ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Ηʹ Κἀγὼ, ἀδελφοὶ, οὐκ ἡδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς

Παρασκευή 28 Οκτωβρίου 2016

Ηʹ Κἀγὼ, ἀδελφοὶ, οὐκ ἡδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς




Ιωάννης Χρυσόστομος
Πρός Κορινθίους Α'
Τόμος 61

Ηʹ Κἀγὼ, ἀδελφοὶ,  οὐκ  ἡδυνήθην  ὑμῖν  λαλῆσαι  ὡς  πνευματικοῖς,  ἀλλ'  ὡς σαρκικοῖς, ὡς νηπίοις  ἐν Χριστῷ. Γάλα ὑμᾶς ἐπότισα, καὶ οὐ βρῶμα· οὔπω  γὰρ ἠδύνασθε. Ἀλλ' οὐδὲ ἔτι  νῦν  δύνασθε· ἔτι  γὰρ σαρκικοί ἐστε.

αʹ. Καθελὼν τὴν φιλοσοφίαν  τὴν  ἔξωθεν,  καὶ  τὸν  τῦφον  αὐτῆς  καταβαλὼν  ἅπαντα,  ἐφ'  ἑτέραν ὑπόθεσιν  ἔρχεται. Καὶ γὰρ εἰκὸς ἦν  ἐκείνους  λέγειν,  ὅτι  εἰ μὲν  τὰ Πλάτωνος  ἢ Πυθαγόρου ἤ τινος ἑτέρου τῶν  φιλοσόφων  ἀπηγγέλλομεν,  εἰκότως οὕτω μακρὸν καθ' ἡμῶν ἀπέτεινες λόγον· ἐπεὶ δὲ τὰ τοῦ Πνεύματος καταγγέλλομεν, τίνος ἕνεκεν τὴν ἔξωθεν σοφίαν ἄνω καὶ κάτω στρέφεις; Πῶς οὖν πρὸς τοῦτο ἵσταται, ἄκουσον. Κἀγὼ, ἀδελφοὶ, οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς. Μάλιστα μὲν γὰρ, εἰ καὶ τέλειοι, φησὶν, ἦτε καὶ ἐν τοῖς πνευματικοῖς, οὐδὲ οὕτως ἐχρῆν ἐπαίρεσθαι· οὐδὲ γὰρ τὰ ὑμέτερα καταγγέλλετε,  οὐδὲ ἅπερ αὐτοὶ  οἴκοθεν  εὑρήκατε· νυνὶ  δὲ οὐδὲ ταῦτα ἴστε ὡς εἰδέναι χρὴ, ἀλλὰ μαθηταί ἐστε καὶ πάντων ἔσχατοι.


Ὥστε εἰ μὲν ἐπὶ τῇ ἔξωθεν σοφίᾳ φρονεῖτε μεγάλα, ἐλήλεγκται οὐδὲν οὖσα αὕτη, ἀλλὰ καὶ ἐπὶ τοῖς πνευματικοῖς  ἐναντία  ἡμῖν·  εἰ  δὲ  καὶ  ἐπὶ  τοῖς  πνευματικοῖς,  καὶ  ἐν  τούτοις  τὸ ἔλαττον  κατέχετε, καὶ ἐν τοῖς ἐσχάτοις ἑστήκατε. ∆ιό φησιν· Οὐκ ἠδυνήθην  ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς. Οὐκ εἶπεν, Οὐκ ἐλάλησα, ἵνα μὴ δόξῃ φθόνου τὸ πρᾶγμα εἶναι· ἀλλὰ διπλῇ αὐτῶν καθαίρει τὸ φρόνημα, ἑνὶ μὲν τρόπῳ, δείξας ὅτι οὐκ ἴσασι τὰ τέλεια, δευτέρῳ δὲ, ὅτι αὐτοὶ τοῦ μὴ εἰδέναι γεγόνασιν αἴτιοι, καὶ τρίτῳ δὲ πρὸς τούτοις, τῷ δεικνύναι, ὅτι οὐδὲ ἔτι νῦν δύνανται. Τὸ μὲν γὰρ τὴν ἀρχὴν μὴ δυνηθῆναι, ἴσως τῆς τοῦ πράγματος φύσεως ἦν· καίτοι γε οὐδὲ ταύτην αὐτοῖς ἀφίησι τὴν ἀπολογίαν.  Οὐ γὰρ διὰ τὸ μὴ δύνασθαι δέξασθαι τὰ ὑψηλά φησιν αὐτοὺς μὴ δεδέχθαι,  ἀλλὰ  διὰ  τὸ  σαρκικοὺς εἶναι.  Πλὴν ἀλλ' ἐν  ἀρχῇ  μὲν  οὕτως  οὐκ  ἦν κατηγορίας ἄξιον· τὸ δὲ, καὶ χρόνου παρελθόντος τοσούτου, μηδέπω πρὸς τὰ τελειότερα φθάσαι, τοῦτο τῆς ἐσχάτης νωθείας ἦν. Τοῦτο γοῦν ἐγκαλεῖ καὶ Ἑβραίοις, ἀλλ' οὐ μετὰ τοσαύτης σφοδρότητος. Ἐκείνους μὲν γὰρ καὶ διὰ τὴν θλῖψιν τοιούτους εἶναί φησι, τούτους δὲ δι' ἐπιθυμίαν τῆς πονηρίας· οὐκ ἔστι δὲ ἴσον τοῦτο κἀκεῖνο. Καὶ δείκνυσιν  ὅτι  ἐκείνοις  μὲν  ἐπιτιμῆσαι  βουλόμενος,  τούτους  δὲ  διεγείρων μᾶλλον, ἔλεγε ταῦτα ἀληθεύων. Τούτοις μὲν γάρ φησιν· Ἀλλ' οὐδὲ ἔτι νῦν δύνασθε· ἐκείνοις δὲ, ∆ιόπερ ἀφέντες  τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον, ἐπὶ τὴν τελειότητα φερώμεθα· καὶ πάλιν, Πεπείσμεθα δὲ περὶ ὑμῶν τὰ κρείττονα καὶ ἐχόμενα σωτηρίας, εἰ καὶ οὕτω λαλοῦμεν. Καὶ πῶς τοὺς Πνεύματος ἐπιτυχόντας  τοσούτου, σαρκικοὺς καλεῖ, καὶ ὧν ἀρχόμενος τοσαῦτα διῆλθεν  ἐγκώμια; Ἐπεὶ κἀκεῖνοι σαρκικοὶ ἦσαν, πρὸς οὕς φησιν ὁ Κύριος· Ὑπάγετε ἀπ' ἐμοῦ, οὐκ οἶδα ὑμᾶς, οἱ ἐργαζόμενοι τὴν ἀνομίαν· καίτοι  καὶ δαίμονας  ἐξέβαλον, καὶ νεκροὺς ἀνέστησαν, καὶ προφητείας ἐπεδείξαντο. Ὥστε ἔστι καὶ σημεῖα ποιήσαντα εἶναι σαρκικόν. Καὶ γὰρ τῷ Βαλαὰμ ἐνήργησεν ὁ Θεὸς, καὶ τῷ Φαραὼ τὰ μέλλοντα ἀπεκάλυψε, καὶ τῷ Ναβουχοδονόσορ, καὶ Καϊάφας προεφήτευσε, οὐκ εἰδὼς ἃ ἔλεγε· καὶ ἕτεροι δέ τινες δαιμόνια ἐξέβαλον τῷ  αὐτοῦ  ὀνόματι,  οὐκ  ὄντες  μετ'  αὐτοῦ,  ἐπειδὴ  οὐ διὰ  τοὺς  ποιοῦντας  ταῦτα γίνεται,  ἀλλὰ  δι'  ἑτέρους.  Πολλάκις  δὲ  καὶ  δι'  ἀναξίων  ταῦτα  ἐγίνετο.  Καὶ τί θαυμάζεις, εἰ ἐπὶ ἀνδρῶν ἀναξίων δι' ἑτέρους ταῦτα γίνεται, ὅπου γε καὶ δι' ἁγίων; καὶ γὰρ Παῦλός φησι· Πάντα ὑμῶν εἰσιν, εἴτε Παῦλος εἴτε Ἀπολλὼς εἴτε Κηφᾶς, εἴτε ζωὴ  εἴτε  θάνατος·  καὶ  πάλιν,  ὅτι  Αὐτὸς ἔδωκε  τοὺς  μὲν  ἀποστόλους,  τοὺς  δὲ προφήτας,  τοὺς  δὲ ποιμένας  καὶ διδασκάλους  πρὸς καταρτισμὸν  τῶν  ἁγίων,  εἰς ἔργον  διακονίας.  Ἐπεὶ εἰ μὴ τοῦτο  ἦν,  οὐδὲν  ἂν  ἐκώλυσε πάντας  διαφθαρῆναι. Συμβαίνει  γὰρ  ἄρχοντας  μὲν  εἶναι  φαύλους  καὶ  μιαροὺς,  τοὺς  δὲ  ἀρχομένους ἐπιεικεῖς καὶ μετρίους, καὶ λαϊκοὺς μὲν ἐν εὐλαβείᾳ ζῇν, ἱερέας δὲ ἐν πονηρίᾳ· καὶ οὐκ ἔμελλεν οὐδὲ βάπτισμα εἶναι, οὔτε σῶμα Χριστοῦ, οὔτε προσφορὰ δι' ἐκείνων, εἰ πανταχοῦ τὴν ἀξίαν ἡ χάρις ἐζήτει. Νυνὶ δὲ καὶ δι' ἀναξίων εἴωθεν ἐνεργεῖν ὁ Θεὸς, καὶ οὐδὲν τοῦ βαπτίσματος ἡ χάρις παρὰ τοῦ βίου τοῦ ἱερέως παραβλάπτεται· ἐπεὶ ἔμελλεν  ὁ λαμβάνων  ἐλαττοῦσθαι. Ὥστε εἰ καὶ σπανιάκις γίνεται  ταῦτα, γίνεται γοῦν ὅμως. Ταῦτα δὲ λέγω, ἵνα μή τις τῶν παρεστώτων τὸν βίον περιεργαζόμενος τοῦ  ἱερέως,  σκανδαλίζηται   περὶ  τὰ  τελούμενα.   Οὐδὲν  γὰρ  ἄνθρωπος   εἰς  τὰ προκείμενα εἰσάγει, ἀλλὰ τὸ πᾶν τῆς τοῦ Θεοῦ δυνάμεως ἔργον ἐστὶ, κἀκεῖνός ἐστιν ὑμᾶς ὁ μυσταγωγῶν. Κἀγὼ, ἀδελφοὶ, οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ' ὡς σαρκικοῖς. Γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα· οὔπω γὰρ ἐδύνασθε. Ἵνα γὰρ μὴ δόξῃ φιλοτιμίας ἕνεκεν εἰρηκέναι ταῦτα ἅπερ εἴρηκεν, ὅτι Ὁ πνευματικὸς ἀνακρίνει τὰ πάντα, καὶ ὅτι Ὑπ' οὐδενὸς ἀνακρίνεται, καὶ ὅτι Νοῦν Χριστοῦ ἔχομεν, καὶ τὸν τῦφον αὐτῶν καταστέλλων, ὅρα τί φησιν· Οὐ διὰ τοῦτο, φησὶν, ἐσίγησα, ὡς οὐδὲν πλέον δυνάμενος ὑμῖν εἰπεῖν, ἀλλ' ὅτι σαρκικοί ἐστε. Ἀλλ' οὐδὲ ἔτι νῦν δύνασθε.

βʹ.∆ιὰ τί μὴ εἶπεν, Οὐ θέλετε, ἀλλ', Οὐ δύνασθε; Ὅτι [καὶ] τοῦτο ἀντ' ἐκείνου τέθεικε.Τὸ γὰρ  μὴ  δύνασθαι,  τοῦτο  ἀπὸ  τοῦ  μὴ  θέλειν  ἐστίν·  ὅπερ  αὐτοῖς  μὲν  φέρει κατηγορίαν, τῷ δὲ διδασκάλῳ συγγνώμην.  Εἰ μὲν γὰρ ἀπὸ φύσεως οὐκ ἠδύναντο, ἴσως ἄν τις συνέγνω· ἐπειδὴ δὲ ἀπὸ προαιρέσεως, ἀπεστέρηνται τῆς ἀπολογίας. Εἶτα λέγει καὶ τὸ εἶδος τὸ ποιοῦν αὐτοὺς σαρκικούς· Ὅπου γὰρ ἐν ὑμῖν ἔρις καὶ ζῆλος καὶ διχοστασία, οὐχὶ σαρκικοί ἐστε, καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; Καίτοι καὶ πορνείας καὶ  ἀσελγείας  ἔχων   αὐτῶν   εἰπεῖν,  ἐκεῖνο  μᾶλλον  τίθησι  τὸ  ἁμάρτημα,  ὅπερ ἐσπούδασε διορθώσασθαι τέως. Εἰ δὲ ζῆλος σαρκικοὺς ποιεῖ, ὥρα λοιπὸν  ἅπαντας ὀλολῦξαι μέγα καὶ σάκκον περιβαλέσθαι καὶ σποδὸν ὑποστρώσασθαι. Τίς γὰρ τοῦ πάθους τούτου καθαρός; πλὴν εἰ μὴ ἀπ' ἐμαυτοῦ καὶ τὰ τῶν ἄλλων  στοχάζομαι. Εἰ ζῆλος σαρκικοὺς ποιεῖ  καὶ οὐκ ἀφίησιν  εἶναι  πνευματικοὺς,  καίτοι  γε προφητεύοντας   καὶ  ἕτερα  θαυμαστὰ  ἐπιδεικνυμένους·   ὅταν  μηδὲ  χάρις   τοσαύτη παρῇ, ποῦ θήσομεν τὰ ἡμέτερα, ὅταν μὴ ἐπὶ τούτῳ  μόνῳ, ἀλλὰ καὶ ἐφ' ἑτέροις μείζοσιν ὦμεν ἁλισκόμενοι; Ἐντεῦθεν  μανθάνομεν,  ὅτι εἰκότως  ἔλεγεν  ὁ Χριστὸς, ὅτι ὁ ποιῶν τὰ φαῦλα οὐκ ἔρχεται πρὸς τὸ φῶς, καὶ ὅτι βίος ἀκάθαρτος ἐμποδίζει δόγμασιν ὑψηλοῖς, οὐκ ἀφεὶς τὸ διορατικὸν φανῆναι τῆς διανοίας. Ὥσπερ οὖν οὐκ ἔστιν ἐν πλάνῃ ὄντα καὶ ὀρθῶς βιοῦντα μεῖναι ἐν πλάνῃ ποτὲ, οὕτως οὐ ῥᾴδιον πονηρίᾳ συντρεφόμενον ἀναβλέψαι ταχέως πρὸς τὸ τῶν παρ' ἡμῖν δογμάτων ὕψος, ἀλλὰ χρὴ πάντων καθαρεύειν τῶν παθῶν τὸν μέλλοντα θηρᾷν τὴν ἀλήθειαν. Ὁ γὰρ τούτων ἀπηλλαγμένος,  καὶ τῆς πλάνης ἀπαλλαγήσεται, καὶ ἐπιτεύξεται τῆς ἀληθείας. Μὴ γάρ μοι τὸ μὴ πλεονεκτεῖν  μόνον, μηδὲ τὸ μὴ πορνεύειν ἀρκεῖν εἰς τοῦτό  σοι νόμιζε,  ἀλλὰ  χρὴ  πάντα  συνδραμεῖν  τῷ  ζητοῦντι  τἀληθές.  ∆ιό φησι Πέτρος· Ἐπ' ἀληθείας καταλαμβάνομαι, ὅτι οὐκ ἔστι προσωπολήπτης ὁ Θεὸς, ἀλλ' ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν, καὶ ἐργαζόμενος δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστι· τουτέστι, καλεῖ  καὶ  ἐπισπᾶται  αὐτὸν  πρὸς τὴν  ἀλήθειαν.  Οὐχ ὁρᾷς Παῦλον, ὅτι πάντων  σφοδρότερος  ἦν  ἐν  τῷ  πολεμεῖν  καὶ  διώκειν;  ἀλλ'  ὅμως  ἐπειδὴ  βίον ἄληπτον  εἶχε, καὶ οὐ πάθει  ταῦτα  ἔπραττεν  ἀνθρωπίνῳ,  καὶ ἐδέχθη  καὶ πάντας ὑπερηκόντισεν. Εἰ δὲ λέγοι τις, Πῶς ὁ δεῖνα ὁ Ἕλλην, χρηστὸς ὢν καὶ ἀγαθὸς καὶ φιλάνθρωπος,   μένει   πλανώμενος;  ἐκεῖνο  ἂν  εἴποιμι·  ὅτι  ἕτερον  ἔχει  πάθος, κενοδοξίαν  ἢ νωθείαν  ψυχῆς, ἢ τὸ μὴ μεριμνᾷν  περὶ τῆς οἰκείας σωτηρίας, ἀλλ' ἁπλῶς  καὶ εἰκῆ τὰ κατ' αὐτὸν φέρεσθαι νομίζειν. Ὁ δὲ Παῦλος τὸν ἐργαζόμενον δικαιοσύνην, τὸν ἐν πᾶσιν ἄληπτόν φησι, κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενον· καὶ, Χάριν ἔχω τῷ Θεῷ ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει. Πῶς οὖν, φησὶν,  ἀκάθαρτοι  κατηξιώθησαν  τοῦ κηρύγματος; Ἐπειδὴ ἠθέλησαν  καὶ ἐπεθύμησαν. Τοὺς μὲν γὰρ καὶ πεπλανημένους  ἕλκει, ἐπειδὰν παθῶν καθαρεύωσι· τοὺς δὲ ἀφ' ἑαυτῶν προσιόντας οὐ διωθεῖται· πολλοὶ δὲ καὶ ἀπὸ προγόνων ἐδέξαντο τὴν  εὐσέβειαν. Ὅπου γὰρ ἐν ὑμῖν  ζῆλος καὶ ἔρις. Λοιπὸν πρὸς τοὺς ἀρχομένους ἀποδύεται. Ἐν μὲν γὰρ τοῖς ἔμπροσθεν τοὺς ἄρχοντας κατέβαλεν, εἰπὼν, ὅτι οὐδενὸς ἀξία ἡ σοφία τοῦ λόγου· ἐνταῦθα δὲ τοὺς ἀρχομένους πλήττει,  λέγων· Ὅταν γὰρ λέγῃ τις, Ἐγὼ μὲν εἰμὶ Παύλου, ἐγὼ δὲ Ἀπολλὼ, οὐχὶ σαρκικοί ἐστε; καὶ δείκνυσιν ὅτι τοῦτο οὐ μόνον αὐτοὺς οὐδὲν ὤνησεν, οὐδὲ προσλαβεῖν τι πεποίηκεν, ἀλλὰ καὶ πρὸς τὴν τῶν μειζόνων  ὠφέλειαν  ἐνεπόδισε. Τοῦτο γὰρ ζῆλον ἔτεκεν· ὁ δὲ ζῆλος σαρκικοὺς   ἐποίησε·   τὸ   δὲ   γενέσθαι   σαρκικοὺς,   οὐκ   ἀφῆκεν   ἀκοῦσαι   τῶν ὑψηλοτέρων. Τίς οὖν ἐστι Παῦλος, τίς δὲ Ἀπολλώς; Μετὰ γὰρ τὴν τῶν πραγμάτων κατασκευὴν καὶ ἀπόδειξιν, γυμνότερον λοιπὸν κέχρηται τῇ κατηγορίᾳ· καὶ τὸ αὐτοῦ ὄνομα τίθησι, πᾶσαν περιαιρῶν τραχύτητα, καὶ οὐκ ἀφεὶς ὀργισθῆναι πρὸς τὰ λεγόμενα. Εἰ γὰρ Παῦλος οὐδέν ἐστι καὶ οὐκ ἀγανακτεῖ,  πολλῷ  μᾶλλον  ἐκείνους δυσχεραίνειν   οὐκ  ἐχρῆν.   ∆ιπλῇ   τοίνυν   αὐτοὺς   παραμυθεῖται,   τῷ   τε  ἑαυτὸν ὑποθεῖναι,  καὶ τῷ μὴ παντὸς  αὐτοὺς ἀποστερῆσαι ὡς οὐδὲν συντελοῦντας·  ἀλλὰ δίδωσι μὲν αὐτοῖς τι μικρὸν, δίδωσι δὲ ὅμως. Εἰπὼν γὰρ, Τίς οὖν ἐστι Παῦλος, τίς δὲ Ἀπολλώς; ἐπήγαγεν· ἀλλ' ἢ διάκονοι δι' ὧν ἐπιστεύσατε; Τοῦτο δὲ αὐτὸ μὲν καθ' ἑαυτὸ μέγα καὶ πολλῶν  ἄξιον μισθῶν, πρὸς δὲ τὸ ἀρχέτυπον  καὶ τὴν  ῥίζαν τῶν ἀγαθῶν οὐδέν. Οὐ γὰρ ὁ διακονούμενος τοῖς ἀγαθοῖς, ἀλλ' ὁ παρέχων αὐτὰ καὶ διδοὺς, οὗτός ἐστιν ὁ εὐεργέτης. Καὶ οὐκ εἶπεν, Εὐαγγελισταὶ, ἀλλ', Ἢ διάκονοι· ὅπερ πλέον ἐστίν. Οὐ γὰρ ἁπλῶς εὐηγγελίσαντο, ἀλλὰ καὶ διηκόνησαν ἡμῖν· τὸ μὲν γὰρ λόγου μόνον ἐστὶ, τὸ δὲ καὶ ἔργον ἔχει. Ὥστε εἰ καὶ ὁ Χριστὸς διάκονος μόνον ἐστὶν ἀγαθῶν, καὶ οὐχ ἡ ῥίζα αὐτὸς καὶ πηγὴ, ὡς Υἱὸς μέντοι, ὅρα ποῦ τοῦτο τὸ πρᾶγμα κατάγεται.

γʹ. Πῶς οὖν, φησὶ, λέγει αὐτὸν διάκονον γεγενῆσθαι περιτομῆς; Περὶ τῆς κατὰ σάρκα οἰκονομίας  ἐκεῖ λέγων,  καὶ οὐδὲ τούτῳ  τῷ  τρόπῳ, ᾧ νῦν εἰρήκαμεν· ἐκεῖ μὲν γὰρ διάκονον τὸν πληρωτήν φησιν, οὐχὶ τὸν οἴκοθεν παρασχόμενον τὰ ἀγαθά. Καὶ οὐκ εἶπεν, Οἱ προσαγόμενοι ὑμᾶς εἰς τὴν πίστιν, ἀλλὰ, ∆ι' ὧν ἐπιστεύσατε· πάλιν ἐκείνοις τὸ πλέον διδοὺς, καὶ τοὺς διακόνους κἀντεῦθεν δηλῶν.  Εἰ τοίνυν  ἑτέρῳ διηκονοῦντο,  πῶς οὗτοι τὴν ἀξίαν ἁρπάζουσι; Σὺ δέ μοι σκόπει, πῶς οὐδαμῶς αὐτοῖς ἐγκαλεῖ ὡς ἁρπάζουσιν, ἀλλὰ τοῖς παρέχουσιν· ἡ γὰρ ὑπόθεσις τοῦ σφάλματος  ἐν  τῷ  πλήθει  ἦν· καὶ γὰρ ἐκεῖνοι  εἰ ἀπέστησαν, οὗτοι διελύοντο.  ∆ύο τοίνυν  κατεσκεύασε σοφῶς, ὅθεν  τε ἔδει καθελεῖν  τὸ ἁμάρτημα, ἐκεῖθεν  ὑπορύξας,  καὶ  πρὸς  ἐκείνους  ἀπέχθειαν  μὴ  κτησάμενος,  μηδὲ φιλονεικοτέρους ποιήσας. Καὶ ἑκάστῳ ὡς ὁ Κύριος ἔδωκεν. Οὐδὲ γὰρ αὐτὸ τοῦτο τὸ μικρὸν παρ' ἑαυτῶν, ἀλλὰ παρὰ τοῦ Θεοῦ τοῦ ἐγχειρίζοντος. Ἵνα γὰρ μὴ λέγωσι, Τί οὖν; τοὺς διακονουμένους  ἡμῖν οὐ στέρξομεν; Ναὶ, φησὶν, ἀλλ' εἰδέναι χρὴ μέχρι τίνος· οὐδὲ γὰρ τοῦτο αὐτὸ παρ' αὐτῶν, ἀλλὰ παρὰ τοῦ δόντος Θεοῦ. Ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν, ἀλλ' ὁ Θεὸς ηὔξανε. Τουτέστι, Πρῶτος κατέβαλον  τὸν λόγον· ὥστε δὲ μὴ ξηρανθῆναι  τοῖς  πειρασμοῖς τὰ σπέρματα, Ἀπολλὼς  τὰ παρ' ἑαυτοῦ προσέθηκε· τὸ δὲ πᾶν, τοῦ Θεοῦ γέγονεν.  Ὥστε οὔτε ὁ φυτεύων  ἔστι τι, οὔτε ὁ ποτίζων,   ἀλλ'  ὁ  αὐξάνων   Θεός.  Ὁρᾷς  πῶς   αὐτοὺς   παραμυθεῖται,   ὥστε  μὴ τραχυτέρους γενέσθαι τῷ ἀκοῦσαι· Τίς ἐστιν ὁ δεῖνα, καὶ τίς ὁ δεῖνα; ἀμφότερα γὰρ φορτικὰ, καὶ τὸ εἰπεῖν, Τίς ἐστιν ὁ δεῖνα, καὶ τίς ἐστιν ὁ δεῖνα; καὶ τὸ εἰπεῖν, Οὔτε ὁ φυτεύων, οὔτε ὁ ποτίζων ἔστι τι. Πῶς οὖν αὐτὰ παρεμυθήσατο; Τῷ τε ἐπὶ τοῦ οἰκείου προσώπου προσάγειν τὴν ἐξουδένωσιν. Τίς γάρ ἐστι Παῦλος; τίς δὲ Ἀπολλώς; καὶ τῷ τὸ πᾶν  ἀναθεῖναι  τῷ  πάντα  δεδωκότι  Θεῷ. Εἰπὼν γὰρ, ὅτι Οὗτος ἐφύτευσε, καὶ προσθεὶς, ὅτι οὐδέν ἐστιν ὁ φυτεύων,  ἐπήγαγεν· Ἀλλ' ὁ αὐξάνων  Θεός. Καὶ οὐδὲ μέχρι τούτου ἔστη, ἀλλ' ἑτέρᾳ ἐπαγωγῇ πάλιν αὐτὸ θεραπεύει λέγων· Ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων, ἕν εἰσι. ∆ιὰ γὰρ τούτου καὶ ἕτερον κατασκευάζει, τὸ μὴ ἐπαίρεσθαι κατ'  ἀλλήλων.   Ἓν  δὲ  εἶναι  αὐτούς  φησι,  πρὸς  τὸ  μηδὲν  δύνασθαι  ἄνευ  τοῦ αὐξάνοντος  Θεοῦ. Τοῦτο δὲ εἰπὼν, οὐδὲ τοὺς πολλὰ κάμνοντας  ἀφῆκε κατεξανίστασθαι τῶν ἐλάττονα εἰσενεγκάντων, οὔτε τοὺς ἑτέρους τούτοις φθονεῖν. Εἶτα, ἐπειδὴ τοῦτο ῥᾳθυμοτέρους ἐποίει, τὸ πάντας  ἓν εἶναι  νομίζεσθαι, καὶ τοὺς πολλὰ καμόντας καὶ τοὺς ἐλάττω, ὅρα πῶς αὐτὸ διωρθώσατο, εἰπών· Ἕκαστος δὲ τὸν ἴδιον  μισθὸν λήψεται  κατὰ τὸν ἴδιον  κόπον. Ὡς ἂν εἰ ἔλεγε· Μὴ φοβοῦ, ὅτι εἶπον, ὅτι ἕν εἰσι· πρὸς γὰρ τὸ τοῦ Θεοῦ ἔργον παραβαλλόμενοι, ἕν εἰσιν· ἐπεὶ πόνων ἕνεκεν οὐκ εἰσὶν, ἀλλὰ ἕκαστος τὸν ἴδιον μισθὸν λήψεται. Εἶτα καὶ λιπαίνει  πλέον αὐτὸ, κατορθώσας  ὅπερ ἐβούλετο, καὶ χαρίζεται ἐν οἷς ἔξεστι μετὰ φιλοτιμίας. Θεοῦ γάρ ἐσμεν συνεργοί· Θεοῦ γεωργιόν ἐστε, Θεοῦ οἰκοδομή ἐστε. Ὁρᾷς πῶς καὶ αὐτοῖς ἔργον ἔδωκεν οὐ μικρὸν, κατασκευάσας πρότερον, ὅτι τὸ πᾶν ἐστι τοῦ Θεοῦ; Ἐπειδὴ γὰρ ἀεὶ παραινεῖ πείθεσθαι τοῖς ἡγουμένοις, διὰ τοῦτο οὐ σφόδρα ἐξευτελίζει τοὺς  διδασκάλους.  Θεοῦ γεώργιόν  ἐστε. Ἐπειδὴ γὰρ εἶπεν,  Ἐφύτευσα, τῇ  τροπῇ ἐπέμεινεν. Εἰ δὲ Θεοῦ γεώργιον, οὐκ ἀπὸ τῶν γεωργούντων ὑμᾶς, ἀλλ' ἀπὸ τοῦ Θεοῦ καλεῖσθαι δίκαιον. Οὐ γὰρ ἀγρὸς γεωργοῦ καλεῖται, ἀλλὰ τοῦ οἰκοδεσπότου. Θεοῦ οἰκοδομή ἐστε. Πάλιν ἡ οἰκοδομὴ οὐ τοῦ τεχνίτου, ἀλλὰ τοῦ δεσπότου ἐστίν. Εἰ δὲ οἰκοδομή ἐστε, οὐ χρὴ διεσπάσθαι· ἐπεὶ οὐκ ἂν εἴη τοῦτο οἰκοδομή. Εἰ γεώργιόν ἐστε, διαιρεῖσθαι οὐ χρὴ, ἀλλ' ἑνὶ φραγμῷ τῷ τῆς ὁμονοίας τειχίζεσθαι. Κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι, ὡς σοφὸς ἀρχιτέκτων, θεμέλιον τέθεικα. Σοφὸν ἑαυτὸν ἐκάλεσεν ἐνταῦθα, οὐκ ἐπαίρων ἑαυτὸν, ἀλλὰ τύπον αὐτοῖς διδοὺς, καὶ δεικνὺς, ὅτι τοῦτό  ἐστι σοφοῦ, τὸ ἕνα  θεῖναι  θεμέλιον.  Ὅρα γοῦν  πῶς  μετριάζει. Εἰπὼν γὰρ σοφὸν ἑαυτὸν, οὐκ ἀφῆκεν αὐτοῦ τοῦτο εἶναι, ἀλλ' ὅλον ἑαυτὸν πρότερον ἀναθεὶς τῷ Θεῷ, τότε ἑαυτὸν οὕτως ἐκάλεσε· Κατὰ γὰρ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι, φησίν. Ὁμοῦ γὰρ δείκνυσιν, ὅτι καὶ τὸ πᾶν ἐστι τοῦ Θεοῦ, καὶ ὅτι τοῦτο μάλιστά ἐστι χάρις, τὸ μὴ διῃρῆσθαι, ἀλλ' ἐφ' ἑνὶ κεῖσθαι θεμελίῳ. Ἄλλος ἐποικοδομεῖ· ἕκαστος δὲ βλεπέτω, πῶς ἐποικοδομεῖ. Ἐνταῦθά μοι δοκεῖ εἰς τὸν περὶ τῆς πολιτείας  λοιπὸν αὐτοὺς ἐμβάλλειν ἀγῶνα, ἐπειδὴ συνῆψεν ἅπαξ καὶ ἓν ἐποίησε. Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός. Οὐ δύναται δὲ, ἕως ἂν ᾖ ἀρχιτέκτων· ἂν δὲ τεθῇ, οὐκέτι ἐστὶν ἀρχιτέκτων.

δʹ. Ἴδε πῶς καὶ ἀπὸ τῶν κοινῶν ἐννοιῶν  κατασκευάζει τὸ προκείμενον ἅπαν. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Κατήγγειλα τὸν Χριστὸν, παρέδωκα ὑμῖν τὸν θεμέλιον, σκοπεῖτε πῶς ἐποικοδομεῖτε, εἰ κενοδόξως, εἰ πρὸς ἀνθρώπους ἀποσπῶντες τοὺς μαθητάς. Μὴ τοίνυν προσέχωμεν ταῖς αἱρέσεσι· θεμέλιον  γὰρ ἄλλον  οὐδεὶς δύναται  θεῖναι παρὰ τὸν κείμενον. Ἐπὶ τοῦτον οὖν οἰκοδομῶμεν, καὶ ὡς θεμελίου ἐχώμεθα, ὡς κλῆμα ἀμπέλου, καὶ μηδὲν ἔστω μέσον ἡμῶν καὶ Χριστοῦ· ἂν γὰρ γένηταί  τι μέσον, εὐθέως ἀπολλύμεθα. Καὶ γὰρ  τὸ  κλῆμα  κατὰ  τὸ  συνεχὲς  ἕλκει  τὴν  πιότητα,  καὶ  ἡ  οἰκοδομὴ  κατὰ  τὸ κεκολλῆσθαι ἕστηκεν· ὡς ἂν διαστῇ, ἀπόλλυται, οὐκ ἔχουσα ποῦ ἐρείσει ἑαυτήν. Μὴ τοίνυν  ἁπλῶς ἐχώμεθα τοῦ Χριστοῦ, ἀλλὰ κολληθῶμεν  αὐτῷ· ἂν γὰρ διαστῶμεν, ἀπολλύμεθα. Οἱ γὰρ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ, ἀπολοῦνται, φησί. Κολλώμεθα τοίνυν αὐτῷ, καὶ κολλώμεθα διὰ τῶν ἔργων· Ὁ γὰρ τηρῶν τὰς ἐντολάς μου, αὐτὸς ἐν ἐμοὶ, φησὶ, μένει. Καὶ γὰρ διὰ πολλῶν ἡμᾶς ὑποδειγμάτων ἑνοῖ. Σκόπει δέ· Αὐτὸς ἡ κεφαλὴ, ἡμεῖς τὸ σῶμα· μὴ δύναται μέσον τι εἶναι κεφαλῆς καὶ σώματος διάστημα κενόν; Αὐτὸς θεμέλιος, ἡμεῖς  οἰκοδομή· αὐτὸς ἄμπελος, ἡμεῖς κλήματα· αὐτὸς ὁ νυμφίος, ἡμεῖς ἡ νύμφη· αὐτὸς ὁ ποιμὴν, ἡμεῖς τὰ πρόβατα· ὁδὸς ἐκεῖνος, ἡμεῖς οἱ βαδίζοντες· ναὸς πάλιν ἡμεῖς, αὐτὸς ἔνοικος· αὐτὸς ὁ πρωτότοκος, ἡμεῖς οἱ ἀδελφοί· αὐτὸς ὁ κληρονόμος, ἡμεῖς οἱ συγκληρονόμοι· αὐτὸς ἡ ζωὴ, ἡμεῖς οἱ ζῶντες· αὐτὸς ἡ ἀνάστασις, ἡμεῖς οἱ ἀνιστά  μενοι· αὐτὸς τὸ φῶς, ἡμεῖς οἱ φωτιζόμενοι. Ταῦτα πάντα ἕνωσιν ἐμφαίνει, καὶ οὐδὲν μέσον κενὸν ἀφίησιν εἶναι, οὐδὲ τὸ μικρότατον. Ὁ γὰρ μικρὸν ἀποστὰς, καὶ πολὺ προϊὼν ἀποστήσεται. Καὶ γὰρ τὸ σῶμα, ἂν μικρὰν ἀπὸ ξίφους διάστασιν δέξηται, διαφθείρεται· καὶ ἡ οἰκοδομὴ, κἂν μικρὸν διαχάνῃ, καταλύεται· καὶ τῆς ῥίζης τὸ κλῆμα, κἂν μικρὸν ἀποκοπῇ, γέγονεν ἄχρηστον. Ὥστε τὸ μικρὸν τοῦτο οὐκ ἔστι μικρὸν, ἀλλὰ καὶ σχεδὸν τὸ ὅλον ἐστίν. Ὅταν οὖν μικρόν τι πλημμελήσωμεν ἢ καὶ ῥᾳθυμήσωμεν, μὴ παρίδωμεν τὸ μικρόν· ἐπεὶ ταχέως παροφθὲν  τοῦτο  μέγα  γίνεται.  Οὕτω  καὶ  ἱμάτιον  ἀρχὴν  λαβὸν  ῥήγνυσθαι  καὶ ἀμεληθὲν, διόλου τὸ σχίσμα προήγαγε· καὶ ὄροφος ὀλίγων κεράμων καταπεσόντων παροφθεὶς, ὁλόκληρον τὸν οἶκον κατήνεγκε. Ταῦτ' οὖν ἡμεῖς λογιζόμενοι, μηδέποτε τῶν μικρῶν καταφρονῶμεν, ἵνα μὴ εἰς τὰ μεγάλα ἐμπέσωμεν· ἂν δ' ἄρα καταφρονήσωμεν,  καὶ εἰς τὸ βάθος ἔλθωμεν  τῶν  κακῶν,  μηδὲ ἐκεῖσε γενόμενοι ἀπογνῶμεν,  ἵνα  μὴ ἐμπέσωμεν  εἰς  καρηβαρίαν. ∆ύσκολον γὰρ λοιπὸν  ἀνελθεῖν ἐκεῖθεν τὸν μὴ σφόδρα νήφοντα,  οὐ διὰ τὸ μῆκος μόνον, ἀλλὰ καὶ διὰ τὴν θέσιν αὐτήν. Βάθος γάρ ἐστι καὶ ἡ ἁμαρτία, καὶ κάτω φέρουσα θλίβει. Καὶ καθάπερ οἱ εἰς φρέαρ ἐμπεσόντες οὐκ ἂν ῥᾳδίως ἀνέλθοιεν, ἀλλ' ἑτέρων δεήσονται τῶν ἀναγόντων αὐτούς· οὕτω καὶ ὁ εἰς βάθος ἐλθὼν  τῶν  ἁμαρτημάτων. Χαλάσωμεν οὖν σχοινία πρὸς τοὺς τοιούτους, καὶ ἀνιμησώμεθα· μᾶλλον δὲ οὐχ ἑτέρων δεῖ μόνον, ἀλλὰ καὶ ἡμῶν αὐτῶν, ἵνα καὶ ἑαυτοὺς ἐπιδῶμεν, καὶ ἀναβησώμεθα οὐ τοσοῦτον, ὅσον κατέβημεν, ἀλλὰ  πολλῷ  πλέον,  ἐὰν βουλώμεθα. Καὶ γὰρ ὁ Θεὸς βοηθεῖ· Οὐ γὰρ βούλεται  τὸν  θάνατον  τοῦ ἁμαρτωλοῦ,  ὡς  τὸ ἐπιστρέψαι αὐτόν.  Μηδεὶς τοίνυν ἀπογινωσκέτω, μηδεὶς τὸ τῶν ἀσεβῶν πασχέτω πάθος· ἐκείνων γάρ ἐστι τὸ τοιοῦτον ἁμάρτημα. Ἀσεβὴς γὰρ, φησὶ, ἐλθὼν  εἰς βάθος κακῶν,  καταφρονεῖ.  Ὥστε οὐ τὸ πλῆθος τῶν  ἁμαρτημάτων ποιεῖ τὴν ἀπόγνωσιν, ἀλλ' ἡ τοῦ ἀσεβοῦς γνώμη. Κἂν πᾶσαν τοίνυν ἐπέλθῃς κακίαν, εἰπὲ πρὸς ἑαυτόν· Φιλάνθρωπός ἐστιν ὁ Θεὸς, καὶ τῆς σωτηρίας ἐπιθυμεῖ τῆς ἡμετέρας. Ἐὰν γὰρ ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ, φησὶ, καὶ πρὸς τὴν ἐναντίαν  ἕξιν μεταστήσω. Μὴ τοίνυν ἀπαγορεύσωμεν· οὐ γὰρ τὸ πεσεῖν οὕτω χαλεπὸν,  ὡς τὸ πεσόντα κεῖσθαι· οὔτε τὸ τρωθῆναι δεινὸν, ὡς τὸ τρωθέντα μὴ βούλεσθαι θεραπεύεσθαι. Τίς γὰρ καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν; ἢ τίς παῤῥησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτιῶν; Ταῦτα λέγω,  οὐχ  ἵνα  ῥᾳθυμοτέρους  ὑμᾶς  ποιήσω,  ἀλλ'  ἵνα  κωλύσω  εἰς  ἀπόγνωσιν ἐμπεσεῖν.

εʹ. Βούλει μαθεῖν πῶς ἐστιν ἡμῶν ἀγαθὸς ὁ ∆εσπότης; Ἀνῆλθεν ὁ τελώνης μυρίων γέμων κακῶν, καὶ εἰπὼν, Ἱλάσθητί μοι, μόνον, κατῆλθε δεδικαιωμένος. Καὶ διὰ τοῦ προφήτου δέ φησιν ὁ Θεός· ∆ι' ἁμαρτίαν βραχύ τι ἐλύπησα αὐτὸν, καὶ εἶδον ὅτι ἐλυπήθη καὶ ἐπορεύθη στυγνὸς, καὶ ἰασάμην τὰς ὁδοὺς αὐτοῦ. Τί τῆς φιλανθρωπίας  ταύτης  ἴσον; Ἵνα στυγνάσῃ μόνον, φησὶν, ἀφῆκα  τὰ ἁμαρτήματα. Ἡμεῖς  δὲ οὐδὲ αὐτὸ τοῦτο ποιοῦμεν· διὸ μάλιστα τὸν Θεὸν παροργίζομεν. Ὁ γὰρ καὶ διὰ μικρῶν ἵλεως γενόμενος, ὅταν μὴ τούτων τύχῃ, εἰκότως ἀγανακτεῖ, καὶ τὴν  ἐσχάτην  ἀπαιτεῖ  τιμωρίαν  ἡμᾶς·  ὑπερβαλλούσης  γάρ  ἐστι  τοῦτο καταφρονήσεως. Τίς γοῦν ἐλυπήθη ποτὲ δι' ἁμαρτίας; τίς ἐστέναξε; τίς τὸ στῆθος ἔπληξε; τίς ἐμερίμνησεν; Οὐδένα ἔγωγε οἶμαι· ἀλλὰ μυρίας μὲν ἡμέρας θρηνοῦσιν ἄνθρωποι ὑπὲρ οἰκετῶν ἀποθανόντων, ὑπὲρ ζημίας χρημάτων· τὴν δὲ ψυχὴν ἀπολλύντες  καθ' ἑκάστην ἡμέραν, οὐδὲ εἰς νοῦν βαλλόμεθα. Πῶς οὖν δυνήσῃ τὸν Θεὸν ἐξιλεώσασθαι, ὅταν μηδὲ ὅτι ἥμαρτες, εἰδῇς; Ναὶ, φησὶν, ἥμαρτον. Ναὶ, μοὶ λέγεις τῇ γλώττῃ, εἰπέ μοι τῇ διανοίᾳ, καὶ μετὰ τοῦ ῥήματος στέναξον, ἵνα διηνεκῶς εὐθυμῇς.  Καὶ γὰρ  εἰ  ἠλγοῦμεν  ἐπὶ  τοῖς  ἁμαρτήμασιν,  εἰ  ἐστενάζομεν  ἐπὶ  τοῖς πλημμελήμασιν, οὐδὲν ἂν ἄλλο ἡμᾶς ἐλύπησε, τῆς ὀδύνης ταύτης πᾶσαν ἀθυμίαν παρωθουμένης. Ὥστε καὶ ἕτερον ἂν ἐκερδαίνομεν μετὰ τῆς ἐξομολογήσεως, τὸ μὴ βαπτίζεσθαι τοῖς λυπηροῖς τοῦ παρόντος βίου, μηδὲ φυσᾶσθαι τοῖς λαμπροῖς· καὶ ταύτῃ πάλιν  μειζόνως ἂν ἐξιλεωσάμεθα τὸν Θεὸν, ὥσπερ οὖν, οἷς ποιοῦμεν νῦν, παροξύνομεν. Εἰπὲ γάρ μοι, εἴ τινα ἔχεις οἰκέτην, καὶ πολλὰ παθὼν ἐκεῖνος κακὰ παρὰ τῶν  ὁμοδούλων,  τῶν  μὲν  ἄλλων  μηδενὸς  λόγον  ποιοῖτο,  ὑπὲρ δὲ τοῦ μὴ παροργίζεσθαι τὸν δεσπότην φροντίζοι  μόνον, ἆρα οὐχ ἱκανὸς ἀπὸ τούτου μόνου λῦσαί σου τὴν ὀργήν; Τί δὲ, ἂν τῶν μὲν εἰς σὲ πλημμελημάτων  μηδεμίαν ποιοῖτο φροντίδα, ὑπὲρ δὲ τῶν πρὸς τοὺς ὁμοδούλους φροντίζοι, οὐχὶ μείζονα ἐπάξεις τὴν τιμωρίαν; Οὕτω καὶ ὁ Θεὸς ποιεῖ· ὅταν μὲν ἀμελῶμεν αὐτοῦ τῆς ὀργῆς, σφοδροτέραν ἐπάγει αὐτήν· ὅταν δὲ φροντίζωμεν,  ἡμερωτέραν· μᾶλλον δὲ οὐδὲ ἐπάγει λοιπόν· βούλεται γὰρ ἡμᾶς ἑαυτοὺς ἀπαιτεῖν  τὴν τιμωρίαν  τῶν  ἡμαρτημένων,  καὶ οὐκέτι λοιπὸν  αὐτὸς ἀπαιτεῖ. ∆ιὰ τοῦτο γὰρ καὶ ἀπειλεῖ τὴν τιμωρίαν, ἵνα τῷ φόβῳ τὴν καταφρόνησιν ἀνέλῃ· ὅταν δὲ ἐξ ἀπειλῆς φοβηθῶμεν μόνης, οὐκ ἀφίησιν ὑπομεῖναι τὴν πεῖραν. Ὅρα γοῦν πρὸς τὸν Ἱερεμίαν τί φησιν· Οὐχ ὁρᾷς τί αὐτοὶ ποιοῦσιν; Οἱ πατέρες  αὐτῶν  καίουσι πῦρ, οἱ υἱοὶ  αὐτῶν  συνάγουσι ξύλα, αἱ γυναῖκες  αὐτῶν τρίβουσι  σταῖς.  ∆έος μὴ  καὶ  περὶ  ἡμῶν  λεχθῇ  τι  τοιοῦτον.  Οὐχ ὁρᾷς  τί  αὐτοὶ ποιοῦσιν; Οὐδεὶς τὰ τοῦ Χριστοῦ ζητεῖ, ἀλλὰ πάντες τὰ ἑαυτῶν. Οἱ υἱοὶ αὐτῶν εἰς ἀσελγείας τρέχουσιν, οἱ πατέρες αὐτῶν  εἰς πλεονεξίαν  καὶ ἁρπαγὴν, αἱ γυναῖκες αὐτῶν  ἐπὶ τὰς φαντασίας  τὰς βιωτικὰς, οὐ μόνον  οὐκ ἐγκόπτουσαι τοὺς ἄνδρας, ἀλλὰ καὶ παροξύνουσαι. Στῆθι γοῦν ἐπὶ τῆς ἀγορᾶς· ἐρώτησον τοὺς ἀπιόντας  καὶ ἐπανιόντας, καὶ οὐδένα ὄψει ὑπὲρ πνευματικοῦ πράγματος σπεύδοντα, ἀλλὰ πάντας ὑπὲρ σαρκικῶν  τρέχοντας.  Μέχρι τίνος  οὐκ ἀνανήφομεν; μέχρι  τίνος  εἰς ὕπνον καταφερόμεθα βαθύν; οὐκ ἐλάβομεν κόρον τῶν  κακῶν; καίτοι γε καὶ χωρὶς τῶν ῥημάτων ἀρκεῖ καὶ αὐτὴ τῶν πραγμάτων ὑμᾶς ἡ πεῖρα διδάξαι τῶν παρόντων τὴν οὐδένειαν καὶ τὸ μοχθηρὸν ἅπαν. Ἄνθρωποι γοῦν τὴν ἔξωθεν σοφίαν ἀσκοῦντες, καὶ μηδὲν τῶν μελλόντων εἰδότες, ἐπειδὴ κατέγνωσαν πολλὴν τῶν παρόντων πραγμάτων εὐτέλειαν, διὰ τοῦτο ἀπέστησαν μόνον. Ποίας οὖν σὺ τεύξῃ συγγνώμης, χαμαὶ  συρόμενος, καὶ μὴ καταφρονῶν  τῶν  μικρῶν  καὶ παρερχομένων  ὑπὲρ τῶν μεγάλων  καὶ διαιωνιζόντων,  ὁ καὶ αὐτοῦ τοῦ Θεοῦ ἀκούων, ταῦτά σοι δεικνύντος καὶ ἐκκαλύπτοντος, καὶ ἐπαγγελίας τοιαύτας παρ' αὐτοῦ ἔχων; Ὅτι γὰρ οὐχ ἱκανὰ ταῦτα  κατασχεῖν,  ἔδειξαν  οἱ  καὶ  χωρὶς  ἐπαγγελίας   τῶν  μειζόνων   ἀπεχόμενοι τούτων. Ποῖον γὰρ πλοῦτον  προσδοκήσαντες ἐπὶ πενίαν  ἦλθον; Οὐδένα· ἀλλ' ἀπὸ τοῦ σφόδρα εἰδέναι, ὅτι ἡ τοιαύτη πενία πλούτου κρείττων ἐστί. Ποίαν ζωὴν ἐλπίσαντες  ἀφῆκαν  τρυφὴν,  καὶ  σκληραγωγίᾳ  ἔδωκαν  ἑαυτούς;  Οὐδεμίαν· ἀλλ'αὐτὴν  τῶν  πραγμάτων  τὴν  φύσιν  μαθόντες,  καὶ  συνιδόντες,  ὅτι  τοῦτο  μᾶλλον ἐπιτηδειότερον  καὶ πρὸς ψυχῆς φιλοσοφίαν,  καὶ πρὸς σώματος ὑγίειαν. Ταῦτ' οὖν καὶ ἡμεῖς ἀναλογιζόμενοι, καὶ τὰ μέλλοντα ἀγαθὰ συνεχῶς ἐν ἑαυτοῖς στρέφοντες, ἀποστῶμεν τῶν παρόντων, ἵνα τύχωμεν ἐκείνων τῶν μελλόντων, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ  Πατρὶ ἅμα τῷ  ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Θʹ.Εἴ τις  ἐποικοδομεῖ  ἐπὶ  τὸν  θεμέλιον  τοῦτον,  χρυσὸν,  ἄργυρον,  λίθους τιμίους, ξύλα, χόρτον, καλάμην· ἑκάστου τὸ ἔργον φανερὸν γενήσε ται. Ἡ γὰρ ἡμέρα δηλώσει, ὅτι ἐν πυρὶ ἀποκα λύπτεται· καὶ ἑκάστου τὸ ἔργον, ὁποῖόν ἐστι, τὸ πῦρ αὐτὸ δοκιμάσει. Εἴ τινος τὸ ἔργον μένει ὃ ἐπῳκοδόμησε, μισθὸν λήψεται· εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται· αὐτὸς δὲ σωθήσεται, οὕτω  δὲ ὡς διὰ πυρός.

 αʹ. Οὐ μικρὸν ἡμῖν τοῦτο τὸ προκείμενον ζήτημα, ἀλλὰ καὶ περὶ τῶν σφόδρα ἀναγκαίων, καὶ ὧν ἅπαντες ζητοῦσιν ἄνθρωποι, εἰ τέλος ἔχει τὸ τῆς γεέννης πῦρ. Ὅτι μὲν γὰρ οὐκ ἔχει, ὁ Χριστὸς ἀπεφήνατο λέγων· Τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει. Καὶ οἶδα μὲν, ὅτι ναρκᾶτε ταῦτα ἀκούοντες· ἀλλὰ τί πάθω; καὶ γὰρ ὁ Θεὸς κελεύει ταῦτα συνεχῶς ἐνηχεῖν, λέγων· ∆ιάστειλαι τῷ λαῷ τούτῳ· καὶ ἡμεῖς εἰς διακονίαν  λόγου τετάγμεθα, καὶ ἀνάγκη φορτικὸν  εἶναι τοῖς ἀκροαταῖς, οὐχ ἑκόντα, ἀλλ' ἀναγκαζόμενον.  Μᾶλλον δὲ, εἰ βούλεσθε, οὐκ ἐσόμεθα φορτικοί· Ἂν γὰρ, φησὶ, ποιῇς τὸ ἀγαθὸν, μὴ φοβοῦ. Ὥστε ἔξεστιν ὑμῖν μὴ μόνον μὴ μετὰ ἀπεχθείας, ἀλλὰ καὶ μετὰ ἡδονῆς ἡμῶν ἀκούειν. Ὅτι μὲν οὖν οὐκ ἔχει τέλος, καὶ ὁ Χριστὸς ἀπεφήνατο· καὶ ὁ Παῦλος δέ φησι, δεικνὺς ἀθάνατον  τὴν κόλασιν, ὅτι οἱ ἁμαρτάνοντες  δίκην  τίσουσι  ὄλεθρον  αἰώνιον·  καὶ  πάλιν,  Μὴ πλανᾶσθε·  οὔτε πόρνοι, οὔτε μοιχοὶ, οὔτε μαλακοὶ βασιλείαν Θεοῦ κληρονομήσουσι· καὶ Ἑβραίοις δὲ ἔλεγεν· Εἰρήνην διώκετε μετὰ πάντων καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Καὶ ὁ Χριστὸς δὲ τοῖς  εἰρηκόσιν, Ἐν τῷ  ὀνόματί  σου δυνάμεις  πολλὰς ἐποιήσαμεν, φησί· Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ ἐργαζόμενοι τὴν ἀνομίαν· οὐκ οἶδα ὑμᾶς. Καὶ αἱ παρθένοι δὲ ἀποκλεισθεῖσαι, οὐκ ἔτι εἰσῆλθον· καὶ περὶ τῶν μὴ θρεψάντων δὲ αὐτὸν φησὶν, ὅτι Ἀπελεύσονται εἰς κόλασιν αἰώνιον.  Καὶ μή μοι λέγε· Ποῦ ὁ τοῦ δικαίου  διαφυλάττεται   λόγος,  εἰ  μὴ  ἔχει  τέλος  ἡ  κόλασις;  Ὅταν  γὰρ  ὁ  Θεὸς ἐργάζηταί τι, πείθου ταῖς ἀποφάσεσι, καὶ μὴ ὑπόβαλλε λογισμοῖς ἀνθρωπίνοις  τὰ λεγόμενα. Ἄλλως δὲ πῶς οὐκ ἂν εἴη δίκαιον τὸν μυρία παθόντα ἐξ ἀρχῆς ἀγαθὰ, εἶτα κολάσεως ἄξια πράξαντα, καὶ μήτε ἀπειλῇ μήτε εὐεργεσίᾳ βελτίω γενόμενον, κολάζεσθαι;  Εἰ γὰρ τὸ δίκαιον ἐξετάζεις, ἐξ ἀρχῆς ἡμᾶς εὐθέως ἐχρῆν ἀπολέσθαι, κατὰ τὸν τοῦ δικαίου λόγον· μᾶλλον δὲ οὐδὲ τότε κατὰ τὸν τοῦ δικαίου λόγον μόνον. Καὶ γὰρ καὶ φιλανθρωπίαν  εἶχεν, εἰ καὶ τοῦτο ἐπάθομεν τὸ γινόμενον. Ὅταν μὲν γάρ τις τὸν μηδὲν ἠδικηκότα ὑβρίζῃ, κατὰ τὸν τοῦ δικαίου λόγον δίδωσι δίκην· ὅταν δέ τις τὸν εὐεργέτην, τὸν οὐδὲν προπαθόντα μὲν, εὖ ποιήσαντα δὲ μυρία, καὶ μόνον  τοῦ εἶναι  γενόμενον  αἴτιον,  καὶ Θεὸν ὄντα, καὶ ψυχὴν  ἐμπνεύσαντα,  καὶ μυρία  χαρισάμενον,  καὶ  εἰς  οὐρανὸν  βουληθέντα   ἀναγαγεῖν,   εἰ  τοῦτον   μετὰ τοσαύτας εὐεργεσίας μὴ μόνον ὑβρίζει, ἀλλὰ καὶ καθ' ἡμέραν ὑβρίζει δι' ὧν ποιεῖ, ποίας ἄξιος ἔσται συγγνώμης; Οὐχ ὁρᾷς πῶς τὸν Ἀδὰμ ἐκόλασε διὰ μίαν ἁμαρτίαν; Ναὶ, φησὶ, παράδεισον παρέδωκεν ἐκείνῳ, καὶ πολλῆς εὐνοίας ἀπολαῦσαι ἐποίησε. Καίτοι γε οὐκ ἔστιν ἴσον, ἀδείας ἀπολαύοντα ἁμαρτάνειν, καὶ ἐν θλίψει καθεστῶτα πολλῇ. Καὶ γὰρ τὸ δεινὸν τοῦτό ἐστιν, ὅτι οὐδὲ ἐν παραδείσῳ ὢν ἁμαρτάνεις, ἀλλ' ἐν τοῖς  μυρίοις τοῦ παρόντος  βίου κακοῖς, καὶ οὐδὲ τῇ ταλαιπωρίᾳ  σωφρονέστερος γίνῃ· ὥσπερ ἂν εἴ τις δεδεμένος χρῷτο τῇ πονηρίᾳ. Σοὶ δὲ καὶ παραδείσου μείζονα ἐπηγγείλατο· καὶ οὔτε ἔδωκεν ἤδη, ἵνα μή σε διαχέῃ ἐν τῷ καιρῷ τῶν ἀγώνων, οὔτε ἐσίγησεν, ἵνα μή σε καταβάλ[λ]ῃ τοῖς πόνοις. Κἀκεῖνος μὲν μίαν ἁμαρτίαν ἁμαρτὼν, θάνατον  ὁλόκληρον  ἐπεσπάσατο, ἡμεῖς  δὲ μυρία καθ' ἑκάστην  ἡμέραν πλημμελοῦμεν.  Εἰ δὲ μίαν ἐργασάμενος ἐκεῖνος τοσοῦτον ἐπεσπάσατο κακὸν, καὶ θάνατον  εἰσήνεγκεν· οἱ διηνεκῶς  ἐν ἁμαρτήμασι ζῶντες, τί οὐ πεισόμεθα, οἱ ἀντὶ παραδείσου τὸν οὐρανὸν προσδοκῶντες; Φορτικὸς ὁ λόγος, καὶ λυπεῖ τὸν ἀκροατήν· καὶ ἐξ ὧν αὐτὸς πάσχω, τοῦτο οἶδα· καὶ γὰρ ἡ καρδία μου ταράττεται καὶ πάλλει· καὶ ὅσῳ ἂν ἴδω κατασκευαζόμενον τὸν τῆς γεέννης λόγον, τοσούτῳ μᾶλλον τρέμω καὶ ἀναδύομαι τῷ δέει. Ἀλλ' ἀνάγκη ταῦτα λέγειν, ἵνα μὴ περιπέσωμεν τῇ γεέννῃ. Οὐκ ἔλαβες σὺ παράδεισον οὐδὲ ξύλα καὶ φυτὰ, ἀλλ' οὐρανὸν καὶ τὰ ἐν τοῖς οὐρανοῖς ἀγαθά. Εἰ δὲ ὁ ἐλάττω λαβὼν κατεδικάσθη, καὶ οὐδεὶς αὐτὸν ἐξείλετο λόγος, πολλῷ μᾶλλον  ἡμεῖς οἱ πλείονα  ἁμαρτάνοντες  καὶ ἐπὶ μείζοσι κεκλημένοι,  τὰ ἀνήκεστα ὑπομενοῦμεν. Ἐννόησον γοῦν πόσον χρόνον ἐν τῷ θανάτῳ μένει διὰ μίαν ἁμαρτίαν τὸ γένος τὸ ἡμέτερον. Πεντακισχίλια ἔτη καὶ πλείω παρῆλθε, καὶ ὁ θάνατος οὐδέπω λέλυται διὰ μίαν ἁμαρτίαν. Καὶ οὐδὲ ἔχομεν εἰπεῖν, ὅτι προφητῶν ἤκουσεν ὁ Ἀδὰμ, οὐδὲ  ὅτι  ἐπὶ  ἁμαρτήμασιν ἑτέρους  κολαζομένους  εἶδε, καὶ  φοβηθῆναι  ἐντεῦθεν αὐτὸν εἰκὸς ἦν, καὶ αὐτῷ τῷ παραδείγματι σωφρονισθῆναι· πρῶτος γὰρ ἦν τότε καὶ μόνος, ἀλλ' ὅμως ἐτιμωρεῖτο. Σὺ δὲ οὐδὲν ἂν ἔχοις τούτων  προβαλέσθαι, ὁ μετὰ τοσαῦτα παραδείγματα γενόμενος χείρων, ὁ τοσούτου καταξιωθεὶς Πνεύματος, καὶ οὐ μίαν οὐδὲ δύο καὶ τρεῖς, ἀλλὰ μυρίας ἐφελκόμενος ἁμαρτίας. Μὴ γὰρ, ὅτι ἐν ῥοπῇ βραχείᾳ τὰ ἁμαρτήματα γίνεται, τοῦτο σκόπει, καὶ διὰ τοῦτο καὶ τὴν κόλασιν ῥοπῆς εἶναι νόμιζε. Οὐχ ὁρᾷς τοὺς ἀνθρώπους, οἳ πολλάκις  ὑπὲρ μιᾶς κλοπῆς καὶ μιᾶς μοιχείας ἐν μικρᾷ ῥοπῇ γινομένης  ἐν δεσμωτηρίοις καὶ μετάλλοις ὁλόκληρον αὐτῶν  τὸν  βίον ἀνάλωσαν,  λιμῷ  διηνεκεῖ  καὶ μυρίοις παλαίοντες  θανάτοις; καὶ οὐδεὶς αὐτοὺς ἐξείλετο οὐδὲ εἶπεν, ὅτι ἐπειδὴ ἐν βραχείᾳ καιροῦ ῥοπῇ τὸ ἁμάρτημα γέγονε, δεῖ καὶ τὴν κόλασιν ἀντίῤῥοπον τῇ ἁμαρτίᾳ καὶ τὸν χρόνον ἔχειν.

 βʹ. Ἀλλ' ἄνθρωποι, φησὶν, εἰσὶν, οἱ ταῦτα ποιοῦντες, ὁ δὲ Θεὸς φιλάνθρωπός  ἐστι. Πρῶτον μὲν οὖν οὐδὲ ἄνθρωποι ὠμότητι ταῦτα πράττουσιν, ἀλλὰ φιλανθρωπίᾳ·  καὶ ὁ Θεὸς δὲ, ὥσπερ ἐστὶ φιλάνθρωπος, οὕτω καὶ ἐπεξέρχεται· κατὰ γὰρ τὸ ἔλεος αὐτοῦ πολὺς καὶ ὁ ἔλεγχος  αὐτοῦ. Ὅταν οὖν εἴπῃς φιλάνθρωπον  τὸν  Θεὸν, τότε μείζονά μοι λέγεις τῆς κολάσεως τὴν ἀφορμὴν, ὅτι εἰς τοιοῦτον ἁμαρτάνομεν. ∆ιὸ καὶ ὁ Παῦλος ἔλεγε· Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας  Θεοῦ ζῶντος.  Ἀνάσχεσθε, παρακαλῶ,  τῆς πυρᾶς  τῶν  ῥημάτων·  ἴσως  γὰρ,  ἴσως  ἔσται  τις  ὑμῖν  ἐντεῦθεν  παραμυθία.  Τίς ἀνθρώπων  δύναται κολάσαι οὕτως, ὡς ἐκόλασεν ὁ Θεὸς, κατακλυσμὸν ποιήσας καὶ πανωλεθρίαν  τοσούτου γένους,  καὶ  μετὰ μικρὸν  πάλιν  πῦρ ἄνωθεν  βρέξας, καὶ πάντας ἄρδην ἀφανίσας; ποία ἀνθρώπων  τιμωρία δύναται εἶναι τοιαύτη; Οὐχ ὁρᾷς ἀθάνατον σχεδὸν καὶ τὴν ἐντεῦθεν κόλασιν οὖσαν; Τετρακισχίλια ἔτη παρῆλθε, καὶ ἡ  τιμωρία  μένει  τῶν  Σοδομιτῶν  ἀκμάζουσα. Ὥσπερ γὰρ  ἡ  φιλανθρωπία   αὐτοῦ μεγάλη, οὕτω καὶ ἡ κόλασις. Καὶ γὰρ εἰ μὲν φορτικά τινα ἐπέταξε καὶ ἀδύνατα, ἴσως ἄν  τις  εἶχε  τὴν  δυσκολίαν  προβαλέσθαι τῶν  νόμων·  εἰ δὲ σφόδρα ῥᾷστα, τί  ἂν ἔχοιμεν   εἰπεῖν   μηδὲ  τούτων   ποιούμενοι   λόγον;  Νηστεῦσαι  οὐ  δύνασαι,  οὐδὲ παρθενίαν  ἀσκῆσαι; Καίτοι γε  δύνασαι,  ἐὰν  θέλῃς,  καὶ  κατηγοροῦσιν  ἡμῶν  οἱ δυνηθέντες·  ἀλλ' ὅμως οὐκ ἐχρήσατο ταύτῃ πρὸς ἡμᾶς ὁ Θεὸς τῇ ἀκριβείᾳ, οὐδὲ ἐπέταξε ταῦτα οὐδὲ ἐνομοθέτησεν, ἀλλ' ἀφῆκεν εἶναι τὴν αἵρεσιν ἐν τῇ γνώμῃ τῶν ἀκουόντων·  σωφρονεῖν  δὲ ἐν  γάμῳ  δύνασαι, καὶ  μὴ μεθύειν  δύνασαι. Χρήματα κενῶσαι οὐ δύνασαι πάντα; Καίτοι γε δύνασαι, καὶ δηλοῦσιν οἱ ἐργασάμενοι· ἀλλ' ὅμως οὐδὲ τοῦτο ἐπέταξεν, ἀλλὰ  μὴ ἁρπάζειν ἐκέλευσε, καὶ ἐκ τῶν  ὄντων  τοῖς δεομένοις  ἐπικουρεῖν.  Εἰ δὲ  λέγοι  τις,  ὅτι  Οὐδὲ τῇ  γυναικὶ  μόνον  ἀρκεσθῆναι δύναμαι,  ἀπατᾷ  ἑαυτὸν  καὶ παραλογίζεται·  καὶ κατηγοροῦσιν  οἱ χωρὶς  γυναικὸς σωφρονοῦντες.  Τί δὲ, εἰπέ  μοι, μὴ λοιδορεῖσθαι  οὐ δύνασαι; μὴ καταρᾶσθαι οὐ δύνασαι; Καὶ μὴν τὸ ταῦτα ποιεῖν  φορτικὸν,  οὐ τὸ μὴ ποιεῖν.  Ποίαν οὖν ἔχομεν ἀπολογίαν, τὰ οὕτω κοῦφα καὶ εὔκολα μὴ φυλάττοντες;  Οὐκ ἔστιν εἰπεῖν οὐδεμίαν. Ὅτι μὲν οὖν ἀθάνατος ἡ κόλασις, ἐκ τῶν εἰρημένων ἁπάντων δῆλον· ἐπειδὴ δὲ δοκεῖ τισι τὸ τοῦ Παύλου ῥῆμα ἀντιπίπτειν,  φέρε καὶ αὐτὸ καταμάθωμεν  ἀγαγόντες  εἰς μέσον. Εἰπὼν γὰρ, Εἴ τινος  τὸ ἔργον μένει, ὃ ἐπῳκοδόμησε, μισθὸν λήψεται·  καὶ  εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, ἐπήγαγεν· Αὐτὸς δὲ σωθήσεται,οὕτω δὲ ὡς διὰ πυρός. Τί οὖν ἂν εἴποιμεν πρὸς τοῦτο· Σκοπήσωμεν πρότερον τίς ἐστιν ὁ θεμέλιος, καὶ τίς ὁ χρυσὸς, καὶ τίνες οἱ λίθοι οἱ τίμιοι, καὶ τίς ὁ χόρτος, καὶ τίς ἡ καλάμη. Τὸν μὲν οὖν θεμέλιον  φανερῶς  αὐτὸς ἐδήλωσεν ὄντα τὸν Χριστὸν εἰπών· Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, φησὶν, ὅς ἐστι Χριστὸς Ἰησοῦς. Ἡ δὲ οἰκοδομὴ πράξεις ἐμοὶ δοκοῦσιν εἶναι. Καίτοι γέ τινές φασιν, ὅτι καὶ αὐτὸ τοῦτο περὶ διδασκάλων εἴρηται καὶ μαθητῶν, καὶ περὶ αἱρέσεων διεφθαρμένων·  ἀλλ' ὁ λόγος οὐ παραδέχεται. Εἰ γὰρ τοῦτό ἐστι, πῶς τὸ μὲν ἔργον ἀπόλλυται,  ὁ  δὲ  οἰκοδομῶν  σωθήσεται κἂν  διὰ  πυρός; τὸν  γὰρ  αἴτιον  μᾶλλον ἀπόλλυσθαι ἐχρῆν; νυνὶ δὲ εὑρεθήσεται πλείονα δίκην διδοὺς ὁ οἰκοδομηθείς. Εἰ μὲν γὰρ ὁ διδάσκαλος αἴτιος γέγονε τῆς κακίας, πλείονα ἄξιος δοῦναι δίκην· πῶς οὖν σωθήσεται; εἰ δ' οὐκ αἴτιος, ἀλλὰ παρὰ τὴν οἰκείαν δυστροπίαν οἱ μαθηταὶ τοιοῦτοι γεγόνασιν,  οὐδ' ὅλως  ἄξιος δοῦναι  δίκην,  ἀλλ' οὐδὲ ζημίαν  ὑποστῆναι  ὁ καλῶς οἰκοδομήσας. Πῶς οὖν φησι, Ζημιωθήσεται; Ὅθεν δῆλον ὅτι περὶ πράξεων ὁ λόγος. Ἐπειδὴ γὰρ μέλλει λοιπὸν  πρὸς τὸν πεπορνευκότα ἀποτείνεσθαι, ἄνωθεν  καὶ πρὸ πολλοῦ καταβάλλεται τὰ προοίμια. Οἶδε γὰρ, περὶ ἑτέρου διαλεγόμενος, ἐν αὐτῇ τῇ περὶ ἑτέρου διαλέξει προκατασκευάζειν ἕτερον, ἐφ' ὃ μέλλει ἰέναι. Καὶ γὰρ ἐπιτιμῶν περὶ τοῦ μὴ ἀναμένειν ἑαυτοὺς τοῖς ἀρίστοις, τὸν περὶ τῶν μυστηρίων κατεσκεύασε λόγον. Ὅτι δὲ καὶ νῦν πρὸς τὸν πεπορνευκότα ἐπείγεται, περὶ τοῦ θεμελίου εἰπὼν, ἐπήγαγεν· Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; Εἴ τις  τὸν  ναὸν  τοῦ  Θεοῦ φθείρει,  φθερεῖ  τοῦτον  ὁ  Θεός. Ταῦτα  δὲ  ἔλεγεν  ἤδη διασαλεύων  τῷ φόβῳ τὴν ψυχὴν  τοῦ πεπορνευκότος. Εἴ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον  τοῦτον, χρυσὸν, ἄργυρον, λίθους  τιμίους, ξύλα, χόρτον, καλάμην. Μετὰ γὰρ τὴν πίστιν οἰκοδομῆς χρεία· διὸ καὶ ἀλλαχοῦ φησιν· Οἰκοδομεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις. Καὶ γὰρ καὶ ὁ τεχνίτης  καὶ ὁ μαθητὴς συνεισφέρουσιν ἐν τῇ οἰκοδομῇ· διὸ λέγει· Ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ.


γʹ. Εἰ δὲ περὶ πίστεως ταῦτα εἴρητο, λόγον οὐκ ἔχει τὸ λεγόμενον. Ἐν γὰρ τῇ πίστει ἴσους πάντας εἶναι χρὴ, ἐπειδὴ μία πίστις· ἐν δὲ ἀρετῇ βίου οὐκ ἔνι πάντας εἶναι τοὺς αὐτούς. Πίστις μὲν γὰρ οὐκ  ἔστιν  ἡ  μὲν  ἐλάττων,   ἡ  δὲ  βελτίων,  ἀλλ'  ἡ  αὐτὴ  πάντων   τῶν  ἀληθῶς πιστευόντων· ἐπὶ δὲ βίου ἔστι τοὺς μὲν σπουδαιοτέρους εἶναι, τοὺς δὲ ῥᾳθυμοτέρους· καὶ τοὺς μὲν ἀκριβεστέρους, τοὺς δὲ καταδεεστέρους· καὶ τοὺς μὲν τὰ μείζω, τοὺς δὲ τὰ ἐλάττω κατωρθωκέναι· καὶ τοὺς μὲν χαλεπώτερα, τοὺς δὲ καταδεέστερα πεπλημμεληκέναι.  ∆ιὰ τοῦτο εἶπε χρυσὸν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην. Ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται. Τὴν πρᾶξιν ἐνταῦθά φησιν. Εἴ τινος τὸ ἔργον μενεῖ, ὃ ἐπῳκοδόμησε, μισθὸν λήψεται· εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται. Καίτοι γε εἰ περὶ μαθητῶν  καὶ διδασκάλων τὸ λεγόμενον  ἦν, οὔτε ζημιοῦσθαι ἐχρῆν, εἰ μὴ ἤκουσαν οἱ μαθηταί, ∆ιὰ γὰρ τοῦτό φησιν· Ἕκαστος τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον· οὐ κατὰ τὸ τέλος, ἀλλὰ κατὰ τὸν κόπον. Τί γὰρ, εἰ μὴ προσεῖχον οἱ ἀκούοντες; Ὅθεν δῆλον καὶ ἐντεῦθεν, ὅτι περὶ ἔργων τὸ λεγόμενον. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Εἴ τις κακὸν βίον ἔχει μετὰ πίστεως ὀρθῆς, οὐ προστήσεται αὐτοῦ ἡ πίστις εἰς τὸ μὴ κολάζεσθαι, τοῦ ἔργου κατακαιομένου. Τὸ δὲ, Κατακαήσεται, τοῦτ' ἔστιν, οὐκ οἴσει τοῦ πυρὸς τὴν ῥύμην. Ἀλλ' ὥσπερ εἴ τις χρυσᾶ ὅπλα ἔχων διέλθοι ποταμὸν πυρὸς, φαιδρότερος διαβαίνει· εἰ δὲ χόρτον ἔχων διέλθοι, οὐ μόνον οὐδὲν ὀνίνησιν, ἀλλὰ καὶ ἑαυτὸν ἀπόλλυσιν· οὕτω  καὶ ἐπὶ  τῶν  ἔργων  ἐστίν. Οὐ γὰρ ὡς  περὶ ἐνυποστάτων  διαλεγόμενος  καὶ διακαιομένων,  τοῦτο λέγει, ἀλλὰ τὸν φόβον  μᾶλλον  ἐπιτεῖναι  θέλων,  καὶ δεῖξαι γυμνὸν  ἀσφαλείας  τὸν  ἐν  κακίᾳ  ὄντα.  ∆ιὸ  καὶ  ἔλεγε·  Ζημιωθήσεται. Ἰδοὺ  μία κόλασις. Αὐτὸς δὲ σωθήσεται, οὕτω δὲ ὡς διὰ πυρός. Ἰδοὺ καὶ δευτέρα. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐχὶ καὶ αὐτὸς οὕτως ἀπολεῖται, ὡς τὰ ἔργα, εἰς τὸ μηδὲν χωρῶν· ἀλλὰ μενεῖ  ἐν τῷ πυρί. Σωτηρίαν γοῦν  τὸ πρᾶγμα καλεῖ, φησί. Οὐχ ἁπλῶς· διὰ τοῦτο προσέθηκεν· Ὡς διὰ πυρός. Καὶ γὰρ καὶ ἡμῖν ἔθος λέγειν, Ἐν τῷ πυρὶ σώζεται, περὶ τῶν  μὴ  κατακαιομένων   καὶ  τεφρουμένων   εὐθέως  ὑλῶν.  Μὴ οὖν,  ἐπειδὴ  πῦρ ἤκουσας, νομίσῃς εἰς ἀνυπαρξίαν χωρεῖν τοὺς καιομένους. Εἰ δὲ σωτηρίαν καὶ τὴν τοιαύτην  τιμωρίαν  καλεῖ, μὴ θαυμάσῃς· ἔθος γὰρ αὐτῷ καὶ ἐπὶ τῶν  κακεμφάτων καλοῖς  ὀνόμασι  κεχρῆσθαι,  καὶ  ἐπὶ  τῶν  χρηστῶν  τοῖς  ἐναντίοις.  Οἷον, τὸ  τῆς αἰχμαλωσίας ὄνομα, πονηροῦ πράγματος δοκεῖ εἶναι ὄνομα· ἀλλ' ἐπὶ καλῷ Παῦλος αὐτῷ κέχρηται λέγων· Αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ.
Καὶ ἐπὶ  κακῷ πάλιν  εὐφήμῳ  κέχρηται  ὀνόματι,  λέγων·  Ἐβασίλευσεν ἡ ἁμαρτία· καίτοι γε τὸ τῆς βασιλείας ὄνομα εὔφημόν ἐστι μᾶλλον. Οὕτω καὶ ἐνταῦθα εἰπὼν, Σωθήσεται, οὐδὲν ἕτερον ἢ τὴν ἐπίτασιν τῆς τιμωρίας ᾐνίξατο, ὡσανεὶ ἔλεγεν· Αὐτὸς δὲ μενεῖ διηνεκῶς κολαζόμενος. Εἶτα καὶ ἐπιφέρει λέγων· Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε;  Ἐπειδὴ  γὰρ  περὶ  τῶν  διατεμνόντων   τὴν  Ἐκκλησίαν  ἐν  τοῖς  ἔμπροσθεν διελέχθη, καθάπτεται λοιπὸν καὶ τοῦ πεπορνευκότος, σαφῶς μὲν οὐδέπω, ἀορίστως δὲ, αἰνιττόμενος  τὸν διεφθαρμένον  αὐτοῦ βίον, καὶ ἐπαίρων τὸ ἁμάρτημα ἀπὸ τῆς ἤδη δοθείσης αὐτῷ δωρεᾶς. Εἶτα καὶ τοὺς ἄλλους ἐντρέπει ἀπὸ τῶν αὐτῶν τούτων τῶν ἤδη ὑπαρξάντων. Ἢ γὰρ ἀπὸ τῶν μελλόντων,  ἢ ἀπὸ τῶν ἤδη γεγενημένων,  ἢ λυπηρῶν,  ἢ  χρηστῶν,  ἀεὶ  τοῦτο  ποιεῖ·  ἀπὸ  μὲν  τῶν  μελλόντων·  Ἡ γὰρ  ἡμέρα δηλώσει, ὅτι ἐν πυρὶ ἀποκαλύπτεται· ἀπὸ δὲ τῶν ἤδη γεγενημένων·  Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει,  φθερεῖ  τοῦτον  ὁ  Θεός. Ὁρᾷς τὴν  καταφορὰν  τοῦ  λόγου;  Ἀλλ'  ἕως  τὸ πρόσωπον ἄδηλόν ἐστιν, οὐχ οὕτως ἐπαχθὲς τὸ λεγόμενον, πάντων  διανεμομένων τὸν τῆς ἐπιτιμήσεως φόβον. Φθερεῖ τοῦτον ὁ Θεός· τουτέστιν, ἀπολεῖ. Τοῦτο δὲ οὐχὶ καταρωμένου ἐστὶν, ἀλλὰ προφητεύοντος. Ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν. Ὁ δὲ πεπορνευμένος βέβηλος. Εἶτα, ἵνα μὴ δόξῃ πρὸς ἐκεῖνον ἀποτείνεσθαι, εἰπὼν, Ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, ἐπάγει· Οἵτινές ἐστε ὑμεῖς. Μηδεὶς ἑαυτὸν ἐξαπατάτω. Καὶ τοῦτο πρὸς ἐκεῖνον, ὡς νομίζοντά τι εἶναι, καὶ ἀπὸ τῆς σοφίας αὐχοῦντα. Καὶ ἵνα μὴ δόξῃ παρέργως μέχρι πολλοῦ πρὸς αὐτὸν ἀποτείνεσθαι, ἐμβαλὼν αὐτὸν εἰς ἀγωνίαν  καὶ τῷ φόβῳ παραδοὺς αὐτὸν, πάλιν  ἐπὶ τὸ κοινὸν  ἔγκλημα  τὸν λόγον ἄγει, λέγων· Εἴ τις δοκεῖ φρόνιμος εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός. Ποιεῖ δὲ αὐτὸ λοιπὸν μετὰ πολλῆς τῆς παῤῥησίας, ἅτε καταγωνισάμενος   αὐτοὺς  ἱκανῶς.  Κἂν γὰρ  πλούσιος  ᾖ  τις,  κἂν  εὐγενὴς,  τῶν εὐτελῶν ἐστιν εὐτελέστερος, ὅταν ὑπὸ τῆς ἁμαρτίας ἁλῶ. Ὥσπερ γὰρ κἂν βασιλεὺς ᾖ τις,  δοῦλος  δὲ γένηται  βαρβάρων, πάντων  ἐστὶν  ἀθλιώτερος·  οὕτω  καὶ  ἐπὶ  τῆς ἁμαρτίας. Βάρβαρος γάρ ἐστιν ἡ ἁμαρτία, καὶ ψυχῆς οὐκ εἰδυῖα φείδεσθαι τῆς ἅπαξ ἁλούσης, ἀλλ' ἐπὶ λύμῃ τῶν ἐπιδεχομένων  αὐτὴν τυραννοῦσα.

δʹ. Οὐδὲν γὰρ οὕτως ἀλόγιστον, ὡς ἁμαρτία, οὐδὲν οὕτως ἀνόητον καὶ μωρὸν καὶ ῥαγδαῖον· πάντα ἀνατρέπει καὶ συγχεῖ καὶ ἀπόλλυσι ἔνθα ἂν εἰσπηδήσῃ· ἀηδὴς ἰδεῖν, φορτικὴ καὶ ἐπαχθής. Καὶ εἴ τις αὐτὴν ἀνέπλαττε  ζωγράφος, οὐκ ἄν μοι δοκεῖ ἁμαρτεῖν οὕτως αὐτὴν ἀναπλάττων,  γυναῖκά τινα θηριόμορφον, βάρβαρον, πῦρ πνέουσαν, ἀτερπῆ, μέλαιναν,  οἵας  οἱ  τῶν  ἔξωθεν  ποιηταὶ  τὰς  Σκύλλας  ὑπογράφουσι.  Μυρίαις γὰρ χερσὶν  ἐπιλαμβάνεται  τῶν  ἡμετέρων  λογισμῶν,  καὶ  ἀδοκήτως  ἐπεισέρχεται, καὶ πάντα διασπαράττει, καθάπερ οἱ κύνες οἱ λάθρα δάκνοντες. Μᾶλλον δὲ τί δεῖ ζωγραφίας ἡμῖν, δέον τοὺς κατ' αὐτὴν πεποιημένους εἰς μέσον ἀγαγεῖν; Τίνα οὖν βούλεσθε  πρότερον  ὑπογράψωμεν;   τὸν   πλεονέκτην   καὶ  ἅρπαγα;  Καὶ  τί  τῶν ὀφθαλμῶν  ἐκείνων  ἀναισχυντότερον;  τί  ἀναιδέστερον  καὶ  κυνικώτερον;  οὐ γὰρ οὕτω  κύων  ἕστηκεν ἀναιδευόμενος,  ὡς  οὗτος, ὅταν  τὰ πάντων  ἁρπάζῃ. Τί τῶν χειρῶν μιαρώτερον ἐκείνων; τί τοῦ στόματος ἰταμώτερον τοῦ πάντα καταπίνοντος, καὶ  οὐ  κορεννυμένου;  Μὴ γὰρ  εἰς  τὸ  πρόσωπον  καὶ  τοὺς  ὀφθαλμοὺς  ἴδῃς,  ὅτι ἀνθρώπου· οὐ γὰρ τὰ τοιαῦτα βλέπουσιν οἱ ἀνθρώπινοι  ὀφθαλμοί. Οὐ βλέπει τοὺς ἀνθρώπους  ἀνθρώπους, οὐ βλέπει τὸν οὐρανὸν οὐρανὸν, οὐδὲ ἀνανεύει  πρὸς τὸν ∆εσπότην, ἀλλὰ  πάντα  χρήματα  εἶναι  νομίζει.  Οἱ ἀνθρώπων  ὀφθαλμοὶ  πένητας εἰώθασιν  ὁρᾷν καταπεπονημένους,  καὶ ἐπικλᾶσθαι·  οὗτοι  δὲ τοῦ ἅρπαγος ὁρῶσι πένητας, καὶ ἐκθηριοῦνται· οἱ ἀνθρώπων ὀφθαλμοὶ οὐχ ὡς ἴδια τὰ ἀλλότρια βλέπουσιν, ἀλλὰ καὶ τὰ ἴδια ὡς ἀλλότρια, καὶ οὐκ ἐφίενται τῶν ἑτέροις δεδομένων, ἀλλὰ καὶ εἰς ἑτέρους κενοῦσι τὰ ἑαυτῶν· οὗτοι δὲ οὐκ ἀνέχονται, εἰ μὴ τὰ πάντωνλάβοιεν· οὐ γὰρ ἀνθρώπινον, ἀλλὰ θηριῶδες ἔχουσιν ὄμμα. Οἱ ἀνθρώπων ὀφθαλμοὶ γυμνὸν ἰδεῖν τὸ σῶμα τὸ ἑαυτῶν οὐκ ἀνέχονται· αὐτῶν γάρ ἐστι, κἂν ἑτέρων ᾖ κατὰ πρόσωπον· οὗτοι δὲ εἰ μὴ πάντα  γυμνώσαιεν,  καὶ τὰ πάντων  οἴκοι κατάθωνται, οὐδέποτε κόρον λαμβάνουσι, μᾶλλον δὲ οὐδέποτε ἐμπιπλῶνται. ∆ιόπερ οὐδὲ θηρίων τὰς χεῖρας τὰς τούτων ἄν τις εἶναι φαίη μόνον, ἀλλὰ καὶ τούτων ἀγριωτέρας πολλῷ καὶ χαλεπωτέρας. Ἄρκτοι μὲν γὰρ καὶ λύκοι, ἐπειδὰν λάβωσι κόρον, τῆς τοιαύτης τροφῆς  ἀφίστανται·  οὗτοι  δὲ  κόρον  οὐκ  ἔχουσι.  Καίτοι διὰ  τοῦτο  χεῖρας  ἡμῖν ἐποίησεν ὁ Θεὸς, ἵνα ἑτέροις βοηθῶμεν, οὐχ ἵνα ἐπιβουλεύωμεν.  Εἰ δὲ μέλλοιμεν αὐταῖς εἰς τοῦτο κεχρῆσθαι, βέλτιον αὐτὰς ἀποκοπῆναι, καὶ χωρὶς τούτων εἶναι. Σὺ δὲ ἂν μὲν πρόβατον σπαράττῃ θηρίον, ἀλγεῖς· εἰς αὐτὸν  δὲ τὸν ὁμόφυλον  τοῦτο ἐργαζόμενος, οὐ νομίζεις τι ποιεῖν δεινόν; καὶ πῶς ἂν εἴης ἄνθρωπος; Οὐχ ὁρᾷς ὅτι ἀνθρώπινον πρᾶγμα καλοῦμεν, τὸ ἐλέου γέμον καὶ φιλανθρωπίας;  ὅταν δὲ ὠμόν τι καὶ ἀπηνὲς ἐργάσηται, ἀπάνθρωπον τὸν τοιοῦτον ὀνομάζομεν. Οὐκοῦν τὸν χαρακτῆρα τοῦ ἀνθρώπου ἀπὸ τοῦ ἐλεεῖν, τοῦ δὲ θηρίου ἀπὸ τοῦ ἐναντίου ὑπογράφομεν,  λέγοντες  ἀεί· Μὴ γὰρ ἄνθρωπος; θηρίον ἢ κύων. Οἱ γὰρ ἄνθρωποι πενίαν  διορθοῦσιν,  οὐκ  αὔξουσι. Τούτων  καὶ  τὰ  στόματα θηρίων  ἐστὶ στόματα, μᾶλλον  δὲ  καὶ  ταῦτα  ἐκείνων  ἀγριώτερα·  καὶ  γὰρ  ῥήματα  φθέγγονται   μᾶλλον ἐκείνων  τῶν  ὀδόντων  ἰὸν ἀφιέντα,  φόνον  ἐργαζόμενα. Καὶ εἰ πάντα τις ἐπέλθοι, τότε ὄψεται καλῶς, πῶς θηρία ἀπὸ ἀνθρώπων τοὺς χρωμένους ἡ ἀπανθρωπία ποιεῖ. Εἰ δὲ καὶ τὴν διάνοιάν τις ἐξετάσειε τῶν τοιούτων, οὐκέτι θηρία μόνον, ἀλλὰ καὶ δαίμονας αὐτοὺς προσερεῖ. Καὶ γὰρ πολλῆς γέμουσι τῆς ἀπηνείας καὶ τῆς πρὸς τὸν ὁμόδουλον ἔχθρας· καὶ οὔτε βασιλείας ἔρως ἐκεῖ, οὔτε γεέννης  φόβος, οὐκ αἰδὼς ἀνθρώπων, οὐκ ἔλεος, οὐ συμπάθεια, ἀλλ' ἀναισχυντία καὶ ἰταμότης, καὶ ὑπεροψία τῶν μελλόντων  ἁπάντων· καὶ μῦθος αὐτοῖς εἶναι δοκεῖ τὰ τοῦ Θεοῦ ῥήματα τὰ περὶ κολάσεως, καὶ γέλως ἡ ἀπειλή. Τοιαύτη γὰρ ἡ τοῦ πλεονέκτου διάνοια. Ὅταν οὖν ἔνδοθεν μὲν δαίμονες ὦσιν, ἔξωθεν δὲ θηρία, καὶ θηρίων χείρους, ποῦ θήσομεν τοὺς τοιούτους, εἰπέ μοι; Ὅτι γὰρ καὶ θηρίων χείρους, δῆλον ἐκεῖθεν· Τὰ θηρία τῇ φύσει τοιαῦτά ἐστιν· οὗτοι δὲ κατὰ φύσιν τὸ ἥμερον ἔχοντες, παρὰ φύσιν εἰς τὸ θηριῶδες ἑαυτοὺς   ἐξάγειν   βιάζονται.     Καὶ  οἱ   δαίμονες   δὲ   τοὺς   ἐπιβουλεύοντας ἀνθρώπους  συμπράττοντας ἑαυτοῖς ἔχουσιν· ὡς εἰ μὴ συνέπραττον, τὸ πλέον τῶν ἐπιβουλῶν  τῶν καθ' ἡμῶν ἐκείνοις ἀνῄρητο· οὗτοι δὲ καὶ φιλονεικούντων αὐτοῖς τῶν  ἐπηρεαζομένων  κρατεῖν  ἐπιχειροῦσι. Πάλιν ὁ δαίμων  ἀνθρώπῳ  πολεμεῖ, οὐ δαίμοσι τοῖς  ὁμοφύλοις·  οὗτος  δὲ τὸ συγγενὲς  καὶ οἰκεῖον  παντὶ  τρόπῳ  κακοῦν ἐπείγεται,  καὶ οὐδὲ τὴν φύσιν  αἰδεῖται. Οἶδα ὅτι πολλοὶ  πρὸς ἡμᾶς ὑπὲρ τούτων ἀπεχθάνονται  τῶν ῥημάτων· ἐγὼ δὲ οὐκ ἀπεχθάνομαι πρὸς αὐτοὺς, ἀλλ' ἐλεῶ καὶ δακρύω τοὺς οὕτω  διακειμένους·  κἂν πλῆξαι  θέλωσιν,  ἡδέως ἂν ἀνασχοίμην, εἰ ἀπέχοιντο  τῆς θηριωδίας ταύτης. Οὐδὲ γὰρ ἐγὼ μόνος, ἀλλὰ καὶ ὁ προφήτης μεθ' ἡμῶν   τοὺς  τοιούτους   ἐκβάλλει   τῆς   τῶν   ἀνθρώπων   συγγενείας,   λέγων,   ὅτι Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκεν, ἀλλὰ παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις. Γενώμεθα τοίνυν  ἄνθρωποί  ποτε, καὶ εἰς τὸν οὐρανὸν ἀναβλέψωμεν,  καὶ τὸ κατ' εἰκόνα ἀπολάβωμεν, καὶ ἑαυτοὺς ἀνακτησώμεθα, ἵνα καὶ τῶν μελλόντων  ἀγαθῶν ἐπιτύχωμεν,  χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/






Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |