ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Εʹ Ἐλθὼν δὲ εἰς τὴν Τρωάδα εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ

Πέμπτη 27 Οκτωβρίου 2016

Εʹ Ἐλθὼν δὲ εἰς τὴν Τρωάδα εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ




Ιωάννης Χρυσόστομος
Πρός Κορινθίους Β΄
Τόμος 61


Εʹ Ἐλθὼν  δὲ εἰς τὴν  Τρωάδα εἰς τὸ εὐαγγέλιον  τοῦ Χριστοῦ, καὶ θύρας μοι ἀνεῳγμένης  ἐν Κυρίῳ, οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου, τῷ μὴ εὑρεῖν με Τίτον τὸν  ἀδελφόν  μου.

αʹ. Ταῦτα δοκεῖ  μὲν  ἀνάξια  εἶναι  Παύλου τὰ  ῥήματα, εἰ  δι' ἀπουσίαν ἀδελφοῦ τοσαύτην προήκατο σωτηρίαν· δοκεῖ δὲ καὶ τῆς ἀκολουθίας ἀπηρτῆσθαι. Τί οὖν; βούλεσθε πρότερον ἀποδείξωμεν, ὅτι τῆς ἀκολουθίας ἤρτηται, ἢ ὅτι οὐδὲν ἀνάξιον εἴρηκεν ἑαυτοῦ; Ἐμοὶ δοκεῖ τὸ δεύτερον· οὕτω γὰρ κἀκεῖνο ἡμῖν εὐκολώτερον ἔσται καὶ σαφέστερον. Πῶς οὖν ἤρτηται τῶν προτέρων ταῦτα; Ἀναμνησθῶμεν αὐτῶν ἐκείνων, καὶ οὕτως εἰσόμεθα τοῦτο. Τίνα οὖν ἦν τὰ πρότερα; Ἅπερ  ἔλεγεν  ἀρχόμενος·  Οὐ θέλω  ὑμᾶς  ἀγνοεῖν  ὑπὲρ  τῆς  θλίψεως,  φησὶ,  τῆς γενομένης  ἡμῖν  ἐν  τῇ Ἀσίᾳ, ὅτι  καθ' ὑπερβολὴν  ἐβαρήθημεν  ὑπὲρ δύναμιν·  καὶ δείξας πῶς ἀπηλλάγη, καὶ τὰ ἐν μέσῳ παρενθεὶς, ἀναγκαίως διδάσκει πάλιν ὅτι καὶ ἑτέρως ἐθλίβη. Πῶς καὶ τίνι τρόπῳ; Τῷ μὴ εὑρεῖν Τίτον.


 ∆εινὸν μὲν γὰρ καὶ ἱκανὸν καταβαλεῖν ψυχὴν, καὶ τὸ πειρασμοὺς ὑπομένειν· ὅταν δὲ καὶ ὁ παραμυθούμενος μὴ ᾖ, καὶ δυνάμενος τὸ φορτίον συνδιενεγκεῖν, μείζων γίνεται ὁ χειμών. Τίτος δὲ αὐτός ἐστιν, ὅν  φησι προϊὼν  παρ' αὐτῶν  ἀφῖχθαι  πρὸς αὐτὸν,  καὶ περὶ οὗ πολλὰ  καὶ μεγάλα   διεξέρχεται   ἐγκώμια,   καὶ   ὃν   ἔφησεν   ἀπεσταλκέναι.   ∆εῖξαι   τοίνυν βουλόμενος ὅτι καὶ ταύτῃ δι' αὐτοὺς ἐθλίβη, ταῦτα εἴρηκεν. Ὅτι μὲν οὖν ἤρτηται τῶν προτέρων τὰ εἰρημένα, δῆλον ἐκ τούτων· ὅτι δὲ οὐδὲ ἀνάξια Παύλου, καὶ τοῦτο δεῖξαι   πειράσομαι.  Οὐ  γὰρ  λέγει,   ὅτι   ἐνεπόδισε  τῇ  σωτηρίᾳ  τῶν   προσιέναι μελλόντων  ἡ ἀπουσία Τίτου, οὐδ' ὅτι παρεῖδε τοὺς πιστεύσαντας διὰ τοῦτο, ἀλλ' ὅτι οὐκ  ἔσχηκεν  ἄνεσιν,   τουτέστιν  ἐθλίβη,  ὠδυνήθη  διὰ  τὴν  ἀπουσίαν  τοῦ ἀδελφοῦ, δεικνὺς ὅσον ἐστὶν ἀδελφοῦ ἀπουσία· καὶ διὰ τοῦτο ἀπῆλθεν ἐκεῖθεν. Τί δέ ἐστιν, Ἐλθὼν δὲ εἰς τὴν Τρωάδα εἰς τὸ εὐαγγέλιον; Οὐχ ἁπλῶς, φησὶν, ἐπεδήμησα, ἀλλ'  ὥστε κηρῦξαι. Ἀλλ'  ὅμως καὶ διὰ τοῦτο ἐλθὼν,  καὶ εὑρὼν ἔργον μέγιστον· Θύρας γάρ μοι ἀνεῳγμένης  ἐν Κυρίῳ, οὐκ ἔσχηκα ἄνεσιν, φησίν· οὐ μὴν διὰ τοῦτο ἐνεπόδισε τὸ ἔργον. Πῶς οὖν φησιν, ὅτι Ἀποταξάμενος αὐτοῖς ἐξῆλθον; Τουτέστιν, οὐ   διέτριψα   πλείονα   χρόνον,   στενοχωρούμενος,   ὀδυνώμενος.   Ἴσως  δὲ   καὶ ἐνεποδίζετο τὸ ἔργον, ἐκείνου ἀπόντος. Τοῦτο δὲ οὐ μικρὰ καὶ τούτοις παραμυθία. Εἰ γὰρ ἐκεῖ θύρας ἀνεῳγμένης,  καὶ εἰς τοῦτο ἐλθὼν, ἐπειδὴ τὸν ἀδελφὸν  οὐχ εὗρεν, ἀπεπήδησε  ταχέως,   πολλῷ   μᾶλλον   ὑμᾶς,  φησὶ,  συγγινώσκειν   χρὴ  ταῖς   τῶν πραγμάτων ἀνάγκαις ἀγούσαις καὶ περιαγούσαις ἡμᾶς πανταχοῦ, καὶ οὐκ ἐώσαις, ὡς βουλόμεθα, οὔτε ἀποδημεῖν  οὔτε ἐνδιατρίβειν  οἷς ἂν ἐθέλωμεν  ἐπιπλέον.  ∆ιὸ καὶ ἐπάγει πάλιν, ὥσπερ ἄνω τῷ Πνεύματι, οὕτω καὶ ἐνταῦθα τῷ Θεῷ τὰς ἀποδημίας ἀνατιθεὶς, καὶ λέγων· Τῷ δὲ Θεῷ χάρις τῷ πάντοτε ἡμᾶς θριαμβεύοντι ἐν τῷ Χριστῷ, καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὑτοῦ φανεροῦντι δι' ἡμῶν ἐν παντὶ τόπῳ. Ἵνα γὰρ μὴ δόξῃ ὡς θρηνῶν  ταῦτα ἀποδύρεσθαι, χάριν ἀναπέμπει τῷ Θεῷ. Ὃ δὲ λέγει, τοῦτό ἐστι· πανταχοῦ θλῖψις, πανταχοῦ στενοχωρία· ἦλθον εἰς τὴν Ἀσίαν, ἐβαρήθην ὑπὲρ δύναμιν· ἦλθον εἰς τὴν Τρωάδα, οὐχ εὗρον τὸν ἀδελφόν· οὐκ ἦλθον πρὸς ὑμᾶς· οὐ μικράν  μοι  καὶ  τοῦτο  ἀθυμίαν  ἐνεποίησεν,  ἀλλὰ  καὶ  σφόδρα μεγάλην,  καὶ  τῷ πολλοὺς ἡμαρτηκέναι παρ' ὑμῖν, καὶ τῷ διὰ τοῦτο ὑμᾶς μὴ ὁρᾷν· Φειδόμενος γὰρ ὑμῶν, οὐκέτι ἦλθον εἰς Κόρινθον, φησίν. Ἵν' οὖν  μὴ δόξῃ ὀλοφύρεσθαι ταῦτα λέγων,  ἐπάγει,  ὅτι  Οὐ μόνον  οὐκ  ἀλγοῦμεν  ἐν  ταῖς  θλίψεσι  ταύταις,  ἀλλὰ  καὶ χαίρομεν· καὶ τὸ μεῖζον, οὐ τῶν μελλόντων ἕνεκεν μόνον ἐπάθλων, ἀλλὰ καὶ αὐτῶν τῶν παρόντων· καὶ γὰρ ἐνταῦθά ἐσμεν λαμπροὶ ἐκ τούτων καὶ περιφανεῖς. Τοσοῦτον τοίνυν ἀπέχομεν τοῦ θρηνεῖν, ὅτι καὶ θρίαμβον τὸ πρᾶγμα καλοῦμεν, καὶ ἐγκαλλωπιζόμεθα τοῖς γινομένοις. ∆ιὸ καὶ ἔλεγε, Τῷ δὲ Θεῷ χάρις τῷ πάντοτε ἡμᾶς θριαμβεύοντι· τουτέστι, τῷ πᾶσι ποιοῦντι περιφανεῖς. Ὃ γὰρ δοκεῖ εἶναι ἀτιμίας, τὸ πάντοθεν  ἐλαύνεσθαι, τοῦτο τιμῆς ἡμῖν εἶναι φαίνεται  μεγίστης. ∆ιὸ οὐκ εἶπε, Τῷ καταδήλους ποιοῦντι, ἀλλὰ, Τῷ θριαμβεύοντι· δεικνὺς, ὅτι οἱ διωγμοὶ οὗτοι τρόπαια συνεχῆ   κατὰ   τοῦ   διαβόλου   πανταχοῦ   τῆς   γῆς   ἀνιστῶσιν.   Εἶτα  μετὰ   τοῦ θριαμβεύοντος  θεὶς καὶ τὴν ὑπόθεσιν, ἀνίστησι κἀντεῦθεν  τὸν ἀκροατήν. Οὐ γὰρ μόνον ὑπὸ τοῦ Θεοῦ θριαμβευόμεθα, ἀλλὰ καὶ ἐν Χριστῷ· τουτέστι, διὰ τὸν Χριστὸν καὶ τὸ κήρυγμα. Ἐπειδὰν γὰρ θριαμβεῦσαι δέῃ, ἀνάγκη πᾶσα καὶ ἡμᾶς τοὺς φέροντας τὸ τρόπαιον  καταδήλους  εἶναι, ἐπειδὴ αὐτὸν  βαστάζομεν. ∆ιὰ τοῦτο περίβλεπτοί ἐσμεν, καὶ περιφανεῖς. Καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι  δι' ἡμῶν ἐν παντὶ  τόπῳ.

βʹ. Ἄνω εἶπε, Πάντοτε θριαμβεύοντι, ἐνταῦθα, Ἐν παντὶ  τόπῳ, φησί· δεικνὺς ὅτι καὶ τόπος καὶ καιρὸς πᾶς τῶν ἄθλων ἐμπέπλησται τῶν ἀποστολικῶν. Καὶ ἑτέρᾳ πάλιν κέχρηται μεταφορᾷ τῇ τῆς εὐωδίας. Καθάπερ γὰρ μύρον βαστάζοντες, οὕτω πᾶσίν ἐσμεν κατάδηλοι, φησί· μύρον πολύτιμον  τὴν γνῶσιν  λέγων.  Καὶ οὐκ εἶπε,  Τὴν  γνῶσιν,  ἀλλ',  Ὀσμὴν γνώσεως.  Τοιοῦτον  γὰρ  ἡ  παροῦσα γνῶσις,  οὐ σφόδρα σαφὴς,  οὐδὲ  ἐκκεκαλυμμένη.  ∆ιὸ καὶ  ἐν  τῇ  προτέρᾳ  ἔλεγεν  Ἐπιστολῇ, Βλέπομεν γὰρ ἄρτι δι' ἐσόπτρου ἐν αἰνίγματι, καὶ ἐνταῦθα ὀσμὴν τὸ τοιοῦτον μύρον καλεῖ. Ὁ δὲ τὴν ὀσμὴν εἰδὼς, ὅτι μὲν ἔστι μύρον που κείμενον οἶδε, ποταπὸν δὲ τὴν οὐσίαν, οὐκέτι, ἐὰν μὴ πρότερον αὐτὸ εἰδὼς τύχῃ. Οὕτω καὶ ἡμεῖς, ὅτι μὲν ἔστι Θεὸς ἴσμεν, τί δὲ τὴν οὐσίαν, οὐκέτι. Ὥσπερ οὖν θυμιατήριόν ἐσμεν βασιλικὸν, ὅπου ἂν ἀπέλθωμεν  τοῦ οὐρανίου πνέοντες μύρου, καὶ τῆς πνευματικῆς εὐωδίας. Ταῦτα δὲ ἔλεγεν, ὁμοῦ καὶ τοῦ κηρύγματος δεικνὺς τὴν ἰσχὺν, ὅτι δι' ὧν ἐπιβουλεύονται, διὰ τούτων λάμπουσι μᾶλλον τῶν διωκόντων αὐτοὺς, καὶ πᾶσαν τὴν οἰκουμένην ποιούντων εἰδέναι καὶ τὰ τρόπαια αὐτῶν καὶ τὴν εὐωδίαν, καὶ παρακαλῶν ὑπὲρ τῶν θλίψεων αὐτοὺς καὶ τῶν πειρασμῶν, ὥστε πάντα φέρειν γενναίως, εἴ γε καὶ πρὸ τῆς ἀντιδόσεως ἄφατον καρποῦνται τὸ κλέος. Ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ ἐν τοῖς σωζομένοις, καὶ ἐν τοῖς ἀπολλυμένοις. Ἄν τε γὰρ σώζηταί τις, φησὶν, ἄν τε ἀπολλύηται,  τὸ εὐαγγέλιον  τὴν οἰκείαν ἀρετὴν ἔχον μένει. Καὶ καθάπερ τὸ φῶς, κἂν σκοτίζῃ τοὺς ἀσθενεῖς, φῶς ἐστι, καίτοι σκοτίζον· καὶ τὸ μέλι κἂν πικρὸν ᾖ τοῖς  νοσοῦσι, γλυκὺ  τὴν  φύσιν  ἐστιν· οὕτω  καὶ τὸ εὐαγγέλιον  εὐῶδές  ἐστι, κἂν ἀπολλύωνταί  τινες ἀπιστοῦντες. Οὐ γὰρ αὐτοῦ ἔργον ἡ ἀπώλεια, ἀλλὰ τῆς ἐκείνων ἀγνωμοσύνης. Καὶ ταύτῃ δὲ μάλιστα ἡ εὐωδία αὐτοῦ φαίνεται,  ᾗ οἱ διεφθαρμένοι καὶ πονηροὶ ἀπόλλυνται. Ὥστε οὐκ ἀπὸ τῆς τῶν ἀγαθῶν σωτηρίας μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς τῶν πονηρῶν ἀπωλείας δείκνυται αὐτοῦ ἡ ἀρετή. Ἐπεὶ καὶ ὁ ἥλιος, ἐπειδὴ σφόδρα φαιδρός ἐστι, διὰ τοῦτο μάλιστα πλήττει τῶν ἀσθενούντων τὰς ὄψεις· καὶ ὁ Σωτὴρ εἰς πτῶσιν  πολλῶν  καὶ ἀνάστασίν ἐστιν, ἀλλ' ὅμως μένει  Σωτὴρ ὢν, καὶ μυρίων πιπτόντων·  καὶ ἡ παρουσία αὐτοῦ μειζόνως ἐκόλασε τοὺς μὴ πειθομένους, ἀλλ' ὅμως μένει σωτήριος οὖσα. ∆ιὰ τοῦτο καὶ αὐτός φησιν, ὅτι Τῷ Θεῷ εὐωδία ἐσμέν· τουτέστι, Κἂν ἀπολλύωνταί τινες, ἡμεῖς μένομεν τοῦτο ὄντες ὅπερ ἐσμέν. Καὶ οὐχ ἁπλῶς εἶπεν, Εὐωδία, ἀλλὰ, Τῷ Θεῷ. Ὅταν δὲ τῷ Θεῷ εὐωδία ὦμεν, κἀκεῖνος ταῦτα ψηφίζηται,  τίς ἀντερεῖ λοιπόν; Καὶ τὸ, Χριστοῦ δὲ εὐωδία, διπλῆν  μοι τὴν ἐξήγησιν ἔχειν δοκεῖ. Ἢ γὰρ τοῦτό φησιν, ὅτι ἑαυτοὺς θυσίαν προσέφερον ἀποθνήσκοντες, ἢ ὅτι τῆς τοῦ Χριστοῦ σφαγῆς εὐωδία ἐσμέν· ὡς ἂν εἴποι τις, Τοῦδε τοῦ ἱερείου εὐωδία ἐστὶ τόδε τὸ θυμίαμα. Ἢ τοῦτο οὖν ἐμφαίνει  τῆς εὐωδίας τὸ ὄνομα· ἢ, ὅπερ ἔφθην  εἰπὼν, ὅτι καθ' ἡμέραν θύονται  διὰ τὸν Χριστόν. Εἶδες ποῦ τοὺς πειρασμοὺς ἀνήγαγε, θρίαμβον καὶ εὐωδίαν καλῶν, καὶ θυσίαν τῷ Θεῷ προσαγομένην; Εἶτα, ἐπειδὴ εἶπεν, Εὐωδία ἐσμὲν, καὶ ἐν τοῖς ἀπολλυμένοις, ἵνα μὴ νομίσῃς,  ὅτι  κἀκεῖνοι  εὐπρόσδεκτοί  εἰσιν,  ἐπήγαγε·  Τοῖς μὲν  ὀσμὴ θανάτου  εἰς θάνατον,  τοῖς  δὲ  ὀσμὴ ζωῆς  εἰς  ζωήν.  Τὴν  γὰρ  εὐωδίαν  ταύτην  οἱ  μὲν  οὕτω προσίενται, ὥστε σωθῆναι, οἱ δὲ οὕτως, ὥστε ἀπολέσθαι. Ὥστε κἂν ἀπολλύηταί τις, παρ' αὐτοῦ ἡ αἰτία· ἐπεὶ καὶ τὰς ὗς τὸ μύρον λέγεται πνίγειν, καὶ τὸ φῶς, ὅπερ ἔφθην εἰπὼν,  τοὺς ἀσθενεῖς σκοτίζειν. Καὶ τοιαύτη  τῶν  ἀγαθῶν  ἡ φύσις· οὐ τὰ οἰκεῖα διορθοῦται μόνον, ἀλλὰ καὶ τὰ ἐναντία ἀπόλλυσι· καὶ ταύτῃ μάλιστα διαδείκνυται αὐτῶν ἡ δύναμις. Καὶ γὰρ καὶ τὸ πῦρ οὐχ ὅταν φωτίζῃ  μόνον, οὐδ' ὅταν χρυσίον καθαίρῃ, ἀλλὰ καὶ ὅταν ἀκάνθας δαπανᾷ, μάλιστα τὴν οἰκείαν ἰσχὺν ἐπιδείκνυται, καὶ  ταύτῃ  φαίνεται   πῦρ·  καὶ  ὁ  Χριστὸς  δὲ  ταύτῃ  τὴν   μεγαλωσύνην   αὑτοῦ ἐνδείκνυται, ὅταν ἀναλώσῃ τὸν ἀντίχριστον τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, καὶ καταργήσῃ τῇ ἐπιφανείᾳ  τῆς παρουσίας αὐτοῦ. Καὶ πρὸς ταῦτα τίς ἱκανός; Ἐπειδὴ γὰρ μεγάλα ἐφθέγξατο, ὅτι Θυσία ἐσμὲν τοῦ Χριστοῦ καὶ εὐωδία, καὶ θριαμβευόμεθα πανταχοῦ, πάλιν μετριάζει, τῷ Θεῷ πάντα ἀνατιθείς· διὸ καί φησι, Καὶ πρὸς ταῦτα τίς  ἱκανός;  Τὸ γὰρ  πᾶν  τοῦ  Χριστοῦ, φησὶν,  ἐστίν·  οὐδὲν  ἡμέτερον.  Ὁρᾷς ἀπ' ἐναντίας τοῖς ψευδαποστόλοις φθεγγόμενον; Οἱ μὲν γὰρ καυχῶνται ὡς παρ' ἑαυτῶν εἰσφέροντές τι εἰς τὸ κήρυγμα, οὗτος δὲ διὰ τοῦτό φησι καυχᾶσθαι, ἐπειδὴ οὐδὲν αὐτοῦ  φησιν  εἶναι·   Ἡ γὰρ  καύχησις  ἡμῶν  αὕτη  ἐστὶ, τὸ  μαρτύριον  τῆς συνειδήσεως, ὅτι οὐκ ἐν σοφίᾳ σαρκικῇ, ἀλλ' ἐν χάριτι Θεοῦ ἀνεστράφημεν ἐν τῷ κόσμῳ. Καὶ οὗ τὴν κτῆσιν ἐνόμιζον ἐκεῖνοι εἶναι καύχημα, τῆς σοφίας λέγω  τῆς ἔξωθεν, οὗτος τὴν ἀναίρεσιν· διὸ καὶ ἐνταῦθά φησι, Καὶ πρὸς ταῦτα τίς ἱκανός; Εἰ δὲ μὴ ἱκανοὶ, χάριτος τὸ γινόμενον. Οὐ γάρ ἐσμεν, ὥσπερ οἱ λοιποὶ καπηλεύοντες τὸν λόγον τοῦ Θεοῦ. γʹ. Εἰ γὰρ καὶ μεγάλα φθεγγόμεθα, ἀλλ' οὐδὲν ἡμέτερον ἔφαμεν εἶναι κατόρθωμα, ἀλλὰ τὰ πάντα τοῦ Χριστοῦ· οὐδὲ γὰρ μιμησόμεθα τοὺς ψευδαποστόλους, τοὺς τὰ πολλὰ αὑτῶν εἶναι λέγοντας. Τοῦτο γάρ ἐστι καπηλεῦσαι, ὅταν  τις νοθεύῃ  τὸν  οἶνον,  ὅταν  τις χρημάτων  πωλῇ,  ὅπερ δωρεὰν ἔδει δοῦναι. Ἐνταῦθα γὰρ καὶ εἰς χρήματα αὐτοὺς σκώπτειν μοι δοκεῖ, καὶ ὅπερ εἶπον αἰνίττεσθαι πάλιν,  οἷον,  ὅτι  τὰ αὑτῶν  ἀναμιγνύουσι  τοῖς  θείοις·  ὅπερ καὶ  Ἡσαΐας ἐγκαλῶν ἔλεγεν,  Οἱ κάπηλοί  σου μίσγουσι τὸν  οἶνον  ὕδατι.  Εἰ γὰρ καὶ περὶ οἴνου  τοῦτο εἴρηται, οὐκ ἄν τις ἁμάρτοι καὶ εἰς διδασκαλίαν αὐτὸ ἐκλαμβάνων. Ἀλλ' οὐχ ἡμεῖς, φησὶν, οὕτως· ἀλλ' οἷα ἐπιστεύθημεν, τοιαῦτα παρέχομεν, ἄκρατον κιρνῶντες  τὸν λόγον· διὸ ἐπήγαγεν· Ἀλλ'  ὡς ἐξ εἰλικρινείας,  ἀλλ'  ὡς ἐκ Θεοῦ, κατενώπιον  τοῦ Θεοῦ ἐν Χριστῷ λαλοῦμεν. Οὐκ ἀπατῶντες ὑμᾶς, φησὶν, οὕτω κηρύττομεν, οἷον ὡς χαριζόμενοι ὑμῖν, ἢ παρ' ἑαυτῶν τι εἰσφέροντες καὶ ἀναμιγνύντες, ἀλλ' Ὡς ἐκ Θεοῦ· τουτέστιν, Οὐ λέγομεν  ὅτι οἴκοθέν  τι χαριζόμεθα, ἀλλ' ὅτι πάντα  ὁ Θεὸς ἔδωκε· τοῦτο γάρ ἐστι τὸ, Ἐκ Θεοῦ· τὸ μηδὲν καυχᾶσθαι ὡς ἴδιον ἔχοντας, ἀλλὰ πάντα εἰς αὐτὸν  ἀναφέρειν.  Ἐν Χριστῷ λαλοῦμεν·  οὐδὲν  τῇ ἡμετέρᾳ σοφίᾳ, ἀλλὰ  τῇ παρ' ἐκείνου δυνάμει ἐνηχούμενοι. Οἱ δὲ καυχώμενοι, οὐχ οὕτως, ἀλλ' ὡς παρ' ἑαυτῶν τι εἰσφέροντες. ∆ιὸ καὶ ἀλλαχοῦ αὐτοὺς κωμῳδεῖ λέγων, Τί γὰρ ἔχεις, ὃ οὐκ ἔλαβες; Εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι, ὡς μὴ λαβών; Αὕτη μεγίστη ἀρετὴ, τὸ πάντα τῷ Θεῷ ἀνατιθέναι, τὸ μηδὲν οἰκεῖον εἶναι νομίζειν, τὸ μηδὲν πρὸς ἀνθρώπων δόξαν ποιεῖν, ἀλλὰ πρὸς τὸ τῷ Θεῷ δοκοῦν· οὗτος γάρ ἐστιν ὁ τὰς εὐθύνας ἀπαιτῶν.  Νῦν δὲ ἡ τάξις ἀντέστραπται· καὶ τὸν  μὲν ἐπὶ τοῦ βήματος καθιούμενον,  καὶ τὰς εὐθύνας ἀπαιτήσοντα οὐ σφόδρα δεδοίκαμεν, τοὺς δὲ μεθ' ἡμῶν ἑστῶτας καὶ κρινομένους φρίττομεν. Πόθεν οὖν ἡ νόσος αὕτη; πόθεν εἰς τὰς ἡμετέρας κατέσκηψε ψυχάς; Ἀπὸ τοῦ μὴ διηνεκῶς τὰ ἐκεῖ λογίζεσθαι, ἀλλὰ τοῖς παροῦσι προσηλῶσθαι. Ἐντεῦθεν καὶ ἐν  ταῖς  πονηραῖς  πράξεσι  εὐκόλως  πίπτομεν·  κἂν  ἀγαθόν  τι  πράξωμεν,  πρὸς ἐπίδειξιν ποιοῦμεν, ὥστε κἀντεῦθεν  ἡμῖν γίνεσθαι τὴν ζημίαν. Εἶδε γοῦν τις ἀκολάστοις ὀφθαλμοῖς τινα πολλάκις, καὶ ἔλαθε καὶ τὴν ὀφθεῖσαν καὶ τοὺς συμβαδίζοντας· ἀλλὰ τὸν ἀκοίμητον οὐκ ἔλαθεν ὀφθαλμόν. Ἐκεῖνος γὰρ καὶ πρὶν ἢ τὴν  ἁμαρτίαν  ἐργάσασθαι, εἶδε  τὴν  ψυχὴν  τὴν  ἀκόλαστον, καὶ  τὴν  μανίαν  τὴν ἔνδον, καὶ τοὺς λογισμοὺς τοὺς στρεφο  μένους ἐν ζάλῃ καὶ κλύδωνι.  Οὐδὲ γὰρ  δεῖται   μαρτύρων  καὶ  τεκμηρίων   ὁ  πάντα   εἰδώς.  Μὴ  τοίνυν   πρὸς  τοὺς συνδούλους  ὅρα· κἂν  γὰρ  ἐπαινέσῃ  ἄνθρωπος,  οὐδὲν  ὄφελος,  ὅταν  ὁ  Θεὸς μὴ ἀποδέξηται· κἂν καταγνῷ ἄνθρωπος, οὐδὲν βλάβος, ὅταν ὁ Θεὸς μὴ καταγνῷ. Μὴ δὴ ταύτῃ παρόξυνε τὸν δικαστὴν, τῶν μὲν συνδούλων πολὺν ποιούμενος λόγον, αὐτοῦ δὲ ἀγανακτοῦντος οὐ δεδοικὼς καὶ τρέμων. Καταφρονήσωμεν τοίνυν τοῦ παρ' ἀνθρώπων ἐπαίνου. Μέχρι πότε εὐτελεῖς καὶ χαμαίζηλοι; μέχρι πότε, τοῦ Θεοῦ πρὸς τὸν οὐρανὸν ἡμᾶς αἴροντος, αὐτοὶ χαμαὶ σύρεσθαι ἐσπουδάκαμεν; Οἱ τοῦ Ἰωσὴφ ἀδελφοὶ,  εἰ τὸν  τοῦ Θεοῦ φόβον  πρὸ ὀφθαλμῶν  εἶχον,  ὡς ἔχειν  δεῖ, οὐκ ἂν ἐπ' ἐρημίας τὸν ἀδελφὸν  λαβόντες  ἀπέκτειναν.  Ὁ Κάϊν πάλιν  εἰ τὴν ψῆφον  ἐκείνου ἐδεδοίκει, ὡς δεδοικέναι ἔδει, οὐκ ἂν εἶπε, ∆εῦρο, καὶ ἐξέλθωμεν εἰς τὸ πεδίον. Τί γὰρ, ὦ  δειλὲ  καὶ  ταλαίπωρε,  χωρίζεις  αὐτὸν  τοῦ  γεγεννηκότος  καὶ  εἰς  ἐρημίαν ἐξάγεις; μὴ γὰρ ὁ Θεὸς οὐχ ὁρᾷ καὶ ἐν τῷ πεδίῳ τὸ τόλμημα; ἀπὸ τῶν τῷ πατρί σου συμβεβηκότων οὐκ ἐπαιδεύθης, ὅτι πάντα οἶδε, καὶ πᾶσι πάρεστι τοῖς γινομένοις; Καὶ τίνος  ἕνεκεν  οὐκ εἶπε τοῦτο  πρὸς αὐτὸν  ὁ Θεὸς ἀρνούμενον·  Ἐμὲ κρύπτεις  τὸν πανταχοῦ  παρόντα,  καὶ τὰ ἀπόῤῥητα ἐπιστάμενον;  Ὅτι οὔπω  ταῦτα  φιλοσοφεῖν ἐκεῖνος ᾔδει καλῶς. Ἀλλὰ τί φησι; Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με· οὐχ ὡς τοῦ αἵματος φωνὴν  ἔχοντος, ἀλλ' ὅπερ ἡμεῖς λέγομεν, ὅτι τὸ πρᾶγμα βοᾷ, ἐπὶ τῶν δήλων καὶ σαφῶν. ∆ιὸ δὴ τὴν ψῆφον τοῦ Θεοῦ πρὸ ὀφθαλμῶν  ἔχειν δεῖ, καὶ πάντα σβέννυται τὰ δεινά. Οὕτω καὶ ἐν εὐχαῖς νήφειν  δυνάμεθα, ἂν ἐννοήσωμεν τίνι  διαλεγόμεθα,  ἂν ἀναλογισώμεθα  ὅτι θυσίαν προσάγομεν, καὶ μάχαιραν  μετὰ χεῖρας  ἔχομεν,  καὶ πῦρ καὶ ξύλα, ἂν  ἀναπετάσωμεν  τοῦ οὐρανοῦ τὰς πύλας  τῷ λογισμῷ,   ἂν   μεταστῶμεν   ἐκεῖ,  καὶ   λαβόντες   τὴν   μάχαιραν   τοῦ   Πνεύματος ἐμπήξωμεν εἰς τὸν τοῦ ἱερείου λαιμὸν, καὶ καταθύσωμεν αὐτῷ νῆψιν, καὶ ἐκχέωμεν αὐτῷ δάκρυα. Τοιοῦτον γὰρ τὸ αἷμα τοῦ ἱερείου τούτου· τοιαύτῃ τὸ θυσιαστήριον ἐκεῖνο φοινίσσεται σφαγῇ. Μηδὲν τοίνυν ἀφῇς τῶν ἀνθρωπίνων  λογισμῶν κατέχειν σου τὴν ψυχὴν τότε

δʹ. Ἐννόησον ὅτι καὶ ὁ Ἀβραὰμ θυσίαν ἀνάγων, οὐ γυναῖκα, οὐ δοῦλον, οὐκ ἄλλον  τινὰ  ἀφῆκε παρεῖναι.  Μὴ τοίνυν  μηδὲ σὺ τῶν  δουλικῶν  καὶ ἀνελευθέρων  παθῶν ἀφῇς τινά σοι παρεῖναι· ἀλλ' ἀνάβηθι μόνος εἰς τὸ ὄρος, ἔνθα ἐκεῖνος ἀνέβη, ἔνθα ἀναβῆναι θέμις οὐδένα ἕτερον. Κἂν ἐπιχειρῶσι συναναβαίνειν τινὲς  τῶν  τοιούτων  ἐννοιῶν,  ἐπίταξον  αὐταῖς  μετ' ἐξουσίας, καὶ εἰπὲ, Καθίσατε αὐτοῦ, ἐγὼ δὲ καὶ τὸ παιδίον προσκυνήσαντες ὑποστρέψομεν· καὶ τὴν ὄνον καὶ τοὺς παῖδας ἀφεὶς κάτω, καὶ εἴ τι ἄλογον  καὶ ἀνόητον· εἴ τι λογικὸν, λαβὼν  ἀνάβηθι, ὥσπερ ἐκεῖνος τὸν Ἰσαάκ. Καὶ τὸ θυσιαστήριον οἰκοδόμησον οὕτως ὡς ἐκεῖνος, ὡς μηδὲν ἔχων ἀνθρώπινον,  ἀλλ' ἔξω τῆς φύσεως γενόμενος· ἐπεὶ καὶ ἐκεῖνος, εἰ μὴ ἔξω τῆς φύσεως ἦν, οὐκ ἂν τὸν παῖδα κατέσφαξε. Καὶ μηδὲν ἐνοχλείτω   σοι τότε, ἀλλ' αὐτῶν  γίνου  τῶν  οὐρανῶν  ὑψηλότερος· στέναξον πικρὸν, κατάθυσον ἐξομολόγησιν· Λέγε γὰρ σὺ τὰς ἀνομίας σου πρῶτος, φησὶν, ἵνα δικαιωθῇς· κατάθυσον συντριβὴν καρδίας. Ταῦτα τὰ ἱερεῖα οὐκ εἰς τέφραν  τελευτᾷ, οὐδὲ εἰς καπνὸν  διαλύεται,  οὐδὲ ξύλων  δεῖται  καὶ πυρὸς, ἀλλὰ  κατανενυγμένης  διανοίας μόνης· τοῦτο ξύλα, τοῦτο πῦρ καῖον αὐτὰ, καὶ οὐ κατακαῖον. Ὁ γὰρ μετὰ θερμότητος εὐχόμενος, καίεται, καὶ οὐ κατακαίεται, ἀλλ' ὥσπερ χρυσίον πυρὶ βασανιζόμενον, λαμπρότερος γίνεται. Μετὰ δὲ τούτων κἀκεῖνο φυλάττου, τὸ μηδὲν εἰπεῖν εὐχόμενος τῶν παροξυνόντων σου τὸν ∆εσπότην, μηδὲ κατ' ἐχθρῶν προσέλθῃς. Εἰ γὰρ τὸ ἔχειν ἐχθροὺς ὄνειδος, τὸ κατεύχεσθαι αὐτῶν ἐννόησον ἡλίκον κακόν. ∆έον γάρ σε ἀπολογήσασθαι διὰ τί ἐχθροὺς ἔχεις, σὺ δὲ αὐτῶν καὶ κακηγορεῖς. Καὶ ποίας τεύξῃ συγγνώμης, καὶ κακηγορῶν, καὶ ἐν καιρῷ τοιούτῳ, ὅτε ἐλέου σοι δεῖ πολλοῦ; Καὶ γὰρ ὑπὲρ οἰκείων προσῆλθες ἁμαρτημάτων δεόμενος· μὴ τοίνυν μνημονεύσῃς τῶν ἀλλοτρίων,  ἵνα  μὴ  τῶν  ἰδίων  ἀναμνήσῃς.  Ἂν  γὰρ  εἴπῃς,  Πάταξον τὸν  ἐχθρὸν, ἐνέφραξάς σου τὸ στόμα· οὐκέτι γὰρ παῤῥησίαν ἔδωκας τῇ γλώττῃ· πρῶτον μὲν, ὅτι παρώργισας τὸν δικαστὴν ἐκ προοιμίων  εὐθέως· δεύτερον, ὅτι ἐναντία  αἰτεῖς  τῷ σχήματι  τῆς  εὐχῆς.  Εἰ  γὰρ  ὑπὲρ  ἀφέσεως  ἁμαρτημάτων  προσεύχῃ,  πῶς  ὑπὲρ κολάσεως διαλέγῃ; Τοὐναντίον  μὲν οὖν ἔδει ποιεῖν, καὶ δεῖσθαι ὑπὲρ αὐτῶν, ἵνα τοῦτο καὶ ὑπὲρ ἑαυτῶν μετὰ παῤῥησίας παρακαλέσωμεν. Νυνὶ δὲ προκατέλαβες τοῦ δικαστοῦ τὴν ψῆφον διὰ τῆς σῆς, ἀξιῶν τοὺς ἁμαρτάνοντας κολάζειν· ὃ καὶ συγγνώμης  ἀποστερεῖ πάσης. Ἂν δὲ ὑπὲρ αὐτῶν  εὔξῃ, κἂν μηδὲν ὑπὲρ τῶν  σῶν εἴπῃς, τὸ πᾶν ἤνυσας. Ἐννόησον πόσαι θυσίαι εἰσὶν ἐν τῷ νόμῳ· θυσία αἰνέσεως, θυσία ἐξομολογήσεως, θυσία σωτηρίου, θυσία καθαρμῶν,  καὶ  ἕτεραι  μυρίαι, καὶ οὐδεμία κατ' ἐχθρῶν, ἀλλ' ὑπὲρ τῶν οἰκείων ἁμαρτημάτων ἑκάστη, ἢ καὶ κατορθωμάτων. Μὴ γὰρ ἄλλῳ προσέρχῃ Θεῷ; Ἐκείνῳ προσέρχῃ τῷ εἰπόντι, Εὔχεσθε ὑπὲρ τῶν ἐχθρῶν ὑμῶν. Πῶς οὖν αὐτῶν καταβοᾷς; πῶς παρακαλεῖς τὸν Θεὸν τὸν οἰκεῖον  λῦσαι  νόμον;  Οὐκ ἔστι  τοῦτο  ἱκέτου  σχῆμα· οὐδεὶς  ἱκετεύει  ἵνα  ἄλλος ἀπόληται, ἀλλ' ἵνα αὐτὸς σωθῇ. Τί τοίνυν σχῆμα μὲν ἱκέτου περίκεισαι, ῥήματα δὲ ἔχεις   κατηγόρου;  Καὶ  ὅταν   μὲν   ὑπὲρ  ἑαυτῶν   εὐχώμεθα,   καὶ   κνώμεθα   καὶ χασμώμεθα, καὶ εἰς μυρίους ἐμπίπτομεν λογισμούς· ὅταν δὲ κατ' ἐχθρῶν, νήφοντες τοῦτο ποιοῦμεν. Ἐπειδὴ γὰρ οἶδεν ὁ διάβολος, ὅτι καθ' ἑαυτῶν τὸ ξίφος ὠθοῦμεν, οὐ περιέλκει οὐδὲ περισπᾷ τότε, ἵνα μειζόνως ἡμῖν λυμήνηται. Ἀλλὰ ἠδίκημαι, φησὶ, καὶ θλίβομαι. Οὐκοῦν κατὰ τοῦ διαβόλου εὖξαι, τοῦ μάλιστα πάντων  ἀδικοῦντος ἡμᾶς. Τοῦτο καὶ ἐπετάγης  λέγειν,  Ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ἐκεῖνός ἐστιν ὁ ἀκατάλλακτος  ἐχθρός· ἄνθρωπος δὲ, ὅσα ἂν ποιῇ, φίλος ἐστὶ καὶ ἀδελφός. Ἐκείνῳ τοίνυν  πάντες  ὀργι  ζώμεθα, κατ'  αὐτοῦ παρακαλῶμεν  τὸν Θεὸν λέγοντες, Σύντριψον τὸν σατανᾶν ὑπὸ τοὺς πόδας ἡμῶν. Οὗτος γὰρ τίκτει καὶ τοὺς ἐχθρούς. Ἂν δὲ κατ' ἐχθρῶν εὔξῃ, τὴν εὐχὴν, ἣν ἐκεῖνος βούλεται, εὔχῃ· ὥσπερ οὖν ἂν ὑπὲρ ἐχθρῶν, κατὰ τούτου. Τί τοίνυν  τὸν ὄντως  ἐχθρὸν ἀφεὶς, τὰ μέλη δάκνεις τὰ σὰ, θηρίων χαλεπώτερος ταύτῃ γινόμενος; Ἀλλ' ὕβρισε, φησὶ, καὶ χρήματα ἀπεστέρησε. Καὶ τίνα δεῖ πενθεῖν,  τὸν παθόντα  κακῶς, ἢ τὸν ποιήσαντα κακῶς; Ὅτι χρήματα κερδάνας, τῆς εὐνοίας ἑαυτὸν ἐξέβαλε τοῦ Θεοῦ, καὶ μείζονα ἀπώλεσεν ἢ ἔλαβεν· ὥστε ἐκεῖνός ἐστιν ὁ ἠδικημένος. Οὐκοῦν οὐχὶ κατεύχεσθαι δεῖ, ἀλλ' ὑπερεύχεσθαι αὐτοῦ, ἵνα ὁ Θεὸς ἵλεως αὐτῷ γένηται.

εʹ. Ὅρα πόσα ἔπαθον οἱ παῖδες οἱ τρεῖς, οὐδὲν ποιήσαντες δεινόν· ἐξέπεσον πατρίδος, ἐλευθερίας, ἐξηχμαλωτίσθησαν καὶ ἐγένοντο δοῦλοι,  καὶ  εἰς  ἀλλοτρίαν  καὶ  βάρβαρον  ἀπενεχθέντες   χώραν,  καὶ  σφάττεσθαι ἔμελλον  διὰ  τὸ  ὄναρ  εἰκῆ  καὶ  μάτην.  Τί οὖν  εἰσελθόντες  μετὰ  τοῦ  ∆ανιὴλ,  τί ηὔξαντο;  τί  δὲ  εἶπον;  Κατάῤῥαξον τὸν  Ναβουχοδονόσορ· κατάσπασον  αὐτοῦ  τὸ διάδημα· κατάβαλε αὐτὸν ἀπὸ τοῦ θρόνου; Οὐδὲν τοιοῦτον· ἀλλ' ἐξῄτουν οἰκτιρμοὺς παρὰ τοῦ Θεοῦ. Καὶ ὅτε ἐν τῇ καμίνῳ ἦσαν, ὁμοίως. Ἀλλ' οὐχ ὑμεῖς, ἀλλὰ πολλῷ ἐλάττονα  ἐκείνων  πάσχοντες, καὶ δικαίως πολλάκις, οὐ παύεσθε ἀρώμενοι μυρία· καὶ ὁ μέν φησι, Κατάβαλε τὸν ἐχθρὸν, ὡς κατεπόντισας τὸ ἅρμα τοῦ Φαραώ· ὁ δὲ, Πλῆξον αὐτοῦ τὴν σάρκα· ἕτερος πάλιν, Ἀπόδος εἰς τὰ τέκνα. Ἦ οὐκ ἐπιγινώσκετε ταυτὶ τὰ ῥήματα; Πόθεν οὖν ὑμῖν ὁ γέλως οὗτος; Ὁρᾷς πῶς ἐστι καταγέλαστα, ὅταν χωρὶς πάθους λέγηται; Καὶ πᾶσα δὲ ἁμαρτία τότε δείκνυται πῶς ἐστιν αἰσχρὰ, ὅταν αὐτὴν γυμνώσῃς τῆς διαθέσεως τοῦ τολμῶντος, Ἂν τὸν ὀργισθέντα ὑπομνήσῃς τῶν ῥημάτων, ὧν εἶπεν ἐν τῷ θυμῷ, καταδύσεται, καὶ καταγελάσεται ἑαυτοῦ, καὶ βουλήσεται μυρία πεπονθέναι, ἢ ἐκεῖνα αὐτοῦ εἶναι τὰ ῥήματα· κἂν τὸν ἀκόλαστον ἀγάγῃς μετὰ τὴν μίξιν πρὸς τὴν πορνευομένην γυναῖκα, καὶ οὗτος ταύτην ἀποστραφήσεται ὡς μυσαράν. Οὕτω καὶ ὑμεῖς οἱ μὴ ὄντες ἐν τῷ πάθει, καταγελᾶτε νῦν· καταγέλαστα γὰρ, καὶ γραϊδίων τὰ ῥήματα ταῦτα μεθυόντων, καὶ γυναικώδους μικροψυχίας.  Καὶ ὁ  Ἰωσὴφ  δὲ  πραθεὶς  καὶ  δοῦλος  γενόμενος  καὶ  δεσμωτήριον οἰκήσας, οὐδ' οὕτως ἐξέβαλε ῥῆμα πικρὸν κατὰ τῶν  λελυπηκότων·  ἀλλὰ τί φησι; Κλοπῇ ἐκλάπην ἐκ γῆς Ἑβραίων· καὶ οὐ προστίθησιν ὑπὸ τίνος· αἰσχύνεται γὰρ ὑπὲρ τῶν  ἀδελφικῶν  κακῶν  μᾶλλον  ἐκείνων  τῶν  ποιησάντων  αὐτά. Οὕτω καὶ ἡμᾶς διακεῖσθαι χρὴ, μᾶλλον τῶν ἐπηρεαζόντων αὐτῶν ἀλγεῖν ὑπὲρ αὐτῶν· ἡ βλάβη γὰρ εἰς  ἐκείνους  διαβαίνει.  Ὥσπερ οὖν  οἱ λακτίζοντες  ἥλους,  καὶ  μέγα φρονοῦντες, ἐλέου ἄξιοι καὶ θρήνου τῆς μανίας ἕνεκα ταύτης εἰσίν·  οὕτως οἱ ἀδικοῦντες τοὺς οὐδὲν ποιοῦντας  αὐτοῖς κακὸν, ἅτε τὰς ἑαυτῶν  πλήττοντες  ψυχὰς, πολλῶν ὀδυρμῶν  ἄξιοι καὶ θρήνων,  οὐκ ἀρῶν. Οὐδὲν γὰρ μιαρώτερον  ψυχῆς  ἀρωμένης, οὐδὲ  γλώττης  ἀκαθαρτότερον  τοιαῦτα  θυούσης.  Ἄνθρωπος  εἶ,  μὴ  ἀσπίδων  ἰὸν ἐμέσῃς· ἄνθρωπος εἶ, μὴ γένῃ θηρίον. ∆ιὰ τοῦτό σοι στόμα γέγονεν, οὐχ ἵνα δάκνῃς, ἀλλ' ἵνα θεραπεύῃς τὰ ἑτέρων τραύματα. Ἀναμνήσθητι τί σοι παρῄνεσα, φησὶν ὁ Θεός· συγχωρεῖν  καὶ ἀφιέναι.  Σὺ δὲ καὶ ἐμὲ παρακαλεῖς  κοινωνὸν  γενέσθαι  τῆς ἀνατροπῆς τῶν ἐμῶν προσταγμάτων, καὶ ἐσθίεις τὸν ἀδελφὸν, καὶ φοινίττεις  τὴν γλῶτταν, καθάπερ οἱ μαινόμενοι ἀπὸ τῶν οἰκείων μελῶν τοὺς ὀδόντας. Πῶς οἴει τὸν διά  βολον ἥδεσθαι καὶ γελᾷν, ὅταν τοιαύτης εὐχῆς ἀκούσῃ; πῶς τὸν Θεὸν παροξύνεσθαι καὶ ἀποστρέφεσθαι καὶ μισεῖν, ὅταν τοιαῦτα παρακαλῇς; οὗ τί γένοιτ' ἂν  χαλεπώτερον;  Εἰ γὰρ μυστηρίοις  οὐ χρὴ  προσιέναι ἐχθροὺς  ἔχοντα· τὸν  οὐκ ἔχοντα μόνον, ἀλλὰ καὶ κατευχόμενον, πῶς οὐχὶ καὶ τῶν περιβόλων αὐτῶν ἀπείργεσθαι δεῖ; Ταῦτ'  οὖν ἐννοοῦντες,  καὶ τῆς θυσίας τὴν ὑπόθεσιν εἰδότες, ὅτι ὑπὲρ ἐχθρῶν ἐτύθη, μήτε ἐχθρὸν ἔχωμεν, κἂν ἔχωμεν, ὑπερευχώμεθα· ἵνα καὶ ἡμεῖς τῶν  ἡμαρτημένων  ἡμῖν  λαβόντες  συγχώρησιν,  μετὰ  παῤῥησίας τῷ  βήματι  τοῦ Χριστοῦ παραστῶμεν· ᾧ ἡ δόξα, κράτος, τιμὴ νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.  Ἀμήν

ϛʹ.  Ἀρχόμεθα πάλιν  ἑαυτοὺς  συνιστάνειν;  εἰ  μὴ χρῄζομεν, ὥς τινες, συστατικῶν ἐπιστολῶν πρὸς ὑμᾶς, ἢ ἐξ ὑμῶν;

αʹ. Ὅπερ ἔμελλεν αὐτῷ παρ' ἑτέρων  ἀνθυποφέρεσθαι,  ὅτι Ἐπαίρεις σαυτὸν, τοῦτο προλαβὼν  αὐτὸς τέθεικε· καίτοι τοσαύτῃ ἐπιδιορθώσει χρησάμενος ἔμπροσθεν, καὶ εἰπὼν, Πρὸς ταῦτα τίς ἱκανός; καὶ, ὅτι Ἐξ εἰλικρινείας  λαλοῦμεν·  ἀλλ' ὅμως οὐκ ἀρκεῖται  ἐκείνοις. Τοιοῦτον  γὰρ  αὐτοῦ  τὸ  ἦθος·  τοῦ  δοκεῖν  περὶ  ἑαυτοῦ  μέγα  τι  λέγειν  πόῤῥω καθέστηκε, καὶ μετὰ πολλῆς τῆς περιουσίας αὐτὸ φεύγει καὶ ὑπερβολῆς. Σὺ δέ μοι κἀντεῦθεν  σκόπει τὴν  περιουσίαν  αὐτοῦ  τῆς  σοφίας.  Πρᾶγμα γὰρ  δοκοῦν  εἶναι σκυθρωπὸν, τὰς θλίψεις λέγω, οὕτως ἐπῆρε, καὶ ἔδειξε λαμπρὸν ὂν καὶ περιφανὲς, ὡς ταύτην αὐτῷ τὴν ἀντίθεσιν ἐκ τῶν εἰρημένων ἀνακύψαι. Ποιεῖ δὲ αὐτὸ καὶ πρὸς τῷ τέλει. Μετὰ γὰρ τὸ μυρίους ἀριθμῆσαι κινδύνους, ὕβρεις, στενοχωρίας, ἀνάγκας, καὶ  ὅσα  τοιαῦτα,  ἐπήγαγε  λέγων,   Οὐχ  ἑαυτοὺς  συνιστάνομεν,  ἀλλ'  ἀφορμὴν διδόντες ὑμῖν καυχήματος. Καὶ τίθησιν αὐτὸ πάλιν ἐκεῖ σφοδρῶς, καὶ μετὰ πλείονος παραμυθίας. Ἐνταῦθα μὲν γὰρ ἀγάπης  ἐστὶ τὰ ῥήματα, Εἰ μὴ χρῄζομεν ὥς τινες συστατικῶν ἐπιστολῶν; ἐκεῖ δὲ γέμει τινὸς τοῦ φρονήματος τὰ λεγόμενα ἀναγκαίως καὶ χρησίμως καὶ θυμοῦ. Οὐ γὰρ πάλιν, φησὶν, ἑαυτοὺς συνιστάνομεν, ἀλλ' ἀφορμὴν διδόντες ὑμῖν καυχήματος· καὶ, Πάλιν δοκεῖτε, ὅτι ὑμῖν ἀπολογούμεθα; Ὅτι κατενώπιον  τοῦ Θεοῦ ἐν Χριστῷ λαλοῦμεν. Φοβοῦμαι γὰρ μή πως ἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑμᾶς, καὶ ἐγὼ εὑρεθῶ ὑμῖν οἶον οὐ θέλετε. Ἵνα γὰρ μὴ δόξῃ κολακείας δόξαν λαμβάνειν, ὡς ἐφιέμενος τῆς παρ' αὐτῶν τιμῆς, ταῦτά φησι, Φοβοῦμαι μή πως ἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑμᾶς, κἀγὼ εὑρεθῶ ὑμῖν, οἷον οὐ θέλετε. Ἀλλὰ ταῦτα μὲν μετὰ κατηγορίας πολλῆς· ἐν ἀρχῇ δὲ οὐχ οὕτως, ἀλλ' ἡμερώτερον. Τί δέ ἐστιν ὅ φησιν; Εἶπε περὶ τῶν πειρασμῶν καὶ τῶν κινδύνων,  καὶ ὅτι πανταχοῦ πομπεύεται παρὰ τοῦ  Θεοῦ ἐν τῷ Χριστῷ, καὶ ἡ οἰκουμένη πᾶσα τοὺς θριάμβους οἶδε τούτους. Ἐπεὶ οὖν μεγάλα περὶ αὑτοῦ ἐφθέγξατο, ἀνθυποφέρει ἑαυτῷ λέγων· Ἀρχόμεθα πάλιν  ἑαυτοὺς  συνιστάνειν;  Ὃ δὲ  λέγει,  τοῦτό  ἐστιν· Ἴσως τις  ἡμῖν ἀντερεῖ, Τί τοῦτο, ὦ Παῦλε; ταῦτα περὶ σεαυτοῦ λέγεις, καὶ σαυτὸν ἐπαίρεις; Ταύτην οὖν  λύων  τὴν  ὑπόνοιαν,  φησὶν,  ὅτι  Οὐ τοῦτο  βουλόμεθα,  οἷον  κομπάζειν  καὶ ἑαυτοὺς ἐπαίρειν· ἀλλὰ  τοσοῦτον ἀπέχομεν  τοῦ δεηθῆναι  πρὸς ὑμᾶς συστατικῶν ἐπιστολῶν, ὡς ὑμᾶς ἀντὶ ἐπιστολῆς ἔχειν. Ἡ γὰρ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, φησί. Τί ἐστιν, Ὑμεῖς ἐστε; Εἰ ἔδει πρὸς ἑτέρους ἡμᾶς συσταθῆναι, ὑμᾶς ἂν παρηγάγομεν εἰς μέσον ἀντ' ἐπιστολῆς· ὃ καὶ ἐν τῇ προτέρᾳ Ἐπιστολῇ ἔλεγεν· Ἡ γὰρ σφραγὶς τῆς ἐμῆς ἀποστολῆς ὑμεῖς ἐστε. Ἀλλ' οὕτω μὲν ἐνταῦθα  οὐ λέγει, μετ' εἰρωνείας  δὲ, ὥστε πληκτικώτερον  ποιῆσαι τὸν  λόγον·  Εἰ μὴ χρῄζομεν  συστατικῶν  ἐπιστολῶν; Καὶ αἰνιττόμενος  τοὺς  ψευδαποστόλους,  ἐπήγαγεν·  Ὥς τινες,  πρὸς ὑμᾶς, ἢ ἐξ ὑμῶν συστατικῶν ἐπιστολῶν, πρὸς ἄλλους. Εἶτα, ἐπειδὴ βαρὺ ἦν τὸ εἰρημένον, παραμυθεῖται αὐτὸ ἐπάγων καὶ λέγων· Ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, ἐγγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν, γινωσκομένη ὑπὸ πάντων· φανερούμενοι, ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ. Ἐνταῦθα οὐ μόνον αὐτοῖς ἀγάπην, ἀλλὰ καὶ κατορθώματα μαρτυρεῖ, εἴ γε ἱκανοί  εἰσι δεῖξαι  πᾶσιν  ἀνθρώποις  διὰ  τῆς  οἰκείας  ἀρετῆς  τοῦ  διδασκάλου  τὸ ἀξίωμα.  Τοῦτο  γάρ  ἐστιν,  Ἡ  ἐπιστολὴ  ἡμῶν  ὑμεῖς  ἐστε. Ὅπερ ἂν  ἐποίησε  τὰ γράμματα συνιστῶντα ἡμᾶς καὶ αἰδεσίμους ποιοῦντα, τοῦτο ὑμεῖς ποιεῖτε, καὶ ὁρώμενοι καὶ ἀκουόμενοι. Μαθητῶν γὰρ ἀρετὴ τὸν διδάσκαλον εἴωθε κοσμεῖν καὶ συνιστᾷν   πάσης   μᾶλλον   ἐπιστολῆς.   Ἐγγεγραμμένη   ἐν   ταῖς   καρδίαις   ἡμῶν. Τουτέστιν, ἣν πάντες ἴσασιν· οὕτως ὑμᾶς πανταχοῦ περιφέρομεν, καὶ ἐν νῷ ἔχομεν· ὡς ἂν εἰ ἔλεγεν, Ἡ σύστασις ἡμῶν πρὸς ἑτέρους ὑμεῖς ἐστε· καὶ γὰρ ἔχομεν ὑμᾶς ἐν τῇ καρδίᾳ διηνεκῶς, καὶ πρὸς ἅπαντας τὰ ὑμέτερα ἀνακηρύττομεν κατορθώματα. Οὐ τοίνυν τῷ καὶ πρὸς ἑτέρους ὑμᾶς εἶναι σύστασιν ἡμῶν, δεόμεθα ἐπιστολῶν παρ' ὑμῶν· ἀλλὰ καὶ τῷ σφόδρα φιλεῖν ὑμᾶς, οὐ δεόμεθα πρὸς ὑμᾶς συστάσεως· πρὸς γὰρ τοὺς ἀγνῶτάς τις δεῖται γραμμάτων· ὑμεῖς δὲ ἐν τῇ διανοίᾳ ἡμῶν ἐστε. Καὶ οὐκ εἶπεν,  Ἐστὲ, ἁπλῶς,  ἀλλὰ,  Ἐγγεγραμμένη·  τουτέστιν,  οὐδὲ  ἀποπεσεῖν  δύνασθε. Ὥσπερ γὰρ ἀπὸ γραμμάτων  ἀναγινώσκοντες,  οὕτως ἀπὸ τῆς καρδίας ἡμῶν γινώσκοντες  ἴσασι πάντες τὴν ἀγάπην ἡμῶν, ἣν ἔχομεν περὶ ὑμᾶς.

βʹ. Εἰ τοίνυν τὰ γράμματα  διὰ  τοῦτό  ἐστιν,  ἵνα  δηλώσῃ  ὅτι  ὁ δεῖνά  μοι  φίλος,  καὶ  ἀπολαυέτω παῤῥησίας, ἀρκεῖ ἡ ὑμετέρα ἀγάπη τὸ πᾶν ἀνύσαι. Ἄν τε γὰρ πρὸς ὑμᾶς ἴωμεν, οὐ δεόμεθα ἑτέρων τῶν συνιστώντων  ἡμᾶς, τῆς φιλίας ὑμῶν προλαμβανούσης· ἄν τε πρὸς  ἑτέρους,  οὐ  χρῄζομεν  πάλιν  γραμμάτων,  τῆς  αὐτῆς  ἀγάπης  ἀντὶ  τούτων ἀρκούσης ἡμῖν πάλιν· περιφέρομεν γὰρ τὴν ἐπιστολὴν ἐν ταῖς καρδίαις ἡμῶν. Εἶτα ἐπὶ μεῖζον ἐπαίρων αὐτοὺς, καὶ ἐπιστολὴν Χριστοῦ καλεῖ, λέγων· Φανερούμενοι, ὅτι ἐστὲ ἐπιστολὴ  Χριστοῦ. Καὶ τοῦτο  εἰπὼν,  λαμβάνει  λοιπὸν  ὑπόθεσιν  καὶ  ἀρχὴν ἐντεῦθεν  ἐξετάσαι  τὰ  τοῦ  νόμου.  Καὶ ἄλλως  δὲ  αὐτοὺς  ἐνταῦθά  φησιν  εἶναι ἐπιστολήν· ἀνωτέρω μὲν γὰρ ὡς συνιστῶντας· διὸ ἐπιστολήν ἐκάλεσεν· ἐνταῦθα δὲ ἐπιστολὴν  Χριστοῦ, ὡς  ἔχοντας  τὸν  νόμον  ἐγγεγραμμένον   τοῦ  Θεοῦ. Ἃ  γὰρ ἐβούλετο ὁ Θεὸς δηλῶσαι πᾶσι καὶ ὑμῖν, ταῦτα γέγραπται ἐν ταῖς καρδίαις ὑμῶν. Ἡμεῖς δὲ παρεσκευάσαμεν ὑμᾶς, ὥστε δέξασθαι τὰ γράμματα. Καθάπερ Μωϋσῆς τοὺς λίθους  καὶ  τὰς  πλάκας  ἐκόλαψεν,  οὕτως  ἡμεῖς  τὰς  ὑμετέρας  ψυχάς·  διό  φησι,∆ιακονηθεῖσα ὑφ' ἡμῶν. Ἀλλ' ἐν τούτῳ τὸ ἴσον εἶχον· καὶ γὰρ ἐκεῖναι ὑπὸ Θεοῦ ἐγράφησαν, καὶ αὗται ὑπὸ τοῦ Πνεύματος. Ποῦ τοίνυν ἡ διαφορά; Ἐγγεγραμμένη, οὐ μέλανι, ἀλλὰ Πνεύματι Θεοῦ ζῶντος· οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλ' ἐν πλαξὶ καρδίας σαρκίναις.  Ὅσον δὲ  τὸ  μέσον Πνεύματος καὶ  μέλανος,  καὶ  λιθίνης  πλακὸς  καὶ σαρκίνης, τοσοῦτον τὸ διάφορον τούτων  κἀκείνων·  οὐκοῦν καὶ οἱ διακονήσαντες τοῦ διακονήσαντος ἐκείνοις. ∆ιά τοι τοῦτο, ἐπεὶ μέγα ἐφθέγξατο, ταχέως ἐπιλαμβάνεται ἑαυτοῦ, λέγων· Πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ τοῦ Χριστοῦ πρὸς τὸν Θεόν· καὶ πάλιν  ὅλον ἀνατίθησι  τῷ Θεῷ· τούτων  γὰρ ἡμῖν ὁ Χριστὸς αἴτιος, φησίν. Οὐχ ὅτι ἱκανοί ἐσμεν ἀφ' ἑαυτῶν τι λογίσασθαι, ὡς ἐξ ἑαυτῶν. Ὅρα πάλιν καὶ ἑτέραν ἐπιδιόρθωσιν. Καὶ γὰρ μεθ' ὑπερβολῆς τὴν ἀρετὴν ταύτην μάλιστα κέκτηται,  τὴν ταπεινοφροσύνην  λέγω. ∆ιόπερ ὅταν εἴπῃ τι μέγα περὶ ἑαυτοῦ, πάσῃ κέχρηται σπουδῇ, ὥστε σφοδρῶς παραμυθήσασθαι τὸ εἰρημένον τρόπῳ παντί· ὃ καὶ ἐνταῦθα ποιεῖ,  λέγων,  Οὐχ ὅτι  ἱκανοί  ἐσμεν  ἀφ'  ἑαυτῶν  τι  λογίσασθαι  ὡς  ἐξ  ἑαυτῶν.Τουτέστιν, Οὐχ οὕτως εἶπον, Πεποίθησιν ἔχομεν, ὡς τὸ μὲν ἡμέτερον εἶναι, τὸ δὲ τοῦ Θεοῦ· ἀλλὰ τὸ πᾶν αὐτῷ ἀνατίθημι  καὶ λογίζομαι. Ἡ γὰρ ἱκανότης  ἡμῶν  ἐκ τοῦ Θεοῦ, ὃς  καὶ  ἱκάνωσεν  ἡμᾶς  διακόνους  καινῆς  ∆ιαθήκης.  Τί  ἐστιν,  Ἱκάνωσε; ∆υνατοὺς ἐποίησε καὶ ἐπιτη  δείους. Οὐ μικρὸν δὲ τοῦτο, τὸ κομίσαι τοιαύτας πλάκας καὶ ἐπιστολὰς τῇ οἰκουμένῃ, πολὺ μείζους τῶν προτέρων. ∆ιὸ καὶ ἐπήγαγεν· Οὐ γράμματος, ἀλλὰ πνεύματος. Ἰδοὺ πάλιν ἄλλη διαφορά. Τί οὖν; ἐκεῖνος οὐκ ἦν πνευματικὸς ὁ νόμος; πῶς οὖν φησιν, Οἴδαμεν ὅτι ὁ νόμος πνευματικός ἐστι; Πνευματικὸς μὲν, ἀλλ' οὐ πνεῦμα παρεῖχεν· οὐ γὰρ πνεῦμα ἐκόμισε Μωϋσῆς, ἀλλὰ γράμματα·  ἡμεῖς  δὲ  ἐπιστεύθημεν  πνεῦμα  διδόναι.  ∆ιὸ  καὶ  ἐπεξεργάζεται  αὐτὸ λέγων·  Τὸ γὰρ γράμμα ἀποκτείνει,  τὸ δὲ πνεῦμα  ζωοποιεῖ. Ταῦτα δὲ οὐχ ἁπλῶς φησιν,  ἀλλ' ἐκείνους  αἰνιττόμενος  τοὺς  μεγαλοφρονοῦντας  ἐπὶ  τοῖς  Ἰουδαϊκοῖς. Γράμμα δὲ ἐνταῦθα τὸν νόμον φησὶ, τὸν κολάζοντα τοὺς πλημμελοῦντας· πνεῦμα δὲ τὴν χάριν τὴν διὰ τοῦ βαπτίσματος τοὺς ὑπὸ τῶν ἁμαρτιῶν νεκρωθέντας ζωοποιοῦσαν. Εἰπὼν γὰρ τὴν  διαφορὰν  τὴν  ἀπὸ τῆς  φύσεως  τῶν  πλακῶν,  οὐκ ἐνδιατρίβει αὐτῇ, ἀλλὰ παραδραμὼν αὐτὴν ταύτην ἐπὶ πλεῖον ἐργάζεται, ᾗ μάλιστα ἑλεῖν  τὸν ἀκροατὴν ἠδύνατο, ἀπὸ τοῦ συμφέροντος καὶ κούφου. Οὔτε γὰρ πόνον ἔχει, φησὶ, καὶ μείζονα παρέχει τὴν χάριν. Εἰ γὰρ περὶ Χριστοῦ διαλεγόμενος, ἐκεῖνα μάλιστα τίθησιν, ἃ τῆς φιλανθρωπίας  αὐτοῦ ἐστι μᾶλλον ἢ τῆς ἀξίας, καὶ ἀλλήλοις συνδέδεται· πολλῷ μᾶλλον ἐπὶ τῆς διαθήκης, ἀναγκαίως τοῦτο ποιεῖ. Τί οὖν ἐστι τὸ, Γράμμα ἀποκτείνει; Εἶπεν ὅτι ἐν πλαξὶ λιθίναις, καὶ καρδίαις σαρκίναις, οὐδέπω δὲ  μεγάλην  ἐδόκει διαφορὰν  λέγειν.  Προσέθηκε οὖν ὅτι ἐκείνη  γράμματι ἢ μέλανι, αὕτη δὲ πνεύματι. Οὔτε τοῦτο πάνυ αὐτοὺς διήγειρε. Λέγει οὖν λοιπὸν ὅπερ ἱκανὸν αὐτοὺς πτερῶσαι, ὅτι τὸ μὲν ἀποκτείνει, τὸ δὲ ζωοποιεῖ. γʹ. Τί δὲ τοῦτό ἐστιν; Ἐν τῷ νόμῳ   ὁ  ἁμάρτημα  ἔχων,   κολάζεται·  ἐνταῦθα   ὁ  ἁμάρτημα  ἔχων,   προσελθὼν βαπτίζεται, καὶ γίνεται δίκαιος· δίκαιος δὲ γινόμενος ζῇ, τοῦ θανάτου τῆς ἁμαρτίας ἀπαλλαγείς. Ὁ νόμος ἐὰν λάβῃ φονέα, ἀναιρεῖ· ἡ χάρις ἐὰν λάβῃ φονέα, φωτίζει καὶ ζωοποιεῖ. Καὶ τί λέγω φονέα; Ξύλα ἔλαβεν ἐν σαββάτῳ συλλέξαντα  ὁ νόμος, καὶ ἐλίθασε·  τοῦτό  ἐστι,  Τὸ γράμμα  ἀποκτείνει.  Μυρίους ἀνδροφόνους  καὶ  λῃστὰς λαμβάνει ἡ χάρις, καὶ βαπτίζουσα ἀπαλλάττει τῶν προτέρων κακῶν· τοῦτό ἐστι, Τὸ πνεῦμα  ζωοποιεῖ.  Ἐκεῖνος  ἀπὸ ζῶντος  νεκρὸν  ἐργάζεται  τὸν  ἁλόντα·  αὕτη  ἀπὸ νεκροῦ ζῶντα κατασκευάζει τὸν ὑπεύθυνον. ∆εῦτε γὰρ πρός με, πάντες οἱ κοπιῶντες καὶ  πεφορτισμένοι·  καὶ  οὐκ  εἶπε,  Κολάσω ὑμᾶς, ἀλλ',  Ἀναπαύσω  ὑμᾶς. Ἐν γὰρ τῷβαπτίσματι θάπτεται τὰ ἁμαρτήματα, ἐξαλείφεται τὰ πρότερα, ζωοποιεῖται ὁ ἄνθρωπος, ὥσπερ εἰς πλάκα αὐτοῦ τὴν καρδίαν ἐγγράφεται πᾶσα ἡ χάρις. Ἐννόησον τοίνυν  ὅση τοῦ Πνεύματος ἡ ἀξία, ὅταν αἱ πλάκες αὐτοῦ βελτίους τῶν προτέρων, ὅταν μεῖζόν τι καὶ αὐτῆς τῆς ἀναστάσεως ἐπιδεικνύηται.  Καὶ γὰρ ἡ νέκρωσις αὕτη τῆς προτέρας χαλεπωτέρα,  ἧς καὶ ἀπαλλάττει,  καὶ τοσούτῳ, ὅσῳ ψυχὴ  σώματος βελτίων· καὶ αὕτη δι' ἐκείνης συνίσταται ἡ ζωὴ, ἣν τὸ Πνεῦμα δίδωσιν· εἰ δὲ ταύτην δυνατὸν  χαρίσασθαι, πολλῷ  μᾶλλον  τὴν  ἐλάττονα·  ἐκείνην  μὲν  γὰρ  προφῆται εἰργάσαντο, ταύτην δὲ οὐκέτι. Οὐδεὶς γὰρ δύναται ἀφιέναι ἁμαρτίας, εἰ μὴ μόνος ὁ Θεός. Οὐδὲ  ἐκείνην δὲ χωρὶς Πνεύματος παρεῖχον οἱ προφῆται. Οὐ τοῦτο δέ ἐστι μόνον τὸ θαυμαστὸν, ὅτι ζωοποιεῖ, ἀλλ' ὅτι καὶ ἑτέροις τοῦτο παρέσχε ποιεῖν. Λάβετε γὰρ, φησὶ, Πνεῦμα ἅγιον.  ∆ιὰ τί; χωρὶς  Πνεύματος γὰρ οὐκ ἐνῆν;  Ἀλλὰ δεικνὺς  ὁ Θεὸς, ὅτι  τοῦτο  τῆς  ἐξουσίας ἐστὶ τῆς  ἀνωτάτω,  καὶ  τῆς  οὐσίας τῆς βασιλικῆς ἐκείνης καὶ τὴν αὐτὴν ἔχει ἰσχὺν, καὶ τοῦτό φησι· διὸ καὶ ἐπάγει, Ὧν ἐὰν ἀφῆτε τὰς ἁμαρτίας, ἀφέωνται, καὶ ὧν ἐὰν κρατῆτε, κεκράτηνται. Ἐπεὶ οὖν ἐζωοποίησεν  ἡμᾶς, μένωμεν  ζῶντες,  καὶ μὴ πάλιν  ἐπὶ  τὴν  προτέραν ἐπανίωμεν νεκρότητα· Ὁ Χριστὸς γὰρ οὐκέτι ἀποθνήσκει. Ὃ γὰρ ἀπέθανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ·  καὶ  οὐ  βούλεται  ἀεὶ  χάριτι  ἡμᾶς  σώζεσθαι, ἐπεὶ  κενοὶ  πάντων  ἡμεῖς ἐσόμεθα· διὸ καὶ παρ' ἡμῶν εἰσφέρεσθαί τι βούλεται. Εἰσενέγκωμεν τοίνυν, καὶ τὴν ψυχὴν ζῶσαν διατηρῶμεν. Τί δέ ἐστι ψυχῆς ζωὴ, ἀπὸ τοῦ σώματος μάνθανε. Καὶ γὰρ τὸ σῶμα τότε  λέγομεν  ζῇν, ὅταν  βαδίζῃ ὑγιῆ  τινα  βάδισιν· ὅταν  δὲ κατακέηται διαλυθὲν, καὶ παρὰ τάξιν κινῆται, κἂν δοκῇ ζῇν ἢ βαδίζειν, παντὸς θανάτου χαλεπωτέρα  ἡ τοιαύτη  ζωή. Κἂν φθέγγηται  μηδὲν ὑγιὲς, ἀλλὰ τῶν  παραπλήγων ῥήματα, καὶ ἕτερα ἀνθ' ἑτέρων βλέπῃ, πάλιν  τῶν τετελευτηκότων  ἐλεεινότερος ὁ τοιοῦτος. Οὕτω καὶ ἡ ψυχὴ, ὅταν μηδὲν ὑγιὲς ἔχῃ, κἂν δοκῇ ζῇν, τέθνηκεν· ὅταν τὸ χρυσίον μὴ βλέπῃ ὡς χρυσίον, ἀλλ'  ὡς μέγα τι καὶ τίμιον, ὅταν τὰ μέλλοντα  μὴ ἐννοῇ, ἀλλὰ χαμαὶ σύρηται, ὅταν ἀνθ' ἑτέρων ἕτερα πράττῃ. Πόθεν γὰρ δῆλον ὅτι ψυχὴν  ἔχομεν;  οὐκ  ἀπὸ  τῶν  ἐνεργειῶν;  Ὅταν  οὖν  τὰ  αὐτῆς  μὴ  ἐνεργῇ,  οὐχὶ τέθνηκεν; Οἷον, ὅταν  μὴ ἐπιμελῆται  ἀρετῆς, ἀλλὰ  ἁρπάζῃ καὶ παρανομῇ, πόθεν δύναμαι εἰπεῖν ὅτι ψυχὴν ἔχεις; ὅτι βαδίζεις; Ἀλλὰ τοῦτο καὶ τῶν ἀλόγων. Ἀλλ' ὅτι ἐσθίεις καὶ πίνεις; Ἀλλὰ τοῦτο καὶ τῶν θηρίων. Ἀλλ' ὅτι ὀρθὸς ἕστηκας ἐπὶ δύο ποσί; Τοῦτό μοι μᾶλλον δείκνυσιν, ὅτι θηρίον εἶ ἀνθρωπόμορφον. Ὅταν μὲν γὰρ τὰ ἄλλα ἔχῃς ἐκείνου, τὴν δὲ διανάστασιν μηκέτι, μᾶλλόν με ταράττεις καὶ ἐκδειματοῖς, καὶ μᾶλλον  τέρας εἶναι  νομίζω  τὸ φαινόμενον.  Καὶ γὰρ εἰ θηρίον  εἶδον  ἀνθρωπίνῃ φθεγγόμενον  τῇ φωνῇ, οὐκ ἂν δι' αὐτὸ τοῦτο ἔφην ἄνθρωπον εἶναι, ἀλλὰ δι' αὐτὸ μὲν οὖν τοῦτο θηρίον θηρίου τερατωδέστερον. Πόθεν οὖν δυνήσομαι μαθεῖν, ὅτι ψυχὴν ἔχεις ἀνθρώπου, ὅταν λακτίζῃς ὡς οἱ ὄνοι, ὅταν μνησικακῇς ὡς αἱ κάμηλοι, ὅταν δάκνῃς ὡς αἱ ἄρκτοι, ὅταν ἁρπάζῃς ὡς οἱ λύκοι, ὅταν κλέπτῃς ὡς αἱ ἀλώπεκες, ὅταν δολερὸς ᾖς ὡς οἱ ὄφεις, ὅταν ἀναισχυντῇς ὡς ὁ κύων; πόθεν δυνήσομαι μαθεῖν ὅτι ψυχὴν ἔχεις ἀνθρώπου; Βούλεσθε δείξω νεκρὰν ψυχὴν καὶ ζῶσαν; Ἄγωμεν τὸν λόγον  πάλιν  ἐπὶ τοὺς ἀρχαίους ἄνδρας ἐκείνους, καὶ, εἰ δοκεῖ, τὸν πλούσιον εἰς μέσον καταθώμεθα τὸν ἐπὶ τοῦ Λαζάρου, καὶ εἰσόμεθα τίποτέ ἐστι ψυχῆς νέκρωσις. Καὶ γὰρ ἐκεῖνος νεκρὰν εἶχε ψυχὴν, καὶ δῆλον ἀφ' ὧν ἐποίει· τῶν μὲν γὰρ  ψυχῆς ἔργων οὐδὲν ἔπραττεν, ἤσθιε δὲ καὶ ἔπινε καὶ ἐτρύφα μόνον.

δʹ. Τοιοῦτοί εἰσι καὶ  νῦν  οἱ  ἀνελεήμονες  καὶ  ὠμοί·  νεκρὰν  γὰρ ἔχουσι καὶ  οὗτοι  ψυχὴν,  ὥσπερ ἐκεῖνος. Τὸ γὰρ θερμὸν αὐτῆς ἅπαν τὸ ἀπὸ τῆς φιλίας τῆς εἰς τὸν πλησίον ἀνήλωται, καὶ ἔστιν ἀψύχου σώματος νεκροτέρα. Ὁ δὲ πένης οὐ τοιοῦτος, ἀλλ'  ἐν αὐτῷ τῷ ἄκρῳ τῆς φιλοσοφίας  ἑστὼς διέλαμπε· καὶ λιμῷ  παλαίων  διηνεκεῖ, καὶ οὐδὲ τῆς ἀναγκαίας  εὐπορῶν  τροφῆς,  οὐδὲ οὕτως  εἶπέ  τι  βλάσφημον  εἰς  τὸν  Θεὸν, ἀλλ' ἔφερεν ἅπαντα γενναίως.  Οὐ μικρὸν δὲ τοῦτο ψυχῆς ἔργον, ἀλλὰ καὶ τῆς εὐτονίας καὶ τῆς ὑγείας τεκμήριον μέγιστον. Ὅταν δὲ ταῦτα μὴ ᾖ, δῆλον ὅτι παρὰ τὸ νενεκρῶσθαι ἀπόλωλεν. Ἢ οὐ νεκρὰν ἐκείνην εἶναι φήσομεν, εἰπέ μοι, ᾗ ἔπεισι μὲν ὁ διάβολος  πλήττων,  κεντῶν,  δάκνων,  λακτίζων,  αἰσθάνεται  δὲ ἐκείνη  οὐδενὸς τούτων,  ἀλλὰ  κεῖται  νενεκρωμένη,  καὶ τῆς περιουσίας αὐτῆς  ἀφαιρουμένης  οὐκ ἀλγεῖ,  ἀλλ' ἐφάλλεται  μὲν ἐκεῖνος, μένει  δὲ αὕτη ἀκίνητος,  ὥσπερ σῶμα ψυχῆς ἀπελθούσης,  οὐδὲ  αἰσθανομένη;  Ὅταν  γὰρ  ὁ  τοῦ  Θεοῦ φόβος  μὴ  παρῇ  μετὰ ἀκριβείας, τοιαύτην  αὐτὴν  εἶναι  ἀνάγκη,  καὶ  νεκρῶν  ἀθλιωτέραν  Οὐδὲ γὰρ  εἰς ἰχῶρα διαλύεται καὶ τέφραν καὶ κόνιν ἡ ψυχὴ, καθάπερ τὸ σῶμα, ἀλλ' εἰς τὰ τούτων δυσωδέστερα, εἰς μέθην καὶ θυμὸν καὶ πλεονεξίαν, εἰς ἀτόπους ἔρωτας καὶ ἀκαίρους ἐπιθυμίας.  Εἰ δὲ  βούλει  αὐτῆς  ἀκριβέστερον  ἰδεῖν  τὸ  δυσῶδες,  δός  μοι  ψυχὴν καθαρὰν, καὶ τότε ὄψει σαφῶς πῶς ἐστι δυσώδης ἡ αἰσχρὰ αὕτη καὶ ἀκάθαρτος. Νῦν μὲν γὰρ οὐ δυνήσῃ συνιδεῖν· ἕως γὰρ ἂν ὦμεν ἐν συνηθείᾳ δυσωδίας, οὐκ αἰσθανόμεθα· ὅταν  δὲ πνευματικοῖς  τρεφώμεθα  ῥήμασι, τότε εἰσόμεθα ἐκεῖνο  τὸ κακόν· καίτοι πολλοῖς ἀδιάφορον τοῦτο εἶναι δοκεῖ. Καὶ οὐδέπω λέγω περὶ γεέννης· ἀλλ', εἰ βούλεσθε, τὰ παρόντα ἐξετάσωμεν, καὶ μὴ τὸν αἰσχρὰ πράττοντα, ἀλλὰ τὸν αἰσχρὰ φθεγγόμενον, πῶς ἐστι καταγέλαστος, πῶς ἑαυτὸν καθυβρίζει πρῶτον· καθάπερ τις βόρβορόν τινα ἀπὸ τοῦ στόματος ἀφιεὶς, οὕτως ἑαυτὸν μολύνει. Εἰ γὰρ τὸ ῥεῖθρον οὕτως ἀκάθαρτον, ἐννόησον οἵα ἡ πηγὴ τοῦ βορβόρου τούτου· Ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ. Ἐγὼ δὲ οὐ διὰ τοῦτο πενθῶ μόνον, ἀλλ' ὅτι οὐδὲ εἶναι δοκεῖ τῶν ἀτόπων τοῦτο παρά τισιν. Ἐντεῦθεν ἅπαντα αὔξεται τὰ  κακὰ, ὅταν  καὶ  ἁμαρτάνωμεν,  καὶ  μηδὲ  πλημμελεῖν  νομίζωμεν.  Βούλει οὖν μαθεῖν   ὅσον  κακὸν   τὸ  αἰσχρὰ  φθέγγεσθαι;  Ἐννόησον  τοὺς  ἀκούοντας,   πῶς ἐρυθριῶσιν ἐν τῇ ἀσχημοσύνῃ τῇ σῇ. Τί γὰρ εὐτελέστερον ἀνδρὸς αἰσχρολόγου; τί ἀτιμότερον; Εἰς γὰρ τὴν τῶν μίμων ὠθοῦσιν ἑαυτοὺς οἱ τοιοῦτοι τάξιν, καὶ εἰς τὴν τῶν πεπορνευμένων γυναικῶν· μᾶλλον δὲ, ἐκεῖναι ἐρυθριῶσι μᾶλλον, ἢ ὑμεῖς. Πῶς δύνασαι διδάξαι  γυναῖκα  σωφρονεῖν,  παιδεύων  αὐτὴν  εἰς ἀσέλγειαν  διὰ τούτων ἐκβαίνειν  τῶν  ῥημάτων;  Βέλτιον  σηπεδόνα  ἀπὸ  τοῦ  στόματος ἀφιέναι,  ἢ  ῥῆμα αἰσχρόν. Νῦν δὲ, ἂν μὲν ὄζῃ τὸ στόμα, οὐδὲ τῶν κοινῶν μετέχεις σιτίων· τοσαύτης δὲ δυσωδίας οὔσης ἐν  τῇ ψυχῇ,  μυστηρίων  τολμᾷς  κοινωνεῖν,  εἰπέ μοι; Καὶ εἰ μὲν σκεῦος ἀκάθαρτόν τις λαβὼν,  ἐπὶ τῆς τραπέζης κατ  έθετο τῆς σῆς, ξύλοις αὐτὸν  ἂν παίων  ἤλασας· τὸν  δὲ Θεὸν ἐπὶ τῆς τραπέζης τῆς αὐτοῦ (τράπεζα γὰρ αὐτοῦ, τὸ στόμα τὸ ἡμέτερον εὐχαριστίας πληρούμενον), σκεύους ἀκαθάρτου παντὸς ῥήματα βδελυρώτερα προφέρων, οὐκ οἴει παροξύνειν, εἰπέ μοι; καὶ πῶς ἔνι τοῦτο; Οὐδὲν γὰρ οὕτω παροργίζει τὸν ἅγιον καὶ τὸν καθαρὸν, ὡς τὰ ῥήματα ταῦτα· οὐδὲν οὕτως ἰταμοὺς καὶ ἀναισχύντους  ποιεῖ, ὡς τὸ λέγειν  τοιαῦτα καὶ ἀκούειν· οὐδὲν οὕτως ἐκλύει τὰ νεῦρα τῆς σωφροσύνης, ὡς ἡ διὰ τούτων ἀναπτομένη φλόξ. Μύρον ἐνέθετό σου τῷ στόματι ὁ Θεός· σὺ δὲ νεκροῦ δυσωδέστερα ἀποτίθεσαι ῥήματα, καὶ αὐτὴν  ἀναιρεῖς  τὴν  ψυχὴν,  καὶ ἀκίνητον  ποιεῖς. Καὶ γὰρ ὅταν  ὑβρίζῃς, οὐκ ἔστι τοῦτο ψυχῆς φωνὴ, ἀλλὰ θυμοῦ· ὅταν αἰσχρὰ λέγῃς, οὐκ ἐκείνη ἐφθέγξατο, ἀλλ' ἡ ἀκολασία· ὅταν κακηγορῇς, ἡ βασκανία· ὅταν ἐπιβουλεύῃς, ἡ πλεονεξία. Ταῦτα γὰρ οὐκ ἐκείνης, ἀλλὰ τῶν παθῶν αὐτῆς, καὶ τῶν νοσημάτων. Ὥσπερ οὖν τὸ φθείρεσθαι οὐχ ἁπλῶς τοῦ σώματος, ἀλλὰ τοῦ θανάτου καὶ τοῦ  πάθους τοῦ ἐν τῷ σώματι· οὕτω δὴ καὶ ταῦτα, τῶν προσγινομένων αὐτῇ παθῶν. Εἰ γὰρ βούλει ψυχῆς ἀκοῦσαι φωνῆς ζώσης, ἄκουσον Παύλου λέγοντος· Ἔχοντες τροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα· καὶ, Ἔστι πορισμὸς μέγας ἡ εὐσέβεια· καὶ, Ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ. Ἄκουσον Πέτρου λέγοντος, Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι· ὃ δὲ ἔχω,  τοῦτό  σοι δίδωμι· ἄκουσον τοῦ Ἰὼβ  εὐχαριστοῦντος  καὶ λέγοντος,  Ὁ Κύριος  ἔδωκεν,   ὁ  Κύριος  ἀφείλετο.   Ταῦτα  ψυχῆς   ζώσης  τὰ  ῥήματα,  ταῦτα ἐνεργούσης τὴν  οἰκείαν  ἐνέργειαν.  Οὕτω καὶ Ἰακὼβ ἔλεγεν·  Ἐὰν δῷ μοι Κύριος ἄρτον φαγεῖν, καὶ ἱμάτιον περιβαλέσθαι· οὕτω καὶ Ἰωσὴφ, Πῶς ποιήσω τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο, καὶ ἁμαρτήσομαι ἐνώπιον  τοῦ Θεοῦ; Ἀλλ' οὐχ ἡ βάρβαρος ἐκείνη, ἀλλ' ὥσπερ μεθύουσα καὶ παραπαίουσα, οὕτως ἐφθέγγετο λέγουσα, Κοιμήθητι μετ' ἐμοῦ. Ταῦτ' οὖν εἰδότες, ζηλώσωμεν  τὴν  ζῶσαν ψυχὴν,  φύγωμεν  τὴν νενεκρωμένην,  ἵνα καὶ τῆς μελλούσης ἐπιτύχωμεν  ζωῆς· ἧς γένοιτο  πάντας ἡμᾶς μετασχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |