Ιωάννης Χρυσόστομος
Πρός Κορινθίους Β΄
Τόμος 61
ΙΘʹ Περὶ μὲν γὰρ τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους περιττόν μοί ἐστι τὸ γράφειν ὑμῖν.
αʹ. Τοσαῦτα περὶ αὐτῆς εἰπὼν, ἐνταῦθά φησι, Περιττόν μοί ἐστι τὸ γράφειν ὑμῖν. Καὶ οὐ τοῦτο μόνον ἐστὶν αὐτοῦ τὸ συνετὸν, ὅτι τοσαῦτα εἰπὼν, λέγει, Περιττόν μοί ἐστι τὸ γράφειν ὑμῖν, ἀλλ' ὅτι καὶ πάλιν λέγει περὶ αὐτῆς. Ταῦτα μὲν γὰρ ἃ μικρὸν ἔμπροσθεν εἴρηκε, περὶ τῶν τὰ χρήματα ὑποδεξαμένων εἶπεν, ὥστε τιμῆς ἀπολαῦσαι πολλῆς· τὰ δὲ πρὸ ἐκείνων, ἃ περὶ Μακεδόνων διελέγετο, ὅτι ἡ κατὰ βάθους πτωχεία αὐτῶν ἐπερίσσευσεν εἰς τὸν πλοῦτον τῆς ἁπλότητος αὐτῶν, καὶ τὰ ἄλλα πάντα, περὶ φιλανθρωπίας καὶ ἐλεημοσύνης. Ἀλλ' ὅμως, καὶ ἔμπροσθεν τοσαῦτα εἰπὼν, καὶ πάλιν μέλλων ἐρεῖν, Περιττόν μοί ἐστι, φησὶ, τὸ γράφειν ὑμῖν. Ποιεῖ δὲ τοῦτο, ὥστε μᾶλλον αὐτοὺς ἐπισπάσασθαι. Αἰσχύνεται γὰρ ἄνθρωπος δόξαν τοιαύτην ἔχων, ὡς μηδὲ δεῖσθαι συμβουλῆς, ἐλάττων φανῆναι τῆς ὑπολήψεως καὶ ὑστερεῖσθαι.
Οὕτω καὶ ἐπὶ τῆς κατηγορίας ποιεῖ πολλάκις, κατὰ παράλειψιν λέγων· καὶ γὰρ μεγάλην ἔχει τὴν ἰσχύν. Ὁ γὰρ δικαστὴς ὁρῶν τὴν μεγαλοψυχίαν τοῦ κατηγόρου, οὐδὲ ὑποπτεύει λοιπόν. Λογίζεται γὰρ, ὅτι ὁ πολλὰ ἐξὸν εἰπεῖν οὐκ εἰπὼν, πῶς ἂν τὰ οὐκ ὄντα πλάσειε; καὶ δίδωσι καὶ μεῖζον ὑποπτεύειν, ἢ εἰπεῖν, καὶ ἤθους χρηστοῦ ὑπόνοιαν περιτίθησιν ἑαυτῷ. Τοῦτο καὶ ἐπὶ τῆς συμβουλῆς καὶ ἐπὶ τῶν ἐγκωμίων ποιεῖ. Εἰπὼν γὰρ, Περιττόν ἐστι τὸ γράφειν, ὅρα πῶς συμβουλεύει· Οἶδα γὰρ τὴν προθυμίαν ὑμῶν, ἢν ὑπὲρ ὑμῶν καυχῶμαι Μακεδόσι. Μέγα μὲν οὖν καὶ τὸ αὐτὸν εἰδέναι· πολλῷ δὲ πλέον καὶ τὸ εἰς ἑτέρους ἐξενεγκεῖν· μείζονα γὰρ ἔχει τὴν ἰσχύν· οὐ γὰρ ἂν ἠθέλησαν ἐπὶ τοσοῦτον καταισχυνθῆναι. Εἶδες σύνεσιν προαιρέσεως; Ἀπὸ ἄλλων, τῶν Μακεδόνων, προέτρεψε. Γνωρίζω γὰρ ὑμῖν, φησὶ, τὴν χάριν τοῦ Θεοῦ τὴν δεδομένην ἐν ταῖς Ἐκκλησίαις τῆς Μακεδονίας. Προέτρεψεν ἀπ' αὐτῶν· Οἵτινες γὰρ, φησὶν, οὐ μόνον τὸ ποιῆσαι, ἀλλὰ καὶ τὸ θέλειν προενήρξασθε ἀπὸ πέρυσι. Προέτρεψεν ἀπὸ τοῦ Κυρίου· Γινώσκετε γὰρ, φησὶ, τὴν χάριν τοῦ Κυρίου ἡμῶν, ὅτι δι' ἡμᾶς ἐπτώχευσε, πλούσιος ὤν. Πάλιν ἐπὶ τὸ ἰσχυρὸν κεφάλαιον καταφεύγει, τὸ ἀφ' ἑτέρων. Ζηλότυπον γὰρ τὸ τῶν ἀνθρώπων γένος. Καὶ ἔδει μὲν τὸ τοῦ Κυρίου ὑπόδειγμα μᾶλλον αὐτοὺς ἐφελκύσασθαι, καὶ μετ' ἐκεῖνο, τὸ τῆς ἀντιδόσεως· ἀλλ' ἐπειδὴ ἀσθενέστεροι ἦσαν, τούτῳ μᾶλλον ἐφέλκεται. Οὐδὲν γὰρ τοσοῦτον, ὅσον ὁ ζῆλος ποιεῖ. Σκόπει δὲ πῶς αὐτὸ καὶ καινοτέρως εἰσάγει. Οὐ γὰρ εἶπε, Τούσδε μιμήσασθε· ἀλλὰ τί; Ὁ ἐξ ὑμῶν ζῆλος ἠρέθισε τοὺς πλείονας. Τί λέγεις; πρὸ μικροῦ ἔλεγες, ὅτι αὐτεπάγγελτοι, μετὰ πολλῆς τῆς παρακλήσεως δεόμενοι ἡμῶν· πῶς οὖν Ὁ ἐξ ὑμῶν ζῆλος; Ναὶ, φησίν· οὐ συνεβουλεύσαμεν, οὐ παρεκαλέσαμεν, ἀλλ' ἐπῃνέσαμεν μόνον ὑμᾶς, ἐκαυχησάμεθα μόνον, καὶ τοῦτο ἤρκεσεν αὐτοῖς εἰς προτροπήν. Εἶδες πῶς δι' ἀλλήλων αὐτοὺς διεγείρει, τούτους μὲν δι' ἐκείνων, ἐκείνους δὲ διὰ τούτων, καὶ τῷ ζήλῳ καὶ ἐγκώμιον ἀνέμιξε μέγιστον; Εἶτα ἵνα μὴ αὐτοὺς ἐπαίρῃ, κεκολασμένως μεθοδεύει, λέγων· Ὁ ἐξ ὑμῶν ζῆλος ἠρέθισε τοὺς πλείονας. Ἐννόησον τοίνυν ὅσον ἐστὶν ἑτέροις γενομένους αἰτίους τῆς φιλοτιμίας ταύτης, αὐτοὺς ὑστερεῖσθαι κατὰ τὴν εἰσφορὰν ταύτην. ∆ιὰ τοῦτο οὐκ εἶπε, Μιμήσασθε ἐκείνους· οὐ γὰρ τοσοῦτον εἶχε τὸν ζῆλον· ἀλλὰ πῶς; Ἐκεῖνοι ὑμᾶς ἐμιμήσαντο· μηδὲ φανῆτε τῶν μαθητῶν ἐλάττους οἱ διδάσκαλοι. Καὶ ὅρα πῶς διεγείρων αὐτοὺς καὶ ἀνάπτων μειζόνως, ὑποκρίνεται μετ' αὐτῶν ἑστάναι, καθάπερ ἐν φιλονεικίᾳ τινὶ καὶ ἁμίλλῃ τὸ μέρος αὐτῶν ἐπιλεγόμενος. Καθάπερ γὰρ ἀνωτέρω ἔλεγεν, ὅτι Αὐθαίρετοι μετὰ πολλῆς παρακλήσεως προσῆλθον ἡμῖν, εἰς τὸ παρακαλέσαι ἡμᾶς Τίτον, ἵνα καθὼς προενήρξατο, οὕτως ἐπιτελέσηται τὴν χάριν ταύτην· οὕτω καὶ ἐνταῦθά φησιν, ὅτι ∆ιὰ τοῦτο ἔπεμψα τοὺς ἀδελφοὺς, ἵνα μὴ κενωθῇ τὸ καύχημα ἡμῶν. Εἶδες αὐτὸν ἀγωνιῶντα καὶ τρέμοντα, ἵνα μὴ δόξῃ προτροπῆς ἕνεκεν εἰρηκέναι μόνον ἃ εἶπεν, ἀλλὰ, Τῷ οὕτως ἔχειν, φησὶν, ἔπεμψα τοὺς ἀδελφούς· τοσαύτην ὑπὲρ ὑμῶν ποιοῦμαι σπουδὴν, ἵνα μὴ κενωθῇ τὸ καύχημα ἡμῶν. Καὶ δοκεῖ τοῦ μέρους ἑαυτὸν ποιεῖν τῶν Κορινθίων διὰ πάντων, καίτοι πάντων ὁμοίως κηδόμενος. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Πάνυ σεμνύνομαι ἐφ' ὑμῖν, καλλωπίζομαι παρὰ πᾶσιν, ἐκαυχησάμην καὶ παρ' ἐκείνοις· ὥστε, ἂν ὑστερήσητε, κοινὰ τὰ τῆς αἰσχύνης. Καὶ τοῦτο δὲ μεμετρημένως· προσέθηκε γὰρ, Ἐν τούτῳ τῷ μέρει· οὐ πανταχοῦ· ἵνα, καθὼς ἔλεγον, παρεσκευασμένοι ἦτε. Οὐδὲ γὰρ εἶπον, ὅτι μέλλουσιν, ἀλλ' ὅτι πάντα ηὐτρέπισται, καὶ οὐδὲν αὐτοῖς ἐνδεῖ λοιπόν. Τοῦτο οὖν βούλομαι διὰ τῶν ἔργων δειχθῆναι, φησίν. Εἶτα καὶ αὔξει τὴν ἀγωνίαν, λέγων· Μή πως, ἐὰν ἔλθωσι σὺν ἐμοὶ Μακεδόνες, καταισχυνθῶμεν ἡμεῖς (ἵνα μὴ λέγωμεν, ὑμεῖς), ἐν ταύτῃ τῇ ἀποστάσει τῆς καυχήσεως.
βʹ. Μείζων ἡ ἐντροπὴ, ὅταν πολλοὺς ἐπιστήσῃ τοὺς θεατὰς, αὐτοὺς τοὺς ἀκηκοότας. Καὶ οὐκ εἶπε, Φέρω γὰρ Μακεδόνας μετ' ἐμοῦ, ἔρχονται γὰρ Μακεδόνες μετ' ἐμοῦ, ἵνα μὴ δόξῃ ἐπίτηδες αὐτὸ ποιεῖν· ἀλλὰ πῶς; Μή πως, ἐὰν ἔλθωσι σὺν ἐμοὶ Μακεδόνες. Συμβαίνει γὰρ τοῦτο, φησὶ, γενέσθαι, τῶν ἐγχωρούντων ἐστίν. Οὕτω γὰρ καὶ ἀνύποπτον ἐποίει τὸν λόγον· εἰ δὲ ἐκείνως εἶπε, καὶ φιλονεικοτέρους ἐποίησεν ἄν. Ὅρα πῶς οὐκ ἀπὸ τῶν πνευματικῶν μόνον αὐτοὺς ἐνάγει, ἀλλὰ καὶ ἀπὸ τῶν ἀνθρωπίνων. Εἰ γὰρ καὶ ἐμὲ οὐδὲν μέγα τίθεσθε, φησὶ, θαῤῥεῖτε δὲ ὡς συγγινώσκοντι, ἀλλ' ἐννοεῖτε Μακεδόνας, Μή πως, ἐὰν ἔλθωσι, καὶ εὕρωσιν ὑμᾶς· καὶ οὐκ εἶπε, μὴ βουλομένους, ἀλλὰ, ἀπαρασκευάστους, μηδέπω τὸ πᾶν πεπληρωκότας. Εἰ δὲ τοῦτο αἰσχύνη, τὸ μὴ ταχέως ἐνεγκεῖν· τὸ μηδὲ ὅλως εἰσενεγκεῖν, ἢ ἔλαττον τοῦ δέοντος, ἐννόησον ἡλίκον. Εἶτα πράως τὸ ἐξ αὐτοῦ συμβησόμενον, καὶ πληκτικῶς τίθησιν, οὕτως εἰπών· Καταισχυνθῶμεν ἡμεῖς, ἵνα μὴ λέγωμεν, ὑμεῖς. Καὶ κολάζει πάλιν λέγων· Ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως· οὐ ῥᾳθυμοτέρους ποιῶν, ἀλλὰ δεικνὺς, ὅτι τοὺς ἐν τοῖς ἄλλοις εὐδοκιμοῦντας, καὶ ἐν ταύτῃ πολλὴν ἔχειν δεῖ τὴν παῤῥησίαν. Ἀναγκαῖον οὖν ἡγησάμην προπέμψαι τοὺς ἀδελφοὺς, ἵνα προκαταρτίσωσι ταύτην τὴν εὐλογίαν ὑμῶν ἑτοίμην εἶναι οὕτως ὡς εὐλογίαν, καὶ μὴ ὡς πλεονεξίαν. Πάλιν αὐτὸ ἀνέλαβεν ἑτέρως· καὶ ἵνα μὴ δόξῃ ἁπλῶς ταῦτα λέγειν, καὶ τὴν αἰτίαν τῆς ὁδοῦ οὐκ ἄλλην εἶναί φησιν, ἀλλ' ὥστε μὴ καταισχυνθῆναι αὐτούς. Ὁρᾷς ὅτι τὸ, Περιττόν μοί ἐστι τὸ γράφειν ὑμῖν, ἀρχὴ συμβουλῆς ἦν; Ὁρᾷς γοῦν ὅσα περὶ ταύτης διαλέγεται τῆς διακονίας; Μετὰ δὲ τούτου κἀκεῖνο ἔστιν εἰπεῖν, ὅτι ἵνα μὴ δόξῃ ἐναντιολογεῖσθαι εἰπὼν περιττὸν, καὶ περὶ αὐτοῦ διαλεγόμενος, πρὸς τῷ περὶ τάχους διαλέγεσθαι καὶ δαψιλείας καὶ προθυμίας, διὰ τούτων κἀκεῖνο κατασκευάζει. Τὰ γὰρ τρία ταῦτα ἀπαιτεῖ, καὶ ἐκίνησε μὲν ταυτὶ τὰ κεφάλαια καὶ ἐν ἀρχῇ· ὅταν γὰρ λέγῃ, Ἐν πολλῇ δοκιμῇ θλίψεως ἡ περισσεία τῆς χαρᾶς αὐτῶν, καὶ ἡ κατὰ βάθους πτωχεία ἐπερίσσευσεν εἰς τὸν πλοῦτον τῆς ἁπλότητος αὐτῶν, οὐδὲν ἄλλο λέγει, ἢ ὅτι καὶ πολὺ εἰσήνεγκαν, καὶ μετὰ χαρᾶς, καὶ μετὰ τάχους, καὶ οὐ μόνον τὸ δοῦναι οὐ πολὺ ἐλύπησεν, ἀλλ' οὐδὲ τὸ ἐν πειρασμοῖς εἶναι· ὅπερ τοῦ δοῦναι φορτικώτερον. Καὶ τὸ, Ἡμῖν ἔδωκαν ἑαυτοὺς, καὶ τοῦτο καὶ τὴν προθυμίαν αὐτῶν δείκνυσι, καὶ τὸ σφόδρα αὐτοὺς πιστεύειν. Πάλιν δὲ καὶ ἐνταῦθα αὐτὰ μεταχειρίζει. Ἐπειδὴ γὰρ ταῦτα ἐναντία ἐστὶ, φιλοτιμία καὶ προθυμία, καὶ ὁ μὲν πολὺ δοὺς πολλάκις ἀθυμεῖ, ὁ δὲ ὑπὲρ τοῦ μὴ ἀλγεῖν ἔλαττον δίδωσιν, ὅρα πῶς ἑκατέρους ἐπιμελεῖται, καὶ μετὰ τῆς προσηκούσης αὐτῷ συνέσεως. Οὐ γὰρ εἶπεν, Ὀλίγον βέλτιον δοῦναι καὶ μετὰ προαιρέσεως, ἣ πολὺ μετὰ ἀνάγκης· ἐπειδὴ καὶ πολὺ, καὶ μετὰ προαιρέσεως ἠβούλετο αὐτοὺς εἰσενεγκεῖν· ἀλλὰ πῶς; Ἵνα προκαταρτίσωσι τὴν εὐλογίαν ὑμῶν ἑτοίμην εἶναι ὡς εὐλογίαν, μὴ ὡς πλεονεξίαν. Πρότερον ἀπὸ τοῦ ἡδίστου καὶ κουφοτέρου ἄρχεται, τοῦ μὴ μετὰ ἀνάγκης· Εὐλογία γὰρ, φησὶν, ἐστίν. Ὅρα πῶς ἐν τάξει παραινέσεως τὸν καρπὸν εὐθέως δείκνυσι βλαστάνοντα, καὶ εὐλογίας πεπληρωμένους τοὺς παρέχοντας. Καὶ τῇ προσηγορίᾳ αὐτοὺς ἐπεσπάσατο· οὐδεὶς γὰρ εὐλογίαν δίδωσι μετὰ λύπης. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη, ἀλλ' ἐπήγαγε· Μὴ ὡς πλεονεξίαν. Μὴ νομίσητε, φησὶν, ὅτι ὡς πλεονεκτοῦντες αὐτὴν λαμβάνομεν, ἀλλ' ὥστε αἴτιοι γενέσθαι ὑμῖν εὐλογίας. Ἡ γὰρ πλεονεξία ἀκόντων ἐστίν· ὥστε ὁ διδοὺς ἐλεημοσύνην ἄκων, πλεονεξίαν δίδωσιν. Εἶτα ἀπὸ τούτου πάλιν ἐπ' ἐκεῖνο μετέβη, τὸ φιλοτίμως διδόναι. Τοῦτο δὲ λέγω. Τουτέστιν, ὅτι μετὰ τούτου κἀκεῖνό φημῖ. Ποῖον; ὅτι Ὁ σπείρων φειδομένως, φειδομένως καὶ θερίσει· καὶ ὁ σπείρων ἐπ' εὐλογίαις, ἐπ' εὐλογίαις καὶ θερίσει. Καὶ οὐκ εἶπε, Μικρολόγως, ἀλλ' εὐφημότερον, τὸ τοῦ φειδωλοῦ θεὶς ὄνομα. Καὶ σπόρον τὸ πρᾶγμα ἐκάλεσεν, ἵνα εὐθέως πρὸς τὴν ἀντίδοσιν ἴδῃς, καὶ τὸν ἀμητὸν ἐννοήσας, μάθῃς ὅτι πλείονα λαμβάνεις ἢ δίδως. ∆ιὸ οὐκ εἶπεν, Ὁ διδοὺς, ἀλλ', Ὁ σπείρων· καὶ οὐκ εἶπεν, Ὑμεῖς ἐὰν σπείρητε, ἀλλὰ καθολικὸν τὸν λόγον ποιεῖ. Οὐδὲ εἶπε, ∆αψιλῶς, ἀλλ', Ἐπ' εὐλογίαις· ὃ πολὺ τούτου μεῖζον ἦν. Καὶ πάλιν ἐπὶ τὸ πρότερον τὸ ἡδὺ καταφεύγει, λέγων· Ἕκαστος καθὼς προαιρεῖται τῇ καρδίᾳ. Μᾶλλον γὰρ ἐξουσίαν τις λαβὼν, ἢ ἀναγκαζόμενος ποιεῖ. ∆ιὸ καὶ τούτῳ ἐνδιατρίβει· εἰπὼν γὰρ, Καθὼς προαιρεῖται, ἐπήγαγε· Μὴ ἐκ λύπης, μηδὲ ἐξ ἀνάγκης. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη, ἀλλὰ καὶ ἀπὸ Γραφῆς μαρτυρίαν ἐπάγει, λέγων· Ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός. Εἶδες πῶς συνεχῶς τοῦτο τίθησιν; Οὐ κατ' ἐπιταγὴν λέγω, καὶ, Γνώμην ἐν τούτῳ δίδωμι, καὶ, Ὡς εὐλογίαν, καὶ μὴ ὡς πλεονεξίαν· καὶ πάλιν, Μὴ ἐκ λύπης, μηδὲ ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός. Ἐνταῦθα οἶμαι τὸ ἱλαρὸν δαψιλῆ λέγεσθαι· πλὴν αὐτὸς εἰς τὸ μετὰ προθυμίας διδόναι αὐτὸ παρέλαβεν. Ἐπειδὴ γὰρ τὸ παράδειγμα Μακεδόνων, καὶ τὰ ἄλλα ἅπαντα ἱκανὰ ἦν ἐργάσασθαι τὴν πολυτέλειαν· οὐ πολλὰ περὶ αὐτῆς φθέγγεται, ἀλλὰ περὶ τοῦ μὴ ἄκοντας διδόναι. Εἰ γὰρ ἔργον ἐστὶν ἀρετῆς, πᾶν δὲ τὸ ἐξ ἀνάγκης ὑποτέμνεται τὸν μισθὸν, εἰκότως τοῦτο ἐργάζεται. Καὶ οὐ συμβουλεύει μόνον, ἀλλὰ καὶ ἐπεύχεται, ὅπερ ἀεὶ ποιεῖ, λέγων· ∆υνατὸς δὲ ὁ Θεὸς πᾶσαν χάριν πληρῶσαι εἰς ὑμᾶς. γʹ. ∆ιὰ τῆς εὐχῆς λογισμὸν ὑφορμοῦντα τῇ φιλοτιμίᾳ ταύτῃ ἀναιρεῖ, τὸν καὶ νῦν πολλοῖς ἐμποδίζοντα. Καὶ γὰρ πολλοὶ δεδοίκασιν ἐλεημοσύνην δοῦναι, λέγοντες. Μή πως πένης γένωμαι, μή πως ἑτέρων δεηθῶ. Τοῦτον οὖν καταλύων τὸν φόβον, προστίθησι τὴν εὐχὴν, λέγων· Πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς. Οὐχ ἁπλῶς πληρῶσαι, ἀλλὰ, Περισσεῦσαι. Τί δέ ἐστι, Χάριν περισσεῦσαι; Ἐμπλῆσαι, φησὶν, ὑμᾶς τοσούτων, ὡς δύνασθαι περιττεύειν ἐν τῇ φιλοτιμίᾳ ταύτῃ. Ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες, περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν. Ὅρα καὶ ἐν τῇ προσευχῇ αὐτοῦ πολλὴν τὴν φιλοσοφίαν. Οὐ πλοῦτον εὔχεται οὐδὲ περισσείαν, ἀλλὰ πᾶσαν αὐτάρκειαν. Καὶ οὐ τοῦτο μόνον ἐστὶν αὐτοῦ τὸ θαυμαστὸν, ἀλλ' ὅτι ὥσπερ τὸ περιττὸν οὐκ ἐπηύξατο, οὕτως οὐ θλίβει αὐτοὺς, οὐδὲ ἀναγκάζει ἀπὸ τοῦ ὑστερήματος δοῦναι, συγκαταβαί νων αὐτῶν τῇ ἀσθενείᾳ, ἀλλ' αὐτάρκειαν αἰτεῖ, καὶ δείκνυσιν ἅμα ὅτι τοῖς παρὰ τοῦ Θεοῦ δώροις οὐ κατακεχρῆσθαι δεῖ. Ἵνα περισσεύητε, φησὶν, εἰς πᾶν ἔργον ἀγαθόν. ∆ιὰ τοῦτο, φησὶ, ταῦτα αἰτῶ, ἵνα καὶ ἑτέροις παρέχητε. Καὶ οὐκ εἶπε, Παρέχητε, ἀλλὰ, Περισσεύητε. Ἐν μὲν γὰρ τοῖς σαρκικοῖς αὐτάρκειαν αὐτοῖς αἰτεῖ, ἐν δὲ τοῖς πνευματικοῖς καὶ περισσείαν, οὐκ ἐν ἐλεημοσύνῃ μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ἅπασι· τοῦτο γάρ ἐστι τὸ, Εἰς πᾶν ἔργον ἀγαθόν. Εἶτα τὸν προφήτην αὐτοῖς ἐπάγει σύμβουλον, μαρτυρίαν ζητήσας τὴν εἰς δαψίλειαν αὐτοὺς ἐκκαλουμένην, καί φησι· Καθὼς γέγραπται, Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν· ἡ δικαιοσύνη αὑτοῦ μένει εἰς τὸν αἰῶνα. Τοῦτό ἐστι, Περισσεύητε. Τὸ γὰρ, Ἐσκόρπισεν, οὐδενὸς ἄλλου δηλωτικόν ἐστιν, ἢ τοῦ μετὰ δαψιλείας διδόναι. Εἰ γὰρ καὶ αὐτὰ οὐ μένει, ἀλλὰ τὰ ἐξ αὐτῶν μένει. Καὶ γὰρ τὸ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι φυλαττόμενα μὲν ἀπόλλυται, σκορπιζόμενα δὲ μένει, καὶ μένει διαπαντός.
∆ικαιοσύνην δὲ ἐνταῦθα τὴν φιλανθρωπίαν ἐκάλεσε· καὶ γὰρ δικαίους ποιεῖ, τὰ ἁμαρτήματα ὥσπερ πῦρ ἀναλίσκουσα, ὅταν μετὰ δαψιλείας ἐκχέηται. Μὴ τοίνυν ἀκριβολογώμεθα, ἀλλὰ ἀθρόᾳ τῇ χειρὶ σπείρωμεν. Οὐχ ὁρᾷς μίμοις πόσα διδόασιν ἕτεροι, καὶ γυναιξὶ πόρναις; Κἂν τὰ ἡμίση τῷ Χριστῷ δὸς, ὧν τοῖς ὀρχουμένοις ἐκεῖνοι διδόασιν· ὅσα πρὸς φιλοτιμίαν ἐκεῖνοι τοῖς ἐπὶ σκηνῆς, τοσαῦτα σὺ κἂν πεινῶντι δός. Ἐκεῖνοι μὲν γὰρ τὸ σῶμα τῶν ἑταιριζομένων καὶ χρυσίῳ περιβάλλουσιν ἀφάτῳ· σὺ δὲ οὐδὲ ἱματίῳ ψιλῷ τὴν σάρκα τοῦ Χριστοῦ, καὶ ταῦτα
γυμνὴν ὁρῶν. Ποίας τοῦτο συγγνώμης ἄξιον, πόσης δὲ οὐ κολάσεως, ὅταν ἐκεῖνος μὲν τῇ ἀπολλυούσῃ αὐτὸν καὶ καταισχυνούσῃ τοσαῦτα παρέχῃ, σὺ δὲ μηδὲ τὸ ἐλάχιστον τῷ σώζοντί σε καὶ ποιοῦντι λαμπρότερον; Ἀλλὰ εἰς γαστέρα μὲν καὶ μέθην καὶ ἀσωτίαν ἀναλίσκων, οὐδαμοῦ πενίας μέμνησαι· ἂν δὲ πενίαν διορθῶσαι δέῃ, πάντων γίνῃ πτωχότερος· καὶ παρασίτους μὲν τρέφων καὶ κόλακας, ὡς ἀπὸ πηγῶν δαπανῶν, οὕτω χαίρεις· εἰ δέ που πτωχὸν ἴδοις, τότε σοι ὁ τῆς πενίας ἐπιτίθεται φόβος. ∆ιὰ δὴ τοῦτο καὶ παρ' ἡμῶν αὐτῶν καὶ παρ' ἑτέρων κατακριθησόμεθα τότε, καὶ τῶν κατωρθωκότων καὶ τῶν διαμαρτόντων. Ἐρεῖ γάρ
σοι, ∆ιὰ τί οὐ γέγονας οὕτω μεγαλόψυχος ἐν τοῖς προσήκουσιν; Ἀλλ' οὗτος μὲν πόρνῃ διδοὺς, οὐδὲν τούτων ὑπελογίζετο· σὺ δὲ τῷ ∆εσπότῃ παρέχων τῷ εἰρηκότι μὴ μεριμνᾷν, φόβου γέμεις καὶ τρόμου; καὶ τίνος ἂν εἴης συγγνώμης ἄξιος; Εἰ γὰρ ἄνθρωπος οὐ περιόψεται λαβὼν, ἀλλ' ἀποδώσει τὴν χάριν, πολλῷ μᾶλλον ὁ Χριστός. Ὁ γὰρ καὶ χωρὶς τοῦ λαβεῖν διδοὺς, πῶς μετὰ τὸ λαβεῖν οὐ δώσει; Τί οὖν, φησὶν, ὅταν πολλὰ ἀναλώσαντές τινες, πρὸς τῷ μὴ λαβεῖν καὶ ἑτέρων δέωνται; Περὶ τῶν τὰ πάντα δαπανησάντων λέγεις, αὐτὸς οὐδὲ ὀβολὸν διδούς. Ὑπόσχου τὰ πάντα κενώσειν, καὶ τότε [καὶ] περὶ ἐκείνων ἐρώτα· ἕως δ' ἂν φειδωλὸς ᾖς, καὶ ὀλίγα ἐκ τῶν ὄντων παρέχῃς, τί μοι προβάλλῃ σκήψεις καὶ προφάσεις; Οὐδὲ γὰρ ἐπὶ τὴν ἄκραν τῆς ἀκτημοσύνης σε ἄγομεν κορυφὴν, ἀλλὰ τέως σε τὰ περιττὰ περικόπτειν ἀξιοῦμεν, καὶ τῆς αὐταρκείας μόνης ἐρᾷν. Αὐτάρκεια δὲ τῇ χρείᾳ τούτων ὁρίζεται, ὧν ἄνευ ζῇν οὐκ ἔνι. Οὐδείς σε τούτων ἀφέλκει, οὐδὲ κωλύει τὴν καθημερινὴν τροφήν· τροφὴν, οὐ τρυφὴν λέγω· σκεπάσματα, οὐ καλλωπίσματα. Μᾶλλον δὲ, εἴ τις ἀκριβῶς ἐξετάσειε, τοῦτό ἐστι τρυφὴ μάλιστα. Σκόπει δέ· τίνα ἂν εἴποιμεν τρυφᾷν μᾶλλον, τὸν λαχάνοις τρεφόμενον, καὶ ὑγιαίνοντα καὶ οὐδὲν πάσχοντα ἀηδὲς, ἢ τὸν συβαριτικὴν ἔχοντα τράπεζαν, καὶ μυρίων γέμοντα νοσημάτων; Εὔδηλον ὅτι τοῦτον. Οὐκοῦν μηδὲν πλέον τούτου ζητῶμεν, εἰ καὶ τρυφᾷν βουλόμεθα καὶ μετὰ ὑγείας ζῇν· καὶ τούτῳ τὴν αὐτάρκειαν ὁριζώμεθα. Καὶ ὁ μὲν ὀσπρίοις δυνάμενος ἀρκεῖσθαι, καὶ ὑγιαίνειν, μηδὲν πρὸς τούτοις ζητείτω· ὁ δὲ ἀσθενέστερος, καὶ τῆς διὰ τῶν λαχάνων δεόμενος θεραπείας, μὴ κωλυέσθω. Εἰ δὲ καὶ τούτου τις ἀσθενέστερος εἴη, καὶ τῆς συμμέτρου τῆς ἀπὸ κρεῶν βοηθείας δέοιτο, οὐδὲ τούτου αὐτὸν ἀπείρξομεν. Οὐδὲ γὰρ ἵνα ἀνέλωμεν τοὺς ἀνθρώπους καὶ διαφθείρωμεν, ταῦτα συμβουλεύομεν, ἀλλ' ἵνα τὰ περιττὰ περικόψωμεν, περιττὸν δέ ἐστιν, ὃ τῆς χρείας πλέον ἐστίν. Ὅταν γὰρ καὶ χωρὶς τούτου δυνάμεθα διάγειν ὑγιῶς καὶ εὐσχημόνως, περιττὸν πάντως ἐκεῖνό ἐστι προστεθέν.
δʹ. Τοῦτο καὶ ἐπὶ ἱματίων λογιζώμεθα, καὶ ἐπὶ τραπέζης, καὶ ἐπὶ οἰκίας, καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων· καὶ τὴν χρείαν ζητῶμεν πανταχοῦ. Τὸ γὰρ περιττὸν καὶ ἀνόνητον. Ὅταν τὴν αὐτάρκειαν μελετήσῃς, τότε σε βουλόμενον τῆς χήρας γενέσθαι ζηλωτὴν, εἰς τὰ μείζω τούτων ἐνάξομεν. Οὐδέπω γὰρ ἔφθασας πρὸς τὴν τῆς γυναικὸς φιλοσοφίαν, ἕως ἂν αὐταρκείας φροντίζῃς. Ἐκείνη γὰρ καὶ ταύτης ἀνωτέρα γέγονεν· ἃ γὰρ ἔμελλεν αὐτὴν διαθρέψειν, ταῦτα κατέβαλε πάντα. Ἔτι οὖν διαπορήσεις περὶ τῶν ἀναγκαίων, καὶ οὐκ αἰσχύνῃ γυναικὸς ἡττώμενος, καὶ οὐ μόνον αὐτὴν οὐ ζηλῶν, ἀλλὰ καὶ σφόδρα αὐτῆς ἀπολιμπανόμενος; Ἐκείνη γὰρ οὐκ εἶπε ταῦτα τὰ παρ' ὑμῶν λεγόμενα, Τί δὲ, ἂν πάντα ἀναλώσασα ἀναγκασθῶ δεηθῆναι ἑτέρου; ἀλλὰ φιλοτίμως ἀπεδύσατο τὰ ὄντα. Τί ἄν τις εἴποι περὶ τῆς ἐν τῇ Παλαιᾷ τῆς ἐπὶ τοῦ προφήτου Ἠλίου; Ἐκείνῃ γὰρ οὐκέτι περὶ πενίας, ἀλλὰ καὶ περὶ θανάτου καὶ τελευτῆς ὁ κίνδυνος ἦν, οὐ τῆς οἰκείας μόνον, ἀλλὰ καὶ τῆς τῶν παίδων. Οὐδὲ γὰρ παρ' ἑτέρων προσεδόκα λήψεσθαι, ἀλλὰ ἀποθανεῖσθαι εὐθέως. Ἀλλὰ τὸν προφήτην εἶδε, φησὶ, καὶ ἐντεῦθεν φιλότιμος γέγονεν. Ὑμεῖς δὲ οὐχ ὁρᾶτε μυρίους ἁγίους; καὶ τί λέγω ἁγίους; τὸν τῶν προφητῶν ὁρᾶτε προσαιτοῦντα ∆εσπότην, καὶ οὐδὲ οὕτω φιλάνθρωποι γίνεσθε· ἀλλὰ ταμιεῖα ἔχοντες ἐρευγόμενα ἐκ τούτου εἰς τοῦτο, οὐδὲ ἐκ τοῦ περισσεύματος μεταδίδοτε. Τί λέγεις; προφήτης ἦν ὁ παρὼν, καὶ τοῦτο αὐτὴν ἔπεισε μεγαλοψυχῆσαι τοσοῦτον; Αὐτὸ μὲν οὖν τοῦτο πολλοῦ θαύματος ἄξιον, ὅτι ἐπείσθη μέγαν αὐτὸν εἶναι καὶ θαυμαστόν. Πῶς γὰρ οὐκ εἶπεν, οἷα εἰκὸς ἦν βάρβαρον γυναῖκα καὶ ἀλλόφυλον λογίσασθαι, ὅτι Εἰ προφήτης ἦν, οὐκ ἂν ἐμοῦ ἐδεήθη; εἰ Θεοῦ φίλος ἦν, οὐκ ἂν αὐτὸν περιεῖδεν; ἔστω, Ἰουδαῖοι διὰ ἁμαρτήματα ταύτην τίνουσι τὴν δίκην· οὗτος δὲ πόθεν, καὶ διὰ τί; Ἀλλ' οὐδὲν τούτων ἐνενόησεν, ἀλλ' ἀνέῳ ξεν αὐτῷ τὴν οἰκίαν, καὶ πρὸ τῆς οἰκίας τὴν γνώμην, καὶ πάντα τὰ ὄντα εἰς μέσον τέθεικε, καὶ τὴν φύσιν ἀφεῖσα, καὶ τῶν παίδων καταφρονήσασα, τὸν ξένον προετίμησε πάντων. Ἐννόησον οὖν ὅση κόλασις κείσεται, ὅταν γυναικὸς χήρας, πτωχῆς, ἀλλοφύλου, βαρβάρου, παίδων μητρὸς, τούτων οὐδὲν εἰδυίας ὧν ἡμεῖς ἴσμεν, ἔλαττον φέρωμεν, καὶ ἀσθενέστεροι ὦμεν. Οὐ γὰρ, ἂν τὸ σῶμα ἔχωμεν ἰσχυρὸν, ἀνδρεῖοί τινές ἐσμεν. Καὶ γὰρ ἐκεῖνος μόνος ταύτην ἔχει τὴν ἀρετὴν, κἂν ἐπὶ κλίνης ᾖ βεβλημένος, ὁ τὴν ἰσχὺν οἴκοθεν ἔχων· ὡς ταύτης ἄνευ, κἂν ὄρος τις ἀνασπᾷ τῇ τοῦ σώματος ῥώμῃ, οὐδὲν αὐτὸν κορασίου καὶ γραϊδίου ταλαιπώρου φαίην ἂν ἰσχυρότερον εἶναι. Ὁ μὲν γὰρ ἀσωμάτοις παλαίει κακοῖς, οὗτος δὲ οὐδὲ ἀντιβλέψαι τολμᾷ. Καὶ ἵνα μάθῃς, ὅτι οὗτος ἀνδρείας ὅρος, ἀπ' αὐτοῦ τούτου τοῦ παραδείγματος αὐτὸ συνάγαγε. Τί γὰρ αὐτῆς ἀνδρειότερον γένοιτ' ἂν τῆς γυναικὸς, ἣ καὶ πρὸς φύσεως τυραννίδα, καὶ πρὸς λιμοῦ βίαν, καὶ πρὸς τελευτῆς ἀπειλὴν ἔστηγενναίως, καὶ πάντων γέγονεν ἰσχυροτέρα; Ἄκουσον γοῦν πῶς ὁ Χριστὸς αὐτὴν ἀνακηρύττει. Πολλαὶ γὰρ, φησὶν, ἦσαν χῆραι ἐν ταῖς ἡμέραις Ἠλία, καὶ πρὸς οὐδεμίαν ὁ προφήτης ἀπεστέλλετο, ἀλλ' ἢ πρὸς ἐκείνην. Εἴπω τι μέγα καὶ παράδοξον; Αὕτη τοῦ πατρὸς ἡμῶν Ἀβραὰμ πλέον εἰς φιλοξενίαν εἰσήνεγκεν. Οὐ γὰρ εἰς ἀγέλην ἔδραμε, καθάπερ ἐκεῖνος, ἀλλ' ἀπὸ τῆς δρακὸς ἐκείνης παρήλαυνεν ἅπαντας τοὺς ἐπὶ φιλοξενίᾳ βεβοημένους. Ἐκεῖνος μὲν γὰρ ἐνίκα, ὅτι εἰς τοῦτο ἑαυτὸν ἔταξεν· αὕτη δὲ, ὅτι οὐδὲ τῶν παίδων ἐφείσατο διὰ τὸν ξένον, καὶ οὐδὲ προσδοκῶσα τὰ μέλλοντα. Ἡμεῖς δὲ, βασιλείας οὔσης, γεέννης ἀπειλουμένης, ὃ πάντων μεῖζον, τοῦ Θεοῦ τοσαῦτα ὑπὲρ ἡμῶν ἐργασαμένου, καὶ τούτοις εὐφραινομένου καὶ χαίροντος, ἀναπεπτώκαμεν. Μὴ, παρακαλῶ· ἀλλὰ σκορπίσωμεν, δῶμεν πένησιν ὡς δοῦναι δεῖ. Τὸ γὰρ πολὺ καὶ τὸ ὀλίγον οὐ τῷ μέτρῳ τῶν διδομένων ὁ Θεὸς ὁρίζει, ἀλλὰ τῇ δυνάμει τῆς οὐσίας τοῦ διδόντος. Πολλάκις γοῦν τοῦ μόνον ἕνα καταθέντος ὀβολὸν ἔλαττον σὺ κατέθηκας, ὁ στατῆρας χρυσοῦ καταβαλὼν ἑκατόν· ἀπὸ γὰρ τοῦ περισσεύματος ἔβαλες. Πλὴν κἂν οὕτω ποίει, καὶ ἥξεις ταχέως καὶ ἐπὶ τὸ δαψιλέστερον. Σκόρπισον χρήματα, ἵνα συναγάγῃς δικαιοσύνην. Οὐδὲ γὰρ θέλει μετὰ τῶν χρημάτων αὐτὴ παραγίνεσθαι, ἀλλὰ δι' αὐτῶν μὲν, οὐ μετ' αὐτῶν δὲ ἡμῖν παρέστη. Οὐ γὰρ ἔστιν ὁμοῦ καὶ χρημάτων ἐπιθυμίαν, καὶ δικαιοσύνην οἰκεῖν· κεχωρισμένας γὰρ ἔχουσι τὰς σκηνάς. Μὴ δὴ φιλονείκει τὰ ἄμικτα συνάγειν, ἀλλὰ ἀπέλασον τὴν τύραννον φιλαργυρίαν, εἰ βούλει τὴν βασιλίδα λαβεῖν. Αὕτη γάρ ἐστιν ἡ βασίλισσα, καὶ ἐλευθέρους ἐκ δούλων ποιοῦσα· οὗ τοὐναντίον ἐκείνη. ∆ιὸ μετὰ πάσης σπουδῆς τὴν μὲν φύγωμεν, τὴν δὲ ἀσπαζώμεθα, ἵνα καὶ τῆς ἐνταῦθα τύχωμεν ἐλευθερίας, καὶ τῆς βασιλείας ἐπιτύχωμεν τῶν οὐρανῶν· ἧς δὴ καὶ γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κʹ. Ὁ δὲ ἐπιχορηγῶν σπέρμα τῷ σπείροντι, καὶ ἄρτον εἰς βρῶσιν χορηγήσαι, καὶ πληθύναι τὸν σπόρον ὑμῶν, καὶ αὐξήσαι τὰ γεννήματα τῆς δικαιοσύνης ὑμῶν.
αʹ. Μάλιστα ἄν τις ἐκ τούτου θαυμάσειε τὴν Παύλου σύνεσιν, ὅτι προτρέψας ἀπὸ τῶν πνευματικῶν, ἀπὸ τῶν σαρκικῶν, καὶ ἐν τῇ ἀντιδόσει πάλιν τὸ αὐτὸ τοῦτο ποιεῖ, ἑκατέρας τιθεὶς τὰς ἀμοιβάς. Τὸ μὲν οὖν, Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα, πνευματικῆς ἐστιν ἀμοιβῆς· τὸ δὲ, Πληθύναι τὸν σπόρον ὑμῶν, σαρκικῆς ἀντιδόσεως. Ἀλλ' ὅμως οὐχ ἵσταται ἐνταῦθα, ἀλλὰ καὶ πάλιν ἐπὶ τὰ πνευματικὰ μεταβαίνει, συνεχῶς παράλληλα αὐτὰ τιθείς· καὶ γὰρ τὸ, Αὐξήσαι τὰ γεννήματα τῆς δικαιοσύνης ὑμῶν, πνευματικόν. Ταῦτα δὲ ποιεῖ καὶ ποικίλλει τὸν λόγον, τὸν ἄνανδρον ἐκεί νων καὶ βλακώδη λογισμὸν πρόῤῥιζον ἀνασπῶν, καὶ τῆς πενίας τὸν φόβον ἐκλύων πολλαχόθεν, καὶ ἀπὸ τοῦ παραδείγματος τούτου τοῦ νῦν. Εἰ γὰρ καὶ τοῖς τὴν γῆν σπείρουσι δίδωσιν ὁ Θεὸς, εἰ τοῖς τὸ σῶμα τρέφουσι παρέχει τὴν ἀφθονίαν, πολλῷ μᾶλλον τοῖς τὸν οὐρανὸν γεωργοῦσι, τοῖς τῆς ψυχῆς ἐπιμελουμένοις· καὶ γὰρ ταῦτα βούλεται μᾶλλον προνοίας ἀπολαύειν. Ἀλλὰ συλλογιστικῶς μὲν αὐτὸ οὐ τίθησιν, οὐδὲ οὕτως, ὥσπερ ἔφην, ἐν δὲ εὐχῆς μέρει, ὁμοῦ καὶ τὸν συλλογισμὸν φανερὸν ποιῶν, καὶ μᾶλλον αὐτοὺς εἰς ἐλπίδα ἄγων, οὐκ ἀπὸ τῶν γινομένων μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς εὐχῆς ταύτης· Χορηγήσαι γὰρ, φησὶν, καὶ πληθύναι τὸν σπόρον ὑμῶν, καὶ αὐξήσαι τὰ γεννήματα τῆς δικαιοσύνης ὑμῶν. Πάλιν κἀνταῦθα τὴν δαψίλειαν αἰνίττεται ἀνυπόπτως· τὸ γὰρ, Πληθύναι καὶ αὐξήσαι, τοῦτό ἐστιν ἐνδεικνυμένου· ὁμοῦ δὲ καὶ τῶν ἀναγκαίων πλέον οὐδὲν ἀφίησιν ἐπιζητεῖν, Ἄρτον, εἰπὼν, εἰς βρῶσιν. Καὶ γὰρ καὶ τοῦτο αὐτοῦ μάλιστα ἔστι θαυμάσαι, ὃ καὶ ἔμπροσθεν κατεσκεύασεν, ὅτι ἐν μὲν τοῖς ἀναγκαίοις οὐδὲν πλέον τῆς χρείας ἀφίησιν ἐπιζητεῖν, ἐν δὲ τοῖς πνευματικοῖς πολλὴν τὴν περιουσίαν συμβουλεύει ποιεῖσθαι. ∆ιὸ καὶ ἀνωτέρω
ἔλεγεν, Ἵνα αὐτάρκειαν ἔχοντες, περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν· καὶ ἐνταῦθα, Ὁ ἐπιχορηγῶν ἄρτον εἰς βρῶσιν, πληθύναι τὸν σπόρον ὑμῶν· τουτέστι, τὸν πνευματικόν. Οὐδὲ γὰρ ἁπλῶς ἐλεημοσύνην αἰτεῖ, ἀλλὰ τὴν μετὰ δαψιλείας. ∆ιὸ καὶ σπόρον αὐτὸ συνεχῶς καλεῖ. Καθάπερ γὰρ ὁ σῖτος καταβαλλόμενος κομῶντα τὰ λήϊα δείκνυσι· οὕτω καὶ ἡ ἐλεημοσύνη πολλὰ τὰ δράγματα τῆς δικαιοσύνης ἐργάζεται, καὶ δείκνυσιν ἄφατα τὰ γεννήματα. Ἐπευξάμενος δὲ αὐτοῖς εὐθηνίαν τοσαύτην, δείκνυσι πάλιν ποῦ ταύτην δαπανᾷν χρὴ, λέγων. Ἵνα ἐν παντὶ πλουτιζόμενοι εἰς πᾶσαν ἁπλότητα, ἥτις κατεργάζεται δι' ἡμῶν εὐχαριστίαν τῷ Θεῷ. Οὐχ ἵνα εἰς τὰ μὴ δέοντα ἀναλίσκητε, ἀλλ' εἰς ἐκεῖνα, ἃ πολλὴν φέρει τῷ Θεῷ τὴν εὐχαριστίαν. Καὶ γὰρ μεγάλων ἡμᾶς κυρίους ἐποίησεν ὁ Θεός· καὶ τὰ ἐλάττονα ἑαυτῷ ἀφεὶς, ἡμῖν τῶν μειζόνων παρεχώρησε. Τῆς μὲν γὰρ αἰσθητῆς τροφῆς αὐτὸς κύριος, τὴν δὲ νοητὴν ἡμῖν ἐπέτρεψε· καὶ γὰρ ἡμεῖς κύριοι τὰ λήϊα ἡμῶν δεῖξαι κομῶντα. Οὐδὲ γὰρ ὑετῶν δεῖται καὶ ὡρῶν κράσεως, καὶ προαιρέσεως μόνης, καὶ πρὸς αὐτὸν τρέχει τὸν οὐρανόν. Ἁπλότητα δὲ ἐνταῦθα τὴν δαψίλειαν καλεῖ, ἥτις κατεργάζεται δι' ἡμῶν εὐχαριστίαν τῷ Θεῷ. Οὐδὲ γὰρ ἐλεημοσύνη μόνον ἐστὶ τὸ γινόμενον, ἀλλὰ καὶ εὐχαριστίας πολλῆς ὑπόθεσις· μᾶλλον δὲ οὐκ εὐχαριστίας μόνον, ἀλλὰ καὶ ἑτέρων πλειόνων. Καὶ τίθησιν αὐτὰ προϊὼν, ἵνα δείξας πολλὰ ὄντα τὰ κατορθούμενα, ἐντεῦθεν προθυμοτέρους ἐργάσηται. Τίνα οὖν ἐστι τὰ πολλά; Ἄκουσον αὐτοῦ λέγοντος· Ὅτι ἡ διακονία τῆς λειτουργίας ταύτης οὐ μόνον ἐστὶ προσαναπληροῦσα τὰ ὑστερήματα τῶν ἁγίων, ἀλλὰ καὶ περισσεύουσα διὰ πολλῶν εὐχαριστιῶν τῷ Θεῷ· διὰ τῆς δοκιμῆς τῆς διακονίας ταύτης δοξάζοντες τὸν Θεὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν εἰς τὸ Εὐαγγέλιον, καὶ ἁπλότητι τῆς κοινωνίας τῆς εἰς αὐτοὺς, καὶ εἰς πάντας, καὶ αὐτῶν δεήσει ὑπὲρ ὑμῶν, ἐπιποθούντων ὑμᾶς διὰ τὴν ὑπερβάλλουσαν χάριν τοῦ Θεοῦ ἐφ' ὑμῖν. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Πρῶτον τὰ ὑστερήματα τῶν ἁγίων οὐ μόνον πληροῦτε, ἀλλὰ καὶ περισσεύετε, τουτέστι, καὶ πλέον τῆς χρείας αὐτοῖς παρέχετε· εἶτα δι' αὐτῶν εὐφημίαν ἀναπέμπετε τῷ Θεῷ· δοξάζουσι γὰρ αὐτὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν. Ἵνα γὰρ μὴ δείξῃ αὐτοὺς διὰ τοῦτο εὐχαριστοῦντας μόνον, διὰ τὸ λαβεῖν λέγω, ὅρα πῶς ὑψηλοὺς αὐτοὺς ποιεῖ· ὅπερ αὐτός φησι πρὸς Φιλιππησίους, ὅτι Οὐκ ἐπιζητῶ τὰ δόματα, καὶ τούτοις μαρτυρῶ τὸ αὐτό. Χαίρουσι μὲν γὰρ, ὅτι τὰ ὑστερήματα αὐτῶν ἀναπληροῦτε, καὶ τὴν πτωχείαν αὐτῶν παραμυθεῖσθε· πολλῷ δὲ πλέον, ὅτι οὕτως ὑποτεταγμένοι ἐστὲ τῷ Εὐαγγελίῳ· οὗ σημεῖον τοῦτό ἐστι, τὸ οὕτω δαψιλῶς εἰσφέρειν. Τοῦτο γὰρ τὸ Εὐαγγέλιον ἐπιτάττει. Καὶ ἁπλότητι τῆς κοινωνίας τῆς εἰς αὐτοὺς καὶ εἰς πάντας. Καὶ διὰ τοῦτο δοξάζουσι, φησὶ, τὸν Θεὸν, ὅτι οὕτως ἐστὲ φιλότιμοι, οὐκ εἰς ἐκείνους μόνον, ἀλλὰ καὶ εἰς πάντας. Τοῦτο δὲ πάλιν ἐγκώμιον ἐκείνων γίνεται, τὸ καὶ ὑπὲρ τῶν ἑτέροις διδομένων εὐχαριστεῖν. Οὐ γὰρ τὰ ἑαυτῶν κοσμοῦσι μόνον, φησὶν, ἀλλὰ καὶ τὰ ἑτέρων, καίτοι γε ἐν ἐσχάτῃ ὄντες πενίᾳ· ὃ πολλῆς αὐτῶν ἀρετῆς ἐστι σημεῖον. Οὐδὲν γὰρ οὕτω ζηλότυπον, ὡς τὸ τῶν πτωχευομένων γένος. Ἀλλ' ἐκεῖνοι καθαροὶ τούτου τοῦ πάθους εἰσὶ, τοσοῦτον ἀπέχοντες ἀλγεῖν ἐφ' οἷς ἑτέροις μεταδίδοτε, ὅτι καὶ χαίρουσιν οὐχ ἧττον, ἢ ἐφ' οἷς αὐτοὶ λαμβάνουσι. Καὶ αὐτῶν δεήσει ὑπὲρ ὑμῶν. Ὑπὲρ μὲν γὰρ τούτων εὐχαριστοῦσι, φησὶ, τῷ Θεῷ· ὑπὲρ δὲ τῆς ὑμετέρας ἀγάπης καὶ τῆς συντυχίας παρακαλοῦσιν αὐτὸν, ἵνα καταξιωθῶσιν ὑμᾶς ἰδεῖν. Ἐπιποθοῦσι γὰρ τοῦτο οὐ διὰ τὰ χρήματα, ἀλλ' ὥστε θεαταὶ γενέσθαι τῆς δεδομένης ὑμῖν χάριτος.
βʹ. Εἶδες Παύλου σύνεσιν, πῶς ἐπάρας αὐτοὺς, τὸ πᾶν ἀνέθηκε τῷ Θεῷ, χάριν τὸ πρᾶγμα καλέσας; Ἐπειδὴ γὰρ μεγάλα περὶ αὐτῶν ἐφθέγξατο, λειτουργοὺς αὐτοὺς εἰπὼν, καὶ ἐπάρας εἰς ὕψος· εἴ γε αὐτοὶ μὲν ἐλειτούργουν, αὐτὸς δὲ διηκονεῖτο· καὶ δοκίμους ὀνομάσας, δείκνυσιν ὅτι πάντων τούτων ὁ Θεὸς αἴτιος· καὶ αὐτὸς μετ' ἐκείνων πάλιν εὐχαριστίαν ἀναφέρει λέγων· Χάρις δὲ τῷ Θεῷ ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ. ∆ωρεὰν δὲ ἐνταῦθα λέγει καὶ τὰτοσαῦτα ἀγαθὰ τὰ διὰ τῆς ἐλεημοσύνης γινόμενα καὶ τοῖς λαμβάνουσι καὶ τοῖς παρέχουσιν· ἢ τὰ ἀπόῤῥητα ἀγαθὰ τὰ διὰ τῆς παρουσίας αὐτοῦ τῇ οἰκουμένῃ πάσῃ μετὰ πολλῆς δωρηθέντα τῆς φιλοτιμίας· ὃ καὶ μάλιστα ἔστιν ὑποπτεῦσαι. Ἵνα γὰρ καὶ καταστείλῃ, καὶ δαψιλεστέρους ἐργάσηται, ὧν ἔτυχον παρὰ τοῦ Θεοῦ, τούτων αὐτοὺς ἀναμιμνήσκει. Καὶ γὰρ μέγιστον τοῦτο εἰς προτροπὴν ἀρετῆς ἁπάσης· διὸ καὶ ἐνταῦθα τὸν λόγον κατέκλεισεν. Εἰ δὲ ἡ δωρεὰ ἀνεκδιήγητος, τί τῆς μανίας ἴσον γένοιτ' ἂν τῶν τὴν οὐσίαν αὐτοῦ περιεργαζομένων; Οὐχ ἡ δωρεὰ δὲ αὐτοῦ μόνον ἀνεκδιήγητος, ἀλλὰ καὶ ἡ εἰρήνη πάντα νοῦν ὑπερέχει, δι' ἧς τὰ ἄνω τοῖς κάτω κατήλλαξε. Σπουδάσωμεν τοίνυν τοσαύτης ἀπολαύοντες χάριτος, ἀξίαν ἐπιδείκνυσθαι τοῦ βίου τὴν ἀρετὴν, καὶ πολὺν τῆς ἐλεημοσύνης ποιεῖσθαι λόγον· ποιησόμεθα δὲ, ἂν τὴν ἀμετρίαν φύγωμεν, ἂν τὴν μέθην, ἂν τὴν ἀδηφαγίαν. Καὶ γὰρ καὶ σῖτα καὶ ποτὰ δέδωκεν ὁ Θεὸς, οὐκ εἰς ἀμετρίαν, ἀλλὰ εἰς τροφήν. Οὐδὲ γὰρ ὁ οἶνος ποιεῖ τὴν μέθην· ἐπεὶ εἰ τοῦτο ἦν, πάντας ἔδει μεθύειν. Ἀλλ' οὐκ ἐχρῆν, φησὶν, οὐδὲ τὸ πολὺ βλάπτειν. Μεθυόντων ταυτὶ τὰ ῥήματα. Εἰ γὰρ τὸ πολὺ βλάπτει, καὶ οὐδὲ οὕτως ἀφίστασαι τῆς πλεονεξίας· εἰ οὕτως αἰσχρὸν καὶ ἐπιβλαβὲς τοῦτο, καὶ οὐδὲ οὕτω λήγεις τῆς πονηρᾶς ἐπιθυμίας· εἰ ἐξῆν καὶ πολὺ πίνειν, καὶ μηδὲν παραβλάπτεσθαι, ποῦ ἂν ἔστης τῆς πλεονεξίας; ἆρα οὐκ ἂν ἐπεθύμησας, καὶ τοὺς ποταμοὺς γενέσθαι οἶνον; οὐκ ἂν πάντα ἀπώλεσας καὶ διέφθειρας; Εἰ μέτρον ἐστὶ τροφῆς, καὶ τοῦτο ὑπερβάντες βλαπτόμεθα, καὶ οὐδὲ οὕτως ἀνέχῃ τοῦ χαλινοῦ, ἀλλὰ διαῤῥήξας αὐτὸν τὰ πάντων λαμβάνεις, ἵνα λειτουργήσῃς τῇ πονηρᾷ τῆς γαστριμαργίας τυραννίδι· τί οὐκ ἂν ἐποίησας, εἰ τοῦτο ἀνῃρέθη τὸ μέτρον τῆς φύσεως; Οὐκ ἂν πάντα τὸν χρόνον εἰς τοῦτο ἀνάλωσας; Ἔδει οὖν οὕτως ἐπιθυμίαν ἄτοπον ἰσχυρὰν ποιῆσαι, καὶ τὴν βλάβην μὴ κωλῦσαι τὴν ἐκ τῆς ἀμετρίας; καὶ πόσαι οὐκ ἂν ἐτέχθησαν ἐντεῦθεν ἕτεραι βλάβαι; Ἀλλ' ὢ τῶν ἀνοήτων! οἳ, καθάπερ βορβόρῳ κυλινδούμενοι τῇ μέθῃ καὶ ταῖς λοιπαῖς ἀσωτίαις, ὅταν μικρὸν ἀνανήψωσιν, οὐδὲν ἄλλο τι κάθηνται ποιοῦντες, ἢ ταυτὶ φθεγγόμενοι, ∆ιὰ τί τοῦτο εἰς τοῦτο ἀναλίσκεται, δέον τοῖς ἑαυτῶν κρίνειν πλημμελήμασιν; Ἀνθ' οὗ γὰρ λέγεις, ∆ιὰ τί ὅρους τέθεικε; διὰ τί μὴ πάντα ἀτάκτως φέρεται; εἰπὲ, ∆ιὰ τί μὴ παυόμεθα μεθύοντες; διὰ τί μὴ λαμβάνομεν κόρον; διὰ τί τῶν ἀλόγων ἐσμὲν ἀνοητότεροι; Ταῦτα γὰρ ἔδει ζητεῖν πρὸς ἀλλήλους, καὶ τῆς ἀποστολικῆς ἀκούειν φωνῆς, καὶ εἰδέναι πόσα τούτοις μαρτυρεῖ τὰ ἀγαθὰ ἐκ τῆς ἐλεημοσύνης, καὶ ἁρπάζειν τοῦτον τὸν θησαυρόν. Καὶ γὰρ δοκίμους τοῦτο ποιεῖ, καθάπερ αὐτὸς ἔφησε, τὸ χρημάτων ὑπερορᾷν, καὶ τὸν Θεὸν δοξάζεσθαι παρασκευάζει, καὶ ἀγάπην θερμαίνει, καὶ μεγαλοψύχους ἐργάζεται, καὶ ἱερέας καθίστησι καὶ ἱερωσύνην πολὺν φέρουσαν τὸν μισθόν. Ὁ γὰρ ἐλεήμων οὐ ποδήρη ἐνδέδυται, οὐδὲ κώδωνας περιφέρει, οὐδὲ στέφανον ἀναδεῖται, ἀλλὰ ἀναβέβληται μὲν τῆς φιλανθρωπίας στολὴν, τῆς ἱερᾶς ἐσθῆτος ἁγιωτέραν οὖσαν, κέχρισται δὲ ἐλαίῳ, οὐκ ἐξ ὕλης αἰσθητῆς συγκειμένῳ, ἀλλ' ὑπὸ Πνεύματος γεωργουμένῳ, ἔχει δὲ στέφανον ἀπὸ τῶν οἰκτιρμῶν· Τὸν στεφανοῦντά σε γὰρ, φησὶν, ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ἀντὶ δὲ τοῦ πέταλον φέρειν ὄνομα ἔχον Θεοῦ, αὐτὸς ἴσος γίνεται τῷ Θεῷ. Πῶς γάρ; Γενήσεσθε, φησὶν, ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς. γʹ. Βούλει καὶ τὸ θυσιαστήριον αὐτοῦ ἰδεῖν; Οὐ Βεσελεὴλ αὐτὸ ᾠκοδόμησεν, οὔτε ἄλλος τις, ἀλλ' αὐτὸς ὁ Θεὸς, οὐ διὰ λίθων, ἀλλὰ δι' ὕλης τοῦ οὐρανοῦ λαμπροτέρας, διὰ ψυχῶν λογικῶν. Ἀλλὰ εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσέρχεται ὁ ἱερεύς. Ἔξεστί σοι εἰς τὰ φρικωδέστερα εἰσελθεῖν θύοντι τὴν θυσίαν ταύτην, ἔνθα μηδεὶς πάρεστιν, ἀλλ' ὁ Πατήρ σου, ὁ βλέπων σε ἐν τῷ κρυπτῷ, ἔνθα μηδεὶς ἄλλος ὁρᾷ. Καὶ πῶς, φησὶν, ἔστι μὴ ὁρᾷν, δημοσίᾳ ἑστῶτος τοῦ θυσιαστηρίου; Τὸ γὰρ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι τότε μὲν ἀμφίθυρα καὶ παραπετάσματα τὴν ἐρημίαν ἐποίει· νῦν δὲ ἔξεστι δημοσίᾳ θύοντι, ὡς ἐν τοῖς Ἁγίοις τῶν ἁγίων, καὶ πολλῷ φρικωδέστερον τοῦτο ποιεῖν. Ὅταν γὰρ μὴ πρὸς ἐπίδειξινἀνθρώπων ποιῇς, κἂν ἡ οἰκουμένη εἶδεν, οὐδεὶς εἶδεν, ἐπειδὴ σὺ οὕτως ἐποίησας. Οὐ γὰρ εἶπε, Μὴ ποιεῖτε, ἁπλῶς, ἔμπροσθεν τῶν ἀνθρώπων, ἀλλὰ προσέθηκε, Πρὸς τὸ θεαθῆναι αὐτοῖς. Τοῦτο τὸ θυσιαστήριον ἐξ αὐτῶν τῶν τοῦ Χριστοῦ σύγκειται μελῶν, καὶ τὸ σῶμα τοῦ ∆εσπότου θυσιαστήριόν σοι γίνεται. Αἰδέσθητι τοῦτο αὐτό· ἐν τῇ σαρκὶ θύεις τοῦ ∆εσπότου τὸ ἱερεῖον. Τοῦτο τὸ θυσιαστήριον καὶ τούτου τοῦ νῦν φρικωδέστερον, οὐχὶ τοῦ παλαιοῦ μόνον. Ἀλλὰ μὴ θορυβηθῆτε· τοῦτο μὲν γὰρ θαυμαστὸν διὰ τὴν ἐπιτιθεμένην ἐν αὐτῷ θυσίαν· ἐκεῖνο δὲ τὸ τοῦ ἐλεήμονος οὐ διὰ τοῦτο μόνον, ἀλλὰ καὶ ὅτι καὶ ἐξ αὐτῆς σύγκειται τῆς θυσίας τῆς τοῦτο ποιούσης. Θαυμαστὸν τοῦτο πάλιν, ὅτι λίθος μέν ἔστι τὴν φύσιν, ἅγιον δὲ γίνεται, ἐπειδὴ σῶμα δέχεται Χριστοῦ· ἐκεῖνο δὲ, ἐπειδὴ αὐτὸ σῶμά ἐστι Χριστοῦ. Ὥστε τοῦτο φρικωδέστερον ἐκείνου, ᾧ σὺ παρέστηκας ὁ λαϊκός. Ἆρά σοι μή τι ὁ Ἀαρὼν φαίνεται πρὸς ταῦτα; μηδὲ ὁ στέφανος, μηδὲ οἱ κώδωνες, μηδὲ τὰ Ἅγια τῶν ἁγίων; Τί γὰρ δεῖ πρὸς ἐκεῖνο λοιπὸν τὸ θυσιαστήριον ποιεῖσθαι τὴν σύγκρισιν, ὅπου γε καὶ πρὸς τοῦτο συγκρινόμενον, οὕτω λαμπρὸν ἐφάνη; Σὺ δὲ τὸ μὲν θυσιαστήριον τοῦτο τιμᾷς, ὅτι δέχεται τοῦ Χριστοῦ σῶμα· τὸν δὲ αὐτὸ τὸ σῶμα τοῦ Χριστοῦ ὄντα καθυβρίζεις, καὶ περιορᾷς ἀπολλύμενον. Τοῦτο τὸ θυσιαστήριον πανταχοῦ δυνήσῃ κείμενον ἰδεῖν, καὶ ἐν στενωποῖς καὶ ἐν ἀγοραῖς, καὶ καθ' ἑκάστην ἐν αὐτῷ θύειν τὴν ὥραν· καὶ γὰρ καὶ ἐνταῦθα θυσία τελεῖται. Καὶ καθάπερ ὁ ἱερεὺς ἕστηκε τὸ Πνεῦμα καλῶν, οὕτω καὶ σὺ τὸ Πνεῦμα καλεῖς· ἀλλ' οὐ διὰ φωνῆς, ἀλλὰ δι' ἔργων. Οὐδὲν γὰρ οὕτω κατέχει καὶ ἀνάπτει τοῦ Πνεύματος τὸ πῦρ, ὡς τοῦτο τὸ ἔλαιον δαψιλὲς ἐκχεόμενον. Εἰ δὲ βούλει, καὶ τὰ καταβαλλόμενα ἰδεῖν τί γίνεται, δεῦρο, καὶ ταῦτά σοι δείξω. Τίς οὖν ὁ καπνός; τίς ἡ εὐωδία τοῦ θυσιαστηρίου τούτου;
∆όξα καὶ εὐχαριστία. Καὶ μέχρι ποῦ προβαίνει; ἆρα μέχρι τοῦ οὐρανοῦ; Οὐδαμῶς· ἀλλ' αὐτὸν ὑπερβαίνει τὸν οὐρανὸν, καὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ, καὶ αὐτῷ παρίσταται τῷ θρόνῳ τῷ βασιλικῷ· Αἱ εὐχαί σου γὰρ, φησὶ, καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν ἐνώπιον τοῦ Θεοῦ. Καὶ ἡ μὲν αἰσθητὴ εὐωδία οὐδὲ τὸ πολὺ διατέμνει τοῦ ἀέρος· αὕτη δὲ αὐτὰς ἀνοίγει τῶν οὐρανῶν τὰς ἁψῖδας. Καὶ σὺ μὲν σιγᾷς, τὸ δὲ ἔργον βοᾷ· καὶ γίνεται θυσία αἰνέσεως, οὐ δαμάλεως σφαττομένης, οὐδὲ δέρματος καιομένου, ἀλλὰ ψυχῆς πνευματικῆς τὰ παρ' αὐτῆς εἰσφερούσης. Φιλανθρωπίας γὰρ πάσης ἡ τοιαύτη θυσία εὐδοκιμωτέρα. Ὅταν οὖν ἴδῃς πένητα πιστὸν, θυσιαστήριον ὁρᾷν νόμιζε· ὅταν ἴδῃς πτωχὸν τοιοῦτον, μὴ μόνον μὴ ὑβρίσῃς, ἀλλὰ καὶ αἰδέσθητι· κἂν ἕτερον ἴδῃς ὑβρίσαντα, κώλυσον, ἄμυνον. Οὕτω γὰρ δυνήσῃ καὶ αὐτὸς τὸν Θεὸν ἵλεων ἔχειν, καὶ τῶν ἐπηγγελμένων ἐπιτυχεῖν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τὰ ἑξῆς.
KΑʹ. Αὐτὸς δὲ ἐγὼ Παῦλος παρακαλῶ ὑμᾶς διὰ τῆς πραότητος καὶ ἐπιεικείας τοῦ Χριστοῦ, ὃς κατὰ πρόσωπον μὲν ταπεινὸς ἐν ὑμῖν, ἀπὼν δὲ θαῤρῶ εἰς ὑμᾶς.
∆έομαι δὲ τὸ μὴ παρὼν θαῤῥῆσαι τῇ πεποιθήσει, ᾗ λογίζομαι τολμῆσαι, ἐπί τινας τοὺς λογιζομένους ἡμᾶς, ὡς κατὰ σάρκα περι πατοῦντας. αʹ. Ἀπαρτίσας τὸν περὶ ἐλεημοσύνης λόγον, ὡς ἔδει, καὶ δείξας ὅτι πλεῖον αὐτοὺς ἀγαπᾷ, ἢ ἀγαπᾶται, καὶ τὰ περὶ τῆς ὑπομονῆς αὐτοῦ καὶ τῶν πειρασμῶν διηγησάμενος, εὐκαίρως λοιπὸν τῶν ἐπιτιμητικωτέρων ἅπτεται λόγων, τοὺς ψευδαποστόλους αἰνιττόμενος, καὶ εἰς τὰ φορτικώτερα κατακλείων τὸν λόγον, καὶ ἑαυτὸν συνιστῶν. Τοῦτο γὰρ καὶ δι' ὅλης ἐργάζεται τῆς ἐπιστολῆς. Ὅθεν καὶ αἰσθανόμενος ἑαυτὸν πολλάκις διορθοῦται, αὐτὸ τοῦτο λέγων· Ἀρχόμεθα πάλιν ἑαυτοὺς συνιστάνειν; καὶ προϊών φησιν, Οὐ πάλιν ἑαυτοὺς συνιστάνομεν, ἀλλὰ ἀφορμὴν διδόντες ὑμῖν καυχήσεως· καὶ μετὰ ταῦτα, Ἄφρων γέγονα καυχώμενος, ὑμεῖς με ἠναγκάσατε. Καὶ πολλαῖς τοιαύταις κέχρηται διορθώσεσι. Καὶ οὐκ ἄν τις ἁμάρτοι, τὴν ἐπιστολὴν ταύτην ἐγκώμιον Παύλου προσειπών· οὕτω καὶ τὰ τῆς χάριτος μετὰ δαψιλείας τίθησι, καὶ τὰ τῆς ὑπομονῆς τῆς αὐτοῦ. Ἐπειδὴ γὰρ ἦσάν τινες παρ' αὐτοῖς μέγα φρονοῦντες, καὶ προτιθέντες ἑαυτοὺς τοῦ Ἀποστόλου, καὶ ὡς ἀλαζόνα διαβάλλοντες, καὶ ὡς οὐδὲν ὄντα, οὐδὲ ὑγιές τι διδάσκοντα (τοῦτο γὰρ αὐτὸ μάλιστα τῆς διαφθορᾶς αὐτῶν τεκμήριον ἦν)· ὅρα πῶς ἄρχεται τῆς κατ' αὐτῶν ἐπιτιμήσεως· Αὐτὸς δὲ ἐγὼ Παῦλος. Εἶδες πόση ἡ βαρύτης, πόσον τὸ ἀξίωμα; Ὃ γὰρ θέλει εἰπεῖν, τοῦτό ἐστι· ∆έομαι ὑμῶν, μή με ἀναγκάσητε, μηδὲ ἀφῆτε χρήσασθαι τῇ δυνάμει μου κατὰ τῶν ἐξευτελιζόντων ἡμᾶς, καὶ νομιζόντων σαρκικοὺς ἄνδρας εἶναι. Βαρύτερον τοῦτο ἐκείνων ὧν ἐν τῇ προτέρᾳ πρὸς αὐτοὺς ἀπειλῶν ἔλεγεν, Ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ πνεύματί τε πραότητος; νῦν δὲ, Ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς, ἐφυσιώθησάν τινες. Ἐλεύσομαι δὲ καὶ γνώσομαι, οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν. Καὶ γὰρ ἐνταῦθα ἀμφότερα δείκνυσι, καὶ τὸ δυνατὸν, καὶ τὸ φιλόσοφον καὶ ἀνεξίκακον· εἴ γε οὕτω παρακαλεῖ, καὶ μετὰ τοσαύτης σπουδῆς, ὥστε μὴ ἀναγκασθῆναι εἰς ἐπίδειξιν ἐλθεῖν τῆς οἰκείας δυνάμεως τῆς τιμωρητικῆς, καὶ πλῆξαι αὐτοὺς καὶ κολάσαι, καὶ τὴν ἐσχάτην ἀπαιτῆσαι δίκην. Τοῦτο γὰρ ᾐνίξατο λέγων, ∆έομαι δὲ τὸ μὴ παρὼν θαῤῥῆσαι τῇ πεποιθήσει, ᾖ λογίζομαι τολμῆσαι, ἐπί τινας τοὺς λογιζομένους ἡμᾶς, ὡς κατὰ σάρκα περιπατοῦντας. Τέως δὲ ἐπὶ τὴν ἀρχὴν τὸν λόγον ἀγάγωμεν. Αὐτὸς δὲ ἐγὼ Παῦλος. Πολλὴ ἡ ἔμφασις, πολλὴ ἡ βαρύτης· ὥσπερ ἀλλαχοῦ φησιν, Ἴδε, ἐγὼ Παῦλος λέγω ὑμῖν· καὶ πάλιν, Ὡς Παῦλος πρεσβύτης· καὶ ἀλλαχοῦ πάλιν, Ἥτις πολλῶν προστάτις ἐγενήθη, καὶ αὐτοῦ ἐμοῦ. Οὕτω καὶ ἐνταῦθα, Αὐτὸς δὲ ἐγὼ Παῦλος. Μέγα μὲν καὶ τοῦτο, τὸ αὐτὸν παρακαλεῖν· τὸ δὲ ἕτερον μεῖζον, ὃ προσέθηκεν εἰπών· ∆ιὰ τῆς πραότητος καὶ ἐπιεικείας τοῦ Χριστοῦ. Καὶ γὰρ σφόδρα αὐτοὺς ἐντρέψαι βουλόμενος, προβάλλεται τὴν πραότητα καὶ τὴν ἐπιείκειαν, ταύτῃ μείζονα ποιῶν τὴν ἱκετηρίαν· ὡς ἂν εἰ ἔλεγεν, Αὐτὴν αἰδέσθητε τὴν ἐπιείκειαν τοῦ Χριστοῦ, δι' ἧς ὑμᾶς παρακαλῶ. Ταῦτα δὲ ἔλεγεν, ὁμοῦ καὶ δεικνὺς ὅτι κἂν μυρίαν ἀνάγκην ἐπάγωσιν, αὐτὸς πρὸς τοῦτο ἐπιῤῥεπέστερον ἔχει, διὰ τὸ πρᾶος εἶναι· οὐ διὰ τὸ ἀσθενὲς δὲ οὐκ ἐπεξέρχεται, ἐπεὶ καὶ ὁ Χριστὸς οὕτως ἐποίει. Ὃς κατὰ πρόσωπον μὲν ταπεινὸς ἐν ὑμῖν, ἀπὼν δὲ θαῤῥῶ εἰς ὑμᾶς. Τί δὴ τοῦτό ἐστιν; Ἤτοι κατ' εἰρωνείαν φησὶ, τὰ ἐκείνων φθεγγόμενος. Ἐκεῖνοι γὰρ τοῦτο ἔλεγον, ὅτι ὅταν μὲν παρῇ, οὐδενός ἐστιν ἄξιος λόγου, ἀλλ' εὐτελὴς καὶ εὐκαταφρόνητος· ὅταν δὲ ἀπῇ, φυσᾶται καὶ κομπάζει καὶ κατεξανίσταται ἡμῶν καὶ ἀπειλεῖ. Τοῦτο γοῦν καὶ ἑξῆς αἰνίττεται λέγων· Ὅτι αἱ μὲν ἐπιστολαὶ, φησὶ, βαρεῖαι· ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενὴς, καὶ ὁ λόγος ἐξουθενημένος. Ἢ τοίνυν κατ' εἰρωνείαν, φησὶ, πολλὴν ἐμφαίνων βαρύτητα, καὶ λέγων· Ἐγὼ ὁ ταπεινὸς, Ἐγὼ ὁ εὐτελὴς ἐν τῷ παρεῖναι, καθὼς ἐκεῖνοί φασι, καὶ ἀπὼν ὑψηλός· ἢ ὅτι κἂν μεγάλα φθέγγηται, οὐκ ἐξ ἀπονοίας, ἀλλ' ἐκ τοῦ θαῤῥεῖν αὐτοῖς. ∆έομαι δὲ τὸ μὴ παρὼν θαῤῥῆσαι τῇ πεποιθήσει, ᾗ λογίζομαι τολμῆσαι, ἐπί τινας τοὺς λογιζομένους ἡμᾶς, ὡς κατὰ σάρκα περιπατοῦντας Εἶδες πόση ἡ ἀγανάκτησις, καὶ πῶς σαφὴς ὁ ἔλεγχος τῶν εἰρημένων; ∆έομαι γὰρ ὑμῶν, φησὶ, μή με ἀναγκάσητε δεῖξαι, ὅτι καὶ παρὼν ἰσχυρός εἰμι καὶ δύναμιν ἔχω. Ἐπειδὴ γὰρ ἔλεγον, ὅτι ἀπὼν πάνυ ὑμῶν καταθαῤῥῶ καὶ ἐπαίρομαι, αὐτοῖς κέχρημαι τοῖς ῥήμασι· δέομαι οὖν μή με ἀναγκάσωσι χρήσασθαί μου τῇ δυνάμει. Τοῦτο γάρ ἐστι Τῇ πεποιθήσει. Καὶ οὐκ εἶπεν, Ἧ παρεσκεύασμαι, ἀλλ', Ἧ λογίζομαι. Οὔπω μὲν γὰρ τοῦτο ἔκρινα, αὐτοὶ δέ μοι τὴν αἰτίαν παρέχουσιν· ἀλλ' οὐδὲ οὕτω βούλομαι. Καίτοι οὐχ ἑαυτῷ ἀμύνων τοῦτο ἐποίει, ἀλλὰ τῷ εὐαγγελίῳ. Εἰ δὲ, ἔνθα τῷ κηρύγματι ἀμύνειν ἐχρῆν, οὐκ ἔστιν αὐστηρὸς, ἀλλὰ ἀναδύεται καὶ μέλλει, καὶ παρακαλεῖ μὴ γενέσθαι τοσαύτην ἀνάγκην· πολλῷ μᾶλλον ὑπὲρ ἑαυτοῦ οὐκ ἂν οὐδέποτέ τι τοιοῦτον ἐποίησε.
βʹ. Τοῦτο οὖν μοι χαρίσασθε, φησὶν, ὥστε μή με ἀναγκάσαι δεῖξαι, ὅτι καὶ παρὼν δύναμαι καταθαῤῥῆσαι καθ' ὧν ἂν δέῃ· τουτέστι, κολάσαι αὐτοὺς καὶ τιμωρῆσαι. Εἶδες πῶς οὐκ ἦν φιλότιμος, οὐδὲ πρὸς ἐπίδειξίν τι ἐποίει, ὅπου γε καὶ χρείας οὔσης, τόλμαν τὸ πρᾶγμα καλεῖ; ∆έομαι γὰρ, φησὶ, τὸ μὴ παρὼν θαῤῥῆσαι τῇ πεποιθήσει, ᾖ λογίζομαι τολμῆσαι, ἐπί τινας. Τοῦτο γὰρ διδασκάλου μάλιστά ἐστι, τὸ μὴ ταχέως ἀμύνασθαι, ἀλλὰ διορθοῦσθαι, καὶ μέλλειν ἀεὶ καὶ βραδύνειν ἐν ταῖς τιμωρίαις. Τίνας δὲ τούτους φησὶν, οἷς ἀπειλεῖ; Τοὺς λογιζομένους ἡμᾶς, ὡς κατὰ σάρκα περιπατοῦντας. Ἐκεῖνοι γὰρ αὐτὸν διέβαλλον ὡς ὑποκριτὴν, ὡς πονηρὸν, ὡς ἀλαζόνα. Ἐν σαρκὶ γὰρ περιπατοῦντες, οὐ κατὰ σάρκα στρατευόμεθα. Ἐνταῦθα λοιπὸν καὶ φοβεῖ τῇ τροπῇ· σάρκα μὲν γὰρ περικείμεθα, φησὶν, ὁμολογῶ, οὐ σαρκὶ δὲ ζῶμεν. Μᾶλλον δὲ οὐδὲ τοῦτο εἶπεν, ἀλλὰ τέως αὐτὸ ταμιεύεται· βίου γάρ ἐστιν ἐγκώμιον· περὶ δὲ τοῦ κηρύγματος διαλέγεται, δεικνὺς ὅτι οὐκ ἔστιν ἀνθρώπινον, οὐδὲ τῆς κάτωθεν δεόμενον βοηθείας. ∆ιόπερ οὐκ εἶπεν, Οὐ κατὰ σάρκα ζῶμεν, ἀλλ', Οὐ κατὰ σάρκα στρατευόμεθα· τουτέστι, Πόλεμον ἀνεδεξάμεθα καὶ μάχην, ἀλλ' οὐχὶ σαρκικοῖς πολεμοῦμεν ὅπλοις, οὐ διά τινος ἀνθρωπίνης συμμαχίας. Τὰ γὰρ ὅπλα ἡμῶν οὐ σαρκικά. Ποῖα γὰρ ὅπλα σαρκικά; Πλοῦτος, δόξα, δυναστεία, εὐγλωττία, δεινότης, περιδρομαὶ, κολακεῖαι, ὑποκρίσεις, τὰ ἄλλα τὰ τούτοις ἐοικότα. Ἀλλὰ τὰ ἡμέτερα, οὐ τοιαῦτα, ἀλλὰ ποταπά; ∆υνατὰ τῷ Θεῷ. Καὶ οὐκ εἶπεν, Ἡμεῖς οὐ σαρκικοὶ, ἀλλὰ, Τὰ ὅπλα ἡμῶν. Ὅπερ γὰρ ἔφην, τέως περὶ τοῦ κηρύγματος διαλέγεται, καὶ τὴν δύναμιν πᾶσαν τῷ Θεῷ ἀνατίθησι. Καὶ οὐ λέγει, Πνευματικὰ, καίτοι τοῦτο ἦν τὸ πρὸς ἀντιδιαστολὴν τοῦ σαρκικοῦ, ἀλλὰ ∆υνατὰ, διὰ τούτου κἀκεῖνο αἰνιττόμενος, καὶ δεικνὺς ὅτι τὰ ἐκείνων ἀσθενῆ καὶ ἀδύνατα. Καὶ σκόπει αὐτοῦ τὸ ἄτυφον. Οὐ γὰρ εἶπεν, Ἡμεῖς δυνατοὶ, ἀλλὰ, Τὰ ὅπλα ἡμῶν δυνατὰ τῷ Θεῷ. Οὐχ ἡμεῖς αὐτὰ τοιαῦτα κατεσκευάσαμεν, ἀλλ' αὐτὸς ὁ Θεός. Ἐπειδὴ γὰρ ἐμαστίζοντο, ἠλαύνοντο καὶ μυρία ἔπασχον ἀνήκεστα, ἅπερ ἀσθενείας ἦν· δεικνὺς τοῦ Θεοῦ τὴν ἰσχὺν, φησίν· Ἀλλὰ τῷ Θεῷ δυνατά ἐστι. Τοῦτο γὰρ μάλιστα δείκνυσιν αὐτοῦ τὴν ἰσχὺν, ὅτι διὰ τούτων περιγίνεται. Ὥστε εἰ καὶ ἡμεῖς αὐτὰ περικείμεθα, ἀλλ' αὐτός ἐστιν ὁ δι' αὐτῶν πολεμῶν καὶ ἐνεργῶν. Εἶτα καὶ ἐγκώμιον αὐτῶν διέξεισι μακρὸν λέγων· Πρὸς καθαίρεσιν ὀχυρωμάτων. Καὶ ἵνα μὴ, ἀκούσας ὀχυρώματα, αἰσθητόν τι νομίσῃς, φησί· Λογισμοὺς καθαιροῦντες· διὰ μὲν τῆς τροπῆς τὴν ἔμφασιν δεικνὺς, διὰ δὲ τῆς ἐπαγωγῆς τὸ νοητὸν τοῦ πολέμου παραδηλῶν. Ταῦτα γὰρ τὰ ὀχυρώματα ψυχὰς πολιορκεῖ, οὐ σώματα. Ὥστε ἐκείνων ἰσχυρότερα· διὸ καὶ μειζόνων δεῖται τῶν ὅπλων. Ὀχυρώματα δὲ λέγει τὸν τῦφον τὸν Ἑλληνικὸν, καὶ τῶν σοφισμάτων καὶ τῶν συλλογισμῶν τὴν ἰσχύν. Ἀλλ' ὅμως ἅπαντα ἤλεγξε τὰ ὅπλα, φησὶν, ἱστάμενα κατ' αὐτῶν. Λογισμοὺς γὰρ καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Ἐπέμεινε τῇ τροπῇ, ἵνα πλείονα ποιήσῃ τὴν ἔμφασιν. Κἂν γὰρ ὀχυρώματα ᾖ, φησὶ, κἂν πυργώματα, κἂν ὁτιοῦν ἕτερον, εἴκει καὶ παραχωρεῖ τοῖς ὅπλοις τούτοις. Καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ. Καίτοι κακέμφατος ἡ τῆς αἰχμαλωσίας προσηγορία· τῆς ἐλευθερίας γάρ ἐστιν ἀναίρεσις. Τίνος οὖν ἕνεκεν αὐτῇ κέχρηται; Καθ' ἕτερον σημαινόμενον. Τὸ γὰρ τῆς αἰχμαλωσίας ὄνομα δύο δηλοῖ, καὶ τὸ ἐκπεσεῖν ἐλευθερίας, καὶ τὸ κατὰ κράτος ἁλῶναι, ὥστε μὴ ἀναστῆναι πάλιν. Κατὰ τοῦτο οὖν τὸ δεύτερον αὐτὴν ἐξελάβετο. Ὥσπερ ὅταν λέγῃ, Ἄλλας Ἐκκλησίας ἐσύλησα, οὐ τὸ λάθρα λαβεῖν λέγει, ἀλλὰ τὸ γυμνῶσαι καὶ πάντα λαβεῖν· οὕτω καὶ ἐνταῦθα λέγων, Αἰχμαλωτίζοντες. Οὐ γὰρ ἐκ τοῦ ἴσου ἡ μάχη ἀλλὰ μετὰ πολλῆς εὐκολίας. Οὐκ εἶπεν ἓν καὶ δύο, ἀλλὰ πᾶν· οὐκ εἶπε δὲ, Νικῶμεν καὶ περιγινόμεθα, μόνον, ἀλλὰ καὶ, Αἰχμαλωτίζομεν· ὥσπερ οὖν καὶ ἀνωτέρω οὐκ εἶπε, Προσάγομεν μηχανήματα τοῖς ὀχυρώμασιν, ἀλλὰ, Καθαιροῦμεν αὐτά· καὶ γὰρ πολλὴ τῶν ὅπλων ἡ περιουσία. Οὐ γὰρ λόγοις πολεμοῦμεν, φησὶν, ἀλλ' ἔργοις πρὸς λόγους, οὐκ ἐν σοφίᾳ σαρκικῇ, ἀλλ' ἐν πνεύματι πραότητος καὶ δυνάμεως. Πῶς οὖν ἔμελλον φιλοτιμεῖσθαι, φησὶ, καὶ κομπάζειν διὰ λόγων, καὶ ἀπειλεῖν διὰ ἐπιστολῶν, καθάπερ ἐκεῖνοι διέβαλλον λέγοντες, ὅτι Αἱ ἐπιστολαὶ βαρεῖαι, ὅπου γε οὐκ ἐν τούτοις ἦν ἡμῖν ἰσχύς;
γʹ. Εἰπὼν δὲ, Αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ, ἐπειδὴ τὸ τῆς αἰχμαλωσίας ὄνομα βαρὺ, ταχέως τὸν τρόπον ἐντεῦθεν κατέλυσεν εἰπών· Εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ· ἀπὸ δουλείας εἰς ἐλευθερίαν, ἀπὸ θανάτου πρὸς ζωὴν, ἐξ ἀπωλείας πρὸς σωτηρίαν. Οὐ γὰρ ἁπλῶς βαλεῖν ἤλθομεν, ἀλλὰ μεταστῆσαι πρὸς τὴν ἀλήθειαν τοὺς ἐναντιουμένους. Καὶ ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοὴν, ὅταν πληρωθῇ ὑμῶν ἡ ὑπακοή. Ἐνταῦθα καὶ τούτους ἐφόβησεν, οὐκ ἐκείνους μόνον. Ὑμᾶς γὰρ, φησὶν, ἀναμένομεν, ἵν', ὅταν ὑπὸ τῆς παραινέσεως καὶ τῆς ἀπειλῆς διορθώσωμεν ὑμᾶς καὶ ἐκκαθάρωμεν καὶ ἀποστήσωμεν τῆς ἐκείνων κοινωνίας, τότε ἐκείνων ἀπολειφθέντων μόνων ἀνίατα νοσούντων ἐπαγάγωμεν τὴν τιμωρίαν, ὅταν γνησίως ἴδωμεν ὑμᾶς ἀποστάντας. Ὑπακούετε μὲν γὰρ καὶ νῦν, οὐ τελείως δέ. Καίτοι εἰ νῦν ἐποίησας, μεῖζον ἂν εἰργάσω τὸ κέρδος, φησίν. Οὐδαμῶς· εἰ γὰρ νῦν ἐποίησα, καὶ ὑμᾶς ἂν περιέβαλον τῇ τιμωρίᾳ. Ἀλλ' ἔδει κολάσαι μὲν ἐκείνους, ἡμῶν δὲ φείσασθαι. Ἀλλ' εἰ ἐφεισάμην, χάριτι ἂν ἔδοξα τοῦτο ποιεῖν· νῦν δὲ οὐ τοῦτο βούλομαι, ἀλλὰ πρῶτον κατορθῶσαι ὑμᾶς, καὶ τότε ἐπ' ἐκείνους ἐλθεῖν. Τί τῶν σπλάγχνων ἐκείνων ἡμερώτερον; ὃς ἐπειδὴ τοὺς οἰκείους ἑώρα τοῖς ἀλλοτρίοις ἀναμεμιγμένους, βούλεται μὲν ἐπαγαγεῖν τὴν πληγὴν, φείδεται δὲ, καὶ κατέχει τὴν ἀγανάκτησιν, ἕως ἂν ἐκεῖνοι ἀναχωρήσωσιν, ἵνα τούτους πατάξῃ μόνους· μᾶλλον δὲ, ἵνα μηδὲ τούτους. ∆ιὰ γὰρ τοῦτο ἀπειλεῖ τούτοις, καί φησι μόνους βούλεσθαι ἐκείνους ἀπολαβεῖν, ἵνα καὶ ἐκεῖνοι τῷ φόβῳ διορθωθέντες μεταναστῶσι, καὶ εἰς μηδένα ἀφῇ τὴν ὀργήν. Καθάπερ γὰρ ἰατρὸς ἄριστος καὶ πατὴρ κοινὸς καὶ προστάτης καὶ κηδεμὼν, οὕτω πάντα ἔπραττεν, οὕτω πάντων ἐκήδετο, τὰ κωλύματα ἀναιρῶν, τοὺς λυμαινομένους ἀναστέλλων, πανταχοῦ περιτρέχων. Οὐδὲ γὰρ μαχόμενος οὕτω τὰ πράγματα ἤνυεν, ἀλλ' ὡς ἐπὶ ἑτοίμην καὶ πρόχειρον ἐρχόμενος νίκην, τὰ τρόπαια ἵστη, κατασκάπτων, καθαιρῶν, καταβάλλων τοῦ διαβόλου τὰ ὀχυρώματα καὶ τῶν δαιμόνων τὰ μηχανήματα, καὶ τὴν λείαν μετῆγεν ἅπασαν ἐπὶ τὸ τοῦ Χριστοῦ στρατόπεδον· καὶ οὐδὲ μικρὸν ἀνέπνει, ἀπὸ τούτων ἐπ' ἐκείνους, καὶ πάλιν ἀπ' ἐκείνων ἐφ' ἑτέρους μεταπηδῶν, καθάπερ τις στρατηγὸς ἄριστος καθ' ἑκάστην ἡμέραν ἱστῶν τρόπαια, μᾶλλον δὲ καθ' ἑκάστην ὥραν. Ἀπὸ γὰρ χιτωνίσκου μόνου εἰς τὴν παράταξιν εἰσελθὼν, αὐτάνδρους ᾕρει τῶν ἐναντίων τὰς πόλεις, καὶ τόξα καὶ δόρατα καὶ βέλη καὶ πάντα ἡ γλῶττα Παύλου. Καὶ γὰρ ἐφθέγγετο μόνον, καὶ παντὸς πυρὸς σφοδρότερον τοῖς πολεμίοις αἱ ῥήσεις ἐνέπιπτον· καὶ τοὺς μὲν δαίμονας ἤλαυνε, τοὺς δὲ ὑπ' αὐτῶν κατεχομένους ἀνθρώπους πρὸς ἑαυτὸν ἐπανῆγεν. Ὅτε γοῦν τὸν δαίμονα ἐκεῖνον τὸν πονηρὸν ἐξέβαλε, γοήτων ἀνδρῶν μυριάδες πέντε συνελθοῦσαι, τὰ βιβλία τῶν μαγειῶν κατέκαιον, καὶ πρὸς τὴν ἀλήθειαν μεθίσταντο. Καὶ καθάπερ ἐν πολέμῳ, πύργου πεσόντος ἢ τυράννου κατενεχθέντος, οἱ μετ' ἐκείνου πάντες τὰ ὅπλα ῥίψαντες, τῷ στρατηγῷ προστρέχουσιν· οὕτω δὴ καὶ τότε ἐγένετο. Τοῦ γὰρ δαίμονος ἐκβληθέντος, πολιορκηθέντες ἅπαντες, καὶ τὰ βιβλία ῥίψαντες, μᾶλλον δὲ καταλύσαντες, τοῖς Παύλου ποσὶ προσέτρεχον· ὁ δὲ, καθάπερ ἑνὶ στρατοπέδῳ, τῇ οἰκουμένῃ παραταττόμενος, οὐδαμοῦ ἵστατο, ἀλλ' ὥσπερ τις ὑπόπτερος ὢν, πάντα ἐποίει· καὶ νῦν μὲν χωλὸν διώρθου, νῦν δὲ νεκρὸν ἤγειρε, νῦν δὲ ἕτερον ἐπήρου, τὸν μάγον λέγω· καὶ οὐδὲ ἐν δεσμωτηρίῳ κατακλειόμενος ἡσύχαζεν, ἀλλὰ καὶ ἐκεῖ τὸν δεσμοφύλακα μετῆγε πρὸς ἑαυτὸν, τὴν καλὴν ταύτην αἰχμαλωσίαν ἐργαζόμενος.
δʹ. Τοῦτον οὖν καὶ ἡμεῖς μιμησώμεθα κατὰ δύναμιν. Καὶ τί λέγω, κατὰ δύναμιν; Ἔξεστι γὰρ καὶ ἐγγὺς ἐκείνου γενέσθαι τῷ βουλομένῳ, καὶ θεωρῆσαι τὴν ἀριστείαν, καὶ μιμήσασθαι τὴν ἀνδρείαν. Ἔτι γὰρ καὶ τοῦτο ποιεῖ, λογισμοὺς καθαιρῶν, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Καίτοι γε πολλοὶ κατατέμνειν αὐτὸν ἐπεχείρησαν αἱρετικοί· ἀλλ' ὅμως κατὰ μέλος ὢν πολλὴν ἐπιδείκνυται τὴν ἰσχύν. Κέχρηται μὲν γὰρ αὐτῷ καὶ Μαρκίων καὶ Μανιχαῖος, ἀλλὰ κατατέμνοντες· ἀλλ' ὅμως καὶ οὕτως ἐλέγχονται ἀπὸ τῶν μελῶν. Καὶ γὰρ καὶ χεὶρ μόνη τοῦ ἀριστέως τούτου παρ' αὐτοῖς οὖσα, κατ' ἄκρας αὐτοὺς ἐλαύνει· καὶ ποῦς μόνος παρ' ἑτέροις διώκει καὶ καταβάλλει, ἵνα μάθῃς δυνάμεως περιουσίαν, καὶ ὅτι καὶ περικοπτόμενος ἀρκεῖ πάντας ἑλεῖν τοὺς ἐναντιουμένους. Καὶ μέντοι τοῦτο, φησὶ, διαστροφῆς, τὸ πάντας αὐτῷ κεχρῆσθαι τοὺς ἀλλήλοις μαχομένους. ∆ιαστροφῆς μὲν οὖν, τῆς Παύλου δὲ μὴ γένοιτο, ἀλλὰ τῆς τῶν χρωμένων. Οὐ γὰρ ποικίλος τις ἦν, ἀλλὰ ἁπλοῦς καὶ σαφής· οὗτοι δὲ πρὸς τὰς οἰκείας διέστρεψαν τὰ ῥήματα ἐννοίας. Καὶ διὰ τί οὕτως ἐῤῥέθη, φησὶν, ὡς δοῦναι λαβὰς τοῖς βουλομένοις; Οὐκ αὐτὸς ἔδωκεν, ἀλλ' ἡ ἐκείνων μανία· οὐκ εἰς δέον γὰρ τούτοις ἐχρήσαντο. Ἐπεὶ καὶ ὁ κόσμος οὗτος ὅλος καὶ θαυμαστὸς καὶ μέγας, καὶ τῆς τοῦ Θεοῦ σοφίας τεκμήριον, καὶ Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, καὶ ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν· ἀλλ' ὅμως τούτῳ πολλοὶ προσέπταισαν, καὶ ἀπ' ἐναντίας ἀλλήλοις· καὶ οἱ μὲν οὕτως αὐτὸν ὑπὲρ τὴν ἀξίαν ἐθαύμασαν ὡς αὐτὸν νομίσαι εἶναι Θεόν· οἱ δὲ οὕτως αὐτοῦ τὸ κάλλος ἠγνόησαν, ὡς ἀνάξιον εἶναι φανῆναι τῆς τοῦ Θεοῦ δημιουργίας, καὶ ὕλῃ τινὶ πονηρᾷ τὸ πλέον αὐτοῦ ἀναθεῖναι. Καίτοι γε ἀμφοτέρους ὁ Θεὸς ἠσφαλίσατο, καλὸν μὲν ποιήσας καὶ μέγαν, ἵνα μὴ ἀλλότριος αὐτοῦ τῆς σοφίας εἶναι νομίζοιτο· ἐνδεῆ δὲ καὶ οὐκ αὐτάρκη ἑαυτῷ, ἵνα μὴ Θεὸς ὑποπτεύηται. Ἀλλ' ὅμως οἱ πηρωθέντες ἐξ οἰκείων λογισμῶν, εἰς ἐναντίας ἐξέπεσον ἐννοίας, ἀλλήλους ἐλέγχοντες, καὶ ἀλλήλων γινόμενοι κατήγοροι, καὶ ὑπὲρ τῆς τοῦ Θεοῦ σοφίας ἀπολογούμενοι καὶ αὐτῶν ὧν ἐπλανήθησαν λογισμῶν. Καὶ τί λέγω τὸν ἥλιον καὶ τὸν οὐρανόν; Πρὸ τῶν ὀφθαλμῶν εἶδον θαύματα οἱ Ἰουδαῖοι γινόμενα τοσαῦτα, καὶ μόσχον εὐθέως προσεκύνησαν. Πάλιν ἑώρων δαίμονας τὸν Χριστὸν ἀπελαύνοντα, καὶ δαιμονῶντα αὐτῶν ἐκάλουν. Ἀλλ' οὐ τοῦ ἐκβάλλοντος τοῦτο ἔγκλημα, ἀλλὰ τῆς τῶν πεπηρωμένων διανοίας κατηγορία. Μὴ τοίνυν μηδὲ Παύλου καταγίνωσκε διὰ τὴν τῶν κακῶς χρησαμένων γνώμην, ἀλλὰ μάθε τὸν θησαυρὸν αὐτοῦ καλῶς καὶ τὸν πλοῦτον ἀνάπτυξον, καὶ πρὸς πάντας στήσῃ γενναίως ἀπὸ τῶν ἐκείνου φραττόμενος ὅπλων· οὕτω καὶ Ἕλληνας, καὶ Ἰουδαίους ἐπιστομίσαι δυνήσῃ. Καὶ πῶς, φησὶν, οὐ πιστεύοντας αὐτῷ; Ἀπὸ τῶν γεγενημένων δι' αὐτοῦ, ἀπὸ τῆς κατὰ τὴν οἰκουμένην διορθώσεως. Οὐ γὰρ ἦν ἀνθρωπίνης δυνάμεως τοσαῦτα δυνηθῆναι, ἀλλ' ἡ τοῦ σταυρωθέντος ἰσχὺς ἐμπνέουσα αὐτῷ, τοιοῦτον αὐτὸν εἰργάσατο, καὶ ῥητόρων καὶ φιλοσόφων καὶ τυράννων καὶ βασιλέων καὶ πάντων δυνατώτερον ἀπέφηνεν. Οὗτος οὐχ ὁπλίσασθαι μόνον ἱκανὸς καὶ βαλεῖν τοὺς ἐναντίους, ἀλλὰ καὶ ἑτέρους κατασκευάσαι τοιούτους. Ἵν' οὖν καὶ ἑαυτοῖς καὶ ἑτέροις γινώμεθα χρήσιμοι, συνεχῶς αὐτὸν μεταχειριζώμεθα, ἀντὶ λειμῶνος καὶ παραδείσου τοῖς τούτου γράμμασιν ἐντρυφῶντες. Οὕτω γὰρ δυνησόμεθα καὶ κακίας ἀπαλλαγῆναι, καὶ ἀρετὴν ἑλέσθαι, καὶ τῶν ἐπηγγελμένων τυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η επεξεργασία, επιμέλεια μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου