ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΝΒʹ Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους,

Παρασκευή 28 Οκτωβρίου 2016

ΝΒʹ Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους,




Ιωάννης Χρυσόστομος
Πρός Ιωάννην  Απόστολον Ευαγγελιστήν
Τόμος 59



ΝΒʹ Ἦλθον  οὖν  οἱ  ὑπηρέται  πρὸς  τοὺς  ἀρχιερεῖς  καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι· «∆ιατί οὐκ ἠγάγετε αὐτόν;» Ἀπεκρίθησαν οὖν οἱ ὑπη ρέται· «Οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος ὡς οὗτος ἄνθρωπος.»

αʹ. Οὐδὲν τῆς ἀληθείας  σαφέστερον, οὐδὲν ἁπλούστερον, ἐὰν μὴ κακουργῶμεν ἡμεῖς· ὥσπερ οὖν κακουργούντων οὐδὲν δυσκολώτερον. Ἰδοὺ γὰρ οἱ μὲν Φαρισαῖοι καὶ οἱ γραμματεῖς, οἱ δῆθεν δοκοῦντες εἶναι σοφώτεροι, συνόντες ἀεὶ τῷ Χριστῷ, ἐπιβουλῆς ἕνεκεν, καὶ θαύματα ὁρῶντες, καὶ Γραφὰς ἀναγινώσκοντες, οὐδὲν ἀπώναντο, ἀλλὰ καὶ ἐβλάβησαν· οἱ δὲ ὑπηρέται, οὐδὲν τούτων ἔχοντες εἰπεῖν, ἀπὸ μιᾶς μόνης δημηγορίας ἐχειρώθησαν, καὶ ἀπελθόντες ὥστε αὐτὸν δῆσαι, ἐπανῆλθον  δεθέντες τῷ θαύματι. Οὐ τὴν σύνεσιν δὲ αὐτῶν θαυμάσαι μόνον ἔστιν, ὅτι σημείων  οὐκ ἐδεήθησαν, ἀλλ' ἀπὸ τῆς  διδασκαλίας  μόνης  ἑάλωσαν  (οὐ γὰρ εἶπον,   ὅτι   Οὐδέποτε  ἐθαυματούργησεν   ἄνθρωπος   οὕτως·   ἀλλὰ   τί; 


Οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος)· οὐ τοίνυν  τὴν σύνεσιν αὐτῶν  μόνον  ἔστι θαυμάσαι, ἀλλὰ  καὶ τὴν  παῤῥησίαν, ὅτι πρὸς τοὺς ἀποστείλαντας  ταῦτα  ἔλεγον,  πρὸς τοὺς Φαρισαίους, πρὸς τοὺς πολεμοῦντας,  καὶ πάντα  ὑπὲρ τούτου πράττοντας.  Ἦλθον γὰρ, φησὶν, οἱ ὑπηρέται, καὶ λέγουσιν αὐτοῖς οἱ Φαρισαῖοι· ∆ιατί οὐκ ἠγάγετε αὐτόν; Τὸ δὲ ἐλθεῖν,  πολλῷ  μεῖζον  ἦν  τοῦ  μεῖναι.  Τότε μὲν  γὰρ ἀπηλλάγησαν  ἂν  τῆς τούτων ἐπαχθείας· νυνὶ δὲ κήρυκες γίνονται τῆς τοῦ Χριστοῦ σοφίας, καὶ μειζόνως ἐνδείκνυνται  τὴν παῤῥησίαν· καὶ οὐ λέγουσιν, Οὐκ ἠδυνήθημεν  διὰ τὸν ὄχλον, ὅτι ὡς προφήτῃ  προσεῖχον· ἀλλὰ τί; Οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος. Καίτοι γε ἠδύναντο  ἐκείνην  εἰπεῖν  τὴν  ἀπολογίαν·  ἀλλ'  ἐμφαίνουσιν  ἑαυτῶν  τὴν  ὀρθὴν γνώμην. Τοῦτο γὰρ οὐχὶ θαυμαζόντων ἐκεῖνον μόνον ἦν, ἀλλὰ καὶ τούτων κατηγορούντων, ὅτι ἔπεμψαν δήσοντας αὐτὸν αὐτοὺς, οὗ ἀκούειν ἐχρῆν. Καίτοι γε οὐδὲ μακρᾶς ἤκουσαν δημηγορίας, ἀλλὰ βραχείας. Ὅταν γὰρ ἡ διάνοια ἀδέκαστος ᾖ, οὐδὲ  μακρῶν  λόγων  δεῖ.  Τοιοῦτον  γὰρ  ἡ  ἀλήθεια.  Τί  οὖν  οἱ  Φαρισαῖοι; ∆έον κατανυγῆναι,  τὸ ἐναντίον  ποιοῦσιν, ἀντεγκαλοῦσιν  αὐτοῖς, Μὴ καὶ ὑμεῖς πεπλάνησθε; λέγοντες. Ἔτι αὐτοὺς κολακεύουσι, καὶ οὐ καταφορικῶς κέχρηνται τῷ λόγῳ, δεδοικότες μὴ τέλεον ἀποσχισθῶσιν· ἀλλὰ τὸν θυμὸν ἐμφαίνουσι, καὶ μετὰ φειδοῦς  φθέγγονται.  ∆έον γὰρ ἐρωτῆσαι, τί ἐλάλησε, καὶ θαυμάσαι τὰ λεχθέντα, τοῦτο μὲν οὐ ποιοῦσιν· ᾔδεισαν γὰρ ὅτι ἁλῶναι  εἶχον· ἀπὸ δὲ τεκμηρίου σφόδρα ἀνοήτου αὐτοὺς συλλογίζονται.  ∆ιατί γὰρ οὐδεὶς, φησὶ, τῶν ἀρχόντων  ἐπίστευσεν εἰς αὐτόν; Τοῦτο οὖν τῷ Χριστῷ ἐγκαλεῖς, εἰπέ μοι, καὶ οὐχὶ τοῖς ἀπιστήσασιν; Ἀλλ' ὁ ὄχλος,  φησὶν, ὁ μὴ γινώσκων  τὸν  νόμον,  ἐπικατάρατοί  εἰσιν. Αὕτη γὰρ ὑμῶν  ἡ μείζων κατηγορία, ὅτι ὁ μὲν ὄχλος ἐπίστευσεν, ὑμεῖς δὲ ἠπιστήσατε. Καὶ μὴν τὰ τῶν γινωσκόντων   τὸν  νόμον  ἐποίουν  ἐκεῖνοι·  πῶς  οὖν  ἐπάρατοί  εἰσιν;  Ὑμεῖς  γὰρ ἐπάρατοι, οἱ μὴ τηροῦντες τὸν νόμον· οὐκ ἐκεῖνοι, οἱ τῷ νόμῳ πειθόμενοι. Ἐχρῆν δὲ οὐκ ἀπὸ τῶν  ἀπιστούντων  διαβάλλειν  τὸν  ἀπιστούμενον.  Οὐ γὰρ ὀρθὸς τρόπος οὗτος. Ἐπεὶ καὶ ὑμεῖς ἠπιστήσατε τῷ Θεῷ, καθὼς Παῦλός φησι· Τί γὰρ, εἰ ἠπίστησάν τινες; Μὴ ἡ ἀπιστία αὐτῶν τὴν . πίστιν τοῦ Θεοῦ καταργήσει; Μὴ γένοιτο. Καὶ γὰρ οἱ προφῆται αὐτοῖς ἀεὶ ἐνεκάλουν λέγοντες· Ἀκούσατε, ἄρχοντες Σοδόμων· καὶ, Οἱ ἄρχοντές  σου  ἀπειθοῦσι·  καὶ  πάλιν,  Οὐχ ὑμῶν  ἐστι  γνῶναι   τὸ  κρῖμα;  Καὶ πανταχοῦ  σφοδρότερον ἐπιτίθενται  αὐτοῖς. Τί οὖν; Καὶ τῷ Θεῷ τίς ἐγκαλέσει διὰ τοῦτο;  Ἄπαγε.  Ἐκείνων  γὰρ  τοῦτο  τὸ  ἔγκλημα.  Ποῖον δ' ἂν  ἄλλο  τις  ποιήσειε σημεῖον τοῦ μὴ γινώσκειν ὑμᾶς τὸν νόμον, ἢ τὸ μὴ πείθεσθαι; Ἐπειδὴ δὲ εἶπον, ὅτι Μὴ τῶν ἀρχόντων  τις ἐπίστευσεν εἰς αὐτόν; καὶ ὅτι Οἱ μὴ γινώσκοντες τὸν νόμον, ἀκολούθως αὐτῶν καθάπτεται ὁ Νικόδημος, οὕτως λέγων· Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν  ἄνθρωπον,  ἐὰν  μὴ ἀκούσῃ παρ' αὐτοῦ πρότερον; ∆είκνυσι γὰρ αὐτοὺς  μήτε γινώσκοντας  τὸν  νόμον,  μήτε ποιοῦντας  τὸν  νόμον.  Εἰ γὰρ ἐκεῖνος  μὲν  οὐδένα κελεύει ἀποκτιννύναι  ἄνθρωπον  μὴ πρότερον ἀκούσαντας, οὗτοι δὲ πρὶν ἀκοῦσαι ἐπὶ τοῦτο ὥρμησαν, παραβάται εἰσὶ τοῦ νόμου. Καὶ ἐπειδὴ εἶπον, Καὶ οὐδεὶς τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν, διὰ τοῦτο ἐπισημαίνεται ὁ εὐαγγελιστὴς, ὅτι εἷς ἦν ἐξ  αὐτῶν,  δεικνὺς  ὅτι  καὶ  ἄρχοντες  ἐπίστευσαν  εἰς  αὐτόν.  Παῤῥησίαν μὲν  γὰρ οὐδέπω τὴν προσήκουσαν ἐπεδείκνυντο· πλὴν ᾠκειοῦντο τῷ Χριστῷ. Ὅρα δὲ πῶς καὶ  μετὰ  φειδοῦς  τὸν  ἔλεγχον  ἐπάγει.  Οὐ γὰρ εἶπεν,  Ὑμεῖς δὲ βούλεσθε αὐτὸν ἀποκτεῖναι,  καὶ ἁπλῶς  καταδικάζετε τὸν  ἄνθρωπον  ὡς πλάνον.  Ἀλλ' οὐχ οὕτως εἶπεν, ἀλλὰ προσηνέστερον, τὴν ἄφατον αὐτῶν ὁρμὴν ἐγκόπτων, καὶ τὸ ἄσκεπτον καὶ φονικόν.  ∆ιὰ τοῦτο ἐπὶ τὸν νόμον τρέπει τὸν λόγον, λέγων·  Ἐὰν μὴ ἀκούσῃ ἀκριβῶς, καὶ γνῷ  τί ποιεῖ. Ὥστε οὐδὲ ἀκροάσεως δεῖ ψιλῆς,  ἀλλὰ  καὶ ἀκριβοῦς. Τοῦτο γάρ ἐστι, Καὶ γνῷ τί ποιεῖ, τί βούλεται, καὶ διατί, καὶ ἐπὶ τίνι, πότερον ἐπ' ἀνατροπῇ τῆς πολιτείας  καὶ ὡς ἐχθρός. Ἀπορηθέντες τοίνυν  ἐπειδὴ εἶπον, Οὐδεὶς τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν, οὔτε σφοδρῶς, οὔτε μετὰ φειδοῦς αὐτῷ προσηνέχθησαν.

βʹ. Ποίαν γὰρ ἀκολουθίαν  ἔχει, εἰπέ μοι, εἰπόντος  ἐκείνου, ὅτι Ὁ νόμος ἡμῶν οὐ κρίνει οὐδένα, εἰπεῖν, Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; ∆έον γὰρ δεῖξαι, ὅτι οὐκ ἀκρίτως ἔπεμψαν αὐτὸν καλέσοντες, ἢ ὅτι οὐ χρὴ μεταδοῦναι λόγου, ἀγροικότερον καὶ θυμικώτερον κέχρηνται τῇ ἀντιῤῥήσει· Ἐρώτησον καὶ ἴδε, ὅτι ἐκ τῆς Γαλιλαίας προφήτης  οὐκ ἐγήγερται. Τί γὰρ εἶπεν  ὁ ἄνθρωπος; ὅτι προφήτης ἐστίν; Εἶπεν ὅτι ἄκριτον ἀναιρεθῆναι  οὐ δεῖ. Οἱ δὲ ὑβριστικῶς, ὡς οὐκ εἰδότι περὶ τῶν  Γραφῶν οὐδὲν, ταῦτα  ἐπήγαγον·  ὡσανεὶ εἴποι  τις· Ὕπαγε, μάθε· τοῦτο γάρ ἐστιν, Ἐρώτησον καὶ ἴδε. Τί οὖν ὁ Χριστός; Ἐπειδὴ ἄνω καὶ κάτω τὴν Γαλιλαίαν ἔστρεφον καὶ τὸν προφήτην,  ἀπαλλάττων  πάντας ταύτης τῆς ἀλλοτρίας  ὑποψίας, καὶ δεικνὺς, ὅτι οὐχ εἷς τῶν προφητῶν  ἐστιν, ἀλλὰ τοῦ κόσμου ∆εσπότης, φησίν· Ἐγὼ φῶς εἰμι τοῦ κόσμου. Οὐ Γαλιλαίας, οὐ Παλαιστίνης, οὐδὲ τῆς Ἰουδαίας. Τί οὖν οἱ Ἰουδαῖοι; Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς, ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής. Ὢ τῆς ἀνοίας! ταῖς Γραφαῖς παρέπεμψεν ἄνω καὶ κάτω, καὶ λέγουσιν, ὅτι Σὺ περὶ ἑαυτοῦ μαρτυρεῖς. Τί δὲ ἐμαρτύρησεν; Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. Μέγα . τὸ λεχθὲν, καὶ ὄντως μέγα· ἀλλ' οὐ σφόδρα αὐτοὺς ἔπληξεν, ἐπειδὴ οὔτε ἐξισοῖ νῦν ἑαυτὸν τῷ Πατρὶ, οὔτε Υἱὸς ἐκείνου εἶπεν εἶναι, οὔτε Θεὸς, ἀλλὰ φῶς τέως. Ἐβούλοντο μὲν οὖν ἀνατρέψαι καὶ τοῦτο· καίτοι πολὺ τοῦτο μεῖζον τοῦ εἰπεῖν, Ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσει ἐν τῇ σκοτίᾳ, φῶς καὶ σκοτίαν νοητῶς λέγων· τουτέστιν, οὐ μένει ἐν τῇ πλάνῃ. Ἐνταῦθα καὶ τὸν Νικόδημον ἐφέλκεται καὶ ἐνάγει ὡς σφόδρα παῤῥησιασάμενον, καὶ τοὺς ὑπηρέτας ἐπαινεῖ  τοῦτο πεποιηκότας. Τὸ γὰρ κράξαι, τοῦτό ἐστι βουλομένου κατασκευάσαι, ὥστε κἀκείνους ἀκοῦσαι· ἅμα δὲ καὶ αὐτοὺς αἰνίττεται κρυφῇ τοὺς δόλους πλέκοντας, καὶ ἐν τῷ σκότῳ καὶ τῇ πλάνῃ· ἀλλὰ τοῦ φωτὸς  οὐ περιέσονται. Καὶ τὸν  Νικόδημον ὑπομιμνήσκει  τῶν  ῥημάτων  ἐκείνων, ἅπερ ἔλεγε πρώην· Πᾶς ὁ φαῦλα πράσσων, μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ φανερωθῇ αὐτοῦ τὰ ἔργα. Ἐπειδὴ γὰρ ἔλεγον, ὅτι οὐδεὶς τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν, διὰ τοῦτό φησιν, Ὁ τὰ φαῦλα πράσσων, οὐκ ἔρχεται πρὸς τὸ φῶς,  δεικνὺς  ὅτι  οὐ τῆς  τοῦ φωτὸς  ἀσθενείας  τὸ μὴ ἐλθεῖν,  ἀλλὰ  τῆς  ἐκείνων διεστραμμένης γνώμης. Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς; Τί οὖν αὐτός; Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου ἀληθής ἐστιν· ὅτι οἶδα πόθεν ἔρχομαι, καὶ ποῦ ὑπάγω· ὑμεῖς δὲ οὐκ οἴδατε πόθεν ἔρχομαι. Ὅπερ φθάσας εἶπε, τοῦτο οὗτοι προβάλλονται ὡς προηγουμένως λεχθέν. Τί οὖν ὁ Χριστός; Ἀνατρέπων αὐτὸ καὶ δεικνὺς, ὅτι ἐκεῖνα ὡς πρὸς αὐτοὺς καὶ τὴν ὑπόνοιαν αὐτῶν διελέγετο, ἄνθρωπον αὐτὸν ὑποπτευόντων  ψιλὸν φησί· Καὶ ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν μαρτυρία μου, ὅτι οἶδα πόθεν ἔρχομαι. Τί ἐστι τοῦτο; Ἐκ τοῦ Θεοῦ εἰμι, καὶ Θεὸς, καὶ Υἱὸς Θεοῦ. Ὁ δὲ Θεὸς αὐτὸς ἑαυτῷ ἀξιόπιστος μάρτυς· Ὑμεῖς δὲ οὐκ οἴδατε. Ἐθελοκακεῖτε, φησὶ, καὶ εἰδότες προσποιεῖσθε μὴ εἰδέναι· ἀλλ' ἀπὸ ἀνθρωπίνης διανοίας ἅπαντα φθέγγεσθε, οὐδὲν πλέον βουλόμενοι τοῦ φαινομένου νοεῖν.  Ὑμεῖς κατὰ  τὴν  σάρκα κρίνετε.  Ὥσπερ τὸ  κατὰ  σάρκα ζῇν,  τουτέστι, τὸ φαύλως  ζῇν· οὕτω  τὸ κατὰ σάρκα κρίνειν,  ἀδίκως  κρίνειν  ἐστίν. Ἐγὼ οὐ κρίνω οὐδένα· καὶ ἐὰν κρίνω, ἡ ἐμὴ κρίσις δικαία ἐστίν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἀδίκως κρίνετε. Καὶ εἰ ἀδίκως κρίνομεν, φησὶ, διατί μὴ ἐγκαλεῖς; διατί μὴ κολάζεις; διατί μὴ κατακρίνεις; Ὅτι οὐκ ἐπὶ τοῦτο ἦλθον,  φησί. Τοῦτο γάρ ἐστι τὸ, Ἐγὼ οὐ κρίνω οὐδένα· καὶ ἐὰν κρίνω δὲ ἐγὼ, ἡ κρίσις μου ἀληθής ἐστι. Ἐπεὶ εἰ ἐβουλήθην κρῖναι, ὑμεῖς ἂν τῶν καταδεδικασμένων  ἦτε. Καὶ ταῦτα οὐχὶ κρίνων  λέγω, φησίν. Οὐ διὰ τοῦτο δὲ εἶπον, Οὐχὶ κρίνων λέγω, ὡς οὐ θαῤῥῶν, ὅτι εἰ ἔκρινον, εἷλον ἂν ὑμᾶς (καὶ γὰρ εἰ ἔκρινον, δικαίως ἂν ὑμᾶς κατεδίκασα)· ἀλλὰ νῦν καιρὸς κρίσεως οὐκ ἔστι. Καὶ περὶ τῆς μελλούσης μὲν κρίσεως ᾐνίξατο εἰπὼν, Ὅτι μόνος οὐκ εἰμὶ, ἀλλ' ἐγὼ καὶ ὁ πέμψας με Πατήρ. Ἐνταῦθα δὲ ᾐνίξατο, ὅτι οὐκ αὐτὸς μόνος αὐτοὺς καταδικάζει, ἀλλὰ καὶ ὁ Πατήρ. Εἶτα αὐτὸ συνεσκίασεν, εἰς τὴν . αὐτοῦ μαρτυρίαν ἐνάγων· Καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γέγραπται, ὅτι δύο ἀνθρώπων  ἡ μαρτυρία ἀληθής ἐστι.

 γʹ. Τί οὖν ἂν εἴποιεν  ἐνταῦθα οἱ αἱρετικοί; Τί πλέον  ἔχε τῶν  ἀνθρώπων,  εἰ ἁπλῶς οὕτως ἐκλάβοιμεν τὸ λεχθέν; Ἐπὶ μὲν γὰρ τῶν ἀνθρώπων διὰ τοῦτο ὥρισται τοῦτο, ἐπειδὴ καθ' ἑαυτὸν οὐκ ἔστιν ἀξιόπιστός τις· ἐπὶ δὲ Θεοῦ, πῶς ἂν ἔχοι τοῦτο λόγον; Πῶς οὖν εἴρηται τὸ ∆ύο; ἆρα ἐπειδὴ δύο, ἢ ἐπειδὴ ἄνθρωποι διὰ τοῦτο δύο; Εἰ γὰρ  ἐπειδὴ  δύο  εἰσὶ, τίνος  ἕνεκεν  οὐ  κατέφυγεν  ἐπὶ  τὸν  Ἰωάννην,  οὐδὲ  εἶπεν, Μαρτυρῶ ἐγὼ περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ Ἰωάννης; τίνος ἕνεκεν ἐπὶ τὸν ἄγγελον; τίνος ἕνεκεν ἐπὶ τοὺς προφήτας; καὶ γὰρ μυρίας ἂν εὗρεν ἄλλας μαρτυρίας. Ἀλλ' οὐ τοῦτο  βούλεται  δεῖξαι  μόνον,  ὅτι  δύο, ἀλλ' ὅτι  καὶ  τῆς  αὐτῆς  οὐσίας. Λέγουσιν αὐτῷ· Τίς ἐστιν ὁ Πατήρ σου; Εἶτά φησιν· Οὔτε ἐμὲ οἴδατε, οὔτε τὸν Πατέρα μου. Ἐπειδὴ γὰρ εἰδότες ὡς οὐκ εἰδότες ἔλεγον  καὶ ὡς πειράζοντες  αὐτὸν, οὐδὲ ἀποκρίσεως αὐτοὺς  ἀξιοῖ. ∆ιὰ τοῦτο  λέγει  λοιπὸν  τρανότερον  ἅπαντα  καὶ  μετὰ πλείονος παῤῥησίας, ἀπό τε τῶν σημείων καὶ τῆς διδασκαλίας τῶν ἀκολουθούντων τὴν μαρτυρίαν λαβὼν, τῷ ἐγγὺς εἶναι τὸν σταυρόν. Οἶδα γὰρ, φησὶ, πόθεν ἔρχομαι. Τοῦτο οὐ σφόδρα ἂν  αὐτῶν  καθήψατο·  τὸ δὲ ἐπαγαγεῖν,  Καὶ ὅπου ἐγὼ  ὑπάγω, μᾶλλον αὐτοὺς ἐφόβησεν ἂν, ὡς οὐ μέλλοντος αὐτοῦ μένειν ἐν τῷ θανάτῳ. ∆ιατί δὲ οὐκ εἶπεν,  ὅτι Οἶδα, ὅτι Θεός εἰμι, ἀλλ' ὅτι Οἶδα πόθεν  ἔρχομαι; Ἀεὶ τὰ ταπεινὰ ἀναμίγνυσι  τοῖς  ὑψηλοῖς,  καὶ  αὐτὰ  δὲ  ταῦτα  περιστέλλει.  Εἰπὼν  γὰρ,  ὅτι  Ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, καὶ τοῦτο δείξας, ἦλθεν ἐπὶ τὸ ταπεινότερον, ὡσανεὶ ἔλεγεν· Οἶδα παρὰ τίνος ἀπέσταλμαι, καὶ πρὸς τίνα ἀπέρχομαι. Οὕτω γὰρ οὐδὲν ἂν ἔσχον ἀντειπεῖν,  ἀκούσαντες ὅτι παρ'  ἐκείνου ἀπέσταλται, καὶ πρὸς ἐκεῖνον ἄπεισιν. Οὐ γὰρ ἂν εἶπον, φησὶ, τὶ ψεῦδος, ἐκεῖθέν τε ἥκων, καὶ ἐκεῖ ἀπιὼν,  πρὸς τὸν ἀληθῆ Θεόν. Ὑμεῖς δὲ οὐκ  ἴστε τὸν  Θεόν· διὰ  τοῦτο  κατὰ  τὴν  σάρκα κρίνετε.  Οἱ γὰρ τοσούτων ἀκούσαντες τεκμηρίων τε καὶ ἐλέγχων, ἔτι λέγετε, Οὐκ ἔστιν ἀληθής· καὶ Μωϋσέα ἀξιόπιστον ἡγεῖσθε, καὶ ὑπὲρ ὧν  περὶ ἄλλων,  καὶ ὑπὲρ ὧν  περὶ ἑαυτοῦ λέγει· τὸν δὲ Χριστὸν οὐκέτι. Τοῦτο κατὰ σάρκα κρίνειν  ἐστίν. Ἐγὼ δὲ οὐ κρίνω οὐδένα. Καὶ μήν φησιν, ὅτι Ὁ Πατὴρ οὐ κρίνει οὐδένα. Πῶς οὖν ἐνταῦθά φησι, Καὶ ἐὰν  κρίνω  δὲ, ἡ κρίσις ἡ ἐμὴ δικαία  ἐστὶν, ὅτι οὐκ εἰμὶ μόνος; Πάλιν πρὸς τὴν ὑπόληψιν τὴν ἐκείνων φθέγγεται· τουτέστιν, Ἡ κρίσις ἡ ἐμὴ τοῦ Πατρός ἐστιν· οὐκ ἂν ἄλλως ἔκρινεν ὁ Πατὴρ κρίνων, εἰ μὴ ὡς ἐγώ· καὶ οὐκ ἂν ἄλλως ἐγὼ, εἰ μὴ ὡς ὁ Πατήρ. Τίνος δὲ ἕνεκεν καὶ τοῦ Πατρὸς ἐμνημόνευσεν; Οὐ γὰρ ἐνόμιζον ἀξιόπιστον εἶναι τὸν Υἱὸν, εἰ μὴ τοῦ Πατρὸς τὴν μαρτυρίαν προσέλαβεν· ἄλλως δὲ, οὐδὲ ἕστηκε τὸ λεχθέν. Ἐπὶ μὲν γὰρ τῶν ἀνθρώπων,  ὅταν δύο ἀλλοτρίῳ πράγματι μαρτυρῶσι, τότε ἡ μαρτυρία ἐστὶν ἀληθής· τοῦτο γάρ ἐστι δύο μαρτυρεῖν· εἰ δὲ μέλλοι τις ἑαυτῷ μαρτυρεῖν, οὐκ ἔτι δύο εἰσίν. Ὁρᾷς ὅτι δι' οὐδὲν ἕτερον τοῦτο εἴρηκεν, ἢ ἵνα δείξῃ ὁμοούσιον ἑαυτὸν, καὶ δι' ἑαυτοῦ πάλιν δείξῃ οὐ δεόμενον αὐτὸν ἄλλης μαρτυρίας· καὶ δείξῃ οὐδὲν ἔλαττον ἔχοντα τοῦ Πατρός; Ὅρα γοῦν τὴν αὐθεντίαν. Ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με Πατήρ. Οὐκ ἂν δὲ εἰ ἐλάττονος οὐσίας ἦν, τοῦτο ἂν ἔθηκεν. Νυνὶ δὲ, ἵνα μὴ νομίσῃς ὅτι ἀριθμοῦ ἕνεκεν παρείληπται,  θέα τὴν  ἐξουσίαν οὐδὲν  . ἔχουσαν παρηλλαγμένον.  Μαρτυρεῖ ἄνθρωπος, ὅταν ἀφ' ἑαυτοῦ ἀξιόπιστος ᾖ, οὐχ ὅταν μαρτυρίας δέηται, καὶ τοῦτο ἐν ἀλλοτρίῳ πράγματι· ἐν δὲ ἰδίῳ ὅταν μαρτυρίας δέηται τῆς παρ' ἑτέρου, οὐκ ἔτι ἐστὶν ἀξιόπιστος. Ἐνταῦθα δὲ πᾶν τοὐναντίον.  Καὶ γὰρ ἐν ἰδίῳ πράγματι μαρτυρῶν, καὶ παρ' ἑτέρου λέγων μαρτυρεῖσθαι, ἀξιόπιστον ἑαυτὸν εἶναί φησι, πανταχόθεν δεικνὺς ἑαυτοῦ τὴν αὐθεντίαν. ∆ιατί γὰρ εἰπὼν, Οὐκ εἰμὶ μόνος, ἀλλ' ἐγὼ καὶ ὁ πέμψας με Πατὴρ, καὶ τὸ, ∆ύο ἀνθρώπων  ἡ μαρτυρία ἐστὶν ἀληθὴς, οὐκ ἀπεσιώπησεν, ἀλλ' ἐπήγαγεν, Ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ; ∆ῆλον ὅτι τὴν αὐθεντίαν δηλῶν. Καὶ πρῶτον  μὲν  ἑαυτὸν  τέθεικεν·  Ἐγώ  εἰμι  ὁ  μαρτυρῶν  περὶ  ἐμαυτοῦ.  ∆είκνυσιν ἐνταῦθα  τό τε ὁμότιμον,  καὶ ὅτι οὐδὲν  ὠφελοῦνται,  τὸν  Θεὸν λέγοντες  εἰδέναι Πατέρα, αὐτὸν οὐκ εἰδότες. Καὶ τοῦτο αἴτιον εἶναί φησι, τὸ αὐτὸν μὴ θέλειν εἰδέναι. Λέγει οὖν, ὅτι οὐ δυνατὸν εἰδέναι τὸν Πατέρα αὐτοῦ χωρὶς, ἵνα κἂν οὕτως αὐτοὺς ἐπισπάσηται εἰς τὴν  αὐτοῦ γνῶσιν.  Ἐπειδὴ γὰρ ἀφιέντες  αὐτὸν,  ἀεὶ τὸν  Πατέρα ἐζήτουν μαθεῖν, λέγει· Οὐ δύνασθε εἰδέναι τὸν Πατέρα χωρὶς ἐμοῦ. Ὥστε οἱ τὸν Υἱὸν βλασφημοῦντες,  οὐκ αὐτὸν  βλασφημοῦσι μόνον,  ἀλλὰ  καὶ τὸν  γεγεννηκότα.

 δʹ. Ταῦτα φύγωμεν ἡμεῖς, καὶ δοξάσωμεν τὸν Υἱόν. Καίτοι εἰ μὴ φύσεως ἦν τῆς αὐτῆς, οὐκ ἂν οὕτως  εἶπεν.  Εἰ γὰρ ἐδίδασκε μόνον,  ἑτεροούσιος δὲ ἦν, ἐνῆν  καὶ αὐτὸν ἀγνοοῦντα εἰδέναι τὸν Πατέρα· καὶ πάλιν οὐκ ἦν αὐτὸν εἰδότα πάντως, εἰδέναι τὸν Πατέρα. Οὐδὲ γὰρ ὁ ἄνθρωπον εἰδὼς, οἶδεν ἄγγελον. Ναὶ, φησί· καὶ γὰρ ὁ τὴν κτίσιν εἰδὼς, οἶδε τὸν Θεόν. Οὐδαμῶς. Πολλοὶ γάρ εἰσιν οἱ τὴν κτίσιν εἰδότες· μᾶλλον δὲ πάντες ἄνθρωποι (ὁρῶσι γὰρ αὐτὴν), καὶ τὸν Θεὸν οὐκ ἴσασι. ∆οξάζωμεν τοίνυν τὸν Υἱὸν τοῦ Θεοῦ, μὴ τῇ δόξῃ ταύτῃ μόνον, ἀλλὰ καὶ τῇ διὰ τῶν  ἔργων. Αὕτη γὰρ ἐκείνης ἐκτὸς οὐδέν ἐστιν. Ἴδε σὺ, φησὶν, Ἰουδαῖος ἐπονομάζῃ, καὶ ἐπαναπαύσῃ τῷ νόμῳ, καὶ καυχᾶσαι ἐν Θεῷ. Ὁ οὖν διδάσκων τὸν ἕτερον, σεαυτὸν οὐ διδάσκεις; ὁ ἐν νόμῳ καυ . χώμενος, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις; Ὅρα μή ποτε καὶ ἡμεῖς ἐπὶ τῇ ὀρθότητι τῆς πίστεως καυχώμενοι, διὰ τοῦ μὴ συμβαίνοντα τῇ πίστει τὸν βίον ἐπιδείκνυσθαι, τὸν Θεὸν ἀτιμάζωμεν, ποιοῦντες αὐτὸν βλασφημεῖσθαι. Καὶ γὰρ διδάσκαλον τῆς οἰκουμένης, καὶ ζύμην, καὶ φῶς, καὶ ἅλας εἶναι  βούλεται  τὸν  Χριστιανόν. Τί  δέ  ἐστι  τὸ  φῶς;  βίος  λάμπων,  μηδὲν  ἔχων ἐσκοτισμένον. Τὸ φῶς  οὐχ ἑαυτῷ χρήσιμον, οὐδὲ τὸ ἅλας, οὐδὲ ἡ ζύμη, ἀλλ' εἰς ἑτέρους ἐπιδείκνυται  τὴν ὠφέλειαν.  Οὕτως οὐ τὴν ἑαυτῶν ὠφέλειαν  ἀπαιτούμεθα μόνον, ἀλλὰ καὶ τὴν ἑτέρων. Τὸ γὰρ ἅλας ἐὰν μὴ ἁλίζῃ, οὐκ ἔστιν ἅλας. Καὶ ἕτερον δέ τι ἐνδείκνυται, ὅτι ἐὰν αὐτοὶ κατορθώσωμεν, ἔσονται πάντως καὶ ἕτεροι· ἕως δ' ἂν αὐτοὶ μὴ κατορθώσωμεν, οὐδὲ ἑτέρους ὀνῆσαι δυνησόμεθα. Μηδὲν μωρὸν, μηδὲν χαῦνον   παρ'  ἡμῖν.  Τοιαῦτα  γὰρ  τὰ  κοσμικὰ  πράγματα·  τοιαῦται  αἱ  βιωτικαὶ φροντίδες. ∆ιὰ τοῦτο αἱ παρθένοι μωραὶ ἐκλήθησαν, ὅτι περὶ τὰ μωρὰ, τὰ κοσμικὰ πράγματα, ἠσχόληντο· ἐνταῦθα  μὲν συνάγουσαι, ἔνθα δὲ ἐχρῆν μὴ ἀποτιθέμεναι.∆έος οὖν μὴ καὶ ἡμεῖς τὸ αὐτὸ πάθωμεν·  δέος μὴ καὶ ἡμεῖς ῥυπαρὰ ἀπέλθωμεν ἐνδεδυμένοι ἱμάτια ἔνθα πάντες ἔχουσι λαμπρὰ καὶ περιφανῆ. Οὐδὲν γὰρ ἁμαρτίας ῥυπαρώτερον, οὐδὲν ἀκαθαρτότερον. ∆ιὸ τὴν φύσιν αὐτῆς ὁ Προφήτης ἑρμηνεύων ἐβόα· Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου. Καὶ εἰ βούλει μαθεῖν τῆς ἁμαρτίας τὸ δυσῶδες, ἐννόησον αὐτὴν μετὰ τὸ γενέσθαι, ὅταν τῆς ἐπιθυμίας ἀπαλλαγῇς, ὅταν μὴ ἔτι ἐνοχλῇ τὸ πῦρ, καὶ τότε ὄψει τίς ἐστιν ἡ ἁμαρτία. Ἐννόησον τὸν θυμὸν, ὅταν ἐν γαλήνῃ ᾖς· ἐννόησον τὴν πλεονεξίαν, ὅταν ἔξω γένῃ τοῦ πάθους. Οὐδὲν αἰσχρότερον, οὐδὲν μιαρώτερον ἁρπαγῆς καὶ πλεονεξίας. Ταῦτα συνεχῶς λέγομεν, οὐκ ἐνοχλεῖν ὑμῖν βουλόμενοι, ἀλλὰ κερδαναί τι μέγα καὶ θαυμαστόν. Ὁ γὰρ ἐκ τοῦ ἅπαξ μὴ κατορθώσας, ἴσως ἐκ τοῦ δεύτερον ἀκοῦσαι ποιήσει τοῦτο· καὶ ὁ δεύτερον παραδραμὼν, ἐκ τοῦ τρίτου διορθώσεται. Γένοιτο δὲ πάντας ἡμᾶς πάντων ἀπαλλαγέντας  τῶν πονηρῶν, τὴν εὐωδίαν τοῦ Χριστοῦ ἔχειν, ὅτι αὐτῷ ἡ δόξα, σὺν τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν  καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας  τῶν  αἰώνων. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/






Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |