Ιωάννης Χρυσόστομος
Πρός Κορινθίους Β΄
Τόμος 61
ΙΕʹ Ὥστε εἰ καὶ ἐλύπησα ὑμᾶς ἐν τῇ ἐπιστολῇ, οὐ μεταμέλομαι, εἰ καὶ μετεμελόμην.
αʹ. Ἀπολογεῖται λοιπὸν ὑπὲρ τῆς ἐπιστολῆς, ὅτε ἀκίνδυνον ἦν αὐτοὺς θεραπεύειν, τῆς ἁμαρτίας διορθωθείσης, καὶ δείκνυσι τοῦ πράγματος τὴν ὠφέλειαν. Ἐποίησε μὲν γὰρ αὐτὸ καὶ ἔμπροσθεν, εἰπὼν, Ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν, οὐχ ἵνα λυπηθῆτε, ἀλλὰ τὴν ἀγάπην ἵνα γνῶτε, ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς. Ποιεῖ δὲ αὐτὸ καὶ νῦν, διὰ πλειόνων οὕτως αὐτὸ κατασκευάζων. Καὶ οὐκ εἶπε, Πρότερον μὲν μετεμελόμην, νῦν δὲ οὐ μεταμέλομαι· ἀλλὰ πῶς; Οὐ μεταμέλομαι νῦν, εἰ καὶ μετεμελόμην. Εἰ καὶ τοιαῦτα ἦν, φησὶ, τὰ γεγραμμένα παρ' ἐμοῦ, ὡς ὑπερβαίνειν τὸ μέτριον τῆς ἐπιτιμήσεως, καὶ ποιῆσαί με μεταμελη . θῆναι· ἀλλὰ τὸ πολὺ κέρδος τὸ ἐξ αὐτῶν οὐκ ἐᾷ με μεταμεληθῆναι.
Ταῦτα δὲ ἔλεγεν, οὐχ ὡς ἀμέτρως ἐπιτιμήσας, ἀλλὰ τὰ ἐγκώμια αὐτῶν αὔξων. Τοσαύτην γὰρ ἐπεδείξασθε τὴν διόρθωσιν, φησὶν, ὡς, εἰ καὶ ἔτυχον σφοδρότερον πλήξας οὕτως, ὡς καὶ καταγνῶναι ἐμαυτοῦ, ἐπαινεῖν με νῦν ἐμαυτὸν ἀπὸ τοῦ τέλους. Καθάπερ γὰρ ἐπὶ τῶν παιδίων, ὅταν δέξηται θεραπείαν λυποῦσαν, οἱονεὶ τομὴν, ἢ καῦσιν, ἢ πικρὸν φάρμακον, ἀδεῶς αὐτὰ λοιπὸν κολακεύομεν· οὕτω καὶ ὁ Παῦλος ποιεῖ. Βλέπω γὰρ, ὅτι ἡ ἐπιστολὴ ἐκείνη, εἰ καὶ πρὸς ὥραν, ἐλύπησεν ὑμᾶς. Νῦν χαίρω, οὐχ ὅτι ἐλυπήθητε, ἀλλ' ὅτι ἐλυπήθητε εἰς μετάνοιαν. Εἰπὼν, ὅτι Οὐ μεταμέλομαι, λέγει καὶ τὴν αἰτίαν, τὸ χρήσιμον τιθεὶς τὸ ἀπὸ τῶν γραμμάτων, καὶ συνετῶς ἀπολογούμενος, καὶ λέγων, Εἰ καὶ πρὸς ὥραν. Τὸ μὲν γὰρ λυπηρὸν βραχὺ, τὸ δὲ ὠφέλιμον διηνεκές. Καὶ τὸ μὲν ἀκόλουθον ἦν εἰπεῖν, Εἰ καὶ πρὸς ὥραν ἐλύπησεν ὑμᾶς, ἀλλὰ διὰ παντὸς ηὔφρανεν ὑμᾶς, καὶ ὠφέλησεν. Ἀλλ' οὐ λέγει τοῦτο· ἀλλὰ πρὶν ἢ τὸ κέρδος εἰπεῖν, μεταβαίνει πάλιν ἐπὶ τὰ ἐγκώμια αὐτῶν, καὶ τὴν ἀπόδειξιν τῆς ἑαυτοῦ κηδεμονίας λέγων, Νῦν χαίρω, οὐχ ὅτι ἐλυπήθητε· τί γάρ μοι κέρδος ἀπὸ τοῦ λυπηθῆναι ὑμᾶς; ἀλλ' ὅτι ἐλυπήθητε εἰς μετάνοιαν· ὅτι ἔσχε τι κέρδος ἡ λύπη. Ἐπεὶ καὶ πατὴρ ὅταν ἴδῃ παῖδα τεμνόμενον, οὐχ ὅτι ὀδυνᾶται χαίρει, ἀλλ' ὅτι διορθοῦται· οὕτω καὶ οὗτος. Ὅρα δὲ πῶς ἀπὸ τῶν πραγμάτων ἐπ' αὐτοὺς μεταφέρει τὸ πᾶν κατόρθωμα, καὶ τὸ λυπηρὸν τῇ ἐπιστολῇ λογίζεται, Ὅτι πρὸς ὥραν ἐλύπησεν ὑμᾶς, λέγων, τὸ δὲ ἐξ αὐτῆς χρήσιμον εἶναι αὐτῶν κατόρθωμά φησιν. Οὐ γὰρ εἶπεν, Ὅτι διώρθωσεν ὑμᾶς ἡ ἐπιστολὴ, εἰ καὶ οὕτως εἶχεν, ἀλλ' Ὅτι ἐλυπήθητε εἰς μετάνοιαν. Ἐλυπήθητε γὰρ κατὰ Θεὸν, ἵνα ἐν μηδενὶ ἐξ ἡμῶν ζημιωθῆτε. Εἶδες σύνεσιν ἄφατον. Εἰ γὰρ μὴ τοῦτο ἐποιήσαμεν, φησὶν, ἐζημιώσαμεν ἂν ὑμᾶς. Καὶ τὸ μὲν κατόρθωμα αὐτῶν φησιν εἶναι, τὴν δὲ ζημίαν αὐτοῦ, εἴπερ ἐσιώπησεν. Εἰ γὰρ μέλλουσιν ἐξ ἐπιπλήξεως διορθοῦσθαι, εἰ μὴ ἐπεπλήξαμεν, ἐζημιώσαμεν ἂν ὑμᾶς· καὶ οὐχὶ παρ' ὑμᾶς μόνον, ἀλλὰ καὶ παρ' ἡμᾶς ἂν ἡ βλάβη γέγονε. Καθάπερ γὰρ ὁ μὴ διδοὺς τῷ ἐμπόρῳ τὰ πρὸς τὴν ναυτιλίαν, αὐτός ἐστιν ὁ τὴν ζημίαν ποιῶν· οὕτω καὶ ἡμεῖς, εἰ μὴ παρέσχομεν ὑμῖν τὰς ἀφορμὰς τῆς μετανοίας, ἐζημιώσαμεν ἂν ὑμᾶς. Ὁρᾷς ὅτι τὸ μὴ ἐπιτιμᾷν τοῖς ἁμαρτάνουσι, ζημία ἐστὶ καὶ τῷ διδασκάλῳ καὶ τῷ μαθητῇ; Ἡ γὰρ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται. ∆ιὰ τοῦτο, φησὶν, εἰ καὶ μετεμελόμην, πρὶν ἢ τὸν καρπὸν ἰδεῖν καὶ τὸ κέρδος ὅσον, οὐ μεταμέλομαι νῦν. Τοιοῦτον γὰρ ἡ κατὰ Θεὸν λύπη. Καὶ λοιπὸν περὶ αὐτῆς φιλοσοφεῖ, δεικνὺς ὅτι οὐ πανταχοῦ χαλεπὸν λύπη, ἀλλ' ὅταν κατὰ κόσμον γίνηται. Τί δέ ἐστι, κατὰ κόσμον; Ἐὰν λυπηθῇς διὰ χρήματα, διὰ δόξαν, διὰ τὸν ἀπελθόντα, πάντα ἐκεῖνα κατὰ κόσμον. ∆ιὸ καὶ θάνατον ποιεῖ. Ὁ γὰρ διὰ δόξαν λυπούμενος, φθονεῖ, καὶ ἀναγκάζεται πολλάκις ἀπολέσθαι· οἵαν καὶ ὁ Κάϊν ἐλυπήθη λύπην, οἵαν ὁ Ἡσαῦ. Τὴν οὖν κατὰ κόσμον λύπην λέγει ταύτην τὴν ἐπὶ βλάβῃ τῶν λυπουμένων. Καὶ γὰρ εἰς ἁμαρτίας μόνον ἡ λύπη χρήσιμον· καὶ τοῦτο δῆλον ἐντεῦθεν. Ὁ λυπούμενος ὑπὲρ χρημάτων ἀπωλείας, τὴν ζημίαν οὐ λύει· ὁ λυπούμενος ὑπὲρ τετελευτηκότος, τὸν κείμενον οὐκ ἀνίστησιν· ὁ λυπούμενος ἐπὶ νόσῳ, οὐ μόνον οὐ διορθοῦται, ἀλλὰ καὶ ἐπιτρίβει τὸ νόσημα· ὁ λυπούμενος ἐφ' ἁμαρτίαις, οὗτος μόνος ἀνύει τι πλέον ἀπὸ τῆς λύπης· δαπανᾷ γὰρ καὶ ἀφανίζει τὰς ἁμαρτίας. Ἐπειδὴ γὰρ πρὸς τοῦτο κατεσκεύασται τὸ φάρμακον, ἐνταῦθα ἰσχύει μόνον καὶ τὴν ὠφέλειαν ἐπιδείκνυται, ἐπὶ δὲ τῶν ἄλλων καὶ βλάπτει.
βʹ. Καὶ μὴν ὁ Κάϊν, φησὶ, διὰ τὸ μὴ παρὰ τῷ Θεῷ εὐδοκιμεῖν, ἐλυπεῖτο. Οὐ διὰ τοῦτο, ἀλλ' ἐπειδὴ τὸν ἀδελφὸν εἶδε λάμποντα· ἐπεὶ, εἰ διὰ τοῦτο ἤλγει, ζηλοῦν ἔδει, καὶ συγχαίρειν ἐκείνῳ· νυνὶ δὲ ἀλγῶν, ἐδείκνυ κατὰ κόσμον λυπούμενος. Ἀλλ' οὐχ ὁ ∆αυῒδ οὕτως, οὐδὲ ὁ Πέτρος, οὐδὲ τῶν δικαίων ἕκαστος. ∆ιὸ ηὐδοκίμουν, ἢ ὑπὲρ οἰκείων, ἢ ὑπὲρ ἀλλοτρίων ἀλγοῦντες ἁμαρτημάτων. Καίτοι τί λύπης φορτικώτερον; Ἀλλ' ὅταν κατὰ Θεὸν γίνηται, τῆς ἐν τῷ κόσμῳ χαρᾶς βελτίων ἐστίν. Αὕτη μὲν γὰρ εἰς οὐδὲν τελευτᾷ, ἐκείνη δὲ μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον ἐργάζεται. Καὶ γὰρ τὸ θαυμαστὸν αὐτῆς τοῦτό ἐστιν, ὅτι οὐδ' ἂν μετανοήσειέ τις ἀλγήσας οὕτως· ὃ μάλιστα τῆς κοσμικῆς λύπης ἴδιόν ἐστι. Τί γὰρ παιδὸς ποθεινότερον γνησίου; τί δὲ ἀλγεινότερον τῆς τοιαύτης τελευτῆς; Ἀλλ' ὅμως οἱ ἐν ἀκμῇ τοῦ πένθους μηδενὸς ἀνεχόμενοι πατέρες, καὶ κατακόπτοντες ἑαυτοὺς, οὗτοι μετὰ χρόνον μετανοοῦσιν, ἐπειδὴ ἀμέτρως ἤλγησαν, ὡς οὐδὲν ὀνήσαντες ἐντεῦθεν, ἀλλὰ καὶ μειζόνως ἑαυτοὺς ἐπιτρίψαντες. Ἀλλὰ οὐχ ἡ κατὰ Θεὸν λύπη τοιαύτη· ἀλλ' ἔχει δύο πλεονεκτήματα, τὸ μὴ καταγινώσκεσθαι ἐφ' οἷς ἀλγεῖ τις, καὶ τὸ τὴν λύπην ταύτην εἰς σωτηρίαν τελευτᾷν· ὧν ἑκατέρων ἐκείνη ἐστέρηται. Καὶ γὰρ εἰς βλάβην ἀλγοῦσι, καὶ μετὰ τὸ ἀλγῆσαι σφόδρα, καταγινώσκουσιν ἑαυτῶν, μέγιστον τοῦτο σημεῖον ἐκφέροντες τοῦ ἐπὶ βλάβῃ τοῦτο ποιῆσαι. Ἡ δὲ κατὰ Θεὸν τοὐναντίον· διὸ καὶ ἔλεγε, Μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται. Οὐδεὶς γὰρ ἑαυτοῦ καταγνώσεται, ἐὰν λυπηθῇ ἐφ' ἁμαρτίᾳ, ἐὰν πενθήσῃ, καὶ ἑαυτὸν συντρίψῃ. Ὅπερ καὶ ὁ μακάριος Παῦλος εἰπὼν, οὐ δεῖται ἑτέρωθεν τὸ ὑπόδειγμα παραγαγεῖν ὧν εἶπεν, οὐδὲ τοὺς ἐν ταῖς παλαιαῖς ἱστορίαις λυπηθέντας παρενεγκεῖν εἰς μέσον, ἀλλ' αὐτοὺς Κορινθίους παράγει, καὶ ἀφ' ὧν ἐποίησαν, ἀπὸ τούτων τὴν ἀπόδειξιν παρέχεται, ἵνα καὶ μετ' ἐγκωμίων αὐτοὺς παιδεύσῃ, καὶ μᾶλλον αὐτοὺς ἐπισπάσηται. Ἰδοὺ γὰρ, φησὶν, αὐτὸ τὸ κατὰ Θεὸν λυπηθῆναι ὑμᾶς, πόσην κατειργάσατο ἐν ὑμῖν σπουδήν; Οὐ μόνον γὰρ, φησὶν, οὐκ ἐνέβαλεν ὑμᾶς εἰς τὸ καταγνῶναι ἑαυτῶν ἡ ἀθυμία, ὡς εἰκῆ τοῦτο πεποιηκότων, ἀλλὰ καὶ σπουδαιοτέρους ἐποίησεν. Εἶτα λέγει τῆς σπουδῆς τὰ τεκμήρια. Ἀλλὰ ἀπολογίαν· πρὸς ἐμέ. Ἀλλὰ ἀγανάκτησιν· πρὸς ἐκεῖνον τὸν ἡμαρτηκότα. Ἀλλὰ φόβον· καὶ γὰρ σφόδρα δεδοικότων ἦν ἡ τοσαύτη σπουδὴ καὶ ἡ ταχίστη διόρθωσις. Καὶ ἵνα μὴ δόξῃ ἐπαίρειν ἑαυτὸν, ὅρα πῶς ταχέως αὐτὸ παρεμυθήσατο εἰπὼν, Ἀλλ' ἐπιπόθησιν· τὴν εἰς ἐμέ· ἀλλὰ ζῆλον· τὸν ὑπὲρ τοῦ Θεοῦ· ἀλλ' ἐκδίκησιν· καὶ γὰρ ἐξηδικήσατε τοὺς τοῦ Θεοῦ νόμους ὑβρισθέντας. Ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς εἶναι ἐν τῷ πράγματι. Οὐχὶ τῷ μὴ τολμῆσαι μόνον· τοῦτο γὰρ πρόδηλον ἦν· ἀλλὰ καὶ τῷ μὴ συνήδεσθαι. Ἐπειδὴ γὰρ ἐν τῇ προτέρᾳ Ἐπιστολῇ ἔλεγε, Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ, ἐνταῦθά φησι, Καὶ ταύτης ἑαυτοὺς ἀπηλλάξατε τῆς ὑποψίας, οὐχὶ τῷ μὴ ἐπαινέσαι μόνον, ἀλλὰ καὶ τῷ ἐπιτιμῆσαι καὶ ἀγανακτῆσαι. Ἄρα εἰ καὶ ἔγραψα ὑμῖν, οὐχ ἕνεκεν τοῦ ἀδικήσαντος, οὐδὲ ἕνεκεν τοῦ ἀδικηθέντος. Ἵνα γὰρ μὴ λέγωσι, Τί οὖν ἡμῖν ἐπιτιμᾷς, εἰ ἁγνοὶ ἦμεν ἐπὶ τῷ πράγματι; πρὸς τοῦτο ἱστάμενος καὶ ἀνωτέρω, καὶ προδιοικούμενος αὐτὸ, ἔλεγεν ἅπερ ἔλεγεν, οἷον, Οὐ μεταμέλομαι, εἰ καὶ μετεμελόμην. Τοσοῦτον γὰρ ἀπέχω τοῦ μετανοεῖν νῦν ἐφ' οἷς ἔγραψα τότε, φησὶν, ὅτι τότε μᾶλλον μετενόησα ἢ νῦν, ὅτε ἑαυτοὺς συνεστήσατε. Εἶδες πάλιν αὐτοῦ τὸ βίαιον καὶ φιλόνεικον, πῶς εἰς τοὐναντίον τὸν λόγον περιέτρεψεν; Ἐξ ὧν γὰρ ἐνόμιζον αὐτὸν διατετράφθαι, ὡς εἰκῆ ἐπιτιμήσαντα, διὰ
τὴν προκοπὴν αὐτῶν, ἀπὸ τούτων δείκνυσιν ὅτι παῤῥησιάζεσθαι αὐτὸν δίκαιον. Οὐδὲ γὰρ παραιτεῖται λοιπὸν χαρίζεσθαι ἀδεῶς, ὅταν ἐξῇ τοῦτο ποιεῖν. Ὁ γὰρ τοιαῦτα λέγων ἀνωτέρω, ὅτι Ὁ κολλώμενος τῇ πόρνῃ, ἓν σῶμά ἐστι· καὶ, Παράδοτε τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός· καὶ, Πᾶν ἁμάρτημα, ὃ ἐὰν ποιήσῃ ἄνθρωπος, ἐκτὸς τοῦ σώματός ἐστι· καὶ ὅσα τοιαῦτα, πῶς ἐνταῦθά φησιν, Οὐχ ἕνεκεν τοῦ ἀδικήσαντος, οὐδὲ ἕνεκεν τοῦ ἀδικηθέντος; Οὐκ ἐναντιούμενος ἑαυτῷ, ἀλλὰ καὶ σφόδρα ἀκολουθῶν. Πῶς ἑαυτῷ ἀκολουθῶν; Ὅτι περισπούδαστον ἦν αὐτῷ, δεῖξαι τὸ φίλτρον ὃ περὶ αὐτοὺς εἶχεν. Οὐ τοίνυν ἀναιρεῖ τὸ κήδεσθαι ἐκείνου, ἀλλ' ἐνδείκνυται καὶ τὴν ἀγάπην τὴν περὶ αὐτοὺς, ὅπερ ἔφην, καὶ ὅτι μείζων αὐτὸν κατέσεισε φόβος περὶ πάσης τῆς Ἐκκλησίας. Ἐδεδοίκει γὰρ μὴ ἐπὶ πλέον νεμηθῇ τὸ κακὸν, καὶ ὁδῷ βαδίζον, ὅλην καταλάβῃ τὴν Ἐκκλησίαν. ∆ιὸ καὶ ἔλεγε, Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ. Ἀλλὰ τοῦτο μὲν τότε· νῦν δὲ, ἐπειδὴ κατώρθωσαν, οὐκέτι αὐτὸ οὕτω τίθησιν, ἀλλ' ἑτέρως· καὶ τὸ αὐτὸ μὲν αἰνίττεται, γλυκύτερον δὲ μεταχειρίζει τὸν λόγον, λέγων, Ἕνεκεν τοῦ φανερωθῆναι τὴν σπουδὴν ἡμῶν τὴν ὑπὲρ ὑμῶν πρὸς ὑμᾶς, τουτέστιν, Ἵνα εἰδῆτε πῶς ὑμᾶς φιλῶ. Τοῦτο δὲ τὸ αὐτὸ μὲν ἔστι τῷ προτέρῳ, ἑτέρως δὲ ἑρμηνευθὲν, ἑτέραν ἔδοξεν ἔμφασιν παρέχειν. Ἐπεὶ ὅτι τὸ αὐτό ἐστιν, ἀνάπτυξον αὐτοῦ τὴν ἔννοιαν, καὶ οὐδὲν ὄψει τὸ μέσον. Ἐπειδὴ γὰρ σφόδρα φιλῶ ὑμᾶς, φησὶν, ἐδεδοίκειν μή τι πάθητε ἐκεῖθεν ἀηδὲς, μὴ αὐτοὶ δέξησθε τὴν λύπην. Ὥσπερ οὖν ὅταν λέγῃ, Μὴ τῶν βοῶν μέλει τῷ Θεῷ; οὐ τοῦτο λέγει, ὅτι οὐ μέλει· οὐδὲ γὰρ ἔνι τι συστῆναι τῶν ὄντων τῆς προνοίας ἀποστερηθὲν τοῦ Θεοῦ· ἀλλ' ὅτι οὐ προηγουμένως διὰ τοὺς βόας ἐνομοθέτει· οὕτω καὶ ἐνταῦθα, Πρῶτον μὲν δι' ὑμᾶς ἔγραφον, δεύτερον δὲ καὶ δι' ἐκεῖνον, Καὶ εἶχον μὲν τὴν ἀγάπην ἐν ἑαυτῷ, καὶ χωρὶς τῆς ἐπιστολῆς, φησίν. Ἐβουλόμην δὲ αὐτὴν καὶ ὑμῖν δεῖξαι καὶ πᾶσιν ἁπλῶς διὰ τῶν γραμμάτων ἐκείνων. ∆ιὰ τοῦτο παρακεκλήμεθα· ἐπειδὴ καὶ τὴν σπουδὴν ἐδείξαμεν τὴν περὶ ὑμᾶς, καὶ τὸ πᾶν ἡμῖν κατώρθωται. Καθάπερ καὶ ἀλλαχοῦ ἔλεγε, Νῦν ζῶμεν, ἐὰν ὑμεῖς στήκητε ἐν Κυρίῳ· καὶ πάλιν Τίς γὰρ ἡμῶν ἐλπὶς, ἢ χαρὰ, ἢ στέφανος καυχήσεως; ἢ οὐχὶ καὶ ὑμεῖς; Τοῦτο γὰρ ζωὴ, τοῦτο παράκλησις, τοῦτο παραμυθία διδασκάλῳ νοῦν ἔχοντι, ἡ ἐπίδοσις τῶν μαθητευομένων. γʹ. Οὐδὲν γὰρ οὕτω δείκνυσι τὸν τὴν ἀρχὴν ἔχοντα, ὡς ἡ φιλοστοργία ἡ περὶ τοὺς ἀρχομένους. Καὶ γὰρ πατέρα οὐ τὸ γεννῆσαι μόνον ποιεῖ, ἀλλὰ καὶ τὸ φιλεῖν μετὰ τὸ γεννῆσαι. Εἰ δὲ ἔνθα φύσις, τοσαύτη χρεία ἀγάπης, πολλῷ μᾶλλον ἔνθα ἡ χάρις. Οὕτως οἱ παλαιοὶ πάντες ἔλαμψαν. Ὅσοι γοῦν τῶν παρ' Ἑβραίοις εὐδοκίμησαν, ἐντεῦθεν ἐφάνησαν. Οὕτω Σαμουὴλ μέγας ἐδείχθη λέγων, Ἐμοὶ δὲ μὴ γένοιτο ἁμαρτεῖν τῷ Θεῷ τοῦ διαλιπεῖν προσευχόμενον ὑπὲρ ὑμῶν· οὕτως ὁ ∆αυῒδ, οὕτως ὁ Ἀβραὰμ, οὕτως ὁ Ἠλίας, οὕτως ἕκαστος τῶν δικαίων, τῶν ἐν τῇ Καινῆ, τῶν ἐν τῇ Παλαιᾷ. Καὶ γὰρ Μωϋσῆς διὰ τοὺς ἀρχομένους πλοῦτον τοσοῦτον καὶ θησαυροὺς ἀφάτους κατέλιπεν, ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ· καὶ πρὸ τῆς χειροτονίας δημαγωγὸς ἦν διὰ τῶν ἔργων. ∆ιὸ καὶ σφόδρα ἀνοήτως ἔλεγε πρὸς αὐτὸν ὁ Ἑβραῖος ἐκεῖνος, Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ' ἡμᾶς; Τί λέγεις; τὰ ἔργα ὁρᾷς, καὶ περὶ τῆς προσηγορίας ἀμφιβάλλεις; Ὥσπερ ἂν εἴ τις ἰδὼν τέμνοντα ἰατρὸν ἄριστα, καὶ τῷ πεπονηκότι μέλει τοῦ σώματος βοηθοῦντα, λέγοι, Τίς σε κατέστησεν ἰατρὸν, καὶ τέμνειν ἐκέλευσεν; Ἡ τέχνη, ὦ βέλτιστε, καὶ ἡ νόσος ἡ σή· οὕτω καὶ τοῦτον ἡ ἐπιστήμη τοιοῦτον ἐποίησε. Καὶ γὰρ τέχνη τὸ ἄρχειν ἐστὶν, οὐκ ἀξίωμα μόνον, καὶ τέχνη τεχνῶν ἁπασῶν ἀνωτέρα. Εἰ γὰρ ἡ τῶν ἔξωθεν ἀρχὴ, τέχνη καὶ ἐπιστήμη πασῶν βελτίων ἐστὶ, πολλῷ μᾶλλον αὕτη. Καὶ γὰρ τοσούτῳ ἀμείνων ἐκείνης αὕτη ἡ ἀρχὴ, ὅσῳ τῶν ἄλλων δὲ ἐκείνη· μᾶλλον δὲ καὶ πολλῷ πλέον. Καὶ, εἰ βούλεσθε, τὸν λόγον τοῦτον ἀκριβέστερον ἐξετάσωμεν. Ἔστι τέχνη γεωργικὴ, ἔστιν ὑφαντικὴ, οἰκοδομική· αἳ καὶ ἀναγκαῖαι σφόδρα εἰσὶ, καὶ μάλιστα συνέχουσιν ἡμῶν τὸν βίον. Αἱ γὰρ δὴ ἄλλαι διάκονοι τούτων εἰσὶν, ἡ χαλκευτικὴ, ἡ τεκτονική, ἡ ποιμαντική. Ἀλλὰ καὶ τούτων αὐτῶν τῶν τεχνῶν ἀναγκαιοτέρα πασῶν ἡ γεωργικὴ, ἣν καὶ πρώτην εἰσήγαγεν ὁ Θεὸς, τὸν ἄνθρωπον πλάσας. Ὑποδημάτων μὲν γὰρ ἄνευ καὶ ἱματίων δυνατὸν ζῇν, γεωργικῆς δὲ χωρὶς, ἀμήχανον. Τοιούτους τοὺς ἁμαξοβίους εἶναί φασι, τοὺς παρὰ Σκύθαις νομάδας, τοὺς γυμνοσοφιστὰς τοὺς τῶν Ἰνδῶν. Οὗτοι γὰρ καὶ οἰκοδομικὴν καὶ ὑφαντικὴν καὶ τὴν τῶν ὑποδημάτων εἴασαν τέχνην, μόνης δὲ τῆς γεωργικῆς δέονται. Αἰσχύνθητε οἱ τῶν περιττῶν χρῄζοντες τεχνῶν, καὶ μαγείρων καὶ πλακουντοποιῶν καὶ ποικιλτῶν καὶ μυρίων ἑτέρων τοιούτων, ἵνα ζῆτε· αἰσχύνθητε οἱ τὰς ματαιοτεχνίας εἰσαγαγόντες τῷ βίῳ· αἰσχύνθητε ἐκείνους τοὺς βαρβάρους ὑμεῖς οἱ πιστοὶ, τοὺς μὴ δεομένους τέχνης. Καὶ γὰρ σφόδρα αὐτάρκη τὴν φύσιν ἐξ ὀλίγων ἐποίησεν ὁ Θεός. Πλὴν οὐκ ἀναγκάζω, οὐδὲ νομοθετῶ οὕτω ζῇν· ἀλλ' ὡς ὁ Ἰακὼβ ᾔτησε. Τί δὲ ᾔτησεν ἐκεῖνος; Ἐὰν δῷ μοι Κύριος ἄρτον φαγεῖν, καὶ ἱμάτιον περιβαλέσθαι. Οὕτω καὶ Παῦλος ἐκέλευσε λέγων· Ἔχοντες δὲ τροφὴν καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα. Πρώτη μὲν οὖν ἡ γεωργικὴ, δευτέρα δὲ ἡ ὑφαντικὴ, καὶ τρίτη μετ' ἐκείνην ἡ οἰκοδομική· ἡ δὲ τῶν ὑποδημάτων πασῶν ἐσχάτη. Παρὰ γοῦν ἡμῖν εἰσι πολλοὶ καὶ οἰκέται καὶ γεωργοὶ χωρὶς ὑποδημάτων ζῶντες. Οὐκοῦν αἱ χρήσιμοι καὶ ἀναγκαῖαι αὗται. Φέρε οὖν, παραβάλωμεν αὐτὰς τῇ ἀρχικῇ. ∆ιὰ γὰρ τοῦτο τὰς πασῶν κυριωτέρας παρήγαγον, ἵν' ὅταν φανῇ αὕτη βελτίων ἐκείνων, ἀναμφισβήτητος ἡ κατὰ τῶν ἄλλων αὐτῇ νίκη ᾖ. Πόθεν οὖν αὐτὴν δείξομεν ἀναγκαιοτέραν οὖσαν πασῶν; Ὅτι ταύτης ἄνευ οὐδὲν ἐκείνων ὄφελος. Καὶ, εἰ δοκεῖ, τὰς ἄλλας ἀφέντες, τὴν πασῶν ἀνωτέρω καὶ κυριωτέραν εἰς μέσον ἀγάγωμεν, τὴν γεωργικήν. Τί οὖν ἔσται πλέον τῆς τῶν γεωργῶν πολυχειρίας, ὅταν ἀλλήλοις πολεμῶσι, καὶ τὰ ἀλλήλων ἁρπάζωσι; Νῦν μὲν γὰρ ὁ τοῦ ἄρχοντος φόβος κατέχει, καὶ τὰ ὑπ' ἐκείνων γινόμενα φυλάττει· ἐὰν δὲ ταύτην ἀνέλῃς, περιττὸς ὁ πόνος ἐκεῖνος. Εἰ δέ τις ἀκριβῶς ἐξετάσειε, καὶ ἑτέραν ἀρχὴν εὑρήσει μητέρα ταύτης καὶ σύνδεσμον οὖσαν. Ποίαν δὴ ταύτην; Καθ' ἢν ἕκαστον αὐτόν τινα ἑαυτοῦ κρατεῖν καὶ ἄρχειν δεῖ, τὰ μὲν ἀνελεύθερα κολάζοντα πάθη, πάντα δὲ τὰ τῆς ἀρετῆς βλαστήματα ἐκτρέφοντά τε καὶ αὔξοντα μετὰ ἀκριβείας ἁπάσης. Ἔστι γὰρ ἀρχῆς εἴδη, ἓν μὲν, καθ' ὃ δήμων καὶ πόλεων ἄρχουσιν ἄνθρωποι, τὸν πολιτικὸν τοῦτον διορθοῦντες βίον· ὅπερ ὁ Παῦλος δηλῶν ἔλεγε· Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω· οὐ γάρ ἐστιν ἐξουσία, εἰ μὴ ὑπὸ Θεοῦ. Εἶτα δεικνὺς αὐτῆς τὸ κέρδος, ἐπήγαγε λέγων, ὅτι Ὁ ἄρχων Θεοῦ διάκονός ἐστιν εἰς τὸ ἀγαθόν· καὶ πάλιν, Θεοῦ διάκονός ἐστιν, ἔκδικος εἰς ὀργὴν τῷ τὸ κακὸν πράσσοντι. Ἕτερον δὲ, καθ' ὃ ἑαυτοῦ τις ἕκαστος ὁ νοῦν ἔχων ἄρχει· ὃ καὶ αὐτὸ παρεδήλωσεν εἰπὼν, Εἰ δὲ θέλεις μὴ φοβεῖσθαι τὴν ἐξουσίαν, τὸ ἀγαθὸν ποίει· τὸν ἑαυτοῦ ἄρχοντα λέγων.
δʹ. Ἐνταῦθα δέ ἐστι καὶ ἑτέρα ἀρχὴ τῆς πολιτικῆς ἀρχῆς ἀνωτέρα. Τίς οὖν ἐστιν αὕτη; Ἡ ἐν τῇ Ἐκκλησίᾳ· ἧς καὶ αὐτῆς ὁ Παῦλος μέμνηται λέγων, Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν, καὶ ὑπείκετε, ὅτι αὐτοὶ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες. Αὕτη γὰρ ἡ ἀρχὴ τοσοῦτον τῆς πολιτικῆς ἀμείνων, ὅσον τῆς γῆς ὁ οὐρανός· μᾶλλον δὲ καὶ πολλῷ πλέον. Πρῶτον μὲν γὰρ οὐχ ὅπως γενόμενα κολάσειεν ἁμαρτήματα σκοπεῖ προηγουμένως, ἀλλ' ὅπως μὴ γένοιτο τὴν ἀρχήν· ἔπειτα γενόμενα, οὐχ ὅπως ἀπενέγκοι τὸν κάμνοντα, ἀλλ' ὅπως ἀφανισθείη. Καὶ βιωτικῶν μὲν οὐ πολὺς αὐτῇ λόγος, πάντα δὲ ὑπὲρ τῶν ἐν οὐρανοῖς πραγμάτων χρηματίζει· Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, καὶ ἡ ζωὴ ἡμῶν ἐκεῖ. Κέκρυπται γὰρ, φησὶ, σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Καὶ τὰ ἔπαθλα ἐκεῖ, καὶ οἱ δρόμοι περὶ τῶν ἐκεῖ στεφάνων. Οὐδὲ γὰρ καταλύεται μετὰ τὴν τελευτὴν αὕτη ἡ ζωὴ, ἀλλὰ τότε διαλάμπει μειζόνως. ∆ιὰ δὴ τοῦτο, οὐχ ὑπάρχων μόνον, ἀλλὰ καὶ αὐτῶν τῶν τὰ διαδήματα περικειμένων μείζονά εἰσιν ἐγκεχειρισμένοι τιμὴν οἱ ταύτην ἔχοντες τὴν ἀρχὴν, ἅτε ἐν μείζοσι καὶ ἐπὶ μείζοσι πλάττοντες τοὺς ἀνθρώπους. Ἀλλ' οὔτε ὁ τὴν
πολιτικὴν ἀρχὴν μετιὼν, οὔτε ὁ τὴν πνευματικὴν, δυνήσονται καλῶς ταύτας μεταχειρίζειν, εἰ μὴ πρότερον ἑαυτῶν ἄρξαιεν, ὡς χρὴ, καὶ τοὺς ἑκατέρους νόμους τῆς πολιτείας φυλάξαιεν μετὰ ἀκριβείας ἁπάσης. Ὥσπερ γὰρ ἡ τῶν πολλῶν ἀρχὴ διπλῆ τίς ἐστιν, οὕτω καὶ ἣν ἑαυτοῦ τις ἕκαστος ἄρχει. Καὶ πάλιν κἀνταῦθα ἀμείνων τῆς πολιτικῆς ἡ πνευματικὴ, ὥσπερ ὁ λόγος ἀπέδειξεν. Ἴδοι δ' ἄν τις καὶ τῶν τεχνῶν ἐνίας ἀρχὴν μιμουμένας, καὶ μάλιστα τὴν γεωργικήν. Καθάπερ γὰρ ἄρχων τίς ἐστι τῶν φυτῶν ὁ γηπόνος, τὰ μὲν περικόπτων καὶ κωλύων [κολούων], τὰ δὲ αὔξων καὶ θεραπεύων· καθάπερ καὶ οἱ τῶν ἀρχόντων ἄριστοι τοὺς μὲν πονηροὺς, καὶ τοῖς πλείοσι λυμαινομένους, τιμωροῦνται καὶ ἐκκόπτουσι, τοὺς δὲ χρηστοὺς καὶ ἐπιεικεῖς ἐπὶ μεῖζον ἄγουσι. ∆ιὰ τοῦτο καὶ ἡ Γραφὴ τοὺς ἄρχοντας ἀμπελουργοῖς ἀπεικάζει. Τί γὰρ, εἰ μὴ φωνὴν ἀφιᾶσι τὰ φυτὰ, καθάπερ ἐπὶ τῶν πόλεων οἱ κακῶς πάσχοντες; ἀλλ' ὅμως διὰ τῆς ὄψεως δεικνύουσι τὴν ἀδικίαν, μαραινόμενα, στενοχωρούμενα ὑπὸ τῶν πονηρῶν βοτανῶν. Καὶ καθάπερ νόμοις κολάζεται ἡ πονηρία, οὕτω δὴ καὶ ἐνταῦθα τῇ τέχνῃ ταύτῃ καὶ γῆς κακία, καὶ φυτοῦ δυσγένεια καὶ ἀγριότης διορθοῦται. Καὶ γὰρ ὅσα ἐν τοῖς ἤθεσίν ἐστι τοῖς ἀνθρωπίνοις, εὑρήσομεν καὶ ἐκεῖ, τραχύτητα, μαλακότητα, δειλίαν, προπέτειαν, ἀστάθειαν, καὶ τὰ μὲν αὐτῶν πλούτῳ κομῶντα ἀκαίρως καὶ ἐπὶ κακῷ τῶν πλησίον, τὰ δὲ πενόμενα καὶ ἀδικούμενα· οἷον ὅταν οἱ φραγμοὶ κομῶντες ἐπὶ κακῷ τῶν ἐγγὺς φυτῶν αἴρωνται, ὅταν ἕτερα δένδρα ἄκαρπα καὶ ἀνήμερα εἰς ὕψος ἀναδραμόντα τὴν αὔξησιν τῶν ὑποκειμένων κωλύῃ. Καὶ καθάπερ οἱ ἄρχοντες καὶ οἱ βασιλεῖς ἔχουσι τοὺς λυμαινομένους αὐτῶν τῇ ἀρχῇ καὶ πολεμοῦντας· οὕτω καὶ ὁ γηπόνος θηρίων ἔφοδον, ἀνωμαλίαν ἀέρων, χάλαζαν, ἐρυσίβην, ἐπομβρίας, αὐχμοὺς, καὶ ὅσα τοιαῦτα. Ταῦτα δὲ γίνεται, ἵνα πρὸς τὴν τοῦ Θεοῦ διηνεκῶς ἐλπίδα βλέπῃς. Αἱ μὲν γὰρ ἄλλαι τέχναι καὶ ἀπὸ τῆς τῶν ἀνθρώπων συνίστανται σπουδῆς· αὕτη δὲ τὸ πλέον ἐν τῇ τοῦ Θεοῦ ῥοπῇ ἔχει, καὶ ὅλη διόλου σχεδὸν ἐκεῖθεν ἤρτηται· καὶ δεῖ μὲν τῶν ἄνωθεν ὑετῶν, δεῖ δὲ τῆς ὡρῶν κράσεως, καὶ πρὸ πάντων τῆς αὐτοῦ προνοίας. Οὔτε γὰρ ὁ φυτεύων, οὔτε ὁ ποτίζων τί ἐστιν, ἀλλ' ὁ αὐξάνων Θεός. Ἔστι καὶ θάνατος ἐνταῦθα καὶ ζωὴ, καὶ ὠδῖνες καὶ τόκοι, καθάπερ ἐπ' ἀνθρώπων. Ἔστι γὰρ καὶ ἀποτμηθῆναι, καὶ καρπὸν ἐνεγκεῖν, καὶ ἀποθανεῖν, καὶ γενέσθαι τὸ τεθνηκὸς αὐτὸ πάλιν ἄνωθεν· ἔνθα καὶ ποικίλως ἡμῖν καὶ σαφῶς διαλέγεται περὶ ἀναστάσεως ἡ γῆ. Ὅταν γὰρ ἡ ῥίζα ἐνέγκῃ καρπὸν, ὅταν τὸ σπέρμα φυῇ, οὐκ ἀνάστασις τὸ πρᾶγμά ἐστι; Καὶ πολλὴν ἄν τις ἴδοι τῇ ἀρχῇ ταύτῃ τὴν παρὰ τοῦ Θεοῦ πρόνοιαν ἐγκειμένην καὶ σοφίαν, εἰ καθ' ἕκαστον ἐπεξίοι. Ἀλλ' ὅπερ ἐβουλόμην εἰπεῖν, ὅτι αὕτη μὲν περὶ γῆν ἐστι καὶ φυτὰ, ἡ δὲ ἡμετέρα περὶ ψυχῶν θεραπείαν. Ὅσον δὲ φυτῶν καὶ ψυχῶν τὸ μέσον, τοσοῦτον αὕτη βελτίων ἐκείνης. Οἱ δὲ τοῦ βίου τοῦ παρόντος ἄρχοντες, τοσοῦτον αὐτῆς ἐλάττους πάλιν, ὅσον τὸ ἑκόντος τοῦ ἄκοντος κρατεῖν βέλτιον. Αὕτη γάρ ἐστι καὶ ἡ φύσει ἀρχή. Ἐκεῖ μὲν γὰρ τὸ πᾶν τῷ φόβῳ γίνεται καὶ τῇ ἀνάγκῃ· ἐνταῦθα δὲ τῆς προαιρέσεως καὶ τῆς γνώμης ἐστὶ κατόρθωμα. Καὶ οὐ ταύτῃ μόνον αὕτη βελτίων ἐκείνης, ἀλλ' ὅτι οὐκ ἀρχὴ μόνον ἐστὶν, ἀλλὰ καὶ πατρότης, ὡς ἄν τις εἴποι· καὶ γὰρ πατρὸς ἔχει τὸ ἥμερον, καὶ μείζονα ἐπιτάττουσα πείθει. Ὁ μὲν γὰρ ἔξωθεν ἄρχων φησὶν, Ἐὰν μοιχεύσῃς, ἀπέθανες· οὗτος δὲ κἂν ἀκολάστοις ὀφθαλμοῖς ἴδῃς, τὰ μέγιστα ἀπειλεῖ. Καὶ γὰρ σεμνὸν τοῦτο τὸ δικαστήριον, καὶ ψυχῆς, οὐχὶ σώματος μόνον διορθωτικόν.
εʹ. Ὅσον οὖν ψυχῆς καὶ σώματος τὸ μέσον, τοσοῦτον πάλιν αὕτη διέστηκεν ἐκείνης ἡ ἀρχή. Κἀκεῖνος μὲν τῶν φανερῶν κάθηται κριτής· μᾶλλον δὲ οὐδὲ τούτων ἁπάντων, ἀλλὰ τῶν ἐλεγχομένων· πολλάκις δὲ καὶ τούτων προδότης γίνεται· τὸ δὲ κριτήριον τοῦτο παιδεύει τοὺς εἰσιόντας, ὅτι ὁ παρ' ἡμῖν δικάζων, πάντα γυμνὰ καὶ τετραχηλισμένα εἰς μέσον ἄξει ἐπὶ τοῦ κοινοῦ τῆς οἰκουμένης θεάτρου, καὶ λαθεῖν ἀμήχανον. Ὥστε πολλῷ μᾶλλον τῶν ἔξωθεν νόμων ὁ χριστιανισμὸς τὸν ἡμέτερον συνέχει βίον. Εἰ γὰρ καὶ τὸ περὶ τῶν κεκρυμμένων τρέμειν τοῦ περὶ τῶν φανερῶν μόνον δεδοικέναι ἀσφαλέστερον ποιεῖ τὸν ἄνθρωπον, καὶ τοῦ τὰ μείζω κολάζειν τὸ καὶ τῶν ἐλαττόνων ἀπαιτεῖν εὐθύνας μᾶλλον αὐτὸν διανίστησι πρὸς ἀρετήν· εὔδηλον ὅτι πάντων μάλιστα αὕτη ἡ ἀρχὴ τὴν ἡμετέραν συγκροτεῖ ζωήν. Εἰ δὲ βούλει, καὶ τὰς χειροτονίας τῶν ἀρχόντων ἴδωμεν· καὶ γὰρ ἐνταῦθα πολὺ τὸ μέσον ὄψει. Οὐ γὰρ χρήματα δόντας ἔστι λαβεῖν τὴν ἀρχὴν ταύτην, ἀλλὰ τρόπον ἐπιδειξάμενον ἄρι στον· οὐδὲ ὡς ἐπὶ δόξαν ἀνθρωπίνην καὶ ἄνεσιν οἰκείαν, ἀλλ' ὡς εἰς πόνους καὶ ἱδρῶτας καὶ τὸ τῶν πολλῶν συμφέρον, οὕτως ἐπὶ τὴν ἀρχὴν ἄγεται ταύτην ὁ χειροτονηθείς. ∆ιὸ καὶ πολλῆς ἀπολαύει τῆς ἄνωθεν βοηθείας παρὰ τοῦ Πνεύματος. Κἀκεῖ μὲν μέχρι τοῦ διαγορεῦσαι τὰ πρακτέα μόνον ἕστηκεν ἡ ἀρχή· ἐνταῦθα δὲ καὶ τὴν ἀπὸ τῶν εὐχῶν, καὶ τὴν ἀπὸ τῆς χάριτος προστίθησι συμμαχίαν. Μᾶλλον δὲ ἐκεῖ μὲν οὐδὲ λόγος ὑπὲρ φιλοσοφίας οὐδεὶς, οὐδὲ κάθηταί τις διδάσκων τί ψυχὴ, καὶ τί ποτε κόσμος, καὶ τί μέλλομεν εἶναι μετὰ ταῦτα, καὶ ἐπὶ τίσιν ἀπελευσόμεθα ἐντεῦθεν, καὶ πῶς ἀρετῆς περιεσόμεθα, ἀλλὰ περὶ μὲν συναλλαγμάτων καὶ συμβολαίων καὶ χρημάτων πολὺς ὁ λόγος, τούτων δὲ οὐδεμία φροντίς· ἐν δὲ τῇ Ἐκκλησίᾳ πάντας ὑπὲρ τούτων τοὺς λόγους ἴδοι τις ἂν γινομένους· διὸ καὶ δικαίως πάντα ἄν τις αὐτὴν καλέσειε, καὶ δικαστήριον, καὶ ἰατρεῖον, καὶ φιλοσοφίας διδασκαλεῖον, καὶ ψυχῆς παιδευτήριον, καὶ γυμνάσιον δρόμων τῶν εἰς οὐρανοὺς φερόντων. Ὅτι δὲ καὶ ἡμερωτάτη πασῶν ἡ ἀρχὴ, καίτοι μείζονα ἀκρίβειαν ἀπαιτοῦσα, δῆλον ἐντεῦθεν. Ὁ μὲν γὰρ ἔξωθεν ἄρχων, ἂν λάβῃ μοιχὸν, εὐθέως ἐκόλασε. Καίτοι τί τὸ κέρδος; τοῦτο γὰρ οὐχὶ τὸ πάθος ἐστὶν ἀνελεῖν, ἀλλὰ τὸ τραῦμα ἔχουσαν ἀποπέμψαι τὴν ψυχήν. Ὁ δὲ ἐνταῦθα ἄρχων εὑρὼν, οὐχ ὅπως
τιμωρήσηται, ἀλλ' ὅπως ἐξέλῃ τὸ πάθος, σπεύδει. Σὺ μὲν γὰρ ταὐτὸν ποιεῖς, ὥσπερ ἂν, περὶ τὴν κεφαλὴν νοσήματος γενομένου, μὴ τὸ νόσημα παύσῃς, ἀλλὰ τὴν κεφαλὴν ἀποτέμοις· ἐγὼ δὲ οὐχ οὕτως, ἀλλὰ τὸ νόσημα ἀποτέμνω· καὶ εἴργω μὲν αὐτὸν μυστηρίων καὶ ἱερῶν περιβόλων, ἀναστησάμενος δὲ αὐτὸν, καὶ ἀπαλλαγέντα τῆς κακίας, καὶ ἀμείνω τῇ μετανοίᾳ γενόμενον ἀναλαμβάνω πάλιν. Καὶ πῶς ἔστιν ἐξελεῖν μοιχείαν; φησίν. Ἔστι, καὶ σφόδρα ἔστιν ὑπὸ τοῖς νόμοις γενόμενον τούτοις. Βαλανεῖον γάρ ἐστιν ἡ Ἐκκλησία πνευματικὸν, οὐ ῥύπον σώματος, ἀλλὰ ψυχῆς ἀποσμῆχον κηλῖδα τοῖς πολλοῖς τῆς μετανοίας τρόποις. Σὺ μὲν γὰρ ἄν τε ἀφῇς ἀτιμώρητον, χείρονα εἰργάσω· ἄν τε κολάσῃς, ἀνίατον εἴασας· ἐγὼ δὲ οὔτε ἀφίημι ἀτιμώρητον, οὔτε κολάζω, ὡς σὺ, ἀλλὰ καὶ δίκην ἀπαιτῶ τὴν ἐμοὶ πρέπουσαν, καὶ διορθοῦμαι τὸ γεγενημένον. Βούλει καὶ ἑτέρως μαθεῖν, πῶς σὺ μὲν ξίφη γυμνῶν, καὶ φλόγα δεικνὺς τοῖς ἁμαρτάνουσιν, οὐ πολλὴν ἐργάζῃ τὴν ἰατρείαν, ἐγὼ δὲ τούτων χωρὶς πρὸς καθαρὰν ἐχειραγώγησα τὴν ὑγίειαν; Οὐ δεῖ δέ μοι λόγων οὐδὲ ῥημάτων,ἀλλὰ γῆν καὶ θάλατταν εἰς μέσον ἄγω, καὶ αὐτὴν τῶν ἀνθρώπων τὴν φύσιν. Καὶ ἐξέτασον, πρὶν ἢ τὸ δικαστήριον τοῦτο καθίσαι, πῶς τὰ ἀνθρώπινα διέκειτο πράγματα, πῶς οὐδὲν τῶν νῦν κατορθωθέντων οὐδὲ μέχρις ὀνόματος ἦν ἀκοῦσαί ποτε. Τίς γὰρ θανάτου κατετόλμησε; τίς χρημάτων κατεφρόνησε; τίς δόξης ὑπερεῖδε; τίς τοὺς ἐν μέσῳ θορύβους φυγὼν, ὄρη καὶ ἐρημίαν, τὴν μητέρα τῆς φιλοσοφίας, ἠσπάσατο; ποῦ παρθενίας ὄνομά ποτε ἦν; Ταῦτα γὰρ πάντα, καὶ τὰ τούτων πλείονα, τούτου τοῦ δικαστηρίου κατόρθωμα γέγονε, ταύτης τῆς ἀρχῆς ἔργα. Ταῦτ' οὖν εἰδότες καὶ καταμαθόντες, ὡς ἐντεῦθεν πᾶσα ὠφέλεια τοῦ βίου, καὶ ἡ τῆς οἰκουμένης διόρθωσις, θαμινὰ βαδίζετε παρὰ τὴν τῶν θείων λόγων ἀκρόασιν, καὶ τὰς συνόδους τὰς ἐνταῦθα, καὶ τὰς εὐχάς. Ἂν γὰρ οὕτως ἑαυτοὺς ῥυθμίζητε, δυνήσεσθε τῶν οὐρανῶν ἀξίαν ἐπιδειξάμενοι πολιτείαν, τυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.
Ις΄ . ∆ιὰ τοῦτο παρακεκλήμεθα ἐπὶ τῇ παρακλήσει ὑμῶν· περισσοτέρως δὲ μᾶλλον ἐχάρημεν ἐπὶ τῇ χαρᾷ Τίτου, ὅτι ἀναπέπαυται τὸ πνεῦμα αὐτοῦ ἀπὸ πάντων ὑμῶν.
αʹ. Ὅρα πάλιν πῶς ἐπαίρει αὐτῶν τὰ ἐγκώμια, καὶ δείκνυσι τὴν ἀγάπην. Εἰπὼν γὰρ, ὅτι Ἥσθην ὅτι τοσοῦτον ἡ ἐπιστολὴ ἤνυσε, καὶ ὅτι Τοσοῦτον ἐκερδάνετε· Χαίρω γὰρ, φησὶν, οὐχ ὅτι ἐλυπήθητε, ἀλλ' ὅτι ἐλυπήθητε εἰς μετάνοιαν· καὶ δείξας αὐτοῦ τὴν ἀγάπην· φησὶ γὰρ, ὅτι Εἰ καὶ ἔγραψα ὑμῖν, οὐχ ἕνεκεν τοῦ ἀδικήσαντος, οὐδὲ ἕνεκεν τοῦ ἀδικηθέντος, ἀλλ' ἕνεκεν τοῦ φανερωθῆναι τὴν σπουδὴν ἡμῶν τὴν ὑπὲρ ὑμῶν πρὸς ὑμᾶς· λέγει πάλιν ἄλλο σημεῖον τῆς αὐτῶν εὐνοίας, ὃ πολὺν αὐτοῖς φέρει τὸν ἔπαινον, καὶ δείκνυσι τῆς ἀγάπης αὐτῶν τὸ γνήσιον· Ἐπὶ γὰρ τῇ παρακλήσει ὑμῶν περισσοτέρως μᾶλλον ἐχάρημεν ἐπὶ τῇ χαρᾷ Τίτου, φησί. Καίτοι γε τοῦτο οὐκ ἔστι φιλοῦντος σφοδρῶς, τὸ ἐπ' ἐκείνῳ μᾶλλον χαρῆναι, ἢ ἐπ' αὐτοῖς. Ναὶ, φησίν· οὐδὲ γὰρ δι' ἐκεῖνον τοσοῦτον, ὅσον δι' ὑμᾶς ἥσθην. ∆ιὰ τοῦτο καὶ τὴν αἰτίαν ἐπάγει λέγων, Ὅτι τὰ σπλάγχνα αὐτοῦ ἀναπέπαυται ἀπὸ πάντων ὑμῶν. Οὐκ εἶπεν, Αὐτὸς, ἀλλὰ, Τὰ σπλάγχνα αὐτοῦ· τουτέστιν, ἡ ἀγάπη αὐτοῦ ἡ περὶ ὑμᾶς. Καὶ πῶς ἀναπέπαυται; Ἀπὸ πάντων. Καὶ γὰρ καὶ τοῦτο μέγιστον ἐγκώμιον. Ὅτι εἴ τι αὐτῷ κεκαύχημαι ὑπὲρ ὑμῶν. Μέγας ὁ ἔπαινος, ὅταν ὁ διδάσκαλος καυχᾶται· φησὶ γὰρ, ὅτι Οὐ κατῃσχύνθην. ∆ιὰ τοῦτο ἐχάρην, ὅτι βελτίους ἐφάνητε, καὶ διὰ τῶν ἔργων ἐδείξατέ μου τὰ ῥήματα. Ὥστε διπλοῦς ὁ κόσμος ἐμοὶ, καὶ ὅτι ὑμεῖς ἐπεδώκατε, καὶ ὅτι ἐγὼ οὐκ ἐφάνην τῆς ἀληθείας διαπίπτων. Ἀλλ' ὡς πάντοτε ἐν ἀληθείᾳ ἐλαλήσαμεν ὑμῖν, οὕτω καὶ ἡ καύχησις ἡμῶν ἡ ἐπὶ Τίτου, ἀλήθεια γέγονεν. Ἐνταῦθα καὶ ἄλλο τι αἰνίττεται· ὅτι ὥσπερ παρ' ὑμῖν μετὰ ἀληθείας πάντα ἐφθεγξάμεθα· εἰκὸς γὰρ αὐτὸν καὶ περὶ τούτου πολλὰ αὐτοῖς εἰπεῖν ἐγκώμια· οὕτω καὶ τὰ περὶ ὑμῶν ἡμῖν Τίτῳ εἰρημένα, ἀληθῆ ἐφάνη. Καὶ τὰ σπλάγχνα αὐτοῦ περισσοτέρως ἐστὶν εἰς ὑμᾶς. Τοῦτο λοιπὸν ἐκεῖνον συνιστῶντός ἐστιν, ὡς σφόδρα ἐκκαιόμενον, καὶ συνδεδεμένον αὐτοῖς. Καὶ οὐκ εἶπεν, Ἡ ἀγάπη αὐτοῦ, ἀλλὰ, Τὰ σπλάγχνα αὐτοῦ. Εἶτα, ἵνα μὴ δόξῃ κολακεύειν, πανταχοῦ τίθησι τῆς φιλίας τὰς αἰτίας, ἵν', ὅπερ εἶπον, καὶ τὴν κολακείαν διαφύγῃ, καὶ ἐκείνους μᾶλλον προτρέψῃ, τὸ ἐγκώμιον εἰς αὐτοὺς περιιστὰς, καὶ δεικνὺς τὴν ἀρχὴν καὶ τὴν ὑπόθεσιν τῆς τοσαύτης ἀγάπης ἐκείνους ἐμβαλόντας αὐτῷ. Εἰπὼν γὰρ, ὅτι Τὰ σπλάγχνα αὐτοῦ περισσοτέρως ἐστὶν εἰς ὑμᾶς, ἐπήγαγεν· Ἀναμιμνησκομένου τὴν ἁπάντων ὑμῶν ὑπακοήν. Τοῦτο δὲ καὶ τὸν Τίτον εὐγνώμονα δείκνυσι περὶ τοὺς εὐεργέτας, εἴ γε λαβὼν αὐτοὺς ἐν τῇ ψυχῇ ἐπανῆλθεν ἅπαντας, καὶ διηνεκῶς αὐτῶν μέμνηται, καὶ ἐκείνους ἐπὶ στόματος ἔχει καὶ ἐπὶ διανοίας. Καὶ Κορινθίους πάλιν κοσμεῖ μειζόνως, ὅτι αὐτὸν οὕτω χειρωσάμενοι ἐξέπεμψαν. Εἶτα καὶ τὴν ὑπακοὴν αὐτῶν λέγει, ἐπιτείνων αὐτῶν τὴν σπουδήν· διὸ καὶ ἐπάγει ταῦτα, Ὡς μετὰ φόβου καὶ τρόμου ἐδέξασθε αὐτόν. Οὐ μετὰ ἀγάπης μόνον, ἀλλὰ καὶ μετὰ τιμῆς ἐπιτεταμένης. Εἶδες πῶς διπλῆν αὐτοῖς ἀρετὴν μαρτυρεῖ, καὶ ὅτι ὡς πατέρα ἐφίλουν, καὶ ὡς ἄρχοντα ἐδεδοίκεσαν, οὔτε διὰ τὸν φόβον ἀμαυροῦντες τὴν ἀγάπην, οὔτε διὰ τὴν ἀγάπην ἐκλύοντος τὸν φόβον; Τοῦτο καὶ ἀνωτέρω ἔλεγεν, ὅτι Τὸ κατὰ Θεὸν λυπηθῆναι ὑμᾶς, πόσην κατειργάσατο ἐν ὑμῖν σπουδὴν, ἀλλὰ φόβον, ἀλλὰ ἐπιπόθησιν; Χαίρω οὖν, ὅτι ἐν παντὶ θαῤῥῶ ἐν ὑμῖν. Ὁρᾷς ὅτι δι' αὐτοὺς μᾶλλον χαίρει; Ὅτι οὐδαμοῦ τὸν διδάσκαλον κατῃσχύνατε, φησὶν, οὐδὲ ἀνάξιοι φαίνεσθε τῆς ἐμῆς μαρτυρίας. Ὥστε οὐχ οὕτω διὰ Τίτον ἔχαιρεν, ὅτι τιμῆς ἀπήλαυσε τοσαύτης, ὡς δι' αὐτοὺς, ὅτι τοσαύτην ἐπεδείξαντο εὐγνωμοσύνην. Ἵνα γὰρ μὴ νομισθῇ δι' ἐκεῖνον χαίρειν μᾶλλον, ὅρα πῶς καὶ ἐνταῦθα τὴν αἰτίαν τίθησιν. Ὥσπερ οὖν ἀνωτέρω εἶπεν, Ὅτι εἴ τι αὐτῷ κεκαύχημαι ὑπὲρ ὑμῶν, οὐ κατῃσχύνθην· οὕτω καὶ ἐνταῦθα, Ὅτι ἐν παντὶ θαῤῥῶ ἐν ὑμῖν. Κἂν ἐπιπλῆξαι δέοι, οὐ δέδοικα μὴ ἀποῤῥαγῆτε, κἂν καυχήσασθαι, οὐ φοβοῦμαι, ὡς ἐλεγχόμενος, κἂν ὡς πειθηνίους ἐπαινέσαι, κἂν ὡς ἀγαπητικοὺς, κἂν ὡς ζῆλον ἔχοντας, θαῤῥῶ ἐν ὑμῖν. Εἶπον ἐκκόψαι, καὶ ἐξεκόψατε· εἶπον δέξασθαι, καὶ ἐδέξασθε· εἶπον ὅτι μεγάλοι τινές ἐστε καὶ θαυμαστοὶ ἐπὶ Τίτου καὶ διδασκάλους εἰδότες αἰδεῖσθαι· ἀληθῆ διὰ τῶν ἔργων ταῦτα ἐδείξατε. Καὶ οὐχ οὕτως ἔμαθε ταῦτα παρ' ἐμοῦ, ὡς παρ' ὑμῶν. Ἐπανῆλθε γοῦν σφοδρὸς ἐραστὴς ὑμῶν γενόμενος, πλείονα τῶν λόγων ἐπιδειξαμένων ὑμῶν. Γνωρίζω δὲ ὑμῖν, ἀδελφοὶ, τὴν χάριν τοῦ Θεοῦ τὴν δεδομένην ἐν ταῖς Ἐκκλησίαις τῆς Μακεδονίας.
βʹ. Ἐπάρας αὐτοὺς τοῖς ἐγκωμίοις, παραίνεσιν πάλιν καθίησι. ∆ιὰ γὰρ τοῦτο τῇ ἐπιπλήξει παρέμιξε τοὺς ἐπαίνους, ἵνα μὴ ἀπὸ ἐπιπλήξεως εἰς παραίνεσιν κατελθὼν δυσπαράδεκτον ποιήσῃ τὸν λόγον, ἀλλὰ λεάνας αὐτῶν τὴν ἀκοὴν, οὕτω προοδοποιήσῃ τῇ παραινέσει. Βούλεται γὰρ περὶ ἐλεημοσύνης διαλεχθῆναι· διὸ καὶ προλαβὼν εἶπε, Χαίρω ὅτι ἐν παντὶ θαῤῥῶ ἐν ὑμῖν· ἀπὸ τῶν ἤδη κατωρθωμένων καὶ εἰς τοῦτο προθυμοτέρους ποιῶν. Καὶ οὐκ εἶπεν εὐθέως, ∆ότε οὖν ἐλεημοσύνην· ἀλλ' ὅρα τὴν σύνεσιν, πῶς πόῤῥωθεν καὶ ἀφ' ὑψηλοῦ προκατασκευάζει τὸν λόγον· Γνωρίζω γὰρ ὑμῖν, φησὶ, τὴν χάριν τοῦ Θεοῦ τὴν δεδομένην ἐν ταῖς Ἐκκλησίαις τῆς Μακεδονίας. Ἵνα γὰρ μὴ ἐπαίρωνται, χάριν τὸ πρᾶγμα καλεῖ, καὶ τὰ ἑτέρων διηγούμενος, τοῖς ἑτέρων ἐγκωμίοις σπουδαιοτέρους τούτους ἐργάζεται. Καὶ δύο συντίθησιν ἐπαίνους Μακεδόσι, μᾶλλον δὲ καὶ τρεῖς· καὶ ὅτι πειρασμοὺς γενναίως φέρουσι, καὶ ὅτι ἐλεεῖν ἴσασι, καὶ ὅτι πένητες ὄντες, δαψίλειαν ἐνεδείκνυντο ἐν ἐλεημοσύνῃ· καὶ γὰρ ἡρπάγησαν αὐτῶν αἱ οὐσίαι. Καὶ τοῦτο δηλῶν ἔλεγεν, ἡνίκα αὐτοῖς ἐπέστελλεν. Ὑμεῖς γὰρ μιμηταὶ ἐγένεσθε, φησὶ, τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ τῶν ἐν τῇ Ἰουδαίᾳ, ὅτι τὰ αὐτὰ ἐπάθετε καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθάπερ κἀκεῖνοι ὑπὸ τῶν Ἰουδαίων. Ἄκουσον τί μετὰ ταῦτα Ἑβραίοις ἐπιστέλλων ἔλεγε· Καὶ γὰρ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε. Χάριν δὲ τὸ πρᾶγμα καλεῖ, οὐχὶ καταστέλλων αὐτοὺς μόνον, ἀλλὰ καὶ ἐκκαλούμενος, καὶ ἀνεπίφθονον τὸν λόγον ἐργαζόμενος. ∆ιὸ καὶ τὸ τῶν ἀδελφῶν ὄνομα προσέθηκεν, ὥστε πᾶσαν ὑποτεμέσθαι βασκανίαν· καὶ γὰρ μέλλει μεθ' ὑπερβολῆς ἐγκωμιάζειν αὐτούς. Ἄκουσον γοῦν τῶν ἐπαίνων. Εἰπὼν γὰρ, Γνωρίζω ὑμῖν τὴν χάριν τοῦ Θεοῦ, οὐκ εἶπε, Τὴν δεδομένην ἐν τῇδε καὶ τῇδε τῇ πόλει, ἀλλ' ὁλόκληρον ἐπαινεῖ τὸ ἔθνος λέγων, Ἐν ταῖς Ἐκκλησίαις τῆς Μακεδονίας. Εἶτα καὶ αὐτὴν διηγεῖται τὴν χάριν. Ὅτι ἐν πολλῇ δοκιμῇ θλίψεως ἡ περισσεία τῆς χαρᾶς αὐτῶν. Εἶδες σύνεσιν; Πρῶτον γὰρ ἐκεῖνο λέγει, οὐχ ὃ βούλεται, ἀλλ' ἕτερον πρὸ αὐτοῦ, ἵνα μὴ δόξῃ ἐπίτηδες τοῦτο ποιεῖν, ἀλλὰ ἀπὸ ἀκολουθίας ἑτέρας ἐπ' αὐτὸ ἔρχεσθαι· Ἐν πολλῇ δοκιμῇ θλίψεως. Ὃ καὶ αὐτοῖς Μακεδόσι ἐπιστέλλων ἔλεγεν, ὅτι Μιμηταὶ ἐγενήθητε τοῦ Κυρίου, δεξάμενοι τὸν λόγον ἐν θλίψει πολλῇ, μετὰ χαρᾶς Πνεύματος ἁγίου· καὶ πάλιν, Ἀφ' ὑμῶν ἐξήχηται ὁ λόγος τοῦ Κυρίου, οὐ μόνον ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇ Ἀχαΐᾳ, ἀλλὰ καὶ ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν Θεὸν ἐξελήλυθε. Τί δέ ἐστιν, Ἐν πολλῇ δοκιμῇ θλίψεως ἡ περισσεία τῆς χαρᾶς αὐτῶν; Ἀμφότερα μεθ' ὑπερβολῆς γέγονεν αὐτοῖς, φησὶ, καὶ ἡ θλῖψις καὶ ἡ χαρά. ∆ιὸ καὶ πολὺ τὸ παράδοξον ἦν, ὅτι τοσαύτη ἡδονῆς περιουσία ἀπὸ θλίψεως αὐτοῖς ἐβλάστησεν. Οὐ γὰρ δὴ μόνον λύπην οὐκ ἔτεκεν, ἀλλὰ καὶ ἀφορμὴ γέγονεν αὐτοῖς εὐφροσύνης ἡ θλῖψις, καὶ ταῦτα πολλὴ οὖσα. Τοῦτο δὲ ἔλεγεν, ἀλείφων αὐτοὺς ἐν τοῖς πειρασμοῖς γενναίους εἶναι καὶ ἀπεριτρέπτους. Οὐδὲ γὰρ ἁπλῶς ἐθλίβησαν, ἀλλ' οὕτως ὡς καὶ δόκιμοι γενέσθαι διὰ τῆς ὑπομο νῆς· μᾶλλον δὲ οὐ λέγει, διὰ τῆς ὑπομονῆς, ἀλλ', ὃ πλέον ἦν τῆς ὑπομονῆς, χαράν. Καὶ οὐδὲ χαρὰν ἁπλῶς λέγει, ἀλλὰ, περισσείαν χαρᾶς· καὶ γὰρ πολλὴ καὶ ἄφατος ἐβλάστησεν ἐν αὐτοῖς. Καὶ ἡ κατὰ βάθους πτωχεία αὐτῶν ἐπερίσσευσεν εἰς τὸν πλοῦτον τῆς ἁπλότητος αὐτῶν. Πάλιν ἀμφότερα ταῦτα μεθ' ὑπερβολῆς. Ὥσπερ γὰρ ἡ πολλὴ θλῖψις πολλὴν χαρὰν ἔτεκε, καὶ περισσείαν χαρᾶς· οὕτως ἡ πολλὴ πενία πολὺν πλοῦτον ἔτεκεν ἐλεημοσύνης. Τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν, Ἐπερίσσευσεν εἰς τὸν πλοῦτον τῆς ἁπλότητος αὐτῶν. Οὐ γὰρ τῷ μέτρῳ τῶν διδομένων, ἀλλὰ τῇ γνώμῃ τῶν παρεχόντων ἡ φιλοτιμία κρίνεται. ∆ιὸ οὐδαμοῦ λέγει πλοῦτον τῶν δοθέντων, ἀλλὰ, Πλοῦτον τῆς ἁπλότητος αὐτῶν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐ μόνον οὐκ ἐνεπόδισεν αὐτοῖς πρὸς δαψιλείαν ἡ πτωχεία, ἀλλὰ καὶ ἀφορμὴ γέγονε τοῦ περισσεῦσαι, ὥσπερ ἡ θλῖψις τοῦ ἡσθῆναι. Ὅσῳ γὰρ ἦσαν πένητες τοσούτῳ μᾶλλον ἐφιλοτιμοῦντο, καὶ προθυμότερον παρεῖχον. ∆ιὸ καὶ σφόδρα αὐτοὺς θαυμάζει, ὅτι ἐκ τοσαύτης πενίας τοσαύτην ἐπεδείξαντο φιλοτιμίαν. Ἡ γὰρ κατὰ βάθους πτωχεία αὐτῶν, τουτέστιν, ἡ πολλὴ καὶ ἄφατος, ἔδειξεν αὐτῶν τὴν ἁπλότητα. Ἀλλ' οὐκ εἶπεν, Ἔδειξεν, ἀλλὰ, Ἐπερίσσευσε· καὶ οὐκ εἶπεν, Ἁπλότητα, ἀλλὰ, Πλοῦτον ἁπλότητος, τουτέστιν, ἀντίῤῥοπον τοῦ μεγέθους τῆς πτωχείας· μᾶλλον δὲ, καὶ πολλῷ μείζονα τὸν ὄγκον ἐπεδείξαντο τῆς δαψιλείας. Εἶτα αὐτὸ καὶ ἑρμηνεύει σαφέστερον, λέγων· Ὅτι κατὰ δύναμιν μαρτυρῶ (ἀξιόπιστος ὁ μάρτυς) καὶ ὑπὲρ δύναμιν· τουτέστιν, Ἐπερίσσευσεν εἰς τὸν πλοῦτον τῆς ἁπλότητος αὐτῶν· Μᾶλλον δὲ οὐ διὰ τούτου μόνον, ἀλλὰ καὶ διὰ τῶν ἑξῆς ἁπάντων αὐτὸ δηλοῖ· Αὐθαίρετοι γὰρ, φησίν. Ἰδοὺ καὶ ἑτέρα ὑπερβολή. Μετὰ πολλῆς παρακλήσεως. Ἰδοὺ καὶ τρίτη καὶ τετάρτη. ∆εόμενοι ἡμῶν. Ἰδοὺ καὶ πέμπτη. Καὶ ἐν θλίψει ὄντες, καὶ ἐν πενίᾳ. Αὕτη ἕκτη. Καὶ ἑβδόμη, καὶ μεθ' ὑπερβολῆς ἔδωκαν. γʹ. Εἶτα ἐπειδὴ τοῦτο μάλιστα βούλεται κατασκευάσαι παρὰ Κορινθίοις, τὸ μετὰ προαιρέσεως δοῦναι, αὐτῷ μάλιστα ἐνδιατρίβει, λέγων, Μετὰ πολλῆς παρακλήσεως, καὶ, ∆εόμενοι ἡμῶν. Οὐχ ἡμεῖς αὐτῶν ἐδεήθημεν, ἀλλ' αὐτοὶ ἡμῶν. Τί δεόμενοι ἡμῶν; Τὴν χάριν, καὶ τὴν κοινωνίαν τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους. Εἶδες πῶς πάλιν ἐπαίρει τὸ πρᾶγμα, σεμνοῖς ὀνόμασιν αὐτὸ καλῶν; Καὶ γὰρ ἐπειδὴ ζηλωταὶ ἦσαν πνευμάτων, χάριν αὐτὸ ὀνομάζει, ἵνα ἐπιδράμωσι· καὶ κοινωνίαν πάλιν, ἵνα μάθωσιν ὅτι λαμβάνουσιν, οὐ διδόασι μόνον. Τοῦτο οὖν ἡμᾶς παρεκάλουν, φησὶν, ὥστε ἡμᾶς ἀναδέξασθαι τὴν τοιαύτην διακονίαν. Καὶ οὐ καθὼς ἠλπίσαμεν. Τοῦτο καὶ πρὸς τὴν ποσότητά φησι, καὶ πρὸς τὰς θλίψεις. Οὐ γὰρ ἂν ἠλπίσαμεν, φησὶν, ὅτι ἐν τοσαύτῃ θλίψει ὄντες καὶ πενίᾳ, καὶ κατήπειξαν ἂν ἡμᾶς, καὶ τοσαῦτα παρεκάλεσαν. Καὶ τὴν τοῦ λοιποῦ δὲ βίου ἐπιμέλειαν αὐτῶν ἐδήλωσεν εἰπών· Ἀλλ' ἑαυτοὺς ἔδωκαν πρῶτον τῷ Κυρίῳ, καὶ ἡμῖν διὰ θελήματος Θεοῦ. Ἐν πᾶσι γὰρ ὑπήκουσαν πλέον, ἢ προσ εδοκήσαμεν· οὐδὲ, ἐπειδὴ ἠλέουν, τῶν ἄλλων ἠμέλουν ἀρετῶν, ἀλλὰ πρῶτον ἑαυτοὺς ἔδωκαν τῷ Κυρίῳ. Τί ἐστιν, Ἔδωκαν ἑαυτοὺς τῷ Κυρίῳ; Ἀνέθηκαν, δόκιμοι περὶ τὴν πίστιν ἐφάνησαν, πολλὴν τὴν ἀνδρείαν ἐν τοῖς πειρασμοῖς ἐπεδείξαντο, τὴν κοσμιότητα, τὴν ἐπιείκειαν, τὴν ἀγάπην, τὴν ἐν τοῖς ἄλλοις ἅπασιν ἀγαθοῖς προθυμίαν τε καὶ σπουδήν. Τί ἐστι, Καὶ ἡμῖν; Πειθήνιοι γεγόνασιν ἡμῖν, ἠγάπησαν, ὑπήκουσαν καὶ τοὺς τοῦ Θεοῦ νόμους πληροῦντες, καὶ ἡμῖν διὰ τῆς ἀγάπης συνδεδεμένοι. Σκόπει δὲ πῶς καὶ ἐνταῦθα τὴν ἐπίτασιν δείκνυσι, λέγων· Ἔδωκαν ἑαυτοὺς τῷ Κυρίῳ. Οὐχὶ τὰ μὲν τῷ Θεῷ ὑπήκουσαν, τὰ δὲ τῷ κόσμῳ, ἀλλὰ πάντα αὐτῷ, καὶ ὅλους ἑαυτοὺς ἔδωκαν τῷ Θεῷ. Οὐδὲ γὰρ ἐπειδὴ ἠλέουν, ἀπενοήθησαν· ἀλλὰ πολλὴν ἐπιδειξάμενοι ταπεινοφροσύνην, πολλὴν ὑπακοὴν, πολλὴν τιμὴν, πολλὴν φιλοσοφίαν, οὕτω καὶ τὴν ἐλεημοσύνην εἰργάσαντο. Τί δέ ἐστι, ∆ιὰ θελήματος Θεοῦ; Ἐπειδὴ εἶπεν, Ἡμῖν ἔδωκαν ἑαυτοὺς, οὐδὲ ἡμῖν ἀνθρωπίνως, ἀλλὰ καὶ τοῦτο κατὰ τὴν τοῦ Θεοῦ γνώμην ἐποίουν. Ὥστε ἡμᾶς παρακαλέσαι Τίτον, ἵνα καθὼς προενήρξατο ἐν ὑμῖν, οὕτως ἐπιτελέσῃ καὶ τὴν χάριν ταύτην. Καὶ ποία ἀκολουθία αὕτη; Πολλὴ καὶ σφόδρα τῶν ἔμπροσθεν ἐχομένη. Ἐπειδὴ γὰρ εἴδομεν αὐτοὺς σφοδροὺς, φησὶν, καὶ θερμοὺς ἐν ἅπασιν, ἐν πειρασμοῖς, ἐν ἐλεημοσύνῃ, ἐν τῇ πρὸς ἡμᾶς ἀγάπῃ, ἐν τῇ λοιπῇ τοῦ βίου καθαρότητι· ἵνα καὶ ὑμεῖς αὐτοῖς ἐξισωθῆτε, ἐπέμψαμεν Τίτον. Ἀλλ' οὕτω μὲν οὐκ εἶπε, τοῦτο δὲ ἐδήλωσε. Σκόπει φιλίας ὑπερβολήν. Παρ' ἐκείνων γὰρ παρακαλούμενοι, φησὶ, καὶ ἀξιούμενοι, τὰ ὑμέτερα ἐμεριμνῶμεν, μή πως αὐτῶν ἐλαττωθῆτε. ∆ιὸ καὶ ἀπεστείλαμεν Τίτον, ἵνα κἀντεῦθεν διεγερθέντες καὶ ὑπομνησθέντες, ζηλώσητε Μακεδόνας. Καὶ γὰρ ἐτύγχανεν ἐκεῖ ὢν ὁ Τίτος, ὅτε ἡ ἐπιστολὴ αὕτη ἐγράφετο. ∆είκνυσι δὲ αὐτὸν καὶ κατάρξαντα τούτου πρὸ τῆς Παύλου προτροπῆς· Ἵνα καθὼς προενήρξατο, φησί. ∆ιὸ καὶ μεγάλα αὐτοῦ λέγει ἐγκώμια, ἐν ἀρχῇ μὲν, ὅτι Τῷ μὴ εὑρεῖν με Τίτον τὸν ἀδελφόν μου, οὐκ ἔσχον ἄνεσιν τῷ πνεύματί μου· ἐντεῦθεν δὲ ταῦτα ἅπερ εἴρηκεν ἅπαντα, καὶ τοῦτο δὲ αὐτό. Οὐ μικρὸν γὰρ καὶ τοῦτο ἐγκώμιον, τὸ καὶ προενάρξασθαι· θερμῆς γὰρ τοῦτο καὶ ζεούσης ψυχῆς. ∆ιὸ καὶ ἔπεμψεν αὐτὸν, μεγίστην αὐτοῖς ἐντιθεὶς κἀντεῦθεν προτροπὴν τοῦ δοῦναι, τὴν παρουσίαν Τίτου. ∆ιὰ τοῦτο καὶ ἐπαίρει τοῖς ἐπαίνοις αὐτὸν, οἰκειῶσαι βουλόμενος σφοδρότερον τοῖς Κορινθίοις τὸν ἄνθρωπον. Καὶ γὰρ καὶ τοῦτο πρὸς τὸ πεῖσαι μέγα, τὸ οἰκείως διακεῖσθαι τὸν συμβουλεύοντα. Καλῶς δὲ καὶ ἅπαξ καὶ δὶς καὶ τρὶς μνημονεύσας τῆς ἐλεημοσύνης, χάριν τὸ πρᾶγμα καλεῖ, νῦν μὲν λέγων, Γνωρίζω δὲ ὑμῖν, ἀδελφοὶ, τὴν χάριν τοῦ Θεοῦ τὴν δεδομένην ἐν ταῖς Ἐκκλησίαις τῆς Μακεδονίας· νῦν δὲ, Αὐθαίρετοι, μετὰ πολλῆς παρακλήσεως δεόμενοι ἡμῶν τὴν χάριν καὶ τὴν κοινωνίαν· καὶ πάλιν, Ἵνα καθὼς προενήρξατο, οὕτω καὶ ἐπιτελέσῃ εἰς ὑμᾶς καὶ τὴν χάριν ταύτην.
δʹ. Καὶ γὰρ μέγα ἐστὶν ἀγαθὸν καὶ Θεοῦ δῶρον τοῦτο, καὶ αὐτῷ τῷ Θεῷ κατὰ δύναμιν ἡμᾶς ἐξομοιοῖ κατορθούμενον· τοῦτο γὰρ μάλιστα ἄνθρωπος. Λέγων γοῦν τις δεῖγμα ἀνθρώπου, τοῦτο τέθεικε· Μέγα γὰρ, φησὶν, ἄνθρωπος, καὶ τίμιον ἀνὴρ ἐλεήμων. Αὕτη μείζων ἡ χάρις, ἢ νεκροὺς ἀνιστᾷν. Τοῦ γὰρ ἐν τῷ ὀνόματι Ἰησοῦ τοὺς ἀποθανόντας ἐγείρειν πολλῷ μεῖζον τὸ πεινῶντα τρέφειν τὸν Χριστόν· ἐνταῦθα μὲν γὰρ σὺ τὸν Χριστὸν εὐεργετεῖς, ἐκεῖ δὲ αὐτός σε. Καὶ ὁ μισθὸς δὲ ἐν τῷ ποιεῖν εὖ, οὐκ ἐν τῷ πάσχειν εὖ. Ἐνταῦθα μὲν γὰρ, ἐπὶ τῶν σημείων λέγω, αὐτὸς ὀφείλεις τῷ Θεῷ· ἐπὶ δὲ τῆς ἐλεημοσύνης, τὸν Θεὸν ὀφειλέτην ἔχεις. Ἐλεημοσύνη δέ ἐστιν, ὅταν μετὰ προθυμίας γίνηται, ὅταν μετὰ δαψιλείας, ὅταν μὴ νομίσῃς διδόναι, ἀλλὰ λαμβάνειν, ὅταν ὡς εὐεργετούμενος, ὅταν ὡς κερδαίνων καὶ μὴ ἀπολλύς· ἐπεὶ τοῦτο οὐδὲ χάρις. Τὸν γὰρ ἕτερον ἐλεοῦντα, χαίρειν, οὐ δυσχεραίνειν δεῖ. Πῶς γὰρ οὐκ ἄτοπον, εἰ τὴν ἑτέρου λύων ἀθυμίαν, αὐτὸς ἀθυμοίης; οὐκέτι γὰρ ἐᾷς αὐτὴν ἐλεημοσύνην εἶναι. Εἰ γὰρ ἀθυμεῖς, ὅτι ἕτερον ἀπήλλαξας ἀθυμίας, ἐσχάτης ὠμότητος καὶ ἀπανθρωπίας δεῖγμα ἐκφέρεις· βέλτιον γὰρ μὴ ἀπαλλάττειν, ἢ οὕτως ἀπαλλάττειν. Τί δὲ ὅλως καὶ ἀθυμεῖς, ἄνθρωπε; μὴ ἔλαττόν σοι γένηται τὸ χρυσίον; Ὅλως, εἰ τοιαύτην ἔχεις προαίρεσιν, μηδὲ δῷς· εἰ μὴ θαῤῥεῖς ὅτι πολυπλασιάζεταί σοι ἐν οὐρανοῖς, μὴ παράσχῃς. Ἀλλ' ἐνταῦθα ζητεῖς τὴν ἀντίδοσιν. ∆ιὰ τί; Ἄφες τὴν ἐλεημοσύνην ἐλεημοσύνην εἶναι καὶ μὴ ἐμπορίαν. Πολλοὶ μὲν οὖν καὶ ἐνταῦθα ἀπέλαβον, ἀλλ' οὐχ οὕτως ἔλαβον, ὡς ταύτῃ πλέον ἕξοντες τῶν οὐ λαβόντων ἐνταῦθα, ἀλλ' ἔνιοι τούτων ὡς ἀσθενέστεροι, ἐπειδὴ τοῖς ἐκεῖ οὐ σφόδρα ἐφείλκοντο. Καὶ ὥσπερ οἱ λίχνοι καὶ ἀπειρόκαλοι καὶ γαστρὸς δοῦλοι ἐπὶ βασιλικὴν κληθέντες τράπεζαν, καὶ τὸν προσήκοντα καιρὸν οὐκ ἀναμένοντες, κατὰ τὰ παιδία τὰ μικρὰ, λυμαίνονται αὐτῶν τὴν εὐφροσύνην, προλαμβάνοντες, καὶ κορεννύντες ἑαυτοὺς σιτίοις καταδεεστέροις· οὕτω δὴ καὶ οὗτοι οἱ ἐνταῦθα ἐπιζητοῦντες καὶ λαμβάνοντες, τὸν μισθὸν ἐλαττοῦσι τὸν ἐκεῖ. Εἶτα δανείζων μὲν, μετὰ πλείονα χρόνον ἐπιθυμεῖς ἀπολαβεῖν τὸ κεφάλαιον, τάχα δὲ οὐδὲ ἀπολαβεῖν, ἵνα τῇ μελλήσει πλείονα τὸν τόκον ἐργάσῃ· ἐνταῦθα δὲ εὐθέως ἀπαιτεῖς, καὶ ταῦτα οὐ μέλλων ἐνταῦθα εἶναι, ἀλλ' ἐκεῖ διηνεκῶς, οὐ μέλλων ἐνταῦθα δικάζεσθαι, ἀλλ' ἐκεῖ τὰς εὐθύνας ὑφέξων; Καὶ εἰ μέν τίς σοι κατεσκεύαζεν οἰκίας, ἔνθα μὴ ἔμελλες μένειν, ζημίαν τὸ πρᾶγμα ἐνόμισας ἄν· νῦν δὲ ἐνταῦθα βούλει πλουτεῖν, ὅθεν καὶ πρὸ τῆς ἑσπέρας μέλλεις πολλάκις ἀποδημεῖν; Οὐκ οἶδας, ὅτι ἐπ' ἀλλοτρίας διατρίβομεν, καθάπερ ξένοι καὶ πάροικοι; οὐκ οἶδας, ὅτι παροίκων ἐστὶν ἐκβάλλεσθαι, ὅτε μὴ προσδοκῶσι, μηδὲ ἐλπίζουσιν; ὅπερ καὶ ἡμεῖς πάσχομεν. ∆ιὰ δὴ τοῦτο, ὅσα ἂν κατασκευάσωμεν,ἐνταῦθα ἀφίεμεν. Οὐ γὰρ συγχωρεῖ ὁ ∆εσπότης λαμβάνοντας αὐτὰ ἀπελθεῖν, ἄν τε οἰκίας οἰκοδομήσωμεν, ἄν τε ἀγροὺς ἀγοράσωμεν, ἄν τε ἀνδράποδα, ἄν τε σκεύη, ἄν τε ἕτερόν τι τοιοῦτον. Οὐ μόνον δὲ οὐκ ἀφίησιν ἐντεῦθεν λαβόντας ἀπελθεῖν, ἀλλ' οὐδὲ λογίζεταί σοι τὸν μισθόν· προεῖπε γάρ σοι, ὅτι μὴ οἰκοδομήσῃς, μηδὲ δαπανήσῃς τὰ ἀλλότρια, ἀλλὰ τὰ σά, Τί τοίνυν τὰ σὰ ἀφεὶς, ἐν τοῖς ἀλλοτρίοις ἐργάζῃ καὶ δαπανᾷς, ἵνα ἀπολέσῃς καὶ τὸν πόνον καὶ τὸν μισθὸν, καὶ κόλασιν τὴν ἐσχάτην ὑπομείνῃς; Μὴ, παρακαλῶ· ἀλλ' ἐπειδὴ τῇ φύσει ἐσμὲν πάροικοι, γενώμεθα καὶ προαιρέσει, ἵνα μὴ ἐκεῖ γενώμεθα πάροικοι καὶ ἄτιμοι καὶ ἀπεῤῥιμμένοι. Ἂν γὰρ ἐνταῦθα βουληθῶμεν γενέσθαι πολῖται, οὔτε ἐνταῦθα ἐσόμεθα, οὔτε ἐκεῖ· ἂν δὲ πάροικοι μείνωμεν ὄντες, καὶ διαγάγωμεν οὕτως, ὡς παροίκους διατρίβειν εἰκὸς, πολιτῶν καὶ ἐνταῦθα καὶ ἐκεῖ ληψόμεθα παῤῥησίαν. Ὁ γὰρ δίκαιος, καὶ μηδὲν ἔχων, καὶ ἐνταῦθα ἐν τοῖς ἁπάν των ὡς ἐν τοῖς ἑαυτοῦ διατρίψει, καὶ πρὸς τὸν οὐρανὸν ἀπελθὼν, ὄψεται τὰς αἰωνίους αὑτοῦ σκηνάς· καὶ οὔτε ἐνταῦθα πείσεταί τι τῶν ἀηδῶν· οὔτε γὰρ ξένον αὐτόν τις ποιῆσαι δυνήσεται τὸν πᾶσαν γῆν ἔχοντα πόλιν· καὶ τὴν αὐτοῦ πατρίδα ἀπολαβὼν, ἐπιδέξεται τὸν ἀληθῆ πλοῦτον. Ἵν' οὖν ἀμφότερα κερδάνωμεν, καὶ τὰ ἐνταῦθα καὶ τὰ ἐκεῖ, εἰς δέον τοῖς οὖσι χρησώμεθα. Οὕτω γὰρ ἐσόμεθα τῶν οὐρανῶν πολῖται, καὶ πολλῆς ἀπολαυσόμεθα παῤῥησίας· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η επεξεργασία, επιμέλεια μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου