ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Αʹ Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ

Πέμπτη 27 Οκτωβρίου 2016

Αʹ Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ



AGIOS

Ιωάννης Χρυσόστομος
Πρός Κορινθίους Β΄
Τόμος 61


Αʹ Παῦλος ἀπόστολος  Ἰησοῦ Χριστοῦ διὰ  θελήματος  Θεοῦ, καὶ  Τιμόθεος ὁ ἀδελφὸς, τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, σὺν τοῖς ἁγίοις πᾶσι τοῖς οὖσιν ἐν ὅλῃ τῇ Ἀχαΐᾳ· χά ρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυ ρίου Ἰησοῦ Χριστοῦ.

Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πα τὴρ τῶν οἰκτιρμῶν, καὶ Θεὸς πάσης παρακλήσεως, ὁ παρακαλῶν ἡμᾶς ἐν πάσῃ τῇ θλίψει  ἡμῶν,  εἰς  τὸ  δύνασθαι  ἡμᾶς  παρακαλεῖν  τοὺς  ἐν  πάσῃ θλίψει,  διὰ  τῆς παρακλήσεως, ἧς πα ρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ Θεοῦ. αʹ. Ἄξιον ζητῆσαι πρότερον, τίνος  ἕνεκεν  δευτέραν  προστίθησιν Ἐπιστολὴν τῇ προτέρᾳ, καὶ τί δήποτε οὕτως ἄρχεται ἀπὸ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ καὶ τῆς  παρακλήσεως. Τίνος οὖν ἕνεκεν δευτέραν προστίθησιν; Εἰπὼν ἐν τῇ προτέρᾳ Ἐπιστολῇ, ὅτι Ἐλεύσομαι πρὸς ὑμᾶς, καὶ γνώσομαι, οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν, καὶ πρὸς τῷ τέλει πάλιν  προσηνέστερον αὐτὸ τοῦτο ὑποσχόμενος· Ἐλεύσομαι γὰρ, φησὶ, πρὸς ὑμᾶς, ὅταν   Μακεδονίαν   διέλθω·   Μακεδονίαν   γὰρ  διέρχομαι·  πρὸς  ὑμᾶς  δὲ  τυχὸν παραμενῶ, ἢ καὶ παραχειμάσω· πολλοῦ μεταξὺ γενομένου  χρόνου οὐ παρεγένετο, ἀλλὰ καὶ τῆς προθεσμίας παρελθούσης, ἔμελλεν ἔτι καὶ ἐβράδυνε, τοῦ Πνεύματος αὐτὸν κατέχοντος  ἐν ἑτέροις πολλῷ τούτων ἀναγκαιοτέροις.



 ∆ιὰ τοῦτο ἐπιστολῆς ἐδεήθη δευτέρας, οὐκ ἂν δεηθεὶς εἰ παρὰ μικρὸν ὑστέρησεν. Οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλ'   ὅτι   καὶ   βελτίους   ἦσαν   ἀπὸ   τῆς   προτέρας   γεγενημένοι.   Καὶ  γὰρ   τὸν πεπορνευκότα,  ὃν  πρότερον  συνεκρότουν,  καὶ  ἐφ'  ᾧ  μέγα  ἐφρόνουν,   τοῦτον ἐξέκοψαν καὶ ἀφώρισαν παντελῶς. Καὶ τοῦτο ἐδήλωσεν εἰπών· Εἰ δέ τις λελύπηκεν, οὐκ ἐμὲ λελύπηκεν,  ἀλλὰ  ἀπὸ μέρους, ἵνα μὴ ἐπιβαρῶ πάντας  ὑμᾶς. Ἱκανὸν  τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη ἡ ὑπὸ τῶν πλειόνων. Καὶ προϊὼν πάλιν τὸ αὐτὸ αἰνίττεται λέγων·  Ἰδοὺ  γὰρ  τὸ  κατὰ  Θεὸν λυπηθῆναι  ὑμᾶς,  πόσην  κατειργάσατο  ἐν  ὑμῖν σπουδήν· ἀλλὰ ἀπολογίαν, ἀλλὰ ἀγανάκτησιν, ἀλλὰ φόβον, ἀλλὰ ἐπιπόθησιν, ἀλλὰ ζῆλον, ἀλλὰ ἐκδίκησιν. Ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς εἶναι ἐν τῷ πράγματι. Καὶ τὴν εὐλογίαν  δὲ, ἣν ἐκέλευσε, μετὰ πολλῆς  συνήγαγον  τῆς σπουδῆς· διὸ καὶ ἔλεγεν· Οἶδα γὰρ τὴν προθυμίαν  ὑμῶν,  ἣν ὑπὲρ ὑμῶν  καυχῶμαι  Μακεδόσιν, ὅτι Ἀχαΐα παρεσκεύασται ἀποπέρυσι. Καὶ τὸν Τίτον, ὃν ἔπεμψε, μετὰ πάσης ἐδέξαντο τῆς εὐνοίας. Καὶ τοῦτο αὐτὸ δεικνὺς πάλιν ἔλεγεν, ὅτι Τὰ σπλάγχνα αὐτοῦ περισσοτέρως ἐστὶν εἰς ὑμᾶς, ἀναμιμνησκομένου τὴν πάντων ὑμῶν ὑπακοὴν, ὥστε μετὰ φόβου καὶ τρόμου ἐδέξασθε αὐτόν. ∆ιὰ ταῦτα πάντα γράφει τὴν δευτέραν Ἐπιστολήν. Καὶ γὰρ ἐχρῆν,  ὥσπερ ἡνίκα  ἡμάρτανον  ἐνεκάλει,  οὕτω  διορθωθέντας  ἀποδέξασθαι  καὶ ἐπαινέσαι. ∆ιόπερ οὐδὲ καταφορικωτέρα  ἐστὶ πᾶσα ἡ Ἐπιστολὴ, ἀλλ' ὀλίγα  τοῦ τέλους αὐτῆς μέρη. Καὶ γὰρ ἦσαν καὶ παρ' αὐτοῖς ἐξ Ἰουδαίων μέγα φρονοῦντες, καὶ Παῦλον διαβάλλοντες ὡς ἀλαζόνα καὶ οὐδενὸς ἄξιον λόγου· διὸ καὶ ἔλεγον· Αἱ μὲν ἐπιστολαὶ βαρεῖαι, ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενὴς, καὶ ὁ λόγος ἐξουθενημένος. Ὃ δὲ ἔλεγον τοῦτο ἦν· Ὅταν μὲν παρῇ, φησὶν, οὐδενὸς ἄξιος φαίνεται· τοῦτο γάρ ἐστιν, Ἡ παρουσία τοῦ  σώματος ἀσθενής· ἀπελθὼν  δὲ κομπάζει  μεγάλα,  δι' ὧν ἐπιστέλλει· τὸ γὰρ, Αἱ ἐπιστολαὶ βαρεῖαι, τοῦτο σημαίνει. Καὶ ἵνα δόξωσι τὰ καθ' ἑαυτοὺς σεμνοποιεῖν, ὑπεκρίνοντο μὴ λαμβάνειν. Ὅπερ οὖν καὶ αὐτὸ αἰνιττόμενος ἔλεγεν· Ἵνα ἐν ᾧ καυχῶνται,  εὑρεθῶσι καθὼς καὶ ἡμεῖς. Μετὰ δὲ τούτων καὶ τὴν ἀπὸ τοῦ λόγου δύναμιν ἔχοντες αὐτόθι, σφόδρα ἐπῄροντο. ∆ιὸ καὶ ἰδιώτην  ἑαυτὸν καλεῖ, δεικνὺς ὅτι οὐκ αἰσχύνεται τούτῳ, οὐδὲ μέγα τι κτῆμα, τοὐναντίον  μὲν οὖν ἡγεῖται.  Ἐπεὶ οὖν  εἰκὸς  ἦν  τινας  ὑπὸ  τούτων  παραπείθεσθαι, πρό τερον αὐτοὺς ἐγκωμιάσας ὑπὲρ ὧν κατώρθωσαν, καὶ τὴν ἀπόνοιαν ἐκείνων τὴν ἐπὶ τοῖς Ἰουδαϊκοῖς καταβαλὼν, ἐπειδὴ παρὰ καιρὸν αὐτὰ τηρεῖν ἐφιλονείκουν, τότε συμμέτρως καὶ τὴν ὑπὲρ τούτων ποιεῖται ἐπίπληξιν. Ἡ μὲν οὖν ὑπόθεσις τῆς Ἐπιστολῆς, ὡς ἄν τις ἐν κεφαλαίῳ καὶ παρατρέχων εἴποι, αὕτη μοι εἶναι δοκεῖ. ∆εῖ δὲ αὐτοῦ τοῦ προοιμίου τῆς Ἐπιστολῆς ἅψασθαι λοιπὸν,  καὶ μετὰ τὴν  εἰωθυῖαν αὐτοῦ πρόσρησιν εἰπεῖν, τίνος ἕνεκεν οὕτως ἤρξατο ἀπὸ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ. Τέως μέντοι  αὐτὴν  τὴν  ἀρχὴν  ἀναγκαῖον  εἰπεῖν,  καὶ ζητῆσαι πῶς  τὸν  Τιμόθεον ἐνταῦθα  ἑαυτῷ  συντάττει.  Παῦλος  γὰρ,  φησὶν,  ἀπόστολος  Ἰησοῦ  Χριστοῦ διὰ θελήματος  Θεοῦ, καὶ  Τιμόθεος  ὁ  ἀδελφός.  Καὶ γὰρ  ἐν  τῇ  προτέρᾳ  Ἐπιστολῇ ἐπηγγέλλετο αὐτὸν πέμπειν, καὶ παρήγγελλε λέγων· Ἐὰν δὲ ἔλθῃ Τιμόθεος, βλέπετε ἵνα  ἀφόβως  γένηται  πρὸς ὑμᾶς· πῶς  οὖν ἐνταῦθα  αὐτὸν  ἑαυτῷ  ἐν τῷ προοιμίῳ συντάττει; Παραγενόμενος κατὰ τὴν ὑπόσχεσιν τοῦ διδασκάλου (Ἔπεμψα γὰρ ὑμῖν Τιμόθεον, φησὶν, ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστῷ), καὶ διορθώσας ἅπαντα, ἐπανῆλθε. Καὶ γὰρ πέμπων αὐτὸν ἔλεγε· Προπέμψατε αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἔλθῃ πρός με· ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν.

 βʹ. Ἐπεὶ οὖν ἀπέλαβε τὸν διδάσκαλον, καὶ τὰ ἐν Ἀσίᾳ διορθώσας μετ' αὐτοῦ (Ἐπιμενῶ γὰρ, φησὶν, ἐν Ἐφέσῳ ἕως τῆς Πεντηκοστῆς), πάλιν  εἰς Μακεδονίαν διέβη, εἰκότως  αὐτὸν  ἅτε παρόντα ἑαυτῷ  συντάττει  λοιπόν.  Καὶ γὰρ  τότε  μὲν  ἐξ  Ἀσίας, νῦν  δὲ  ἀπὸ  Μακεδονίας ἐπιστέλλει. Συνέταξε δὲ αὐτὸν, ἐκεῖνόν τε σεμνότερον ταύτῃ ποιῶν, καὶ τὴν πολλὴν ἑαυτοῦ ταπεινοφροσύνην  ἐνδεικνύμενος·  καὶ γὰρ καταδεέστερος αὐτοῦ ἦν, ἀλλ' ἡ ἀγάπη πάντα συνάγει. ∆ιὸ καὶ πανταχοῦ αὐτὸν ἑαυτῷ ἐξισάζει, νῦν μὲν λέγων· Ὡς πατρὶ τέκνον, σὺν ἐμοὶ ἐδούλευσε· νῦν δὲ, Τὸ γὰρ ἔργον Κυρίου ἐργάζεται, ὡς κἀγώ· ἐνταῦθα δὲ καὶ ἀδελφὸν  καλεῖ, διὰ πάντων  αἰδέσιμον αὐτὸν Κορινθίοις καθιστάς. Καὶ γὰρ  ἦν  παραγεγονὼς,  ὥσπερ ἔφην,  αὐτόθι,  καὶ  πεῖραν  τῆς  αὐτοῦ  δεδωκὼς ἀρετῆς. Τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ. Πάλιν αὐτοὺς Ἐκκλησίαν καλεῖ, συνάγων   πάντας   εἰς   ἓν   καὶ   συνδέων.   Οὐ  γὰρ   ἂν   γένοιτο   Ἐκκλησία  μία, διεσπασμένων τῶν ἐν αὐτῇ, καὶ κατ' ἀλλήλων  ἑστώτων. Σὺν τοῖς ἁγίοις πᾶσι τοῖς οὖσιν ἐν ὅλη τῇ Ἀχαΐᾳ. Ἅμα καὶ τιμᾷ Κορινθίους, διὰ τῆς τούτων Ἐπιστολῆς πάντας προσαγορεύων, καὶ ὁλόκληρον συνάγει τὸ ἔθνος. Ἁγίους δὲ καλεῖ, δεικνὺς ὅτι εἴ τις ἀκάθαρτος, ἐκτός ἐστι τῆς προσηγορίας ταύτης. ∆ιὰ τί δὲ τῇ μητροπόλει γράφων, πᾶσι δι' αὐτῆς ἐπιστέλλει, οὐ πανταχοῦ  τοῦτο ποιῶν; Θεσσαλονικεῦσι γοῦν ἐπιστέλλων  οὐ δήπου καὶ Μακεδόσιν ἐπέστελλε· καὶ Ἐφεσίοις γράφων, ὁμοίως οὐ περιέλαβε τὴν Ἀσίαν ἅπασαν· καὶ ἡ πρὸς Ῥωμαίους δὲ Ἐπιστολὴ, οὐχὶ καὶ τοῖς τὴν Ἰταλίανοἰκοῦσίν  ἐστιν  ἐπεσταλμένη.  Ἀλλ'  ἐνταῦθα  αὐτὸ  ποιεῖ,  καὶ  ἐν  τῇ  πρὸς Γαλάτας.  Οὐδὲ γὰρ  ἐκεῖ  μιᾷ  πόλει,  καὶ  δύο  καὶ  τρισὶν,  ἀλλὰ  τοῖς  πανταχοῦ διεσπαρμένοις   ἐπιστέλλει,  λέγων·  Παῦλος ἀπόστολος οὐκ ἀπ' ἀνθρώπων, οὐδὲ δι' ἀνθρώπου, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ καὶ Θεοῦ Πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν, καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοὶ, ταῖς Ἐκκλησίαις τῆς Γαλατίας, χάρις ὑμῖν καὶ εἰρήνη. Καὶ Ἑβραίοις δὲ μίαν ἅπασιν ἔγραψεν  Ἐπιστολὴν, οὐδὲ τούτους διελὼν  κατὰ πόλεις. Τί ποτ' οὖν ἐστι τὸ αἴτιον; Ἐμοὶ δοκεῖ τὸ κοινὰ τὰ νοσήματα εἶναι ἐνταῦθα· διὸ καὶ κοινὴν ποιεῖται τὴν Ἐπιστολὴν, ἐπειδὴ καὶ κοινῆς ἐδέοντο τῆς διορθώσεως. Καὶ γὰρ Γαλάται πάντες ἐνόσουν, καὶ Ἑβραῖοι· οἶμαι δὲ καὶ οὗτοι. Συναγαγὼν τοίνυν ἅπαν τὸ ἔθνος, καὶ προσειπὼν αὐτοὺς, ὡς πάντας αὐτῷ προσαγορεύειν νόμος ἦν· Χάρις γὰρ ὑμῖν καὶ εἰρήνη, φησὶν, ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, καὶ  Κυρίου Ἰησοῦ  Χριστοῦ· ἄκουσον  πῶς  καταλλήλως   ἄρχεται  τῇ  προκειμένῃ ὑποθέσει· Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῶν  οἰκτιρμῶν,  καὶ  Θεὸς πάσης  παρακλήσεως.  Καὶ ποῦ  τοῦτο  κατάλληλον  τῇ προκειμένῃ ὑποθέσει, φησί; Καὶ σφόδρα μὲν οὖν. Σκόπει δέ· Ἐλύπει λίαν αὐτοὺς καὶ ἐθορύβει τὸ μὴ παραγενέσθαι ἐκεῖ τὸν Ἀπόστολον, καὶ ταῦτα ἐπαγγειλάμενον, ἀλλὰ τὸν ἅπαντα ἐν Μακεδονίᾳ ἀναλῶσαι χρόνον, καὶ δοκεῖν αὐτῶν ἑτέρους προτετιμηκέναι. ∆ιὰ τοῦτο πρὸς τοῦτο ἱστάμενος τὸ θορυβοῦν, λέγει τὴν αἰτίαν δι' ἣν  οὐ  παρεγένετο·  οὐ  μὴν  ἐξ εὐθείας  αὐτὴν  τίθησιν,  οὐδὲ  λέγει,  ὅτι  Οἶδα μὲν ὑποσχόμενος ἥξειν, ἐπειδὴ δὲ διὰ τὰς θλίψεις ἐνεποδίσθην, σύγγνωτε, καὶ μὴ καταγνῶτέ τινα ὑπεροψίαν ἢ ῥᾳθυμίαν ἡμῶν· ἀλλ' ἑτέρως αὐτὸ καὶ μεγαλοπρεπέστερον  καὶ ἀξιοπιστότερον κατασκευάζει, ἐπαίρων  τῇ παραμυθίᾳ  τὸ πρᾶγμα, ἵνα μηδὲ ἐρωτῶσι λοιπὸν τὴν αἰτίαν, δι' ἣν ὑστέρησε. Καὶ ταυτὸν ποιεῖ, οἷον εἴ τις ἐπαγγειλάμενος  ἐλθεῖν πρός τινα ποθούμενον, εἶτα μετὰ μυρίους κινδύνους ἐλθὼν λέγοι· ∆όξα σοι, ὁ Θεὸς, ὅτι μοι τὸ ποθούμενον ἔδειξας πρόσωπον· εὐλογητὸς ὁ Θεὸς, οἵων με κινδύνων  ἀπήλλαξας. Ἡ γὰρ δοξολογία αὕτη ἀπολογία γίνεται τῷ μέλλοντι ἐγκαλεῖν, καὶ οὐδὲ ἀφίησι μέμψασθαι τῇ μελλήσει. Ἐρυθριᾷ γὰρ τὸν ἐπὶ τῇ τῶν τοσούτων ἀπαλλαγῇ κακῶν εὐχαριστοῦντα τῷ Θεῷ εἰς δικαστήριον ἕλκειν, καὶ εὐθύνας ἀπαιτεῖν τῆς βραδύτητος. ∆ιὰ τοῦτο καὶ οὕτως ἄρχεται· Εὐλογητὸς ὁ Θεὸς τῶν οἰκτιρμῶν· μεγάλων κινδύνων ἐντεῦθεν ἐπαγωγήν τε καὶ ἀπαλλαγὴν αἰνιττόμενος. Ἐπειδὴ καὶ ὁ ∆αυῒδ οὐχ ὁμοίως αὐτὸν πανταχοῦ καλεῖ, οὐδὲ ἀπὸ τῶν αὐτῶν· ἀλλ'  ὅταν μὲν περὶ πολέμου διαλέγηται  καὶ νίκης, Ἀγαπήσω σε, Κύριε, ἡ ἰσχύς μου, φησὶ, Κύριος ὑπερασπιστής μου· ὅταν δὲ περὶ θλίψεως ἀπαλλαγῆς καὶ τοῦ ζόφου τοῦ κατεσχηκότος αὐτὸν, Κύριος φωτισμός μου καὶ Σωτήρ μου· καὶ νῦν μὲν ἀπὸ φιλανθρωπίας,  νῦν δὲ ἀπὸ δικαιοσύνης, νῦν δὲ ἀπὸ κρίσεως ἀδεκάστου αὐτὸν ὀνομάζει καταλλήλως  τοῖς ὑποκειμένοις  καιροῖς. Οὕτω δὴ καὶ ὁ Παῦλος ἐνταῦθα ἀρχόμενος,  ἀπὸ  φιλανθρωπίας   αὐτὸν  καλεῖ,  Ὁ  Θεὸς  τῶν   οἰκτιρμῶν,   λέγων· τουτέστιν, ὁ οἰκτιρμοὺς τοσούτους ἐπιδειξάμενος, ὡς ἐξ αὐτῶν ἡμᾶς ἀναγαγεῖν τῶν τοῦ θανάτου πυλῶν. γʹ. Τοῦτο γὰρ μάλιστα ἴδιον Θεοῦ καὶ ἐξαίρετον,  καὶ τῇ φύσει συγκεκληρωμένον, τὸ οὕτως ἐλεεῖν. ∆ιὰ τοῦτο Θεὸν οἰκτιρμῶν καλεῖ. Σὺ δέ μοι σκόπει κἀντεῦθεν  τὴν  ταπεινοφροσύνην  Παύλου· ὑπὲρ γὰρ τοῦ κηρύγματος κινδυνεύων,  οὔ φησι διὰ τὴν ἀξίαν σώζεσθαι, ἀλλὰ διὰ τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ. Ἀλλὰ τοῦτο μὲν ὕστερον σαφέστερόν φησι, νῦν  δὲ ἐπάγει λέγων·  Ὁ παρακαλῶν ἡμᾶς ἐν πάσῃ θλίψει. Οὐκ εἶπεν, Ὁ μὴ ἐῶν ἡμᾶς θλίβεσθαι, ἀλλ', Ὁ ἐν τῷ θλίβεσθαι παρακαλῶν. Τοῦτο γὰρ καὶ τοῦ Θεοῦ τὴν δύναμιν  δείκνυσι, καὶ τῶν  θλιβομένων αὔξει τὴν ὑπομονήν· Ἡ γὰρ θλῖψις,  φησὶν, ὑπομονὴν  κατεργάζεται. Τοῦτο καὶ ὁ προφήτης ἔλεγεν· Ἐν θλίψει ἐπλάτυνάς με. Οὐκ εἶπεν, ὅτι Οὐκ εἴασάς με ἐμπεσεῖν εἰς θλῖψιν, οὐδ' ὅτι Παρήγαγες ταχέως τὴν θλῖψιν, ἀλλ' ὅτι Μενούσης αὐτῆς ἐπλάτυνάς με, τουτέστι, πολλὴν  τὴν εὐρυχωρίαν  καὶ τὴν ἄνεσιν παρέσχες· ὃ δὴ καὶ ἐπὶ τῶν παίδων τῶν τριῶν γέγονεν. Οὔτε γὰρ ἐκώλυσεν αὐτοὺς ἐμπεσεῖν, οὔτε ἐμπεσόντων, τὴν φλόγα ἔσβεσεν, ἀλλὰ καιομένης τῆς καμίνου, τὴν εὐρυχωρίαν παρέσχε. Τοῦτο καὶ ἀεὶ ποιεῖν εἴωθεν ὁ Θεός· ὅπερ αἰνιττόμενος καὶ ὁ Παῦλος ἔλεγεν· Ὁ παρακαλῶν ἡμᾶς ἐν πάσῃ θλίψει. Καὶ ἕτερον δέ τι διὰ τούτων δείκνυσι. Ποῖον δὴ τοῦτο; Ὅτι οὐχ ἅπαξ, οὐδὲ δὶς, ἀλλὰ διηνεκῶς  τοῦτο ποιεῖ. Οὐδὲ γὰρ νῦν μὲν παρακαλεῖ, νῦν δὲ ἀφίησιν, ἀλλ' ἀεὶ καὶ διαπαντὸς τοῦτο ἐργάζεται. ∆ιὸ εἶπεν, Ὁ παρακαλῶν, οὐχ, Ὁ παρακαλέσας, καὶ, Ἐν πάσῃ θλίψει, οὐκ, Ἐν τῇδε καὶ τῇδε, ἀλλ',  Ἐν πάσῃ· εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει, διὰ τῆς παρακλήσεως ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ Θεοῦ. Εἶδες πῶς προανακρούεται τὴν ἀπολογίαν, καὶ μεγάλης  θλίψεως  ὑπόνοιαν  παρέχει  τῷ  ἀκροατῇ; Καὶ δι' αὐτῶν  πάλιν  μετριάζει τούτων λέγων, ὅτι καὶ αὐτὸς ὁ οἰκτιρμὸς οὗτος ἐγένετο, οὐ διὰ τὴν αὐτῶν ἀξίαν, ἀλλὰ  διὰ τοὺς  ὑπ'  αὐτῶν  ὠφεληθῆναι  ὀφείλοντας.  ∆ιὰ τοῦτο  γὰρ παρεκάλεσεν ἡμᾶς,  φησὶν,  ἵνα  ἡμεῖς  ἀλλήλους  παρακαλῶμεν.  ∆ιὰ τούτου  δὲ  καὶ  τὸ  ἀξίωμα δείκνυσι   τῶν   ἀποστόλων,   ἐμφαίνων   ὅτι   παρακληθεὶς   καὶ   ἀναπνεύσας,   οὐκ ἀναπίπτει  καθάπερ ἡμεῖς, ἀλλ' εἰς τὸ ἑτέρους ἀλείφειν  πρόεισι καὶ νευροῦν  καὶ διεγείρειν.  Τινὲς δὲ αὐτὸν  καὶ τοῦτο λέγειν  φασὶν, ὅτι Ἡ παράκλησις ἡμῶν  καὶ ἄλλων  παράκλησίς ἐστι. ∆οκεῖ δέ μοι καὶ πρὸς τοὺς ψευδαποστόλους  τοὺς εἰκῆ καυχωμένους,   καὶ   οἴκοι   καθημένους   καὶ   τρυφῶντας,   ἀποτείνεσθαι   διὰ   τοῦ προοιμίου. Ἀλλὰ τοῦτο μὲν αἰνιγματωδῶς,  καὶ ὡς ἐν παρέργῳ· τὸ δὲ προηγούμενον τοῦτο ἦν, ἀπολογήσασθαι ὑπὲρ τῆς μελλήσεως. Εἰ γὰρ διὰ τοῦτο παρακαλούμεθα, ἵνα καὶ ἄλλους παρακαλῶμεν, μὴ ἐγκαλῆτε ὡς μὴ παραγενομένοις. Εἰς γὰρ τοῦτο ἅπας ἡμῖν ὁ χρόνος ἐτρίβετο, εἰς τὰς ἐπιβουλὰς, εἰς τὰς ἐπαγωγὰς, εἰς τὸ διαλῦσαι τὰ ἐπιόντα δεινά. Ὅτι καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς, οὕτω διὰ τοῦ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις ἡμῶν. Ἵνα γὰρ μὴ καταβάλῃ τοὺς μαθητὰς τῷ σφόδρα ἐπαίρειν τὰς συμφορὰς, δείκνυσι πάλιν πολλὴν τὴν περιουσίαν καὶ τῆς παρακλήσεως οὖσαν, καὶ ἀνίστησιν αὐτῶν τὴν διάνοιαν, οὐ ταύτῃ μόνον, ἀλλὰ καὶ τῷ ἀναμνῆσαι  τοῦ Χριστοῦ καὶ αὐτοῦ εἰπεῖν εἶναι τὰ παθήματα· καὶ πρὸ τῆς παρακλήσεως ἀπ' αὐτῶν τῶν θλίψεων τὴν παραμυθίαν εἰσάγει. Τί γὰρ ἥδιον τοῦ τῷ Χριστῷ με γίνεσθαι  κοινωνὸν,  καὶ δι' αὐτὸν  ταῦτα  πάσχειν; τί  ταύτης  ἴσον τῆς παρακλήσεως; Οὐκ ἐντεῦθεν  δὲ μόνον, ἀλλὰ καὶ ἑτέρωθεν ἐπαίρει τὰ φρονήματα τῶν θλιβομένων. Πόθεν ἑτέρωθεν; Ἀπὸ τοῦ εἰπεῖν, ὅτι Περισσεύει. Οὐ γὰρ εἶπεν, ὅτι Καθὼς ἔπεισιν ἡμῖν τὰ παθήματα τοῦ Χριστοῦ, ἀλλὰ, Καθὼς περισσεύει· δεικνὺς ὅτι οὐ μόνον τὰ ἐκείνου, ἀλλὰ καὶ πλείονα τούτων ὑπομένουσι πάθη. Οὐ γὰρ ὅσα ἔπαθε, φησὶν, ἐπάθομεν πάθη, ἀλλὰ καὶ περισσά. Σκόπει δέ· Ἠλάθη, ἐδιώχθη  ὁ Χριστὸς, ἐμαστιγώθη, ἀπέθανεν. Ἀλλ' ἡμεῖς πλέον τούτων, φησίν· ὅπερ καὶ μόνον ἱκανὸν εἰς παραμυθίαν ἀρκέσειε. Ἀλλὰ μηδεὶς τόλμαν καταγινωσκέτω τοῦ λόγου· καὶ γὰρ καὶ ἀλλαχοῦ φησι· Νῦν χαίρω ἐν τοῖς παθήμασί μου, καὶ ἀνταναπληρῶ  τὰ ὑστερήματα τῶν θλίψεων  τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου. Ἀλλ' οὐδέτερον τόλμης οὐδὲ ἀπονοίας τινός. Καθάπερ γὰρ μείζονα αὐτοῦ εἰργάσαντο σημεῖα (Ὁ γὰρ πιστεύων, φησὶν, εἰς ἐμὲ, μείζονα τούτων ποιήσει), τὸ δὲ πᾶν αὐτοῦ γίνεται τοῦ ἐνεργοῦντος ἐν αὐτοῖς· οὕτω καὶ πλείονα αὐτοῦ ἔπαθον· τὸ δὲ πᾶν αὐτοῦ πάλιν  ἐστὶ τοῦ παρακαλοῦντος αὐτοὺς, καὶ παρασκευάζοντος φέρειν τὰ συμπίπτοντα δεινά.

δʹ. ∆ιὸ δὴ καὶ ὁ Παῦλος αἰσθόμενος ἡλίκον ἐφθέγξατο, ὅρα πῶς αὐτὸ συστέλλει πάλιν λέγων· Οὕτω διὰ τοῦ Χριστοῦ περισσεύει καὶ  ἡ  παράκλησις  ἡμῶν·  καὶ  τὸ  πᾶν  αὐτῷ  ἀνατιθεὶς,  καὶ ἀνακηρύττων  αὐτοῦ  καὶ  ἐντεῦθεν  τὴν  φιλανθρωπίαν.   Οὐ γὰρ  ὅσον θλιβόμεθα, τοσοῦτον παρακαλούμεθα, φησὶν, ἀλλὰ πολλῷ πλέον. Οὐ γὰρ εἶπεν, Ἀντίῤῥοπος ἡ παράκλησις τῶν  παθημάτων,  ἀλλὰ, Περισσεύει ἡ παράκλησις· ὡς τὸν καιρὸν τῶν ἀγώνων,  ἑτέρων στεφάνων  πάλιν εἶναι καιρόν. Τί γὰρ ἴσον, εἰπέ μοι, τοῦ διὰ τὸν Χριστὸν μαστίζεσθαι, καὶ Θεῷ διαλέγεσθαι, καὶ πάντων εἶναι δυνατώτερον, καὶ τῶν ἐλαυνόντων    περιγίνεσθαι,   καὶ   τῇ   οἰκουμένῃ   ἀχείρωτον   εἶναι,   καὶ   τοιαῦτα προσδοκᾷν ἐντεῦθεν  ἀγαθὰ,  ἃ  μήτε  ὀφθαλμὸς  εἶδε, μήτε  οὖς  ἤκουσε, μήτε  ἐπὶ καρδίαν  ἀνθρώπου  ἀνέβη;  τί  δὲ  ἴσον  τοῦ  θλίβεσθαι  δι'  εὐσέβειαν, καὶ  μυρίων ἀπολαύειν παρὰ τοῦ Θεοῦ παρακλήσεων, καὶ ἁμαρτημάτων ἀπηλλάχθαι  τοσούτων, καὶ Πνεύματος καταξιοῦσθαι καὶ ἁγιασμοῦ καὶ δικαιοσύνης, καὶ μηδένα δεδοικέναι καὶ τρέμειν, καὶ πάντων  λαμπρότερον φαίνεσθαι ἐν αὐτῷ τῷ κινδυνεύειν;  Μὴ δὴ καταπίπτωμεν  ἐν  τοῖς  πειρασμοῖς. Οὐδεὶς γὰρ κοινωνεῖ  τῷ  Χριστῷ τρυφῶν  καὶ καθεύδων καὶ ἀναπίπτων,  οὐδεὶς τῶν τὸν ὑγρὸν τοῦτον καὶ διαλελυμένον  ζώντων βίον· ἀλλ' ὁ ἐν θλίψει  καὶ πειρασμῷ, οὗτος ἐγγὺς ἕστηκεν ἐκείνου, ὁ τὴν στενὴν ὁδεύων  ὁδόν.  Καὶ γὰρ  καὶ  αὐτὸς  ταύτην  ἐβάδισε· διὸ  καὶ  ἔλεγεν·  Ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλῖναι. Μὴ τοίνυν ἄλγει θλιβόμενος, ἐννοῶν τίνι κοινωνεῖς,  καὶ πῶς ἐκκαθαίρῃ διὰ τῶν πειρασμῶν, καὶ  ὅσα κερδαίνεις. Οὐδὲν γάρ ἐστιν ἀνιαρὸν, ἀλλ' ἢ τὸ τῷ Θεῷ προσκρούειν. Τούτου δὲ οὐκ ὄντος, οὐ θλίψεις, οὐκ ἐπιβουλαὶ, οὐκ ἄλλο οὐδὲν δυνατὸν λυπῆσαι τὴν εὖ φρονοῦσαν ψυχήν· ἀλλὰ καθάπερ σπινθῆρα μικρὸν εἰς ἄβυσσον πολλὴν ἐμβαλὼν εὐθέως κατέσβεσας· οὕτω καὶ ἀθυμίας ἁπάσης ὑπερβολὴ εἰς συνειδὸς ἐμπεσοῦσα ἀγαθὸν ἀπόλλυται καὶ ἀφανίζεται ῥᾳδίως. ∆ιὰ δὴ τοῦτο καὶ ὁ Παῦλος ἔχαιρεν ἀεὶ, ἐπειδὴ ἐν τοῖς κατὰ Θεὸν ἐθάῤῥει, καὶ οὐδὲ αἴσθησιν τῶν  τοσούτων κακῶν  ἐλάμβανεν·  ἀλλ' ἤλγει  μὲν ὡς ἄνθρωπος, οὐ μὴν κατέπιπτεν. Οὕτω καὶ ὁ πατριάρχης ἐκεῖνος ἐν ἡδονῇ ἦν, πολλὰ παθὼν  ὀδυνηρά.  Σκόπει  δέ·  Πατρίδος ἐξέπεσεν,  ὁδοιπορίας  ὑπέστη  μακρὰς  καὶ χαλεπὰς, ἐπὶ τῆς ἀλλοτρίας  ἐλθὼν  οὐδὲ βῆμα εἶχε ποδός. Ἐντεῦθεν πάλιν  λιμὸς αὐτὸν διεδέξατο καὶ μετανάστην ἐποίησε, καὶ τὸν λιμὸν διαδέχεται πάλιν ἁρπαγὴ γυναικὸς, καὶ θανάτου φόβος καὶ ἀπαιδία καὶ πόλεμος καὶ κίνδυνοι καὶ ἐπιβουλαὶ, καὶ τὸ τελευταῖον  ὁ κολοφὼν  τῶν ἄθλων,  ἡ τοῦ μονογενοῦς  καὶ γνησίου παιδὸς σφαγὴ, ἡ ὀδυνηρὰ ἐκείνη καὶ ἀνήκεστος. Μὴ δὴ γὰρ, ἐπειδὴ εὐκόλως  ὑπήκουσε, νομίσῃς αὐτὸν καὶ ἀπαθῶς πάντα ἐκεῖνα ὑφεστηκέναι. Εἰ γὰρ καὶ μυριάκις δίκαιος ἦν, ὥσπερ οὖν καὶ ἦν, ἀλλ' ἄνθρωπος ἦν, καὶ τὰ τῆς φύσεως ἔπασχεν. Ἀλλ' ὅμως οὐδὲν αὐτὸν τούτων κατέβαλεν, ἀλλ' εἱστήκει καθάπερ ἀθλητὴς γενναῖος, καὶ στεφανίτης  ἐφ' ἑκάστῳ τούτων  ἀνακηρυττόμενος.  Οὕτω καὶ ὁ μακάριος Παῦλος νιφάδας  πειρασμῶν ὁρῶν καθ' ἑκάστην ἐπιούσας ἡμέραν, ὡς ἐν μέσῳ παραδείσῳ τρυφῶν, οὕτως ἔχαιρε καὶ ἠγάλλετο. Ὥσπερ οὖν ὁ ταύτην χαίρων τὴν χαρὰν οὐκ ἔστιν ἁλώσιμος ἀθυμίᾳ, οὕτως ὁ μὴ ταύτην ἑλόμενος πᾶσίν ἐστιν εὐχείρωτος, καὶ πάσχει ταυτὸν,  οἷον εἴ τις ὅπλα ἔχων  σαθρὰ, καὶ ὑπὸ τῆς τυχούσης τιτρώσκοιτο πληγῆς. Ἀλλ' οὐχ ὁ καλῶς πάντοθεν  περιπεφραγμένος, ἀλλ' ἅπαν ἀκόντιον ἐπιὸν διακρούεται. Καὶ γὰρ ὅπλου παντὸς ἰσχυρότερον ἡ κατὰ Θεὸν ἡδονή· καὶ οὐδὲν τὸν τοιοῦτον ποιῆσαι κατηφῆ καὶ σκυθρωπὸν δύναιτ' ἂν, ἀλλὰ πάντα φέρει γενναίως. Τί γὰρ πυρὸς χεῖρον; τί βασάνων διηνεκῶν ὀδυνηρότερον; Κἂν γὰρ μυρία τις ἀπολέσῃ κτήματα, κἂν παῖδας, κἂν ὁτιοῦν, τοῦτο πάντων τυραννικώτερον  εἰς ὀδύνης λόγον ἐστί. ∆έρμα γὰρ, φησὶν, ὑπὲρ δέρματος, καὶ πάντα ὅσα ὑπάρχει ἀνθρώπῳ, δώσει ὑπὲρ τῆς ψυχῆς αὐτοῦ. Καὶ οὐδὲν ἂν γένοιτο ὀδυνῶν χαλεπώτερον. Ἀλλ' ὅμως καὶ τὰ τῇ ἀκοῇ ἀφόρητα, ταῦτα φορητὰ καὶ ποθεινὰ διὰ τὴν κατὰ Θεὸν ἡδονὴν γίνεται. Κἂν ἀγάγῃς  τὸν μάρτυρα ἔτι ἐμπνέοντα  μικρὸν ἀπὸ τοῦ ξύλου, ἢ ἀπὸ τῶν  τηγάνων, τοσαύτην εὑρήσεις τὴν ἀποκειμένην αὐτῷ χαρὰν, ὅσην οὐδὲ εἰπεῖν ἔνι. Καὶ τί πάθω, φησὶν, ὅτι μαρτυρίου καιρὸς οὐ πάρεστι νῦν; Τί φής; οὐ πάρεστι μαρτυρίου καιρός; Οὐδέποτε μὲν οὖν οὗτος ἄπεστιν, ἀλλ' ἀεὶ πρὸ τῶν ὀφθαλμῶν  ἐστι τῶν ἡμετέρων, ἐὰν νήφωμεν. Οὐδὲ γὰρ τὸ ἐπὶ ξύλου κρέμασθαι μόνον, τοῦτο ποιεῖ μάρτυρα· ἐπεὶ εἰ τοῦτο  ἦν,  ἐκτὸς τῶν  στεφάνων  τούτων   ὁ Ἰὼβ  ἦν.  Οὔτε γὰρ δικαστηρίῳ παρέστη, οὔτε δικαστοῦ φωνῆς ἤκουσεν, οὐ δήμιον εἶδεν· οὐ γὰρ ἀνηρτημένος ἐπὶ ξύλου καὶ μετέωρος ὢν, κατεξαίνετο  τὰς πλευράς· ἀλλ' ὅμως πολλῶν  μαρτύρων χαλεπώτερα ἔπαθε, καὶ αἱ φωναὶ  τῶν ἐπαλλήλων  ἀγγέλων  ἐκείνων πάσης πληγῆς δριμύτερον ἔπληττον καὶ ἐκέντουν πάντοθεν αὐτὸν, καὶ μυρίων δημίων πικρότερον τῶν σκωλήκων ἐκείνων τὰ στόματα πάντοθεν αὐτὸν κατήσθιε.

εʹ. Τίνος οὖν οὐκ ἂν ἀντάξιος  μάρτυρος οὗτος; Μυρίων μὲν οὖν. Καὶ γὰρ διὰ πάντων  καὶ ἐπάλαιε καὶ ἐστεφανοῦτο, διὰ χρημάτων, διὰ παίδων, διὰ σώματος, διὰ γυναικὸς, διὰ φίλων, δι' ἐχθρῶν, δι' οἰκετῶν· καὶ γὰρ καὶ οὗτοι εἰς τὸ πρόσωπον αὐτοῦ ἐνέπτυον· διὰ λιμοῦ, δι' ὀνειράτων, δι' ὀδυνῶν, διὰ δυσωδίας. ∆ιὰ δὴ τοῦτο ἔφην, ὅτι οὐχ ἑνὸς καὶ δύο καὶ τριῶν,  ἀλλὰ  μυρίων  ἀντάξιος  ἂν εἴη μαρτύρων. Μετὰ γὰρ τῶν  εἰρημένων  καὶ ὁ χρόνος πολλὴν  δίδωσιν αὐτοῦ τοῖς στεφάνοις προσθήκην· οἷον τὸ πρὸ τοῦ νόμου, πρὸ τῆς χάριτος ταῦτα παθεῖν, καὶ μῆνας πολλοὺς, καὶ πάντα μεθ' ὑπερβολῆς, καὶ τὸ πάντα  ὁμοῦ  ἐπιθέσθαι  αὐτῷ  τὰ  δεινά·  καίτοι  καὶ  καθ'  ἑαυτὸ  ἕκαστον  αὐτῶν ἀφόρητον, καὶ τὸ δοκοῦν φορητότερον εἶναι, ἡ τῶν χρημάτων ζημία. Πολλοὶ γοῦν πληγὰς μὲν ἤνεγκαν, ζημίαν δὲ χρημάτων οὐκ ἤνεγκαν, ἀλλὰ καὶ μαστίζεσθαι ὑπὲρ αὐτῶν εἵλοντο, καὶ μυρία πάσχειν δεινὰ μᾶλλον ἢ ἐκείνων τι προέσθαι· καὶ μείζων αὐτοῖς ἐφάνη ἡ πληγὴ αὕτη, ἡ τῆς ζημίας τῶν χρημάτων.  Ὥστε καὶ οὗτος ἕτερος πάλιν  μαρτυρίου  τρόπος  τῷ  φέροντι  γενναίως  τὴν  τούτων  ἀπώλειαν.  Καὶ πῶς οἴσομεν γενναίως, φησίν; Ὅταν μάθῃς ὅτι πλείονα κερδανεῖς ὧν ἀπώλεσας δι' ἑνὸς ῥήματος τοῦ τῆς εὐχαριστίας. Ἂν γὰρ ἀκούσαντες τὴν ἀπώλειαν  μὴ ταραχθῶμεν, ἀλλ'  εἴπωμεν, Εὐλογητὸς ὁ Θεός· πολλῷ  πλείονα  πλοῦτον  εὑρήκαμεν. Οὐ γὰρ δὴ τοσαῦτα καρπώσῃ, τὸν πλοῦτον  ἀναλίσκων  εἰς τοὺς δεομένους, καὶ περιιὼν,  καὶ πένητας  ἐπιζητῶν,  καὶ  σκορπίζων  τὰ  ὄντα  τοῖς  πεινῶσιν·  ὅσα διὰ  τούτου  τοῦ ῥήματος κερδανεῖς. Ἐπεὶ καὶ τὸν Ἰὼβ οὐχ οὕτω θαυμάζω τὴν οἰκίαν ἀνοίγοντα τοῖς δεομένοις,   ὡς   ἐκπλήττομαι,   καὶ   ἀνακηρύττω   τὴν   ἁρπαγὴν   τῶν   χρημάτων εὐχαρίστως φέροντα. Τὸ αὐτὸ δὲ τοῦτο καὶ ἐπὶ παίδων  ἀποβολῆς ἔστι συμβαῖνον ἰδεῖν.  Οὐδὲ γὰρ ἐνταῦθα  ἐλάττονα  λήψῃ  μισθὸν  τοῦ τὸν  υἱὸν  ἀναγαγόντος  καὶ καταθύσαντος, εἰ τελευτῶντα  ἰδὼν  ηὐχαρίστησας τῷ φιλανθρώπῳ  Θεῷ. Τί γὰρ ὁ τοιοῦτος τοῦ Ἀβραὰμ ἔσται χείρων; Ἐκεῖνος γὰρ οὐκ εἶδε κείμενον  νεκρὸν, ἀλλὰ προσεδόκησε μόνον·  ὥστε  εἰ  πλεονεκτεῖ  τῷ  μέλλειν  καταθύειν,  καὶ  τὴν  χεῖρα ἐκτείνας τὴν μάχαιραν  ἁρπάσαι, πλεονεκτεῖται τῷ κεῖσθαι τὸ παιδίον νεκρὸν ἐνταῦθα. Καὶ ἄλλως δὲ, ἐκείνῳ μὲν ἡ τοῦ κατορθώματος ἐλπὶς ἔφερε παραμυθίαν, καὶ τὸ τῆς ἰδίας ἀνδρείας ἔργον εἶναι τὴν ἀριστείαν ἐκείνην, καὶ τὸ φωνῆς ἄνωθεν φερομένης ἀκοῦσαι προθυμότερον ἐποίει· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτόν  ἐστιν. Ὅθεν ἀδαμαντίνης δεῖ ψυχῆς τῷ μονογενῆ παῖδα, καὶ ἐν πλούτῳ τραφέντα, καὶ χρηστὰς ὑποφαίνοντα  ἐλπίδας, ἐπὶ τοῦ βόθρου κείμενον ὁρῶντι καὶ τεταμένον, ὥστε πράως ἐνεγκεῖν  τὸ συμβάν. Ὁ τοιοῦτος ἂν δυνηθῇ,  τῆς φύσεως τὰ κύματα κατευνάσας, εἰπεῖν τὸ τοῦ Ἰὼβ ἀδακρυτὶ, Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο, μετὰ τοῦ Ἀβραὰμ αὐτοῦ στήσεται, μετὰ τοῦ Ἰὼβ ἀνακηρυχθήσεται ἀπὸ τοῦ ῥήματος τούτου μόνον. Κἂν τοὺς  κωκυτοὺς  τῶν  γυναικῶν   παύσας,  καὶ  τοὺς  χοροὺς  τῶν  θρηνουσῶν διαλύσας, εἰς δοξολογίαν ἅπαντας διεγείρῃ, μυρία ἄνωθεν, μυρία κάτωθεν δέξεται τὰ βραβεῖα, ἀνθρώπων  αὐτὸν θαυμαζόντων, ἀγγέλων  κροτούντων, τοῦ Θεοῦ στεφανοῦντος. ϛʹ. Καὶ πῶς δυνατὸν μὴ πενθεῖν ἄνθρωπον ὄντα, φησίν; Ἂν ἐννοήσῃς πῶς  ὁ  πατριάρχης,  πῶς  ὁ  Ἰὼβ,  ἄνθρωποι  ὄντες  οἱ  ἀμφότεροι,  οὐδὲν  τοιοῦτον ἔπαθον, καὶ ταῦτα πρὸ νόμου καὶ χάριτος καὶ τῆς τοσαύτης τῶν νόμων φιλοσοφίας ἑκάτερος αὐτῶν  γενόμενος, ἂν λογίσῃ, ὅτι εἰς βελτίονα  χώραν μετέστη, καὶ πρὸς ἀμείνω λῆξιν ἀπεπήδησεν ὁ τελευτήσας, καὶ οὐκ ἀπώλεσας τὸν υἱὸν, ἀλλ' ἐν ἀσύλῳ λοιπὸν  ἀπέθου  χωρίῳ.  Μὴ τοίνυν  λέγε,  ὅτι  Οὐκέτι καλοῦμαι  πατήρ. ∆ιὰ τί  γὰρ οὐκέτι καλῇ τοῦ υἱοῦ μένοντος; μὴ γὰρ ἀπέβαλες τὸ παιδίον; μὴ γὰρ ἀπώλεσας τὸν υἱόν; Μᾶλλον ἐκτήσω, καὶ ἀσφαλέστερον ἔσχες. ∆ιὰ τοῦτο οὐκέτι ἐνταῦθα μόνον καλῇ πατὴρ, ἀλλὰ καὶ ἐν τῷ οὐρανῷ· ὥστε οὐ τὸ πατὴρ καλεῖσθαι ἀπώλεσας, ἀλλὰ τὸ μειζόνως καλεῖσθαι προσέλαβες· οὐ γὰρ θνητοῦ παιδίου λοιπὸν, ἀλλ' ἀθανάτου κληθήσῃ πατὴρ, στρατιώτου γενναίου, καὶ ἔνδον ἑστῶτος διηνεκῶς. Μὴ γὰρ, ἐπειδὴ μὴ  πάρεστι, καὶ  ἀπολωλέναι  αὐτὸν  νόμιζε.  Οὐδὲ γὰρ, εἰ  ἀποδημῶν  ἐτύγχανεν, ἀπέστη ἄν σου καὶ τοὔνομα τῆς συγγενείας μετὰ τοῦ σώματος. Μὴ δὴ τῇ ὄψει τοῦ κειμένου  πρόσεχε, ἐπεὶ ἀναῤῥιπίζεις  τὸ πάθος, ἀλλ' ἄπαγε τὴν διάνοιαν  ἀπὸ τοῦ κειμένου πρὸς τὸν οὐρανόν. Οὐχ οὗτός ἐστι τὸ παιδίον τὸ κείμενον, ἀλλ' ἐκεῖνος ὁ ἀποπτὰς καὶ ἀναδραμὼν εἰς ὕψος ἄπειρον. Ὅταν τοίνυν ἴδῃς τοὺς ὀφθαλμοὺς καθηρημένους, καὶ τὸ στόμα συνῃρημένον, καὶ τὸ σῶμα ἀκίνητον, μὴ τοῦτο ἐννόει, ὅτι τοῦτο τὸ στόμα οὐκέτι φθέγγεται, οὗτοι οἱ ὀφθαλμοὶ οὐκέτι βλέπουσιν, οὗτοι οἱ πόδες  οὐκέτι  βαδίζουσιν, ἀλλ' εἰς  φθορὰν  πάντα  οἴχεται· μὴ  ταῦτα  λέγε,  ἀλλὰ τἀναντία  τούτων, ὅτι Τοῦτο μὲν τὸ στόμα ἄμεινον φθέγξεται, καὶ οἱ ὀφθαλ  μοὶ μείζονα ὄψονται, καὶ οἱ πόδες ἐπὶ νεφελῶν  ἀρθήσονται, καὶ τὸ διαφθειρόμενον τοῦτο σῶμα ἀθανασίαν  ἐνδύσεται, καὶ λαμπρότερον  τὸν υἱὸν  ἀπολήψομαι.  Εἰ δὲ λυπεῖ σε τὰ ὁρώμενα, τέως εἰπὲ πρὸς ἑαυτόν· Ἱμάτιον  τοῦτό ἐστι, καὶ ἀπεδύσατο, ὥστε  αὐτὸ  πολυτελέστερον   ἀπολαβεῖν·  οἰκία  αὕτη  ἐστὶ,  καὶ  καθηρέθη,  ὥστε γενέσθαι  αὐτὴν  φαιδροτέραν.  Καθάπερ γὰρ  ἡμεῖς,  ἐπειδὰν  μέλλωμεν  καθαιρεῖν οἰκίας,  οὐκ  ἀφίεμεν  τοὺς  ἔνδον  οἰκοῦντας  μένειν,  ἀλλ' ὥστε ἀπαλλαγῆναι  τῆς κόνεως  καὶ  τοῦ  θορύβου, [ἀλλὰ]  κελεύσαντες  πρὸς  βραχὺ  μεταστῆναι,  ἐπειδὰν κατασκευάσωμεν ἀσφαλὲς τὸ δωμάτιον, τότε αὐτοὺς μετὰ ἀδείας εἰσάγομεν· οὕτω καὶ ὁ Θεὸς ποιεῖ, καθελὼν αὐτοῦ τὴν σαθρὰν σκηνὴν, τέως εἰς τὴν πατρικὴν αὐτὸν ἔλαβεν οἰκίαν καὶ πρὸς ἑαυτὸν, ἵν' ὅταν καθαιρεθῇ αὕτη καὶ οἰκοδομηθῇ, λαμπροτέραν αὐτὴν τότε αὐτῷ ἀποδῷ. Μὴ τοίνυν  εἴπῃς, ὅτι Ἀπόλωλε καὶ οὐκέτι ἔσται· καὶ γὰρ ἀπίστων  τὰ ῥήματα ταῦτα· ἀλλ' εἰπὲ, Καθεύδει καὶ ἀναστήσεται, ἀπεδήμησε καὶ ἥξει μετὰ τοῦ Βασιλέως. Τίς ταῦτά φησιν; Ὁ τὸν Χριστὸν ἔχων ἐν ἑαυτῷ λαλοῦντα. Εἰ γὰρ πι  στεύομεν, φησὶν, ὅτι Ἰησοῦς ἀπέθανε καὶ ἀνέστη καὶ ἔζησεν, οὕτως ὁ Θεὸς καὶ τοὺς κοιμηθέντας  διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ. Εἰ τοίνυν   ζητεῖς  τὸν  υἱὸν,  ἐκεῖ  ζήτει  ἔνθα  ὁ  Βασιλεὺς, ἔνθα  τὸ  τῶν   ἀγγέλων στρατόπεδον· μὴ ἐν τῷ τάφῳ μηδὲ ἐν τῇ γῇ, ἵνα μὴ, ἐκείνου τοσοῦτον ὑψωθέντος, αὐτὸς μένῃς ἐπὶ τῆς γῆς συρόμενος. Ἂν τοίνυν οὕτω φιλοσοφῶμεν, πᾶσαν τοιαύτην ὀδύνην  εὐκόλως  διακρουσόμεθα. Ὁ  δὲ  Θεὸς τῶν  οἰκτιρμῶν  καὶ  Πατὴρ πάσης παρακλήσεως, παρακαλέσει τὰς καρδίας πάντων ἡμῶν, καὶ τῶν τὰ τοιαῦτα ὀδυνωμένων,  καὶ τῶν  ἑτέρᾳ λύπῃ  κατεχομένων,  καὶ ἀθυμίας  ἀπαλλαγῆναι  δῴη πάσης, καὶ πνευματικὴν καρπώσασθαι χαρὰν, καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτυχεῖν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |