ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΟΓʹΛέγει Σίμων Πέτρος· Κύριε, ποῦ ὑπάγεις; Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς·

Παρασκευή 28 Οκτωβρίου 2016

ΟΓʹΛέγει Σίμων Πέτρος· Κύριε, ποῦ ὑπάγεις; Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς·




Ιωάννης Χρυσόστομος
Πρός Ιωάννην  Απόστολον Ευαγγελιστήν
Τόμος 59


ΟΓʹΛέγει  Σίμων Πέτρος· Κύριε, ποῦ ὑπάγεις; Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς· Ὅπου ὑπάγω ἐγὼ, οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι· ὕστερον δὲ ἀκολουθήσεις μοι.

αʹ. Μέγα ἀγάπη καλόν· πυρός ἐστι σφοδρότερον, καὶ πρὸς αὐτὸν ἄνεισι τὸν οὐρανόν·  καὶ  οὐδέν  ἐστι  κώλυμα,  ὅπερ  αὐτῆς  τὴν  ῥαγδαῖον  ὁρμὴν  ἐπισχεῖν δυνήσεται. Ὁ γοῦν  θερμότατος Πέτρος, ἀκούσας, ὅτι Ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε  ἐλθεῖν,  τί  λέγει;  Κύριε, ποῦ ὑπάγεις;  Τοῦτο δὲ εἶπεν,  οὐχ  οὕτω  μαθεῖν βουλόμενος, ὡς ἀκολουθῆσαι ἐπιθυμῶν. Φανερῶς μὲν οὖν εἰπεῖν, ὅτι Ἔρχομαι, οὐκ ἐτόλμησε τέως· φησὶ δὲ, Ποῦ ὑπάγεις; Ὁ Χριστὸς δὲ οὐ πρὸς τὰ ῥήματα, ἀλλὰ πρὸς τὴν διάνοιαν ἀπεκρίνατο. Ὅτι γὰρ τοῦτο ἤθελε, δι' ὧν ὁ Χριστὸς εἶπε δῆλον. Τί γάρ φησιν;  Ὅπου  ἐγὼ   ὑπάγω,   οὐ  δύνασαί  μοι  νῦν   ἀκολουθῆσαι.  Ὁρᾷς  ὅτι   τὸ ἀκολουθῆσαι ἐπεπόθει, καὶ διὰ τοῦτο ἐρωτᾷ; Ἀκούσας δὲ, ὅτι Ἀκολουθήσεις ὕστερον, οὐδὲ οὕτω τὸν πόθον κατεῖχε· καίτοι χρηστὰς ἐλπίδας λαβὼν, ἀλλ' οὕτως ἐπείγεται ὡς εἰπεῖν, ∆ιατί οὐ δύναμαί σοι νῦν ἀκολουθῆσαι;


Τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω. Ἐπειδὴ γὰρ ἀπεσείσατο τὸν φόβον τῆς προδοσίας, καὶ τῶν γνησίων ἐφάνη καὶ αὐτὸς ὢν, μετὰ παῤῥησίας δι' ἑαυτοῦ λοιπὸν ἐρωτᾷ τῶν ἄλλων σιγώντων. Τί λέγεις, Πέτρε; εἶπεν, ὅτι Οὐ δύνασαι· καὶ σὺ λέγεις, ὅτι ∆ύναμαι; Οὐκοῦν εἴσῃ διὰ τῆς πείρας αὐτῆς, ὅτι οὐδέν σού ἐστιν ἡ ἀγάπη, μὴ τῆς ἄνωθεν παρούσης ῥοπῆς. Ὅθεν δῆλον, ὅτι καὶ τὸ πτῶμα ἐκεῖνο, αὐτοῦ κηδόμενος συνεχώρησεν. Ἐβούλετο μὲν γὰρ καὶ διὰ τῶν πρώτων  παιδεῦσαι· ἐπειδὴ  δὲ  ἐπέμενε  τῇ  σφοδρότητι,  αὐτὸς  μὲν  οὐκ  ἐνέβαλεν αὐτὸν,  οὔτε  ὦσεν  ἐπὶ  τὴν  ἄρνησιν,  εἴασε δὲ  ἔρημον,  ὥστε  μαθεῖν  τὴν  ἑαυτοῦ ἀσθένειαν. Εἶπεν, ὅτι δεῖ παραδοθῆναι, καὶ λέγει· Ἵλεώς σοι· οὐ μὴ ἔσται σοι τοῦτο. Ἐπετιμήθη, καὶ οὐκ ἐπαιδεύθη· ἀλλὰ πάλιν, βουλομένου τοῦ Χριστοῦ νίψαι αὐτοῦ τοὺς πόδας, φησίν· Οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς τὸν αἰῶνα. Ἀκούσας πάλιν, ὅτι Οὐ  δύνασαί  μοι  νῦν   ἀκολουθῆσαι,  λέγει·  Κἂν  πάντες   ἀρνήσωνται,  ἐγὼ  οὐκ ἀρνήσομαι.  Ἐπεὶ  οὖν  εἰκὸς  ἦν  αὐτὸν   καὶ  εἰς  ἀπόνοιαν   ἀρθῆναι  μελετῶντα ἀντιλέγειν  αὐτῷ, παιδεύει λοιπὸν αὐτὸν μὴ ἀντιπίπτειν.  Τοῦτο γοῦν καὶ ὁ Λουκᾶς αἰνιττόμενος,  αὐτόν φησιν εἰρηκέναι, Καὶ ἐγὼ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλείπῃ ἡ πίστις σου· τουτέστιν, ἵνα μὴ εἰς τέλος ἀπόλῃ· διὰ πάντων ταπεινοφροσύνην αὐτὸν διδάσκων, καὶ τὴν ἀνθρωπίνην  ἐλέγχων  φύσιν οὐδὲν αὐτὴν  καθ' ἑαυτὴν  οὖσαν. Ἐπειδὴ γὰρ ἡ πολλὴ ἀγάπη ἀντιλογικὸν  αὐτὸν ἐποίησε, σωφρονίζει λοιπὸν αὐτὸν, ἵνα μὴ καὶ ἐν τοῖς μετὰ ταῦτα τοῦτο πάθῃ, ὅταν τῆς οἰκουμένης τὴν οἰκονομίαν ἀναδέξηται· ἀλλ' . ἵνα ἀναμιμνησκόμενος ὧν ἔπαθεν ἐπιγινώσκῃ ἑαυτόν. Καὶ ὅρα σφοδρότητα πτώματος. Οὐ γὰρ ἅπαξ καὶ δὶς τοῦτο ἔπαθεν, ἀλλ' οὕτως ἐξέστη, ὡς ἐν βραχεῖ καιρῷ τρίτον εἰπεῖν τὸ ῥῆμα τὸ τῆς ἀρνήσεως· ἵνα μάθῃ, ὅτι οὐχ οὕτως ἠγάπησεν, ὡς ἠγαπήθη. Ἀλλ' ὅμως τῷ οὕτω πεσόντι πάλιν λέγει· Ἀγαπᾷς με πλέον τούτων;  Οὕτως οὐκ ἀπὸ ψύξεως, ἀλλ' ἐκ τοῦ γυμνωθῆναι  τῆς ἄνωθεν  βοηθείας γέγονε. Τὴν μὲν οὖν ἀγάπην ἀποδέχεται τοῦ Πέτρου, τὴν δὲ ἐξ αὐτῆς τικτομένην ἀντιλογίαν  περικόπτει. Εἰ γὰρ ἀγαπᾷς, ὀφείλεις τῷ ἠγαπημένῳ πείθεσθαι. Εἶπε καὶ σοὶ  καὶ  τοῖς  μετὰ  σοῦ,  Οὐ δύνασαι·  τί  φιλονεικεῖς;   οὐκ  οἶδας  τί  ποτέ  ἐστιν ἀπαγόρευσις Θεοῦ; Ἐπειδὴ δὲ ἐν τούτῳ μαθεῖν οὐ θέλεις ὅτι οὐχ οἷόν τε μὴ γενέσθαι ὃ  λέγω,  ἐν  τῇ  ἀρνήσει  αὐτὸ  μαθήσῃ· καίτοι  πολύ  σοι τοῦτο  τότε  ἀπιστότερον ἐφαίνετο. Τοῦτο μὲν γὰρ οὐδὲ ᾔδεις· ἐκείνου δὲ τὴν γνῶσιν αὐτὸς εἶχες ἐν τῇ ψυχῇ· ἀλλ' ὅμως ἐγίνετο τὸ μηδὲ προσδοκηθέν. Τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω. Ἐπειδὴ γὰρ ἤκουσεν, ὅτι μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἐπεπήδησεν εὐθέως, ἀκόρεστος ὢν καὶ τῶν ἄκρων ἐφικνεῖσθαι βουλόμενος. Ἀλλ' ὁ Χριστὸς, δεικνὺς ὅτι αὐτοῦ μόνου ἐστὶ ταῦτα μετὰ αὐθεντίας ἐπαγγέλλεσθαι, φησί· Πρὶν ἀλέκτορα φωνῆσαι· τουτέστι, νῦν. Οὐδὲ γὰρ ἦν πολὺ τὸ διάστημα· ἀωρὶ γὰρ τῶν νυκτῶν διελέγετο, καὶ πρώτη καὶ δευτέρα ἦν φυλακὴ διελθοῦσα. Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία. Τοῦτο λέγει, ἐπειδὴ εἰκὸς ἦν αὐτοὺς ἀκούσαντας ταράττεσθαι. Εἰ γὰρ ὁ κορυφαῖος καὶ οὕτω διάπυρος πρὸ φωνῆς ἀλέκτορος τρὶς ἀπαρνήσεσθαι ἤκουσε· μεγάλην τινὰ προσδοκᾷν αὐτοὺς περίστασιν ὑποστήσεσθαι εἰκὸς ἦν, ἱκανὴν καὶ τὰς ἀδαμαντίνους περιτρέψαι ψυχάς. Ἐπεὶ  οὖν  ταῦτα  λογιζομένους  εἰκὸς  ἦν  αὐτοὺς  καὶ  ἐκστῆναι,  ὅρα πῶς  αὐτοὺς παραμυθεῖται, Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία, λέγων· τούτῳ πρώτῳ τῆς θεότητος αὐτοῦ τὴν δύναμιν ἐνδεικνύμενος, ὅτι ἃ κατὰ ψυχὴν εἶχον, ταῦτα οἶδε καὶ εἰς μέσον ἄγει. Πιστεύετε εἰς τὸν Θεὸν, καὶ εἰς ἐμὲ πιστεύετε· τουτέστι, πάντα παρελεύσεται τὰ δεινά. Ἡ γὰρ εἰς ἐμὲ πίστις καὶ τὸν γεγεννηκότα δυνατωτέρα τῶν ἐπιόντων ἐστὶ, καὶ οὐδὲν ἐάσει κρατῆσαι τῶν δυσχερῶν. Εἶτα ἐπάγει· Ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου μοναὶ πολλαί  εἰσιν. Ὥσπερ τὸν Πέτρον ἀλύοντα  παραμυθεῖται  λέγων·  Ἀκολουθήσεις δὲ ὕστερον· οὕτω καὶ τούτοις ταύτην  τὴν ἐλπίδα ὑποφαίνει.  Ἵνα γὰρ μὴ νομίσωσιν ἐκείνῳ μόνῳ τὴν ἐπαγγελίαν  δεδόσθαι, φησίν· Ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου μοναὶ πολλαί εἰσιν. Εἰ δὲ μὴ, εἶπον ἂν ὑμῖν, Πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν· τουτέστιν, ὅτι καὶ ὑμᾶς ἐκεῖνος ὁ χῶρος δέξεται ὁ καὶ τὸν Πέτρον. . Ἀφθονία γὰρ ἐκεῖ πολλὴ καταγωγίων,  καὶ οὐκ ἔνι εἰπεῖν ὅτι ἑτοιμασίας δεῖται. Ἐπειδὴ γὰρ εἶπεν, Οὐ δύνασθέ μοι νῦν ἀκολουθῆσαι, ἵνα μὴ νομίσωσιν εἰς τέλος ἐκκεκόφθαι, ἐπήγαγεν· Ἵνα,  ὅπου  ἐγώ  εἰμι,  καὶ  ὑμεῖς  ἐκεῖ  ἦτε.  Τοσαύτην ὑπὲρ τοῦ  πράγματος  τούτου πεποίημαι   τὴν   σπουδὴν,   ὅτι   ἤδη   ἂν   τούτου   ἐγενόμην,   εἰ   μὴ   πάλαι   ὑμῖν παρεσκεύαστο. δεικνὺς ὅτι σφόδρα αὐτοὺς χρὴ θαῤῥεῖν καὶ πεποιθέναι.

 βʹ. Εἶτα ἵνα μὴ δόξῃ ὥσπερ ψυχαγωγῶν   αὐτοὺς  λέγειν,  ἀλλὰ  πιστεύσωσιν ὅτι  οὕτως  ἐστὶν, ἐπάγει· Καὶ ὅπου ὑπάγω  οἴδατε, καὶ τὴν  ὁδὸν  οἴδατε. Ὁρᾷς πῶς  δίδωσιν  αὐτοῖς ἀπόδειξιν τοῦ μὴ ἁπλῶς ταῦτα εἰρῆσθαι; Τοῦτο δὲ λέγει, ἐπεὶ συνεῖδεν αὐτῶν τὴν ψυχὴν τοῦτο λοιπὸν ζητοῦσαν μαθεῖν. Ὁ μὲν γὰρ Πέτρος οὐχ ὑπὲρ τοῦ μαθεῖν, ἀλλ' ὥστε ἀκολουθῆσαι, ἔλεγεν  ὅπερ ἔλεγεν. Ἐπειδὴ δὲ ἐπετιμήθη  ἐκεῖνος, καὶ ὃ τέως ἀδύνατον   ἐδόκει  εἶναι,   δυνατὸν   αὐτὸς  ἀπεφήνατο,   ἀδύνατον   δὲ  φανὲν,   εἰς ἐπιθυμίαν αὐτὸν ἤγαγε τοῦ γνῶναι μετὰ ἀκριβείας αὐτό· διὰ τοῦτο τούτοις φησί· Καὶ τὴν ὁδὸν οἴδατε. Ὥσπερ γὰρ εἰπὼν, Ἀπαρνήσῃ με, μηδενὸς μηδὲν προφθεγξαμένου, καὶ τὰ ἐν τῇ καρδίᾳ ἐρευνῶν ἔλεγε, Μὴ ταράττεσθε· οὕτω καὶ ἐνταῦθα εἰπὼν, ὅτι Οἴδατε, τὴν ἐπιθυμίαν  ἐδήλου τὴν ἐν τῇ διανοίᾳ αὐτῶν, καὶ αὐτὸς αὐτοῖς δίδωσι πρόφασιν τοῦ ἐρωτῆσαι. Τὸ δὲ, Ποῦ ὑπάγεις; Πέτρος μὲν ἀπὸ φιλοστοργίας πολλῆς, Θωμᾶς δὲ ἀπὸ δειλίας λέγει. Κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις. Τὸν τόπον οὐκ ἴσμεν, φησί· καὶ τὴν ἐκεῖ φέρουσαν ὁδὸν πῶς εἰσόμεθα; Καὶ ὅρα μεθ' ὅσης ὑποστολῆς. Οὐ γὰρ εἶπεν, Εἰπὲ ἡμῖν τὸν τόπον· ἀλλ',  Οὐκ οἴδαμεν ποῦ ὑπάγεις. Τοῦτο γὰρ πάλαι πάντες   μαθεῖν   ὤδινον.   Εἰ  γὰρ   Ἰουδαῖοι   διηπόρουν   ἀκούοντες,   καίτοι   γε ἀπαλλαγῆναι  αὐτοῦ  βουλόμενοι,  πολλῷ  μᾶλλον  οἱ μηδέποτε  αὐτοῦ  χωρισθῆναι βουλόμενοι  μαθεῖν  ἤθελον.  Ἐδεδοίκεισαν μὲν  οὖν  αὐτὸν  ἐρωτῆσαι, ἐρωτῶσι  δὲ ὅμως, ἀπό τε τοῦ πολλοῦ πόθου καὶ τῆς ἀγωνίας. Τί οὖν ὁ Χριστός; Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή. Οὐδεὶς δύναται ἐλθεῖν πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ. Τί οὖν οὐκ εὐθέως  ἐρωτηθεὶς  παρὰ τοῦ Πέτρου, Ποῦ ὑπάγεις; εἶπεν,  Ἐγὼ πρὸς τὸν Πατέρα πορεύομαι· ὑμεῖς δὲ οὐ δύνασθε ἐλθεῖν νῦν· ἀλλὰ τοσούτων ἐνέβαλεν λόγων περίοδον, ἐρωτήσεις καὶ ἀποκρίσεις συντιθείς, Ἰουδαίοις μὲν γὰρ εἰκότως τοῦτο οὐκ ἔλεγε· τούτοις δὲ διατί; Εἶπε μὲν καὶ τούτοις καὶ Ἰουδαίοις, ὅτι ἐκ τοῦ Θεοῦ ἐξῆλθε, καὶ πρὸς τὸν Θεὸν ὑπάγει· καὶ νῦν δὲ αὐτὸ λέγει σαφέστερον ἢ πρότερον. Ἄλλως δὲ, καὶ Ἰουδαίοις μὲν σαφῶς οὕτως οὐκ εἶπεν. Εἰ γὰρ εἶπεν, ὅτι Οὐ δύνασθε πρὸς τὸν Πατέρα ἐλθεῖν,  εἰ  μὴ  δι'  ἐμοῦ, εὐθέως  ἂν  τῦφον  τὸ  πρᾶγμα  ἐνόμισαν·  νῦν  δὲ ἀποκρύψας, εἰς ἀγωνίαν αὐτοὺς ἐνέβαλεν. Καὶ τοῖς μαθηταῖς δὲ τίνος ἕνεκεν οὕτως εἶπε, φησὶ, καὶ τῷ Πέτρῳ; Ἤδει αὐτοῦ πολλὴν προθυμίαν, καὶ ὅτι μᾶλλον ἐντεῦθεν ἐπικείσεται  ἐνοχλῶν.  Ὥστε οὖν  αὐτὸν  ἀπαγαγεῖν,  κρύπτει. Κατορθώσας δὲ ὅπερ ἐβούλετο  διὰ  τῆς  ἀσαφείας  καὶ τοῦ  κρύψαι  τὸν  λόγον,  πάλιν  αὐτὸ  ἐκκαλύπτει. Εἰπὼν γὰρ, ὅτι Ὅπου εἰμὶ, οὐδεὶς δύναται ἐλθεῖν, ἐπήγαγεν· Ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου μοναὶ πολλαί εἰσι· καὶ πάλιν, Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ. Τοῦτο οὖν οὐκ ἐβούλετο αὐτοῖς παρὰ τὴν ἀρχὴν εἰπεῖν, ὥστε μὴ εἰς πλείονα ἀθυμίαν ἐμβαλεῖν· ἐπειδὴ δὲ αὐτοὺς κατεπράϋνε, . τότε λέγει. Ἀπὸ γὰρ τῆς ἐπιτιμήσεως τοῦ Πέτρου τὸ πολὺ τῆς ἀθυμίας ἐξέβαλεν, εἰς φόβον τε ἐμπεσόντες μήποτε τὰ αὐτὰ ἀκούσωσι, κατεστέλλοντο  μᾶλλον. Ἐγώ εἰμι ἡ ὁδός. Τοῦτο ἀπόδειξις τοῦ, Οὐδεὶς ἔρχεται εἰ μὴ δι' ἐμοῦ· τὸ δὲ, Καὶ ἀλήθεια καὶ ἡ ζωὴ, τοῦ, ὅτι πάντως ταῦτα ἔσται. Οὐδὲν τοίνυν  παρ' ἐμοῦ ψεῦδος, εἰ ἀλήθεια· εἰ δὲ καὶ ζωὴ, οὔτε αὐτὸς ὁ θάνατος ὑμᾶς κωλῦσαι δυνήσεται ἐλθεῖν. Ἄλλως  δὲ, εἰ Ἐγώ εἰμι ἡ ὁδὸς, οὐ δεήσεσθε τοῦ χειραγωγοῦντος·  εἰ δὲ καὶ ἡ ἀλήθεια, οὐ ψεῦδος τὰ λεγόμενα· εἰ δὲ καὶ ζωὴ, κἂν ἀποθάνητε, τεύξεσθε τῶν εἰρημένων. Τὸ μὲν οὖν τῆς ὁδοῦ καὶ συνῆκαν καὶ ὡμολόγησαν· τὰ δὲ λοιπὰ  ἠγνόουν·  οὐ μὴν ἐτόλμων  εἰπεῖν  ἅπερ ἠγνόουν.  Ἀλλ' ὅμως πολλὴν ἀπὸ τῆς ὁδοῦ τὴν παραμυθίαν ἔλαβον. Εἰ τοίνυν ἐγὼ κύριός εἰμι, φησὶ, τοῦ πρὸς τὸν Πατέρα ἀγαγεῖν,  πάντως  ἥξετε ἐκεῖ. Οὐδὲ γὰρ ἔστιν ἑτέραν ἐλθεῖν ὁδόν. Εἰπὼν δὲ ἔμπροσθεν, Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ ἑλκύσῃ αὐτόν· καὶ πάλιν, Ἐὰν ἐγὼ ὑψωθῶ ἀπὸ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν· καὶ νῦν πάλιν, Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ, δείκνυσιν ἴσον ἑαυτὸν τῷ γεγεννηκότι.  Πῶς δὲ εἰπὼν, Ὅπου ὑπάγω οἴδατε, καὶ τὴν ὁδὸν οἴδατε, ἐπήγαγεν· Εἰ ἐμὲ ἐγνώκειτε, καὶ τὸν Πατέρα μου ἐγνώκειτε ἂν, καὶ ἀπάρτι γνώσεσθε αὐτὸν, καὶ ἑωράκατε αὐτόν; Οὐχὶ ἐναντιολογῶν· ᾔδεσαν μὲν γὰρ αὐτὸν, οὐχ οὕτω δὲ ὡς ἐχρῆν. Θεὸν μὲν γὰρ ᾔδεσαν, Πατέρα δὲ οὐδέπω ὕστερον γὰρ τὸ Πνεῦμα ἐπελθὸν, πᾶσαν ἐν αὐτοῖς κατεσκεύασε τὴν γνῶσιν.  Ὃ δὲ λέγει, τοιοῦτόν  ἐστιν· Εἰ ᾔδειτε τὴν ἐμὴν οὐσίαν καὶ τὴν ἀξίαν, καὶ τὴν τοῦ Πατρὸς ᾔδειτε. Καὶ ἀπάρτι γνώσεσθε αὐτὸν, καὶ ἑωράκατε αὐτὸν (τὸ μὲν μέλλοντος, τὸ δὲ παρόντος)· τουτέστιν, δι' ἐμοῦ. Ὄψιν δὲ λέγει τὴν κατὰ διάνοιαν γνῶσιν. Τοὺς μὲν γὰρ ὁρωμένους δυνάμεθα καὶ ὁρᾷν καὶ ἀγνοεῖν·  τοὺς δὲ γινωσκομένους  οὐ δυνάμεθα  γινώσκειν  καὶ ἀγνοεῖν.  ∆ιὰ τοῦτό φησι· Καὶ ἑωράκατε αὐτόν· ὥσπερ φησὶν, Ὤφθη καὶ ἀγγέλοις. Καίτοι γε οὐκ αὐτὴ ἡ οὐσία ὤφθη· ἀλλ' ὅμως φησὶν ὦφθαι, δηλαδὴ ὡς ἐκείνοις ἰδεῖν δυνατόν. Οὕτω δὲ εἴρηται, ἵνα  μάθῃς ὅτι ὁ αὐτὸν  ἑωρακὼς, τὸν  γεγεννηκότα  οἶδεν. Ἐθεάσαντο δὲ αὐτὸν οὐ γυμνῇ τῇ οὐσίᾳ, ἀλλὰ σάρκα περιβεβλημένον. Οἶδε δὲ ἀλλαχοῦ  καὶ τὴν ὄψιν γνῶσιν  λέγειν· ὡς ὅταν λέγῃ, Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Καθαροὺς δὲ, οὐχὶ τοὺς πορνείας ἀπηλλαγμένους, ἀλλὰ τοὺς πάντων ἁμαρτημάτων φησί· πᾶσα γὰρ ἁμαρτία ῥύπον ἐντίθησι τῇ ψυχῇ.

γʹ. Πάντα τοίνυν πράττωμεν,  ὥστε  ἀποσμῆξαι  τὴν  ῥυπαρίαν.  Ἀποσμήχει δὲ  πρῶτον  τὸ  λουτρόν· ὕστερον δὲ καὶ ἕτεραι ὁδοὶ πολλαὶ καὶ παντοδαπαί. Φιλάνθρωπος γὰρ ὢν ὁ Θεὸς καὶ μετὰ ταῦτα ἔδωκεν ἡμῖν ὁδοὺς ποικίλης ἀπαλλαγῆς· ὧν πρώτη πασῶν ἐστιν ἡ διὰ τῆς ἐλεημοσύνης. Ἐλεημοσύναις γὰρ, φησὶ, καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι. Ἐλεημοσύνην δὲ οὐ τὴν ἐξ ἀδικίας λέγω· τοῦτο γὰρ οὐδὲ ἐλεημοσύνη, ἀλλ' ὠμότης καὶ ἀπανθρωπία. Τί γὰρ ὄφελος ἐκδῦσαι ἕτερον, καὶ ἐνδῦσαι ἕτερον; Ἀπὸ γὰρ οἴκτου τοῦ πράγματος ἄρχεσθαι δεῖ· τοῦτο δὲ ἀπανθρωπία. Κἂν γὰρ πάντα τὰ παρ' ἑτέρων δῶμεν, οὐδὲν κέρδος ἡμῖν. Καὶ δείκνυσιν ὁ Ζακχαῖος, ὃς τότε ἔφησεν ἐξιλεοῦσθαι τὸν Θεὸν, δοὺς τῶν ἀφαιρεθέντων  τετραπλασίονα. Ἡμεῖς δὲ μυρία ἁρπάζοντες, καὶ ὀλίγα διδόντες,  νομίζομεν  ἵλεων  ποιεῖν  τὸν . Θεὸν, οὐκ εἰδότες ὅτι μᾶλλον αὐτὸν παροξύνομεν. Εἰπὲ γάρ μοι, εἴ γε ὄνον νεκρὸν καὶ σεσηπότα ἀπὸ τῆς τριόδου καὶ τῶν  ἀμφόδων  ἑλκύσας ἐπὶ τὸ θυσιαστήριον ἔφερες, ἆρα οὐκ ἂν ἅπαντές  σε κατέλευσαν ὡς ἐναγῆ καὶ μυσαρόν; Τί οὖν, ἐὰν ἐλέγξω, ὅτι ἡ θυσία ἡ ἐξ ἁρπαγῆς μυσαρωτέρα  τούτου,   ποίας   τευξόμεθα   ἀπολογίας;   Θῶμεν   γάρ   τι   κειμήλιον γεγενῆσθαι ἐξ ἁρπαγῆς· οὐχὶ ὄνου τεθνηκότος μᾶλλον ὄδωδε; Βούλει μαθεῖν πόση τῆς ἁμαρτίας ἡ σηπεδών ἐστιν; Ἄκουσον τοῦ Προφήτου λέγοντος· Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου. Σὺ δὲ διὰ μὲν ῥημάτων τὸν Θεὸν ἀξιοῖς ἐπιλαθέσθαι ὧν ποιεῖς κακῶν· αὐτὸς δὲ δι' ὧν ποιεῖς ἁρπάζων καὶ πλεονεκτῶν,  καὶ παρασκευάζεις μεμνῆσθαι διηνεκῶς,  ἐπιτιθείς  σου τὴν ἁμαρτίαν ἐπὶ τὸ θυσιαστήριον. Νῦν δὲ οὐ τοῦτο μόνον ἐστὶ τὸ ἁμάρτημα, ἀλλὰ καὶ τὸ τούτου χαλεπώτερον, ὅτι τὰς τῶν ἁγίων μολύνεις  ψυχάς. Τοῦτο μὲν γὰρ λίθος  ἐστὶ, καὶ ἁγιάζεται· ἐκεῖναι  δὲ διὰ παντὸς αὐτὸν  φέρουσι τὸν  Χριστόν·  καὶ τολμᾷς  ἐκεῖ πέμπειν  ἀπὸ τοιαύτης  ἀκαθαρσίας; Οὐχὶ, φησίν· οὐκ αὐτὰ τὰ χρήματα, ἀλλ' ἕτερα. Γέλως ταῦτα καὶ λῆρος. Οὐκ οἶδας, ὅτι κἂν εἰς πολὺ πλῆθος  χρημάτων  τῆς ἀδικίας ἐμπέσῃ ῥανὶς, πάντα  μολύνεται; Καθάπερ οὖν  εἰς πηγὴν  καθαρὰν κόπρον τις  ἐμβαλὼν,  πᾶσαν αὐτὴν  ἀκάθαρτον εἰργάσατο· οὕτω καὶ ἐν πλούτῳ πλεονεξία τις εἰσελθοῦσα, πάντα ἀποπνεῖν ποιεῖ τῆς ἐκεῖθεν  δυσωδίας.  Εἶτα χεῖρας  μὲν  νιπτόμεθα,  εἰς  ἐκκλησίαν  εἰσιόντες·  τὴν  δὲ καρδίαν οὐκέτι; Μὴ γὰρ αἱ χεῖρες φωνὴν  ἀφιᾶσιν; Ἡ ψυχὴ προφέρει τὰ ῥήματα εἰς ἐκείνην  ὁ Θεὸς καθορᾷ· οὐδὲν δεῖ τῆς τοῦ σώματος καθαρότητος, ἐκείνης μεμολυσμένης Τί γὰρ ὄφελος, ἂν τὰς ἔξωθεν μὲν χεῖρας ἀποσμήξῃς, τὰς δὲ ἔνδον ἀκαθάρτους ἔχῃς; Τὸ . γὰρ δεινὸν  καὶ πάντα  ἀνατρέπον,  τοῦτό ἐστι, ὅτι τὰ μικρὰ  δεδοικότες,  τῶν  μεγάλων   καταφρονοῦμεν.   Τὸ  μὲν  οὖν  ἀνίπτοις  χερσὶν εὔξασθαι, ἀδιάφορον· τὸ δὲ ἀνίπτῳ  διανοίᾳ, τοῦτό ἐστι τὸ πάντων  ἔσχατον τῶν κακῶν. Ἄκουσον καὶ Ἰουδαίοις τοῖς περὶ τὰς τοιαύτας ἀκαθαρσίας ἠσχολημένοις, τί εἴρηται· Ἀπόπλυναι ἀπὸ κακίας τὴν καρδίαν σου. Ἕως πότε ἔσονταί σοι διαλογισμοὶ πόνων σου; Ἀποπλύνωμεν καὶ ἡμεῖς, μὴ βορβόρῳ, ἀλλ' ὕδατι καθαρῷ, ἐλεημοσύνῃ, καὶ μὴ πλεονεξίᾳ. Πρῶτον ἀπαλλάγηθι τοῦ ἁρπάζειν, καὶ τότε ἐπίδειξαι τὴν ἐλεημοσύνην. Ἐκκλίνωμεν  ἀπὸ κακοῦ, καὶ ποιήσωμεν ἀγαθόν. Στῆσον τὰς χεῖρας ἀπὸ πλεονεξίας,  καὶ οὕτως  αὐτὰς  ἐπὶ  τὴν  ἐλεημοσύνην  ἄγε. Ἂν  δὲ ταῖς  αὐταῖς ἄλλους ἀποδύσωμεν, εἰ καὶ μὴ τοῖς ἐξ ἐκείνων ἀφῃρημένοις ἐνδύωμεν, οὐδὲ οὕτω διαφεύγομεν   τὴν  κόλασιν.  Ἡ  γὰρ  ὑπόθεσις  τοῦ  ἱλασμοῦ  πάσης  πλημμελείας ὑπόθεσις γίνεται.  Τοῦ γὰρ οὕτως ἐλεεῖν  τὸ μὴ ἐλεεῖν  κρεῖττον. Ἐπεὶ καὶ τῷ Κάϊν βέλτιον  ἦν  μηδὲ  ὅλως  προσενεγκεῖν.  Εἰ  δὲ  ὁ  τὰ  ἐλάττω  κομίσας,  τὸν  Θεὸν παρώξυνεν·  ὁ τὰ  ἀλλότρια  διδοὺς,  πῶς  οὐ παροξυνεῖ; Ἐγώ σοι εἶπον,  φησὶ, μὴ ἁρπάζειν· καὶ σύ με ἐξ αὐτῶν τιμᾷς; τί νομίζεις; ὅτι ἥδομαι τούτοις; Οὐκοῦν ἐρεῖ πρὸς σέ· Ὑπέλαβες ἀνομίαν,  ὅτι  ἔσομαί σοι ὅμοιος. Ἐλέγξω σε, καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς  ἁμαρτίας  σου. Ἀλλὰ μὴ γένοιτο  μηδένα  ταύτης  ἀκοῦσαι τῆς φωνῆς, ἀλλ' ἐλεημοσύνην καθαρὰν ἐργασαμένους, καὶ λαμπρὰς τὰς λαμπάδας ἔχοντας,  οὕτως  εἰς τὸν  νυμφῶνα  εἰσελθεῖν, χάριτι  καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/











Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |