ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Υπόθεσις Πρός Εβραίους Επιστολήν

Πέμπτη 27 Οκτωβρίου 2016

Υπόθεσις Πρός Εβραίους Επιστολήν




Ιωάννης Χρυσόστομος
Υπόθεσις Πρός Εβραίους Επιστολήν
Τόμος 63

αʹ. Ῥωμαίοις γράφων ὁ μακάριος Παῦλός φησιν· Ἐφ' ὅσον μὲν οὖν εἰμι ἐγὼ ἐθνῶν ἀπόστολος, τὴν διακονίαν μου δοξάζω, εἴ πως παραζηλώσω μου τὴν σάρκα· καὶ πάλιν ἀλλαχοῦ, Ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν τῆς περιτομῆς, ἐνήργησε κἀμοὶ εἰς τὰ ἔθνη. Εἰ τοίνυν ἐθνῶν ἀπόστολος ἦν (καὶ γὰρ καὶ ἐν ταῖς Πράξεσί φησι πρὸς αὐτὸν  ὁ Θεὸς, Πορεύου, ὅτι εἰς ἔθνη μακρὰν ἀποστελῶ σε)· τί κοινὸν  πρὸς Ἑβραίους εἶχε; τί δὲ αὐτοῖς ἐπέστελλεν; Οὐ μὴν ἀλλὰ καὶ αὐτοὶ πρὸς αὐτὸν ἀπεχθῶς διέκειντο· καὶ τοῦτο πολλαχόθεν ἔστιν ἰδεῖν. Ἄκουσον γὰρ τί φησιν ὁ Ἰάκωβος πρὸς αὐτόν· Θεωρεῖς, ἀδελφὲ, πόσαι μυριάδες εἰσὶν Ἰουδαίων  τῶν  πεπιστευκότων;  καὶ οὗτοι πάντες κατήχην  ται περὶ σοῦ, ὅτι ἀποστασίαν ἀπὸ τοῦ νόμου διδάσκεις· καὶ  πολλαὶ  ζητήσεις  αὐτῷ  πολλάκις  ἐγένοντο  περὶ  τούτου.  Τίνος  οὖν  ἕνεκεν, ζητήσειεν  ἄν  τις,  τὸν  νομομαθῆ  (παρὰ γὰρ  τοὺς  πόδας  Γαμαλιήλου  τὸν  νόμον ἐξεπαιδεύετο,  καὶ  πολὺς  ἦν  αὐτῷ  ζῆλος  τοῦ  πράγματος),  καὶ  ταύτῃ  μάλιστα δυνάμενον  ἐντρέψαι,  οὐχὶ  πρὸς Ἰουδαίους  ἔπεμπεν  ὁ Θεός;  Ὅτι ταύτῃ  μάλιστα πλέον  ἂν  αὐτῷ  ἐξεπολεμώθησαν. 


Τοῦτο  τοίνυν  προειδὼς  ὁ  Θεὸς, καὶ  ὅτι  οὐκ ἀνέξονται αὐτοῦ, Πορεύου εἰς τὰ ἔθνη, φησὶ πρὸς αὐτόν· διότι οὐ παραδέξονταί σου τὴν μαρτυρίαν περὶ ἐμοῦ. Εἶτα αὐτός φησι· Ναὶ, Κύριε, αὐτοὶ ἐπίστανται, ὅτι ἐγὼ ἤμην φυλακίζων  καὶ δέρων κατὰ τὰς συναγωγὰς τοὺς πιστεύοντας ἐπὶ σέ· καὶ ὅτε ἐξεχεῖτο τὸ αἷμα Στεφάνου τοῦ μάρτυρός σου, καὶ αὐτὸς ἤμην ἑστὼς καὶ συνευ  δοκῶν τῇ ἀναιρέσει αὐτοῦ, φυλάττων  τὰ ἱμάτια τῶν ἀναιρούντων  αὐτόν. Καὶ τοῦτο αὐτὸ δείκνυσι σημεῖον εἶναι καὶ ὑπόθεσιν τοῦ μὴ πιστεῦσαι αὐτῷ. Καὶ γὰρ οὕτως ἔχει· ὅταν τις ἐξ ἔθνους ἀποπηδήσῃ τινὸς, ἂν μὲν τῶν  ἐλαχίστων  ᾖ καὶ οὐδενὸς ἀξίων λόγου, οὐ πάνυ δάκνει τοὺς ἀφ' ὧν ἀνεχώρησεν· ἂν δὲ τῶν θαυμαστῶν καὶ σφόδρα ζηλωτῶν  καὶ τὰ ἐκείνων  φρονούντων,  μάλιστα αὐτοὺς ἀλγύνει,  καὶ μεθ' ὑπερβολῆς λυπεῖ, ἅτε μάλιστα αὐτῶν  καθαιρῶν  τὸ δόγμα, τῷ προσελθεῖν ἄλλοις ἐκείνων  ἀποπηδήσαντα. Καὶ ἄλλο δὲ τούτῳ προσῆν τὸ τὴν ἀπιστίαν ἐργαζόμενον. Ποῖον δὴ τοῦτο;  Ὅτι οἱ μὲν περὶ Πέτρον καὶ συνεγένοντο  τῷ Χριστῷ, καὶ σημεῖα εἶδον καὶ θαύματα· οὗτος δὲ οὐδενὸς τούτων  ἀπολελαυκὼς, ἀλλὰ μετὰ Ἰουδαίων ὢν, ἐξαίφνης  ηὐτομόλησε καὶ γέγονεν  εἷς ἐξ αὐτῶν· ὃ μάλιστα ἤρκει τὰ ἡμέτερα ἐπᾶραι. Ἐκεῖνοι μὲν γὰρ καὶ χάριτι  ἐδόκουν μαρτυρεῖν, καὶ εἶπεν  ἄν τις, ὅτι τὸν διδάσκαλον  ποθοῦντες  ταῦτα  μαρτυροῦσιν· ὁ δὲ τῇ  ἀναστάσει μαρτυρῶν,  οὗτος μάλιστα ἦν ὁ φωνῆς μόνης ἀκούσας. ∆ιὰ τοῦτο ὁρᾷς αὐτοὺς ἐκθύμως πολεμοῦντας αὐτῷ, καὶ πάντα ὑπὲρ τούτου πράττοντας  καὶ στασιάζοντας, ὥστε ἀνελεῖν  αὐτόν. Ἀλλ' οἱ μὲν ἄπιστοι διὰ τοῦτο αὐτῷ ἀπεχθῶς εἶχον· οἱ δὲ πιστεύσαντες, τίνος ἕνεκεν; Ὅτι ἠναγκάζετο τοῖς ἔθνεσι κηρύττων καθαρῶς κηρύττειν τὸν Χριστιανισμόν· καὶ εἴ που καὶ ἐν Ἰουδαίᾳ ἀπελήφθη, οὐκ ἐφρόντιζε. Πέτρος μὲν γὰρ καὶ οἱ περὶ αὐτὸν, ἅτε ἐν Ἱεροσολύμοις κηρύττοντες,  ἔνθα πολὺς ἦν ὁ ζῆλος, ἀνάγκην  εἶχον τὸν νόμον κελεύειν τηρεῖν· οὗτος δὲ ἐν ἐλευθερίᾳ πολλῇ ἦν. Καὶ πλείους ἦσαν οἱ ἐξ ἐθνῶν, ἢ οἱ Ἰουδαῖοι, ἅτε ἐκτὸς ὄντες· καὶ τούτῳ παρέλυε τὸν νόμον, καὶ οὐ τοσαύτην εἶχον περὶ αὐτὸν εὐλάβειαν, ὅτι πάντα καθαρῶς ἐκήρυττεν. Ἀμέλει ἐν τούτῳ αὐτὸν δοκοῦσι καταιδεῖν  τῷ πλήθει,  λέγοντες,  Θεωρεῖς, ἀδελφὲ,  πόσαι μυριάδες εἰσὶν Ἰουδαίων τῶν πεπιστευκότων; ∆ιὰ τοῦτο αὐτὸν ἐμίσουν καὶ ἀπεστρέφοντο, ὅτι κατηχήθησαν, φησὶ, περὶ σοῦ, ὅτι ἀποστασίαν ἀπὸ τοῦ νόμου διδάσκεις. Τίνος οὖν ἕνεκεν οὐκ ὢν τῶν Ἰουδαίων διδάσκαλος ἐπιστέλλει αὐτοῖς; ποῦ δὲ οὖσιν ἐπέστελλεν; Ἐμοὶ δοκεῖ, ἐν  Ἱεροσολύμοις καὶ Παλαιστίνῃ. Πῶς οὖν  ἐπιστέλλει;  Ὥσπερ καὶ βαπτίσαι οὐκ ἐπετράπη, καὶ ἐβάπτιζεν· οὐ γὰρ ἀπεστάλην, φησὶ, βαπτίζειν· οὐ μὴν ἐκωλύθη· ἀλλ' ἐκ παρέργου τοῦτο ποιεῖ. Πῶς δὲ οὐκ ἂν ἐπέστελλε τούτοις, ὑπὲρ ὧν καὶ ἀνάθεμα γενέσθαι ἤθελε; ∆ιὰ τοῦτο ἔλεγε· Γινώσκετε τὸν ἀδελφὸν Τιμόθεον ἀπολελυμένον· μεθ' οὗ, ἐὰν τάχιον ἔρχηται, ὄψομαι ὑμᾶς. Οὔπω γὰρ συνειλημμένος ἦν. ∆ύο μὲν οὖν ἔτη ἐποίησεν ἐν Ῥώμῃ δεδεμένος· εἶτα ἀφείθη· εἶτα εἰς τὰς Σπανίας ἦλθεν· εἶτα εἰς Ἰουδαίαν ἔβη, ὅτε καὶ Ἰουδαίους εἶδε. Καὶ τότε πάλιν ἦλθεν εἰς Ῥώμην, ὅτε καὶ ὑπὸ Νέρωνος ἀνῃρέθη. Ταύτης μὲν οὖν τῆς ἐπιστολῆς πρεσβυτέρα ἡ πρὸς Τιμόθεον. Ἐκεῖ γάρ  φησιν·  Ἐγὼ  γὰρ  ἤδη  σπένδομαι·  καὶ  ἐκεῖ  πάλιν  φησίν·  Ἐν  τῇ  πρώτῃ  μου ἀπολογίᾳ οὐδείς μοι συμπαρεγένετο. Πολλαχοῦ γὰρ ἤθλησε, καθὼς καὶ Θεσσαλονικεῦσιν  ἐπιστέλλων   λέγει·   Μιμηταὶ   ἐγένεσθε   τῶν   Ἐκκλησιῶν   τῆς Ἰουδαίας. Καὶ αὐτοῖς δὲ τούτοις γράφων φησί· Μετὰ χαρᾶς τὴν ἁρπαγὴν τῶν ὑπαρ χόντων  ὑμῶν προσεδέξασθε. Ὁρᾷς ἀθλοῦντας  αὐτούς; Εἰ δὲ τοῖς ἀποστόλοις οὕτως ἐκέχρηντο οὐκ ἐν Ἰουδαίᾳ μόνον, ἀλλὰ καὶ ὅπου μεταξὺ ἐθνῶν ἦσαν, τί οὐκ ἂν ἐποίησαν τοῖς πιστοῖς; ∆ιὰ τοῦτο αὐτῶν μάλιστα ὁρᾷς αὐτὸν φροντίζοντα. Ὅταν γὰρ λέγῃ· Πορεύομαι διακονῶν  τοῖς ἁγίοις τοῖς ἐν Ἱεροσολύμοις· καὶ πάλιν, ὅτανΚορινθίους παρακαλῇ πρὸς τὴν εὐποιίαν, καὶ Μακεδόνας λέγῃ εἰσενηνοχέναι,  καί φησιν·  Ἐὰν ᾖ ἄξιον  κἀμὲ πορεύεσθαι, τοῦτο  λέγει.  Καὶ ὅταν  λέγῃ·  Μόνον τῶν πτωχῶν  ἵνα μνημονεύωμεν, ὃ καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι, τοῦτο λέγει. Καὶ ὅταν λέγῃ· ∆εξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας,  ἵνα ἡμεῖς μὲν εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομὴν, τοῦτο λέγει. Ταῦτα δὲ οὐχ ἁπλῶς φησι περὶ τῶν πτωχῶν τῶν  ἐκεῖ, ἀλλ'  ὥστε ἐν  ἐκείνῳ  κοινωνεῖν  ἡμᾶς τῆς  εὐποιίας.  Οὐ γὰρ ὥσπερ τὸκήρυγμα  ἑαυτοῖς  ἀπενείμαμεν,  καὶ  ἡμεῖς  μὲν  εἰς  τὰ  ἔθνη,  ἐκεῖνοι  δὲ  εἰς  τὴν περιτομὴν, οὕτω καὶ τὴν πρόνοιαν τῶν πτωχῶν,  φησὶν, ἐνειμάμεθα. Καὶ πανταχοῦ ὁρᾷς αὐτῶν πολλὴν πρόνοιαν τὸν Παῦλον ποιούμενον· καὶ εἰκότως. Ἐν μὲν οὖν τοῖς ἄλλοις ἔθνεσιν, ἔνθα καὶ Ἰουδαῖοι ἦσαν καὶ Ἕλληνες, οὐδὲν τοιοῦτον ἐγίνετο· ἐκεῖ δὲ ἐπειδὴ τέως ἐδόκουν κρατεῖν καὶ αὐτονομεῖσθαι, καὶ πολλὰ καὶ τοῖς ἰδίοις νόμοις διοικεῖν, οὔπω τῆς ἀρχῆς κατάστασιν ἐχούσης, οὐδὲ τέλεον ὑπὸ Ῥωμαίοις κειμένης, εἰκότως  πολλῇ  τυραννίδι  ἐκέχρηντο.  Εἰ γὰρ  καὶ  ἐν  ἄλλαις  πόλεσιν,  ὥσπερ  ἐν Κορίνθῳ, ἔτυπτον τὸν ἀρχισυνάγωγον  ἔμπροσθεν τοῦ βήματος τοῦ ἀνθυπάτου, καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι ἔμελεν· ἀλλ' οὐκ ἐν τῇ Ἰουδαίᾳ;

βʹ. Ὁρᾷς γοῦν ὅτι ἐν μὲν ταῖς  ἄλλαις  πόλεσι  τοῖς  ἄρχουσιν  αὐτοὺς  προσάγουσι, καὶ  αὐτῶν  δέονται  εἰς βοήθειαν καὶ τῶν  ἐθνῶν·  ἐνταῦθα δὲ οὐδεμίαν ἐποιοῦντο  φροντίδα  τούτου, ἀλλ' αὐτοὶ  συνέδριον  καθίζουσι,  καὶ  ἀναιροῦσιν  οὓς  ἂν  ἐθέλωσιν.  Οὕτω  γοῦν  τὸν Στέφανον ἀνεῖλον, οὕτω τοὺς ἀποστόλους ἐμάστιξαν, οὐκ ἐπὶ ἄρχοντας ἀγαγόντες· οὕτω καὶ τὸν Παῦλον ἔμελλον ἀναιρεῖν, εἰ μὴ ὁ χιλίαρχος ἐπέῤῥιψεν ἑαυτόν. Ἔτι γὰρ τῶν ἱερέων ἑστώτων, ἔτι τοῦ ναοῦ, τῆς λατρείας, τῶν θυσιῶν, τοῦτο ἐγίνετο. Ὅρα γοῦν αὐτὸν τὸν Παῦλον ἐπὶ τοῦ ἱερέως κρινόμενον, καὶ λέγοντα· Οὐκ ᾔδειν ὅτι ἀρχιερεύς  ἐστι, καὶ  ταῦτα  ἐπὶ  τοῦ  ἄρχοντος.  Πολλὴν  γὰρ  εἶχον  τότε  ἐξουσίαν. Ἐννόησον  οὖν  οἷα  πάσχειν  εἰκὸς  ἦν  τοὺς  οἰκοῦντας  τὰ  Ἱεροσόλυμα  καὶ  τὴν Ἰουδαίαν. Ὁ τοίνυν ἀνάθεμα ὑπὲρ τῶν μήπω πιστευσάντων εὐχόμενος γενέσθαι, καὶ τοῖς πιστοῖς οὕτω διακονῶν, ὡς καὶ αὐτὸς πορεύεσθαι, εἰ δέοι, καὶ πολλὴν πανταχοῦ πρόνοιαν   αὐτῶν   ποιησάμενος,  τί  θαυμαστὸν,  εἰ  καὶ  διὰ  γραμμάτων   αὐτοὺς παρακαλεῖ καὶ παραμυθεῖται, καὶ ἀναπίπτοντας  αὐτοὺς καὶ κειμένους ἀνορθοῖ; καὶ γὰρ τεταριχευμένοι λοιπὸν ἦσαν, καὶ ἀπεγνωκότες ταῖς πολλαῖς θλίψεσι. Καὶ τοῦτο πρὸς τῷ τέλει  ἐμφαίνει  λέγων·  ∆ιὸ τὰς παρειμένας  χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε· καὶ πάλιν· Ἔτι μικρὸν ὅσον ὅσον, καὶ ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ· καὶ πάλιν, Εἰ ἐκτός ἐστε παιδείας· ἄρα νόθοι ἐστὲ, καὶ οὐχ υἱοί. Ἐπειδὴ γὰρ καὶ Ἰουδαῖοι ἦσαν, καὶ αὐτοὶ παρὰ τῶν πατέρων ἐμάνθανον, ὅτι καὶ τὰ ἀγαθὰ καὶ τὰ κακὰ παρὰ πόδας ἐχρῆν προσδοκᾷν, καὶ οὕτω βιῶναι, τότε δὲ τὸ ἐναντίον ἦν, τὰ μὲν ἀγαθὰ ἐν ἐλπίσι καὶ μετὰ θάνατον, τὰ δὲ κακὰ ἐν χερσὶ, καὶ πολλὰ καρτερη  σάντων  αὐτῶν,  εἰκὸς ἦν  ὀλιγοψυχεῖν  πολλοὺς,  πολὺν  ὑπὲρ τούτου ποιεῖται  τὸν λόγον. Ἀλλὰ ταῦτα μὲν ἐν καιρῷ τῷ προσήκοντι ἐπιλύσομεν· τέως δὲ, ὅτι ἀναγκαίως αὐτοῖς  ἔγραφεν,  ὧν  τοσαύτην  ἐποιεῖτο  πρόνοιαν·  καὶ  γὰρ  ἡ  αἰτία,  δι'  ἢν  οὐκ ἀπεστάλη πρὸς αὐτοὺς, δήλη ἦν· οὐ τοίνυν ἐκωλύετο γράφειν. Ὅτι δὲ ὠλιγοψύχουν, δείκνυσιν εἰπών· Τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε, καὶ τροχιὰς ὀρθὰς ποιήσατε· καὶ πάλιν· Οὐ γὰρ ἄδικος ὁ Θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου ὑμῶν καὶ τῆς ἀγάπης. Ἡ ψυχὴ γὰρ ὑπὸ πειρασμῶν πολλῶν καταληφθεῖσα, πολλάκις καὶ τῆς πίστεως ἐκτρέπεται. ∆ιὸ παραινεῖ προσέχειν τοῖς ἀκουσθεῖσι, καὶ μὴ εἶναι καρδίαν πονηρὰν ἀπιστίας. ∆ιὰ τοῦτο καὶ ἐν ταύτῃ μάλιστα τῇ ἐπιστολῇ πολλὰ περὶ πίστεως διαλέγεται, καὶ παραδείγματα πολλὰ ἐν τῷ τέλει δείκνυσιν, ὅτι κἀκείνοις παρὰ πόδας τὰ ἀγαθὰ ἐπηγγέλλετο,  καὶ οὐδὲν  ἔδωκε. Καὶ χωρὶς  τούτων,  ἵνα  μὴ ἐγκαταλελεῖφθαι  νομίσαιεν, δύο ταῦτα κατασκευάζει· ἓν μὲν πρὸς τὸ φέρειν πάντα γενναίως  τὰ συμπίπτοντα, ἕτερον δὲ πρὸς τὸ πάντως  προσδοκᾷν τὴν ἀμοιβήν· οὐ γὰρ  δὴ  περιόψεται  τοὺς  περὶ  Ἄβελ  καὶ  τοὺς  καθεξῆς  δικαίους  ἀγεράστους. Καὶ ποιεῖται  τὴν  παράκλησιν ἀπὸ τριῶν  τρόπων· ἑνὸς μὲν, ἐξ ὧν  ἔπαθεν  ὁ Χριστός· καθὼς καὶ αὐτὸς λέγει· Οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ· ἑτέρου δὲ, ἐξ ὧν ἀπόκειται τοῖς πιστεύουσιν ἀγαθῶν· καὶ τρίτου, ἐκ τῶν κακῶν. Καὶ τοῦτο οὐκ ἀπὸ τῶν μελλόν  των ἰσχυρίζεται μόνον, ὅπερ ἧττον ἦν πιθανὸν, ἀλλὰ καὶ ἀπὸ τῶν παρελθόντων,  καὶ γεγονότων  εἰς τοὺς πατέρας αὐτῶν. Τοῦτο καὶ ὁ Χριστὸς ποιεῖ, λέγων ποτὲ μέν· Οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ· καὶ πάλιν· Πολλαὶ μοναί εἰσι παρὰ τῷ Πατρί· καὶ μυρία ταλανίζει τοὺς μὴ πεπιστευκότας. Ποιεῖται δὲ πολὺν λόγον καὶ περὶ τῆς Καινῆς καὶ Παλαιᾶς ∆ιαθήκης· καὶ γὰρ πρὸς τὴν τῆς ἀναστάσεως πίστιν σφόδρα αὐτῷ τοῦτο ἐχρησίμευεν. Ἵνα γὰρ μὴ ἐξ ὧν ἔπαθε διαπιστῶσιν ὅτι ἀνέστη,  ἀπὸ  προφητῶν   αὐτὸ  ἰσχυροποιεῖ·  καὶ  δείκνυσιν   οὐκ  ὄντα  σεμνὰ  τὰ Ἰουδαϊκὰ, ἀλλὰ τὰ ἡμέτερα· ἔτι γὰρ καὶ ὁ ναὸς εἱστήκει, καὶ τὰ τῶν θυσιῶν· διὸ καὶ ἔλεγε,  Τοίνυν  ἐξερχώμεθα  ἔξω, τὸν  ὀνειδισμὸν  αὐτοῦ  φέροντες.  Ἠναντιοῦτο  δὲ αὐτῷ καὶ τοῦτο· εἰκὸς γὰρ ἦν εἰπεῖν τινας, ὅτι Εἰ ταῦτα σκιὰ, εἰ ταῦτα εἰκὼν, πῶς οὐ παρεχώρησεν,  οὐδὲ ὑπεξέστη τῆς  ἀληθείας  φανείσης,  ἀλλ' ἔτι  ταῦτα  ἀνθεῖ;  Καὶ τοῦτο δὲ ἠρέμα ᾐνίξατο  ἐσόμενον καὶ αὐτὸ εἰς καιρὸν  τὸν  προσήκοντα. Ὅτι δὲ πολὺν χρόνον εἶχον ἐν τῇ πίστει καὶ ταῖς θλίψεσιν, ἐδήλωσε λέγων· Ὀφείλοντες γὰρ εἶναι διδάσκαλοι διὰ τὸν χρόνον· καὶ, Μήποτε ἔσται ἔν τινι  ὑμῶν καρδία πονηρὰ ἀπιστίας· καὶ, Μιμηταὶ ἐγενήθητε τῶν διὰ μακροθυμίας κληρονομούντων  τὰς ἐπαγγελίας.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |