καὶ ἀπόῤῥητον, καὶ ὃ μὴ πάντες ἴσασι, μέλλει λέγειν· ὃ καὶ πολλὴν ἐνδείκνυται τὴν εἰς αὐτοὺς τιμὴν, τὸ τὰ ἀπόῤῥητα λέγειν αὐτοῖς. Τί δὲ τοῦτό ἐστι; Πάντες μὲν οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα. Ὃ δὲ λέγει τοῦτό ἐστιν· Οὐ πάντες μὲν ἀποθανούμεθα, πάντες δὲ ἀλλαγησόμεθα, καὶ οἱ μὴ ἀποθνήσκοντες· θνητοὶ γὰρ κἀκεῖνοι. Μὴ τοίνυν, ἐπειδὴ ἀποθνήσκεις, διὰ τοῦτο δείσῃς, φησὶν, ὡς οὐκ ἀναστησόμενος· εἰσὶ γάρ τινες, εἰσὶν, οἳ καὶ τοῦτο διαφεύξονται· καὶ ὅμως οὐκ ἀρκεῖ τοῦτο αὐτοῖς εἰς τὴν ἀνάστασιν ἐκείνην, ἀλλὰ δεῖ καὶ ἐκεῖνα τὰ σώματα τὰ μὴ ἀποθνήσκοντα ἀλλαγῆναι, καὶ εἰς ἀφθαρσίαν μεταπεσεῖν. Ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλ μοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι. Ὅτε πολλὰ περὶ ἀναστάσεως διελέχθη, τότε εὐκαίρως καὶ τὸ πολὺ παράδοξον αὐτῆς δείκνυσιν. Οὐ γὰρ τοῦτο θαυμαστὸν μόνον, ὅτι σήπεται πρῶτον τὰ σώματα, καὶ τότε ἀνίσταται, φησὶν, οὐδ' ὅτι βελτίονα τῶν νῦν τὰ ἐκ τῶν σηπομένων ἀνιστάμενα, οὐδ' ὅτι ἐπὶ πολλῷ μείζονα λῆξιν μεταβαίνει, οὐδ' ὅτι ἕκαστος τὸ ἴδιον ἀπολαμβάνει καὶ οὐδεὶς τὸ ἑτέρου, ἀλλ' ὅτι τὰ τοσ αῦτα καὶ τηλικαῦτα καὶ πάντων λογισμὸν καὶ νοῦν ὑπερβαίνοντα ἐν ἀτόμῳ γίνεται, τουτέστιν, ἐν ἀκα ριαίῳ χρόνῳ. Καὶ δηλῶν σαφέστερον τοῦτο, Ἐν ῥιπῇ ὀφθαλμοῦ, φησίν· ὅσον μύσαι βλέφαρον. Εἶτα ἐπειδὴ μέγα εἶπε καὶ ἐκστάσεως γέμον, εἰ τοσαῦτα καὶ τηλικαῦτα πράγματα οὕτω γίνηται ταχέως· ἐπάγει εἰς ἀπόδειξιν τὸ ἀξιόπιστον τοῦ ἐργαζομένου, λέγων· Σαλπίσει γὰρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα. Τὸ, Ἡμεῖς, οὐ περὶ ἑαυτοῦ λέγει, ἀλλὰ περὶ τῶν ζώντων τῶν τότε εὑρισκομένων. ∆εῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐν δύσασθαι ἀφθαρσίαν. Ἵνα γὰρ μὴ ἀκούσας τις, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ οὐ κληρονομήσει, νομίσῃ τὰ σώματα μὴ ἀνίστασθαι, ἐπήγαγεν, ὅτι ∆εῖ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν. Φθαρτὸν δὲ τὸ σῶμα, καὶ θνητὸν τὸ σῶμα. Ὥστε τὸ σῶμα μένει· αὐτὸ γάρ ἐστι τὸ ἐνδυόμενον· ἡ δὲ θνη τότης καὶ ἡ φθορὰ ἀφανίζεται, ἀθανασίας καὶ ἀφθαρ σίας ἐπιούσης αὐτῷ. Μὴ τοίνυν ἀμφίβαλλε λοιπὸν πῶς ἄπειρον ζήσεται ζωὴν, ὅταν ἀκούσῃς, ὅτι ἄφθαρ τον γίνεται. Ὅταν δὲ τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανα σίαν, τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος· Κατεπόθη ὁ θάνατος εἰς νῖκος. Ἐπειδὴ γὰρ μεγάλα καὶ ἀπόῤῥητα εἶπε, πάλιν ἀπὸ προφητείας πιστοῦται τὸν λόγον· Κατεπόθη ὁ θάνατος εἰς νῖκος, τουτ έστιν, εἰς τέλος, οὐδὲ λείψανον αὐτοῦ μένει, οὐδὲ ὑποστροφῆς ἐλπὶς, τῆς ἀφθαρσίας τὴν φθορὰν ἀνα λωσάσης. Ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος; Εἶδες ψυχὴν γενναίαν; Καὶ γὰρ ὡς νικητήρια θύων, καὶ ἔνθους γενόμενος, καὶ ὁρῶν ἤδη ὡς γεγενημένα τὰ μέλλοντα, ἐνάλλεται καὶ ἐπεμ βαίνει τῷ θανάτῳ κειμένῳ, καὶ τὴν ἐπινίκιον ἀλαλάζει φωνὴν κατὰ τῆς τούτου κεφαλῆς κειμένης, μεγάλα βοῶν καὶ λέγων· Ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος; Οἴχεται καὶ ἀπόλωλε καὶ ἠφάνισται παντελῶς, καὶ εἰκῆ πάντα ἐκεῖνα ἐποίησας. Οὐδὲ γὰρ ἀφώπλισε μόνον αὐτὸν οὐδ' ἐνίκησεν, ἀλλὰ καὶ ἀπώλεσε, καὶ εἰς τὸ μηδὲ ὅλως εἶναι κατέστησε. Τὸ δὲ κέντρον τοῦ θανάτου, ἡ ἁμαρτία· ἡ δὲ δύ ναμις τῆς ἁμαρτίας, ὁ νόμος. Ὁρᾷς πῶς περὶ θανά του σωματικοῦ ὁ λόγος; Οὐκοῦν καὶ περὶ ἀναστάσεως σωματικῆς. Εἰ γὰρ μὴ ἀνίσταται ταῦτα, πῶς κατ επόθη ὁ θάνατος; Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ πῶς δύνα μις τῆς ἁμαρτίας ὁ νόμος; Ὅτι μὲν γὰρ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία, καὶ χαλεπωτέρα ἐκείνου, καὶ ἐν αὐτῇ τὴν ἰσχὺν οὗτος ἔχει, δῆλον· πῶς δὲ ταύτης καὶ δύναμις ὁ νόμος; Ὅτι χωρὶς αὐτοῦ ἀσθενὴς ἦν, πραττομένη μὲν, οὐ δυναμένη δὲ οὕτω καταδικάσαι. Τὸ μὲν γὰρ κακὸν ἐγίνετο, σαφῶς δὲ οὐκ ἐδείκνυτο οὕτως. Ὥστε οὐ μικρὸν εἰσήνεγκεν ὁ νόμος τὸ καὶ γνωρίσαι τὴν ἁμαρτίαν μᾶλλον καὶ ἐπιτεῖναι τὴν κόλασιν. Εἰ δὲ βουλόμενος κωλῦσαι χαλεπωτέραν ἀπέφηνεν, οὐ παρὰ τὸν ἰατρὸν τὸ ἔγκλημα, ἀλλὰ παρὰ τὸν κακῶς τῷ φαρμάκῳ χρησάμενον· ἐπεὶ καὶ ἡ παρουσία τοῦ Χριστοῦ μᾶλλον ἐβάρησε τοὺς Ἰουδαίους· ἀλλ' οὐ διὰ τοῦτο αὐτῇ ἐγκαλέσομεν, ἀλλὰ ταύτην μὲν καὶ θαυμασόμεθα, ἐκείνους δὲ μειζόνως μισήσομεν βλαβέντας δι' ὧν ὠφελεῖσθαι ἔδει. Ὅτι γὰρ οὐκ αὐτὸς τὴν ἁμαρτίαν ἐδυνάμωσεν, ὁ Χριστὸς αὐτὸς ἐπλήρωσεν ἅπαντα, καὶ ἁμαρτίας ἐκτὸς ἦν. Σὺ δέ μοι σκόπει, πῶς καὶ ἐντεῦθεν τὴν ἀνάστασιν πιστοῦται. Εἰ γὰρ τοῦτο θανάτου αἴτιον τὸ ἁμαρτά νειν, ὁ δὲ Χριστὸς ἐλθὼν ἔλυσε τὴν ἁμαρτίαν, καὶ ἡμᾶς αὐτῆς διὰ τοῦ βαπτίσματος ἀπήλλαξε, καὶ μετὰ τῆς ἁμαρτίας καὶ τὸν νόμον ἔπαυσεν, οὗ παραβαινομένου αὕτη συνίσταται, τί λοιπὸν ἀμφι βάλλεις περὶ τῆς ἀναστάσεως; πόθεν γὰρ λοιπὸν ὁ θάνατος κρατήσει; Ἀπὸ τοῦ νόμου; Ἀλλ' ἐλύθη οὗτος. Ἀλλ' ἀπὸ τῆς ἁμαρτίας; Ἀλλ' ἀνῃρέθη αὕτη. Τῷ δὲ Θεῷ χάρις τῷ δόντι ἡμῖν τὸ νῖκος διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
γʹ. Τὸ μὲν γὰρ τρόπαιον αὐτὸς ἔστησε, τῶν δὲ στε φάνων καὶ ἡμᾶς ἀπολαῦσαι ἐποίησε, καὶ τοῦτο οὐκ ἐξ ὀφειλῆς, ἀλλ' ἀπὸ φιλανθρωπίας μόνης. Ἄρα οὖν, ἀδελφοὶ, ἑδραῖοι γίνεσθε, ἀμετακίνητοι.∆ικαία λοιπὸν καὶ εὔκαιρος ἡ παραίνεσις· οὐδὲν γὰρ οὕτω σαλεύει, ὡς τὸ εἰκῆ νομίζειν κόπτεσθαι καὶ μάτην. Περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ Κυρίου πάντοτε· τουτέστιν, ἐν τῷ βίῳ τῷ καθαρῷ. Καὶ οὐκ εἶπεν, Ἐργαζόμενοι τὸ ἀγαθὸν, ἀλλὰ, Περισσεύοντες, ἵνα μετὰ περιουσίας αὐτὸ ποιῶμεν, καὶ τὰ σκάμματα ὑπερβαίνωμεν. Εἰδότες ὅτι ὁ κόπος ὑμῶν οὐκ ἔστι κενὸς ἐν Κυρίῳ. Τί λέγεις; πάλιν κόπος; Ἀλλὰ στεφάνους ἔχων, καὶ ὑπὲρ τῶν οὐρανῶν. Ὁ μὲν γὰρ πρότερος ὁ μετὰ τὸν παράδεισον, κόλασις τῶν ἁμαρ τηθέντων· οὗτος δὲ ὑπόθεσις τῶν μελλόντων βρα βείων. Ὥστε οὐδ' ἂν εἴη κόπος ταύτῃ τε καὶ τῷ πολλῆς τῆς ἄνωθεν ἀπολαύειν βοηθείας· διὸ καὶ ἐπ ήγαγεν. Ἐν Κυρίῳ. Ὁ μὲν γὰρ πρότερος, ἵνα δίκην δῶμεν· οὗτος δὲ, ἵνα τῶν μελλόντων τύχωμεν ἀγα θῶν. Μὴ τοίνυν καθεύδωμεν, ἀγαπητοί· οὐ γὰρ ἔστιν, οὐκ ἔστι ῥᾳθυμοῦντα τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτυχεῖν, οὐδὲ τρυφῶντας καὶ μαλακιζομένους. Ἀγαπητὸν γὰρ κατατεινομένους καὶ ὑπωπιάζοντας τὸ σῶμα, καὶ μυρία ὑπομένοντας ἐπίπονα, δυνηθῆναι τυχεῖν τῶν ἀγαθῶν ἐκείνων. Ἢ οὐχ ὁρᾶτε τουτὶ τὸ μέσον τοῦ οὐρανοῦ πρὸς τὴν γῆν ὅσον ἐστὶ, καὶ ἡλίκος ὁ πόλεμος ἐφέστηκε, καὶ πῶς ὀξύῤῥοπον ἄνθρωπος πρὸς τὴν κακίαν, καὶ πῶς εὐπερίστατον ἡ ἁμαρ τία, καὶ ὅσαι ἐν μέσῳ παγίδες; Τί τοίνυν τοσαύτας ἐπισυρόμεθα φροντίδας ἐκτὸς τῶν φυσικῶν, καὶ πλείονα παρέχομεν ἑαυτοῖς πράγματα, καὶ μείζονα ποιοῦμεν τὰ φορτία; οὐκ ἀρκεῖ τὸ ὑπὲρ γαστρὸς φροντίζειν καὶ ἱματίων καὶ οἰκίας; οὐκ ἀρκεῖ ἡ μέ ριμνα τῶν ἀναγκαίων; Καίτοι γε καὶ τούτων ἀπ ήγαγεν ὁ Χριστὸς, λέγων· Μὴ μεριμνήσητε τῇ ψυχῇ ὑμῶν τί φάγητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύ σησθε. Εἰ δὲ ὑπὲρ τῆς ἀναγκαίας τροφῆς καὶ περι βολῆς μεριμνᾷν οὐ χρὴ, οὐδὲ ὑπὲρ τῆς ἐπιούσης ἡμέ ρας, οἱ τὸν τοσοῦτον φορυτὸν ἐπεισάγοντες, καὶ κα ταχωννύντες ἑαυτοὺς, πότε δυνήσονται ἀνανεῦσαι; Οὐκ ἤκουσας Παύλου λέγοντος, Οὐδεὶς στρατευόμε νος ἐμπλέκεται ταῖς τοῦ βίου μερίμναις; Ἡμεῖς δὲ καὶ τρυφῶμεν καὶ γαστριζόμεθα καὶ μεθύομεν, καὶ ὑπὲρ μὲν τῶν ἔξω κοπτόμεθα πραγμάτων, ἐν δὲ τοῖς τοῦ οὐρανοῦ μαλακιζόμεθα. Οὐκ ἴστε ὅτι ὑπὲρ ἄνθρωπον ἡ ἐπαγγελία; Οὐκ ἔστι χαμαὶ βαδίζοντα τῶν οὐρανίων ἁψίδων ἐπιβῆναι· ἡμεῖς δὲ οὐ κατὰ ἄνθρωπον σπουδάζομεν ζῇν, ἀλλὰ καὶ ἀλόγων ἐγενό μεθα χείρους. Οὐκ ἴστε ποίῳ παραστησόμεθα βήμα τι; οὐκ ἐννοεῖτε ὅτι καὶ ῥημάτων καὶ ἐνθυμη μάτων ἀπαιτούμεθα δίκας, καὶ οὐδὲ πραγμάτων φροντίζομεν; Ὁ γὰρ ἐμβλέψας γυναικὶ, φησὶ, πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτήν. Ἀλλ' ὅμως οἱ καὶ ὄψεως περιέργου λόγον ὑπέχοντες, οὐ παραιτοῦνται καὶ αὐτῇ ἐνσήπεσθαι τῇ ἁμαρτίᾳ. Ὁ λέγων τῷ ἀδελφῷ αὑτοῦ, Μωρὲ, εἰς τὴν γέεν ναν ἐμπεσεῖται· ἡμεῖς δὲ οὐδὲ τοῦ μυρίοις αὐτοὺς καταισχύνειν ὀνείδεσι καὶ ποικίλως ἐπιβουλεύειν ἀφ ιστάμεθα. Ὁ τὸν φιλοῦντα φιλῶν, οὐδὲν ἔχει τοῦ ἐθνικοῦ πλέον· ἡμεῖς δὲ καὶ τούτοις βασκαίνομεν. Τίνα οὖν ἕξομεν συγγνώμην, ὅταν, ὑπερβῆναι τὰ παλαιὰ κελευόμενοι σκάμματα, καὶ ἐλάττονα ἐκεί νου τοῦ μέτρου τὴν ἑαυτῶν πολιτείαν ὑφαίνωμεν; τίς ἡμᾶς ἐξαιρήσεται λόγος; τίς παραστήσεται καὶ βοηθήσει κολαζομένοις; Οὐκ ἔστιν οὐδεὶς, ἀλλ' ἀνάγ κη πᾶσα οἰμώζοντας,ὀδυρομένους, βρύχοντας τοὺς ὀδόντας, στρεβλουμένους εἰς τὸ σκότος ἀπάγεσθαι τὸ ἀφεγγὲς ἐκεῖνο, εἰς τὰς ἀπαραιτήτους ὀδύνας, εἰς τὰς ἀνηκέστους τιμωρίας. ∆ιὸ δέομαι καὶ παρακαλῶ, καὶ αὐτῶν ἅπτομαι τῶν γονάτων, ἕως ἂν ἔχωμεν τὸ μικρὸν τοῦτο τῆς ζωῆς ἐφόδιον, κατανυγῆναι τοῖς εἰ ρημένοις, ἐπιστραφῆναι, βελτίους γενέσθαι, ἵνα μὴ κατὰ τὸν πλούσιον ἐκεῖνον ἀνήνυτα ἐκεῖ θρηνῶμεν ἀπελθόντες, καὶ ἀνίατα λοιπὸν ὀδυρώμεθα. Κἂν γὰρ πατέρα ἔχῃς, κἂν υἱὸν, κἂν φίλον, κἂν ὁντιναοῦν παῤῥησίαν ἔχοντα πρὸς τὸν Θεὸν, οὐδείς σέ ποτε ἐξαιρήσεται τούτων ὑπὸ τῶν οἰκείων ἔργων προδιδό μενον. Τοιοῦτον γὰρ ἐκεῖνο τὸ δικαστήριον· ἀπὸ τῶν πράξεων δικάζει μόνων, καὶ ἄλλως ἐκεῖ σωθῆναι οὐκ ἔνι. Καὶ ταῦτα λέγω, οὐχ ἵνα λυπήσω, οὐδ' ἵνα εἰς ἀπόγνωσιν ἐμβάλω, ἀλλ' ἵνα μὴ ματαίαις μηδὲ ψυχραῖς ἐλπίσι τρεφόμενοι, καὶ εἰς τὸν δεῖνα θαῤ ῥοῦντες, τῆς καθ' ἑαυτοὺς ἀμελήσωμεν ἀρετῆς. Ἂν μὲν γὰρ ῥᾳθυμήσωμεν, οὐ δίκαιος, οὐ προφήτης, οὐκ ἀπόστολος, οὐδεὶς ἡμῖν παραστήσεται· ἂν δὲ σπουδάσωμεν, ἀρκοῦσαν τὴν ἀπὸ τῶν ἔργων συν ηγορίαν ἔχοντες, μετὰ παῤῥησίας ἀπολαυσόμεθα καὶ τῶν ἀγαθῶν τῶν ἀποκειμένων τοῖς τὸν Θεὸν ἀγαπῶ σιν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, καὶ τὰ ἑξῆς.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η επεξεργασία, επιμέλεια μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου