ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΟΖʹ Ταῦτα λελάληκα ὑμῖν, ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν μείνῃ

Παρασκευή 28 Οκτωβρίου 2016

ΟΖʹ Ταῦτα λελάληκα ὑμῖν, ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν μείνῃ




Ιωάννης Χρυσόστομος
Πρός Ιωάννην  Απόστολον Ευαγγελιστήν
Τόμος 59

ΟΖʹ Ταῦτα λελάληκα ὑμῖν, ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν μείνῃ, καὶ ἡ χαρὰ ὑμῶν  πληρωθῇ.  Αὕτη ἐστὶν ἡ ἐντολὴ  ἡ ἐμὴ, ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς.

αʹ. Πάντα τὰ ἀγαθὰ τότε ἔχει τὸν μισθὸν, ὅταν εἰς τέλος ἔλθῃ τὸ προσῆκον· ἐὰν δὲ ἐκκοπῇ μεταξὺ, ναυάγιον γίνεται. Καὶ καθάπερ τὸ πλοῖον τὸ μυριαγωγὸν, ἐὰν μὴ φθάσῃ καταντῆσαι πρὸς τοὺς λιμένας, ἀλλ' ἐν μέσῳ βαπτισθῇ τῷ πελάγει, οὐδὲν ἀπώνατο  τοῦ πολλοῦ πλοῦ, ἀλλὰ καὶ μείζονα εἰργάσατο τὴν συμφορὰν, ὅσῳ καὶ πλείους ὑπέμεινε πόνους· οὕτω καὶ αἱ πρὸς τὸ τέλος τῶν πόνων ἀναπεσοῦσαι ψυχαὶ καὶ ἐν μέσοις ἐκλυόμεναι τοῖς ἀγῶσι. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος δόξαν καὶ τιμὴν καὶ εἰρήνην ἔλεγε συναντήσεσθαι τοῖς καθ' ὑπομονὴν ἔργων ἀγαθῶν τρέχουσιν· . ὅπερ οὖν καὶ ἐπὶ τῶν μαθητῶν ὁ Χριστὸς κατασκευάζει νῦν. Ἐπειδὴ γὰρ ἀπεδέξατο αὐτοὺς, καὶ ἔχαιρον ἐπ' αὐτῷ· εἶτα τὸ πάθος παρεμπεσὸν, καὶ τὰ σκυθρωπὰ ῥήματα διακόπτειν  ἔμελλε  τὴν  ἡδονὴν,  μετὰ τὸ διαλεχθῆναι  ἱκανὰ  καὶ παραμυθήσασθαι αὐτοὺς, φησί·


Ταῦτα λελάληκα ὑμῖν, ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν μείνῃ, καὶ ἡ χαρὰ ὑμῶν πληρωθῇ· τουτέστιν, Ἵνα μὴ ἀποσχισθῆτέ μου, ἵνα μὴ διακόψητε τὸν δρόμον. Ἐχαίρετε ἐν ἐμοὶ, καὶ σφόδρα ἐχαίρετε, ἀλλ' ἐνέπεσεν ἀθυμία. Ταύτην οὖν ἐξαιρῶ, ἵνα πρὸς τὸ τέλος ἔλθῃ ἡ χαρά· δεικνὺς, ὅτι οὐ λύπης ἄξια τὰ παρόντα, ἀλλ' ἡδονῆς. Εἶδον ὑμᾶς σκανδαλισθέντας·  οὐ κατεφρόνησα,  οὐκ εἶπον·  ∆ιατί  γὰρ μὴ μένετε γενναῖοι;   ἀλλ'  ἐλάλησα  ὑμῖν   τὰ  παράκλησιν  φέροντα.  Οὕτω  βούλομαι  ὑμᾶς διαπαντὸς ἐπὶ τῆς αὐτῆς ἀγάπης τη . ρεῖν. Ἠκούσατε περὶ βασιλείας· ἐχάρητε. Ἵν' οὖν πληρωθῇ  ἡ χαρὰ ὑμῶν,  ταῦτα  εἶπον  ὑμῖν. Αὕτη δέ ἐστιν ἡ ἐντολὴ,  ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς. Ὁρᾷς τοῦ Θεοῦ τὴν ἀγάπην συμπεπλεγμένην  τῇ ἡμετέρᾳ, καὶ ὥσπερ σειράν τινα συνημμένην; ∆ιὰ τοῦτο ποτὲ μὲν δύο φησὶ τὰς ἐντολὰς, ποτὲ δὲ μίαν· οὐ γὰρ ἔνι τῆς προτέρας λαβόμενον, μὴ τὴν ἄλλην  ἔχειν. Ποτὲ μὲν γάρ φησιν· Ἐν τούτῳ ὁ νόμος καὶ οἱ προφῆται κρέμανται· ποτὲ δὲ, Ὅσα θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, τὰ αὐτὰ καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς. Οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται.  Καὶ, Πλήρωμα νόμου ἡ ἀγάπη· ὃ καὶ ἐνταῦθα λέγει. Εἰ γὰρ τὸ μεῖναι ἀπὸ τῆς ἀγάπης γίνεται, ἡ δὲ ἀγάπη ἀπὸ τῆς τῶν ἐντολῶν  τηρήσεως, ἡ δὲ ἐντολή  ἐστιν, ἵνα ἀγαπῶμεν  ἀλλήλους· τὸ μεῖναι ἐν τῷ Θεῷ, ἀπὸ τῆς πρὸς ἀλλήλους  ἀγάπης γίνεται. Καὶ οὐχ ἁπλῶς ἀγάπην φησὶν, ἀλλὰ καὶ τὸν τρόπον δηλοῖ· Καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς. Πάλιν δείκνυσιν, ὅτι οὐχὶ μίσους ἐστὶν αὕτη ἡ ἀναχώρησις, ἀλλὰ ἀγάπης· ὥστε με μᾶλλον ἐχρῆν θαυμάζεσθαι ὑπὲρ τούτου. Ὑπὲρ γὰρ ὑμῶν  τὴν ψυχήν  μου τίθημι. Ἀλλ'  οὐδαμοῦ οὕτω φησὶν αὐτό· ἀλλὰ ἀνωτέρω μὲν, τὸν ἄριστον ὑπογράφων ποιμένα· ἐνταῦθα δὲ, ἐν τῷ παραινεῖν αὐτοὺς καὶ δεικνύναι τῆς ἀγάπης τὸ μέγεθος, καὶ ἑαυτὸν ὅστις ἐστί. Τίνος δὲ ἕνεκεν πανταχοῦ  τὴν ἀγάπην  ἐπαίρει; Ὅτι τοῦτό ἐστι τὸ δεῖγμα τῶν  μαθητῶν,  τοῦτο τὸ συγκροτοῦν τὴν ἀρετήν. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος τοσαῦτα περὶ αὐτῆς φησιν, ἅτε μαθητὴς ὢν γνήσιος τοῦ Χριστοῦ, καὶ πεῖραν αὐτῆς λαβών. Ὑμεῖς φίλοι μου ἐστέ. Οὐκ ἔτι ὑμᾶς λέγω δούλους· ὁ γὰρ δοῦλος οὐκ οἶδε τί ποιεῖ ὁ κύριος αὐτοῦ. Ὑμεῖς φίλοι μου ἐστέ· πάντα γὰρ ὅσα ἤκουσα παρὰ τοῦ Πατρός μου, ἐγνώρισα ὑμῖν. Πῶς οὖν λέγει, Πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι; Οὐδὲν ἄλλο διὰ τοῦ Πάντα καὶ τοῦ ἀκοῦσαι κατασκευάζει, ἢ ὅτι οὐδὲν ἀλλότριον φθέγγεται, ἀλλ' ἢ τὰ τοῦ Πατρός. Ἐπειδὴ δὲ τοῦτο μάλιστα δοκεῖ φιλίας εἶναι τὸ τὰ ἀπόῤῥητα λέγειν, καὶ ταύτης ἠξιώθητε, φησὶ, τῆς κοινωνίας. Πάντα δὲ ὅταν εἴπῃ, ὅσα αὐτοὺς ἀκοῦσαι ἐχρῆν, λέγει. Εἶτα καὶ ἄλλο τεκμήριον, οὐ τὸ τυχὸν, φιλίας τίθησι. Ποῖον δὴ τοῦτο; Οὐχ ὑμεῖς με ἐξελέξασθε, φησὶν, ἀλλ' ἐγὼ  ἐξελεξάμην  ὑμᾶς· τουτέστιν,  Ἐγὼ τῇ φιλίᾳ ἐπέδραμον τῇ ὑμετέρᾳ. Καὶ οὐδὲ ἐνταῦθα ἔστη· ἀλλὰ καὶ, Ἔθηκα, φησὶν, ὑμᾶς, τουτέστιν, ἐφύτευσα, Ἵνα ὑμεῖς ὑπάγητε (ἔτι τῇ μεταφορᾷ κέχρηται τῆς ἀμπέλου)· τουτέστιν,  ἵνα  ἐκταθῆτε,  Καὶ καρπὸν  φέρητε, καὶ ὁ καρπὸς ὑμῶν  μένῃ. Εἰ δὲ ὁ καρπὸς μένει, πολλῷ μᾶλλον ὑμεῖς. Οὐ γὰρ ἐφίλησα μόνον ὑμᾶς, φησὶν, ἀλλὰ καὶ τὰ μέγιστα εὐηργέτησα, πανταχοῦ τῆς οἰκουμένης ἐκτείνων ὑμῶν τὰ κλήματα.

 βʹ. Ὁρᾷς δι' ὅσων δείκνυσι τὴν ἀγάπην; τῷ τὰ ἀπόῤῥητα εἰπεῖν, τῷ πρώτως  ἐπιδραμεῖν τῇ φιλίᾳ, τῷ μεγάλα αὐτοῖς χαρίσασθαι τὰ ἀγαθὰ, τῷ παθεῖν ὑπὲρ αὐτῶν ἅπερ ἔπασχε τότε. Ἀπὸ δὲ τούτου δείκνυσιν, ὅτι καὶ παραμένει διηνεκῶς αὐτοῖς μέλλουσι διδόναι καρπόν.   Ἀνάγκη   γὰρ   τῆς   παρ'   αὐτοῦ   βοηθείας   ἀπολαύοντας,    οὕτω   καὶ καρποφορῆσαι. Ἵνα ὃ ἐὰν αἰτήσητε τὸν Πατέρα ἐν τῷ ὀνόματί μου, δῷ ὑμῖν. Καίτοι τοῦ αἰτουμένου ἐστὶ τὸ ποιῆσαι· εἰ δὲ ὁ Πατὴρ αἰτεῖται, πῶς ὁ Υἱὸς ποιεῖ; Ἵνα μάθῃς, ὅτι οὐκ ἐλάττων  ὁ Υἱός. Ταῦτα λελάληκα ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους, τουτέστιν, Οὐκ ὀνειδίζων  ταῦτα  λέγω,  ὅτι  τὴν  ψυχήν  μου τίθημι,  ὅτι  πρῶτος  ὑμῖν  . ἐπέδραμον,  ἀλλ'  εἰς  φιλίαν  ὑμᾶς  ἐνάγων.  Εἶτα ἐπειδὴ  τὸ  διώκεσθαι  παρὰ  τῶν πολλῶν  καὶ ὀνειδίζεσθαι χαλεπὸν  ἦν καὶ ἀνήκεστον, καὶ ἱκανὸν  καὶ τὴν ὑψηλὴν ταπεινῶσαι  ψυχὴν,  διὰ τοῦτο μυρία προειπὼν, τότε εἰς τοῦτο καθῆκεν ὁ Χριστός. Προλεάνας γὰρ αὐτῶν τὴν ψυχὴν, οὕτως ἐπὶ ταῦτα ἔρχεται, καὶ αὐτὰ ἐκ περιουσίας δεικνὺς ὑπὲρ αὐτῶν ὄντα, ὥσπερ καὶ τὰ ἄλλα ἀπέδειξε. Καθάπερ γὰρ εἶπεν, ὅτι οὐ μᾶλλον οὐκ ἀλγεῖν, ἀλλὰ καὶ χαίρειν δεῖ, ὅτι ἀπέρχομαι πρὸς τὸν Πατέρα (οὐ γὰρ ἐγκαταλιμπάνων  αὐτοὺς, ἀλλὰ καὶ σφόδρα φιλῶν,  τοῦτο ποιεῖ)· οὕτω καὶ ἐνταῦθα δείκνυσιν, ὅτι χαίρειν, οὐκ ἀλγεῖν δεῖ. Καὶ ὅρα πῶς αὐτὸ κατασκευάζει. Οὐ γὰρ εἶπεν, Οἶδα λυπηρὸν ὂν τὸ πρᾶγμα, ἀλλὰ δι' ἐμὲ φέρετε, ἐπειδὴ καὶ δι' ἐμὲ πάσχετε. Οὐδέπω γὰρ  αὕτη  ἡ  πρόφασις,  ἱκανὴ  ἦν  παραμυθήσασθαι. ∆ιόπερ  αὐτὴν  ἀφεὶς,  ἑτέραν προτίθησι. Ποίαν δὴ ταύτην; Ὅτι τῆς προτέρας ἀρετῆς τοῦτο τεκμήριον. Καὶ τοὐναντίον  ἀλγεῖν ἐχρῆν, οὐχ ὅτι μισεῖσθε νῦν, ἀλλ' εἰ ἐμέλλετε φιλεῖσθαι. Τοῦτο γὰρ αἰνίττεται  ἐκ τοῦ λέγειν· Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει. Ὥστε εἰ  ἐφιλεῖσθε,  εὔδηλον  ὅτι  πονηρίας  ἐξεφέρετε  δεῖγμα.  Εἶτα, ἐπειδὴ  τοῦτο προειπὼν  οὐκ  ἐξειργάσατο  αὐτὸ,  ἐπεξέρχεται  πάλιν  τῷ  λόγῳ·  Οὐκ ἔστι δοῦλος μείζων  τοῦ κυρίου αὐτοῦ. Εἰ ἐμὲ ἐδίωξαν,  καὶ ὑμᾶς διώξουσιν.  Ἔδειξε ζηλωτὰς αὐτοὺς κατὰ τοῦτο μάλιστα γινομένους. Ἕως μὲν γὰρ ἦν ἐν σαρκὶ ὁ Χριστὸς, πρὸς ἐκεῖνον  τὸν πόλεμον εἶχον· ἐπειδὴ δὲ μετέστη, πρὸς αὐτοὺς πάλιν  ἦλθεν ἡ μάχη. Εἶτα ἐπειδὴ ὀλίγοι ὄντες ἐθορυβοῦντο δήμου τοσούτου μέλλοντες πόλεμον καταδέχεσθαι, ἀνίστησιν αὐτῶν τὴν ψυχὴν λέγων, ὅτι Τοῦτο μάλιστα χαρᾶς ἔργον ἐστὶ τὸ μισεῖσθαι παρ'  αὐτῶν· οὕτω γάρ μοι κοινωνήσετε  τῶν  παθῶν. Οὐ τοίνυν ὑμᾶς θορυβεῖσθαι χρή· οὐ γὰρ ὑμεῖς ἐμοῦ κρείττους· ὥσπερ οὖν καὶ προλαβὼν εἶπον, Οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. Εἶτα καὶ τρίτη παραμυθία, ὅτι καὶ ὁ Πατὴρ ὑβρίζεται μετ' αὐτῶν. Ταῦτα γὰρ ἅπαντα ποιήσουσι, φησὶ, διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με· τουτέστι, κἀκεῖνον  ὑβρίζουσιν. Πρὸς τούτοις συγγνώμης αὐτοὺς  ἀποστερῶν,  καὶ  τιθεὶς  καὶ  ἑτέραν  παραμυθίαν,  φησίν·  Εἰ μὴ  ἦλθον  καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον, δεικνὺς ὅτι ἀδίκως καὶ τὰ εἰς αὐτὸν καὶ τὰ εἰς ἐκείνους  ἐργάσονται. Τί οὖν ἐπὶ τοσαῦτα ἡμᾶς ἤγαγες  κακά; οὐχὶ  προῄδεις τοὺς πολέμους, καὶ τὸ μῖσος; ∆ιὰ τοῦτο πάλιν φησίν· Ὁ ἐμὲ μισῶν, καὶ τὸν Πατέρα μου μισεῖ, οὐ μικρὰν καὶ ἐντεῦθεν αὐτοῖς προαναφωνῶν  κόλασιν. Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω  προεφασίζοντο,  ὅτι  διὰ  τὸν  Πατέρα αὐτὸν  ἐδίωκον,  ἀναιρῶν  αὐτῶν  τὴν ἀπολογίαν ταῦτα εἴρηκεν. Οὐ γὰρ ἔχουσι πρόφασιν· τὴν ἀπὸ τῶν λόγων διδασκαλίαν παρεσχόμην, τὴν ἀπὸ τῶν ἔργων προσέθηκα κατὰ τὸν Μωϋσέως νόμον· ὃς τῷ τὰ τοιαῦτα ποιοῦντι καὶ λέγοντι πείθεσθαι ἅπαντας ἐκέλευσεν, ὅταν καὶ πρὸς εὐσέβειαν ἄγῃ, καὶ θαύματα παρέχῃ μέγιστα. Οὐχ ἁπλῶς δὲ εἶπε σημεῖα, ἀλλὰ ἃ μηδεὶς ἄλλος ἐποίησε.  Καὶ τούτων   αὐτοὶ  μάρτυρες  οὕτω  λέγοντες·  Οὐδέποτε  οὕτως  ἐφάνη ἄνθρωπος ἐν τῷ Ἰσραήλ· καὶ, Οὐκ ἠκούσθη ἐκ τοῦ αἰῶνος, ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ  γεγεννημένου·  καὶ  τὸ  κατὰ  τὸν  Λάζαρον τοιοῦτον,  καὶ  τὰ  ἄλλα  πάντα τοιαῦτα, καὶ ὁ τῆς θαυματουργίας τρόπος· καινὰ καὶ παράδοξα ἅπαντα. Τίνος οὖν ἕνεκεν, φησὶ, καὶ σὲ καὶ . ἡμᾶς διώκουσιν; Ὅτι ἐκ τοῦ κόσμου οὐκ ἐστέ. Εἰ ἐκ τοῦ  κόσμου ἦτε,  ὁ  κόσμος ἂν  τὸ  ἴδιον  ἐφίλει.  Προαναμιμνήσκει τῶν  ῥημάτων αὐτοὺς, ὧν καὶ πρὸς τοὺς ἀδελφοὺς εἶπε τοὺς ἑαυτοῦ· ἀλλ' ἐκεῖ μὲν ἠθικώτερον, ἵνα μὴ πλήξῃ· ἐνταῦθα  δὲ τοὐναντίον,  τὸ πᾶν  ἀπεκάλυψε.  Καὶ πόθεν  δῆλον  ὅτι διὰ τοῦτο μισούμεθα; Ἀπὸ τῶν εἰς ἐμὲ γινομένων. Τίνος γὰρ, εἰπέ μοι, τῶν λεχθέντων  ἢ τῶν  πραχθέντων  ἐπιλαβέσθαι  ἔχοντες  οὐκ  ἐδέξαντό  με; Εἶτα ἐπειδὴ  τὸ  πρᾶγμα ἔκπληκτον ἦν ἡμῖν, εἶπε καὶ τὴν αἰτίαν· τουτέστι, τὴν πονηρίαν τὴν αὐτῶν. Καὶ οὐδὲ ἐνταῦθα ἵσταται, ἀλλὰ καὶ τὸν Προφήτην ἐπάγεται, δεικνὺς αὐτὸν ἄνωθεν προαναφωνοῦντα   καὶ  λέγοντα,  ὅτι  Ἐμίσησάν με  δωρεάν·  ὃ  καὶ  Παῦλος  ποιεῖ. Πολλῶν   γὰρ   θαυμαζόντων    πῶς   Ἰουδαῖοι   οὐκ   ἐπίστευσαν,   προφήτας   ἄγει προλέγοντας ἄνωθεν, καὶ τὴν αἰτίαν δηλοῦντας, ὅτι ἡ πονηρία αὐτῶν καὶ ἡ ἀπόνοια τῆς ἀπιστίας αἰτία. Τί οὖν; εἰ τὸν  λόγον  σου οὐκ ἐτήρησαν, διὰ τοῦτο οὐδὲ τὸν ἡμέτερον τηρήσουσιν· εἰ σὲ ἐδίωξαν, διὰ τοῦτο καὶ ἡμᾶς διώξουσιν· εἰ σημεῖα εἶδον, οἷα οὐδεὶς ἄλλος πεποίηκεν· εἰ ῥημάτων ἤκουσαν οἵων οὐδεὶς, καὶ οὐδὲν ἀπώναντο· εἰ τὸν Πατέρα σου μισοῦσι, καὶ σὲ μετ' ἐκείνου· τίνος, φησὶν, ἕνεκεν ἡμᾶς ἐνέβαλες; πῶς ἡμεῖς ἀξιόπιστοι λοιπὸν ἐσόμεθα; τίς δὲ προσέξει τῶν ὁμοφύλων  ἡμῖν;

γʹ. Ἵν' οὖν μὴ ταῦτα ἐννοοῦντες  θορυβῶνται, ὅρα οἵαν ἐπάγει παράκλησιν. Ὅταν ἔλθῃ ὁ Παράκλητος, ὃν ἐγὼ πέμψω, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ. Καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ' ἀρχῆς μετ' ἐμοῦ ἐστε. Ἐκεῖνος ἀξιόπιστος ἔσται· Πνεῦμα γὰρ ἀληθείας ἐστί. ∆ιὰ τοῦτο οὐ Πνεῦμα ἅγιον, ἀλλ' ἀληθείας αὐτὸ ἐκάλεσε. Τὸ δὲ, Ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, δηλοῖ ὅτι πάντα οἶδεν ἀκριβῶς, καθάπερ καὶ αὐτός φησι περὶ ἑαυτοῦ, ὅτι Οἶδα πόθεν ἔρχομαι, καὶ ποῦ ὑπάγω· καὶ ἐκεῖ περὶ ἀληθείας διαλεγόμενος. Ὃν ἐγὼ πέμψω. Ἰδοὺ οὐκ ἔτι ὁ Πατὴρ μόνος, ἀλλὰ  καὶ ὁ Υἱός ἐστιν ὁ πέμπων.  Καὶ ὑμεῖς δὲ ἔχετε τὸ ἀξιόπιστον, οἱ σὺν ἐμοὶ γενόμενοι, οἱ μὴ παρ' ἑτέρων ἀκηκοότες. Καὶ οἱ ἀπόστολοι ἐντεῦθεν διισχυρίζονται, λέγοντες· Οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ. Ὅτι δὲ οὐ πρὸς χάριν εἴρηται, ἐπιμαρτυρεῖ τὸ Πνεῦμα τοῖς λεγομένοις. Ταῦτα λελάληκα ὑμῖν, ἵνα μὴ σκανδαλισθῆτε· τουτέστιν, ὅταν ἴδητε πολλοὺς ἀπειθοῦντας, καὶ δεινὰ πάσχοντας  ὑμᾶς. Ἀποσυναγώγους  ποιήσουσιν ὑμᾶς. Ἤδη γὰρ συνέθεντο, ἐάν τις ὁμολογήσῃ τὸν Χριστὸν, ἵνα ἀποσυνάγωγος γένηται. Ἀλλ' ἔρχεται ὥρα, ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ. Οὕτω τὸν ὑμέτερον διώξουσι φόνον, ὡς πρᾶγμα εὐσεβὲς, καὶ τῷ Θεῷ ἀρέσκον. Εἶτα τὴν παραμυθίαν ἐπάγει πάλιν· Καὶ ταῦτα  ποιήσουσιν, ὅτι  οὐκ  ἔγνωσαν  τὸν  Πατέρα, οὐδὲ  ἐμέ. Ἀρκεῖ ὑμῖν  εἰς παράκλησιν τὸ δι' ἐμὲ καὶ τὸν Πατέρα ταῦτα πάσχειν. Ἐνταῦθα ἀναμιμνήσκει πάλιν αὐτοὺς μακαρισμοῦ, ὃν ἀρχόμενος ἔλεγε· Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ψευδόμενοι, ἕνεκεν ἐμοῦ. Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Ταῦτα λελάληκα ὑμῖν, ἵνα, ὅταν ἔλθῃ ἡ ὥρα, μνημονεύητε τούτων· ὥστε ἀπὸ τούτων καὶ τὰ λοιπὰ πιστὰ ἡγεῖσθε. Οὐ γὰρ ἕξετε εἰπεῖν, ὅτι κολακεύων ὑμᾶς τὰ πρὸς χάριν ἔλεγον μόνον, οὐχ ὅτι ἀπάτης ἦν τὰ εἰρημένα· οὐ γὰρ . ἂν ὁ μέλλων ἀπατᾷν, καὶ ταῦτα προεῖπεν ὑμῖν τὰ ἀποτρέποντα. ∆ιὰ τοῦτο οὖν προεῖπον, ἵνα μὴ ἀπροσδόκητα προσπεσόντα ὑμᾶς διαταράξῃ· καὶ δι' ἑτέραν δὲ αἰτίαν, ἵνα μὴ λέγητε, ὅτι οὐ προῄδειν ἐσόμενα ταῦτα. Μνημονεύετε οὖν, ὅτι ἐγὼ εἶπον ὑμῖν. Καὶ γὰρ ἀεὶ περιετίθησαν σχῆμα τῇ διώξει αὐτῶν πονηρὸν, ὡς λυμεῶνας ἐλαύνοντες. Ἀλλ' οὐκ ἐθορύβει τοὺς μαθητὰς τοῦτο, προακούσαντας καὶ εἰδότας ὑπὲρ ὧν ἔπασχον· ἱκανὴ γὰρ αὐτοὺς ἡ αἰτία τῶν γινομένων  ἀναστῆσαι. ∆ιὰ τοῦτο αὐτὴν πανταχοῦ περιστρέφει λέγων· Οὐκ ἔγνωσάν με, καὶ, ὅτι ∆ι' ἐμὲ ποιήσουσι, καὶ διὰ τὸ ὄνομά μου, καὶ διὰ τὸν Πατέρα, καὶ, ὅτι Ἐγὼ πρῶτος ἔπαθον, καὶ, ὅτι Οὐκ ἀπὸ δικαίας αἰτίας ταῦτα τολμῶσι.

δʹ. Ταῦτα καὶ ἡμεῖς ἐν τοῖς πειρασμοῖς στρέφωμεν, ὅταν παρὰ πονηρῶν τι πάσχωμεν ἀνθρώπων, εἰς τὸν ἀρχηγὸν   ἡμῶν   ὁρῶντες   καὶ  τελειωτὴν   τῆς  πίστεως,  καὶ  ὅτι  παρὰ  φαύλων ἀνθρώπων,  καὶ ὅτι δι' ἀρετὴν, καὶ ὅτι δι' αὐτόν. Ἂν γὰρ ταῦτα ἐννοῶμεν,  ἅπαντα ῥᾷστα ἔσται καὶ φορητά. Εἰ γὰρ ὑπὲρ ἀγαπητῶν τις πάσχων καὶ ἐναβρύνεται· διὰ τὸν Θεὸν ἐάν τις πάθῃ τι, ποίαν λήψεται  αἴσθησιν τῶν  δεινῶν;  Εἰ γὰρ αὐτὸς πρᾶγμα ἐπονείδιστον, τὸν σταυρὸν, δόξαν ἐκάλει δι' ἡμᾶς· πολλῷ μᾶλλον ἡμᾶς οὕτω διακεῖσθαι  χρή.  Εἰ  γὰρ  παθῶν   οὕτω  δυνάμεθα   καταφρονεῖν,   πολλῷ   μᾶλλον χρημάτων  καὶ πλεονεξίας.  ∆εῖ τοίνυν;  ὅταν τι μέλλωμεν  πάσχειν ἀηδὲς, μὴ τοὺς πόνους, ἀλλὰ  καὶ τοὺς στεφάνους  ἐννοεῖν.  Ὥσπερ γὰρ οἱ ἔμποροι οὐ τὰ πελάγη μόνον, ἀλλὰ καὶ τὰ κέρδη λογίζονται· οὕτω καὶ ἡμᾶς τὸν οὐρανὸν, καὶ τὴν πρὸς τὸν Θεὸν παῤῥησίαν ἀναλογίζεσθαι χρή. Κἂν ἡδὺ φανῇ τὸ πλεονεκτεῖν, ἐννόησον ὅτι ὁ Χριστὸς οὐ βούλεται, καὶ ἀηδὲς εὐθέως  φανεῖται.  Πάλιν ἂν ἐπαχθὲς  ᾖ τὸ πένησι διδόναι,  μὴ μέχρι τῆς δαπάνης  στήσῃς τὸν  λογισμὸν, ἀλλ' εὐθέως  μετάγαγε  τὴν διάνοιαν  ἐπὶ τὸν  ἀμητὸν  ἀπὸ τοῦ σπόρου. Καὶ ὅταν  φορτικὸν  ᾖ τὸ καταφρονεῖν ἔρωτος γυναικὸς ἀλλοτρίας, λογίζου τὸν ἀπὸ τοῦ πόνου στέφανον, καὶ ῥᾳδίως οἴσεις τὸν  πόνον.  Εἰ γὰρ ἀνθρώπων  φόβος  ἀποτρέπει  τῶν  ἀτόπων  πραγμάτων,  πολλῷ μᾶλλον ὁ τοῦ Χριστοῦ πόθος. Σκληρὰ ἡ ἀρετή· ἀλλὰ περιθῶμεν αὐτῆς τῇ ὄψει τῆς τῶν  μελλόντων  ἐπαγγελίας  τὸ μέγεθος. Οἱ μὲν  γὰρ ἐνάρετοι, καὶ χωρὶς  τούτων αὐτὴν καθ' ἑαυτὴν ὡραίαν ὁρῶσι. καὶ διὰ τοῦτο αὐτὴν μετέρχονται, καὶ διὰ τὸ τῷ Θεῷ δοκοῦν, οὐκ ἐπὶ μισθῷ ἐργάζονται· καὶ μέγα ἡγοῦνται τὸ σωφρονεῖν, οὐ διὰ τὸ μὴ κολάζεσθαι, ἀλλ' ἐπειδὴ ὁ Θεὸς ἐπέταξεν. Εἰ δέ τις ἀσθενέστερος, καὶ τὰ βραβεῖα ἐννοείτω. Οὕτω καὶ ἐπὶ τῆς ἐλεημοσύνης ποιῶμεν, καὶ ἐλεῶμεν τοὺς ὁμοφύλους, μὴ δὴ περιορῶμεν ὑπὸ τοῦ λιμοῦ φθειρομένους. Πῶς γὰρ οὐκ ἄτοπον, αὐτοὺς μὲν ἐπὶ τῆς τραπέζης καθέζεσθαι γελῶντας  καὶ τρυφῶντας,  ἑτέρων  δὲ διὰ τοῦ ἀμφόδου παριόντων  ἀκούοντας  ὀλοφυρομένων,  μηδὲ  ἐπιστρέφεσθαι  πρὸς  τὴν  ὀλολυγὴν, ἀλλὰ καὶ δυσχεραίνειν καὶ ἀπατεῶνα καλεῖν; Τί λέγεις, ἄνθρωπε; δι' ἄρτον ἕνα τις ἀπάτην  πλέκει; Ναὶ, φησίν. Οὐκοῦν ταύτῃ μάλιστα ἐλεείσθω· ταύτῃ μάλιστα τῆς ἀνάγκης ἀπαλλαττέσθω. Εἰ δὲ μὴ βούλει δοῦναι, μηδὲ ὑβρίσῃς· εἰ δὲ μὴ βούλει λῦσαι τὸ ναυάγιον, μὴ ὤσῃς εἰς βάραθρον. Ἐννόησον γὰρ ὅταν προσελθόντα ἀπώσῃ τὸν πένητα, τίς ἔσῃ τὸν Θεὸν παρακαλῶν.  Ὧ γὰρ μέτρῳ μετρεῖτε, φησὶν, ἀντιμετρηθήσεται  ὑμῖν. Ἐννόησον πῶς συντριβεὶς ἐκεῖνος ἄπεισι, κάτω κεκυφῶς, ὀδυρόμενος, μετὰ τῆς πενίας καὶ τὴν . ἀπὸ τῆς ὕβρεως πληγὴν λαβών. Εἰ γὰρ τὸ ἐπαιτεῖν κατάραν ὑμεῖς τίθεσθε, τὸ αἰτοῦντα μὴ λαβεῖν, καὶ ὑβρισθέντα ἀπελθεῖν, σκόπει πόσον χειμῶνα ἐργάζεται. Μέχρι τίνος τοῖς θηρίοις ἐοίκαμεν, καὶ τὴν φύσιν αὐτὴν  διὰ τὴν  πλεονεξίαν  ἀγνοοῦμεν; Πολλοὶ στενάζουσιν ἐπὶ  τούτοις· ἀλλ' οὐ βούλομαι νῦν, ἀλλὰ διαπαντὸς τοῦτον ἔχειν τὸν ἔλεον. Ἐννόησόν μοι τὴν ἡμέραν ἐκείνην, ὅταν παραστῶμεν τῷ βήματι τοῦ Χριστοῦ· ὅταν παρακαλῶμεν ἐλεηθῆναι, καὶ εἰς μέσον αὐτοὺς ἀγαγὼν  ὁ Χριστὸς λέγῃ  πρὸς ἡμᾶς, ὅτι ∆ι' ἄρτον  ἕνα  καὶ ὀβολὸν ἕνα, τοσοῦτον ταῖς ψυχαῖς ταύταις ἐνειργάσασθε κλυδώνιον· τί ἐροῦμεν; τί δὲ ἀπολογησόμεθα; Ὅτι γὰρ καὶ εἰς μέσον αὐτοὺς ἄξει, ἄκουσον τί φησιν· Ἐφ' ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων, οὐδὲ ἐμοὶ ἐποιήσατε. Οὐδὲ γὰρ ἐκεῖνοι λοιπὸν ἐροῦσί τι πρὸς ἡμᾶς, ἀλλ' ὁ Θεὸς ὑπὲρ αὐτῶν  ἡμῶν  καθάψεται.  Ἐπεὶ καὶ τὸν  Λάζαρον ὁ πλούσιος εἶδε· καὶ ὁ μὲν Λάζαρος οὐδὲν πρὸς αὐτὸν εἶπεν, ὁ δὲ Ἀβραὰμ τὸν ὑπὲρ ἐκείνου  λόγον  ἐποιήσατο. Οὕτω καὶ ἐπὶ τῶν  πενήτων  ἔσται τῶν  νῦν  παρ' ἡμῶν καταφρονουμένων.  Οὐ γὰρ χεῖρας αὐτοὺς προτείνοντας  ὀψόμεθα ἐλεεινῷ σχήματι, ἀλλ' ἐν ἀναπαύσει ὄντας· ἡμεῖς δὲ τὸ ἐκείνων ληψόμεθα σχῆμα· καὶ εἴθε τὸ σχῆμα μόνον,  καὶ  μὴ τὸ πολλῷ  χαλεπώτερον,  τιμωρίαν! Οὐδὲ γὰρ ὁ πλούσιος  ψιχίων ἐπεθύμει  χορτασθῆναι  ἐκεῖ·  ἀλλ'  ἀπετηγανίζετο   καὶ  ἐκολάζετο  χαλεπῶς,   καὶ ἤκουσεν, ὅτι Ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος τὰ κακά. Μὴ τοίνυν μέγα τι τὸν πλοῦτον νομίζωμεν. Οὗτος γὰρ ἐφόδιον ἡμῖν ἔσται κολάσεως, ἐὰν μὴ προσέχωμεν· ὥσπερ οὖν ἐὰν προσέχωμεν, καὶ ἡ πενία προσθήκη γίνεται καὶ τρυφῆς καὶ ἀναπαύσεως ἡμῖν. Καὶ γὰρ καὶ ἁμαρτήματα ἀποτιθέμεθα, ἂν εὐχαρίστως ταύτην φέρωμεν, καὶ πολλὴν παρὰ τῷ Θεῷ κτώμεθα τὴν παῤῥησίαν.

εʹ. Μὴ τοίνυν ἀεὶ τὴν ἄδειαν ζητῶμεν, ἵνα ἀδείας ἀπολαύσωμεν ἐκεῖ· ἀλλὰ τοὺς ὑπὲρ ἀρετῆς δεξώμεθα πόνους, καὶ τὰ περιττὰ περικόπτωμεν, καὶ μηδὲν πλέον ἐπιζητῶμεν, ἀλλ' εἰς τοὺς δεομένους τὰ ὄντα πάντα ἀναλίσκωμεν. Τίνα γὰρ ἕξομεν ἀπολογίαν, ὅταν αὐτὸς μὲν ἡμῖν τὸν οὐρανὸν ἐπαγγέλληται, ἡμεῖς δὲ μηδὲ ἄρτον αὐτῷ παρέχωμεν; ὅταν αὐτὸς μέν σοι τὸν ἥλιον ἀνατέλλῃ, καὶ πᾶσαν τῆς κτίσεως παρέχῃ τὴν διακονίαν· σὺ δὲ οὐδὲ ἱμάτιον  αὐτῷ  δίδως,  οὐδὲ στέγης κοινωνεῖν  ποιεῖς; Καὶ τί λέγω  ἥλιον  καὶ κτίσιν;  Τὸ σῶμά σοι παρέθηκε,  τὸ  αἷμα  τὸ  τίμιον  ἔδωκε·  σὺ δὲ  οὐδὲ  ποτηρίου μεταδίδως; Ἀλλ' ἔδωκας ἅπαξ; Ἀλλ' οὐκ ἔστι τοῦτο ἔλεος· ἕως . γὰρ ἂν ἔχων μὴ ἐπαρκῇς, οὐδέπω τὸ πᾶν ἐπλήρωσας. Ἐπεὶ καὶ αἱ παρθένοι τὰς λαμπάδας ἔχουσαι, εἶχον ἔλαιον, ἀλλ' οὐ δαψιλές. Ἐχρῆν μὲν οὖν, εἰ καὶ ἀπὸ τῶν σαυτοῦ παρεῖχες, μηδὲ οὕτως  εἶναι  φειδωλός· νῦν  δὲ τὰ τοῦ ∆εσπότου διδοὺς, τίνος  ἕνεκεν  μικρολογῇ; Εἴπω βούλεσθε τὴν αἰτίαν ταύτης τῆς ἀπανθρωπίας; Ἀπὸ πλεονεξίας συνάγουσι τὰ ὄντα, καὶ πρὸς τὴν ἐλεημοσύνην εἰσὶν ὀκνηροὶ οὗτοι· ὁ γὰρ οὕτω μαθὼν κερδαίνειν, ἀναλίσκειν  οὐκ  οἶδε.  Πῶς  γὰρ  ἄν  τις  παρεσκευασμένος εἰς  ἁρπαγὴν,  πρὸς  τὸ ἐναντίον  ἑαυτὸν ῥυθμίσειεν; ὁ γὰρ τὰ παρ' ἑτέρων λαμβάνων,  πῶς δυνήσεται τὰ ἑαυτοῦ προέσθαι ἑτέρῳ; Καὶ γὰρ κύων μελετήσας σαρκῶν ἀπογεύεσθαι, φυλάττειν οὐκέτι δύναται τὴν ἀγέλην· διὰ τοῦτο τοὺς τοιούτους καὶ ἀναιροῦσιν οἱ ποιμένες. Ὅπερ ἵνα μὴ καὶ ἡμεῖς πάσχωμεν, ἀποσχώμεθα τῆς τοιαύτης θοίνης. Καὶ γὰρ καὶ οὗτοι σαρκῶν ἀπογεύονται, οἱ τὸν διὰ λιμοῦ θάνατον ἐπεισάγοντες. Οὐχ ὁρᾷς πῶς πάντα κοινὰ ἡμῖν ἀνῆκεν ὁ Θεός; Εἰ γὰρ ἐν χρήμασιν εἴασε πένεσθαι, καὶ αὐτὸ τῆς τῶν πλουτούντων  ἕνεκα παραμυθίας, ἵνα ἔχωσι διὰ τῆς εἰς ἐκείνους ἐλεημοσύνης ἀποδύεσθαι τὰ ἁμαρτήματα. Σὺ δὲ καὶ ἐν τούτῳ  ὠμὸς καὶ ἀπάνθρωπος  γέγονας. Ὅθεν δῆλον  ὅτι εἰ καὶ ἐν τοῖς  μείζοσι ταύτην  ἔλαβες τὴν  ἐξουσίαν, μυρίους ἂν εἰργάσω φόνους, καὶ τὸ φῶς καὶ τὴν ζωὴν ἅπασαν ἀπέκλεισας. Ὅπερ ἵνα μὴ γένηται, ἀνάγκῃ τὴν ἐν ἐκείνοις ἀπληστίαν διέκοψεν. Εἰ δὲ ἀλγεῖτε ταῦτα ἀκούοντες, πολλῷ μᾶλλον ἐγὼ ταῦτα γινόμενα ὁρῶν. Μέχρι πότε σὺ πλούσιος, κἀκεῖνος πένης; Μέχρι τῆς ἑσπέρας, περαιτέρω δὲ οὐκ ἔτι. Οὕτω γὰρ βραχὺς ὁ βίος, καὶ πάντα ἐπὶ θύραις ἕστηκε λοιπὸν,  ὡς  ὥραν  βραχεῖαν  τὸ πᾶν  εἶναι  νομίζεσθαι. Τί σοι δεῖ ταμιείων ἐρευγομένων, καὶ πλήθους οἰκετῶν καὶ οἰκονόμων; διατί μὴ μυρίους ἔχεις κήρυκας, τῆς ἐλεημοσύνης; Τὸ μὲν γὰρ ταμιεῖον οὐδεμίαν ἀφίησιν φωνὴν, ἀλλὰ καὶ πολλοὺς ἐπισπάσεται λῃστάς· τὰ δὲ τῶν πενήτων  ταμιεῖα πρὸς αὐτὸν ἀναβήσεται τὸν Θεὸν, καὶ ἡδὺν τὸν παρόντα ἐργάσεται βίον, καὶ πάντα λύσει τὰ ἁμαρτήματα, καὶ δόξαν παρὰ Θεῷ, καὶ τιμὴν  παρὰ ἀνθρώποις  οἴσει. Τί τοίνυν  φθονεῖς  σεαυτῷ τοσούτων ἀγαθῶν; Οὐ γὰρ ἐκείνους, ἀλλὰ σαυτὸν εὐποιήσεις μειζόνως, ἐκείνους εὐεργετῶν. Τοῖς μὲν γὰρ τὰ παρόντα ἐπανορθώσεις, σαυτῷ δὲ τὴν μέλλουσαν δόξαν καὶ παῤῥησίαν προαποθήσῃ· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |