ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Κ∆ʹ Οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοι

Πέμπτη 27 Οκτωβρίου 2016

Κ∆ʹ Οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοι




Ιωάννης Χρυσόστομος
Πρός Κορινθίους Β΄
Τόμος 61

 Κ∆ʹ Οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ.

αʹ. Τί  λέγεις;  οἱ  Χριστὸν κηρύττοντες,  οἱ  χρήματα  μὴ  λαμβάνοντες,  οἱ Εὐαγγέλιον ἕτερον μὴ ἐπεισάγοντες, ψευδαπόστολοι; Ναὶ, φησί· καὶ δι' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα, ὅτι ταῦτα  ὑποκρίνονται  πάντα,  ἵνα  ἀπατήσωσιν. Ἐργάται δόλιοι. Ἐργάζονται μὲν γὰρ, ἀλλ' ἀνασπῶσι τὰ πεφυτευμένα. Ἐπειδὴ γὰρ ἴσασιν, ὅτι ἑτέρως οὐκ ἂν γένοιντο  εὐπαράδεκτοι, τὸ προσωπεῖον  λαβόντες  τῆς  ἀληθείας,  οὕτω  τὸ δρᾶμα τῆς πλάνης ὑποκρίνονται. Καὶ μέντοι χρήματα, φησὶν, οὐ λαμβάνουσιν. Ἵνα πλείονα   λάβωσιν,  ἵνα  ψυχὴν   ἀπολέσωσι.  Μᾶλλον  δὲ  καὶ  τοῦτο  ψεῦδος·  καὶ ἐλάμβανον, ἀλλ' ἐλάνθανον· καὶ τοῦτο δείκνυσιν ἐν τοῖς ἐπιοῦσι. Καὶ ἤδη μὲν γὰρ ᾐνίξατο  αὐτὸ  εἰπὼν,  Ἵνα  ἐν  ᾧ  καυχῶνται  εὑρεθῶσιν  ὡς  καὶ  ἡμεῖς· πλὴν  ἀλλ' ὕστερον αὐτὸ σαφέστερον ᾐνίξατο εἰπὼν, ὅτι Εἴ τις ὑμᾶς κατεσθίει, εἴ τις λαμβάνει, εἴ τις ἐπαίρεται, τούτου ἀνέχεσθε. Νῦν δὲ ἑτέρωθεν αὐτοὺς διαβάλλει λέγων, Μετασχηματιζόμενοι.


 Σχῆμα μόνον  αὐτοῖς,  ἡ  δορὰ τοῦ  προβάτου  ἐπίκειται.  Καὶ οὐδὲν θαυμαστόν. Εἰ γὰρ αὐτὸς ὁ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτὸς, τί μέγα, εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης; Ὥστε εἰ δεῖ θαυμάζειν, τοῦτο δεῖ θαυμάζειν, τὸ δὲ τούτων, οὐκέτι. Ὅταν γὰρ ὁ διδάσκαλος αὐτῶν  πάντα  τολμᾷ,  οὐδὲν  θαυμαστὸν  καὶ  τοὺς  μαθητὰς  ἕπεσθαι. Τί δέ  ἐστιν, Ἄγγελον φωτός; Τὸν παῤῥησίαν ἔχοντα λέγειν, τὸν τῷ Θεῷ παρεστῶτα. Εἰσὶ γὰρ καὶ ἄγγελοι σκότους οὗτοι οἱ τοῦ διαβόλου, οἱ σκοτεινοὶ καὶ ἄγριοι. Καὶ πολλοὺς ὁ  διάβολος  οὕτως  ἠπάτησε, μετασχηματιζόμενος,  οὐ  γινόμενος  ἄγγελος  φωτός. Οὕτω καὶ οὗτοι σχῆμα ἀποστόλου περιφέρουσιν, οὐκ αὐτὴν τὴν δύναμιν· οὐδὲ γὰρ ἰσχύουσιν. Οὐδὲν δὲ οὕτω διαβολικὸν,  ὡς τὸ πρὸς ἐπίδειξίν  τι ποιεῖν. Τί δέ ἐστι, ∆ιάκονοι  δικαιοσύνης;  Ὅπερ ἡμεῖς  ἐσμεν, Εὐαγγέλιον  κηρύσσοντες ὑμῖν δικαιοσύνην ἔχον. Ἢ γὰρ τοῦτό φησιν, ἢ ὅτι δικαίων ἀνδρῶν ἑαυτοῖς περιτιθέασι δόξαν. Πῶς οὖν αὐτοὺς ἐπιγνωσόμεθα; Ἀπὸ τῶν  ἔργων  αὐτῶν,  καθὼς ὁ Χριστὸς εἶπε.  ∆ιὸ ἀναγκάζεται  τὰ  ἑαυτοῦ  θεῖναι  κατορθώματα  καὶ  τὴν  ἐκείνων  κακίαν παράλληλα, ἵνα ἀπὸ τῆς συγκρίσεως φανῶσιν οἱ νόθοι. Καὶ μέλλων πάλιν ἐμβαίνειν εἰς τὰ ἐγκώμια τὰ ἑαυτοῦ, κατηγορεῖ πρῶτον ἐκείνων, ἵνα δείξῃ ἀναγκαίαν οὖσαν αὐτοῦ τὴν ὑπόθεσιν, ἵνα μή τις ἐγκαλέσῃ ὡς περὶ ἑαυτοῦ λέγοντι, καί φησι, Πάλιν λέγω. Καὶ γὰρ ἤδη πολλῇ  προδιορθώσει ἐχρήσατο· Ἀλλ'  ὅμως οὐκ ἀρκοῦμαι τοῖς εἰρημένοις, ἀλλὰ καὶ πάλιν λέγω, μή τίς με δόξῃ ἄφρονα εἶναι. Τοῦτο γὰρ ἐκείνων ἦν ἔργον, τὸ, αἰτίας μὴ οὔσης, καυχᾶσθαι. Σὺ δέ μοι σκόπει ὅτι, ὁσάκις ἐμβαίνειν μέλλει εἰς τοὺς οἰκείους ἐπαίνους, προανακρούεται. Τὸ μὲν γὰρ πρᾶγμα ἀφροσύνης ἐστὶ,  φησὶ,   τὸ   καυχᾶσθαι·   ἐγὼ   δὲ   οὐχ   ὡς   ἀνοηταίνων    αὐτὸ   ποιῶ,   ἀλλὰ ἀναγκαζόμενος.  Εἰ δὲ οὐ πείθεσθε, ἀλλὰ  καὶ ἀνάγκην  οὖσαν ὁρῶντες, καταγνώσεσθε,  οὐδὲ  οὕτω  παραιτήσομαι.  Εἶδες πῶς  ἔδειξε  πολλὴν  οὖσαν  τὴν ἀνάγκην  τοῦ  λέγειν;  Ὁ γὰρ  μηδὲ  ταύτην   ὑποστελλόμενος  τὴν  ὑποψίαν, ἐννόησον ὅσην βίαν ὑπέμεινεν εἰς τὸ λέγειν, καὶ πῶς ὤδινε καὶ ἐβιάζετο εἰπεῖν. Ἀλλ' ὅμως καὶ οὕτω μετρίως τῷ πράγματι κέχρηται. Οὐ γὰρ εἶπεν, Ἵνα καυχήσωμαι. Καὶ
μικρὸν μέλλων  καυχᾶσθαι, πάλιν καὶ ἑτέρᾳ κέχρηται παραιτήσει, λέγων, Ὃ λαλῶ, οὐ κατὰ Κύριον λαλῶ, ἀλλ' ὡς ἐν ἀφροσύνῃ, ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως. Ὁρᾷς πῶς τὸ καυχᾶσθαι οὐκ ἔστι κατὰ Κύριον; Ὅταν γὰρ πάντα ποιήσητε, φησὶ, λέγετε, ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν. Ἀλλ' αὐτὸ μὲν καθ' ἑαυτὸ οὐκ ἔστι κατὰ Κύριον· ἀπὸ  δὲ  τῆς  διανοίας  τοῦτο  γίνεται.  ∆ιὰ  τοῦτο  εἶπεν,  Ὃ λαλῶ·  οὐ  τὴν  αἰτίαν διαβάλλων,  ἀλλὰ τὰ ῥήματα. Ἐπεὶ ὁ σκοπὸς οὕτω θαυμαστὸς, ὡς καὶ τὰ ῥήματα σεμνύνειν.  Ὥσπερ γὰρ  ὁ  φονεὺς  τῶν  σφόδρα  κεκωλυμένων   ὢν,  ἀπὸ  διανοίας πολλάκις ηὐδοκίμησε, καὶ τὸ περιτέμνεσθαι οὐκ ὂν κατὰ Κύριον, ἀπὸ τῆς διανοίας τοῦτο γέγονεν·  οὕτω  καὶ τὸ καυχᾶσθαι. Καὶ τί δήποτε  οὐ κέχρηται  ἀκριβολογίᾳ τοσαύτῃ; Ὅτι πρὸς ἕτερον  ἐπείγεται,  καὶ ἐκ περιουσίας καὶ τοῖς  ἐπιλαμβάνεσθαι βουλομένοις  χαρίζεται  μόνον,  ἵνα  εἴπῃ  τὰ ὠφελοῦντα·  καὶ γὰρ ἱκανὰ  ἦν  πᾶσαν ἀνελεῖν  τὴν ὑποψίαν  λεχθέντα.  Ἀλλ' ὡς ἐν ἀφροσύνῃ. Πρότερόν φησιν, Ὄφελον ἠνείχεσθέ μου μικρὸν τῇ ἀφροσύνῃ· νυνὶ  δὲ, Ὡς ἐν ἀφροσύνῃ. Ὅσῳ γὰρ πρόεισι, τοσούτῳ μᾶλλον ἐκκαθαίρει τὸν λόγον. Εἶτα, ἵνα μὴ νομίσῃς πανταχοῦ ἀνοηταίνειν αὐτὸν, προσέθηκεν, Ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως. Κατὰ τοῦτο τὸ μέρος, φησίν· ὥσπερ καὶ ἀλλαχοῦ  ἔλεγεν,  Ἵνα μὴ καταισχυνθῶμεν· καὶ προσετίθει, Ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως. Καὶ ἀλλαχοῦ  πάλιν  εἰπὼν,  Ἢ ἃ βουλεύομαι κατὰ σάρκα βουλεύομαι, ἵνα ᾖ παρ' ἐμοὶ τὸ, Ναὶ, ναὶ, καὶ τὸ, Οὒ, οὔ; καὶ δείξας, ὅτι οὐ δύναται   πανταχοῦ   ἅπερ  ἐπαγγέλλεται   καὶ  πληροῦν,   ἐπειδὴ   οὐ  κατὰ   σάρκα βουλεύεται, ἵνα μὴ τὴν ὑπόνοιαν ταύτην καὶ ἐπὶ τοῦ δόγματος ἑλκύσωσί τινες, φησί· Πιστὸς δὲ ὁ Θεὸς, ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἐγένετο Ναὶ καὶ Οὔ.

βʹ. Καὶ ὅρα πόσα ἔμπροσθεν εἰπὼν, πάλιν καὶ ἑτέρας τίθησιν ἀπολογίας, προστιθεὶς οὕτω, καὶ λέγων, Ἐπεὶ πολλοὶ καυχῶνται κατὰ σάρκα, κἀγὼ καυχήσομαι. Τί ἐστι, Κατὰ σάρκα; Ἀπὸ τῶν ἔξωθεν, ἀπὸ εὐγενείας, ἀπὸ πλούτου, ἀπὸ σοφίας, ἀπὸ τοῦ περιτομὴν ἔχειν καὶ  προγόνους  Ἑβραίους, ἀπὸ  τῆς  τῶν  πολλῶν  δόξης. Καὶ θέα  σύνεσιν·  ἐκεῖνα τίθησιν ἅπερ οὐδένα δείκνυσιν, καὶ τότε καὶ ἀφροσύνην. Εἰ γὰρ τὸ ἐπὶ τοῖς ὄντως ἀγαθοῖς καυχᾶσθαι ἀφροσύνη, πολλῷ μᾶλλον ἐπὶ τοῖς μηδὲν οὖσι. Καὶ τοῦτό ἐστιν ὅπερ, Οὐ κατὰ Κύριον, καλεῖ. Οὐ γὰρ ὄφελος Ἑβραῖον εἶναι, καὶ ὅσα τοιαῦτα. Μὴ τοίνυν νομίσητε, ὅτι ὡς ἀρετὴν αὐτὰ τίθημι· ἀλλ' ἐπειδὴ ἐκεῖνοι καυχῶνται, ἀναγκάζομαι  κἀγὼ  ἐντεῦθεν  τὴν  σύγκρισιν ποιήσασθαι· ὅπερ καὶ ἀλλαχοῦ  ποιεῖ λέγων, Εἴ τις δοκεῖ πεποιθέναι ἐν σαρκὶ, ἐγὼ μᾶλλον. Καὶ ἐκεῖ, διὰ τοὺς πεποιθότας ἐπὶ τούτῳ. Ὥσπερ ἂν εἴ τις γένους λαμπροῦ ὢν, καὶ φιλόσοφον ἑλόμενος βίον, ἴδοι μέγα φρονοῦντας  ἑτέρους ἐπὶ εὐγενείᾳ, καὶ  βουλόμενος καθελεῖν αὐτῶν τὸ φύσημα, ἀναγκασθείη τὴν οἰκείαν περιφάνειαν  εἰπεῖν, οὐχὶ καλλωπιζόμενος, ἀλλὰ ἐκείνους  ταπεινῶν.   Τοῦτο  δὴ  καὶ  ὁ  Παῦλος  ποιεῖ.  Εἶτα ἀποστὰς  ἐκείνων,  ἐπὶ Κορινθίους ὁλόκληρον  τὴν  αἰτίαν  κενοῖ  λέγων·  Ἡδέως ἀνέχεσθε τῶν  ἀφρόνων. Ὥστε ὑμεῖς αἴτιοι τούτων, καὶ μᾶλλον ἢ ἐκεῖνοι. Εἰ γὰρ μὴ ὑμεῖς αὐτῶν ἠνείχεσθε, καὶ παρεβλάπτεσθε τό γε ἐκείνων  μέρος, οὐδὲν  ἐφθεγξάμην·  ἀλλὰ  τῆς ὑμετέρας κήδομαι  σωτηρίας,  καὶ  συγκαταβαίνω.  Καὶ  ὅρα  πῶς  καὶ  τὴν  ἐπιτίμησιν   μετ' ἐγκωμίου  τίθησιν. Εἰπὼν γὰρ, Ἡδέως ἀνέχεσθε τῶν  ἀφρόνων,  ἐπήγαγε, Φρόνιμοι ὄντες. Ἀφροσύνης γὰρ τὸ καυχᾶσθαι καὶ ἐπὶ τοιούτοις. Καίτοι ἐχρῆν ἐπιτιμῆσαι, καὶ εἰπεῖν,  Μὴ ἀνέχεσθε  τῶν  ἀνοήτων·  ἀλλὰ  μετὰ  πλείονος  αὐτὸ  ποιεῖ  περιουσίας. Ἐκείνως  μὲν  γὰρ ἔδοξεν  ἂν  ὡς  ἀπεστερημένος  αὐτῶν  ἐπιτιμᾷν· νυνὶ  δὲ δείξας ἑαυτὸν καὶ ἐν τούτοις κρατοῦντα, καὶ οὐδὲν εἶναι ταῦτα νομίζοντα, μειζόνως αὐτοὺς διορθοῦται. Τέως δὲ πρὶν ἢ εἰς τὰ ἐγκώμια ἐμβάλλειν  καὶ τὴν σύγκρισιν, καὶ τὴν πολλὴν Κορινθίων δουλοπρέπειαν ὀνειδίζει αὐτοῖς, ὅτι μεθ' ὑπερβολῆς αὐτοῖς καθυπεκλίνοντο.   Καὶ σκόπει  πῶς  κωμῳδεῖ.  Ἀνέχεσθε  γὰρ,  φησὶν,  εἴ  τις  ὑμᾶς κατεσθίει. Πῶς οὖν ἔλεγες, Ἵνα ἐν ᾧ καυχῶνται εὑρεθῶσι καθὼς καὶ ἡμεῖς; Ὁρᾷς ὅτι δείκνυσιν αὐτοὺς λαμβάνοντας, καὶ οὐχ ἁπλῶς λαμβάνοντας, ἀλλὰ καὶ μεθ' ὑπερβολῆς; τὸ γὰρ κατεσθίειν τοῦτο δηλοῖ. Εἴ τις ὑμᾶς καταδουλοῖ. Καὶ τὰ χρήματα ὑμῶν, φησὶ, καὶ τὰ σώματα, καὶ τὴν ἐλευθερίαν ἐξεδώκατε. Τοῦτο γὰρ μεῖζον τοῦ λαβεῖν, τὸ μὴ μόνον τῶν χρημάτων,  ἀλλὰ καὶ ὑμῶν αὐτῶν  κυρίους εἶναι. Ὃ καὶ ἔμπροσθεν δηλοῖ λέγων, Εἰ ἄλλοι τῆς ἐξουσίας ὑμῶν μετέχουσιν, οὐ πολλῷ μᾶλλον ἡμεῖς; Εἶτα τὸ χαλεπώτερον προστίθησι λέγων, Εἴ τις ἐπαίρεται. Οὐδὲ γὰρ σύμμετρος ὑμῶν ἡ δουλεία, οὐδὲ ἥμεροι οἱ δεσπόται, ἀλλὰ φορτικοὶ καὶ ἐπαχθεῖς. Εἴ τις ὑμᾶς εἰς πρόσωπον δέρει. Εἶδες πάλιν ἐπίτασιν τυραννίδος; Ταῦτα δὲ ἔλεγεν, οὐχ ὅτι εἰς ὄψιν  ἐτύπτοντο,  ἀλλ'  ὅτι  διέπτυον  αὐτοὺς  καὶ  ἠτίμαζον·  διὸ  προσέθηκε, Κατὰ ἀτιμίαν λέγω. Τῶν γὰρ εἰς ὄψιν τυπτομένων οὐκ ἔλαττον πάσχετε. Τί τοίνυν τούτου γένοιτ' ἂν  ἰσχυρότερον; ποία  δὲ ταύτης  τῆς  δεσποτείας  πικροτέρα, ὅταν  καὶ  τὰ χρήματα ὑμῶν  καὶ τὴν  ἐλευθερίαν  καὶ τὴν  τιμὴν  ἀφελόμενοι,  μηδὲ οὕτως  ὦσιν ἥμεροι, μηδὲ ἐν τάξει δούλων  ἐῶσιν ὑμᾶς μένειν, ἀλλὰ καὶ παντὸς ἀργυρωνήτου ὑβριστικώτερον  ὦσιν  ὑμῖν  κεχρημένοι;  Ὡς  ὅτι  ἡμεῖς  ἠσθενήσαμεν.  Ἀσαφὲς τὸ εἰρημένον. Ἐπειδὴ γὰρ φορτικὸν ἦν, διὰ τοῦτο οὕτως αὐτὸ τέθεικεν, ἵνα κλέψῃ τὴν ἐπάχθειαν τῇ ἀσαφείᾳ. Ὃ γὰρ βούλεται εἰπεῖν, τοῦτό ἐστι· Μὴ γὰρ οὐ δυνάμεθα καὶ ἡμεῖς ταῦτα ποιεῖν; Ἀλλ' οὐ ποιοῦμεν. Τίνος οὖν ἕνεκεν αὐτῶν ἀνέχεσθε, ὡς ἡμῶν μὴ δυναμένων  ταῦτα ποιεῖν; Ἔγκλημα μὲν οὖν καὶ τὸ μωραινόντων  ἀνέχεσθαι· τὸ δὲ καὶ οὕτω καταφρονούντων  ὑμῶν, ἁρπαζόντων,  ἐπαιρομένων,  τυπτόντων,  οὐδ' ἂν ἀπολογίαν ἔχοι; οὐδ' ἂν λόγον τινά. Καινὸν γὰρ τοῦτο τὸ τῆς ἀπάτης εἶδος. Οἱ μὲν γὰρ ἀπατῶντες  καὶ παρέχουσι, καὶ κολακεύουσιν· οὗτοι δὲ καὶ ἀπατῶσι, καὶ λαμβάνουσι, καὶ ὑβρίζου  σιν. Ὅθεν οὐδὲ σκιὰν ἂν σχοίητε συγγνώμης, ὅτι τοὺς μὲν ταπεινοῦντας  ἑαυτοὺς δι' ὑμᾶς, ἵνα ὑμεῖς ὑψωθῆτε,  διαπτύετε,  τοὺς δὲ ὑψοῦντας  ἑαυτοὺς,  ἵνα  ὑμεῖς  ταπεινωθῆτε,   θαυμάζετε.  Μὴ γὰρ  καὶ  ἡμεῖς  οὐκ ἠδυνάμεθα  ταῦτα  ποιεῖν;  Ἀλλ'  οὐ  βουλόμεθα,  τὸ  συμφέρον  ὑμῶν  σκοποῦντες. Ἐκεῖνοι μὲν γὰρ τὰ ὑμέτερα καθαιροῦντες, τὰ ἑαυτῶν σκοποῦσιν. Ὁρᾷς πανταχοῦ, ἐξ ὧν παῤῥησιάζεται πρὸς αὐτοὺς, ἐκ τούτων αὐτοὺς καὶ φοβεῖ; Εἰ γὰρ διὰ τοῦτο αὐτοὺς τιμᾶτε,  φησὶν,  ἐπειδὴ  τύπτουσιν,  ὑβρίζουσι· δυνάμεθα  καὶ  ἡμεῖς  ταῦτα  ποιεῖν, δουλοῦσθαι, τύπτειν, ἐπαίρεσθαι καθ' ὑμῶν.

γʹ. Εἶδες πῶς ὅλην ἐπ' αὐτοὺς ἄγει τὴν αἰτίαν καὶ τῆς ἐκείνων ἀπονοίας, καὶ τῆς δοκούσης εἶναι ἀφροσύνης ἑαυτοῦ; Οὐ γὰρ ἵνα  ἐμαυτὸν  δείξω  λαμπρότερον,  ἀλλ'  ἵνα  ὑμᾶς  ἀπαλλάξω  ταύτης  τῆς  πικρᾶς δουλείας,  ἀναγκάζομαι  μικρόν  τι  καυχᾶσθαι.  ∆εῖ  δὲ  οὐχ  ἁπλῶς  τὰ  λεγόμενα ἐξετάζειν,  ἀλλὰ  καὶ  τὴν  αἰτίαν  προστιθέναι.  Ἐπεὶ καὶ  Σαμουὴλ  ἐγκώμιον  ὑπὲρ ἑαυτοῦ συνέθηκε μέγα, ὅτε τὸν Σαοὺλ ἔχριε, λέγων· Ὄνον τινὸς ὑμῶν εἴληφα, ἢ μόσχον, ἢ ὑπόδημα; ἢ ἐξεπίασά τινα ὑμῶν; Ἀλλ' ὅμως οὐδεὶς ἐγκαλεῖ. Τὸ δὲ αἴτιον, οὐ  καλλωπίζων   ἑαυτὸν   ἔλεγεν,   ἀλλ'  ἐπειδὴ   βασιλέα  καθιστᾷν   ἔμελλεν,   ἐν ἀπολογίας  τάξει βούλεται παιδεῦσαι ἐκεῖνον  πρᾶον καὶ ἥμερον εἶναι. Καὶ σκόπει σύνεσιν προφήτου, μᾶλλον δὲ Θεοῦ φιλανθρωπίαν.  Ὅτε μὲν γὰρ ἀποστρέψαι αὐτοὺς ἠβούλετο, πολλὰ φορτικὰ συναγαγὼν, ἔλεγε περὶ τοῦ μέλλοντος  βασιλεύειν· οἷον, ὅτι μυλωθρίδας τὰς γυναῖκας αὐτῶν ποιήσει, ποιμένας τοὺς ἄνδρας, ἡμιόνων ἐπιστάτας (καὶ γὰρ μετὰ ἀκριβεῖας ἐπεξῄει τὴν τῆς βασιλείας θεραπείαν)· ἐπειδὴ δὲ εἶδεν  οὐδενὶ  τούτων  κωλυομένους,  ἀλλὰ  ἀνίατα  νοσοῦντας,  καὶ  οὕτως  αὐτῶν φείδεται,  καὶ  ῥυθμίζει  τὸν  βασιλέα  πρᾶον  εἶναι.  ∆ιὰ  τοῦτο  καὶ  αὐτὸν  παράγει μάρτυρα. Οὐ γὰρ δὴ ἐδικάζετό τις πρὸς αὐτὸν τότε, οὐδὲ ἐνεκάλει ἵνα ἀπολογήσηται, ἀλλ' ἵνα ἐκεῖνον ποιήσῃ βελτίονα, ταῦτα ἔλεγε. ∆ιὸ καὶ ἐπήγαγε καθαιρῶν αὐτοῦ τὸ φύσημα, Ἐὰν ἀκούσητε ὑμεῖς καὶ ὁ βασιλεὺς ὑμῶν, τὰ καὶ τά ἐστιν ὑμῖν ἀγαθά· ἐὰν δὲ μὴ ἀκούσητε, τὰ ἐναντία ἅπαντα. Καὶ Ἀμμὼς δὲ ἔλεγεν, Οὐκ ἤμην προφήτης, οὐδὲ υἱὸς προφήτου, ἀλλ' ἢ αἰπόλος ἤμην συκάμινα κνίζων. Καὶ ἀνέλαβέ με ὁ Θεός. Οὐκ ἐπαίρων  δὲ ἑαυτὸν  ἔλεγεν,  ἀλλὰ  ἐπιστομίζων  τοὺς ὑποπτεύοντας  αὐτὸν  οὐχ ὡς προφήτην, καὶ ἵνα δείξῃ ὅτι οὐκ ἀπατᾷ, οὐδὲ οἴκοθεν λέγει ταῦτα ἃ λέγει. Καὶ ἕτερος δὲ πάλιν τὸ αὐτὸ τοῦτο ἐμφαίνων ἔλεγεν· Ἀλλὰ μὲν ἐγὼ ἐνεπλήσθην ἰσχύος Κυρίου ἐν πνεύματι καὶ δυναστείᾳ. Καὶ ὁ ∆αυῒδ δὲ, ὅταν τὰ κατὰ τὴν ἄρκτον καὶ τὸν λέοντα διηγεῖτο,  οὐχὶ  καλλωπιζόμενος,  ἀλλ' οἰκοδομῶν  τι μέγα καὶ θαυμαστὸν, ἔλεγεν. Ἐπειδὴ γὰρ ἠπιστεῖτο ὅτι περιέσται τοῦ βαρβάρου γυμνὸς, ὁ μηδὲ ὅπλα ἐνεγκεῖν δυνάμενος,   ἠναγκάσθη   παρασχεῖν   ἀποδείξεις   τῆς   οἰκείας   ἀνδρείας.   Καὶ  τὸ κράσπεδον ὅτε ἀφεῖλε  τοῦ Σαοὺλ, οὐκ ἐπιδεικνύμενος  ἔλεγεν  ἅπερ ἔλεγεν,  ἀλλὰ πονηρὰν  διακρουόμενος ὑποψίαν,  ἣν κατεσκέδασαν αὐτοῦ λέγοντες,  ὅτι ἀνελεῖν αὐτὸν ἤθελε. ∆εῖ τοίνυν  πανταχοῦ τὴν αἰτίαν ζητεῖν. Ὁ γὰρ πρὸς τὸ συμφέρον τῶν  ἀκουόντων  ὁρῶν, κἂν ἐγκωμιάζῃ  ἑαυτὸν, οὐ μόνον  οὐκ ἐγκαλεῖσθαι  ἄξιος, ἀλλὰ καὶ στεφανοῦσθαι· κἂν σιγᾷ τότε, ἐγκαλεῖσθαι ἄξιος. Ἐπεὶ καὶ ὁ ∆αυῒδ τότε εἰ ἐσίγησεν ἐπὶ τοῦ Γολιὰθ, οὐκ ἂν εἴασαν αὐτὸν ἐξελθεῖν ἐπὶ τὴν παράταξιν, οὐδὲ τὸ λαμπρὸν ἐκεῖνο ἔστησε τρόπαιον. ∆ιὸ δὴ τοῦτο λέγει  ἀναγκασθεὶς, καὶ οὐχὶ τοῖς ἀδελφοῖς ἀλλὰ τῷ βασιλεῖ· ἦ γὰρ ἂν παρ' αὐτοῖς ἠπιστήθη· ὁ γὰρ φθόνος ἐνέφραττεν αὐτῶν  τὰς ἀκοάς. ∆ιόπερ ἐκείνους  ἀφεὶς, τῷ μηδέπω βασκαίνοντι  διαλέγεται. 

δʹ.∆εινὸν γὰρ ἡ βασκανία, δεινὸν, καὶ τῆς οἰκείας ἀναπείθει  καταφρονεῖν  σωτηρίας. Οὕτω καὶ Κάϊν ἑαυτὸν ἀπώλεσε, καὶ πρὸ τούτου πάλιν ὁ τὸν τούτου πατέρα ἀνελὼν διάβολος. Οὕτως ὁ Σαοὺλ δαίμονα πονηρὸν ἐκάλεσε κατὰ τῆς ἑαυτοῦ ψυχῆς· καὶ καλέσας, τῷ ἰατρῷ πάλιν  ἐβάσκαινε. Τοιοῦτον γὰρ ὁ φθόνος· ᾔδει ὅτι ἐσώθη, καὶ ἀπολέσθαι   μᾶλλον   ἤθελεν,   ἢ   τὸν   σώσαντα   εὐδοκιμοῦντα   ἰδεῖν.   Τί  τούτου χαλεπώτερον  γένοιτ' ἂν τοῦ πάθους; Οὐκ ἄν τις ἁμάρτοι διαβόλου γέννημα  τοῦτο εἰπών· καὶ ἐν μὲν ἐκείνῳ  κενοδοξίας καρπὸς, μᾶλλον  δὲ καὶ ῥίζα· ἀμφότερα γὰρ ταυτὶ  τὰ κακὰ ἑαυτὰ συγκατασκευάζειν εἴωθεν.  Οὕτω δὴ καὶ τότε ἐβάσκαινεν  ὁ Σαοὺλ, ἐπειδὴ εἶπον, Ἐπάταξε ∆αυῒδ ἐν μυριάσιν· οὗ τί γένοιτ' ἂν ἀλογώτερον; Τί γὰρ, εἰπέ μοι, φθονεῖς; ὅτι ἐπῄνεσεν ὁ δεῖνα; Καὶ μέντοι χαίρειν ἔδει· ἄλλως δὲ οὐδὲ οἶδας, εἰ ἀληθὴς ὁ ἔπαινος ᾖ. Καὶ διὰ τοῦτο πενθεῖς, ὅτι οὐκ ὢν θαυμαστὸς ἐπῃνέθη; Καὶ μὴν ἐλεεῖν χρή. Καὶ γὰρ ἐὰν μὲν ἀγαθὸς ᾖ, οὐδεὶς φθονεῖ ἐπαινουμένου, ἀλλ' ἐπαινεῖ μετὰ τῶν εὐφημούντων· εἰ δὲ μὴ τοιοῦτος, τί δάκνῃ; τί κατὰ σαυτοῦ τὸ ξίφος ὠθεῖς;  Ὅτι θαυμαστὸς τοῖς  ἀνθρώποις;  Ἀλλὰ ἀνθρώποις  τοῖς  σήμερον οὖσι, καὶ αὔριον οὐκ οὖσιν. Ἀλλ' ὅτι δόξης ἀπολαύει; Ποίας, εἰπέ μοι; περὶ ἧς ὁ προφήτης φησὶν, ὅτι ἄνθος ἐστὶ χόρτου; ∆ιὰ τοῦτο οὖν βασκαίνεις, ὅτι οὐκ ἀχθοφορεῖς, οὐδὲ χόρτου περιφέρεις φορτία τοιαῦτα; Εἰ δὲ αὐτός σοι ζηλωτὸς εἶναι δοκεῖ διὰ τοῦτο, τί μὴ καὶ δρυτόμοι καθ' ἑκάστην ἀχθοφοροῦντες  ἡμέραν, καὶ ἐν τῇ πόλει εἰσιόντες; Οὐδὲν γὰρ τούτου ἄμεινον τοῦτο τὸ φορτίον, ἀλλὰ καὶ χεῖρον. Ἐκεῖνο μὲν γὰρ τὸ σῶμα πιέζει  μόνον·  τοῦτο  δὲ καὶ  τὴν  ψυχὴν  πολλάκις  παρέβλαψε,  καὶ  μείζονα παρέσχε τὴν ἀγωνίαν τῆς ἡδονῆς. Κἂν γὰρ λέγων εὐδοκιμῇ, μείζονα ἔχει τὸν φόβον [φθόνον?] τῆς εὐφημίας· μᾶλλον δὲ, τὴν μὲν βραχεῖαν, τὸν δὲ διηνεκῆ. Ἀλλὰ παρὰ ἄρχουσιν  εὐδοκιμεῖ;  Κἀκεῖ πάλιν  φθόνος  καὶ  κίνδυνος.  Ὃ γὰρ  σὺ πρὸς  αὐτὸν πάσχεις, τοῦτο καὶ ἕτεροι πλείους. Ἀλλ' ἐπαινεῖται  συνεχῶς; Τοῦτο δουλείαν ποιεῖ πικράν. Οὐ γὰρ τολμήσει τι πρᾶξαι ἀδεῶς τῶν κατὰ γνώμην, ἵνα μὴ προσκρούσῃ τοῖς δοξάζουσιν αὐτόν· δεσμὰ γὰρ αὐτῷ  χαλεπὰ  ἡ περιφάνεια.  Ὥστε ὅσῳ ἂν πλείοσι γνώριμος ᾖ, τοσούτῳ πλείους ἔχει δεσπότας, καὶ ἐπιτείνεται  τὰ τῆς δουλείας αὐτῷ, τῶν κυρίων αὐτοῦ πανταχοῦ φαινο  μένων. Καὶ ὁ μὲν οἰκέτης, ὅταν ἀπαλλαγῇ τῆς ὄψεως τοῦ δεσπότου, καὶ ἀναπνεῖ  καὶ μετ' ἐλευθερίας ἐστὶν ἁπάσης· οὗτος δὲ πανταχοῦ   δεσπόταις   περιτυγχάνει·  πάντων   γὰρ  δοῦλός   ἐστι  τῶν   ἐν   ἀγορᾷ φαινομένων.  Κἂν κατεπείγῃ τι τῶν ἀναγκαίων, οὐ τολμᾷ εἰς ἀγορὰν ἐμβαλεῖν, [εἰ] μὴ καὶ τῶν οἰκετῶν ἑπομένων καὶ τοῦ ἵππου, καὶ τῆς ἄλλης φαντασίας συγκεκροτημένης, ἵνα μὴ οἱ δεσπόται καταγνῶσι. Κἂν φίλον ἴδῃ τινὰ τῶν γνησίων, οὐ  θαῤῥεῖ  μετὰ  ἰσοτιμίας  αὐτῷ  διαλεχθῆναι·   δέδοικε  γὰρ  τοὺς  δεσπότας,  μὴ καθέλωσιν αὐτὸν ἀπὸ τῆς δόξης. Ὥστε ὅσῳ περιφανέστερός ἐστι, τοσούτῳ μᾶλλον δεδούλωται.  Κἂν πάθῃ τι τῶν  ἀηδῶν, ἡ ὕβρις χαλεπωτέρα,  ὅσῳ καὶ πλείους ἔχει τοὺς μάρτυρας, καὶ παρ' ἀξίαν τὸ πρᾶγμα εἶναι δοκεῖ. Οὐ μόνον δὲ ἡ ὕβρις, ἀλλὰ καὶ ἡ συμφορά. Καὶ γὰρ πολλοὺς ἔχει τοὺς ἐφηδομένους· ὥσπερ οὖν κἂν ἀγαθοῦ τινος ἀπολαύσῃ, πλείους  τοὺς φθονοῦντας   καὶ βασκαίνοντας  καὶ καθελεῖν ἐσπουδακότας. Τοῦτο οὖν ἀγαθὸν, εἰπέ μοι; τοῦτο δόξα; Οὐδαμῶς· ἀλλὰ ἀδοξία, καὶ δουλεία, καὶ δεσμὰ, καὶ πᾶν ὁτιοῦν ἂν εἴποι τις φορτικόν. Εἰ δὲ καὶ οὕτως ἐπέραστόν σοι ἡ παρὰ ἀνθρώπων δόξα, καὶ πάνυ σε θορυβεῖ παρὰ πολλῶν κροτούμενος ὁ δεῖνα· ὅταν ἴδῃς ἀπολαύοντα τῶν κρότων, πρὸς τὸν μέλλοντα αἰῶνα διάβηθι τῷ λογισμῷ, καὶ  τὴν  ἐκεῖ  δόξαν·  καὶ  ὥσπερ θηρίον  ἐπιὸν  σπεύδων  διαφυγεῖν,  εἰς  οἰκίσκον εἰσελθὼν ἀποκλείεις τὰς θύρας· οὕτω καὶ νῦν ἐπὶ τὴν μέλλουσαν ζωὴν κατάφυγε, καὶ τὴν ἀπόῤῥητον δόξαν ἐκείνην. Οὕτω γὰρ καὶ ταύτην καταπατήσεις, καὶ ἐκείνης ἐπιλήψῃ ῥᾳδίως, καὶ τῆς ἀληθοῦς ἐλευθερίας ἀπολαύσεις, καὶ τῶν αἰωνίων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



ΚΕʹ.Ἐν ᾧ δ' ἄν τις τολμᾷ, ἐν ἀφροσύνῃ λέγω, τολμῶ κἀγώ.

αʹ. Ὅρα πάλιν  αὐτὸν ἀναδυόμενον,  καὶ παραιτήσει χρώμενον,  καὶ προδιορθώσει·  καίτοι  καὶ  ἤδη  πολλὰ  τοιαῦτα  εἴρηκεν·  Ὄφελον  ἠνείχεσθέ  μου μικρὸν τῇ ἀφροσύνῃ· καὶ πάλιν, Μή τίς με δόξῃ ἄφρονα εἶναι· εἰ δὲ μή γε, κἂν ὡς ἄφρονα  δέξασθε· Ὃ λαλῶ,  οὐ κατὰ Κύριον, ἀλλ' ὡς ἐν ἀφροσύνῃ· Ἐπεὶ πολλοὶ καυχῶνται κατὰ σάρκα, κἀγὼ καυχήσομαι· καὶ ἐνταῦθα πάλιν, Ἐν ᾧ δ' ἄν τις τολμᾷ, ἐν ἀφροσύνῃ λέγω, τολμῶ κἀγώ. Τόλμαν καὶ ἀφροσύνην λαλεῖ τὸ περὶ ἑαυτοῦ μέγα τι  λέγειν,  καὶ  ταῦτα  ἀνάγκης  οὔσης, παιδεύων  ἡμᾶς ἐκ περιουσίας τὸ τοιοῦτον φεύγειν.  Εἰ γὰρ μετὰ  τὸ  πάντα  ποιῆσαι, ἀχρείους  δεῖ  καλεῖν  ἑαυτούς· οὐδεμιᾶς κατεπειγούσης  αἰτίας,  τίνος  ἂν  εἴη  συγγνώμης  ἄξιος  ἐπαίρων  τις  ἑαυτὸν  καὶ κομπάζων; ∆ιὰ τοῦτο καὶ ὁ Φαρισαῖος ἔπαθεν ἅπερ ἔπαθε, καὶ ἐν λιμένι  ναυάγιον ὑπέμεινεν,  ὅτι  τούτῳ  προσέῤῥηξε τῷ  σκοπέλῳ. ∆ιὰ τοῦτο  καὶ ὁ Παῦλος μυρίαν ἀνάγκην  ὁρῶν,  ὅμως  ἀναδύεται,  καὶ  συνεχῶς  ἀναμιμνήσκει  ὅτι  ἀφροσύνης  τὸ τοιοῦτόν  ἐστι.  Καὶ τότε  λοιπὸν  κατατολμᾷ,  τὴν  ἀπὸ  τῆς  ἀνάγκης  ἀπολογίαν προβαλλόμενος, καί φησιν, Ἑβραῖοί εἰσι; κἀγώ. Ἰσραηλῖταί εἰσι; κἀγώ. Οὐ γὰρ ἦν πάντας  τοὺς Ἑβραίους Ἰσραηλίτας εἶναι· ἐπεὶ καὶ Ἀμμανῖταικαὶ  Μωαβῖται τοῦτο ἦσαν. ∆ιὸ ἐπήγαγεν  ἐκκαθαίρων  τὴν  εὐγένειαν,  καί  φησι, Σπέρμα Ἀβραάμ εἰσι; κἀγώ.  ∆ιάκονοι  Χριστοῦ εἰσι;  παραφρονῶν  λαλῶ,  ὑπὲρ  ἐγώ.  Οὐκ ἠρκέσθη  τῇ προτέρᾳ παραιτήσει, ἀλλὰ καὶ ἐντεῦθεν πάλιν αὐτῇ κέχρηται· Παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ. Κρείττων αὐτῶν ἐγὼ καὶ βελτίων. Καίτοι τὰς ἀποδείξεις εἶχε σαφεῖς τῆς ὑπεροχῆς· ἀλλ' ὅμως παραφροσύνην καὶ οὕτω τὸ  πρᾶγμα καλεῖ. Καὶ μὴν εἰ ψευδαπόστολοι ἦσαν, οὐκ ἔδει κατὰ σύγκρισιν εἰσάγειν τὴν ὑπεροχὴν, ἀλλὰ ἀνελεῖν τὸ εἶναι  αὐτοὺς διακόνους. Ἀνεῖλε μὲν οὖν αὐτὸ εἰπὼν,  Ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ· νῦν δὲ αὐτὸ οὐ ποιεῖ οὕτως· εἰς γὰρ ἐξέτασιν ἔμελλεν ὁ λόγος προβαίνειν. Οὐδεὶς δὲ, ἐξετάσεως οὐκ οὔσης, ἁπλῶς ἀποφαίνεται, ἀλλὰ πρῶτον κατὰ σύγκρισιν θεὶς τὴν διὰ τῶν πραγμάτων ἀναίρεσιν, ἐπιδείκνυται  τὴν  καὶ  πολὺ  στεῤῥὰν οὖσαν. Ἄλλως  δὲ, γνώμην  αὐτῶν  ἐκείνων τίθησιν, οὐκ αὐτοῦ ἀπόφασιν, λέγων, ∆ιάκονοι Χριστοῦ εἰσι. Καὶ εἰπὼν, Ὑπὲρ ἐγὼ, προάγει τὴν σύγκρισιν, καὶ δείκνυσι πῶς οὐκ ἀποφαινόμενος,  ἀλλὰ τὴν  διὰ τῶν πραγμάτων ἐπίδειξιν ἐπάγων, τὸν χαρακτῆρα τῆς ἀποστολῆς διατηρεῖ. Καὶ ἀφεὶς τὰ σημεῖα πάντα, ἀπὸ τῶν πειρασμῶν ἄρχεται, οὕτω λέγων· Ἐν κόποις περισσοτέρως, ἐν   πληγαῖς   ὑπερβαλλόντως.   Τοῦτο  ἐκείνου   μεῖζον,   τὸ   καὶ   πλήττεσθαι   καὶ μαστίζεσθαι. Ἐν φυλακαῖς περισσοτέρως. Καὶ ἐνταῦθα πάλιν ἐπίτασις. Ἐν θανάτοις πολλάκις. Καθ' ἡμέραν γὰρ, φησὶν, ἀποθνήσκω. Ἐνταῦθα δὲ καὶ ἔργῳ· πολλάκις γὰρ εἰς  κινδύνους  παρεδόθην  θάνατον  ἔχοντας.  Πεντάκις  τεσσαράκοντα παρὰ  μίαν ἔλαβον  ὑπὸ  Ἰουδαίων.  ∆ιὰ  τί,  Παρὰ μίαν,  Νόμος ἦν  παλαιὸς,  τὸν  πλέον  τῶν τεσσαράκοντα λαβόντα, ἄτιμον εἶναι παρ' αὐτοῖς. Ἵνα οὖν μὴ ἡ τοῦ τύπτοντος ῥύμη καὶ ὁρμὴ πλέον ἐπενεγκοῦσα τοῦ ἀριθμοῦ, ἄτιμον ποιήσῃ, ὥρισαν παρὰ μίαν τύπτεσθαι· ἵνα κἂν πλεονάσῃ ὁ τύπτων, μὴ ὑπὲρ τὰ τεσσαράκοντα ἐκπέσῃ, ἀλλ' εἴσω τοῦ   ἀριθμοῦ   τοῦ   νενομισμένου   μείνας,   μὴ   ἀτιμάσῃ   τὸν   τυπτόμενον.   Τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα. Καὶ τί τοῦτο πρὸς τὸ εὐαγγέλιον; Ὅτι μακρὰς ὁδοὺς  ἐστέλλετο καὶ διαποντίους. Νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα. Οἱ μὲν ἐν μέσῳ πελάγει φασὶν, οἱ δὲ, ὡς νηχόμενος· ὅπερ καὶ ἀληθέστερον εἰπεῖν. Ἐκεῖνό γε οὔτε θαύματος ἄξιον, οὐδ' ἂν ὡς τῶν ναυαγίων μεῖζον τέθεικε. Κινδύνοις ποταμῶν.   Ἠναγκάζετο   γὰρ  καὶ   διαπορθμεύειν   ποταμούς.   Κινδύνοις  λῃστῶν, κινδύνοις  ἐν  πόλει,  κινδύνοις  ἐν  ἐρημίᾳ. Πανταχοῦ  μοι  τὰ  ἆθλα  προύκειτο,  ἐν τόποις, ἐν χώραις, ἐν πόλεσιν, ἐν ἐρημίαις. Κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν ψευδαδέλφοις.  Ὅρα ἕτερον εἶδος πολέμου. Οὐ γὰρ οἱ ἐχθροὶ μόνον, ἀλλὰ καὶ οἳ
ὑπεκρίνοντο τὴν ἀδελφότητα, ἔβαλλον· καὶ πολλῆς ἐδεῖτο τῆς εὐτονίας, καὶ πολλῆς τῆς συνέσεως. Ἐν κόπῳ καὶ μόχθῳ. Κίνδυνοι πόνους, πόνοι κινδύνους  διεδέχοντο ἐπάλληλοι  καὶ συνεχεῖς, καὶ οὐδὲ μικρὸν ἀναπνεῦσαι συνεχώρουν. Ἐν ὁδοιπορίαις πολλάκις,  ἐν λιμῷ  καὶ δίψει καὶ γυμνότητι,  χωρὶς  τῶν  παρεκτός.

 βʹ. Πλείονα τὰ παραλειφθέντα τῶν ἀπαριθμηθέντων· μᾶλλον δὲ οὐδὲ αὐτὰ τὰ ἀπαριθμηθέντα ὅσα, ἔστιν εἰπεῖν· οὐδὲ γὰρ κατ' εἶδος αὐτὰ τέθεικεν, ἀλλ' ὧν μὲν εὔληπτος ἦν ὁ ἀριθμὸς καὶ βραχὺς, ἐμνήσθη τούτων, τρὶς καὶ τρὶς, λέγων, καὶ ἅπαξ· τῶν δὲ ἄλλων  οὐκέτι οὕτω, διὰ τὸ πολλάκις  ὑπομεμενηκέναι.  Καὶ οὐ λέγει τὰ ἐξ αὐτῶν  κατορθώματα, οἷον τοσούσδε καὶ τοσούσδε ἐπέστρεψεν, ἀλλ' ἃ ἔπαθε μόνον ὑπὲρ τοῦ κηρύγματος· ὁμοῦ μὲν μετριάζων, ὁμοῦ δὲ δεικνὺς, ὅτι κἂν μηδὲν γένηται, ἔστι τι πλέον πονουμένῳ· οὕτω γὰρ τὰ τῶν μισθῶν ἐστι πεπληρωμένα. Ἡ ἐπισύστασίς μου καθ' ἡμέραν. Οἱ θόρυβοι, αἱ ταραχαὶ, αἱ πολιορκίαι τῶν δήμων, καὶ τῶν πόλεων ἔφοδοι. Τούτῳ γὰρ μάλιστα πάντων ἐπολέμουν οἱ Ἰουδαῖοι, ἐπειδὴ μάλιστα πάντων αὐτοὺς συνέχεε, καὶ μέγιστος τῆς μανίας ἔλεγχος ἦν, μεταταξάμενος ἀθρόον. Καὶ πολὺς ὁ πόλεμος  ἔπνει  κατ' αὐτοῦ,  παρὰ τῶν  οἰκείων,  παρὰ τῶν  ἀλλοτρίων,  παρὰ τῶν ὑποκρινομένων· καὶ πανταχοῦ κύματα καὶ κρημνοὶ, ἐν τῇ οἰκουμένῃ, ἐν τῇ ἀοικήτῳ, ἐν τῇ γῇ, ἐν τῇ θαλάσσῃ, ἔξωθεν, ἔσωθεν. Καὶ οὐδὲ τῆς ἀναγκαίας ηὐπόρει τροφῆς, οὐδὲ ψιλῆς  περιβολῆς, ἀλλ' ὁ τῆς οἰκουμένης  ἀγωνιστὴς  γυμνὸς  ἠγωνίζετο,  καὶ λιμώττων  ἐπύκτευε· τοσοῦτον  ἀπεῖχε  τοῦ χρηματίζεσθαι. Καὶ οὐκ ἐδυσχέραινεν, ἀλλὰ χάριτας ᾔδει τούτων τῷ ἀγωνοθέτῃ. Ἡ μέριμνα πασῶν τῶν Ἐκκλησιῶν. Τοῦτο τὸ κεφάλαιον  ἁπάντων, ὅτι καὶ ἡ ψυχὴ διεσπᾶτο, καὶ ἡ διάνοια διετέμνετο. Εἰ γὰρ καὶ μηδὲν ἔξωθεν προσέβαλεν, ἱκανὸς ὁ ἔνδον πόλεμος, τὰ κύματα τὰ ἐπάλληλα, αἱ νιφάδες τῶν φροντίδων,  ὁ πόλεμος τῶν λογισμῶν. Εἰ γὰρ οἰκίας τις μιᾶς προνοῶν, καὶ οἰκέτας ἔχων καὶ ἐπιτρόπους καὶ οἰκονόμους, οὐδὲ ἀναπνεῖ πολλάκις ὑπὸ τῶν φροντίδων,  οὐδενὸς  ὄντος  τοῦ ἐνοχλοῦντος·  οὗτος ὁ οὐκ οἰκίας  μιᾶς, ἀλλὰ  καὶ πόλεων καὶ δήμων καὶ ἐθνῶν  καὶ ὁλοκλήρου τῆς οἰκουμένης τὴν φροντίδα ἔχων, καὶ  ὑπὲρ τηλικούτων  πραγμάτων,  καὶ  τοσούτων  ὄντων  τῶν  ἐπηρεαζόντων,  καὶ μόνος  ὢν,  καὶ  τοσαῦτα  πάσχων,  καὶ  οὕτω  κηδόμενος  ὡς  οὐδὲ  πατὴρ  παίδων, ἐννόησον  τί  ὑπέμενεν.  Ἵνα  γὰρ μὴ λέγῃς,  Τί γὰρ εἰ ἐμερίμνα μὲν, ἐμερίμνα  δὲ ἁπλῶς; ἐπήγαγε καὶ τὴν ἐπίτασιν τῆς φροντίδος, λέγων, Τίς ἀσθενεῖ, καὶ  οὐκ ἀσθενῶ; Οὐκ εἶπεν, Οὐ κοινωνῶ  τῇ ἀθυμία· ἀλλ' ὡς ἐν αὐτῷ ὢν τῷ πάθει, ὡς ἐν αὐτῇ ὢν τῇ ἀῤῥωστίᾳ, οὕτω θορυβοῦμαι καὶ ταράσσομαι. Τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ  πυροῦμαι; Ὅρα πάλιν  τὴν  ὑπερβολὴν  τῆς  ὀδύνης,  πῶς  πάρεστιν  ἐν  τῇ  τῆς πυρώσεως προσηγορίᾳ. Ἐμπίπραμαι, καίομαι, φησίν· ὃ δὴ πάντων μεῖζον ἦν. Ἐκεῖνα μὲν γὰρ εἰ καὶ σφοδρὰ, ἀλλὰ καὶ παροδεύεται ταχέως, καὶ τὴν ἡδονὴν εἶχεν ἀμάραντον· τοῦτο δὲ ἦν τὸ θλῖβον αὐτὸν καὶ στενοχωροῦν, καὶ διατιτρῶσκον αὐτοῦ τὴν διάνοιαν, τὸ καθ' ἕκαστον τῶν ἀσθενούντων τοιαῦτα πάσχειν, εἰ καὶ ὁστισοῦν ἦν. Οὐδὲ γὰρ ὑπὲρ τῶν μειζόνων μὲν ἤλγει, τῶν δὲ ἐλαττόνων κατεφρόνει, ἀλλὰ καὶ τὸν ἀπεῤῥιμμένον ἐν τοῖς ἀναγκαίοις ἐτίθετο. ∆ιὸ καὶ ἔλεγε, Τίς ἀσθενεῖ; δηλῶν ὅτι ὅστις ἐὰν ᾖ· καὶ καθάπερ αὐτὸς ὢν ἡ Ἐκκλησία ἡ κατὰ τὴν οἰκουμένην, οὕτω καθ' ἕκαστον ὠδυνᾶτο μέλος. Εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου καυχήσομαι. Ὁρᾷς ὅτι οὐδαμοῦ ἀπὸ σημείων, ἀλλ' ἀπὸ τῶν διωγμῶν  καυχᾶται, καὶ τῶν πειρασμῶν; Τοῦτο  γὰρ,  φησὶν,  ἀσθενείας.  Καὶ ποικίλον  τὸν  πόλεμον  δείκνυσι.  Καὶ γὰρ  οἱ Ἰουδαῖοι  αὐτὸν  ἐπολέμουν,  καὶ τὰ ἔθνη  πρὸς αὐτὸν  ἵστατο, καὶ οἱ ψευδάδελφοι αὐτῷ ἐπύκτευον, καὶ οἱ ἀδελφοὶ αὐτὸν ἐλύπουν ἀσθενοῦντες καὶ σκανδαλιζόμενοι· πάντοθεν αὐτῷ θόρυβος καὶ ταραχὴ, ἀπὸ τῶν οἰκείων, ἀπὸ τῶν ἀλλοτρίων.  Οὗτος ἀποστολικὸς χαρακτήρ· διὰ τούτων  ὑφαίνεται  Εὐαγγέλιον. Ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου Ἰησοῦοἶδεν, ὅτι οὐ ψεύδομαι. Ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐφρούρει τὴν
∆αμασκηνῶν  πόλιν,   πιάσαι  με  θέλων.   Τί  δήποτε  ἐνταῦθα  διαβεβαιοῦται  καὶ  πιστοῦται, ἐπ' οὐδενὸς τῶν προτέρων τοῦτο ποιήσας; Ὅτι ἴσως τοῦτο ἀρχαιότερον ἦν καὶ ἀδηλότερον· ἐκεῖνα δὲ καὶ αὐτοῖς γνώριμα, ἡ μέριμνα τῶν Ἐκκλησιῶν, καὶ τὰ ἄλλα πάντα. Θέα τοίνυν τὸν πόλεμον ὅσος, εἴ γε δι' αὐτὸν τὴν πόλιν ἐφρούρει. Ὅταν δὲ τὸν πόλεμον εἴπω, τὸν ζῆλον λέγω τοῦ Παύλου· εἰ γὰρ μὴ σφοδρὸς ἔπνει, οὐκ ἂν εἰς τοσαύτην ἀνῆψε τὸν ἐθνάρχην  μανίαν. Ταῦτα ψυχῆς ἀποστολικῆς, τὸ πάσχειν τοσαῦτα, καὶ μηδαμοῦ περιτρέπεσθαι, ἀλλὰ φέρειν γενναίως  τὰ ἐμπίπτοντα, καὶ μὴ ὁμόσε χωρεῖν  τοῖς  κινδύνοις  μηδὲ  ἐπιπηδᾷν.  Ὅρα γοῦν  ἐνταῦθα  πῶς  ἠνέσχετο διαφυγεῖν  τὴν πολιορκίαν, διὰ θυρίδος χαλασθεὶς ἐν σαργάνῃ. Εἰ γὰρ καὶ ἐπεθύμει τῆς  ἐντεῦθεν  ἀποδημίας,  ἀλλ' ὅμως  καὶ  τῆς  τῶν  ἀνθρώπων  ἤρα σωτηρίας. ∆ιὸ πολλάκις  καὶ τοιαῦτα ἐμηχανᾶτο, τηρῶν ἑαυτὸν τῷ κηρύγματι· καὶ οὐ παρῃτεῖτο οὐδὲ ἀνθρωπίνοις  χρήσασθαι μηχανήμασιν, ἡνίκα ἀπῄτει καιρός· οὕτως ἦν νήφων καὶ ἐγρηγορώς. Ἔνθα μὲν γὰρ ἄφυκτα ἦν κακὰ, τῆς χάριτος ἔδει μόνης· ἔνθα δὲ σύμμετρος ὁ πειρασμὸς, πολλὰ καὶ οἴκοθεν ἐπινοεῖ· καὶ ἐνταῦθα πάλιν τῷ Θεῷ τὸ πᾶν λογιζόμενος.  Καὶ καθάπερ τις σπινθὴρ πυρὸς ἀσβέστου εἰς πέλαγος ἐμπεσὼν, κυμάτων πολλῶν ἐπιόντων βαπτίζοιτο, καὶ πάλιν ἀνέρχοιτο λαμπρός· οὕτω δὴ καὶ ὁ μακάριος Παῦλος, νῦν  μὲν   ἐχώννυτο  κινδυνεύων,  νῦν  δὲ αὐτοὺς διαδὺς, φαιδρότερος ἀνῄει, τῷ πάσχειν κακῶς περιγινόμενος.

γʹ. Αὕτη γὰρ ἡ λαμπρὰ νίκη, τοῦτο τῆς Ἐκκλησίας τὸ τρόπαιον, οὕτως ὁ διάβολος βάλλεται, πασχόντων  ἡμῶν κακῶς. Ἡμῶν γὰρ πασχόντων ἁλίσκεται, καὶ πάσχει κακῶς, ὅταν ἡμᾶς ποιεῖν βούλεται. Ὅπερ καὶ ἐπὶ Παύλου συνέβαινε· καὶ ὅσῳ μεῖζον ἐπῆγε τοὺς κινδύνους, τοσούτῳ μᾶλλον ἡττᾶτο. Οὐδὲ γὰρ ἓν εἶδος κατεσκεύαζε πειρασμῶν, ἀλλὰ ποικίλον καὶ διάφορον. Τὰ μὲν γὰρ πόνον εἶχε, τὰ δὲ ἀθυμίαν, τὰ δὲ φόβον, τὰ δὲ ὀδύνην, τὰ δὲ φροντίδα, τὰ δὲ αἰσχύνην, τὰ δὲ πάντα ὁμοῦ· ἀλλ' ὅμως ἐν πᾶσιν ἐκράτει. Καὶ καθάπερ στρατιώτης εἷς τὴν οἰκουμένην πολεμοῦσαν ἔχων ἅπασαν, ἐν μέσοις στρέφοιτο τοῖς τάγμασι τῶν πολεμίων, καὶ μηδὲν πάσχοι δεινόν· οὕτω καὶ ὁ Παῦλος μόνος ἐν βαρβάροις, ἐν Ἕλλησι, πανταχοῦ  γῆς, πανταχοῦ  θαλάσσης φαινόμενος, ἀχείρωτος ἔμενε. Καὶ ὥσπερ τις σπινθὴρ εἰς καλάμην καὶ χόρτον ἐμπίπτων, πρὸς τὴν ἑαυτοῦ  φύσιν  μετατίθησι  τὰ  καιόμενα·  οὕτω  καὶ  οὗτος  ἅπασιν  ἐπιὼν,  πάντας μεθίστα πρὸς τὴν ἀλήθειαν, χειμάῤῥου δίκην πάντα ἐπιὼν, καὶ ἀνατρέπων τὰ κωλύματα.   Καὶ  καθάπερ  τις   ἀθλητὴς   αὐτὸς   παλαίων,   τρέχων,   πυκτεύων,   ἢ στρατιώτης τειχομαχῶν,  πεζομαχῶν, ναυμαχῶν· οὕτω πᾶν εἶδος μετῄει μάχης, καὶ πῦρ ἐνέπνει, καὶ πᾶσιν ἀπρόσιτος ἦν· ἐνὶ σώματι καταλαμβάνων  τὴν οἰκουμένην, μιᾷ γλώττῃ  πάντας  τρεπόμενος.  Οὐχ οὕτως  αἱ πολλαὶ  σάλπιγγες  ἐνέπιπτον  τοῖς λίθοις  τῆς τῶν  Ἱεριχουντίων  πόλεως,  καὶ καθῄρουν αὐτοὺς, ὡς ἡ τούτου φωνὴ ἠχοῦσα τὰ ὀχυρώματα τὰ διαβολικὰ καὶ ῥίπτει χαμαὶ, καὶ τοὺς ἐναντίους πρὸς αὐτὸν μεθίστησι. Καὶ ἡνίκα  συνέλεξεν  αἰχμαλώτων   πλῆθος,  αὐτοὺς  τούτους  ὁπλίσας, οἰκεῖον  στρατόπεδον πάλιν  ἐποίει, καὶ δι' αὐτῶν  ἐκράτει θαυμαστῶς. ∆αυῒδ τὸν Γολιὰθ καταφέρει ἀπὸ λίθου μόνον ἑνός· ἀλλ' εἰ τὰ Παύλου κατορθώματα ἐξετάσεις, παιδὸς ἔργον ἐκεῖνο, καὶ ὅσον ποιμένος καὶ στρατηγοῦ τὸ μέσον, τοσοῦτον ὄψει τὸ διάφορον.  Οὗτος γὰρ οὐ λίθον  ῥίπτων  κατέφερε  τὸν  Γολιὰθ, ἀλλὰ  φθεγγόμενος μόνον ἅπασαν τοῦ διαβόλου κατέλυε τὴν φάλαγγα· καὶ καθάπερ λέων βρυχόμενος, καὶ φλόγα ἀπὸ τῆς γλώττης  ἀφιεὶς, οὕτω πᾶσιν ἀφόρητος, καὶ πανταχοῦ μετεπήδα συνεχῶς,   ἔδραμεν   ἐπὶ   τούτους,   ἦλθεν   ἐπ'  ἐκείνους,   μετέστη  πρὸς  τούτους, ἀπεπήδησε πρὸς ἑτέρους, ἀνέμου  ταχύτερον  ἐπιὼν,  καὶ  καθάπερ μίαν  οἰκίαν,  ἢ πλοῖον  ἓν, τὴν οἰκουμένην  ἅπασαν κυβερνῶν, τοὺς μὲν βαπτιζομένους  ἀνέλκων, τοὺς δὲ ἰλιγγιῶντας  στηρίζων, τοῖς ναύταις  παρακελευόμενος,  ἐπὶ τῶν  αὐχένων καθήμενος, τὴν πρώραν περισκοπῶν, σχοινία τείνων,  κώπην  μεταχειρίζων; ἱστὸν ἕλκων, πρὸς τὸν οὐρανὸν βλέπων, πάντα αὐτὸς ὢν, καὶ ναύτης, καὶ κυβερνήτης, καὶ πρωρεὺς, καὶ ἱστίον, καὶ πλοῖον,  καὶ πάντα  πάσχων,  ἵνα  τὰ ἑτέρων  λύσῃ κακά. Σκόπει  δέ·  Ὑπέστη ναυά   γιον,  ἵνα  τὸ  ναυάγιον  παύσῃ  τῆς  οἰκουμένης· νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκεν, ἵνα τοῦ βυθοῦ τῆς πλάνης ἀνιμήσηται· ἐν κόπῳ γέγονεν,  ἵνα  τοὺς  κοπιῶντας  ἀναπαύσῃ·  πληγὰς  ὑπέμεινεν,  ἵνα  τοὺς  ὑπὸ  τοῦ διαβόλου πληγέντας ἰάσηται· ἐν φυλακαῖς διέτριψεν, ἵνα τοὺς ἐν φυλακῇ καὶ σκότῳ καθημένους  εἰς  φῶς  ἐξαγάγῃ·  ἐν  θανάτοις  πολλάκις,  ἵνα  θανάτων   ἀπαλλάξῃ χαλεπῶν·   πεντάκις   τεσσαράκοντα  παρὰ  μίαν  ἔλαβεν,  ἵνα  αὐτοὺς  τοὺς  ταῦτα ποιοῦντας ἐλευθερώσῃ τῆς τοῦ διαβόλου μάστιγος· ἐῤῥαβδίσθη, ἵνα ὑπὸ τὴν ῥάβδον καὶ τὴν βακτηρίαν ἀγάγῃ τοῦ Χριστοῦ· ἐλιθάσθη, ἵνα ἀπαλλάξῃ τῶν  ἀναισθήτων λίθων·  ἐν  ἐρημίᾳ γέγονεν,  ἵνα  τῆς  ἐρημίας ἐξέληται·  ἐν  ὁδοιπορίαις,  ἵνα  στήσῃ πλανωμένους, καὶ τὴν εἰς τὸν οὐρανὸν φέρουσαν ὁδὸν ἀνοίξῃ· ἐν πόλεσιν ἐκινδύνευσεν,  ἵνα τὴν ἄνω πόλιν  ὑποδείξῃ· ἐν λιμῷ καὶ δίψει, ἵνα ἀφέληται  τοῦ χαλεπωτέρου λιμοῦ· ἐν γυμνότητι, ἵνα ἀσχημονοῦντας ἐνδύσῃ τὴν στολὴν τοῦ Χριστοῦ· ἐν  ἐπιστασίᾳ  ὄχλου,  ἵνα  τῆς  περιστάσεως  τῶν   δαιμόνων   ἀπαγάγῃ· ἐπυρώθη, ἵνα σβέσῃ τὰ πεπυρωμένα  βέλη τοῦ διαβόλου· διὰ θυρίδος ἀπὸ τείχους ἐχαλάσθη,   ἵνα   κάτωθεν   ἄνω   διαπέμψῃ   τοὺς   ἐῤῥιμμένους   χαμαί.   Ἔτι   οὖν φθεγξόμεθα,  οὐδὲ εἰδότες  ἅπερ ἔπαθε Παῦλος; ἔτι  χρημάτων  μνησθησόμεθα; ἔτι γυναικὸς καὶ πόλεως καὶ ἐλευθερίας, ἐκεῖνον  αὐτῆς τῆς ζωῆς μυριάκις καταφρονοῦντα  ἰδόντες;  Ὁ μάρτυς ἅπαξ ἀποθνήσκει· ὁ δὲ μακάριος ἐκεῖνος  ἑνὶ σώματι καὶ μιᾷ ψυχῇ τοσούτους κινδύνους ὑπέμεινεν, ὅσοι καὶ ἀδαμάντινον ἱκανοὶ θορυβῆσαι ψυχήν· καὶ ἅπερ ἅπαντες ἐν τοσούτοις σώμασιν οἱ ἅγιοι ἔπαθον, ταῦτα αὐτὸς ἐν ἑνὶ πάντα ἤνεγκε· καὶ καθάπερ εἰς στάδιον τὴν οἰκουμένην εἰσελθὼν, καὶ πρὸς πάντας ἀποδυσάμενος, οὕτως ἵστατο γενναίως. Καὶ γὰρ ᾔδει τοὺς πυκτεύοντας αὐτῷ δαίμονας. ∆ιὸ καὶ λαμπρὸς εὐθέως ἐκ προοιμίων ἐφάνη· ἐξ αὐτῆς τῆς βαλβῖδος καὶ μέχρι τέλους ὅμοιος διέμεινε· μᾶλλον δὲ καὶ ἐπέτεινε τὸν διωγμὸν, ἐγγὺς τοῦ βραβείου γενόμενος. Καὶ τὸ δὴ θαυμαστὸν, ὅτι τοσαῦτα πάσχων καὶ ποιῶν, σφόδρα μετριάζειν ᾔδει. Καὶ γὰρ εἰς ἀνάγκην  ἐμπεσὼν τῆς διηγήσεως τῶν οἰκείων κατορθωμάτων, ταχέως ἅπαντα παρέδραμε· καίτοι γε μυρίας βίβλους ἐνέπλησεν ἂν, εἰ  τῶν  εἰρημένων  ἕκαστον  ἐξαπλῶσαι  ἠβούλετο,  καὶ  τὰς  Ἐκκλησίας  εἶπεν  ἃς ἐμερίμνα,  εἰ  τὰς  φυλακὰς  καὶ  τὰ  ἐν  αὐταῖς  κατορθώματα,  εἰ  τῶν  ἄλλων  καθ' ἑκάστην  τὰς  περιστάσεις, τὰς  ἐφόδους.  Ἀλλ' οὐκ  ἠθέλησε. Ταῦτ' οὖν  καὶ  ἡμεῖς εἰδότες, καὶ μετριάζειν μάθωμεν, καὶ μηδέποτε ἐν πλούτῳ καυχᾶσθαι, μηδὲ ἐν τοῖς ἄλλοις βιωτικοῖς, ἀλλ' ἐπὶ ταῖς ὕβρεσι ταῖς διὰ τὸν Χριστὸν, καὶ ἐπὶ ταύταις, ὅταν ἀνάγκη γένηται· ὡς εἰ μηδὲν εἴη τὸ κατεπεῖγον, μηδὲ τούτων μνημονεύωμεν, ἵνα μὴ ἐπαιρώμεθα, ἀλλὰ ἁμαρτημάτων μόνων. Οὕτω γὰρ ἀπαλλαγησόμεθα αὐτῶν ῥᾳδίως, καὶ  τὸν  Θεὸν ἵλεων  ἕξομεν, καὶ  τῆς  μελλούσης  ἐπιτευξόμεθα  ζωῆς· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν,  χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |