ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Κʹ Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν

Πέμπτη 27 Οκτωβρίου 2016

Κʹ Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν




Ιωάννης Χρυσόστομος
Πρός Εβραίους
Τόμος 63



Κʹ Ἑκουσίως γὰρ  ἁμαρτανόντων  ἡμῶν  μετὰ  τὸ  λα  βεῖν  τὴν  ἐπίγνωσιν  τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία, φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως, καὶ πυρὸς ζῆλος, ἐσθίειν μέλ λοντος τοὺς ὑπεναντίους.

αʹ. Τῶν δένδρων ὅσαπερ ἂν φυτευθέντα,   καὶ  χειρῶν   γεωργικῶν   καὶ  τῆς  ἄλλης   ἐπιμελείας   ἀπολαύσαντα, μηδεμίαν παρέχηται τῶν πόνων ἀμοιβὴν, πρόῤῥιζα ἀνασπασθέντα τῷ πυρὶ παραδίδοται. Τοιοῦτον δή τι καὶ ἐπὶ τοῦ φωτίσματος γίνεται. Ἐπειδὰν γὰρ ἡμᾶς ὁ Χριστὸς φυτεύσῃ, καὶ τῆς ἀρδείας ἀπολαύσωμεν τῆς πνευματικῆς, εἶτα βίον ἄκαρπον ἐπιδειξώμεθα,  πῦρ ἡμᾶς ἀναμένει  τὸ τῆς γεέννης,  καὶ φλὸξ  ἄσβεστος. Ὁ τοίνυν Παῦλος παρακαλέσας εἰς ἀγάπην  καὶ καρποφορίαν  ἔργων  ἀγαθῶν,  προτρέψας τε ἀπὸ τῶν χρηστοτέρων (ποίων δὴ τούτων; ὅτι εἴσοδον ἔχομεν εἰς τὰ ἅγια, ἣν ἐνεκαίνισεν  ἡμῖν  ὁδὸν πρόσφατον), καὶ ἀπὸ τῶν  σκυθρωποτέρων πάλιν  τὸ αὐτὸ τοῦτο  ποιεῖ,  οὕτω  λέγων.


 Εἰπὼν  γάρ·  Μὴ ἐγκαταλείποντες   τὴν  ἐπισυναγωγὴν ἑαυτῶν, καθὼς ἔθος τισὶν, ἀλλὰ παρακαλοῦντες, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ βλέπετε ἐγγίζουσαν τὴν ἡμέραν (καὶ αὕτη γὰρ εἰς παράκλησιν ἱκανή)· ἐπήγαγεν· Ἑκουσίως γὰρ ἁμαρτανόντων  ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν  τῆς ἀληθείας. ∆εῖ, φησὶν, ἔργων ἀγαθῶν, καὶ σφόδρα δεῖ· Ἑκουσίως γὰρ ἡμῶν ἁμαρτανόντων  μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐκαθάρθης, ἀπηλλάγης  ἐγκλημάτων,  γέγονας υἱός. Ἂν τοίνυν ἐπὶ τὸν πρότερον ἔμετον ἐπιστρέψῃς, πάλιν ἀποκήρυξις μένει καὶ πῦρ, καὶ ὅσα τοιαῦτα· οὐ γὰρ ἔστι θυσία δευτέρα. Πάλιν ἐνταῦθα ἡμῖν ἐπιφύονται οἱ τὴν μετάνοιαν ἀναιροῦντες, καὶ ὅσοι πρὸς τὸ βάπτισμα ὀκνοῦσιν ἐλθεῖν· ἐκεῖνοι μὲν λέγοντες, ὅτι οὐκ ἀσφαλὲς αὐτοῖς  τῷ βαπτίσματι προσελθεῖν, εἴ γε οὐκ ἔστιν ἄφεσις δευτέρα· οὗτοι δὲ φάσκοντες, οὐκ ἀσφαλὲς εἶναι μεταδοῦναι μυστηρίων τοῖς ἡμαρτηκόσιν, εἴ γε  μὴ  ἔστιν  ἄφεσις  δευτέρα.  Τί οὖν  πρὸς  ἀμφοτέρους  ἐροῦμεν;  Ὅτι  οὐ  σκοπῷ τοιούτῳ  ἐνταῦθα  τοῦτό  φησι, οὐδὲ τὴν  μετάνοιαν  ἀναιρεῖ,  ἢ τὸν  διὰ μετανοίας ἐξιλασμὸν, οὐδὲ ὠθεῖ καὶ καταβάλλει διὰ τῆς ἀπογνώσεως τὸν ἐπταικότα· οὐχ οὕτως ἐχθρός ἐστι τῆς σωτηρίας τῆς ἡμετέρας· ἀλλὰ τί; τὸ δεύτερον ἀναιρεῖ λουτρόν. Οὐ γὰρ εἶπεν· Οὐκέτι ἐστὶ μετάνοια, οὐδὲ, Οὐκέτι ἐστὶν ἄφεσις, ἀλλὰ, Θυσία οὐκέτι ἐστὶ, τουτέστι, σταυρὸς δεύτερος οὐκέτι ἐστι· θυσίαν γὰρ τοῦτο καλεῖ. Μιᾷ γὰρ θυσίᾳ, φησὶ, τετελείωκεν  εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους· οὐχ ὥσπερ τὰ Ἰουδαϊκὰ, οὐδὲ πολλάκις. ∆ιὰ γὰρ τοῦτο τοσαῦτα ἄνω καὶ κάτω διελέχθη περὶ τῆς θυσίας, ὅτι μία καὶ μία, οὐ τοῦτο μόνον  βουλόμενος  δηλῶσαι, ὅτι διενήνοχε  Ἰουδαϊκῶν  τούτῳ, ἀλλὰ  καὶ  ἀσφαλεστέρους  ποιῆσαι, ὥστε μηκέτι  προσδοκᾷν κατὰ  τὸν  Ἰουδαϊκὸν νόμον ἄλλην θυσίαν. Ἑκουσίως γὰρ, φησὶν, ἁμαρτανόντων  ἡμῶν. Ὁρᾷς πῶς συγγνωμονικός  ἐστιν; Ἑκουσίως, φησὶν,  ἁμαρτανόντων   ἡμῶν.  Ὥστε τοῖς ἀκουσίως συγγνώμη  ἐστί. Μετὰ τὴν  ἐπίγνωσιν  τῆς ἀληθείας.  Ἤτοι τοῦ Χριστοῦ φησιν, ἢ τῶν δογμάτων  ἁπάντων. Οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία. Ἀλλὰ τί;  Φοβερὰ δέ  τις  ἐκδοχὴ  κρίσεως,  καὶ  πυρὸς  ζῆλος  ἐσθίειν  μέλλοντος   τοὺς ὑπεναντίους.  Ὑπεναντίους οὐ τοὺς ἀπίστους μόνον φησὶν, ἀλλὰ καὶ τοὺς ἐναντία πράττοντας τῇ ἀρετῇ· ἢ ὅτι καὶ τοὺς οἰκείους τὸ αὐτὸ λήψεται πῦρ, ὅπερ καὶ τοὺς ὑπεναντίους.  Εἶτα τὸ  διαβρωτικὸν  αὐτοῦ  δηλῶν,  ὥσπερ ἐψύχωσεν  αὐτὸ,  Πυρὸς ζῆλος, εἰπὼν,  ἐσθίειν μέλλοντος  τοὺς ὑπεναντίους.  Καθάπερ γὰρ θηρίον παροξυνόμενον καὶ σφόδρα χαλεπαῖνον καὶ ἐξηγριωμένον οὐκ ἂν παύσαιτο, ἕως ἂν λάβοι  τινὰ  καὶ  καταφάγοι·  οὕτω  καὶ  τὸ  πῦρ  ἐκεῖνο,  καθάπερ  τις  ὑπὸ  ζήλου κεντούμενος, ὧν ἂν ἐπιλάβηται, οὐκ ἀφίησιν, ἀλλὰ τρώγει καὶ διασπᾷ. Εἶτα καὶ τὸν λόγον ἐπάγει τῆς ἀπειλῆς, ὅτι εἰκότως, ὅτι δικαίως· ὅπερ εἰς πίστιν ἐστὶ συμβαλλόμενον, ὅταν δείξωμεν ὅτι δικαίως γίνεται. Ἀθετήσας γὰρ, φησὶ, τὶς νόμον Μωϋσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει. – Χωρὶς οἰκτιρμῶν, φησίν. Ὥστε οὐδεμία συγγνώμη, οὐδεὶς ἔλεος ἐκεῖ· καίτοι γε Μωϋσέως ὁ νόμος ἐστί· τὰ γὰρ πολλὰ αὐτὸς διετάξατο. Τί ἐστιν, Ἐπὶ δυσὶν ἢ τρισίν; Ἂν δύο καὶ τρεῖς μαρτυρήσωσι, φησὶν, εὐθέως τὴν δίκην ἔδοσαν. Εἰ τοίνυν  ἐπὶ τῆς Παλαιᾶς, ἔνθα ὁ Μωϋσέως ἀθετεῖται νόμος, τοσαύτη τιμωρία· πόσῳ μᾶλλον ἐνταῦθα; ∆ιὸ καὶ οὕτω  φησί· Πόσῳ δοκεῖτε  χείρονος  ἀξιωθήσεται  τιμωρίας  ὁ τὸν  Υἱὸν τοῦ  Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης  κοινὸν  ἡγησάμενος, καὶ τὸ Πνεῦμα τῆς χάριτος ἐνυβρίσας;

βʹ. Καὶ πῶς καταπατεῖ τις τὸν Υἱὸν τοῦ Θεοῦ; Ὅταν ὁ μετέχων αὐτοῦ ἐν τοῖς μυστηρίοις, ἁμαρτίαν ἐργάζηται, εἰπέ μοι, οὐχὶ κατεπάτησεν αὐτόν; οὐχὶ  κατεφρόνησεν  αὐτοῦ;  Καθάπερ γὰρ  τῶν  καταπατουμένων   οὐδένα  λόγον ἔχομεν· οὕτω καὶ οἱ ἁμαρτάνοντες τοῦ Χριστοῦ οὐδένα λόγον ἔσχον, ὅθεν καὶ οὕτως ἥμαρτον. Γέγονας σῶμα Χριστοῦ, καὶ δίδως σαυτὸν τῷ διαβόλῳ, ὥστε καταπατεῖν σε; Καὶ τὸ αἷμα, φησὶ, κοινὸν ἡγησάμενος. Κοινὸν τί ἐστι; Τὸ ἀκάθαρτον, ἢ τὸ μηδὲν πλέον  ἔχον  τῶν  λοιπῶν.   Καὶ τὸ  Πνεῦμα  τῆς  χάριτος  ἐνυβρίσας.  Ὁ  γὰρ  τὴν εὐεργεσίαν μὴ παραδεχόμενος, ὕβρισε τὸν εὐεργετήσαντα. Ἐποίησέ σε υἱόν· σὺ δὲ θέλεις  γενέσθαι  δοῦλος;  ἦλθε  κατασκηνῶσαι  πρὸς  σέ· σὺ δὲ  ἐπεισάγεις  σαυτῷ πονηροὺς λογισμούς; ὁ Χριστὸς ἠθέλησεν ἱδρυνθῆναι  πρὸς σέ· σὺ δὲ αὐτὸν καταπατεῖς   διὰ  τῆς  κραιπάλης,  διὰ  τῆς  μέθης;  Ἀκούσωμεν  οἱ  ἀναξίως   τῶν μυστηρίων μετέχοντες, ἀκούσωμεν οἱ ἀναξίως  προσιόντες τῇ τραπέζῃ ἐκείνῃ· Μὴ δῶτε τὰ ἅγια, φησὶ, τοῖς κυσὶ, μήποτε καταπατήσωσιν ἐν τοῖς ποσὶν αὐτῶν· τουτέστι, μή πως καταφρονήσωσι, μὴ διαπτύσωσιν. Ἀλλ' οὐκ εἶπε τοῦτο, ἀλλ' ὃ τούτου φοβερώτερον ἦν· ἀπὸ γὰρ τοῦ φοβεροῦ ἐπισφίγγει τὰς ψυχάς· ἱκανὸν γὰρ καὶ τοῦτο ἐπιστρέψαι παραμυθίας οὐχ ἧττον.  Καὶ ὁμοῦ τε τὴν  διαφορὰν  δείκνυσι, καὶ τὴν κόλασιν καὶ τὴν  κρίσιν αὐτοῖς ἐφίστησιν, ἅτε τοῦ πράγματος ὄντος φανεροῦ. Πόσῳ δοκεῖτε, φησὶ, χείρονος  ἀξιωθήσεται τιμωρίας; Ἐνταῦθά μοι δοκεῖ καὶ περὶ τῶν μυστηρίων αἰνίττεσθαι. Εἶτα καὶ μαρτυρίαν ἐπάγει λέγων· Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος.  Γέγραπται γάρ· Ἐμοὶ ἐκδίκησις, ἐγὼ  ἀνταποδώσω,  λέγει Κύριος· καὶ πάλιν, Κύριος κρινεῖ τὸν λαὸν αὐτοῦ. Ἐμπεσούμεθα, φησὶν, εἰς χεῖρας Κυρίου, καὶ μὴ εἰς χεῖρας ἀνθρώπων.  Ἀλλ' ἐὰν μὴ μετανοήσητε, εἰς χεῖρας Θεοῦ ἐμπεσεῖσθε· ἐκεῖνο φοβερόν· τοῦτο οὐδέν ἐστι τὸ εἰς χεῖρας ἀνθρώπων  ἐμπεσεῖν. Ὅταν ἴδωμεν, φησὶ, τινὰ κολαζόμενον ἐνταῦθα, μὴ φοβηθῶμεν ἐπὶ τοῖς παροῦσιν, ἀλλὰ φρίξωμεν ἐπὶ τοῖς μέλλουσι. Κατὰ γὰρ τὸ ἔλεος αὐτοῦ καὶ ἡ ὀργὴ αὐτοῦ, καὶ ἐπὶ ἁμαρτωλοὺς καταπαύσει ὁ θυμὸς αὐτοῦ. Ἅμα καὶ ἕτερόν τι αἰνίττεται  ἐνταῦθα διὰ τοῦ εἰπεῖν· Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω. Ἐπὶ τῶν  ἐχθρῶν  τοῦτο εἴρηται τῶν  κακῶς  ποιούντων,  οὐ  τῶν  κακῶς  πασχόντων.  Ἐνταῦθα  καὶ  παραμυθεῖται αὐτοὺς,  μονονουχὶ  λέγων·  Μένει  διαπαντὸς  ὁ  Θεὸς καὶ  ζῇ· ὥστε  κἂν  μὴ  νῦν ἀπολάβωσιν, ὕστερον ἀπολήψονται.  Ἐκείνους δεῖ στενάζειν, οὐχ ἡμᾶς· ἡμεῖς μὲν γὰρ εἰς τὰς ἐκείνων  ἐμπεσούμεθα χεῖρας, ἐκεῖνοι  δὲ εἰς τὰς τοῦ Θεοῦ. Οὐ γὰρ ὁ παθὼν  πάσχει κακῶς, ἀλλ' ὁ ποιῶν·  οὔτε ὁ εὐεργετούμενος  εὐεργετήθη,  ἀλλ' ὁ εὐεργετῶν. Ταῦτα οὖν εἰδότες, ἀνεξίκακοι ὦμεν περὶ τὸ πάσχειν κακῶς, πρόχειροι περὶ τὸ εὐεργετεῖν. Τοῦτο δὲ ἔσται, ἂν χρημάτων καταφρονῶμεν καὶ δόξης· ὁ ταῦτα τὰ πάθη ἀποδυσάμενος, ἁπάντων  ἀνθρώπων  ἐστὶν ἐλευθερώτερος, καὶ αὐτοῦ τοῦ τὴν  ἁλουργίδα  περικειμένου  εὐπορώτερος.  Οὐχ ὁρᾷς  ὅσα γίνεται  κακὰ  διὰ  τὰ χρήματα; οὐ λέγω ὅσα διὰ τὴν πλεονεξίαν, ἀλλ' ἐν τῇ προσπαθείᾳ τούτων· οἷόν τι λέγω· Ἂν ἀπολέσῃ τις χρήματα, παντὸς θανάτου χαλεπώτερον  βίον ζῇ. Τί ἀλγεῖς, ἄνθρωπε; τί δακρύεις; ὅτι σε τῆς περιττῆς φυλακῆς ἀπήλλαξεν ὁ Θεός; ὅτι οὐ κάθῃ τρέμων καὶ δεδοικώς; Εἶτα ἂν μέν σέ τις προσδήσῃ θησαυρῷ, κελεύων  διαπαντὸς ἐκεῖ καθῆσθαι, καὶ ἀγρυπνεῖν  ὑπὲρ ἀλλοτρίων,  ἀλγεῖς, δυσχεραίνεις· σὺ δὲ σαυτὸν προσδήσας δεσμοῖς χαλεπωτάτοις,  ἐπειδὴ ἀπηλλάγης  τῆς δουλείας, ἀλγεῖς; Ὄντως προλήψεώς εἰσιν αἱ λῦπαι καὶ αἱ εὐφροσύναι. καθάπερ γὰρ ἀλλότρια ἔχοντες, οὕτως αὐτὰ τηροῦμεν. Νῦν πρὸς τὰς γυναῖκάς  μοι ὁ λόγος. Εἶχέ τις γυνὴ πολλάκις  ἀπὸ χρυσίου  ὑφασμένον  ἱμάτιον,  καὶ  τοῦτο  τινάσσει, περιβάλλει  λίνοις,  τηρεῖ  μετὰ ἀσφαλείας, τρέμει ὑπὲρ αὐτοῦ, καὶ οὐκ ἀπολαύει αὐτοῦ· ἢ γὰρ ἐτελεύτησεν ἢ ἐχήρευσεν· ἢ, κἂν μηδὲν τούτων συμβῇ, δέδοικε μὴ τῇ συνεχεῖ χρήσει δαπανήσασα αὐτὸ,  ἀποστερήσειεν  ἑαυτήν·  κἂν  ἄλλος  οὐκ  ἀποστερήσῃ, ἀποστερεῖ ἑαυτὴν  τῇ φειδωλίᾳ. Ἀλλὰ παραχωρεῖ ἑτέρᾳ; ἀλλ' οὐδὲ τοῦτο δῆλον· εἰ δὲ καὶ παραχωρήσειε, καὶ ἐκείνη πάλιν  ὁμοίως αὐτῷ χρήσεται. Καὶ εἴ τις ἐρευνήσει τὰ ἐν ταῖς οἰκίαις, εὑρήσει τὰ μάλιστα τίμια τῶν ἱματίων καὶ τὰ ἄλλα τὰ ὑπερέχοντα ἐν πλείονι τιμῇ, ὥσπερ ἐμψύχους  δεσπότας, θεραπευόμενα· οὐ γὰρ χρῆται  αὐτοῖς  συνεχῶς,  ἀλλὰ δέδοικε καὶ τρέμει, σῆτας καὶ τὰ ἄλλα τὰ βιβρώσκειν εἰωθότα ἀποσοβοῦσα, καὶ τὰ πλείονα ἐν μύῤῥοις καὶ ἀρώμασι τιθεῖσα, οὐδὲ πᾶσιν ἐπιτρέπουσα  τῆς ὄψεως καταξιωθῆναι ἐκείνης, ἀλλ' αὐτὴ πολλάκις μετὰ τοῦ ἀνδρὸς ταῦτα διατιθεῖσα ἐπιμελῶς. 

γʹ. Οὐκ εἰκότως, εἰπέ μοι, εἰδωλολατρείαν  τὴν πλεονεξίαν  ἐκάλεσεν ὁ Παῦλος; Ὅσην γὰρ ἐκεῖνοι τιμὴν περὶ τὰ εἴδωλα ἐπιδείκνυνται, τοσαύτην καὶ οὗτοι περὶ τὰ ἱμάτια, περὶ τὰ χρυσία. Μέχρι τίνος βόρβορον ἀνακινοῦμεν; μέχρι τίνος τῷ πηλῷ καὶ τῇ πλινθείᾳ προσηλώμεθα; Ὥσπερ γὰρ ἐκεῖνοι τῷ τῶν Αἰγυπτίων βασιλεῖ ἔκαμνον, οὕτω καὶ ἡμεῖς τῷ διαβόλῳ κάμνομεν, καὶ μαστιζόμεθα πολὺ χαλεπωτέρας μάστιγας. Καὶ μή τινα ὑπερβολὴν καταγνῷς τοῦ λόγου· ὅσῳ γὰρ κρείττων σώματος ψυχὴ, τοσούτῳ φροντὶς  μωλώπων  μαστιζόμεθα καθ' ἑκάστην ἡμέραν, δεδοίκαμεν φροντίζοντες, τρέμοντες. Ἀλλ' ἐὰν θελήσωμεν στενάξαι, ἐὰν θελήσωμεν ἀναβλέψαι πρὸς τὸν Θεὸν, πέμπει ἡμῖν οὐ Μωϋσέα, οὐδὲ Ἀαρὼν, ἀλλὰ τὸν αὑτοῦ λόγον καὶ τὴν κατάνυξιν. Οὗτος τοίνυν  ἐλθὼν, καὶ κατασχὼν ἡμῶν τὰς ψυχὰς, ἐλευθερώσει τῆς δουλείας τῆς πικρᾶς ἡμᾶς, ἐξάξει ἡμᾶς ἐξ Αἰγύπτου, τῆς ἀνονήτου καὶ ματαιοπόνου σπουδῆς, τῆς  δουλείας  τῆς  οὐδὲν  κέρδος ἐχούσης. Ἐκεῖνοι  μὲν  οὖν  κἂν  χρυσία λαβόντες ἐξῆλθον, τὸν μισθὸν τῆς οἰκοδομῆς· ἡμεῖς δὲ οὐδέν· καὶ εἴθε μηδέν· νῦν δὲ καὶ ἡμεῖς λαμβάνομεν οὐ χρυσία, ἀλλὰ τὰ Αἰγύπτου κακὰ, ἁμαρτήματα καὶ κολάσεις καὶ  τιμωρίας.  Μάθωμεν  τοίνυν  ὠφελεῖσθαι,  μάθωμεν  ἐπηρεάζεσθαι· τοῦτό  ἐστι Χριστιανοῦ· καταφρονήσωμεν  τῶν χρυσῶν ἱματίων, καταφρονήσωμεν  τῶν χρημάτων, ἵνα μὴ καταφρονήσωμεν τῆς σωτηρίας τῆς ἡμετέρας· καταφρονήσωμεν χρημάτων, καὶ μὴ καταφρονήσωμεν τῆς ψυχῆς· αὕτη γάρ ἐστιν ἡ κολαζομένη, αὕτη ἐστὶν ἡ τιμωρουμένη·  ἐκεῖνα  ἐνταῦθα  μένει, αὕτη δὲ ἄπεισιν ἐκεῖ. Τίνος ἕνεκεν, τίνος, εἰπέ μοι, κατακόπτεις σαυτὸν, καὶ οὐκ αἰσθάνῃ; Ταῦτα πρὸς τοὺς πλεονέκτας λέγω.  Καλὸν δὲ  καὶ  πρὸς  τοὺς  πλεονεκτουμένους   εἰπεῖν,  φέρετε  γενναίως  τὰς πλεονεξίας·   ἑαυτοὺς   ἀναιροῦσιν   ἐκεῖνοι,   οὐχ   ὑμᾶς.   Ὑμᾶς  μὲν   ἀποστεροῦσι χρημάτων, ἑαυτοὺς δὲ γυμνοῦσι τῆς εὐνοίας τοῦ Θεοῦ καὶ τῆς βοηθείας· ὁ δὲ ἐκείνης γυμνωθεὶς, κἂν ἅπαντα περιβάληται τῆς οἰκουμένης τὸν πλοῦτον, πάντων ἐστὶ πενέστερος· ὡσπεροῦν  καὶ  ὁ πάντων  πενέστερος, ἂν  ταύτην  ἔχῃ,  πάντων  ἐστὶν εὐπορώτερος· Κύριος γὰρ, φησὶ, ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει. Εἰπὲ δή μοι, εἴ τινα  εἶχες  ἄνδρα μέγαν  καὶ θαυμαστὸν, πάνυ  σε φιλοῦντα  καὶ κηδόμενον,  εἶτα ἔγνως ὅτι διαπαντὸς ζήσεται, καὶ οὐ προτελευτήσεις αὐτοῦ, καὶ πάντα σοι παρέξει μετὰ ἀδείας τὰ αὑτοῦ, ὥστε σε ὡς τῶν σῶν ἀπολαύειν· ἆρα ἂν ἠθέλησας κτήσασθαί τι; ἆρα ἂν, εἰ πάντων ἐγυμνώθης, οὐχί σε πλουσιωτέραν ἐνόμιζες εἶναι διὰ τοῦτο; Τί δήποτε οὖν πενθεῖς; ὅτι χρήματα οὐκ ἔχεις; ἀλλ' ἐννόει ὅτι ἀφῃρέθης τῶν ἁμαρτημάτων τὴν ὑπόθεσιν. Ἀλλ' ὅτι οὐσίας ἀπεστερήθης; ἀλλ' ἐκτήσω τοῦ Θεοῦ τὴν εὔνοιαν. Καὶ πῶς ἐκτησάμην, φησίν; Εἶπε, ∆ιὰ τί μὴ μᾶλλον ἀδικεῖσθε; εἶπεν ὅτι Ἐν παντὶ εὐχαριστεῖτε· εἶπεν ὅτι Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι. Ἐννόει τοίνυν ὅσης  εὐνοίας  ἀπολαύσεις,  ταῦτα  διὰ  τῶν  ἔργων  ἐπιδειξαμένη.  Ἓν  γὰρ  μόνον ζητεῖται  παρ' ἡμῶν,  τὸ  ἐπὶ  πᾶσιν  εὐχαριστεῖν  τῷ  Θεῷ, καὶ  πάντα  ἔχομεν  μετὰ δαψιλείας.  Οἷόν τι  λέγω· Ἀπώλεσας χρυσοῦ λίτρας   μυρίας, εὐχαρίστησον εὐθέως τῷ Θεῷ, καὶ δέκα μυριάδας ἐκτήσω διὰ τῆς φωνῆς  ἐκείνης καὶ τῆς εὐχαριστίας. Εἰπὲ γάρ μοι, πότε μακαρίζεις τὸν Ἰώβ; ὅτε εἶχε τοσαύτας καμήλους καὶ τὰ ποίμνια καὶ τὰ βουκόλια, ἢ ὅτε ἐκείνην τὴν φωνὴν  ἀφῆκεν, Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο; Καὶ γὰρ ὁ διάβολος διὰ τοῦτο ἡμᾶς ζημιοῖ, οὐχ ἵνα τὰ χρήματα μόνον ἀφέληται· οἶδε γὰρ ὅτι οὐδέν ἐστιν· ἀλλ' ἵνα διὰ τούτων ἀναγκάσῃ εἰπεῖν τι βλάσφημον. Οὕτω καὶ ἐπὶ τοῦ μακαρίου Ἰὼβ τοῦτο ἐσπούδαζεν, οὐ πένητα αὐτὸν ποιῆσαι μόνον, ἀλλὰ βλάσφημον ἀποφῆναι.  Ὅτε γοῦν πάντων  αὐτὸν ἐγύμνωσεν, ὅρα τί φησι πρὸς αὐτὸν διὰ τῆς γυναικός· Εἰπόν τι ῥῆμα πρὸς Κύριον, καὶ τελεύτα. Καίτοι, ὦ μιαρὲ, πάντων  αὐτὸν ἐγύμνωσας. Ἀλλ' οὐ τοῦτο ἐσπούδαζον, φησί· δι' ὃ γὰρ πάντα ἐποίησα, οὐδέπω ἤνυσα· ἐσπούδασα γὰρ αὐτὸν γυμνῶσαι τῆς τοῦ Θεοῦ βοηθείας· διὰ τοῦτο καὶ τῶν χρημάτων ἐγύμνωσα. Τοῦτό ἐστιν ὃ βούλομαι· ἐκεῖνο οὐδέν ἐστιν· ἂν τοῦτό μοι μὴ προσῇ, οὐ μόνον οὐδὲν ἠδικήθη, ἀλλὰ καὶ ὠφελήθη.

 δʹ. Ὁρᾷς ὅτι οἶδε καὶ ὁ πονηρὸς δαίμων ἐκεῖνος, ὅση τοῦ πράγματός ἐστιν ἡ ζημία; ∆ιὰ τοῦτο καὶ βλέπεις αὐτὸν διὰ τῆς γυναικὸς τὴν ἐπιβουλὴν ῥάπτοντα. Ἀκούετε, ὅσοι γυναῖκας ἄνδρες ἔχετε χρημάτων ἐρώσας, καὶ ἀναγκαζούσας ὑμᾶς βλασφημεῖν τὸν Θεόν· ἀναμνήσθητε τοῦ Ἰώβ. Ἀλλ' ἴδωμεν αὐτοῦτὴν πολλὴν, εἰ δοκεῖ, ἐπιείκειαν, καὶ ὅπως αὐτὴν  ἐπεστόμισεν. Ἵνα τί, φησὶν, ὥσπερ μία τῶν  ἀφρόνων  γυναικῶν οὕτως ἐλάλησας; Ἀληθῶς Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί· ἀεὶ μὲν οὖν φθείρουσι, μάλιστα δὲ ἐπὶ τῶν συμφορῶν· τότε οἱ τὰ φαῦλα παραινοῦντες  ἔχουσιν ἰσχύν.  Εἰ γὰρ καὶ  ἀφ' ἑαυτῆς  ἡ ψυχὴ  πρὸς ἀποδυσπέτησίν  ἐστιν  ἕτοιμος,  πόσῳ μᾶλλον, ὅταν καὶ ὁ συμβουλεύων ᾖ; οὐχὶ καὶ πρὸς βάραθρον ὠθεῖται; Μέγα ἀγαθὸν γυνὴ,  ὡσπεροῦν καὶ κακὸν μέγα. Καὶ ὅρα πόθεν  ὀρύξαι τὸ τεῖχος  ἐπεχείρησε τὸ ἰσχυρόν. Ἐπειδὴ γὰρ οὐχ εἷλεν  αὐτὸν  ἡ τῶν  χρημάτων  ἀφαίρεσις, οὐδὲ μέγα τι εἰργάσατο ἡ τούτων ζημία, ἀλλὰ καὶ μάτην ἠλέγχθη εἰπών· Ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει, διὰ τοῦτο ἐφοπλίζει αὐτῷ τὴν γυναῖκα. Ὁρᾷς ποῦ ἔπνευσεν; Ἀλλ' οὐδὲν αὐτῷ πλέον ὑπῆρξε καὶ ἀπὸ ταύτης τῆς μηχανῆς. Ἂν τοίνυν καὶ ἡμεῖς εὐχαρίστως φέρωμεν, καὶ ταῦτα ἀποληψόμεθα, κἂν  μὴ ἀπολάβωμεν, μείζων ἔσται ἡμῖν ὁ μισθός. Οὕτω καὶ ἐπὶ τοῦ ἀδάμαντος ἐκείνου γέγονεν·  ὅτε γὰρ ἤθλησε γενναίως, τότε αὐτῷ  καὶ ταῦτα ἀπέδωκεν·  ὅτε ἔδειξε τῷ διαβόλῳ, ὅτι οὐ διὰ ταῦτα αὐτὸν θεραπεύει, τότε καὶ αὐτὰ αὐτῷ ἔδωκε. Τοιοῦτος γάρ ἐστιν ὁ Θεός· ὅταν ἴδῃ ἡμᾶς μὴ προσηλωμένους τοῖς βιωτικοῖς,  τότε ἡμῖν αὐτὰ δίδωσιν· ὅταν ἴδῃ τὰ πνευματικὰ προτιμῶντας,  τότε  καὶ  τὰ  σαρκικὰ παρέχεται·  οὐ  πρότερον  δὲ  δίδωσιν,  ἵνα  μὴ ἀποῤῥαγῶμεν τῶν πνευματικῶν.  Φειδόμενος οὖν ἡμῶν οὐ δίδωσι τὰ σαρκικὰ, ἵνα καὶ ἄκοντας ἀποστήσῃ τούτων. Οὒ, φησίν· ἀλλ' ἐὰν λάβω, ἐμπίπλαμαι, καὶ μᾶλλον εὐχαριστῶ. Ψεύδῃ, ὦ ἄνθρωπε· τότε γὰρ μάλιστα ἔσῃ ῥᾴθυμος. Τί οὖν ὅτι, φησὶ, πολλοῖς  δίδωσι; Καὶ πόθεν  δῆλον,  ὅτι  αὐτὸς  δίδωσιν;  Ἀλλὰ  τίς,  φησὶν,  ἕτερος δίδωσιν; Ἡ πλεονεξία αὐτῶν, ἡ ἁρπαγή. Πῶς οὖν συγχωρεῖ γίνεσθαι ταῦτα; Ὥσπερ καὶ φόνους καὶ κλοπὰς καὶ βίας. Τί οὖν ἐρεῖς, φησὶ, πρὸς τοὺς ἐκ πατέρων διαδεχομένους κλῆρον, τοὺς μυρίων γέμοντας κακῶν; πῶς αὐτοὺς ἐᾷ, φησὶν, ὁ Θεὸς ἀπολαύειν τούτων; Ὥσπερ οὖν καὶ κλέπτας ἀφίησι, καὶ φονέας, καὶ τοὺς λοιποὺς κακούργους· οὐ γάρ ἐστιν ὁ καιρὸς τῆς κρίσεως νῦν, ἀλλὰ τῆς πολιτείας τῆς ἀρίστης. Ὅπερ δὲ καὶ ἤδη εἶπον, τοῦτο καὶ νῦν λέγω· ὅτι μείζονα δώσουσι δίκην, ὅταν καὶ πάντων  ἀπολαύσαντες τῶν ἀγαθῶν, μηδὲ οὕτω βελτίους γίνωνται.  Οὐ γὰρ πάντες ὁμοίως κολασθήσονται, ἀλλ' οἱ μὲν καὶ μετὰ τῆς εὐεργεσίας μείναντες κακοὶ, μειζόνως τιμωρηθήσονται· οἱ δὲ μετὰ πενίας, οὐχ οὕτω. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἄκουσον τί φησιν τῷ ∆αυΐδ· Οὐχὶ ἔδωκά σοι πάντα τὰ τοῦ κυρίου σου; Ὅταν οὖν ἴδῃς νέον χωρὶς πόνων κλῆρον παραλαβόντα πατρῷον, καὶ μείναντα κακὸν, εὖ ἴσθι ὅτι ἡ κόλασις αὐτῷ αὔξεται, καὶ τὰ τῆς τιμωρίας ἐπιτείνεται.  Μὴ δὴ τούτους ζηλῶμεν, ἀλλ' εἴ τις ἀρετὴν διεδέξατο, εἴ τις πλοῦτον πνευματικὸν ἐκτήσατο. Οὐαὶ γὰρ, φησὶν, οἱ πεποιθότες ἐπὶ τῷ πλούτῳ αὐτῶν· καὶ πάλιν· Μακάριοι οἱ φοβούμενοι τὸν Κύριον. Τίνων βούλει εἶναι, εἰπέ μοι; Πάντως τῶν μακαριζομένων. Τούτους οὖν ζήλου, μὴ ἐκείνους, ἵνα καὶ τῶν ἀποκειμένων  αὐτοῖς τύχῃς ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν,  χάριτι  καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΑʹ.Ἀναμιμνήσκεσθε δὲ τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες, πολλὴν ἄθλησιν  ὑπεμείνατε  παθημάτων·  τοῦτο μὲν, ὀνειδισμοῖς  τε καὶ θλίψεσι θεατριζόμενοι· τοῦτο δὲ, κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες. Καὶ γὰρ τοῖς δεσμίοις συνεπαθήσατε, καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων  ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε, γινώσκοντες  ἔχειν  κρείσσονα ὕπαρξιν  ἑαυτοῖς  ἐν  οὐρανοῖς,  καὶ μένουσαν.

  αʹ. Οἱ  τῶν   ἰατρῶν  ἄριστοι,  ἐπειδὰν  βαθεῖαν  δῶσι  τομὴν,  καὶ  τὰς ἀλγηδόνας  ἐπιτείνωσι  διὰ τῆς πληγῆς,  παραμυθούμενοι  τὸ πονοῦν,  καὶ τεθορυβημένην  ἀναπαύοντες  καὶ ἀνακτώμενοι  τὴν ψυχὴν,  ἑτέραν οὐκέτι προσάγουσι τομὴν, ἀλλὰ καὶ τὴν δοθεῖσαν φαρμάκοις προσηνέσι καὶ τὸ πολὺ τῆς ὀδύνης  ἱκανοῖς  ἀφανίσαι  παραμυθοῦνται.  Τοῦτο  καὶ  ὁ  Παῦλος   ἐποίησε, κατασείσας  αὐτῶν   τὰς   ψυχὰς,   καὶ   κατανύξας   τῇ   μνήμῃ   τῆς   γεέννης,   καὶ πιστωσάμενος αὐτοὺς, ὅτι πάντως δεῖ ἀπολέσθαι τὸν ἐνυβρίσαντα εἰς τὴν τοῦ Θεοῦ χάριν, καὶ τοῦτο ἀπὸ τῶν Μωϋσέως δείξας νόμων, ὅτι καὶ ἀπολοῦνται, καὶ μειζόνως τιμωρηθήσονται, καὶ μαρτυρίαις ἑτέραις ἐπισφραγίσας τὰ εἰρημένα, καὶ εἰπὼν, Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος· ὥστε μὴ τῷ πολλῷ φόβῳ ἀπαγορεύσασαν τὴν  ψυχὴν  καταποθῆναι  τῇ λύπῃ, παραμυθεῖται  αὐτοὺς διὰ τῶν ἐγκωμίων καὶ τῆς παρακλήσεως· καὶ τὸν ζῆλον οἴκοθεν αὐτοῖς προσφέρει. Ἀναμιμνήσκεσθε  γὰρ,  φησὶ,  τὰς  πρότερον  ἡμέρας, ἐν  αἷς  φωτισθέντες,  πολλὴν ἄθλησιν  ὑπεμείνατε  παθημάτων.  Πολλὴ ἡ  διὰ  τῶν  ἔργων  παράκλησις· τὸν  γὰρ ἀρχόμενον πράγματος, προϊόντα ἐπιδιδόναι χρή. Ὡς ἂν εἰ ἔλεγεν· Ὅτε ἐνήγεσθε, ὅτε ἐν τάξει μαθητῶν  ἦτε, τοσαύτην προθυ  μίαν  ἐπεδείξασθε, τοσαύτην γενναιότητα· νῦν δὲ οὐκέτι. Καὶ ὁ παρακαλῶν, οὕτω μάλιστα παρακαλεῖ ἀπὸ τῶν οἰκείων. Καὶ ὅρα, οὐχ ἁπλῶς εἶπεν· Ἄθλησιν ὑπεμείνατε, ἀλλὰ μετὰ προσθήκης τοῦ, Πολλήν. Καὶ οὐκ εἶπε πειρασμοὺς, ἀλλὰ ἄθλησιν, ὅπερ ἐστὶν ἐγκωμίου ὄνομα καὶ ἐπαίνων  μεγίστων. Εἶτα καὶ καταλέγει κατὰ μέρος, πλατύνων  τὸν λόγον, καὶ τοὺς ἐπαίνους πολλοὺς ποιῶν. Πῶς; Τοῦτο μὲν ὀνειδισμοῖς, φησὶ, καὶ θλίψεσι θεατριζόμενοι.  Μέγα γὰρ ὀνειδισμὸς  καθικέσθαι  καρδίας, καὶ ἱκανὸν  διαστρέψαι ψυχὴν, καὶ σκοτῶσαι λογισμόν· ἄκουε γὰρ τί φησιν ὁ Προφήτης· Ἐγενήθη τὰ δάκρυά μου ἐμοὶ ἄρτος ἡμέρας καὶ νυκτὸς ἐν τῷ λέγεσθαί μοι καθ' ἑκάστην ἡμέραν· Ποῦ ἐστιν ὁ Θεός σου; καὶ πάλιν· Εἰ ὁ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα  ἄν. Ἐπειδὴ γὰρ σφόδρα κενόδοξόν  ἐστι τὸ ἀνθρώπινον  γένος, διὰ τοῦτο καὶ ὑπὸ τούτου ῥᾳδίως ἁλίσκεται. Καὶ οὐχ ἁπλῶς εἶπεν, Ὀνειδισμοῖς, ἀλλὰ καὶ αὐτὸ μετ' ἐπιτάσεως πολλῆς, Θεατριζόμενοι, φησίν.  Ὅταν μὲν  γάρ τις  ὀνειδίζηται  καθ' ἑαυτὸν,  λυπηρὸν  μὲν, πολλῷ δὲ πλέον, ὅταν ἐπὶ πάντων. Ἐννόησον γάρ μοι ὅσον ἦν κακὸν, ἀποστάντας τῆς  Ἰουδαϊκῆς  ταπεινότητος,   καὶ  ὡς  ἐπὶ  ἄριστον  βίον  μετελθόντας,   καὶ  τῶν πατρῴων καταφρονήσαντας, ὑπ' αὐτῶν τῶν οἰκείων πάσχειν κακῶς, καὶ μηδεμίαν ἔχειν ἀντίληψιν. Οὐκ ἔχω, φησὶν, εἰπεῖν, ὅτι ταῦτα ἐπάθετε μὲν, ἠλγεῖτε δὲ, ἀλλὰ καὶ σφόδρα  ἐχαίρετε.  Καὶ τοῦτο  ἐδήλωσεν  εἰπών·  Τοῦτο  δὲ,  κοινωνοὶ  τῶν  οὕτως ἀναστρεφομένων γενηθέντες· καὶ γὰρ τοῖς δεσμίοις συνεπαθήσατε· καὶ αὐτοὺς φέρει εἰς μέσον τοὺς ἀποστόλους. Οὐ μόνον, φησὶν, ἐπὶ τοῖς οἰκείοις οὐκ ᾐσχύνεσθε, ἀλλὰ καὶ τοῖς ἄλλοις ἐκοινωνεῖτε  τοῖς ταῦτα παθοῦσι. Τοῦτο καὶ παρακαλοῦντος αὐτούς ἐστιν. Οὐκ εἶπε, Φέρετε τὰς θλίψεις  τὰς ἐμὰς, κοινωνεῖτέ  μοι, ἀλλ' ἁπλῶς,  Τοῖς δεσμίοις συνεπαθήσατε. Ὁρᾷς ὅτι περὶ ἑαυτοῦ φησι καὶ τῶν ἄλλων τῶν δεδεμένων; Οὕτως οὐχ ἡγήσασθε δεσμὰ εἶναι τὰ δεσμὰ, ἀλλ' ὥσπερ ἀθληταὶ  γενναῖοι,  οὕτως ἔστητε· ὅτι οὐ μόνον  ἐν τοῖς ὑμετέροις οὐκ ἐδέεσθε παρακλήσεως, ἀλλὰ καὶ τοῖς ἄλλοις ἐγένεσθε παράκλησις. Καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων  ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε. Βαβαὶ, πόση πληροφορία  πίστεως! Εἶτα καὶ τὴν αἰτίαν  τίθησιν, οὐ μόνον πρὸς τοὺς ἄθλους αὐτοὺς παρακαλῶν, ἀλλὰ καὶ πρὸς τὸ μὴ διασαλευθῆναι τῆς πίστεως. Τὸν ὑμέτερον πλοῦτον, φησὶν, ἁρπαζόμενον ὁρῶντες, ἠνέγκατε· ἤδη γὰρ τὸν οὐ φαινόμενον ὡς φαινόμενον ἑωρᾶτε· ὅπερ εἰλικρινοῦς πίστεως ἦν· καὶ δι' αὐτῶν τῶν ἔργων αὐτὴν ἐπεδείξασθε. Τὸ μὲν οὖν ἁρπαγῆναι, ἴσως τῆς βίας ἦν τῶν ἁρπαζόντων, καὶ οὐδεὶς ἂν ἠδύνατο κωλῦσαι· ὥστε οὐδέπω τοῦτο δῆλον, ὅτι διὰ τὴν πίστιν  τὴν  ἁρπαγὴν  ὑπεμείνατε.  Καίτοι  γε  καὶ  τοῦτο  δῆλον·  ἐνῆν  γὰρ,  εἴπερ ἐβούλεσθε, μὴ  ἁρπαγῆναι  μὴ  πιστεύσαντας·  ἀλλ'  ὃ πολλῷ  τούτου  μεῖζόν  ἐστιν ἐποιήσατε, τὸ καὶ μετὰ χαρᾶς τὰ τοιαῦτα φέρειν· ὅπερ ἦν ὅλον ἀποστολικὸν, καὶ τῶν γενναίων  ἐκείνων ἄξιον ψυχῶν, οἳ μαστιχθέντες ἔχαιρον. Ὑπέστρεψαν γὰρ, φησὶν, ἀπὸ  προσώπου  τοῦ  συνεδρίου  χαίροντες,  ὅτι  κατηξιώθησαν  ὑπὲρ  τοῦ  ὀνόματος αὐτοῦ ἀτιμασθῆναι. Ὁ δὲ μετὰ χαρᾶς φέρων, δείκνυσιν ὅτι ἔχει μισθόν τινα, καὶ ὅτι οὐ ζημία, ἀλλὰ πρόσοδός ἐστι τὸ πρᾶγμα. Καὶ τὸ, Προσεδέξασθε, τὴν ἑκούσιον αὐτῶν ὑπομονὴν δηλοῖ. Πῶς οὖν εἵλεσθε καὶ κατεδέξασθε; Γινώσκοντες, φησὶν, ἔχειν ἑαυ τοῖς  κρείσσονα ὕπαρξιν  ἐν  οὐρανοῖς  καὶ  μένουσαν.  Τί  ἐστι,  Μένουσαν; βεβαίαν, οὐχ οὕτως ἀπολλυμένην  ὥσπερ ταύτην.


βʹ. Εἶτα ἐπαινέσας αὐτοὺς, φησί· Μὴ οὖν  ἀποβάλητε  τὴν  παῤῥησίαν ὑμῶν,  ἥτις  ἔχει  μισθαποδοσίαν μεγάλην.  Τί λέγεις; Οὐκ εἶπεν, ὅτι Ἀπεβάλετε τὴν παῤῥησίαν ὑμῶν, καὶ ἀνακτήσασθε, ἵνα μὴ ἀπαγορεύσωσιν·   ἀλλ',   ὅτι   Ἔχετε   αὐτὴν,   μὴ   ἀποβάλητε·   ὃ   μᾶλλον   αὐτοὺς ἐψυχαγώγει,  καὶ ἐποίει ῥωσθῆναι. Ὅτι ἔχετε αὐτὴν, φησί· τὸ μὲν γὰρ ἀποβληθὲν ἀνακτήσασθαι πάλιν, καμάτου δεῖται πλείονος, τὸ δὲ κατεχόμενον μὴ ἀπολέσαι, οὐχ οὕτω. Γαλάταις δὲ τὸ ἐναντίον  γράφει· Τεκνία μου, οὓς πάλιν  ὠδίνω,  ἄχρις  οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν· καὶ εἰκότως. Ἐκεῖνοι μὲν γὰρ ὑπτιώτερον διέκειντο, ὅθεν αὐτοῖς  ἔδει  πληκτικωτέρου  λόγου·  οὗτοι  δὲ  μικροψυχότερον,  ὅθεν θεραπευτικωτέρου μᾶλλον ἐδέοντο. Μὴ ἀποβάλητε οὖν, φησὶ, τὴν παῤῥησίαν ὑμῶν. Ὥστε ἐν  παῤῥησίᾳ ἦσαν πολλῇ  πρὸς τὸν  Θεόν. Ἥτις ἔχει,  φησὶ, μισθαποδοσίαν μεγάλην.  Τί ἐστι τοῦτο; Τότε αὐτὰ ληψόμεθα, φησίν. Οὐκοῦν, εἰ κατὰ τὸ μέλλον ἀπόκειται, οὐ δεῖ ἐνταῦθα ζητεῖν. Εἶτα, ἵνα μή τις εἴπῃ, Ἰδοὺ τὰ παρ' ἡμῶν πάντα ὑπῆρκται, διὰ τοῦτο προέλαβεν αὐτοὺς καὶ τῇ αὐτῶν  ὑπολήψει· μονονουχὶ  τοῦτο λέγων· Εἰ ἐν οὐρανοῖς γινώσκετε ἔχειν ὕπαρξιν κρείσσονα, μηδὲν ἐνταῦθα ζητεῖτε· ὑπομονῆς γὰρ ἔχετε χρείαν, οὐχὶ προσθήκης ἀγῶνος, ἵνα ἐν τοῖς αὐτοῖς μείνητε, ἵνα μὴ  ῥίψητε  τὸ  ἐγχειρισθέν.  Οὐδενὸς  ὑμῖν  ἑτέρου  δεῖ,  ἀλλ'  ἢ  ὥστε  στῆναι,  ὡς ἑστήκατε, ἵνα πρὸς τὸ τέλος ἐλθόντες, κομίσησθε τὴν ἐπαγγελίαν.  Ὑπομονῆς γὰρ ἔχετε, φησὶ, χρείαν, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες, κομίσησθε τὴν ἐπαγγελίαν. Ἄρα ἑνὸς ὑμῖν δεῖ μόνου, ἵνα ἀναμείνητε  τὴν μέλλησιν, οὐχ ἵνα ἀθλήσητε πάλιν. Πρὸς τὸν στέφανον αὐτόν ἐστε, φησὶ, τοὺς ἀγῶνας πάντας ἠνέγκατε, τοὺς δεσμοὺς, τὰς θλίψεις, τὰ ὑπάρχοντα ὑμῶν ἡρπάγη· τί οὖν; Πρὸς τὸ στεφανωθῆναι  ἑστήκατε λοιπόν· τοῦτο μόνον φέρετε, τὴν μέλλησιν τοῦ στεφάνου. Ὢ μέγεθος παρακλήσεως! Οὕτως αὐτοὺς παρακαλεῖ, ὡς ἄν τις εἴποι πρὸς ἀθλητὴν  πάντας καταβαλόντα, καὶ μηδένα ἔχοντα  ἀνταγωνιστὴν,  εἶτα μέλλοντα  στεφανοῦσθαι, καὶ οὐ φέροντα  τὸν χρόνον ἐκεῖνον, καθ' ὃν ὁ ἀγωνοθέτης ἔρχεται, καὶ τίθησι τὸν στέφανον· ἐκεῖνος δὲ ἀκαρτερήτως  ἔχων,  θέλοι  ἐξελθεῖν  καὶ  φυγεῖν,  ὡς  μὴ φέρων  τὸ δίψος  καὶ  τὸν φλογμόν.  Τοῦτο τοίνυν  αὐτὸς  αἰνιττόμενος,  τί  φησιν; Ἔτι μικρὸν  ὅσον ὅσον, ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ. Ἵνα γὰρ μὴ λέγωσι, Καὶ πότε ἥξει; ἀπὸ τῶν Γραφῶν αὐτοὺς παρακαλεῖ· καὶ γὰρ τὸ, Νῦν ἐγγύτερον ἡμῶν ἡ σωτηρία, ὅταν λέγῃ ἀλλαχοῦ, παραμυθεῖται αὐτοὺς, ὡς ὀλίγου ὄντος τοῦ λειπομένου χρόνου. Καὶ τοῦτο οὐκ ἀφ' ἑαυτοῦ φησιν, ἀλλ' ἀπὸ τῶν Γραφῶν. Εἰ δὲ ἐξ ἐκείνου ἐλέγετο, Μικρὸν ὅσον ὅσον, ὁ ἐρχόμενος  ἥξει,  καὶ  οὐ  χρονιεῖ·  δῆλον  ὅτι  νῦν  ἐγγύτερός  ἐστιν.  Ὥστε καὶ  τὸ ἀναμένειν μισθός ἐστιν οὐ μικρός. Ὁ δὲ δίκαιος, φησὶν, ἐκ πίστεως ζήσεται· καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ. Μεγάλη αὕτη ἡ παράκλησις, ὅταν δεικνύῃ τις τὸ πᾶν κατωρθωκότας, καὶ διὰ μικρᾶς ῥᾳθυμίας ἀπολλύντας αὐτό. Ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν, ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς. Ἔστι δὲ πίστις, ἐλπιζομένων  ὑπόστασις πραγ  μάτων,  ἔλεγχος  οὐ βλεπομένων.  Ἐν ταύτῃ  γὰρ  ἐμαρτυρήθησαν  οἱ  πρεσβύτεροι.  Βαβαί!  οἵᾳ  λέξει  ἐχρήσατο  εἰπὼν, Ἔλεγχος οὐ βλεπομένων· ἔλεγχος γὰρ λέγεται ἐπὶ τῶν λίαν δήλων. Ἡ πίστις τοίνυν ἐστὶν ὄψις τῶν ἀδήλων, φησὶ, καὶ εἰς τὴν αὐτὴν τοῖς ὁρωμένοις φέρει πληροφορίαν τὰ μὴ ὁρώμενα. Οὔτε οὖν ἐν τοῖς ὁρωμένοις ἀπιστῆσαι ἔστιν, οὔτε πάλιν, εἰ μὴ τῶν ὁρωμένων σαφέστερον περὶ τῶν ἀοράτων πεπληροφόρηταί τις, πίστις εἶναι δύναται. Ἐπειδὴ  γὰρ  τὰ  ἐν  ἐλπίδι  ἀνυπόστατα  εἶναι  δοκεῖ,  ἡ  πίστις  ὑπόστασιν  αὐτοῖς χαρίζεται· μᾶλλον δὲ, οὐ χαρίζεται, ἀλλ' αὐτό ἐστιν οὐσία αὐτῶν· οἷον, ἡ ἀνάστασις οὐ παραγέγονεν,  οὐδέ ἐστιν  ἐν  ὑποστάσει, ἀλλ' ἡ ἐλπὶς  ὑφίστησιν  αὐτὴν  ἐν  τῇ ἡμετέρᾳ ψυχῇ. Τοῦτό ἐστιν ὑπόστασις πραγμάτων ἐλπιζομένων.  Εἰ τοίνυν  ἔλεγχός ἐστιν οὐ βλεπομένων, τί δὴ βούλεσθε αὐτὰ ἰδεῖν, ἵνα ἐκπέσητε τῆς πίστεως καὶ τοῦ δίκαιοι εἶναι, εἴ γε ἐκ πίστεως ὁ δίκαιος ζήσεται; Ὑμεῖς δὲ εἰ βούλεσθε αὐτὰ ἰδεῖν, οὐκέτι ἐστὲ πιστοί. Ἐκάμετε, φησὶν, ἠθλήσατε· κἀγὼ τοῦτό φημι· ἀλλὰ ἀναμείνατε· τοῦτο  γάρ  ἐστι πίστις·  μὴ  ἐνταῦθα  ζητεῖτε  τὸ  πᾶν.

 γʹ. Ταῦτα εἴρηται  μὲν  πρὸς Ἑβραίους, κοινὴ δέ ἐστι παραίνεσις καὶ πρὸς πολλοὺς τῶν ἐνταῦθα συνειλεγμένων. Πῶς καὶ τίνι  τρόπῳ; Πρὸς τοὺς ὀλιγοψύχους,  πρὸς τοὺς μικροψύχους. Ὅταν γὰρ ἴδωσι πονηροὺς εὐπραγοῦντας, ἑαυτοὺς δὲ δυσπραγοῦντας, ἀλύουσι, δυσανασχετοῦσιν· ὅταν ποθῶσιν ἐκείνων  τὴν κόλασιν καὶ τὴν ἐκδικίαν, [ἢ] ὅταν τῶν οἰκείων πόνων τοὺς μισθοὺς ἐκδέχωνται. Ἔτι μικρὸν ὅσον ὅσον, ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ, εἶπε τότε ὁ Παῦλος. Καὶ ἡμεῖς τοίνυν πρὸς τοὺς ῥᾳθύμους ταῦτα λέγωμεν· Πάντως ἔσται κόλασις, πάντως ἥξει, ἐπὶ θύραις λοιπὸν τὰ τῆς ἀναστάσεως. Πόθεν δῆλον, φησίν; Οὐ λέγω ἀπὸ προφητῶν· οὔτε γὰρ πρὸς Χριστιανοὺς μόνον μοι νῦν  ὁ λόγος,  ἀλλὰ  κἂν  Ἕλλην  ᾖ, θαῤῥῶ πάνυ,  καὶ τὰς ἀποδείξεις  παρέχω, καὶ διδάξω αὐτόν· καὶ πῶς, ἄκουε· Πολλὰ προεῖπεν ὁ Χριστός. Εἰ μὴ ἐξέβη ἐκεῖνα, μηδὲ τούτοις πιστεύσῃς· εἰ δὲ πάντα ἐξέβη, τί περὶ τῶν λειπομένων  ἀμφιβάλλεις; Καίτοι πολὺ ἀπίθανον ἦν, μηδενὸς ἐκβάντος, περὶ ἐκείνων  πιστεύειν· ἢ ὅτε πάντα ἐξέβη, τούτοις ἀπιστεῖν. Μᾶλλον δὲ ἐπὶ ὑποδείγματος ποιήσω τὸ πρᾶγμα φανερόν. Εἶπεν, ὁ Χριστὸς ὅτι τὰ Ἱεροσόλυμα ἁλώσεται, καὶ ἁλώσεται ἅλωσιν οἵαν οὐδέποτε, καὶ ὅτι οὐκ ἔτι ἀναστήσεται· καὶ ἐξέβη εἰς ἔργον ἡ πρόῤῥησις. Εἶπεν ὅτι θλῖψις ἔσται μεγάλη, καὶ ἐξέβη. Εἶπεν ὅτι καθάπερ σίνηπι σπαρὲν, οὕτως ἐκταθήσεται τὸ κήρυγμα· καὶ τοῦτο ὁρῶμεν καθ' ἑκάστην ἡμέραν τὴν οἰκουμένην ἐπιτρέχον. Εἶπεν ὅτι οἱ καταλιπόντες  πατέρα, ἢ μητέρα, ἢ ἀδελφοὺς, ἢ ἀδελφὰς, ἕξουσι καὶ πατέρας καὶ μητέρας· καὶ τοῦτο διὰ τῶν ἔργων ὁρῶμεν πληρούμενον. Εἶπεν, ὅτι Ἐν τῷ κόσμῳ θλίψιν  ἕξετε· ἀλλὰ  θαρσεῖτε, ἐγὼ  νενίκηκα  τὸν  κόσμον, τουτέστιν,  Οὐδεὶς ὑμῶν περιέσται· καὶ τοῦτο διὰ τῶν πραγμάτων ὁρῶμεν ἐκβεβηκός. Εἶπεν ὅτι πύλαι ᾅδου οὐ κατισχύσουσι τῆς Ἐκκλησίας,  καὶ ταῦτα διωκομένης, καὶ ὅτι οὐδεὶς σβέσει τὸ κήρυγμα· καὶ μαρτυρεῖ καὶ ταύτῃ τῇ προῤῥήσει ἡ τῶν πραγμάτων πεῖρα. Καίτοι σφόδρα ἀπίθανος ἦν ταῦτα λέγων τότε. ∆ιὰ τί; Ὅτι πάντα λόγοι ἦσαν, καὶ οὐδέπω ἀπόδειξιν  παρείχετο τῶν  λεχθέντων.  Ὥστε πολλῷ  μᾶλλον  πιστότερα γέγονε νῦν. Εἶπεν ὅτι ὅταν κηρυχθῇ τὸ Εὐαγγέλιον ἐν πᾶσι τοῖς ἔθνεσι, τότε ἥξει τὸ τέλος· καὶ ἰδοὺ πρὸς τὸ τέλος λοιπὸν  ἐφθάσαμεν. Τὸ γὰρ πλέον  τῆς οἰκουμένης κατηγγέλη· λοιπὸν οὖν τὸ τέλος ἐνέστηκε. Φρίξωμεν, ἀγαπητοί. Τί δὲ, εἰπέ μοι; περὶ συντελείας σὺ μεριμνᾷς; Καὶ αὕτη μὲν γὰρ ἐγγὺς πάρεστιν, ἡ δὲ ἑκάστου ζωὴ ἐγγυτέρα πολλῷ καὶ ἡ τελευτή. Αἱ ἡμέραι γὰρ τῶν ἐτῶν ἡμῶν, φησὶν, ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη· ἐὰν  δὲ ἐν  δυναστείαις,  ὀγδοήκοντα  ἔτη. Ἐγγὺς ἡ ἡμέρα τῆς  κρίσεως· κἂν  οὕτω φοβηθῶμεν.  Ἀδελφὸς οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος; Πολλὰ μετανοήσομεν ἐκεῖ·   ἀλλ'   ἐν   τῷ   θανάτῳ   οὐδεὶς   ἐξομολογήσεται   αὐτῷ.   ∆ιὰ   τοῦτο   λέγει. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει· τουτέστι, τὴν παρουσίαν αὐτοῦ. Ἐνταῦθα μὲν γὰρ ὅπερ ἐὰν ποιήσωμεν, ἔχει ἰσχὺν, ἐκεῖ δὲ οὐκέτι. Εἴ τις ἡμᾶς, εἰπέ μοι, ἐν καμίνῳ φλεγομένῃ  μικρὸν στήσειε χρόνον, οὐχὶ πάντα ὑποστησόμεθα ὑπὲρ τῆς ἀπαλλαγῆς, κἂν χρήματα δέῃ προέσθαι, κἂν δουλείαν ὑποστῆναι; Πόσοι νόσοις περιέπεσον χαλεπαῖς, καὶ πάντα ἑτοίμως εἵλοντο δοῦναι ἂν, ὥστε ἀπαλλαγῆναι,  εἴ γε αἵρεσις προὔκειτο; Εἰ τοίνυν  ἐνταῦθα νόσος ὀλιγοχρόνιος  οὕτως ἡμᾶς ἀνιᾷ, τί ποιήσομεν ἐκεῖ, ὅταν μηδὲν ὄφελος ᾖ τῆς μετανοίας; Πόσων νῦν γέμομεν κακῶν, καὶ οὐκ αἰσθανόμεθα; ἀλλήλους δάκνομεν, ἀλλήλους κατεσθίομεν ἀδικοῦντες, κατηγοροῦντες,  διαβάλλοντες  ταῖς  τῶν  πλησίον  δόξαις  δακνόμενοι.  Καὶ ὅρα τὸ χαλεπόν· ὅταν βουληθῇ τις διορύξαι τοῦ πλησίον τὴν ὑπόληψιν, φησί· Τόδε εἶπεν ὁ δεῖνα περὶ αὐτοῦ, ὁ Θεὸς συγχώρησόν μοι, μή με ἐξετάσῃς, ἀκοῆς λόγον ὀφείλω. Τί οὖν λέγεις ὅλως, εἰ οὐ πιστεύεις; τί λέγεις; τί πιστὸν αὐτὸ ἐργάζῃ τῇ πολλῇ φήμῃ; τί διαπορθμεύεις τὸν λόγον  οὐκ ἀληθῆ ὄντα; σὺ ἀπιστεῖς, καὶ τὸν Θεὸν παρακαλεῖς ὥστε σε μὴ ἐξετάσαι; Μὴ λέγε τοίνυν, ἀλλὰ σιώπα, καὶ παντὸς δέους ἀπήλλαξαι.

δʹ. Ἀλλ'  οὐκ  οἶδα  πόθεν  ἡ  νόσος  αὕτη  ἐν  τοῖς  ἀνθρώποις  ἐμπέπτωκε·  φλύαροι γεγόναμεν, οὐδὲν ἡμῶν ἐναπομένει τῇ ψυχῇ. Ἄκουε σοφοῦ τινος παραινοῦντος καὶ λέγοντος,  Ἤκουσας λόγον; ἐναποθανέτω  σοι· θάρσει, οὐ μή σε ῥήξῃ· καὶ πάλιν, Ἤκουσε λόγον ὁ μωρὸς, καὶ ὠδίνησεν, ὡς ἀπὸ προσώπου βρέφους ἡ τίκτουσα. Πρὸς κατηγορίας  ἐσμὲν  ἕτοιμοι,  πρὸς  κατακρίσεις  παρεσκευασμένοι. Κἂν μηδὲν  ἡμῖν ἕτερον εἰργασμένον εἴη κακὸν, τοῦτο ἱκανὸν  ἦν ἡμᾶς ἀπολέσαι, καὶ εἰς γέενναν ἀπαγαγεῖν,  τοῦτο μυρίοις  περιβαλεῖν  κακοῖς. Καὶ ἵνα  μάθῃς ἀκριβῶς, ἄκουε τοῦ Προφήτου λέγοντος, Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις. Ἀλλ' οὐκ ἐγὼ, φησὶν, ἀλλ' ἐκεῖνος. Σὺ μὲν οὖν· εἰ γὰρ μὴ σὺ εἶπες, ἕτε  ρος οὐκ ἂν ἤκουσεν· εἰ δὲ καὶ ἔμελλεν ἀκούειν, ἀλλὰ σὺ τῆς ἁμαρτίας οὐκ ἦς αἴτιος. ∆έον συσκιάζειν καὶ συγκρύπτειν   τὰ   ἐλαττώματα   τῶν   πλησίον,   σὺ   δὲ   ἐκπομπεύεις   προσχήματι φιλαγαθίας;  Οὐ γίνῃ  κατήγορος,  ἀλλὰ  φλύαρος,  ἀλλὰ  λῆρος,  ἀλλὰ  μωρός.  Ὢ δεινότης! σαυτὸν αἰσχύνεις  μετ' ἐκείνου, καὶ οὐκ αἰσθάνῃ; Ὅρα δὲ ὅσα τὰ κακὰ ἐντεῦθεν γίνεται· παροργίζεις τὸν Θεὸν, λυπεῖς τὸν πλησίον, ὑπεύθυνον σεαυτὸν τῇ κολάσει ποιεῖς. Οὐκ ἀκούεις Παύλου λέγοντος περὶ χηρῶν γυναικῶν;  Οὐ μόνον δὲ ἀργαὶ,  φησὶ,  μανθάνουσιν,  ἀλλὰ  καὶ  φλύαροι  καὶ  περίεργοι,  περιερχόμεναι  τὰς οἰκίας, καὶ λαλοῦσαι τὰ μὴ δέοντα; Ὥστε καὶ ὅταν πιστεύσῃς τοῖς λεγομένοις κατὰ τοῦ  ἀδελφοῦ  σου, οὐδὲ  οὕτω  λέγειν  χρὴ,  μήτιγε  ἀπιστοῦντα.  Ἀλλὰ  τὸ  σαυτοῦ πανταχοῦ  σκοπεῖς, δεδοικὼς ἐξετασθῆναι παρὰ τοῦ Θεοῦ; ∆εῖσον οὖν μὴ καὶ ὑπὲρ τῆς φλυαρίας ἐξετασθῆς. Ἐνταῦθα γὰρ οὐκ ἔχεις εἰπεῖν, ὅτι Μή με ἐξετάσῃ ὁ Θεὸς ὑπὲρ τῆς φλυαρίας· τὸ γὰρ πρᾶγμα φλυαρία ἐστί. Τί ἐξεπόμπευσας; τί ηὔξησας τὸ δεινόν; Τοῦτο ἡμᾶς ἀπολέσαι ἔχει. ∆ιὰ τοῦτο ἔλεγεν ὁ Χριστός· Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε.  Ἀλλ'  οὐδεὶς  ἡμῖν  τούτου  λόγος,  οὐδὲ  τὰ  κατὰ  τὸν  Φαρισαῖον, ἡμᾶς σωφρονίζει. Ἐκεῖνος εἶπεν ἀληθὲς πρᾶγμα, ὅτι Οὐκ εἰμὶ ὡς ὁ τελώνης  οὗτος, καὶ εἶπεν  ἀκούοντος  οὐδενὸς,  καὶ  κατεκρίθη.  Εἰ τὸ  ἀληθὲς  εἰρηκὼς  κατεκρίθη,  καὶ μηδενὸς ἀκούοντος εἰπών· οἱ τὰ ψευδῆ, καὶ ὑπὲρ ὧν οὐκ εἰσὶ πεπεισμένοι ταῦτα διαπορθμεύοντες πανταχοῦ, καθάπερ γυναῖκες φλύαροι, τί οὐ πείσονται δεινόν; τί δὲ οὐχ ὑπομενοῦσι; Θῶμεν λοιπὸν τῷ στόματι θύραν καὶ μοχλόν· μυρία γὰρ ἀπὸ φλυαρίας  γέγονε  κακά· οἰκίαι   ἀνετράπησαν,  φιλίαι  διεσπάσθησαν, ἕτερα μυρία χαλεπὰ γέγονε. Μὴ περιεργάζου τὰ τοῦ πλησίον, ἄνθρωπε. Ἀλλὰ λάλος εἶ, καὶ ἐλάττωμα ἔχεις; λάλει τὰ σὰ πρὸς τὸν Θεόν· οὕτως οὐκέτι ἔσται τὸ ἐλάττωμα, ἀλλὰ πλεονέκτημα· λάλει τὰ σὰ πρὸς τοὺς φίλους τοὺς πάνυ φίλους καὶ δικαίους, καὶ οἷς θαῤῥεῖς, ὥστε εὔξασθαι ὑπὲρ τῶν  σῶν ἁμαρτημάτων. Ἂν τὰ ἑτέρων εἴπῃς, οὐδὲν ὠφελήθης,  οὐδὲν  ἐκέρδανας  ἀλλὰ  καὶ  ἀπώλου·  ἂν  τὰ  σαυτοῦ ἐξαγορεύσῃς τῷ
∆εσπότῃ, πολὺν  ἔχεις  τὸν  μισθόν· Εἶπα γὰρ, φησὶν,  Ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνομίαν  μου  τῷ  Κυρίῳ, καὶ  σὺ ἀφῆκας  τὴν  ἀσέβειαν  τῆς  καρδίας  μου. Θέλεις κρίνειν; τὰ σαυτοῦ κρίνε· οὐδείς σοι ἐγκαλεῖ, ἐὰν καταδικάσῃς σαυτόν· ἐγκαλεῖ δὲ,ἐὰν  μὴ  καταδικάσῃς  σαυτόν·  ἐγκαλεῖ,  ἐὰν  μὴ  ἐλέγξῃς  σαυτόν· ἐγκαλεῖ  ἂν  οὐκ ἀλγήσῃς. Εἶδες τὸν δεῖνα ὀργιζόμενον, παροξυνόμενον, ἢ ἄλλο τι ἄτοπον ποιοῦντα; ἐννόησον εὐθέως καὶ σὺ τὰ σαυτοῦ, καὶ οὕτως οὐδὲ ἐκεῖνον καταδικάσεις σφοδρῶς, καὶ σαυτὸν ἐλευθερώσεις  τοῦ φορτίου  τῶν  ἡμαρτημένων.  Ἂν  οὕτω τὸν  ἑαυτῶν ῥυθμίζωμεν βίον, ἂν οὕτω πραγματευώμεθα ἡμῶν τὴν ζωὴν, ἂν κατακρίνωμεν ἑαυτοὺς, οὐ πολλὰ ἁμαρτησόμεθα ἴσως, πολλὰ δὲ ἐργασόμεθα καλὰ, ἐπιεικεῖς ὄντες καὶ μέτριοι, καὶ πάντων  ἀπολαύσομεν τῶν ἐπηγγελμένων  τοῖς ἀγαπῶσι τὸν Θεὸν ἀγαθῶν·  ὧν γένοιτο  πάντας  ἡμᾶς ἐπιτυχεῖν,  χάριτι  καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |