ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΞΕʹ Εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ

Παρασκευή 28 Οκτωβρίου 2016

ΞΕʹ Εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ



Ιωάννης Χρυσόστομος
Πρός Ιωάννην  Απόστολον Ευαγγελιστήν
Τόμος 59


ΞΕʹ  Εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς· Ὑμεῖς οὐκ οἴδατε οὐδὲν, οὐδὲ διαλογίζεσθε ὅτι συμφέρει ὑμῖν, ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ, καὶ τὰ ἑξῆς.

αʹ. Ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷ ᾗ ἐποίησαν· ἐν παγίδι ταύτῃ ᾗ ἔκρυψαν, συνελήφθη  ὁ ποῦς  αὐτῶν.  Τοῦτο ἐπὶ  Ἰουδαίων  γέγονεν.  Αὐτοὶ μὲν  γὰρ ἔλεγον ἀνελεῖν τὸν Ἰησοῦν, ἵνα μὴ ἔλθωσιν οἱ Ῥωμαῖοι, καὶ ἄρωσιν αὐτῶν καὶ τὸ ἔθνος καὶ τὴν πόλιν. Ἐπειδὴ δὲ ἀνεῖλον,  ταῦτα ἔπαθον· καὶ ἅπερ ὡς δια . φευξόμενοι ἔπραξαν,  ταῦτα  ἐπειδὴ  ἔπραξαν,  οὐ  διέφυγον.  Ἀλλ'  ὁ μὲν  ἀναιρεθεὶς,  ἔστιν  ἐν οὐρανοῖς· οἱ δὲ ἀνελόντες, τὴν γέενναν κληρονομοῦσι· καίτοι οὐ ταῦτα ἐσκέψαντο· ἀλλὰ τί; Ἐβούλοντο, φησὶν, ἀνελεῖν  αὐτὸν ἀπὸ τῆς ἡμέρας ἐκείνης. Εἶπον γὰρ, ὅτι Ἐλεύσονται οἱ Ῥωμαῖοι, καὶ ἀροῦσιν ἡμῶν τὸ ἔθνος. Εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν, ἀναισχυντότερος ὢν τῶν λοιπῶν· Ὑμεῖς οὐκ οἴδατε  οὐδέν. Ἅπερ ἐκεῖνοι  ἀμφέβαλλον,  καὶ ἐν  τάξει βουλῆς  προετίθεσαν, (ἔλεγον γάρ· Τί ποιοῦμεν;)


 τοῦτο οὗτος ἀναισχύντως καὶ γυμνῇ τῇ κεφαλῇ, καὶ μετὰ ἰταμότητος ἀνεβόησε. Τί γάρ φησιν; Ὑμεῖς οὐκ οἴδατε οὐδὲν, οὐδὲ διαλογίζεσθε ὅτι συμφέρει, ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται. Τοῦτο δὲ οὐκ εἶπεν ἀφ' ἑαυτοῦ, ἀλλὰ προεφήτευσεν ἀρχιερεὺς ὤν. Ὁρᾷς πόση τῆς ἀρχιερατικῆς ἐξουσίας ἡ δύναμις; Ἐπειδὴ γὰρ ὅλως ἠξίωτο τῆς ἀρχιερωσύνης, καίτοι ἀνάξιος ὢν τοῦ  πράγματος,  προεφήτευσεν,  οὐκ  εἰδὼς  ἅπερ  ἔλεγε·  καὶ  τῷ  στόματι  μόνον ἐκέχρητο ἡ χάρις, τῆς δὲ μιαρᾶς καρδίας οὐχ ἥψατο. Πολλοὶ γοῦν  καὶ ἄλλοι  τὰ μέλλοντα εἶπον, ἀνάξιοι ὄντες, ὁ Ναβουχοδονόσορ, ὁ Φαραὼ, ὁ Βαλαάμ· καὶ πάντων ἡ αἰτία  δήλη.  Ὃ δὲ λέγει,  τοιοῦτόν  ἐστιν· Ὑμεῖς κάθησθε, ἔτι  ὀκνηρότερον  τῷ πράγματι προσέχετε, καὶ οὐκ ἴστε ἑνὸς ἀνδρὸς σωτηρίας ὑπὲρ τοῦ κοινοῦ καταφρονῆσαι. Ὅρα πόση τοῦ Πνεύματος ἡ δύναμις· ἀπὸ διανοίας πονηρᾶς ἴσχυσε ῥήματα προενεγκεῖν προφητείας γέμοντα θαυμαστῆς. Τέκνα δὲ Θεοῦ τὰ ἔθνη καλεῖ ὁ εὐαγγελιστὴς,  ἀπὸ τοῦ μέλλοντος  ἔσεσθαι· ὥσπερ οὖν καὶ αὐτός φησι· Καὶ ἄλλα πρόβατα ἔχω, καὶ αὐτὸς ἀπὸ τοῦ μέλλοντος αὐτὰ καλῶν. Τί δέ ἐστιν, Ἀρχιερεὺς ὢν τοῦ  ἐνιαυτοῦ  ἐκείνου;  Μετὰ τῶν  ἄλλων  καὶ  τοῦτο  διέφθαρτο.  Οὐκέτι γὰρ  τὸν χρόνον ἅπαντα τῆς ζωῆς ἱεράτευον, ἀλλ' ἐνιαυτὸν, ἐξ οὗ γεγόνασιν ὠνηταὶ αἱ ἀρχαί. Πλὴν ἀλλὰ καὶ οὕτω παρῆν ἔτι τὸ Πνεῦμα. Ἐπειδὴ δὲ τὰς χεῖρας ἦραν κατὰ τοῦ Χριστοῦ, τὸ τηνικαῦτα  αὐτοὺς ἐγκατέλιπε, καὶ μετῆλθεν ἐπὶ τοὺς ἀποστόλους. Καὶ τοῦτο τὸ καταπέτασμα ἐδήλου σχιζόμενον, καὶ ἡ τοῦ Χριστοῦ φωνὴ ἡ λέγουσα· Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. Καὶ Ἰώσηπος δὲ μετὰ βραχὺν γενόμενος χρόνον, ἔφη τινὰς ἀγγέλους τοὺς ἔτι παραμένοντας, εἰ μὴ βουληθεῖεν ἐκεῖνοι μεταστῆναι, καταλιπεῖν αὐτούς. Ἕως μὲν γὰρ ὁ ἀμπελὼν εἱστήκει, πάντα ἐγίνετο· ἐπειδὴ δὲ τὸν κληρονόμον ἀπέκτειναν, οὐκ ἔτι, ἀλλ' ἀπώλοντο· καὶ καθάπερ ἱμάτιον λαμπρὸν ἀπὸ παιδὸς ἀχρήστου, τῶν Ἰουδαίων, λαβὼν ὁ Θεὸς, τοῖς εὐγνώμοσι δούλοις ἔδωκε τοῖς ἐξ ἐθνῶν, ἐκείνους ἐρήμους ἀφεὶς καὶ γυμνούς. Οὐ μικρὸν δὲ τοῦτο ἦν, τὸ καὶ τὸν ἐχθρὸν προφητεῦσαι ταῦτα. Τοῦτο καὶ τοὺς ἄλλους ἐπισπάσασθαι ἠδύνατο. Κατὰ μὲν γὰρ τὴν  αὐτοῦ  προαίρεσιν, ἐναντίως  ἐξέβη. Ἐπειδὴ γὰρ ἀπέθανε,  διὰ τοῦτο  τῆς μελλούσης κολάσεως ἀπηλλάγησαν  οἱ πιστοί. Τί ἐστιν, Ἵνα συναγάγῃ τοὺς ἐγγὺς, καὶ τοὺς μακράν; Ἓν σῶμα ἐποίησεν. Ὁ ἐν Ῥώμῃ καθήμενος τοὺς Ἰνδοὺς μέλος εἶναι νομίζει . ἑαυτοῦ. Τί ταύτης τῆς συναγωγῆς ἴσον; Καὶ πάντων  κεφαλὴ ὁ Χριστός· Ἀπ'  ἐκείνης  τῆς  ἡμέρας  ἐβουλεύσαντο  οἱ  Ἰουδαῖοι,  ἵνα  ἀποκτείνωσιν αὐτόν. Καὶ μὴν πρότερον ἐζήτουν. Λέγει γάρ· ∆ιὰ τοῦτο ἐζήτουν οἱ Ἰουδαῖοι αὐτὸν ἀποκτεῖναι·  καὶ,  Τί με  ζητεῖτε  ἀποκτεῖναι;  Ἀλλὰ  τότε  μὲν  ἐζήτουν,  νῦν  δὲ  καὶ ἐκύρωσαν τὴν  γνώμην,  καὶ ὡς ἔργῳ τῷ πράγματι  κέχρηνται.  Ἰησοῦς δὲ οὐκ ἔτι παῤῥησίᾳ περιεπάτει ἐν τῇ Ἰουδαίᾳ. Πάλιν ἀνθρωπίνως  ἑαυτὸν σώζει, καὶ συνεχῶς τοῦτο ποιεῖ.

βʹ. Τὴν δὲ αἰτίαν εἶπον, δι' ἣν πολλάκις ἀπῆλθε καὶ ἀνεχώρησε. Καὶ νῦν ἐγγὺς τῆς ἐρήμου διατρίβει ἐν Ἐφρατὰ, καὶ ἐκεῖ ἔμενε μετὰ τῶν  μαθητῶν  αὐτοῦ. Πῶς οἴει θορυβεῖσθαι τοὺς μαθητὰς, ὁρῶντας αὐτὸν ἀνθρωπίνως σωζόμενον; Οὐδεὶς λοιπὸν  ἠκολούθησε.  Τῆς  γὰρ  ἑορτῆς  οὔσης  ἐγγὺς,  πάντες  ἐπὶ  τὰ  Ἱεροσόλυμα ἔτρεχον· αὐτοὶ δὲ, ὅτε πάντες ἔχαιρον καὶ ἐπανηγύριζον, τότε κρύπτονται, τότε ἐν κινδύνοις εἰσίν· ἀλλ' ὅμως παρέμενον. Καὶ γὰρ ἐν τῇ Γαλιλαίᾳ, τοῦ Πάσχα ὄντος καὶ τῆς Σκηνοπηγίας, ἐκρύπτοντο· καὶ πάλιν μετὰ ταῦτα, τῆς ἑορτῆς οὔσης, τῷ φεύγειν καὶ τῷ κρύπτεσθαι μόνοι τῶν ἄλλων μετὰ τοῦ ∆ιδασκάλου, τὴν εὔνοιαν ἐπιδεικνύμενοι. Ἐντεῦθέν φησιν ὁ Λουκᾶς αὐτὸν εἰρηκέναι, Ἐγὼ παρέμεινα ὑμῖν ἐν τοῖς πειρασμοῖς. Ταῦτα δὲ ἔλεγε, δεικνὺς ὅτι παρὰ τῆς αὐτοῦ ῥοπῆς ἐνδυναμοῦνται. Πολλοὶ δὲ ἐκ τῆς χώρας  ἀνέβησαν ἁγνίσαι ἑαυτούς. Καὶ ἔδωκαν  παραγγελίας  οἱ ἀρχιερεῖς  καὶ  οἱ  Φαρισαῖοι,  ἵνα   πιάσωσιν  αὐτόν.  Θαυμαστὸς  ἁγνισμὸς,  μετὰ μιαιφόνου  προαιρέσεως, μετὰ ἀνδροφόνου  διανοίας, μετὰ ᾑμαγμένων  χειρῶν. Καὶ ἔλεγον· ∆οκεῖτε ὅτι οὐ μὴ ἔλθῃ ἐν τῇ ἑορτῇ; ∆ιὰ τοῦ Πάσχα ἐπεβούλευον, καὶ τὸν καιρὸν τῆς ἑορτῆς ἐποιοῦντο  καιρὸν σφαγῆς· τουτέστιν, Ἐνταῦθα αὐτὸν ἐμπεσεῖν δεῖ, τοῦ καιροῦ καλοῦντος αὐτόν. Ὢ τῆς ἀσεβείας! ὅτε πλείονος ἔδει τῆς εὐλαβείας, καὶ τοὺς ἐπὶ τοῖς ἐσχάτοις εἰλημμένους ἀφιέναι, τότε τὸν οὐδὲν ἠδικηκότα θηρεῦσαι ἐπιχειροῦσι. Καίτοι καὶ ἤδη τοῦτο ποιήσαντες, οὐ μόνον οὐδὲν ὤνησαν, ἀλλὰ καὶ καταγέλαστοι γεγόνασι. ∆ιὰ τοῦτο συνεχῶς ἐμπίπτων διαφεύγει, καὶ βουλευομένους αὐτὸν  ἀνελεῖν  κατέχει  καὶ ἀπορεῖν  ποιεῖ, τῇ τῆς δυνάμεως  ἀποδείξει κατανύξαι βουλόμενος·  καὶ ἵνα ὅταν λάβωσιν αὐτὸν, μάθωσιν ὅτι οὐ τῆς οἰκείας ἰσχύος ἦν, ἀλλὰ  τῆς  ἐκείνου  συγχωρήσεως  τὸ  γινόμενον.   Οὐδὲ γὰρ  τότε  ἴσχυσαν  αὐτὸν συλλαβεῖν, καὶ ταῦτα πλησίον οὔσης τῆς Βηθανίας· καὶ ὅτε δὲ συνέλαβον, ἔῤῥιψεν αὐτοὺς ὑπτίους. Πρὸ ἓξ δὲ ἡμερῶν τοῦ Πάσχα ἦλθεν εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος· καὶ εἱστιᾶτο παρ' αὐτοῖς, καὶ Μάρθα διακονεῖ,  καὶ Λάζαρος ἐσθίει. Τοῦτο δὲ τῆς εἰλικρινοῦς  ἀναστάσεως σημεῖον ἦν, τὸ μετὰ ἡμέρας πολλὰς  καὶ ζῇν καὶ ἐσθίειν. Ὅθεν δῆλον, ὅτι ἐν τῇ οἰκίᾳ αὐτῆς τὸ ἄριστον ἦν· ἅτε γὰρ φίλοι  καὶ φιλούμενοι, δέχονται  τὸν Ἰησοῦν. Τινὲς δέ φασιν ὅτι ἐν ἀλλοτρίᾳ  οἰκίᾳ τοῦτο ἐγένετο. Ἡ δὲ Μαρία οὐ διηκόνει· μαθήτρια γὰρ ἦν. Πάλιν ἐνταῦθα  αὕτη πνευματικώτερον.  Οὐ διηκόνει γὰρ ὡς κεκλημένη, οὐδὲ κοινὴν  ποιεῖται  τὴν ὑπηρεσίαν· ἀλλ' εἰς αὐτὸν μόνον περιίστησι τὴν τιμήν· καὶ οὐχ ὡς ἀνθρώπῳ πρόσεισιν, ἀλλ' ὡς Θεῷ. Τὸ γὰρ μύρον διὰ τοῦτο ἐξέχεε, καὶ ταῖς θριξὶ τῆς κεφαλῆς ἀπέμαξεν, ἅτινα οὐκ ἦν ὑπόληψιν ἐχούσης περὶ αὐτοῦ τοιαύτην,  οἵαν  οἱ  πολλοί.  . Ἀλλ'  ἐπετίμησεν  ὁ Ἰούδας,  προσχήματι  δῆθεν εὐλαβείας. Τί οὖν ὁ Χριστός; Ἔργον καλὸν ἐποίησεν εἰς τὸν ἐνταφιασμόν  μου. Τί δήποτε  δὲ  οὐκ  ἤλεγξε  τὸν  μαθητὴν  ἐπὶ  τῆς  γυναικὸς,  οὐδὲ  εἶπε  τοῦτο  ὅπερ ὁ εὐαγγελιστὴς  εἶπεν,  ὅτι  διὰ  τὴν  οἰκείαν  κλοπὴν  ἐπετίμα  τῇ  γυναικί;  Τῇ πολλῇ μακροθυμίᾳ ἐντρέψαι αὐτὸν ἐβούλετο. Ὅτι γὰρ ᾔδει ὅτι προδότης ἦν, ἄνωθεν αὐτὸν ἤλεγξε πολλάκις,  εἰπών· Οὐ πάντες  πιστεύουσι· καὶ, Εἷς ἐξ ὑμῶν  διάβολός ἐστιν. Ἐδήλωσε  μὲν  οὖν,  ὅτι  οἶδεν  αὐτὸν  προδότην,  οὐκ  ἤλεγξε  δὲ  φανερῶς,  ἀλλὰ συνεχώρησεν, ἀνακαλέσασθαι αὐτὸν θέλων.  Πῶς οὖν ἄλλος φησὶν, ὅτι πάντες οἱ μαθηταὶ  τοῦτο  ἐφθέγξαντο;  Καὶ πάντες,  κἀκεῖνος·  ἀλλ'  οἱ  λοιποὶ  οὐ  τῇ  αὐτῇ προαιρέσει. Εἰ δέ τις ἐξετάζοι, τί δήποτε κλέπτῃ ὄντι τὸ γλωσσόκομον ἐνεχείρισε τῶν πτωχῶν, καὶ οἰκονομεῖν ἐποίησε φιλάργυρον ὄντα; ἐκεῖνο ἂν εἴποιμεν, ὅτι τὸν μὲν ἀπόῤῥητον λόγον ὁ Θεὸς οἶδεν· εἰ δέ τι χρὴ ἡμᾶς στοχαζομένους εἰπεῖν, ἵνα πᾶσαν ἐκκόψῃ πρόφασιν. Οὐ γὰρ εἶχεν εἰπεῖν, ὅτι διὰ χρημάτων ἔρωτα τοῦτο ἐποίησε (καὶ γὰρ ἱκανὴν  εἶχεν  ἐκ τοῦ γλωσσοκόμου τῆς ἐπιθυμίας  τὴν παραμυθίαν)· ἀλλὰ διὰ πονηρίαν πολλὴν, ἣν ἐβούλετο κατέχειν ὁ Χριστὸς, πολλῇ συγκαταβάσει πρὸς αὐτὸν κεχρημένος. ∆ιὸ οὐδὲ ἐνεκάλει  αὐτῷ κλέπτοντι,  καίτοι γε εἰδὼς, ἐμφράττων  τὴν πονηρὰν ἐπιθυμίαν, καὶ πᾶσαν ἐξαίρων ἀπολογίαν. Ἄφετε αὐτὴν, φησίν· εἰς γὰρ τὴν ἡμέραν  τοῦ  ἐνταφιασμοῦ  μου  τοῦτο  ἐποίησε. Πάλιν  τὸν  προδότην  ἀνέμνησεν,ἐνταφιασμὸν εἰπών. Ἀλλ' οὐ καθικνεῖται  αὐτοῦ ὁ ἔλεγχος, οὐδὲ μαλάσσει τὸ ῥῆμα, καίτοι ἱκανὸν αὐτὸν εἰς οἶκτον ἐμβαλεῖν· ὡσανεὶ ἔλεγεν· Ἐπαχθής εἰμι καὶ φορτικός· ἀλλὰ ἀνάμεινον μικρὸν, καὶ ἀπελεύσομαι. Καὶ γὰρ τοῦτο κατεσκεύαζεν ἐν τῷ λέγειν·
Ἐμὲ  δὲ  οὐ  πάντοτε  ἔχετε.  Ἀλλ'  οὐδὲν  τούτων   τὸν  θηριώδη  καὶ  μαινόμενον ἐπέκαμψε, καίτοι γε καὶ τούτων πολλῷ πλείονα καὶ εἶπε καὶ ἐποίησε, καὶ τοὺς πόδας αὐτοῦ ἔνιψε κατ' αὐτὴν τὴν νύκτα, καὶ τραπέζης αὐτῷ μετέδωκε καὶ ἁλῶν· ὃ καὶ τὰς λῃστρικὰς  οἶδε  κατέχειν  ψυχὰς  (καὶ  ῥήματα ἕτερα  ἐφθέγξατο,  ἱκανὰ  καὶ  λίθον μαλάξαι)· καὶ ταῦτα οὐ πρὸ πολλοῦ τοῦ χρόνου, ἀλλ' ἐν αὐτῇ τῇ ἡμέρᾳ, ἵνα μηδὲ ὁ χρόνος εἰς λήθην  ἐμβάλῃ. Ἀλλὰ πρὸς ἅπαντα ἔστη.

γʹ. ∆εινὸν γὰρ ἡ φιλαργυρία, δεινόν· καὶ ὀφθαλμοὺς καὶ ὦτα πηροῖ, καὶ θηρίου χαλεπωτέρους ποιεῖ, οὐ συνειδὸς, οὐ φιλίαν, οὐ κοινωνίαν, οὐ τὴν τῆς οἰκείας ψυχῆς σωτηρίαν ἐννοῆσαι συγχωροῦσα, ἀλλὰ καθάπαξ πάντων ἀποστήσασα, δούλους αὐτῆς ποιεῖ τοὺς ἁλόντας, καθάπερ τις τυραννὶς χαλεπή. Καὶ τὸ δεινὸν τῆς οὕτω πικρᾶς δουλείας, ὅτι καὶ χάριν αὐτοῖς ἔχειν ἀναπείθει· καὶ ὅσῳπερ ἂν αὐτῇ μᾶλλον δουλεύσωσι, τοσούτῳ τὰ τῆς ἡδονῆς αὔξεται. Καὶ ταύτῃ μάλιστα ἀνίατον τὸ νόσημα γίνεται, ταύτῃ δυσάλωτον τὸ θηρίον. Τοῦτο τὸν Γιεζῆ λεπρὸν ἀντὶ μαθητοῦ καὶ προφήτου πεποίηκε· τοῦτο τοὺς περὶ Ἀνανίαν ἀπώλεσε· τοῦτο τὸν Ἰούδαν προδότην εἰργάσατο· τοῦτο τοὺς Ἰουδαίων  ἄρχοντας διέφθειρε, λαμβάνοντας δῶρα καὶ κοινωνοὺς  κλεπτῶν  γενομένους. Τοῦτο μυρίους πολέμους εἰσήγαγεν· αἱμάτων  μὲν τὰς ὁδοὺς, θρήνων  δὲ . καὶ οἰμωγῶν  τὰς πόλεις  πληρῶσαν.  Τοῦτο  καὶ  δεῖπνα  ἐποίησε  γενέσθαι  ἀκάθαρτα  καὶ  τραπέζας ἐναγεῖς, καὶ ἐδέσματα παρανομίας ἐνέπλησε. ∆ιὰ τοῦτο αὐτὸ εἰδωλολατρείαν ἐκάλεσεν ὁ Παῦλος. Ἀλλ' οὐδὲ οὕτως  ἐφόβησε. ∆ιατί δὲ εἰδωλολατρείαν  φησίν; Ἔχουσι πολλοὶ χρήματα, καὶ χρήσασθαι αὐτοῖς οὐ τολμῶσιν, ἀλλὰ ἀφιεροῦσιν, εἰς ἐγγόνους καὶ ἐξ ἐγγόνων παραπέμποντες ἀνέπαφα, καθάπερ τινῶν ἀναθημάτων οὐ τολμῶντες ἅψασθαι. Ἐὰν δέ ποτε καὶ ἀναγκασθῶσιν, ὥσπερ ἀθέμιτόν τι πράξαντες, οὕτω διάκεινται.  Καὶ ἄλλως  δὲ, ὥσπερ τὸ ξόανον περιέπει ὁ Ἕλλην· οὕτω σὺ τὸ χρυσίον θύραις πιστεύεις καὶ μοχλοῖς, ἀντὶ  ναοῦ τὸ κιβώτιον  κατασκευάζων καὶ ἐναποτιθέμενος σκεύεσιν ἀργυροῖς. Ἀλλ' οὐ προσκυνεῖς, καθάπερ ἐκεῖνος τὸ ξόανον; Ἀλλὰ πᾶσαν ἐπιδείκνυσαι περὶ αὐτὸ θεραπείαν. Πάλιν ἐκεῖνος ἡδέως ἂν τοὺς ὀφθαλμοὺς καὶ τὴν ψυχὴν πρόοιτο, ἢ τὸ ξόανον. Τοῦτο καὶ οἱ τὸ χρυσίον φιλοῦντες. Ἀλλ' οὐ προσκυνῶ τὸ χρυσίον, φησίν. Οὐδὲ ἐκεῖνος τὸ εἴδωλον,  φησὶ, προσκυνεῖ, ἀλλὰ τὸν ἐνοικοῦντα δαίμονα. Οὕτω καὶ σὺ, κἂν μὴ τὸ χρυσίον προσκυνῇς, ἀλλὰ τὸν ἀπὸ τῆς ὄψεως τοῦ χρυσίου καὶ τῆς ἐπιθυμίας ἐπιπηδῶντά  σου τῇ ψυχῇ δαίμονα.
∆αίμονος γὰρ χαλεπώτερον  τῆς φιλαργυρίας ἡ ἐπιθυμία, καὶ ταύτῃ πολλοὶ μᾶλλον πείθονται, ἢ ἕτεροι τοῖς εἰδώλοις. Ἐκεῖνοι μὲν γὰρ πολλὰ παρακούουσιν, ἐνταῦθα δὲ πάντα εἴκουσι, καὶ ὅπερ ἂν εἴπῃ ποιῆσαι, πείθονται. Τί λέγει; Πολέμιος ἔσο, φησὶν, ἐχθρὸς ἁπάντων·  ἀγνόει τὴν φύσιν, καταφρόνει  Θεοῦ, κατάθυσόν μοι σαυτόν· καὶ πάντα πείθονται. Καὶ τοῖς μὲν ξοάνοις βοῦς καὶ πρόβατα θύουσιν· ἡ δὲ φιλαργυρία λέγει· Θῦσόν μοι τὴν σαυτοῦ ψυχὴν, καὶ πείθει. Ὁρᾷς οἵους ἔχει βωμούς; οἷα δέχεται θύματα; Βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν οἱ πλεονέκται· καὶ οὐδὲ οὕτω δεδοίκασι. Καίτοι γε πάντων  ἡ ἐπιθυμία αὕτη ἀσθενεστέρα. Οὐ γὰρ ἔμφυτος, οὐδὲ φυσική· ἦ γὰρ ἂν παρὰ τὴν ἀρχὴν ἐνετέθη· νῦν δὲ χρυσίον οὐκ ἦν ἄνωθεν, οὐδὲ ἤρα τις χρυσίου. Ἀλλ' εἰ βούλεσθε, λέγω  πόθεν  εἰσῆλθε τὸ κακόν. Ἕκαστος τὸν  πρὸ αὐτοῦ ζηλοῦντες ἐπέτεινον τὸ νόσημα, καὶ τὸν οὐ βουλόμενον ὁ προλαβὼν ἐρεθίζει.Ὅταν γὰρ ἴδωσιν οἰκίας λαμπρὰς, καὶ πλῆθος ἀγρῶν, καὶ ἀνδραπόδων ἀγέλας, καὶ ἀργυρᾶ σκεύη, καὶ πολὺν ἱματίων φορυτὸν, πάντα πράττουσιν, ὥστε ὑπερβαλέσθαι·ὥστε οἱ πρῶτοι  τῶν  δευτέρων  αἴτιοι  γίνονται,  κἀκεῖνοι  τῶν  μετ' αὐτούς. Εἰ δὲ ἐβούλοντο  σωφρονεῖν,  οὐκ ἂν τοῖς ἄλλοις  ἐγίνοντο  διδάσκαλοι, μᾶλλον  δὲ οὐδὲ τούτοις  ἔστιν ἀπολογία.  Εἰσὶ γὰρ καὶ ἕτεροι χρημάτων  καταφρονοῦντες.  Καὶ τίς,φησὶ,  καταφρονεῖ;  Τὸ γὰρ  δεινὸν,  ὅτι  ὑπὸ  πολλῆς  κακίας  εἰς  ἀδύνατον  δοκεῖ περιεστάναι, καὶ οὐδὲ πιστεύεταί τις κατορθῶν. Εἴπω τοίνυν πολλοὺς τοὺς ἐν ταῖς πόλεσι, καὶ  τοὺς  ἐν  τοῖς  ὄρεσι. Καὶ τί  τὸ  κέρδος; οὐδὲ γὰρ ἀπὸ τούτων  ἔσεσθε βελτίους.  Ἄλλως  δὲ, οὐ περὶ τούτων  ἡμῖν  ὁ λόγος  νῦν,  ὥστε κενῶσαι  τὰ ὄντα· ἐβουλόμην δέ· πλὴν ἀλλ' ἐπειδὴ μεῖζον ὑμῶν τὸ φορτίον, οὐκ ἀναγκάζω· ἀλλ' ὥστε μὴ τῶν ἀλλοτρίων  ἐφίεσθαι παραινῶ, ὥστε ἐκ τῶν ὄντων μεταδιδόναι. Πολλοὺς δὲ τοιούτους εὑρήσομεν τοῖς οἰκείοις ἀρκουμένους, τῶν ἑαυτῶν ἐπιμελουμένους, καὶ ἀπὸ   δικαίων   ζῶντας   πόνων.   ∆ιατί   μὴ   τούτους   ζηλοῦμεν   καὶ   μιμούμεθα; Ἐννοήσωμεν τοὺς πρὸ ἡμῶν· οὐχὶ τὰ κτήματα αὐτῶν  ἕστηκε, μόνον τὰ ὀνόματα αὐτῶν διασώζοντα; τοῦ δεῖνος τὸ βαλα . νεῖον, καὶ τοῦ δεῖνος τὸ προάστειον, καὶ τὸ κατάλυμα; οὐχὶ εὐθέως θεασάμενοι στένομεν, ἐννοοῦντες πόσον πόνον ὑπέμεινε, πόσας ἁρπαγὰς ἥρπασε, καὶ οὐδαμοῦ φαίνεται,  ἀλλ' ἐντρυφῶσιν  ἕτεροι τοῖς  ἐκείνου,  οὓς  οὐδὲ  προσεδόκησε, τάχα  δὲ  καὶ  ἐχθροὶ,  ἐκείνου  τὴν  ἐσχάτην διδόντος δίκην. Ταῦτα καὶ ἡμᾶς μένει. Πάντως γὰρ ἀποθανούμεθα, πάντως τὸ αὐτὸ τέλος  ὑποστησόμεθα. Πόσην ὀργὴν,  εἰπέ  μοι,  πόσην  δαπάνην,  πόσας ἀπεχθείας ὑπέστησαν! Καὶ τί τὸ κέρδος; Κόλασις ἀθάνατος, καὶ τὸ μηδεμιᾶς τυχεῖν παραμυθίας· καὶ τὸ μὴ ζῶντας μόνον, ἀλλὰ καὶ ἀπελθόντας κατηγορεῖσθαι παρὰ πάντων. Τί δέ; τῶν  πολ . λῶν  τὰς εἰκόνας  ὅταν  ἴδωμεν  ἀνακειμένας  ἐν ταῖς οἰκίαις, οὐχὶ μᾶλλον θρηνοῦμεν; Ἀληθῶς καλῶς εἶπεν ὁ Προφήτης· Πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος ζῶν. Ταραχὴ γὰρ ὄντως ἡ περὶ τὰ τοιαῦτα σπουδή· ταραχὴ καὶ θόρυβος περιττός. Ἀλλ' οὐκ ἐν ταῖς μοναῖς ταῖς αἰωνίοις  τοῦτό ἐστιν, οὐδὲ ἐν ταῖς σκηναῖς ἐκείναις.  Ἐνταῦθα  μὲν  γὰρ  ἕτερος ἐμόχθησε, καὶ  ἕτερος ἀπολαύει·  ἐκεῖ  δὲ  τῶν ἑαυτοῦ μόχθων ἕκαστος ἔσται κύριος, καὶ πολυπλασίονα λήψεται τὴν ἀμοιβήν. Πρὸς ἐκείνην  τοίνυν  ἐπειγώμεθα  τὴν κτῆσιν· ἐκεῖ κατασκευάζωμεν ἑαυτοῖς οἰκίας, ἵνα ἀναπαυσώμεθα ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/










Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |